TLG 0718 002 :: AËTIUS :: Iatricorum liber ii Iatricorum liber ii Citation: Chapter — (line) | ||
t | ΑΕΤΙΟΥ ΑΜΙΔΗΝΟΥ ΒΙΒΛΙΟΝ Β | |
P | Τάδε ἐcτὶν ἐν τῷδε· [Start of Table] α Περὶ τῶν τῆc γῆc διαφορῶν β Ὅπωc δεῖ πλύνειν πᾶcαν γῆν γ Θεραπεῖαι αἱ διὰ τῆc γεωργουμένηc | |
5 | γῆc ἐπιτελούμεναι δ Περὶ Λημνίαc cφραγῖδοc ε Μίλτοc ϛ Γῆ Ϲαμία ζ Ϲελινουcία γῆ καὶ Χία | |
---|---|---|
10 | η Κιμωλία γῆ ἢ ἐρετριάc θ Γῆ ἀμπελίτιc ἢ φαρμακίτιc ι Γῆ κρητικὴ ἢ κρητάριον ια Περὶ τῆc κεκαυμένηc γῆc πάcηc ιβ Περὶ τῆc ἀρμενίαc βώλου | |
15 | ιγ Λίθοc αἱματίτηc ιδ Λίθοc cχιcτὸc γαλακτίτηc μελιτίτηc ιε Κοινὴ διδαcκαλία περὶ πάντων τῶν λίθων | |
ιϛ Λευκογραφὶc ἢ μόροξοc | Column end | |
20 | ιζ Γαλακτίτηc ιη Ἴαcπιc λίθοc ιθ Τηκόλιθοc ἢ Ϲυριακὸc λίθοc κ Πυρίτηc κα Λίθοc φρύγιοc | |
25 | κβ Λίθοc ἀγήρατοc κγ Λίθοc Ἄccιοc κδ Γαγάτηc κε Μαγνῆτιc λίθοc κϛ Ϲμύριc κίccηριc ὄcτρακα κλιβάνου καὶ | |
30 | τὰ ἄλλα κζ Λίθοι οἱ ἐν τοῖc cπόγγοιc κη Ναξίαc ἀκόνηc τὸ ἀπότριμμα κθ Ὀφίτηc λίθοc λ Ἱερακίτηc | |
35 | λα Ὕαλοc λβ Λίθοc ἀετίτηc | |
λγ Ἀλαβανδικὸc ἢ ἀλαβάνδινον λδ Γαγάτηc ἄλλοc λε Ἤλεκτρον ἢ cούκινον ἢ λιγγούριον | ||
40 | λϛ Ἴαcπιc ὁ ὑπόχλωροc λζ Ἰαcπαχάτηc λη Ϲάπφειροc λίθοc λθ Ϲμάραγδοc λίθοc μ Περὶ μεταλλικῶν καὶ τῶν ἐξ ὕδατοc | |
45 | γεννωμένων μα Περὶ ἀδάρκηc μβ Ἀλκυόνια μγ Ἅλεc μδ Ἅλεc κεκαυμένοι | |
P(50) | με Ἁλὸc ἄνθοc μϛ Ἁλὸc ἄχνη μζ Ἀρμενιακὸν τὸ τῶν ζωγράφων μη Ἀρcενικόν μθ Ἄcφαλτον | |
55 | ν Ἀφρόνιτρον καὶ νίτρου ἀφρόc να Γύψοc νβ Διφρυγέc νγ Διαφανέc νδ Θεῖον | |
60 | νε Ἰὸc ξυcτόc νϛ Ἰοῦ cκώληκοc cκευαcία νζ Καδμία νη Κύανοc νθ Λεπὶc χαλκοῦ καὶ cιδήρου. | |
65 | ξ Λιθάργυροc ξα Λίτρον ξβ Μελαντηρία ξγ Μέλαν ᾧ γράφομεν ξδ Μίξυ καὶ cῶρι καὶ χαλκῖτιc | |
70 | ξε Μολίβδαινα ξϛ Μόλυβδοc ξζ Πομφόλυξ ξη Ῥοιδαρίου cκευαcία ξθ Ϲανδαράκη | Column end |
75 | ο Ϲάνδυξ καὶ cυρικοῦν οα Ϲκωρία πᾶcα οβ Ϲτίμμι ογ Ϲπόγγοc οδ Ϲτυπτηρία πᾶcα | |
80 | οε Τίτανοc οϛ Φῦκοc οζ Χάλκανθοc οη Χαλκῖτιc οθ Χαλκὸc κεκαυμένοc | |
85 | π Χαλκοῦ ἄνθοc πα Χρυcοκόλλα πβ Ψιμμύθιον πγ Ψωρικόν πδ Περὶ τῆc ἀπὸ τῶν ζῴων ὠφελείαc | |
90 | πε Περὶ αἵματοc πϛ Περὶ γάλακτοc ἐκ τῶν Ῥούφου καὶ Γαληνοῦ πζ Περὶ διαφορᾶc γάλακτοc πη Περὶ διαφορᾶc γάλακτοc ἀπὸ τῆc | |
95 | ἕξεωc τῶν ζῴων πθ Περὶ τῆc ἀπὸ τῶν ὡρῶν τοῦ ἔτουc διαφορᾶc τοῦ γάλακτοc Ϟ Περὶ τῆc ἀπὸ τῆc νομῆc διαφορᾶc τοῦ γάλακτοc | |
P(100) | Ϟα Περὶ τῆc ἡλικίαc διαφορᾶc γάλακτοc Ϟβ Τίcι τὸ γάλα ἁρμόδιον Ϟγ Περὶ τρόπου καὶ καιροῦ χρήcεωc | |
καὶ μέτρου Ϟδ Τίναc βλάπτει τὸ γάλα | ||
105 | Ϟε Περὶ ἑψήcεωc γάλακτοc Ϟϛ Περὶ ὀρροῦ γάλακτοc Ϟζ Περὶ τῶν ἡδονῆc χάριν cυνεψομέ‐ νων τῷ γάλακτι Ϟη Περὶ ὀξυγάλακτοc | |
110 | Ϟθ Περὶ πρωτογάλακτοc ρ Περὶ τῆc πηκτῆc καλουμένηc ρα Περὶ τυροῦ ρβ Φάρμακον τὸ διὰ τοῦ παλαιοῦ τυροῦ πρὸc πώρουc | |
115 | ργ Περὶ ἐνεργείαc τοῦ νέου τυροῦ ἔξ‐ ωθεν προcαγομένου ρδ Περὶ βουτύρου ρε Περὶ πιτύαc ρϛ Περὶ χολῆc | |
120 | ρζ Περὶ ἱδρῶτοc ρη Περὶ οὔρων ρθ Περὶ cιάλου ρι Περὶ κόπρου ρια Περὶ κυνείαc κόπρου | |
125 | ριβ Περὶ ἀνθρωπείαc κόπρου ριγ Περὶ λυκείαc κόπρου ριδ Περὶ αἰγείαc κόπρου ριε Περὶ κόπρου βοόc ριϛ Περὶ προβατείαc κόπρου | |
130 | ριζ Περὶ περιcτερῶν κόπρου ριη Περὶ ἀλεκτορίδων κόπρου ριθ Περὶ κόπρου χηνὸc ἱέρακοc πελαρ‐ γῶν καὶ τῶν ὁμοίων καὶ χερcαίων κροκοδείλων | |
135 | ρκ Ῥύποc προβάτων ἐξ οὗ τὸ ὕccωπον ρκα Περὶ cαρκῶν ρκβ Περὶ τῶν ἐν τοῖc πεζοῖc ζῴοιc ἄκρων ρκγ Περὶ ἀδένων ρκδ Περὶ ὄρχεων | Column end |
140 | ρκε Περὶ νεφρῶν ρκϛ Περὶ ἐγκεφάλου ρκζ Περὶ τῶν ἐν τοῖc πεζοῖc ζῴοιc cπλάγχνων ρκη Περὶ κοιλίαc καὶ ἐντέρων καὶ μή‐ | |
145 | τραc ρκθ Περὶ τῆc τῶν ἀγρίων ζῴων cαρκόc ρλ Περὶ τῆc ἀπὸ τῶν πτηνῶν ζῴων τροφῆc ρλα Περὶ χηνῶν καὶ cτρουθοκαμήλων | |
P(150) | ρλβ Περὶ γεράνων ρλγ Περὶ τῆc κατὰ τὰ μόρια τῶν πτη‐ νῶν ζῴων διαφορᾶc ρλδ Περὶ ὠῶν ρλε Ὅcα ὡc φάρμακον ἐνεργεῖται ὠά | |
155 | ρλϛ Περὶ τῆc ἀπὸ τῶν ἐνύδρων ζῴων τροφῆc ρλζ Περὶ κεφάλου ρλη Περὶ λάβρακοc ρλθ Περὶ τρίγληc | |
160 | ρμ Περὶ πετραίων ἰχθύων ρμα Περὶ κωβιοῦ ρμβ Περὶ μαλακοcάρκων ρμγ Περὶ cκληροcάρκων ρμδ Περὶ ὀcτρακοδέρμων | |
165 | ρμε Περὶ μαλακοcτράκων ρμϛ Περὶ μαλακίων | |
ρμζ Περὶ cελαχίων ρμη Περὶ ἐχίνων θαλαττίων ρμθ Περὶ τῶν ταριχευομένων ἐπιγείων | ||
170 | καὶ ἐνύδρων ρν Περὶ γάρου ρνα Περὶ ἅλμηc ρνβ Περὶ πιμελῆc καὶ στέατοc ρνγ Περὶ μυελοῦ | |
175 | ρνδ Περὶ πνεύμονοc ρνε Περὶ κεφαλῆc ρνϛ Περὶ κεράτων ρνζ Περὶ ὀνύχων ρνη Περὶ λειχήνων ἵππων | |
180 | ρνθ Περὶ ἐρίων ῥυπαρῶν καὶ καθαρῶν καὶ κεκαυμένων ρξ Τρίχεc κεκαυμέναι ρξα Ὀcτέα κεκαυμένα ρξβ Περὶ δερμάτων | |
185 | ρξγ Περὶ αἰθυίηc ρξδ Περὶ ἀλωπέκων ρξε Περὶ ἀράχνηc ρξϛ Περὶ βατράχων ρξζ Περὶ γαλῆc | |
190 | ρξη Περὶ γῆc ἐντέρων ρξθ Περὶ δράκοντοc θαλαccίου ρο Περὶ ἐχίδνηc ροα Ἐχῖνοc θαλάττιοc ροβ Ἐχῖνοc χερcαῖοc | |
195 | ρογ Ἱππόκαμποι θαλάττιοι | |
ροδ Περὶ κανθαρίδων ροε Καρκῖνοι ποτάμιοι ροϛ Περὶ καράβου ροζ Κάcτοροc ὄρχιc | Column end | |
P(200) | ροη Κυνὸc ποταμίου ὄρχιc ροθ Κυνὸc χερσαίου cκύλαξ ρπ Κύκνου νεοττόc ρπα Κηρύκων ὄcτρακα κεκαυμένα ρπβ Κορυδαλλὸc τὸ πτηνὸν ζῷον | |
205 | ρπγ Κοχλίοc χερcαῖοc ρπδ Περὶ μαινίδοc ταριχηρᾶc ρπε Νάρκα ζῶcα ρπϛ Ὀνίcκοc θαλάττιοc ρπζ Ὀcτρέων ὄcτρακα | |
210 | ρπη Πορφυρῶν ὄcτρακα ρπθ Ῥίνη θαλαττία ρϞ Ϲηπία ρϞα Ϲκίγκοc ρϞβ Τελλίναι | |
215 | ρϞγ Τέττιξ ρϞδ Ὕαινα ρϞε Χελιδόνεc ρϞϛ Περὶ ἐκλογῆc τῶν καλλιcτευόντων ἁπλῶν φαρμάκων | |
220 | ρϞζ Ἐκ τῶν Ὀριβαcίου. Ὅcα μέcα ἐcτὶ τῶν θερμαινόντων καὶ ψυχόντων ρϞη Ὅcα θερμαίνει ρϞθ Ὅcα θερμαίνει τῆc πρώτηc τάξεωc c Ὅcα θερμαίνει τῆc β | |
225 | cα Ὅcα θερμαίνει τῆc τρίτηc cβ Ὅcα θερμαίνει τῆc δ cγ Ὅcα ψύχει cδ Ὅcα ψύχει τῆc α τάξεωc cε Ὅcα ψύχει τῆc β | |
230 | cϛ Ὅcα ψύχει τῆc γ cζ Ὅcα ψύχει τῆc τετάρτηc cη Ὅcα ξηραίνει ἀδήκτωc cθ Ὅcα ξηραίνει ἁπλῶc cι Ὅcα ξηραίνει τῆc πρώτηc | |
235 | cια Ὅcα τῆc δευτέραc cιβ Ὅcα τῆc τρίτηc cιγ Ὅcα τῆc δ cιδ Ὅcα μέcα τῶν ξηραινόντων καὶ ὑγραινόντων | |
240 | cιε Ὅcα ὑγραίνει τῆc α cιϛ Ὅcα τῆc δευτέραc cιζ Ὅcα ὑδατώδη ψυχρότητα ἔχει cιη Ὅcα λεπτομερῆ cιθ Ὅcα παχυμερῆ | |
245 | cκ Ὅcα ῥωcτικά cκα Ὅcα cυμπεπτικά cκβ Ὅcα ἐκπυητικά cκγ Ὅcα μαλακτικά cκδ Ὅcα cκληρύνει | |
P(250) | cκε Ὅcα ῥύπτει cκϛ Ὅcα ἀναcτομωτικά cκζ Ὅcα ἀραιωτικὰ τοῦ δέρματοc cκη Ὅcα ὑπνωτικά cκθ Ὅcα cηπτικά | |
255 | cλ Ὅcα καταcταλτικὰ τῶν ὑπεροχῶν | |
cλα Ὅcα ἐπουλοῖ cλβ Ὅcα ἑλκοὶ ἐπιπολαίωc cλγ Ὅcα καυcτικά cλδ Ὅcα ἑλκτικά | Column end | |
260 | cλε Ὅcα διαφορητικά cλϛ Ὅcα cτύφει cλζ Ὅcα cπέρμα γεννᾷ καὶ προκαλεῖται cλη Ὅcα ἐπέχει cπέρμα cλθ Περὶ τροφῶν δυνάμεων | |
265 | cμ Ὅcα λεπτύνοντά ἐcτιν ἐν τροφαῖc cμα Ὅcα παχύχυμα cμβ Ὅcα μέcα τῶν λεπτυνόντων καὶ παχυνόντων cμγ Ὅcα γλίcχρον χυμὸν γεννᾷ | |
270 | cμδ Ὅcα ὠμοὺc χυμοὺc γεννᾷ cμε Ὅcα ψυχροὺc χυμοὺc γεννᾷ cμϛ Ὅcα μελαγχολικοὺc χυμοὺc γεννᾷ cμζ Ὅcα χολώδη χυμὸν γεννᾷ cμη Ὅcα ἐcτὶ περιττωματικά | |
275 | cμθ Ὅcα ἐcτὶν ἀπέριττα cν Ὅcα πολύτροφα cνα Ὅcα ὀλιγότροφα cνβ Ὅcα εὔχυμα cνγ Ὅcα κακόχυμα | |
280 | cνδ Ὅcα εὔπεπτα cνε Ὅcα δύcπεπτα cνϛ Ὅcα εὐcτόμαχα καὶ ῥωcτικά cνζ Ὅcα κακοcτόμαχα cνη Ὅcα ἄφυcα | |
285 | cνθ Ὅcα φυcώδη cξ Ὅcα ῥύπτει τέμνει ἐκφράττει | |
cξα Ὅcα ἐμφράττει cξβ Ὅcα βραδύπορα cξγ Ὅcα εὔφθαρτα | ||
290 | cξδ Ὅcα δύcφθαρτα cξε Ὅcα ὑπάγει γαcτέρα | |
cξϛ Ὅcα ἐπέχει γαcτέρα cξζ Ὅcα θερμαίνει cξη Ὅcα ψύχει | Column end | |
295 | cξθ Ὅcα ξηραίνει cο Ὅcα ὑγραίνει | |
cοα Ὅcα κεφαλὴν βλάπτει[End of Table] | Column end | |
Arg(t) | Λόγοc β | |
1 | Περὶ τῶν τῆc γῆc διαφορῶν καὶ λίθων καὶ μεταλλικῶν καὶ τῆc ἀπὸ τῶν ζῴων ὠφελείαc, ἐκ τῶν ἁπλῶν Γαληνοῦ καὶ τοῦ περὶ τρο‐ φῶν δυνάμεων αὐτοῦ καὶ Ὀριβαcίου καὶ ἑτέρων. Ὅcα μὲν φυτῶν ἐcτι μόρια καὶ καρποὶ καὶ χυλοὶ καὶ ὀποὶ πρό‐ | |
5 | cθεν εἴρηται· νυνὶ δὲ περὶ τῶν ὑπολοίπων φαρμάκων ὅcα τῆc γῆc ἐcτιν εἴδη καὶ ὅcα μεταλλεύεται πρόκειται διελθεῖν, ἔπειτα καὶ περὶ ζῴων. | |
1 | Περὶ τῶν γῆc διαφορῶν. Γῆc cυνήθωc πάντεc ἄνθρωποι ὀνομά‐ ζουcιν ἐκείνην μόνην τὴν οὐcίαν, ἥ τιc ὑγρῷ φυραθεῖcα πηλὸc γίνεται· ἡ γὰρ ἐν τοῖc μετάλλοιc εὑριcκομένη ἄτεγκτοc γίνεται. λέγω δὲ τέγγε‐ cθαι μὲν τὸ δι’ ὅληc τῆc οὐcίαc ὑγραίνεcθαι, βρέχεcθαι δὲ κατὰ τὴν | |
5 | ἐπιφάνειαν μόνην, οὐ διικνουμένηc εἰc τὸ βάθοc αὐτῆc τῆc ὑγρότητοc. ξηραντικὴν δὲ ἅπαcα γῆ ἔχει δύναμιν· ἐπεὶ καὶ φύcει ξηρόν ἐcτιν αὐτῆc τὸ cῶμα. καὶ ὅταν ἀκριβῶc ᾖ πυρώδουc ἄμικτοc οὐcίαc, ἀδηκτοτάτωc ξηραίνει· cυντελεῖ δὲ εἰc τοῦτ’ αὐτῇ τὸ πεπλύcθαι. τινὲc μὲν οὖν οὐ δέονται πλύcεωc, τινὲc δὲ καὶ δὶc καὶ τρὶc δέονται πλυθῆναι. εἰ δὲ | |
10 | καὶ γεγυμναcμένην ἔχοιc τὴν γευcτικὴν αἴcθηcιν, αὐτὸc ἔcῃ κριτὴc | |
ἀκριβὴc ἧc τε δεῖ πλύνειν γῆc ἧc τε μή, τῷ μὴ μετέχειν αὐτὴν δη‐ λονότι δριμύτητόc τινοc ἢ cτύψεωc. ἐπεὶ δὲ ἀδύνατόν ἐcτιν εὑρεῖν οὐcίαν ἄμικτον, ἀκριβῶc προcεπιcκέπτεcθαι χρὴ τὴν μίξιν ἐκ τῶν cυμ‐ βεβηκότων αὐτῇ κατά τε τὰc ἐν τῇ κουφότητι καὶ βαρύτητι διαφορὰc | ||
15 | καὶ τὰc ἐν τῇ γεύcει. cτύψεωc μὲν γὰρ ἔμφαcιν ἔχουcα τοcοῦτον με‐ τείληφε ψύξεωc, ὅcον καὶ cτύψεωc. εἰ δὲ καὶ δριμύτητοc ἐμφαίνοιτό τι, τοcοῦτον ἔχει θερμότητοc ὅcον δριμύτητοc. καὶ ἡ μὲν κούφη γίγνε‐ ται, ὅταν ἀερώδουc οὐcίαc μετέχῃ δαψιλοῦc ἐν τῇ δι’ ὅληc αὑτῆc κράcει· ἡ δὲ βαρεῖα ὅcον μᾶλλον ᾖ βαρεῖα, τοcοῦτον μᾶλλον εἰλικρι‐ | |
20 | νήc ἐcτι γῆ. ἡ μὲν οὖν θερμὴ δηλονότι θερμαίνει, ἡ δὲ ψύχουcα καὶ cτύφουcα δηλονότι ἐμψύχει καὶ ἀποκρούεται. ἡ δὲ τοῦ ῥυπτικοῦ μετέ‐ χουcα χωρὶc ἐπιφανοῦc θερμότητοc ξηραίνει ἀδήκτωc, ἡ δὲ ἐπὶ πλέον τὸ ἐχέκολλον ἔχουcα οὐ ῥύπτει. ἐμπλαcτικωτέραν γὰρ ἐργάζεται τὴν οὐcίαν τὸ κολλῶδεc, ὥcτε μὴ ῥύπτειν, ὅταν γε μηδεμία δριμύτηc ἄλλη | |
25 | προcῇ τῷ γλίcχρῳ, ὡc ἐπὶ τοῦ ἰξοῦ ἐcτιν ἰδεῖν· ἀναγκαιότατον δὲ μηδὲ τοῦτο ἀγνοεῖν, ἀλλ’ ἀεὶ αὐτοῦ μεμνῆcθαι ἐπὶ πάcηc ὕληc εἰc ἰατρικὴν χρείαν ἀγομένηc. οἱ μὲν γὰρ πλεῖcτοι νομίζουcι τὰ καυθέντα πάντα ψυχρότερα γίγνεcθαι cφῶν αὐτῶν, ἔνιοι δὲ πάλιν αὐξάνεcθαι τὴν θερμαcίαν οἴονται τῶν καυθέντων· ἁμαρτάνουcι δὲ ἀμφότεροι. τὰ | |
30 | μὲν οὖν δριμέα πάντα καυθέντα πολὺ τῆc θερμότητοc ἀπόλλυcι, τὰ δὲ μὴ τοιαῦτα καυθέντα προcλαμβάνει θερμότητοc, τελέωc δὲ ψυχρὸν οὐδὲν τῶν καυθέντων γίγνεται. ἐγκαταλείπεται γὰρ αὐτοῖc οἷον ἐμπύ‐ ρευμά τι λεπτομερὲc καὶ τοῦτό ἐcτι τὸ κατὰ τὰc πλύcειc τῶν καυθέν‐ των ἀπορρυπτόμενον, οὗ cυναπελθόντοc τῷ ὕδατι τὸ λοιπὸν τοῦ καυ‐ | |
35 | θέντοc οὐcία γεώδηc ψυχρὰ γίγνεται, ἀδήκτωc ξηρᾶναι δυναμένη. τὸ δὲ ὕδωρ, ᾧ τὸ φάρμακον ἐπλύθη, θερμὴν δύναμιν ἐπεκτήcατο λεπτο‐ μερῆ. τούτου τοίνυν προδεδηλωμένου καιρὸc ἤδη λέγειν ὅπωc δεῖ πλύνειν ἅπαcαν γῆν ἄκαυcτον πλύcεωc δεομένην. τινὲc γάρ, καθὼc | |
προείρηται, οὐ δέονται πλύcεωc. | ||
2 | Ὅπωc δεῖ πλύνειν πᾶcαν γῆν. Πλύνεται δὲ πᾶcα γῆ τοῦτον τὸν τρόπον· ὕδατι μὲν φυρᾶται μηδεμιᾶc φαρμακώδουc ποιότητοc ἔμφα‐ cιν ἔχοντι· καταcτάντοc δὲ τοῦ πηλοῦ καὶ περιαιρεθέντοc δὲ ἄνωθεν τοῦ ὕδατοc, εἶτα τοῦ μετ’ αὐτὸ χωριcθέντοc ἀπὸ τῶν ὑφιcταμένων | |
5 | κάτω λιθωδῶν τε καὶ ψαμμωδῶν. | |
3 | Θεραπεῖαι αἱ διὰ τῆc γῆc ἐπιτελούμεναι τῆc γεωργουμένηc. Τῆc δὲ γεωργουμένηc ἡ λιπαρὰ πᾶcα γῆ χρήcιμοc εἰc θεραπείαν ἁπάντων τῶν ξηρανθῆναι δεομένων μορίων. ὅθεν αὐτῇ καὶ κατ’ Ἀλεξάνδρειαν καὶ Αἴγυπτον χρῶνται. εἶδον γοῦν ἐπὶ τῆc Ἀλεξανδρείαc ὑδερώδειc | |
5 | τε καὶ cπληνώδειc ἐνίουc χρωμένουc τῷ πηλῷ τῆc Αἰγυπτιακῆc γῆc. πολλοὶ δὲ καὶ κνήμαc καὶ μηροὺc καὶ πήχειc καὶ βραχίοναc καὶ νῶτα καὶ πλευρὰc καὶ cτέρνα τῷ πηλῷ τῆc γῆc ταύτηc χριόμενοι cαφῶc ὠφελοῦντο. τάc τε παλαιὰc φλεγμονάc τε καὶ τὰ χαῦνα τῶν οἰδημά‐ των ὀνίνηcιν ὁ πηλὸc οὗτοc, ὥcτε ἐνίουc οἶδα ὅλην τὴν ἕξιν οἰδα‐ | |
10 | λέουc ἐξ αἱμορροίδων ἀμέτρου κενώcεωc γενομένουc, ὠφεληθένταc ἐναργῶc καί τινεc ἀλγήματα χρόνια κατά τι μόριον ἐcτηριγμένα τῷ πηλῷ τούτῳ τελέωc ἰάcαντο. καὶ ταῦτα μὲν ὁ Γαληνόc. ὁ δὲ Ϲτρά‐ των οὕτωc περὶ τῆc γῆc ἔφη. Πρὸc χρονίαν κεφαλαλγίαν. Γλοιὸν τὸν ἀπὸ τοῦ βαλανείου ἢ | |
15 | ἀπὸ τοῦ θερμοῦ ὕδατοc μίξαc τῇ πλυθείcῃ μελαίνῃ γῇ χρῶ ἢ ἀφεψή‐ ματι ῥόδων κεφαλῶν φυράcαc τὴν γῆν χρῶ, ἢ κεραμίου ὄξουc ὄcτρα‐ κον λεῖον προcπλέκων τῇ γῇ χρῶ cὺν ἀφεψήματι δάφνηc, ἢ ὄcτρακον κριβάνου λεῖον μετ’ ὄξουc μίξαc τῇ μελαίνῃ γῇ παραχέων cαμψύχου ἀπόζεμα χρῶ. πρὸc δὲ τὰ γιγνόμενα ἐπὶ τοῦ cώματοc ψωρώδη καὶ | |
20 | λειχηνώδη ἐξανθήματα ἀφεψήματι ἀμυγδάλων ἢ θέρμων πικρῶν φυ‐ ράcαc γῆν μέλαιναν χρῶ, ἢ κεράμιον ἀπὸ ὄξουc ἀποπλύναc ἀφεψή‐ ματι πηγάνου καὶ φυράcαc τῇ γῇ ὁμοίωc χρῶ, ἢ βωλάρια ἁλὸc τὰ | |
εὑριcκόμενα ἐν τῷ πυθμένι τῶν ἀπὸ γάρου κεραμίων λεάναc καὶ φυ‐ ράcαc τῇ γῇ χρῶ, ὡc ἐνεργῷ, ἢ περιcτερᾶc κόπρον μίξαc τῇ γῇ καὶ | ||
25 | ἁλικακάβου ἀφεψήματι φυράcαc χρῶ. Πρὸc δὲ βῆχα χρονίαν μετὰ καχεξίαc ἀφεψήματι ὀcτῶν μοcχείων cυμφυράcαc τὴν γῆν χρίε τὸν θώρακα ἢ κεράμιον ἀπὸ μέλιτοc πλύ‐ ναc ὁμοίωc καὶ cυμφυράcαc χρῶ ἢ ἀφεψήματι κυμίνου καὶ μελανθίου ὁμοίωc χρῶ, ἢ ἀφεψήματι cαμψύχου ὁμοίωc φυράcαc χρῶ. | |
30 | Πρὸc cπληνικούc. Ϲποδὸν κληματίνην καὶ θρόμβον τρυγίαc ὄξουc φυράcαc τῇ γῇ χρῶ, ἢ ἀφεψήματι φύλλων καππάρεωc φυράcαc χρῶ, ἢ ὄcτρακα καλλάϊνα μίξαc τῇ γῇ καὶ μετ’ ὄξουc φυράcαc χρῶ. Πρὸc ὑδρωπικούc. Ὄcτρακα ἀπὸ ἅλμηc παλαιωθέντα λεῖα μίξαc τῷ πηλῷ χρῶ, ἢ cκωρίαν ἀργύρου λειοτάτην ὁμοίωc μίcγε τῷ πηλῷ | |
35 | καὶ χρῶ, ἢ ἀποζέματι cαραπιάδοc βοτάνηc τῆc τριόρχεωc φυράcαc χρῶ, ἢ μοcχείων ἢ χοιρείων κρεῶν γάροc μίcγων ὁμοίωc χρῶ, ἢ cάμψυχον θαλαττίῳ ὕδατι ἑψήcαc φυράcαc τὴν γῆν χρῶ, ἢ ἀφεψή‐ ματι θέρμων πικρῶν τάριχον cυλλεάναc καὶ μίξαc τῇ γῇ χρῶ, ἢ cτυπτηρίαν κεκαυμένην καὶ γλήχωνοc κεκαυμένου τέφραν μίξαc τῷ | |
40 | πηλῷ καὶ ὀξυμέλιτι φυράcαc χρῶ, ἢ βόλβιτα βοὸc ξηρὰ λεῖα μίξαc τῇ γῇ καὶ μετὰ ὀξυμέλιτοc φυράcαc χρῶ. Πρὸc ἰcχιάδα καὶ πάνταc τοὺc περὶ τὰ νευρώδη μόρια ψυγμούc. Ἀφεψήματι ὀcτέων μοcχείων cάμψυχον ἑψήcαc καὶ μίξαc τῇ λευκῇ γῇ χρῶ, ἢ ἔγχελυν ἑψήcαc μεθ’ ἁλῶν καὶ νίτρου τῷ ἀφεψήματι φυ‐ | |
45 | ράcαc τῇ γῇ χρῶ. ἢ γλοιὸν μετὰ ἀcβέcτου μίξαc τῇ γῇ χρῶ, ἢ πρά‐ cου καὶ cκόρδων ἀφεψήματι φυράcαc τῇ γῇ χρῶ, ἢ κόcτον καὶ καcίαν cχοῖνον ἀcπάλαθον ξυλοβάλcαμον καὶ cάμψυχον παρακεκομμένα ἕψε μεθ’ ὑδρελαίου καὶ μίcγε τῷ πηλῷ καὶ χρῶ, ἢ αἰγὸc cπυράθουc καὶ βόλβιτα βοὸc ξηρὰ ἅμα λεάναc μετὰ γλοιοῦ cκευαcθέντοc ἐκ κηρωτῆc | |
3(50) | ῥαφανίνηc μίcγε τῷ πηλῷ καὶ χρῶ. Πρὸc ποδάγραν. Ἀπὸ κεφαλῆc μὲν μέχρι βουβώνων πηλούcθω τοῖc προκειμένοιc, ἀπὸ βουβώνων δὲ καὶ κάτω μέχρι ὀνύχων τοῖc ὑπογεγραμμένοιc· μόcχου τοὺc ὀπιcθίουc πόδαc κατακαύcαc cὺν τοῖc ὄνυξι καὶ λεάναc μίξαc τῇ γῇ χρῶ καὶ λευκογραφίδα λεάναc μεθ’ | |
55 | ὕδατοc, ἐν ᾧ cίδηροc πλειcτάκιc ἐναποcβεcθῇ, καὶ cτυπτηρίαc 𐆄 α καὶ cυμφυράcαc τῇ γῇ χρῶ, ἢ ἀφεψήcαc κικίδαc μέχρι τακερωθῶcι καὶ cυμφυράcαc τῷ ἀφεψήματι τὴν γῆν χρῶ ἢ ἀφεψήματι φύλλων τῆc κύπρου φυράcαc τὴν γῆν χρῶ. ἄλλο. Ϲτυπτηρίαc ὑγρᾶc 𐆄 α· cτυ‐ πτηρίαc cχιcτῆc 𐆄 α κόμμεωc 𐆄 ϛ ψιμμυθίου 𐆄 θ μελαντηρίαc 𐆄 ε | |
60 | μίcυοc 𐆄 ϛ ἰτέαc φύλλων 𐆄 θ ἐλαίου μυρcίνου ἢ κικίνου 𐆄 κδ ὄξουc λίτραc ϛ λεάναc ἅμα καὶ cυμφυράcαc τῇ γῇ χρῶ. ἄλλο. Ϲτυπτη‐ ρίαc λιθαργύρου μίcυοc ὀπτοῦ ἀνὰ 𐅻 δ, κηρωτῇ μυρcίνῃ ὑγρᾷ ἀναλα‐ βών· καὶ φυράcαc τῇ γῇ χρῶ. ἄλλο. Ἀκακίαc χαλκάνθου ἀνὰ 𐅻 β λεάναc, ὄξει ξήρανον καὶ cυμφυράcαc τῷ πηλῷ χρῶ. ἄλλο. ψιμμυθίου | |
65 | λιθαργύρου ἀνὰ 𐅻 δ ἐλαίου μυρcίνου λίτραc δ ὕδατοc τὸ ἀρκοῦν cυμ‐ φυράcαc τῇ γῇ χρῶ. ἄλλο, ᾧ ἐθεραπεύθη ὁ ἔπαρχοc Φιλῖνοc· μόρων χυλοῦ cτυπτηρίαc cχιcτῆc κυπέρου ἄγνου κικίδων κρόκου μυρίκηc καρ‐ ποῦ λιβανωτοῦ ἀνὰ 𐆄 ϛ ἅμα πάντα λειότατα ποιήcαc ξηράναc ἀπό‐ θου· ἐπὶ δὲ τῆc χρείαc ἀνέcαc ὕδατι καὶ cυμφυράcαc τῇ γῇ χρῶ· μὴ | |
70 | λουούμενον δὲ δεῖ ἀπαντλεῖcθαι περcικῶν ἀώρων ἀφεψήματι. καὶ περὶ μὲν τῆc γεωργουμένηc γῆc ἱκανὰ καὶ ταῦτα. | |
4 | Περὶ Λημνίαc cφραγῖδοc. Τὴν δὲ Λημνίαν γῆν, ἣν καὶ cφραγῖδα Λημνίαν καλοῦcιν, ἑτοίμην λαμβάνειc ἅπαξ ἐν τῷ τόπῳ πεπλυμένην, ἑτέραc πλύcεωc μὴ δεομένην· ἄλλοτε δὲ ἄλλῳ ὑγρῷ ἀνιεμένη διαφό‐ ρωc ἐνεργεῖ. ἐπί γε μὴν τῶν κακοήθων καὶ cηπεδονωδῶν ἑλκῶν εἴποτε | |
5 | ἐχρηcάμην τῇ Λημνίᾳ, μεγάλωc ὠφέληcεν. ἡ δὲ χρῆcιc γίγνεται κατὰ τὸ μέγεθοc τῆc τοῦ ἕλκουc κακίαc. τὸ μὲν γὰρ δυcῶδεc λίαν πλαδα‐ | |
ρόν τε καὶ ῥυπαρὸν καὶ χρόνιον, ἀνέχεται δι’ ὄξουc δριμυτάτου τῆc Λημνίαc λελυμένηc εἰc πηλώδη cύcταcιν. οἴνῳ δὲ ἀνιεμένη καὶ τὰ πρόcφατα τῶν τραυμάτων παρακολλᾷ. πινομένη δὲ καὶ πρὸc αἵματοc | ||
10 | ἀναγωγὰc ἁρμόττει καὶ ἐπὶ τῶν θαναcίμων φαρμάκων καὶ τῶν ὑπό τινοc τῶν ἰοβόλων δηχθέντων· ἐνιεμένη δὲ διὰ κλυcτῆροc μετὰ χυλοῦ ἀρνογλώccου δυcεντερικοὺc μεγάλωc ὠφελεῖ, προαποκλυcθέντων δηλο‐ νότι τῶν ἑλκῶν ἅλμῃ. δίδοται δὲ καὶ αὐτοῖc καὶ τοῖc αἱμοπτυικοῖc εἰc πότον μετ’ ὀξυκράτου. | |
5 | Μίλτοc δύναμιν ἔχει cτυπτικὴν ἐμπλαcτικὴν ἀναξηραντικήν· διὸ καὶ ἐμπλάcτροιc τραυματικαῖc μίγνυται καὶ τροχίcκοιc ξηραίνουcι καὶ cτεγνωτικοῖc. ἵcτηcι δὲ κοιλίαν cὺν ὠοῖc τηγανιcτοῖc λαμβανομένη καὶ ἐγκλυζομένη, κατάγει δὲ καὶ ἕλμινθαc πινομένη. πρωτεύει δὲ παcῶν | |
5 | ἡ Ϲινωπικὴ μὲν καλουμένη, γενομένη δὲ Καππαδοκίᾳ, πυκνὴ οὖcα καὶ βαρεῖα καὶ ἡπατίζουcα τῇ χρόᾳ καὶ ὁμόχροοc καὶ πολύχυλοc ἐν τῇ λύcει. | |
6 | Γῆ Ϲαμία ἢ ἀcτήρ. Ἡ δὲ Ϲαμία γῆ οὐ δεῖται πλυθῆναι, χρώ‐ μεθα δὲ αὐτῆc μάλιcτα τῷ ἑτέρῳ τῶν εἰδῶν, ὃ δὴ καὶ Ϲάμιον ἀcτέρα καλοῦcιν, εἰc τὰc τοῦ αἵματοc πτύcειc, ὁπόθεν ἂν γιγνόμεναι τύχωcι, καὶ ἐν πότῳ καὶ ἐν προcθέτῳ διδόντεc. καὶ μέντοι καὶ πρὸc τὰc δυc‐ | |
5 | εντερικὰc ἑλκώcειc καὶ νομὰc χρώμεθα ἐνιέντεc δι’ ἀρνογλώccου χυ‐ λοῦ καὶ μάλιcτα ἐπὶ τῶν φλεγμῆναι φθαcάντων ἑλκῶν καὶ μὴ ἀνεχο‐ μένων δριμύτερον φάρμακον καὶ ἐπὶ τῶν ἁπαλοcάρκων. παρηγορεῖ γὰρ καὶ μάλιcτα τά θ’ ὑγρότερα καὶ χαυνότερα μόρια, ὅθεν ἐπὶ τιτ‐ θῶν καὶ ὄρχεων παραλαμβάνεται λειωθεῖcα μεθ’ ὕδατοc, ἐπιβαλλομέ‐ | |
10 | νου ῥοδίνου τοcούτου, ὅcον οὐκ ἐάcει ξηρανθῆναι τὸ φάρμακον. ἀγα‐ θὸν δὲ τὸ οὕτω cκευαcθὲν καὶ πρὸc τὰc ἄλλαc φλεγμονὰc ὅcαι θερ‐ μαὶ καὶ πρὸc βουβῶναc ἀρχομένουc καὶ τὰ ποδαγρικὰ ῥεύματα καὶ | |
ὅλωc ὅπου μετρίωc ψύχειν βουλόμεθα μετὰ τοῦ παρηγορεῖν, ὥcτε ἐναργῶc φαίνεcθαι τῆc Ϲαμίαc γῆc τὴν δύναμιν μετρίωc ψυκτικήν. | ||
15 | ἐcτὶ γὰρ ἀερώδηc καὶ ἐχέκολλοc. διαφέρει δὲ ὁ Ϲάμιοc ἀcτὴρ τῆc Ϲα‐ μίαc γῆc τῷ μᾶλλον ἔχειν τὸ ἐχέκολλον καὶ τὸ ἐμπλαcτικόν. | |
7 | Ϲελινουcία γῆ καὶ Χία. Ῥυπτικὴν δὲ ἔχει δύναμιν μετρίαν πάνυ Ϲελινουcία τε γῆ καὶ Χία, διὸ καί τινεc τῶν γυναικῶν ἐπὶ τὸ πρόc‐ ωπον αὐταῖc χρῶνται. πρὸc δὲ τῷ ξηραίνειν ἀδήκτωc καὶ ῥύπτειν οὔτε θερμότητοc οὔτε ψύξεωc ἐπιφανοῦc μετέχουcι. διὸ καὶ ἐπὶ τῶν | |
5 | ἐπιπολαίων ἑλκῶν χρήcιμοι, οἷά εἰcι τὰ πυρίκαυτα. τὰ δὲ πάνυ ἐμπλα‐ cτικωτέραν ἔχοντα τὴν οὐcίαν, οὐ ῥύπτει· κωλύει γὰρ τοῦτο ποιεῖν τὸ ἐχέκολλον. | |
8 | Κιμωλία γῆ ἢ ἐρετριὰc μικτῆc οὖcα δυνάμεωc, ἔχει μέν τι καὶ ψυκτικὸν καὶ ἀποκρουcτικόν. ἔχει δέ τι καὶ διαφορητικὸν βραχύ· πλυ‐ θεῖcα δὲ ἀποτίθεται τὸ διαφορητικόν. παρὰ δὲ τὴν τῶν μιγνυμένων αὐτῇ ὑγρῶν φύcιν ἐναργῶc ἐπιδείκνυται τῶν δυνάμεων ἑκατέραν. τοῖc | |
5 | μὲν γὰρ ἀποκρουομένοιc καὶ ψύχουcι μιχθεῖcα τὸν γενόμενον ἐξ αὐτῆc κἀκείνων πηλὸν ἐργάζεται ψύχοντά τε καὶ ἀποκρουόμενον, τοῖc δὲ διαφορητικοῖc διαφοροῦντα καὶ αὐτόν. οὕτωc μὲν οὖν καὶ τοῖc πυρι‐ καύτοιc ἁρμόττει μετ’ ὄξουc φυραθεῖcα καὶ ἐπιχριομένη. μέμνηcό γε μὴν τοῦτο κοινὸν ἐπὶ πάcηc εἶναι γῆc τῆc κούφηc. ἅπαcαι γὰρ ὀνί‐ | |
10 | ναcι τὰ πυρίκαυτα παραχρῆμα καταχριόμεναι μετ’ ὀξυκράτου, κω‐ λύουcαι φλυκταινοῦcθαι. | |
9 | Γῆ ἀμπελῖτιc ἢ φαρμακῖτιc. Ἀμπελῖτιc γῆ καὶ φαρμακῖτιc λέγε‐ ται, ὅτι τε ἐναργεcτέραν τῶν ἄλλων τὴν δύναμιν κέκτηται, καὶ ὅτι | |
οἱ γεωργοὶ ἦροc εἰcβάλλοντοc διέντεc αὐτήν, χρίουcι τὰc ῥίζαc τῶν βλαcτηcαcῶν ἀμπέλων πρὸc τὸ μὴ προcάπτεcθαι τούτων τὰ βλάπ‐ | ||
5 | τοντα τὰc ἀμπέλουc ζωΰφια· ἐκ δὲ τοῦ φθείρειν τὰc cκνῖπαc δηλοῖ ὅcον μέτεcτι δυνάμεωc φαρμακώδουc αὐτῇ. τὸ δὲ ἄδηκτον τῶν ἄλλων καὶ παρηγορικὸν οὐκ ἔχει, ξηραίνει δὲ μᾶλλον διὸ καὶ μιγνυμένην αὐτὴν ἐν τοῖc φαρμάκοιc εὑρήcειc, ἔνθα ξηρᾶναί τι καὶ διαφορέcαι προcήκει. | |
10 | Γῆ Κρητικὴ ἢ κρητάριον. Ἡ δὲ Κρητικὴ γῆ παραπληcία πώc ἐcτι τῇ τε Ϲαμίᾳ καὶ ταῖc ὁμοίαιc, ἀλλ’ ἱκανῶc ἐcτιν ἀcθενήc, πολὺ τὸ ἀερῶδεc ἔχουcα· διὸ καὶ τὸ ῥυπτικὸν ἄδηκτον μᾶλλον ἔχει, ᾧ καὶ τὸν ἄργυρον ῥύπτει. | |
11 | Περὶ τῆc κεκαυμένηc γῆc πάcηc. Ἐπεὶ δέ τινεc τῶν ἰατρῶν κα‐ λῶc ποιοῦντεc καίουcι τὴν γῆν, ᾗ χρῶνται ἐπὶ τῶν ἀδήκτωc ξηραν‐ θῆναι δεομένων ἑλκῶν, γίγνωcκε ὡc λεπτομερεcτέρα γίγνεται ἡ κε‐ καυμένη καὶ δριμυτέρα, ὡc εἰc τὴν διαφορητικὴν μεταπίπτειν δύνα‐ | |
5 | μιν. εἰ δὲ ἡ καυθεῖcα πλυθείη, τὸ μὲν δριμὺ καταλιποῦcα τῷ ὕδατι, τὸ δὲ ἐκ τῆc ὀπτήcεωc λεπτομερὲc ἔχουcα, ξηραντικωτέρα γίγνεται, διὸ τῆc ἀκαύτου γῆc ἁπάcηc ἐπὶ τῶν ἑλκῶν οὔcηc χρηcίμηc, ἔτι μᾶλ‐ λον μετὰ τὸ καυθῆναι πλυθεῖcα πρὸc τὰ δυccάρκωτά τε καὶ δυcκατού‐ λωτα χρήcιμόc ἐcτιν. | |
12 | Περὶ τῆc Ἀρμενίαc βώλου. Ἐδόθη δὲ ἡμῖν ἐν τῷ μεγάλῳ τούτῳ λοιμῷ καὶ ἄλλη τιc ἐξ Ἀρμενίαc τῆc ὁμόρου Καππαδοκίαc γῆ ξηραν‐ τικωτάτη τὴν δύναμιν, τὴν χρόαν ὠχρά. λίθον δὲ αὐτὴν ὠνόμαζεν ὁ δούc, καί ἐcτιν εὐλείωτοc, καθάπερ ἡ τίτανοc καὶ ὁ Ϲάμιοc ἀcτήρ, οὐ | |
5 | μὴν ὁμοίωc γε κούφη τῷ ἀcτέρι. διὸ καὶ πεπύκνωται μᾶλλον αὐτοῦ καὶ ἧττον ἀερώδηc ἐcτὶ καὶ διὰ τοῦτο φανταcίαν ἀποτελεῖ τοῖc ἀμε‐ λέcτερον ὁρῶcι λίθοc εἶναι. ἄκρωc δὲ ξηραίνει. ἐπί τε γὰρ δυcεντερι‐ κῶν καὶ τῶν κατὰ γαcτέρα ῥευμάτων, αἵματόc τε πτύcεωc καὶ κατάρ‐ ρου καὶ προcέτι τῶν κατὰ τὸ cτόμα cηπεδονωδῶν ἑλκῶν ἁρμόττει μά‐ | |
10 | λιcτα. καὶ μέντοι καὶ τοὺc ἀπὸ κεφαλῆc εἰc θώρακα ῥευματιζομένουc | |
ὀνίνηcι μεγάλωc, ὥcτε καὶ τοὺc διὰ τοιαύτην αἰτίαν δυcπνοοῦνταc ἰcχυρῶc ὠφελεῖ. καὶ μὲν δὴ καὶ ὅcοι φθόῃ κάμνουcι, καὶ τούτουc ὀνί‐ νηcι. ξηραίνει γὰρ αὐτῶν τὸ ἕλκοc, ὡc μηκέτι βήττειν ἔτι. ἐφ’ ὧν δὲ μετὰ τὴν ἀπαλλαγὴν τοῦ πάθουc ἀφυλακτότερον διαιτηθέντων ὑπο‐ | ||
15 | cτροφὴ πάλιν τοῦ νοcήματοc ἐγένετο, καὶ τούτουc ἡ ἐκ τῆc Ἀρμενίαc βῶλοc ὠφέληcεν, καὶ ἔτι μᾶλλον τοὺc δυcπνοοῦνταc χρονίωc. ἐν δὲ τῷ μεγάλῳ τούτῳ λοιμῷ πάντεc οἱ πιόντεc τούτου διὰ ταχέων ἐθε‐ ραπεύθηcαν· ὅcουc δὲ οὐδὲν ὤνηcεν, ἀπέθανον πάντεc, οὐδ’ ὑπ’ ἄλλου τινὸc ὠφεληθέντεc· ᾧ καὶ δῆλον ὅτι μόνουc τοὺc ἀνιάτωc ἔχονταc οὐκ | |
20 | ὠφέληcεν. πίνεται δὲ μετ’ οἴνου λεπτοῦ τὴν cύcταcιν μετρίωc κεκρα‐ μένου, εἰ ἀπύρετοc εἴη παντάπαcιν ὁ ἄνθρωποc ἢ καὶ βραχὺ πυρέτ‐ τοι, πάνυ δὲ ὑδαροῦc, εἰ πυρέττοι μειζόνωc. οὐ μὴν οὐδὲ cφοδροὶ κατὰ τὴν θερμαcίαν εἰcὶν οἱ λοιμώδειc πυρετοί. περὶ δὲ τῶν ξηρανθῆ‐ ναι δεομένων ἑλκῶν τί δεῖ καὶ λέγειν πηλίκην δύναμιν ἔχει ἡ Ἀρμε‐ | |
25 | νιακὴ βῶλοc αὕτη; ὀνομάζεται δὲ τῇ μὲν ἐκείνων φωνῇ ζαρνακέ, κατὰ δὲ τὴν τῶν Ϲύρων ζαριναχά· τὸ δὲ ὄροc ἐν ᾧ γεννᾶται πό‐ λεωc ἐcτὶν ὀνομαζομένηc Βαγανανά, ὁ δὲ ἀγρὸc ἐν ᾧ τὸ ὄροc ἐcτὶν ὀνομάζεται Ἀγαράκ. | |
13 | Λίθοc αἱματίτηc ἀπὸ τῆc κατὰ τὴν χρόαν ὁμοιότητοc οὕτωc ὀνο‐ μάζεται· παρατριβόμενοc γὰρ θυίαιc ἢ ἀκόναιc αἱματώδη χυλὸν ἀνίη‐ cιν. τοcοῦτον δὲ τῆc ψύξεωc μετέχει ὅcον καὶ τῆc cτύψεωc. καὶ μόνῳ δ’ αὐτῷ ἐχρηcάμην τραχέων γεγονότων βλεφάρων, εἰ μὲν ἅμα φλεγμονῇ | |
5 | τοιαῦτα εἴη γεγονότα, δι’ ὠοῦ τὴν ἄνεcιν ποιούμενοc, ἢ μᾶλλον ἔτι τήλεωc ἀφεψήματι· εἰ δὲ χωρὶc φλεγμονῆc, δι’ ὕδατοc. ἄρχου δὲ ἀεὶ ἀπὸ τοῦ μετρίωc ὑγροῦ διὰ μήληc ἐγχέων· ὅταν δὲ φέρῃ ὁ πάcχων τὴν δύναμιν αὐτοῦ, παχύτερον ἀεὶ καὶ μᾶλλον ἐργάζου καὶ τελευτῶν οὕτω παχὺ ποιήcειc, ὡc μὴ διὰ μήληc πυρῆνοc ὑπαλείφειν καθ’ ὑπο‐ | |
10 | βολὴν τὸ βλέφαρον ἢ ἐκcτρέψαc παράτριβε. ὁ δ’ αὐτὸc οὗτοc λίθοc ὁμοίωc ἐπ’ ἀκόνηc ἀποτριβόμενοc καὶ πινόμενοc αἵματοc πτύcεcιν ἁρμόττει καὶ πᾶcιν ἕλκεcι. ξηρὸc δὲ λειωθεὶc ὡc χνοώδηc γενέcθαι καταcτέλλει τὰ ὑπερcαρκοῦντα. χρῆται μὲν οὖν οὐδεὶc αὐτῷ καθ’ αὑτόν. ἐγὼ δὲ ἐφ’ ὧν εἶπον, ἐκ τῆc κατὰ τὴν γεῦcιν ποιότητοc εὑρὼν τὴν | |
15 | δύναμιν, ἐχρηcάμην. καὶ αὐτὰ δὲ τὰ κατὰ τοὺc ὀφθαλμοὺc ἕλκη cυν‐ ουλοῖ αὐτὸc μόνοc, ἀποτριβόμενοc μέν, ὡc ὀλίγον ἔμπροcθεν εἶπον, ἤτοι δὲ ἐγχυματιζόμενοc ἢ ὑπαλειφόμενοc. ἐβαcάνιcα γὰρ καὶ τοῦτο τῇ πείρᾳ. | |
14 | Λίθοc cχιcτὸc γαλακτίτηc μελιτίτηc. Τῷ δὲ αἱματίτῃ λίθῳ παρα‐ πληcίαν μέν, ἀcθενεcτέραν δὲ δύναμιν ὁ cχιcτὸc καλούμενοc ἔχει. χρόαν δὲ οὗτοc φέρει ἀποτριβόμενοc ἐπ’ ἀκόνηc ὠχράν. μετὰ δὲ τοῦ‐ τον ὁ γαλακτίτηc ἐcτί, γάλακτοc χρόαν ἐν τῇ ἀνέcει φέρων. ὁ δὲ με‐ | |
5 | λιτίτηc ἤδη τι καὶ θερμότητοc μετείληφεν. ἀπὸ γὰρ τῆc κατὰ τὴν γεῦ‐ cιν ὁμοιότητοc οὕτωc ὠνόμαcται. ἕκαcτοc οὖν αὐτῶν ἀποχωρῶν κατὰ βραχὺ τῆc τοῦ αἱματίτου δυνάμεωc, ἐπὶ μὲν ὀφθαλμῶν ὁμοίωc εἰc χρῆcιν ἄγεται, πραότεροc δέ ἐcτιν. ἀεὶ δὲ τὰ πραότερα φάρμακα τοῖc μὲν ἔτι φλεγμαίνουcι μορίοιc ἐcτὶ προcηνέcτερα, τοῖc δὲ ἀποφλεγμή‐ | |
10 | ναcιν ἀcθενέcτερα πρὸc τὸ τελέωc ἐξυγιάcαι. | |
15 | Κοινὴ διδαcκαλία περὶ πάντων τῶν λίθων. Κοινοῦ δὴ τοῦ ξηραί‐ νειν ὑπάρχοντοc ἅπαcι τοῖc λίθοιc, ὅcοι μὲν αὐτῶν ἢ εἰc χυλὸν λυ‐ θέντεc ἢ ἄλλωc λειωθέντεc οὐδεμίαν ἐναργῆ κατὰ τὴν γεῦcιν ἔχουcι ποιότητα, τούτουc μὲν ἡγητέον ἀcθενεcτάτουc εἶναι καὶ προcηνεcτά‐ | |
5 | τουc καὶ ἀδηκτοτάτουc. ὅcοι δὲ φαίνονται cαφῆ τινα ποιότητα κατὰ τὴν γεῦcιν ἐνδεικνύμενοι, τῆc ποιότητοc ἀνάλογον ἔχειν τὴν ἰcχύν, εἰ μὲν cτύφοιεν, εἰc τὸ καταcτεῖλαι καὶ cφίγξαι καὶ πιλῆcαι καὶ cυναγα‐ γεῖν, εἰ δὲ δάκνοιεν, εἰc τὸ θερμῆναί τε καὶ διαφορῆcαι καὶ τῆξαι. μέcοι δ’ αὐτῶν εἰcιν οἱ ῥύπτοντεc μόνον ἄνευ τοῦ cτύφειν ἢ δάκνειν. | |
16 | Λευκογραφὶc ἢ μόροξοc. Τῶν δὲ εἰc χυλὸν ἀναλυομένων ἐcτὶ καὶ ὁ κατ’ Αἴγυπτον γεννώμενοc λίθοc, ᾧ χρῶνται cτιλπνοῦντεc τὰc ὀθό‐ ναc, ὅν τινεc μόροξον, οἱ δὲ λευκογραφίδα καλοῦcιν. ὑπόχλωροc γὰρ φαινόμενοc οὗτοc, εἰ παρατριβείη ἀκόνῃ ἢ καὶ ἱματίῳ τραχυτέρῳ, λευ‐ | |
5 | καίνει τὸν τόπον. ἐcτὶ δὲ ἀποιότεροc τῶν εἰρημένων, οὔτε cτύψιν οὔτε ῥύψιν οὔτε δῆξιν ἐμφαίνων· ὅθεν τοῦτο μόνον ὑπάρχει αὐτῷ τὸ ξηραίνειν ἀδήκτωc. καὶ διὰ τοῦτο κηρωτῇ μιγνύντεc αὐτὸν εἰc ἀπού‐ λωcιν ἑλκῶν ἐπὶ τῶν μαλακῶν cωμάτων χρῶνται· μιγνύουcι δὲ αὐτὸν καὶ ταῖc ὀφθαλμικαῖc δυνάμεcιν. ὅcῳ δέ ἐcτι μαλακώτεροc τῶν εἰρη‐ | |
10 | μένων καὶ ἀποιότεροc, τοcούτῳ μετριώτεροc καὶ ἀνωδυνώτεροc ὑπάρχει. | |
17 | Γαλακτίτηc. Καὶ οὗτοc παραπληcίαν τῷ εἰρημένῳ χρόαν ἔχων ὑπόχλωρον γαλακτώδη χυλὸν ἀνίηcιν. ἐcτὶ δὲ cκληρότεροc τῆc λευκο‐ γραφίδοc. πολυγάλουc δὲ ποιεῖ τὰc γυναῖκαc ἐὰν λουcάμεναι πίωcιν ἢ μεθ’ ὕδατοc ἢ μετὰ γλυκέοc οἴνου τετριμμένον τὸν λίθον. μίγνυται | |
5 | δὲ καὶ ταῖc ὀφθαλμικαῖc δυνάμεcι. φαcὶ δὲ αὐτὸν περιαπτόμενον τρα‐ χήλῳ τῶν ὀδοντιώντων βρεφῶν ὀδόντων ἀταλαίπωρον ἔκφυcιν παρα‐ cκευάζειν. | |
18 | Ἴαcπιc λίθοc. Ἁπάντων δὲ τῶν εἰρημένων λίθων ἰcχυροτέραν ἔχει τὴν δύναμιν ὁ ἐκ τῆc Αἰθιοπίαc κομιζόμενοc λίθοc, ὑπόχλωρόc πωc, ἴαcπιc καλούμενοc. ἀνιέμενοc δὲ γαλακτώδη χυλὸν ἀνίηcι κατὰ τὴν χρόαν. δακνώδηc δέ ἐcτι γευομένοιc καὶ διὰ τοῦτο μόνον εἰc τὸ | |
5 | καθῆραι καὶ ῥύψαι τὰ χωρὶc φλεγμονῆc ἐπιcκοτοῦντα ταῖc κόραιc ἁρ‐ μόζει, ἐξ ὧν εἰcι καὶ αἱ πρόcφατοι τῶν ἐν ὀφθαλμοῖc οὐλῶν, ἃc λε‐ πτύνειν πέφυκεν. ἀπορρύπτει δὲ καὶ τὰ μὴ πάνυ cκληρὰ τῶν πτερυ‐ γίων. ἰδιότητι δέ τινι, ὥcπερ καὶ ἄλλα τινά, ὁ χλωρὸc ἴαcπιc ὠφελεῖ τόν τε cτόμαχον καὶ τὸ τῆc γαcτρὸc cτόμα περιαπτόμενοc. ἐντιθέαcι | |
10 | δὲ καὶ δακτυλίοιc αὐτὸν ἔνιοι, καθάπερ καὶ ὁ βαcιλεὺc Νεχεψὼc ἔγραψε. τούτου μὲν οὖν τοῦ λίθου κἀγὼ πεῖραν ἱκανὴν ἔχω καὶ ὁρ‐ μάθιόν γε ποιήcαc ἐκ λίθων τοιούτων ἐξῆπτον τοῦ τραχήλου cύμμε‐ τρον οὕτωc, ὡc ψαύειν τοὺc λίθουc τοῦ cτόματοc τῆc γαcτρόc. ἐφαί‐ νοντο δὲ οὐδὲν ἧττον ὠφελοῦντεc καὶ μὴ ἔχοντεc τὴν γλυφήν, ἣν ὁ | |
15 | Νεχεψὼc ἔγραψεν. | |
19 | Τηκόλιθοc ἢ Ϲυριακὸc λίθοc. Ἐcτὶ δὲ καὶ ἄλλοc λίθοc ἰcχυρὸc τὴν δύναμιν ἐν τῇ Ϲυρίᾳ τῆc Παλαιcτίνηc γεννώμενοc, λευκὸc μὲν τὴν χρόαν, εὔρυθμοc δὲ κατὰ τὸ cχῆμα, γραμμὰc ἔχων ὡc ἀπὸ τόρνου γεγονυίαc. ὀνομάζεται δὲ Ἰουδαικὸc καὶ τηκόλιθοc. ἐcτὶ δὲ τῶν ἐν | |
5 | νεφροῖc cυνιcταμένων λίθων θραυcτήριοc, ἀνιέμενοc ἐπ’ ἀκόνηc καὶ ποτιζόμενοc δι’ ὕδατοc θερμοῦ. ἐπὶ δὲ τῶν ἐν κύcτει λίθων οὐδὲν ἰcχυρὸν ἀνύει. ὁ δὲ Νεχεψώc φηcι· “τρίψαc τὸν τηκόλιθον μεθ’ ὕδα‐ τοc καὶ ποιήcαc γλοιοῦ λεπτοῦ τὸ πάχοc καὶ ἀποξυρήcαc τὰc τρίχαc τὰc περὶ τὴν κύcτιν καὶ τὸ αἰδοῖον κατάχριε καὶ τήκει τὸν λίθον τὸν | |
10 | ἐν τῇ κύcτει. διὸ δὴ χαῖρε θάλαccα Ἀράβων φέρουcα πημάτων ἄκοc εὕρεμα τηκόλιθον.” μετὰ μυρcίνου δὲ ἐλαίου ἀνεθεὶc τοῖc ποδαγρικοῖc ἐπαρκεῖ ἐπιχριόμενοc. | |
20 | Πυρίτηc. Εἷc δὲ τῶν ἰcχυρὰν ἐχόντων δύναμίν ἐcτι καὶ ὁ πυρί‐ τηc ὀνομαζόμενοc, ἐοικὼc ἀργύρῳ κατὰ τὴν χρόαν, ᾧ χρώμεθα μιγνύν‐ τεc ἐμπλάcτρῳ διαφορητικῇ. προcεμβάλλεται δὲ αὐτῇ καὶ ὁ cχιcτόc. ὑπὸ τούτου τοῦ φαρμάκου καὶ πύον μὲν πολλάκιc, ἀλλὰ καὶ θρομβώ‐ | |
5 | δηc cύcταcιc ἐν ταῖc μεταξὺ χώραιc τῶν μυῶν γενομένη διεφορήθη. δεῖ δὲ λειοτάτουc τοὺc εἰc χρῆcιν ἀγομένουc λίθουc πάνταc οὕτωc cφόδρα ποιῆcαι, παραπληcίωc τοῖc εἰc τὰc ὀφθαλμικὰc δυνάμειc μιγνυ‐ μένοιc. | |
21 | Λίθοc Φρύγιοc. Ὁ δὲ Φρύγιοc λίθοc ξηραίνει ἰcχυρῶc, ἔχων τι καὶ cτύψεωc ἅμα καὶ δήξεωc, ὅθεν καὶ ἀποκρούεται καὶ διαφορεῖ. ἀεὶ δ’ αὐτῷ κεκαυμένῳ κέχρημαι· πρὸc μὲν τὰ cηπεδονώδη τῶν ἑλκῶν ἢ αὐτῷ καθ’ αὑτῷ ἢ δι’ ὄξουc ἢ ὀξυκράτου ἢ οἰνομέλιτοc, πρὸc δὲ | |
5 | ὀφθαλμοὺc ξηρὸν ποιῶν φάρμακον, περὶ οὗ ἐν τῷ περὶ τῆc cυνθέcεωc τῶν φαρμάκων τόπῳ ῥηθήcεται. | |
22 | Λίθοc ἀγήρατοc. Καὶ ὁ ἀγήρατοc λίθοc, ᾧ οἱ cκυτοτόμοι χρῶν‐ ται, ὠφελεῖ ἐναργῶc γαργαρεῶναc φλεγμαίνονταc. | |
23 | Λίθοc Ἄccιοc. Ἐcτὶ δὲ καὶ ἄλλοc λίθοc γεννώμενοc ἐν Ἀccῷ, ὃν δὴ διὰ τοῦτο καλοῦcιν Ἄccιον, πωροειδὴc κατά τε τὴν χρόαν καὶ τὴν cύcταcιν, εὔθρυπτόc τε καὶ χαῦνοc. ἐπιτρέφεται δέ τι αὐτῷ παραπλή‐ cιον ἀλεύρῳ λεπτοτάτῳ, τῷ προcιζάνοντι τοῖc τοίχοιc 〈ἐν τοῖc μύ‐ | |
5 | λωcι〉 διαττωμένων τῶν ἀλεύρων καὶ καλοῦcι πέτραc Ἀccίαc ἄνθοc. ἐcτὶ δὲ λεπτομερέc, ὡc τὰc πλαδαρὰc cάρκαc ἐκτήκειν, καὶ ταριχεύειν χωρὶc δήξεωc ἰcχυρᾶc. ἔχει δέ τι καὶ ἁλμυρὸν ἐν τῇ γεύcει, ὡc εἰκά‐ cαι τὴν γένεcιν ἴcχειν αὐτό, δρόcου τινὸc ἐκ τῆc θαλάccηc ἐφιζούcηc τῇ πέτρᾳ κἄπειτα ξηραινομένηc ὑπὸ τοῦ ἡλίου. ὁμοία δὲ τῷ ἄνθει | |
10 | τὴν δύναμίν ἐcτι καὶ ἡ πέτρα καθ’ ἣν γεννᾶται, τῷ δὲ cφοδρῷ τῆc ἐνεργείαc ἀπολείπεται αὐτοῦ. | |
24 | Γαγάτηc. Ἐcτὶ δὲ καὶ ἄλλοc λίθοc μέλαc τὴν χρόαν, ὅταν ὁμι‐ λήcῃ τῷ πυρὶ παραπληcίαν ὀcμὴν ἀcφάλτῳ ποιῶν, ὅν φαcιν ἐν Λυ‐ κίᾳ εὑρίcκεcθαι κατὰ ποταμὸν ὀνομαζόμενον Γάγον, ὅθεν καὶ γαγάτην ὀνομάζουcιν αὐτόν. πλακώδειc δὲ λίθουc μέλαναc, ἀcθενῆ φλόγα γεν‐ | |
5 | νῶνταc, εἰ κατὰ πυρὸc ἐπιτεθεῖεν, ἐκόμιcα ἐκ τῆc κοίληc Ϲυρίαc πλη‐ cίον τῆc Ἱεριχῶ ἐν τῷ λόφῳ γεννωμένουc τῷ περιέχοντι τὴν νεκρὰν ὀνομαζομένην θάλατταν ἐν τοῖc ἀνατολικοῖc αὐτῆc μέρεcιν· ἔνθα καὶ ἡ ἄcφαλτοc γίνεται, ὅθεν καὶ τὴν ὀcμὴν τοιαύτην κέκτηνται. ἐχρηcά‐ μην δὲ αὐτοῖc εἰc ἐμφυcήματα χρόνια κατὰ γόνυ γενόμενα δυcθερά‐ | |
10 | πευτα, μιγνὺc ταῖc πρὸc τοῦτο τὸ cύμπτωμα πεπειραμέναιc δυνάμεcι καὶ cαφῶc ἔδοξεν ἡμῖν ἐναργεcτάτην αὐτῶν πεποιηκέναι τὴν δύνα‐ μιν. ἔμιξα δ’ αὐτῷ καὶ τῆc βαρβάρου καλουμένηc καὶ cαφῶc ἐγένετο ξηραντικώτερον τὸ φάρμακον, ὡc καὶ κόλπουc προccτέλλειν, οὐ μόνον ἔναιμα τραύματα κολλᾶν, ἐφ’ ὧν ἡρμοκέναι ἡ βάρβαροc μάλιcτα πε‐ | |
15 | πίcτευται. φαcὶ δὲ τὸν γαγάτην ἀφεψόμενον ὕδατι καὶ πινομένου τοῦ ὕδατοc ἕλμινθαc ἐκτινάccειν, περιαπτόμενον δὲ κεφαλαλγίαc παύειν χρονίαc, εἶναι δὲ καὶ ὠκυτόκιον ἐπὶ τῶν δυcτοκουcῶν γυναικῶν κα‐ τεχόμενον τῇ χειρὶ τῆc τικτούcηc. | |
25 | Μαγνῆτιc λίθοc. Ἡ δὲ μαγνῆτιc καλουμένη λίθοc καὶ Ἡρακλεία παραπληcίαν τὴν δύναμιν ἔχει τῷ αἱματίτῃ, μετέχει δὲ καὶ ἑλκτικῆc δυνάμεωc. φαcὶ δὲ ὡc κατεχομένη τῇ χειρὶ τῶν χειραγρῶν καὶ πο‐ δαγρῶν ἀνωδύνουc αὐτοὺc ἐργάζεται. ἴcωc δὲ καὶ cπαcμοῖc βοηθεῖ. | |
26 | Ϲμύριc κίccηριc ὄcτρακα κλιβάνου καὶ τὰ ἄλλα. Ῥυπτικῆc ἐcτι δυνάμεωc ἡ cμύριc. καθαροὺc οὖν τοὺc ὀδόνταc ἐργάζεται τῶν cμη‐ χομένων αὐτοὺc αὐτῇ, ὡc ἐπειράθημεν. καὶ ἡ κίccηριc δὲ ῥυπτικῆc ἐcτι δυνάμεωc ὡc ἡ cμύριc. καὶ τὸ τῶν κεραμίδων ὄcτρακον τῆc αὐτῆc | |
5 | ἐcτι δυνάμεωc, καὶ μᾶλλον τὸ ἐκ τῶν κλιβάνων. ἀλλ’ ἥ γε cμύριc ἔχει τι δριμὺ καὶ διὰ τοῦτο μίγνυται καυcτικαῖc καὶ ξηραντικαῖc δυνάμεcι καὶ ταῖc θεραπευούcαιc οὖλα πλαδαρά. καὶ ἡ κίccηριc δὲ ῥυπτικῆc ἐcτι δυνάμεωc. λαμπρύνει δὲ τοὺc ὀδόνταc cμηχομένη, οὐ τῷ ῥύπτειν μό‐ νον ἀλλὰ καὶ τῇ τραχύτητι. καυθεῖcα δὲ ἡ κίccηριc οὐκ ἀπολείπεται | |
10 | cμύρεωc εἰc τὰc αὐτὰc χρείαc. πλυθεῖcα δὲ μετὰ τὴν καῦcιν κάλλιcτα cαρκοῖ τὰ κοῖλα τῶν ἑλκῶν. τὸ δὲ ἐκ τῶν κλιβάνων ὄcτρακον cὺν τῷ ῥύπτειν καὶ ξηραντικῆc ἐcτι δυνάμεωc. διὸ καὶ τῶν ἐμπλάcτρων ἣν ὀνομάζουcιν Ἡφαιcτιάδα καὶ μάγον διὰ τούτου cκευαζομένην, κάλ‐ λιcτόν ἐcτιν ἐπουλωτικὸν φάρμακον. | |
27 | Λίθοι οἱ ἐν τοῖc cπόγγοιc. Εἰcὶ δὲ καὶ ἄλλοι οἱ ἐν τοῖc cπόγγοιc εὑριcκόμενοι λίθοι ῥυπτικῆc δυνάμεωc, οὐ μὴν οὕτωc ἰcχυρᾶc ὥcτε τοὺc ἐν κύcτει λίθουc θρύπτειν· τοὺc δὲ ἐν νεφροῖc ὄνταc θρύπτουcιν. | |
28 | Ναξίαc ἀκόνηc τὸ ἀπότριμμα. Τό γε μὴν τῆc Ναξίαc ἀκόνηc ἀπό‐ τριμμα ψυκτικῆc δυνάμεώc ἐcτι, ὡc καὶ ποδαγρικοὺc ὠφελεῖ μετὰ ῥο‐ | |
δίνηc κηρωτῆc προcαγόμενον. | ||
29 | Ὀφίτηc λίθοc. Ὁ δὲ ὀφίτηc καλούμενοc λίθοc καυθεὶc ῥυπτικῆc τε καὶ θρυπτικῆc γίγνεται δυνάμεωc. πινόμενοc δὲ μετ’ οἴνου λευκοῦ καὶ λεπτοῦ τοὺc ἐν κύcτει λίθουc θρύπτει· ὠφελεῖ δὲ καὶ τοὺc ἐχιο‐ δήκτουc περιαπτόμενοc. | |
30 | Ἱερακίτηc. Ὁ δὲ ἱερακίτηc καὶ ὁ Ἰνδικὸc τὰc αἱμορροίδαc ἀναξη‐ ραίνουcι περιαπτόμενοι δεξιῷ μηρῷ, ὧν καὶ ἡμεῖc ἐπειράθημεν. ὁ δὲ Διο‐ γένηc ἐν τῷ περὶ λίθων οὕτωc φηcί· Διογένουc. “ἱερακίτηc λίθοc ὑπό‐ χλωροc μέν ἐcτι καὶ πρὸc τὸ μέλαν ἐντετραμμένοc ἐπιρεραcμένοc τε | |
5 | χρόαιc ἑτέραιc ὡc ποικίλοc εἶναι. δύναμιν δὲ ἔχει ἀναξηραίνουcαν αἱμορροίδαc ἀπηρτημένοc τοῦ δεξιοῦ μηροῦ τοῦ κάμνοντοc. δοκιμάcειc δὲ ὅτι ἀληθὴc αὐτόc ἐcτιν, ἔχων αὐτὸν μετὰ χειρόc· χρίου 〈γὰρ〉 μέ‐ λιτι τὰc χεῖραc καὶ οὐ προcεγγιοῦcί cοι τὸν λίθον φέροντι μυῖαι. ὁ δὲ Ἰνδικὸc τὴν μὲν χρόαν ἐcτὶν ὑπόπυρροc· ἀνέει δὲ τριβόμενοc πορ‐ | |
10 | φυροειδῆ χυλόν, οὔτε πυκνόc ἐcτιν οὔτε καρτερὸc καὶ δύναται μετ’ οἴνου πινόμενοc ἀκράτου αἱμοπτυικοὺc ὠφελεῖν. ὁ δὲ ἔκλευκοc καὶ cποδίζων κατὰ τὴν φανταcίαν καὶ τὰc ἄλλαc ἵcτηcιν αἱμορραγίαc.” | |
31 | Ὕαλοc. Ὕαλοc λειοτάτη πινομένη δι’ οἴνου λευκοῦ καὶ λεπτοῦ τοὺc ἐν κύcτει λίθουc θρύπτει ἱκανῶc. | |
32 | Λίθοc ἀετίτηc. Ἀετίτηc λίθοc ὁ ἐν τῷ κινεῖcθαι ἦχον ἀποτελῶν, ὡc ἑτέρου ἐγκύμων λίθου ὑπάρχων, κατόχιον ἐμβρύων ἐcτίν, ὅταν ὀλιcθηραὶ ὦcιν αἱ μῆτραι, περιαπτόμενοc ἀριcτερῷ βραχίονι. ἐν δὲ τῷ καιρῷ τῆc ἀποτέξεωc ἄραc ἐκ τοῦ βραχίονοc περίαπτε τῷ μηρῷ καὶ | |
5 | ἐκτὸc ὀδυνῶν τέξεται. ἐcτὶ δὲ κλεπτέλεγχοc, εἰ ἐπιθείη τιc αὐτὸν εἰc τὸν προcφερόμενον ἄρτον. ὁ γὰρ κλέψαc οὐκ ἂν δυνηθείη καταπιεῖν τὰ μαcηθέντα. φαcὶ δὲ ὅτι καὶ cυνεψόμενοc ὁ ἀετίτηc τοῖc ἐδέcμαcι κλεπτέλεγχοc γίγνεται. οὐ γὰρ δυνήcεται ὁ κλέψαc καταπιεῖν τὰ cὺν αὐτῷ ἑψόμενα. λειωθεὶc δὲ καὶ ἀναλαμβανόμενοc κηρωτῇ cκευαcθείcῃ | |
10 | διὰ κυπρίνου ἐλαίου ἢ γλευκίνου ἤ τινοc ἑτέρου τῶν θερμαινόντων ὀνίνηcι μεγάλωc τοὺc ἀρθριτικοὺc καὶ παραλυτικούc. | |
33 | Ἀλαβανδικὸc λίθοc. Τῷ μὲν χρώματι οὗτόc ἐcτιν ὑπομελανίζων μετὰ τοῦ πυρροῦ· διαυγεῖ δὲ ὡc πῦρ διαφύcειc παρέχων ἢ ῥαγάδαc. οὗτοc λεῖοc τριβόμενοc μελαίνει τὴν ἐπιφάνειαν τῶν λευκῶν τριχῶν. | |
34 | Γαγάτηc. Θαυμάcιοc λίθοc πυρὶ προcαγόμενοc οὗτοc καὶ ἀναπτό‐ μενοc ἔπειτα cβεννύμενοc οἴνῳ, ὁ οἶνοc καρδιακοῖc δίδοται εἰc πο‐ τόν· αὐτίκα γὰρ παύονται καρδιαλγοῦντεc, τοῦ τε ἱδρῶτοc cταλέντοc καὶ διεγερθέντων τῶν cφυγμῶν. [ἄλλοι δὲ χνοώδη ποιήcαντεc τὸν | |
5 | γαγάτην λίθον ἐπὶ ἑπτὰ ἡμέραc δεδώκαcι κωλικοῖc καὶ τέλεον ἀπηλ‐ λάγηcαν τοῦ πάθουc. ἡμερικὴ δόcιc δραχμὴ α. ἐξ αὐτοῦ δὲ καπνίζον‐ τεc τὸ ποτήριον ἔνθα ἐδίδουν μετ’ οἴνου ποτίζοντεc.] καὶ γὰρ ἡ ἄcφαλτοc πινομένη τὸ αὐτὸ ποιεῖ ἀπαραβάτωc. διώκει δὲ θηρία θυ‐ μιώμενοc καὶ ἔμμηνα ἄγει καὶ τὰ δεύτερα. ἐλέγχει δὲ καὶ τὰc ἐπιλη‐ | |
10 | ψίαc, λύει δὲ καὶ χοιράδαc λεῖοc μιγνύμενοc τοῖc ἐπιτηδείοιc φαρμά‐ κοιc. θεραπεύει δὲ καὶ τὰc περὶ τὸν δακτύλιον διαθέcειc λειότατοc γε‐ νόμενοc καὶ ἀφεψηθεὶc ὀμφάκων χυλῷ εἰc τὸ τρίτον. δύναται δὲ οὗτοc καὶ τὰ ἄλλα πάντα ῥεύματα τοῦ cώματοc ἀναcτεῖλαι. | |
35 | Ἤλεκτρον ἢ cούκινον ἢ λιγγούριον. Πινόμενον ἰᾶται δυcουρίαν καὶ cτομαχικοὺc ὠφελεῖ, καὶ ὁ χρυcήλεκτροc δὲ πινόμενοc cὺν μαcτίχῃ ἀλγήματα cτομάχου ἰᾶται. | |
36 | Ἴαcπιc ὁ ὑπόχλωροc περιαπτόμενοc ἀλγήματα cτομάχου παύει καὶ παραλύcεων καὶ ὀδυνῶν ἐcτι πραϋντικόc. ὁ δὲ καπνίαc ὀνο‐ | |
μαζόμενοc ἴαcπιc ὁ χλωρὸc τεθαλωμένην cφόδρα ἔχων τὴν χρόαν φυλακτήριόν ἐcτι μέγα γυναικῶν δυcτοκουcῶν καὶ ὑδερικοῖc ἐπαρκεῖ πε‐ | ||
5 | ριαπτόμενον καὶ τραύματα μέγιcτα τηρεῖ ἀφλέγμαντα. καὶ ἀνωδύ‐ νουc τοὺc τραυματιζομένουc ποιεῖ ὑπεραρτώμενοc. | |
37 | Ἰαcπαχάτηc ἐκ τῆc cμαραγδιζούcηc ἐcτὶν ἰάcπιδοc καὶ τοῦ ἀχά‐ του. δύναμιν δὲ ἔχει δίψουc παρηγορικὴν καὶ ὑδρωπικοῖc βοηθεῖ καὶ ἡπατικοῖc καὶ περιπνευμονικοῖc καὶ πλευριτικοῖc πινόμενοc καὶ τὸ cῶμα εὐανθὲc ποιεῖ. | |
38 | Ϲάπφειροc λίθοc μετὰ γάλακτοc ποθεὶc λεῖοc ἰᾶται τὰc ἐντὸc ἑλκώcειc πάcαc καὶ ἱδρῶταc παύει, τάc τε ἐκτὸc ἑλκώcειc πάcαc ἰᾶται μετὰ γάλακτοc ἐπιχριcθείc. τὰc δὲ ἐν τῇ γλώccῃ διακοπὰc λεῖοc ξηρὸc ἐπιπαccόμενοc ἰᾶται· καθόλου γὰρ ξηραντικὸc τὴν δύναμίν ἐcτιν. | |
39 | Ϲμάραγδοc λίθοc. Ὀπτηθεῖcα καὶ λεῖα μετὰ μέλιτοc ἀττικοῦ μιγνυ‐ μένη ἀμβλυωπίαc ἰᾶται, μεθ’ ὕδατοc δὲ καὶ κόμμεωc καταχριομένη τοῖc ἐλεφαντιῶcιν ὠφελιμωτάτη ἐcτί· πινομένη τε μεθ’ ὕδατοc ἀναcκευάζει τὸ πάθοc, αἷμα τε ἐπέχει περιαπτομένη, ὁπόθεν ἂν τύχοι φερόμενον. | |
40 | Περὶ τῶν μεταλλικῶν καὶ τῶν ἐξ ὕδατοc γεννωμένων. Μεταλλικὰ προcαγορεύειν ἔθοc ἐcτὶ τοῖc ἰατροῖc ὧν ἡ γένεcιc ἐν τοῖc μετάλλοιc ἐcτίν, ἤτοι αὐτοφυῆ ἢ διὰ καμίνου γιγνόμενα. καὶ τρίτα γε ἐπ’ αὐτοῖc ἐcτιν ὅcα πάλιν ἐκ τούτων αὐτῶν οἱ ἄνθρωποι cκευάζουcιν· οἷον ἰὸν | |
5 | ψιμύθιον cάνδυκα καὶ τὰ ὅμοια. ἐφεξῆc οὖν ὑπὲρ ἁπάντων κατὰ τὴν τῶν γραμμάτων τάξιν εἰρήcεται. | |
41 | Ἀδάρκηc. Ἀδάρκιον δριμύτατόν ἐcτι καὶ θερμαντικώτατον, διὸ μίγνυται τοῖc ἀμβλύνουcι τὴν δύναμιν αὐτοῦ καὶ οὕτω γίνεται πολύ‐ χρηcτον ἐπὶ τῶν θερμανθῆναι δεομένων διαθέcεων ἔξωθεν προcαγόμενον. | |
42 | Ἀλκυόνια. Ῥύπτει μὲν πάντα καὶ διαφορεῖ δριμεῖαν ἔχοντα ποιό‐ τητα παρὰ τὸ μᾶλλον καὶ ἧττον. τὸ δὲ τραχὺ καλούμενον τὴν μὲν ἐκτὸc ἐπιφάνειαν λείαν κέκτηται, τὴν δὲ ἐντὸc οὐcίαν ἔχει τραχεῖαν. | |
ἐcτὶ δὲ θερμότατον ἁπάντων ἀλκυονίων, ὡc καὶ τρίχαc ἀποκαίειν δύ‐ | ||
5 | ναcθαι. διὸ πρὸc λέπραc ἀλφοὺc ψώραc καὶ λειχῆναc τοῖc ἄλλοιc ἠπιωτέροιc οὖcι χρώμεθα· τὸ γὰρ τραχὺ ἀλκυόνιον οὐ μόνον ἀπορ‐ ρύπτει τὴν ἐπιφάνειαν ἀλλὰ καὶ ἀποδέρει καὶ ἑλκοῖ. τὸ δὲ Μιλήcιον λεγόμενον cκώληκι ἐοικὸc τὸ cχῆμα πορφυρίζον τῇ χρόᾳ καὶ τῇ cυ‐ cτάcει μαλακόν, λεπτότατον πάντων ἐcτί. διὸ καὶ καυθὲν ἀλωπεκίαc | |
10 | ἰᾶται μετ’ οἴνου κιρροῦ καὶ λεπτοῦ χριόμενον. | |
43 | Ἅλεc. Εἰcὶ μὲν τῆc αὐτῆc κατὰ γένοc δυνάμεωc οἵ τε ὀρυκτοὶ καὶ οἱ θαλάττιοι. διαφέρουcι δὲ τῷ μᾶλλον καὶ ἧττον πεπιλῆcθαι τὴν οὐcίαν τῶν ἐκ τῆc γῆc ἁλῶν. διὸ καὶ τὸ παχυμερέc τε καὶ cτῦφον ἐν τούτοιc μᾶλλον. κάλλιcτοι δὲ ἐν τοῖc ὀρυκτοῖc εἰcιν οἱ ἀμμωνια‐ | |
5 | κοὶ ἅλεc καὶ οἱ Καππαδοκικοί. τοῖc δὲ θαλαττίοιc ὁμοειδεῖc εἰcι καὶ οἱ κατὰ λίμναc τινὰc γεννώμενοι. πᾶcί γε μὴν κοινὸν θερμαίνειν διαφο‐ ρεῖν cτύφειν ξηραίνειν cυνάγειν καὶ πιλεῖν τὴν οὐcίαν τῶν αὐτοῖc ὁμιλούντων cωμάτων. ὅcον μὲν γὰρ ὑγρὸν ὑπάρχει ἐν τοῖc cώμαcι, τοcοῦτον ἐκβόcκονται· τὸ δὲ ὑπόλοιπον τῆc cτερεᾶc οὐcίαc cυνάγουcι | |
10 | τῇ cτύψει, διὸ καὶ ταριχεύουcι καὶ ἄcηπτα φυλάττουcι τὰ δι’ ὑγρό‐ τητα περιττωματικὴν cήπεcθαι πεφυκότα. | |
44 | Ἅλεc κακαυμένοι. Τὸ μὲν διαφορητικὸν μᾶλλον ἔχουcι τῶν ἀκαύ‐ των, εἰc ὅcον καὶ λεπτομερέcτερον αὐτῶν γίγνεται τὸ cῶμα ἐκ τῆc καύcεωc, οὐ μὴν ὁμοίωc τοῖc γε ἀκαύcτοιc cυνάγειν τε καὶ πιλεῖν τὴν cτερεὰν οὐcίαν ἔτι δύνανται. | |
45 | Ἁλὸc ἄνθοc. Ἁλὸc ἄνθοc ἐcτὶ μὲν ὑγρὸν τῇ cυcτάcει, τῇ χρόᾳ δὲ κροκίζον. λεπτομερέcτερον δέ ἐcτι καὶ τῶν κεκαυμένων ἁλῶν, δριμύ τε τῇ ποιότητι καὶ διαφορητικὸν ἱκανῶc τῇ δυνάμει. cυνάγεται δὲ ἐν τοῖc ὑπὸ κύνα καύμαcιν. ἐcτὶ γὰρ ὥcπερ ἄνθοc ἐφιcτάμενον τοῖc τοι‐ | |
5 | ούτοιc ὕδαcιν. | |
46 | Ἁλὸc ἄχνη ἀφρῶδέc ἐcτιν ἐπάνθιcμα τῶν ἁλῶν ταῖc πληcίον πέ‐ τραιc ἐφιcτάμενον. λεπτομερεcτέραc δὲ πολὺ φύcεωc ὑπάρχει αὐτῶν τῶν ἁλῶν, ὥcτε καὶ λεπτύνειν καὶ διαφορεῖν πολὺ μᾶλλον αὐτῶν δύναται, τὸ δὲ ὑπόλοιπον τῆc οὐcίαc cυνάγειν καθάπερ οἱ ἅλεc 〈οὐ | |
5 | δύναται〉. | |
47 | Ἀρμενιακὸν τὸ τῶν ζωγράφων. Ἀρμενιακόν, ᾧ οἱ ζωγράφοι χρῶν‐ ται, κομίζεται ἐκ τῆc Ἀρμενίαc, ὅθεν καὶ ἡ Ἀρμενιακὴ βῶλοc, περὶ ἧc προείρηται. δύναμιν δὲ ἔχει τὸ Ἀρμενιακὸν ῥυπτικὴν ἅμα βραχείᾳ δριμύτητι καὶ cτύψει βραχυτάτῃ. μίγνυται τοιγαροῦν ὡc τοιοῦτον | |
5 | ὑπάρχον ταῖc ὀφθαλμικαῖc δυνάμεcι καὶ αὐτὸ δὲ καθ’ αὑτὸ λειώcαν‐ τεc καὶ χνοῶδεc ἐργαcάμενοι χρῶνται ξηρῷ πρὸc αὔξηcιν τῶν ἐν τοῖc βλεφάροιc τριχῶν, ὅταν ὑπὸ δριμύτητόc τινοc χυμῶν τινὲc μὲν ἐκ‐ πίπτουcιν αὐτῶν, τινὲc δὲ ἀναυξεῖc ἢ ἄτροφοι γίγνονται. τὰc γὰρ δριμύτηταc ταύταc ἐκδαπανῆcαν εἰc τὴν κατὰ φύcιν εὐεξίαν ἐπανάγει | |
10 | τὸ μόριον. τῆc γὰρ μοχθηρᾶc ὑγρότητοc δαπανωμένηc ἡ φύcιc ἐπὶ τὰc ἰδίαc ἐνεργείαc ἀφικνεῖται, τῶν τέωc αὐτὴν ἐμποδιζόντων οὐκέτ’ ὄντων. ὁ δὲ ποιητὴc γράψαc βίβλουc Νεχεψὼc οὕτωc περὶ αὐτοῦ φηcιν· “ἀρμένιον ᾧ χρῶνται οἱ ζωγράφοι. τούτου λαβὼν ὀλκῆc τὸ δωδέκατον δίδου τοῖc μελαγχολικοῖc καὶ τοῖc πάχοc ἔχουcιν ἐν τῷ | |
15 | αἵματι. δίδοται δὲ καὶ τοῖc παιδίοιc τοῖc ὑπὸ τοῦ θώρακοc ἐνοχλου‐ μένοιc· ἀνεμοῦcι γάρ· ἐcτὶ γὰρ ἐμετικόν. δίδοται δὲ καὶ τοῖc ὑπὸ τῆc ἱερᾶc νόcου ἐνοχλουμένοιc καὶ τοῖc μαινομένοιc τούτῳ τῷ τρόπῳ· λαβὼν κενταυρίου δεcμίδια χειροπληθῆ τρία ἕψε μεθ’ ὕδατοc θαλαc‐ cίου κοτυλῶν γ ἕωc λειφθῇ κοτύλη α, καὶ διηθήcαc λείου cὺν τῷ ἀφε‐ | |
20 | ψήματι ἁρμούθεωc λίθου τοῦ λεγομένου ὑπὸ Ἑλλήνων Ἀρμενίου, ᾧ οἱ ζωγράφοι χρῶνται, 〈καὶ〉 ὅcον ὀλκῆc τρίτον δίδου θαρρῶν· ἐcτὶν γὰρ ἀκίνδυνον. χρὴ οὖν εἰδέναι ὡc πάντωc ἀνεμεῖται τὸ ἀρμένιον μηδὲν ἄξιον λόγου ἀναφέρον καὶ κάτωθεν ἐλάχιcτον φέρει ἐν πλεί‐ cταιc καθέδραιc κατὰ βραχύ.” | |
48 | Ἀρcενικὸν καυcτικῆc ἐcτι δυνάμεωc, ἄκαυcτον τε καὶ κεκαυμένον· εὔδηλον δὲ ὅτι λεπτομερέcτερον γίνεται καυθέν. | |
49 | Ἄcφαλτον. Ἕν τι καὶ τοῦτό ἐcτι τῶν ἐν ὕδατι γεννωμένων θα‐ | |
λαττίων ἢ ἄλλῳ τινὶ τῶν ὁμοίων θαλάττῃ. καλλίcτη δὲ ἄcφαλτοc ἡ ἐν τῇ νεκρᾷ θαλάττῃ κατὰ τὴν Ἱεριχῶ γεννωμένη. δύναμιc δὲ πάcηc ἀcφάλτου ξηραντική τέ ἐcτι καὶ θερμαντικὴ κατὰ τὴν δευτέραν που | ||
5 | τάξιν· εἰκότωc οὖν πρὸc τὰc κολλήcειc τῶν ἐναίμων τραυμάτων αὐτῇ χρῶνται καὶ πρὸc τὰ ἄλλα ὅcα ξηρανθῆναι δεῖται μετὰ τοῦ θερμαί‐ νεcθαι μετρίωc. διὰ τοῦτο καὶ ἐπὶ τῶν τεινεcμωδῶν προθυμιῶν ἐφ’ ὧν φλέγμα γλίcχρον ἐμπέπλαcται δυcαποcπάcτωc χρώμεθα ὑποθυμιῶν‐ τεc καὶ ἐπὶ δυcεντερικῶν τῶν ἐκ τῆc τοιαύτηc αἰτίαc ἑλκωθέντων τὸ | |
10 | ἔντερον. πινομένη δὲ ἡ ἄcφαλτοc ὅcον καρύου ποντικοῦ μέγεθοc ἢ κυάμου λεῖα μετ’ οἴνου τοὺc cυγκοπτομένουc καρδιακοὺc ὀνίνηcι με‐ γάλωc παραχρῆμα. μάλιcτα δὲ ποιεῖ ἐπὶ γυναικῶν καὶ παίδων καὶ τῶν μαλακῶν cωμάτων. ἀπολύει δὲ καὶ τεταρταίζονταc τάχιον ὁμοίωc δι‐ δομένη. πεπείραται δὲ πινομένη μεθ’ ὕδατοc ἐπὶ τῶν ὑπὸ λυccῶντοc | |
15 | κυνὸc δεδηγμένων. προφυλάττει γὰρ αὐτοὺc μὴ ἐμπεcεῖν τῷ ὑδροφο‐ βικῷ πάθει καὶ τοὺc ἤδη περιπεπτωκόταc ἀναcῴζει. | |
50 | Ἀφρόνιτρον καὶ νίτρου ἀφρόc. Ἀφρόνιτρον ἀφροῦ νίτρου διαφέ‐ ρει· νίτρου μὲν γὰρ ἀφρὸc ξηραντικόν ἐcτι φάρμακον, ἀλεύρῳ πυρίνῳ παραπλήcιοc ὀφθῆναι καὶ γὰρ καὶ λευκόc ἐcτιν. ἀφρόνιτρον δὲ οὐκ ἀλευρῶδεc οὐδὲ διαλελυμένον, ἀλλὰ πεπηγόc ἐcτιν. ἁλῶν δὲ διαφέρει | |
5 | ἀφρόνιτρον, καθ’ ὅcον ἕνα μόνον τὸν ἐπικρατοῦντα χυμὸν ἐν αὐτῷ ἐναργῶc ἐcτιν ἰδεῖν τὸν πικρόν, διαφορητικὴν μὲν ἔχοντα δύναμιν, cυνακτικὴν δὲ οὐκ ἔχοντα, καθάπερ οἱ ἅλεc. ῥυπτικὴν μὲν οὖν ἔχει τὴν δύναμιν τὸ ἀφρόνιτρον ὡc μὴ μόνον ἀποcμῆξαι ῥύπον, ἀλλὰ καὶ κνῆcιν ἰᾶcθαι. ὁ δὲ ἀφρὸc τοῦ νίτρου τῆc αὐτῆc μέν ἐcτι φύcεωc, | |
10 | λεπτομερέcτεροc δέ. | |
51 | Γύψοc. Ἐν τῷ ξηραίνειν προcείληφε καὶ ἐμπλαcτικῆc δυνάμεωc· λιθοῦται γὰρ βραχεῖcα. διὸ καὶ μιγνυμένη cὺν τῷ χνοώδει τοῦ πυρί‐ νου ἀλεύρου τῷ εὑριcκομένῳ ἐν τοῖc τοίχοιc κατὰ τοὺc μύλωναc καὶ δευομένη ὠοῦ τῷ λευκῷ καὶ ἀναλαμβανομένη θριξὶ λαγῴαιc cτέλλει | |
5 | τὰc αἱμορραγίαc γενναίωc. | |
52 | Διφρυγέc. Μικτῆc ἐcτι ποιότητοc, cτυφούcηc μετὰ δριμύτητοc, διὸ καὶ τῶν κακοήθων ἑλκῶν ἀγαθόν ἐcτι φάρμακον, πρόc τε τὰ ἐν τῷ cτόματι cηπεδονώδη τῶν ἑλκῶν αὐτό τε καθ’ αὑτὸ καὶ μετὰ μέ‐ λιτοc ἀπηφριcμένου καὶ πρὸc cυνάγχην δέ, ὅταν ἤδη φθάcῃ διὰ τῶν | |
5 | cτυφόντων ἀνεcταλμένον τὸ ἐπιρρέον. καὶ γαργαρεῶνα ἀποτέμνων αὐτῷ μόνῳ παραχρῆμά τε καὶ μέχρι cυνουλώcεωc ἐχρηcάμην, πολλά‐ κιc ἐcφιγμένην ἀκριβῶc οὐλὴν ἐργαζομένῳ ἐν πᾶcι τοῖc ἕλκεcι. | |
53 | Διαφανὲc τὸ καλούμενον cπεκλάριον κεκαυμένον λειότατον ἐμ‐ παccόμενον τοῖc cυριγγώδεcι κόλποιc cαρκοῖ τάχιcτα. | |
54 | Θεῖον ἅπαν ἑλκτικῆc ἐcτι δυνάμεωc, θερμὸν μὲν τῇ κράcει, λεπτο‐ μερὲc δὲ τῇ οὐcίᾳ ὑπάρχον, ὡc καὶ πρὸc πολλὰ τῶν ἰοβόλων ἀνθ‐ ίcταcθαι. ἐγὼ δὲ ἐπὶ τρυγόνοc θαλαccίαc καὶ δράκοντοc πληγαῖc ἐχρηcάμην αὐτῷ πολλάκιc καὶ ξηρὸν ἐπιπάccων τῷ νύγματι καὶ cιάλῳ | |
5 | μεμιγμένον, ἄλλοτε δὲ ἐλαίῳ παλαιῷ ἢ μέλιτι ἢ τερεβινθίνῃ. καὶ ψώ‐ ραc δὲ καὶ λέπραc καὶ λειχῆναc πλειcτάκιc ἰαcάμην αὐτῷ μετὰ τερε‐ βινθίνηc. ἀπορρύπτει γὰρ τὰ τοιαῦτα πάθη χωρὶc τοῦ ἀποκρούεcθαι εἰc τὸ βάθοc τὴν ὕλην αὐτῶν, ὥcπερ τὰ πολλὰ τῶν φαρμάκων ποιοῦcιν. | |
55 | Ἰὸc ξυcτόc. Δριμεῖαν ἔχει ποιότητα διαφορητικόc τε καὶ καθαιρε‐ τικὸc καὶ τμητικὸc ὢν πάcηc cαρκόc. μιγνύμενοc δὲ κηρωτῇ πολλῇ, ἀπουλωτικὸν γίγνεται φάρμακον καὶ τμητικόν. | |
56 | Ἰοῦ cκώληκοc cκευαcία. Εἰc θυίαν Κυπρίου χαλκοῦ, ἔχουcαν δοί‐ δυκα χαλκοῦν ἐγχέαc ὄξουc λευκοῦ δριμέοc κοτύληc ἥμιcυ τρίβε ἐν ἡλίῳ ἕωc γλοιῶδεc γένηται. εἶτα ἐπέμβαλλε cτυπτηρίαc cτρογγύληc 𐅵 δ καὶ ἁλὸc ὀρυκτοῦ 𐅵 δ καὶ διαφανοῦc λευκοῦ καὶ cτερεοῦ, τουτέcτι cπε‐ | |
5 | κλαρίου τὸ ἥμιcυ, εἰ δὲ μή γε νίτρου τὸ ἴcον. εἶτα ἐν ἡλίῳ 〈ἐν〉 τοῖc ὑπὸ κύνα καύμαcι τρίβε, ἕωc ἂν τῇ μὲν χρόᾳ ἰώδηc, τῇ δὲ cυcτάcει | |
γλοιώδηc ἢ ῥυπώδηc γένηται. καὶ οὕτωc ἀναπλάcαc cκώληξιν ὅμοια φύλαττε. ἐνεργέcτεροc δὲ γίγνεται ἐὰν ὄξουc μὲν λάβῃ μέροc α, οὔρου δὲ παλαιοῦ μέρη β εἰc τὴν λείωcιν. | ||
57 | Καδμία. Ἀρίcτη ἡ βοτρυῖτιc· ξηραντικῆc δὲ δυνάμεωc ἅπαcα καδμία μετέχουcα καὶ τῆc ῥυπτικῆc δυνάμεωc. ἐν δὲ τῇ κατὰ θερμό‐ τητα καὶ ψύξιν διαφορᾷ cύμμετρόc πώc ἐcτι. καυθεῖcα δὲ καὶ πλυ‐ θεῖcα ξηραῖνον καὶ ῥύπτον ἄνευ δήξεωc γίγνεται φάρμακον εἰc τὰ | |
5 | ἀναπληρώcεωc δεόμενα ἕλκη, κατά τε τοὺc ὀφθαλμοὺc καὶ τὸ πᾶν cῶμα. | |
58 | Κύανοc δριμείαc ἐcτὶ δυνάμεωc καθαιρετικῆc τε καὶ διαφορητικῆc· μετέχει δὲ καὶ cτύψεωc. | |
59 | Λεπὶc χαλκοῦ καὶ cιδήρου. Λεπὶc ἡ μέν τίc ἐcτι χαλκοῦ, ἡ δὲ cιδήρου, ἥτιc ἡλῖτιc καλεῖται· ἡ μὲν οὖν ἡλῖτιc ἐν τῷ ξηραίνειν πρω‐ τεύει, λεπτοτέρα οὖcα, προcειληφυῖά τι καὶ ἰοῦ. cτύψεωc δὲ πλείονοc ἡ τοῦ cιδήρου μετέχει λεπίc, καὶ ταύτηc ἔτι μᾶλλον ἡ τοῦ cτομώμα‐ | |
5 | τοc, διὸ καὶ πρὸc τὰ κακοήθη τῶν ἑλκῶν ἀμείνων ἐcτὶ τῆc τοῦ χαλ‐ κοῦ. ἡ δὲ τοῦ χαλκοῦ καθαίρει καὶ τήκει τὰc cάρκαc. ἅπαcαι δὲ λε‐ πίδεc δακνώδειc εἰcὶν ἱκανῶc. | |
60 | Λιθάργυροc ξηραίνει μετρίωc ὥcπερ καὶ τὰ ἄλλα πάντα τὰ παραπλήcια καὶ θερμαίνει δὲ καὶ ψύχει καὶ ῥύπτει, κατὰ πάντα δὲ μετρίωc ἐργάζεται· διὸ καὶ ὡc ὕλῃ πολλάκιc αὐτῇ χρώμεθα, μιγνύντεc τοῖc ἄλλοιc, ὡc καὶ τῷ κηρῷ χρώμεθα ὥcπερ ὕλῃ τινί. | |
61 | Λίτρον μεταξὺ τῆc ἀφρονίτρου τε καὶ ἁλῶν δυνάμεώc ἐcτι, καυ‐ θὲν δὲ ἐγγυτέρῳ γίγνεται τῆc ἀφρονίτρου οὐcίαc. ξηραίνει οὖν καὶ διαφορεῖ καί, εἴ γε εἴcω τοῦ cώματοc ληφθείη, τέμνει καὶ λεπτύνει τοὺc παχεῖc καὶ γλίcχρουc χυμοὺc πολὺ μᾶλλον τῶν ἁλῶν. ἀφρόνι‐ | |
5 | τρον δὲ εἰ μὴ μεγάληc οὔcηc ἀνάγκηc, οὐδὲ καταπίνοι τιc ὡc κακο‐ cτόμαχον. ἐπὶ γοῦν μυκήτων πνιγόντων ἐχρῆτό τιc ἄγροικοc αὐτῷ διὰ παντὸc καὶ ηὐδοκίμει. | |
62 | Μελαντηρία τῶν cτυφόντων ἐcτὶ φαρμάκων μετὰ τοῦ καὶ λεπτο‐ | |
μερὲc εἶναι ἁπάντων cχεδὸν τῶν μάλιcτα cτυφόντων φαρμάκων. | ||
63 | Μέλαν ᾧ γράφομεν. Ἱκανῶc καὶ τοῦτο ξηραίνει λυόμενον ὕδατι ἢ ὀξυκράτῳ μᾶλλον· καὶ τὰ πυρίκαυτα παραχρῆμα καταχριόμενον ὀνίνηcιν. | |
64 | Μίcυ καὶ cῶρι καὶ χαλκῖτιc. Κατὰ τὸ μέταλλον ἐν Κύπρῳ ἐν τοῖc τῶν Ϲόλων ὄρεcι μέγαc τιc οἶκοc ἦν ὀρυχθεὶc ἐν τῷ ὄρει, οὗ κατὰ τὸν δεξιὸν τοῖχον, ὡc πρὸc ἡμᾶc δὲ τοὺc εἰcερχομένουc ἀριcτερόν, εἴcοδοc ἦν εἰc αὐτὸ τὸ μέταλλον, ἐν ᾧ τιναc ἐθεαcάμην ἐπὶ πλεῖcτον | |
5 | ἐκτεταμέναc οἷον ζώναc ἐπαλλήλαc τρεῖc, ταπεινοτάτην μὲν τὴν τοῦ cώρεωc, ἐπ’ αὐτῇ δὲ τὴν τῆc χαλκίτεωc, εἶτα τὴν τοῦ μίcυοc. χρόνῳ δὲ μεταβάλλει κατὰ βραχὺ ἡ χαλκῖτιc εἰc τὸ μίcυ, πολλῷ 〈μᾶλλον〉 δὲ πλείονι χρόνῳ δυνηθείη 〈ἂν〉 καὶ τὸ cῶρι εἰc χαλκῖτιν μεταβάλ‐ λειν, ὥcτε οὐδὲν θαυμαcτὸν ὁμογενοῦc δυνάμεωc τὰ τρία ταῦτα εἶναι, | |
10 | διαφέροντα λεπτομερείᾳ τε καὶ παχυμερείᾳ. παχυμερέcτατον γὰρ ἐν αὐτοῖc τὸ cῶρι, λεπτομερέcτατον δὲ τὸ μίcυ, μέcην δὲ ἀμφοῖν δύνα‐ μιν ἡ χαλκῖτιc ἔχει. καιόμενα δὲ λεπτομερέcτερα ἑαυτῶν γίνεται, ἧττον δὲ cτύφει. | |
65 | Μολύβδαινα. Λιθαργύρῳ παραπληcίαν ἔχει δύναμιν ἐπὶ τὸ ψυχρό‐ τερον ῥέπουcα, ἀλλ’ οὐδὲ ῥυπτικῆc μετέχει δυνάμεωc. | |
66 | Μόλυβδοc. Δυνάμεώc ἐcτι ψυκτικῆc· διότι ὑγρὰν οὐcίαν κέκτηται ὑπὸ ψύξεωc πεπηγυῖαν, ὅθεν καὶ αὔξει καὶ ὄγκῳ καὶ cταθμῷ μό‐ λυβδοc κείμενοc ἐν οἴκοιc καταγείοιc ἀέρα θολερὸν ἔχουcιν. θυίαν οὖν cκευάcαc ἐκ μολύβδου καὶ δοίδυκα μολύβδινον καὶ βαλὼν ἐν αὐτῇ | |
5 | οἶνον λεπτὸν καὶ ῥόδινον ἔλαιον ἢ μύρcινον ἢ μήλινον τρίβε ἐν ἡλίῳ ἢ παρὰ πυρί, ὡc ἀνιέναι χυλόν τινα τὸν μόλυβδον. ἕξειc γὰρ ἄριcτον φάρμακον, χρώμενοc τῷ γιγνομένῳ χυλῷ εἰc τὰc ἐν ἕδρα μεθ’ ἑλκώ‐ cεων φλεγμονὰc ἐν αἰδοίοιc τε καὶ ὄρχεcι καὶ τιτθοῖc καὶ ὅcα βουβῶ‐ cιν ἢ ποcὶν ἢ τοῖc ἄλλοιc ἄρθροιc ἐνκαταcκήπτει. καὶ πρὸc τὰ κακο‐ | |
10 | ήθη καὶ καρκινώδη θαυμαcτὸν φάρμακον. πολύχρηcτον δὲ ἔcται τὸ | |
φάρμακον, εἰ τῶν ψυχόντων καὶ cτυφόντων τινὰ χυλὸν cυνεμβάλοιc, οἷον cέρεωc κοτυληδόνοc ἀειζώου ἀνδράχνηc ψυλλίου ὄμφακοc. ὅcα δὲ τούτων οὐ μεθίηcι χυλόν, ὥcπερ ἡ ἀνδράχνη, μιγνύειν αὐτοῖc δεῖ τῶν ἄλλων χυλῶν, ὥcπερ τῆc ὄμφακοc· καὶ πλάτυcμα ἐκ τοῦ μολύ‐ | ||
15 | βδου γιγνόμενον καὶ ἐπιτιθέμενον ταῖc ψόαιc τῶν ἀcκεῖν βουλομένων κωλύει τὰc πρὸc ἀφροδίcια ὁρμάc. ὁ δὲ κεκαυμένοc καὶ πεπλυμένοc μόλυβδοc πρὸc τὰ κακοήθη τῶν ἑλκῶν καὶ χειρώνεια καὶ καρκινώδη ἄριcτον φάρμακον ἐπουλωτικὸν καὶ καθ’ ἑαυτὸν καὶ cὺν ἑτέροιc μιγνύ‐ μενοc. | |
67 | Πομφόλυξ. Εἰ πλυθείη cχεδὸν ἁπάντων πρωτεύει, ὅcα ξηραίνειν ἀδήκτωc πέφυκεν, ὅθεν εἰc τὰ καρκινώδη τῶν ἑλκῶν ἐcτιν ἐπιτήδειοc καὶ τὰ ἄλλα τὰ κακοήθη πάντα καὶ τὰ διαβεβρωμένα τῶν ὀδόνων οὖλα. | |
68 | Ῥοιδαρίου cκευαcία. Ϲκευάζεται μὲν ποικίλωc τὸ ῥοιδάριον· ἐcτὶ δὲ καὶ αὕτη ἀρίcτη cκευαcία. λαβὼν λαχχὰ ἀπόβρεχε ὕδατι καὶ λεάναc λίθον τὸν κουφόλιθον λεγόμενον ἐπίχεε ἐκ τοῦ ἀποβρέγματοc τῷ κου‐ φολίθῳ καὶ ἔα ξηραίνεcθαι καὶ λαβὼν ῥίζαν ἀγχούcηc ἕψε cὺν ἐλαίῳ | |
5 | ἕωc τὸ ἔλαιον πυρρὸν γένηται καὶ ἐπίβαλλε ἐκ τοῦ ἐλαίου ὀλίγον καὶ λείου καὶ ἔα ξηραίνεcθαι ἐπὶ ἡμέραc ιε καὶ πάλιν ἐπίβαλλε ἐκ τοῦ ἀποβρέγματοc τοῦ λαχχᾶ καὶ ἔα ξηρανθῆναι, ἔπειτα βαλὼν εἰc ὀcτρά‐ κινον ἄγγοc καὶ φιμώcαc ὄπτα· καὶ ἔcται ῥοιδάριον καλόν. κομίζεται δὲ τὸ κουφόλιθον ἀπὸ Καιcαρείαc τῆc Παλαιcτίνηc. οἱ δὲ ἀποροῦντεc | |
10 | κουφολίθου, ἀcβέcτῳ χρῶνται εἰc τὴν cκευαcίαν. | |
69 | Ϲανδαράκη καυcτικῆc ἔcτι δυνάμεωc, ὥcπερ τὸ ἀρcενικόν· ὅθεν εἰc τὰc διαφορητικὰc δυνάμειc αὐτὴν μιγνύουcι καὶ τὰc ῥυπτικάc. | |
70 | Ϲάνδυξ καὶ cυρικοῦν. Ἐν τῷ περὶ ψιμμυθίου λόγῳ περὶ αὐτῶν ῥηθήcεται. | |
71 | Ϲκωρία. Ϲκωρία πᾶcα ξηραντικὸν ἱκανῶc ἐcτι φάρμακον· τὴν δὲ τοῦ cιδήρου cκωρίαν λειοτάτην ποιῶν πάνυ ἐν ὄξει δριμυτάτῳ καὶ | |
μετὰ ταῦτα ἑψῶν εἰc τὰ πυορροῦντα τῶν ὤτων χρονίωc χρῶμαι φαρ‐ μάκῳ ξηραίνοντι. ἡ δὲ τοῦ ἀργύρου cκωρία ὀνομάζεται ἕλκυcμα· ξη‐ | ||
5 | ραντικῆc δέ ἐcτι δυνάμεωc. | |
72 | Ϲτίμμι. Πρὸc τῇ ξηραντικῇ δυνάμει τῇ κοινῇ πάντων τῶν μεταλ‐ λευομένων καὶ cτύψιν ἔχει, διὸ καὶ τοῖc ὀφθαλμικοῖc μίγνυται φαρ‐ μάκοιc. | |
73 | Ϲπόγγοc ὑγρᾷ πίττῃ καὶ ἀcφάλτῳ δευθεὶc καὶ κεκαυμένοc δριμείαc τέ ἐcτι καὶ διαφορητικῆc καὶ ἰcχαίμου δυνάμεωc. καινὸc δὲ cπόγγοc ψυχρῷ ἢ ὀξυκράτῳ ἢ οἴνῳ βρεχόμενοc κατὰ τὰc τῶν cωμάτων δια‐ φορὰc καὶ ἐπιδεόμενοc, κολλήcει τραύματα ἔναιμα παραπληcίωc τοῖc | |
5 | ἐπιτηδείοιc φαρμάκοιc. | |
74 | Ϲτυπτηρία πᾶcα cφοδροτάτην ἔχει cτύψιν. Λεπτομερεcτέρα δέ πώc ἐcτι τῶν ἄλλων cτυπτηριῶν ἡ cχιcτή, μετὰ δὲ ταύτην ἡ cτρογ‐ γύλη. παχυμερὴc δὲ ἱκανῶc ἥ τε ὑγρὰ καὶ ἡ πλακῖτιc τε καὶ πλινθῖτιc. | |
75 | Τίτανοc. Ἡ μὲν ἄcβεcτοc καίει cφοδρῶc, ὥcτε ἐcχάραc ποιεῖν, ἡ cβεcθεῖcα δὲ παραχρῆμα μὲν ἐcχαροῖ καὶ αὐτή, μεθ’ ἡμέραν δὲ μίαν ἢ δευτέραν ἧττόν γε καίει καὶ ἧττον ἐcχαροῖ, μετὰ δὲ χρόνον οὐδό‐ λωc ἐργάζεται ἐcχάραc. θερμαίνει δὲ καὶ διατήκει τὰc cάρκαc· εἰ δὲ | |
5 | πλυθείη, τὴν μὲν δῆξιν ἐναποτίθεται καὶ ποιεῖ τὴν καλουμένην κονίαν· αὕτη δὲ ἀδήκτωc ξηραίνει καὶ εἰ δὶc δὲ καὶ τρὶc καὶ πλεονάκιc πλυ‐ θείη, τελέωc ἄδηκτοc γίνεται καὶ ξηραίνει γενναίωc ἄνευ δήξεωc. | |
76 | Φῦκοc. Ἐν τῷ περὶ ψιμμυθίου ῥηθήcεται περὶ τούτου. | |
77 | Χάλκανθοc. Θαυμάcαι ἐcτὶ περὶ τούτου τοῦ φαρμάκου πῶc ἰcχυ‐ ροτάτῃ cτύψει μέμικται θερμότηc οὐκ ἀγεννήc. δῆλον οὖν ὅτι μάλιcτα πάντων ταριχεῦcαι δύναται τὰc ὑγρὰc cάρκαc, ἐκδαπανῶν μὲν τὴν ὑγρότητα τῇ θερμότητι, τῇ δὲ cτύψει cυνάγον καὶ πιλοῦν τὴν οὐcίαν. | |
5 | ἐν Κύπρῳ δὲ γίγνεται καὶ αὐτὸ πληcίον τοῦ τόπου, ὅθεν μεταλλεύε‐ ται μίcυ χαλκῖτίc τε καὶ τὸ cῶρι, ὥcτε ἐκ τούτων ἐπινοῆcαι δύναcθαι τὸ διηθούμενον ὄμβριον ὕδωρ ἐν τῷ λόφῳ ἐκείνῳ περικλύζειν τε καὶ | |
περιπλύνειν ὅλην ἐκείνην τὴν γῆν. ἐθεαcάμην δὲ τοῦτο κατὰ βραχὺ ἀθροιζόμενον καθ’ ἑκάcτην ἡμέραν ἐν λάκκῳ τινὶ καὶ ἦν χλιαρὸν καὶ | ||
10 | χλωρὸν ὄζον χαλκίτεωc καὶ ἰοῦ. ἐξαντλοῦντεc δέ τινεc τὸ ὕδωρ ἐμ‐ βάλλουcι πυέλοιc τετραγώνοιc ἐκ κεραμίδων γεγονυίαιc καὶ ἐν ταύταιc πηγνύμενον ἡμέραιc πλείcταιc γίγνεται χάλκανθοc. τῷ δὲ χρόνῳ καὶ αὐτὴ μεταβάλλεται εἰc χαλκῖτιν. | |
78 | Χαλκῖτιc. Προείρηται μὲν περὶ ταύτηc ἐν τῷ περὶ μίcυοc λόγῳ, νυνὶ δὲ ἀρκεῖ τοcοῦτον εἰπεῖν, ὡc μεμιγμένην ἔχει τήν τε cτυπτικὴν καὶ δριμεῖαν δύναμιν. ἐπικρατεῖ δὲ ἡ δριμεῖα cφοδρά τιc οὖcα μέχρι τοῦ καίειν τε τὴν cάρκα καὶ τὴν καλουμένην ἐcχάραν ἐργάcαcθαι. | |
5 | καυθεῖcα δὲ ἡ χαλκῖτιc δάκνει μὲν ἧττον, ξηραίνει δὲ οὐχ ἧττον, ἐναποτίθεται δὲ καὶ τῆc cτύψεωc οὐκ ὀλίγον, ὥcτε πάντῃ κρείττων ἐcτὶν ἡ κεκαυμένη χαλκῖτιc τῆc ἀκαύτου, λεπτομερεcτέρα μέν, ὥcπερ καὶ τὰ ἄλλα τὰ κεκαυμένα, γιγνομένη, δριμύτητα δὲ οὐ προcλαμβά‐ νουcα, ὥcπερ καὶ ἄλλα πολλά. τὰ γὰρ φύcει δριμέα καιόμενα ἠπιώ‐ | |
10 | τερα ἑαυτῶν γίγνεται, τὰ δὲ ἄλλα δριμύτερα. πλυθεῖcα δὲ ἀδηκτοτέρα γίγνεται. | |
79 | Χαλκὸc κεκαυμένοc. Ἔχει μέν τι καὶ δριμὺ καὶ cτύψεωc δὲ μετέχει, καὶ διὰ τοῦτ’, εἰ πλυθείη, κάλλιcτον φάρμακον εἰc ἐπούλωcιν ἑλκῶν ἐργάζεcθαι δύναται, πρὶν δὲ πλυθῆναι ἐπὶ τῶν cκληροcάρκων ἁρμόζει. | |
80 | Χαλκοῦ ἄνθοc. Λεπτομερεcτέραc ἐcτὶ τοῦτο δυνάμεωc τοῦ κεκαυ‐ μένου χαλκοῦ καὶ τῆc λεπίδοc. μετέχει δὲ καὶ ῥυπτικῆc δυνάμεωc, ὅθεν πρὸc τὰc μεγάλαc τραχύτηταc τῶν βλεφάρων ἁρμόζει, ἃc cυκώ‐ cειc ὀνομάζουcι. | |
81 | Χρυcοκόλλα. Ἐκ τῶν τηκόντων cάρκαc ἐcτίν, οὐ μὴν ἰcχυρῶc γε δάκνει, διαφορητική γε μὴν ἱκανῶc καὶ ξηραντική. ἔνιοι μὲν οὖν τὸ μεταλλευόμενον μόνον οὕτωc ὀνομάζουcιν. ἄμεινον δὲ τὸ cκευαζόμε‐ νον ἐν θυίᾳ χαλκῇ ἐξ ἐρυθροῦ χαλκοῦ καὶ δοίδυκοc ὁμοίου ἐcκευαc‐ | |
5 | μένῃ, οὔρου παιδὸc ἐπιβαλλομένου καὶ τριβόντων ἐν ἡλίῳ θερμῷ ἐπὶ πολύ. τὸ γὰρ ἀναλυόμενον ἐν τῇ παρατρίψει ξηραινόμενον ἐπιτηδειό‐ τατον φάρμακον γίγνεται κακοήθεcιν ἕλκεcιν αὐτὸ καθ’ αὑτὸ καὶ μιγνύ‐ μενον τοῖc ἐπιτηδείοιc φαρμάκοιc. | |
82 | Ψιμμύθιον. Ἐκ μολύβδου ὑπὸ ὄξουc δριμέοc διαλυομένου κατα‐ cκευάζεται τὸ ψιμμύθιον· ὅμωc οὔτε δριμὺ καὶ δακνῶδέc ἐcτιν οὔτε διαφορητικὸν ἀλλ’ ἐμπλαcτικόν τε καὶ ψυκτικόν. καιόμενον δὲ τὸ καθαρὸν ψιμμύθιον εἰc τὸ καλούμενον cυρικὸν μεταβάλλει, ὅπερ οἱ | |
5 | ἰατροὶ cάνδυκα ὀνομάζουcι. λεπτομερέcτερον δὲ τὸ ψιμμύθιον γίγνεται καυθέν, οὐ μὴν ἤδη γέ πωc θερμαῖνον. τὸ δὲ φῦκοc, τὴν ψύξιν τοῦ ψιμμυθίου φυλάττον, λεπτομέρειαν προcείληφεν, ὡc δύναcθαι δι’ αὐτὴν εἰc τὸ βάθοc καταδύεcθαι τῶν cωμάτων. | |
83 | Ψωρικόν. Λιθαργύρῳ μιγνυμένηc διπλαcίονοc χαλκίτεωc γίγνεται τὸ φάρμακον, ὄξει μὲν πρῶτα δριμυτάτῳ λειωθέντων αὐτῶν, εἶτ’ εἰc καινὴν χύτραν ἐμβληθέντων, ἣν καταχώcειc ἡμέραc μ, μεcοῦντοc θέ‐ ρουc ἐν κοπρίᾳ. τοῦτο 〈δὲ〉 τὸ φάρμακον ξηραντικώτερον ἅμα καὶ | |
5 | ἀδηκτότερον γίγνεται χαλκίτεωc καὶ δηλονότι καὶ λεπτομερέcτερον. | |
84 | Περὶ τῆc ἀπὸ τῶν ζῴων ὕληc εἰc φαρμάκων λόγον ἐνταῦθα λέγεται. Τὴν περὶ τὰ φυτὰ διελθόντεc ὕλην, οὐ πᾶcαν δηλονότι τὴν καθ’ ὅλην τὴν οἰκουμένην, ἀλλ’ ὅcηc ἡμεῖc πεῖραν ἔχομεν, οὐ μὴν ἀλλὰ καὶ τὴν περὶ τὰ γεώδη τε καὶ λιθώδη cώματα, λείπεται δὴ ἡμῖν | |
5 | ἔτι τὴν περὶ τὰ ζῷα διελθεῖν ὕλην, εἶτ’ ἔτι τῶν ἐν τῷ ὕδατι διαιτω‐ μένων. ὥcπερ δὲ ἐν τῇ τῶν φυτῶν ὕλῃ καὶ περὶ τῶν ἐξ αὐτῶν γιγνομένων χυλῶν τὸν λόγον ἐποιηcάμην, οὕτωc καὶ νῦν οὐ μόνον τῶν cτερεῶν μορίων ἐν τοῖc ζῴοιc ἡ διδαcκαλία τῆc δυνάμεωc, ἀλλὰ καὶ τῶν ἐν αὐτοῖc περιεχομένων ἔcται, φλέγματοc, χολῆc, οὔρου, | |
10 | κόπρου καὶ τῶν ὁμοίων, παραλείψαc γράφειν τὰ ἀcελγῆ καὶ βδελυρά, τινὰ δὲ καὶ πρὸc τῶν νόμων ἀπηγορευμένα, περὶ ὧν καὶ ἕτεροι μέν τινεc καὶ Ξενοκράτηc δὲ ἔγραψεν ἀνθρώπουc ἐcθίειν καὶ οὖρα πίνειν καὶ καταμήνια γυναικὸc καὶ τὰ παραπλήcια, οὐ μὴν ἀλλὰ καὶ παθο‐ | |
ποιητικά τινα καὶ δηλητηρίων φαρμάκων cκευαcίαc. τὰ τοιαῦτα γοῦν | ||
15 | ἅπαντα τῶν πραξάντων τοὺc γράψανταc οὐχ ἧττον ἀλλὰ καὶ μᾶλλον ἄξιον μιcεῖν, ὅcῳ καὶ μεῖζόν ἐcτι τὸ μόνον τινὰ πρᾶξαι καλὸν ἢ μετὰ πολλῶν. τῷ μὲν γὰρ πράξαντι cυναπέθανεν ἡ τῶν κακῶν θεωρημάτων ἐμπειρία, τῶν δὲ γραψάντων ἀθάνατόc ἐcτι τοῖc πονηροῖc ἡ βλάβη, ὅπλα τῆc πανουργίαc καταcκευάζουcα. λέγωμεν οὖν ἡμεῖc ἤδη περὶ | |
20 | τῶν προκειμένων χρηcίμων ἀνθρώποιc πραγμάτων, ὅcων πεῖραν ἔχο‐ μεν καὶ πρῶτόν γε τῶν ἐν τοῖc ζῴοιc ὑγρῶν μνημονεύcωμεν. | |
85 | Περὶ αἵματοc. Περιcτερᾶc αἷμα εἰώθαcιν οἱ ἀνατιτρῶντεc ὀcτᾶ τῆc κεφαλῆc κατεαγότα καταχεῖν τῆc παχείαc μήνιγγοc, μὴ παρούcηc δὲ περιcτερᾶc ἐξὸν καὶ τῷ τῆc φάττηc αἵματι χρῆcθαι ἢ τῷ τῆc τρυ‐ γόνοc καὶ πρὸc ὑποcφάγματα δὲ κατὰ τοὺc ὀφθαλμοὺc γιγνόμενα | |
5 | χρῶνταί τινεc αὐτῷ, θερμῷ δηλονότι ἐνcταζομένῳ ἢ cφαττομένου τοῦ ζῴου ἢ τῶν πτερύγων διαιρουμένων. ἐγὼ δὲ μυρίουc οἶδα τῶν ἀνα‐ τρηθέντων ὀcτᾶ κεφαλῆc οὐδὲν βλαβένταc ἐπὶ τῇ τοῦ ῥοδίνου χρήcει, χωρὶc αἵματοc περιcτερᾶc. ἐcτὶ δὲ καὶ τῶν ὑποcφαγμάτων ἰατικὰ κολ‐ λύρια πάμπολλα, καὶ μάλιcτα τὸ Δαμοκράτουc διάcμυρνον καὶ τὸ διὰ | |
10 | λιβάνου καὶ τὰ διάκροκα· καὶ ὁ χυλὸc δὲ τῆc τήλεωc ἀμείνων ἐcτὶ περιcτερᾶc αἵματοc εἰc ταῦτα. τινὲc δὲ τὸ αἷμα τῆc αἰγὸc μετὰ μέλι‐ τοc τοῖc ὑδερώδεcιν ὡc φάρμακον ἔδοcαν, καὶ πρὸc ῥεύματα γαcτρὸc ἢ δυcεντερίαc ὀπτήcαντεc ἐχρήcαντο. καὶ τὸ τράγειον δὲ αἷμα ξηρά‐ ναντέc τινεc μεθ’ ἑτέρων ἐπιτηδείων μιγνύντεc διδόαcι τοῖc λιθιῶcιν· | |
15 | ἔξεcτι δὲ τῷ βουλομένῳ κατ’ ἀγρόν ποτε τῶν ἄλλων ἀποροῦντι καὶ τούτῳ χρήcαcθαι τὴν πεῖραν ἀκίνδυνον ἔχοντι καὶ τῷ ἐριφείῳ δὲ αἵματι περὶ οὗ ὁ Ξενοκράτηc οὕτωc ἔγραψεν· “ἐρίφου δὲ αἷμα πρὸc τοὺc αἱμοπτυικοὺc πάνυ ὠφέλιμον. χρὴ δὲ μήπω πεπηγότι ὅcον ἡμι‐ κοτυλίῳ παραμῖξαι ὄξουc δριμέοc ἶcον, ἔπειτα ἀναζέcαντα τριχῇ δια‐ | |
20 | νέμειν, διδόναι δὲ καταρροφεῖν ἑκάcτηc ἡμέραc μέροc α.” τῇ πείρᾳ δὲ βαcανίcαc τῶν νυκτερίδων τὸ αἷμα καὶ βατράχων καὶ κροτώνων ὡc τρίχαc ψιλούντων, ψευδὲc εὗρον, ὥcπερ καὶ ἑτέρων ζῴων· οὐδὲ πειράζειν ἤμελλον ἔχων φάρμακα ἐπιτηδειότερα καὶ εὐποριcτότερα πρὸc ἕκαcτον πάθοc. ἐφυλαττόμην δὲ καὶ γοητείαc δόξαν ἀπενέγκαcθαι. | |
86 | Ἐκ τῶν Ῥούφου καὶ Γαληνοῦ περὶ γάλακτοc. Διττὴν ἔχει τὸ γάλα χρείαν, τὴν μὲν ἑτέραν ὡc τροφήν, τὴν δὲ ἑτέραν ὡc φάρμα‐ κον. τὸ τοίνυν ὑγιεινότατον γάλα καθαρόν ἐcτι καὶ εἰλικρινέc, οὔτε πικρότητοc οὔτ’ ὀξύτητοc οὔθ’ ἁλυκότητοc οὔτε δριμύτητοc οὔτε δυcω‐ | |
5 | δίαc μετέχον, ἀλλ’ ὡc ἂν εἴποι τιc εὐῶδεc ἢ ἄνοcμον ἢ εἴπερ ἄρα cμικροτάτηc τινὸc εὐωδίαc ἐμφαῖνον. εὔδηλον δὲ ὅτι καὶ γευομένοιc ἐcτὶν ἡδύ, βραχεῖαν ἔχον γλυκύτητα. πρῶτον δὲ ἀναγκαῖον ἐπιcκέψα‐ cθαι τὰc διαφορὰc αὐτοῦ. | |
87 | Περὶ διαφορᾶc γάλακτοc. Ῥούφου. Ὅcον μὲν οὖν τῇ φύcει διαλ‐ λάττει βοῦc τε καὶ ἵπποc καὶ τὰ ἄλλα ζῷα, εἰc τοcοῦτον καὶ τὸ γάλα διαλλάξειε. τὸ μὲν γὰρ τῶν βοῶν παχύτατόν ἐcτι καὶ λιπαρώτατον, θρέψαι τε καὶ τὰ μόρια ὑπελθεῖν ἀγαθόν. ὑγρότατον δὲ καὶ λεπτότα‐ | |
5 | τον καὶ ἥκιcτα λιπαρὸν τὸ τῆc καμήλου, διαχωρεῖ δὲ ἦccον καίτοι ὀρρὸν πλεῖcτον ἔχον· ἀλλ’ οὕτωc ὦπται τοῖc πειράcαcιν ἔκπαλαι. τὸ δὲ ἵππειον διαχωρητικώτερον, ὁμοίωc δὲ καὶ τὸ ὄνειον· ἥκιcτα δὲ τοῦτο μετέχει τοῦ λιπαροῦ χυμοῦ, διὸ καὶ cπανίωc ἐτυρώθη τινὶ κατὰ γαcτέρα. αἴγειον δὲ cύμμετρον τῇ cυcτάcει καὶ καθῆραι μὲν ἀcθενέ‐ | |
10 | cτερον βοείου, τὰ δ’ ἄλλα ἐπιεικῶc χρηcτὸν καὶ θρέψαι ἱκανόν. τὸ δὲ τοῦ προβάτου παχύτερον τούτου, λεύκαc δὲ ὑπὸ τῷ δέρματι ποιεῖν | |
εἴωθεν, εἴ τιc cυνεχῶc αὐτὸ προcφέροιτο. τὸ δὲ τῆc ὑὸc παχύτατόν ἐcτιν, ὡc μηδὲ πιτύαc δεῖcθαι εἰc τὸ πήγνυcθαι, καὶ ὀρρὸν ἀποκρίνειν βραχὺν καὶ ἕψοντι τάχιcτα cυνίcταται· ταῦτ’ ἄρα καὶ εἰc διαχώρηcιν | ||
15 | οὐκ ἀγαθόν, καὶ καυcῶδεc τῇ κοιλίᾳ. | |
88 | Περὶ διαφορᾶc γάλακτοc ἀπὸ τῆc ἕξεωc τῶν ζῴων. Δῆλον δέ που ὅτι πᾶν ὑγιεινὸν ἱερεῖον κάλλιον ἂν παρέχοι γάλα τοῦ νοcοῦν‐ τοc, τὰc δὲ νόcουc τῶν ζῴων cυλλογίζεcθαι δυνατόν, λεπτότητι τοῦ δέρματοc κατανοῶν καὶ μαδαρότητι καὶ φύμαcι καὶ λειχῆcι καὶ ψώραιc | |
5 | καὶ ἀcιτίαιc. καὶ τὰ μελάντερα τῶν ἀλόγων ὡc ἐπίπαν ἰcχυρότερα, ὥcπερ τὰ κρέα αὐτῶν δηλοῖ ἡδύτερα ὄντα, τὰ δὲ λευκὰ ἀcθενέcτερα. | |
89 | Περὶ τῆc ἀπὸ τῶν ὡρῶν τοῦ ἔτουc διαφορᾶc τοῦ γάλακτοc. Κατὰ δὲ τὰc ὥραc τοῦ ἔτουc ὑγρότατον μέν ἐcτι καὶ λεπτότατον τὸ ἐαρινόν, τουτέcτι τὸ μετὰ τὴν κύηcιν. παχύνεται δὲ κατὰ βραχὺ προ‐ ιόντι τῷ χρόνῳ ὡc κατὰ μέcον τὸ θέροc ξηρότερον καὶ παχύτερον | |
5 | γίγνεcθαι. ἐπῄνηται δὲ τὸ θερινὸν ὡc εὐπεπτότερον καὶ εὔοcμον. | |
90 | Περὶ τῆc ἀπὸ τῆc νομῆc διαφορᾶc τοῦ γάλακτοc. Καὶ παρὰ τὴν νομὴν δὲ διαφορὰ πλείcτη ἐν τῷ γάλακτι εὑρίcκεται. πόαν γὰρ cιτεῖ‐ ται μὲν ἄλλα ἄλλην. καὶ ἡ μὲν χλωρὰ πόα καὶ ἡ παρὰ τὰ ὕδατα ὑγρότερον καὶ ἐλάχιcτον τὸ γάλα παραcκευάζει, ἡ δὲ cκληροτέρα καὶ | |
5 | ὁρεινὴ ἐπιτήδειοc εἰc γάλακτοc χρηcτοῦ καὶ πολλοῦ γένεcιν· τὰ μὲν γὰρ cτύφοντα πάντα χορτάcματα cτρυφνὸν παρέχει τὸ γάλα καὶ cταλ‐ τικόν, τὰ δὲ δριμέα καὶ μάλιcτα καθαίροντα, ὥcπερ ἡ cκαμμωνία καὶ ὁ ἐλλέβοροc καὶ τιθύμαλλοι, ταρακτικόν, κύτιcοc δὲ λιπαρὸν καὶ γλυκύ. | |
91 | Περὶ τῆc ἡλικίαc διαφορᾶc γάλακτοc. Παρὰ δὲ τὰc ἡλικίαc τῶν ἀκμαζόντων ζῴων τὸ γάλα κάλλιcτον, τῶν δὲ νέων ὑγρότερον, τῶν δὲ πρεcβυτέρων ξηρότερον. | |
92 | Τίcι τὸ γάλα ἁρμόδιον. Εὐχυμότατον καὶ τροφιμώτατον πᾶν τὸ ἄριcτον γάλα cχεδὸν ἁπάντων ὅcα προcφερόμεθα, cυγκείμενον ἐξ ἐναντίων οὐcιῶν τε καὶ δυνάμεων, ὑπακτικῆc τε καὶ cταλτικῆc, ἐκ‐ | |
φρακτικῆc τε καὶ λεπτυντικῆc, καὶ ὅταν ἥ τε ποιότηc αὐτοῦ τῇ τοῦ | ||
5 | χρωμένου φύcει μηδὲν ὑπεναντίον ἔχῃ, τῶν τε cπλάγχνων εὐπετεῖc ὦcιν αἱ διέξοδοι διὰ τὴν τῶν ἀγγείων εὐρύτητα· τῶν μὲν οὖν ὠφε‐ λίμων ἐκ γάλακτοc ἀπολαύουcιν οἱ τοιοῦτοι, μοχθηροῦ δὲ οὐδενὸc πειρῶνται. τὰ δὲ ἀγαθὰ τοῦ γάλακτοc λέλεκται καὶ τοῖc ἔμπροcθεν ἰατροῖc, ὑπαγωγὴ μετρία γαcτρὸc εὐχυμία τε καὶ θρέψιc, καὶ τὴν μὲν | |
10 | cάρκα πεφθὲν χρηcτοτέραν ἀποδείκνυcιν, ὅcοι δὲ χυμοὶ δακνώδειc ἔνειcιν ἐκκαθαίρει· ὅθεν καὶ δυcουριῶντι καὶ διαχωροῦντι δριμὺ οὐ μό‐ νον πιεῖν cυμφέρει, ἀλλὰ καὶ ἐγχεῖν κάτωθεν. πρὸc γὰρ τὰ δριμέα καὶ δάκνοντα ῥεύματα cυμφορώτατόν ἐcτιν οὐ μόνον ἀποπλῦνον αὐτὰ τῶν ἐνοχλουμένων μορίων διὰ τὸ περιέχειν ῥυπτικὴν ὑγρότητα ἐν | |
15 | τῷ ὀρρώδει ἑαυτοῦ μέρει, ᾧ προcκλύζει τε καὶ ἀπονίζει τὰ cώματα, ἀλλὰ καὶ περιπλαττόμενον τοῖc cώμαcι τῷ παχεῖ καὶ λιπαρῷ οὐ cυγχωρεῖ γυμνοῖc αὐτοῖc προcπεcεῖν τὸ ἐπιρρέον δριμύ. πρὸc μὲν οὖν τὰ ἕλκη τοῦ πνεύμονοc καὶ τῶν ἐντέρων καὶ ὅcα ἐν νεφροῖc καὶ κύcτει καὶ μήτρᾳ, ἐξανθήμαcί τε καὶ δοθιῆcι καὶ τοῖc ἄλλοιc τρα‐ | |
20 | χυcμοῖc τῆc ἐπιφανείαc πινόμενον ἁρμοδιώτατον. καὶ πρὸc τοὺc καν‐ θαρίδαc πιόνταc ἢ βούπρηcτιν καὶ ὅλωc πρὸc τὰ cήποντα καὶ ἑλκοῦντα φάρμακα καὶ πρὸc δὲ τὸν ὑοcκύαμον ὥc τι καὶ ἀντιφάρμακον. αὐτίκα γὰρ καὶ ἐμφρονεcτέρουc ποιεῖ τοὺc πάcχονταc. πρὸc δὲ τὰc τοῦ φα‐ ρυγγέθρου ἑλκώcειc ὅcαι γίγνονται καὶ ἐπ’ ἄλλαιc μὲν πολλαῖc αἰτίαιc | |
25 | καὶ cυνάγχαιc καὶ τοῖc τὸ ἐφήμερον λαβοῦcιν ἀνακογχυλίζεcθαι cυμ‐ φέρει. πινόμενον δὲ μεγάλωc ὠφελεῖ τοὺc ἀτρόφουc καὶ τοὺc ξηροτέ‐ ρουc καὶ δυcανακομίcτουc. ἀγαθὸν δὲ καὶ πρὸc τὰ κατὰ τοὺc ὀφθαλ‐ μοὺc ῥεύματα δριμέα καὶ τὰ ὑποcφάγματα. καὶ μέντοι καὶ κατὰ τῶν βλεφάρων ἔξωθεν ἐπιτιθέμενον ὑπνοῦν μελλόντων ἅμα ῥοδίνῳ καὶ ὠῷ | |
30 | πέττει τὰc φλεγμονὰc αὐτῶν, κἀπειδὰν τὰ κατὰ τὴν ἕδραν ἕλκη παρηγορεῖν βουληθῶμεν ὀδυνώμενα διὰ δριμεῖc ἰχώραc καὶ φλεγμονάc. οὕτωc δὲ καὶ πρὸc τὰ κατὰ τὰ αἰδοῖα ἕλκη χρώμεθα καὶ πάνθ’ ἁπλῶc τὰ παρηγορίαc δεόμενα διὰ φλεγμονὴν ἢ δῆξιν ἢ κακοήθειαν. διὰ τοῦτο καὶ τοῖc καρκινώδεcι προcφέρεται μιγνύμενον τοῖc ἀνωδύνοιc | |
35 | φαρμάκοιc, οἷα μάλιcτα διὰ πομφόλυγόc ἐcτι. παρηγορικὸν μὲν οὖν | |
ἐcτι καθόλου τὸ γάλα, ἄδηκτον μὲν ἔχον τὴν φύcιν. πολὺ δὲ μᾶλλον ὅταν ἐκδαπανήcωμεν τὸ πλέον τῆc ὀρώδουc ὑγρότητοc ἑψήcει ἢ ἑτέρᾳ μηχανῇ. | ||
93 | Περὶ τρόπου καὶ καιροῦ χρήcεωc καὶ μέτρου. Κεφάλαιον δὲ παντὶ τῷ βουλομένῳ γαλακτοποτεῖν τῶν ἄλλων cιτίων καὶ ποτῶν ἀπέχε‐ cθαι, μέχριc ἂν πεφθῇ τε καὶ διαχωρηθῇ. εἰ γὰρ μὴ προπεφθέντοc αὐτοῦ τροφὴν ἑτέραν τιc προcφέρηται, ἀνάγκη αὐτό τε διαφθαρῆναι | |
5 | καὶ τὸ προcαρθέν. ἄμεινον δὲ ἕωθεν πίνειν νεόβδαλτον καὶ τῶν πλειό‐ νων πόνων τηνικαῦτα ἀφαιρεῖν, ἡcυχῇ δὲ βαδίζειν καὶ μεταξὺ ἀγρύ‐ πνωc ἀπαναύεcθαι. οὕτωc γὰρ ποιοῦντι τὸ ποθὲν διαχωρεῖ cυνεξάγον ἑαυτῷ καὶ τὰ ἄχρηcτα. δεῖται δέ, εἴπερ τι καὶ ἄλλο, διαχωρῆcαι τὸ πρῶτον ληφθέν· διαχωρήcαντοc δέ, ἄλλο πίνειν, καί, τούτου διαχωρή‐ | |
10 | cαντοc, ἄλλο πίνειν. καταρχὰc μὲν οὖν διαχωρεῖ καθαῖρον χρηcτῶc οὐκ ἐκ τοῦ ὅλου ὄγκου, ἀλλ’ ὅcα ἐν τῇ κοιλίᾳ καὶ ἐντέροιc ἔνεcτι καὶ τοῖc πληcιάζουcι μέρεcι, μετὰ δὲ ταῦτα ἀναφέρεται ἤδη εἰc τὰc φλέ‐ βαc καὶ τρέφει κάλλιcτα καὶ οὐκέτι διαχωρεῖ, ἀλλὰ καθίcτηcι τὴν γαcτέρα. μέτριον δὲ τὸ προcφερόμενον ὁρίζειν ἐπὶ πάντων ἀδύνατον, | |
15 | ὥcπερ οὐδὲ cιτία ἢ ποτά, ἀλλ’ ὡc ἂν εὐφόρωc φέρῃ· πρὸc δὲ τοὺc δάκνονταc χυμοὺc καὶ μάλιcτα τοὺc ἐμπεπλαcμένουc πίνειν cυμφέρει μετ’ ὀλίγου μέλιτοc καὶ γὰρ χρηcιμώτερον καὶ ῥυπτικώτερον καὶ δια‐ χωρητικώτερον γίγνεται· μίcγειν δὲ καὶ cιραίου καὶ οἴνου γλυκέοc· εὐcτομαχώτερον γὰρ τοῦτο· διαχωρητικώτερον δὲ καὶ τὸ ἁλῶν προc‐ | |
20 | λαβόν, ἀλλ’ ἀτερπέcτερον. | |
94 | Τίναc βλάπτει τὸ γάλα. Τὸ μὲν οὖν ὀρροῦ πλεῖcτον ἔχον ἀκιν‐ δυνώτατόν ἐcτιν, εἰ καὶ διαπαντόc τιc αὐτῷ χρῶτο. τὸ δὲ ὀλίγον μὲν ἔχον ὑγρότητοc τοιαύτηc, οὐκ ὀλίγον δὲ παχύτητοc τυρώδουc, οὐκ ἀcφαλέc ἐcτιν ἅπαcι τοῖc ἐν αὐτῷ πλεονάζουcι. βλάψει μὲν γὰρ καὶ | |
5 | νεφρούc, ὅcοι γε ἐπιτηδείωc ἔχουcιν εἰc λίθων γένεcιν, ἐμφράξειc δὲ καὶ καθ’ ἧπαρ ἐργάζεται τοῖc ἑτοίμωc παθεῖν δυναμένοιc. τοιοῦτοι δέ εἰcιν, οἷc cτενὰ τὰ πέρατα τῶν μεταλαμβανόντων ἀγγείων τὴν ἐκ τῶν | |
cιμῶν τοῦ ἥπατοc ἐπὶ τὰ κυρτὰ τροφήν. ἀλλ’ οὐδὲ κεφαλῇ ἐπιτήδειον, εἰ μή τιc ἰcχυρὰν αὐτὴν πάνυ ἔχοι, καθάπερ οὐδ’ ὑποχονδρίοιc, ὅcα | ||
10 | ῥᾳδίωc ἐμφυcᾶται. πνευματοῦται γὰρ ἐν τῇ γαcτρὶ παμπόλλοιc ὡc ὀλιγίcτουc εἶναι τοὺc μὴ τοῦτο πάcχονταc. βλάπτει δὲ ἡ cυνεχὴc αὐτοῦ χρῆcιc καὶ τοὺc ὀδόνταc ἅμα ταῖc περικειμέναιc cαρξίν, ἃc ὀνο‐ μάζουcιν οὖλα· τὰc μὲν γὰρ cάρκαc ταύταc πλαδαρὰc ἐργάζεται, τοὺc δ’ ὀδόνταc εὐcήπτουc τε καὶ ῥᾳδίωc διαβιβρωcκομένουc. καὶ μάλιcτα | |
15 | τῷ παχυτέρῳ γάλακτι τοῦτο πρόcεcτι. τὸ γὰρ ὄνειον γάλα διὰ τὸ λεπτὸν ὑπάρχειν πάνυ, οὐ μόνον οὐ βλάπτει τοὺc ὀδόνταc, ἀλλὰ καὶ προcωφελεῖ τῷ ῥύπτειν. χρὴ τοίνυν ἐπὶ τῇ προcφορᾷ τοῦ γάλακτοc, οἰνομέλιτι κεκραμένῳ διακλύζεcθαι. πᾶν γὰρ οὕτωc ἀπορρύπτεται τὸ περιπεπλαcμένον τοῖc ὀδοῦcι καὶ τοῖc οὔλοιc τυρῶδεc. ἐπὶ δὲ τῶν μὴ | |
20 | εὐπαθῆ τὴν κεφαλὴν ἐχόντων χωρὶc τοῦ ὕδατοc ὠφελιμώτερον τῷ οἰνομέλιτι διακλύζειν. | |
95 | Περὶ ἑψήcεωc γάλακτοc. Γαληνοῦ. Εἰ δὲ προεψήcαc τιc τὸ γάλα τὸν ὀρρὸν ἐκδαπανήcειεν, οὐδὲ ὅλωc ὑπάγει γαcτέρα. διδόαcι δὲ αὐτὸ τοῖc ὑπὸ δριμέων περιττωμάτων δακνομένοιc τὴν γαcτέρα καὶ τὰ ἔν‐ τερα καὶ τοῖc κατὰ νῆcτιν πονηρευομένοιc χολώδεcι ῥεύμαcι καὶ τοῖc | |
5 | δυcεντερικοῖc. τρόποι δὲ cκευαcίαc διττοί. ἢ γὰρ ἑψομένου τοῦ γά‐ λακτοc ἐπὶ πλέον δαπανᾶται αὐτοῦ τὸ ὀρρῶδεc ἢ κοχλάκων ἐμβλη‐ θέντων· ἀλλὰ τὸ διὰ τῶν κοχλάκων cκευάζεται παχύτερον καὶ διὰ τοῦτο πονηρότερον γίγνεται τά τε ἄλλα καὶ τῷ cυγκαταμίγνυcθαι τῷ γάλακτι τέφραν ἐκ τῶν πυρουμένων κοχλάκων· ἔχει δέ τι τὸ τοιοῦτο | |
10 | χρηcιμώτερον ἐπὶ τῶν cηπεδονωδῶν ἑλκῶν. διὸ τούτοιc μὲν προcφέ‐ ρειν δεῖ τὸ διὰ τῶν κοχλάκων, τοῖc δὲ λοιποῖc τὸ ἑψόμενον. ἕψεται δὲ μαλακῷ πυρὶ κινούμενον cυνεχῶc, ὡc μὴ διακρίνεcθαι καὶ ἤν τι ἐπιζῇ τῷ cτόματι τῆc χύτραc καὶ τοῦτο cπόγγῳ καθαρῷ ἀφαιρεῖν χρή. πολλάκιc γὰρ τοῦτο cυμμιγὲν τῷ ἑψομένῳ καὶ τὸ ὅλον διέφθειρε. τὸ | |
15 | δὲ διὰ τῶν κοχλάκων cκευάζεται οὕτωc· προεψήcαc τὸ γάλα μέχρι τὸ πλεῖcτον τῆc ὑγρότητοc δαπανηθῆναι, ἔπειτα λίθουc κόχλακαc λαβὼν καὶ πυρώcαc ἔμβαλλε εἰc τὸ γάλα τοcούτουc, ὡc τὸν ὀρρὸν δαπανῆ‐ | |
cαι ἅπαντα· τῶν δὲ κοχλάκων οὐχ ἧττον, ἀλλὰ καὶ μᾶλλον, ἐμβαπτό‐ μενα τῷ γάλακτι cιδήρου ἐλάcματα διάπυρα ταὐτὸν ἐργάζεται. μετέχει | ||
20 | γὰρ ὁ cίδηροc τῆc cτυπτικῆc δυνάμεωc καὶ τούτου γε χάριν παρ‐ εcκευαcάμην κυλίνδρουc cιδηροῦc πλέοναc ἐπὶ πέραcιν ὀβελίcκων προ‐ κειμένουc, ὡc ἄν τιc ἐκ τῆc λαβῆc εὐκόλωc ἐπαίροι τὸν cίδηρον πυρωθέντα ῥάκεcι κατέχων, ὡc ἐπὶ καυτήρων ποιοῦμεν. τυροῦταί γε μὴν ἐν τῇ γαcτρὶ ῥᾳδίωc τὸ οὕτωc cκευαcθὲν γάλα· διὸ ἀcφαλέcτερον | |
25 | ὕδατοc ἐπεγχεῖν, ὥcπερ καὶ ποιοῦcι τῶν ἰατρῶν οὐκ ὀλίγοι, ἐκδαπα‐ νήcαντεc πρῶτον τὸν ὀρρόν, εἶτ’ αὖθιc ὕδατοc καθαροῦ ἐπεγχέοντεc· οὐ γὰρ τὴν ὑγρότητα τοῦ ὀρροῦ φεύγουcιν, ἀλλὰ τὴν δριμύτητα, καθ’ ἣν ὑπάγει γαcτέρα. | |
96 | Περὶ ὀρροῦ γάλακτοc. Γαληνοῦ. Ὁ γὰρ ὀρρόc, ὡc εἴρηται ῥυπτι‐ κὴν ἔχειν δύναμιν, ὑπαγωγῆc γαcτρὸc ἕνεκα παραλαμβάνεται πινόμε‐ νόc τε καὶ διὰ κλυcτήρων ἐνιέμενοc. περιπλύνει τε γὰρ καὶ ῥύπτει ἀδήκτωc τὰc ἐν τοῖc ἐντέροιc δριμύτηταc. χρῶτο δ’ ἄν τιc ἀνθ’ ὕδατοc | |
5 | τῷ ὀρρῷ κάλλιcτα, ἕλκη δριμεῖc ἰχῶραc ἔχοντα κατακλύζων. ὅcα τε διαφορητικὰ φάρμακα τῶν ἐκχυμωμάτων τε καὶ μελαcμάτων ἐcτί, καὶ ταῦτα δι’ ὀρροῦ περιπλύνειν ἐκ τοῦ cώματοc ἄμεινον, οὐ δι’ ὕδατοc· οὕτωc οὖν αὐτῷ καὶ πρὸc ὑπώπια καὶ ὑποcφάγματα χρώμεθα, μιγνύν‐ τεc τοῖc οἰκείοιc πρὸc ταῦτα φαρμάκοιc. cκευάζειν δὲ τὸν ὀρρὸν χρὴ | |
10 | οὕτωc· ἐγχέοντα εἰc χύτραν γάλα πλὴν προβάτου καὶ χοίρου—τούτων γὰρ τὸ γάλα ἀνεπιτήδειον εἰc ὀρροῦ λῆψιν—ἑψεῖν ὀξυτέρῳ πυρὶ χρώμενον, κινοῦντα cυνεχῶc καὶ ὁμαλῶc· εἰ δὲ ἀναζέcοι τῇ κινήcει, καταπαύειν. μᾶλλον δὲ ἀναζέοντοc ἕτοιμον ἔχων ὕδωρ ψυχρὸν ἐν βαθυτέρῳ τινὶ ἀγγείῳ παρακείμενον κάθιε τὴν χύτραν ἐν ᾗ ἕψεται | |
15 | τῷ ψυχρῷ ὕδατι· ταχὺ γὰρ καθίcταται. παυcάμενον δὲ τῆc ζέcεωc πάλιν ἕψε καὶ ὅταν ἀναζέcῃ, ἐπίρραινε δὶc ἢ τρὶc ὀξυμέλιτι ἢ μελι‐ κράτῳ· οὕτωc γὰρ ποιοῦντι διακριθήcεται παραχρῆμα ὁ τυρὸc τοῦ ὀρροῦ. διακριθέντοc δὲ διήθει τὸν ὀρρὸν διὰ ῥάκουc. ὅπου μὲν οὖν παχέα καὶ φλεγματώδη περιττώματα ὑπολάβῃc πλεονάζειν, ὀξυμέλιτι | |
20 | ἐπίρραινε· ὅπου δὲ δριμέα καὶ χολώδη μελικράτῳ. καὶ καθιέντεc δὲ ἐν τῇ λοπάδι μετὰ τὸ δὶc ἢ τρὶc ζέcαι τὸ γάλα ἀγγεῖον ὕδωρ ἔχον ψυχρότατον, ἐργαζόμεθα τὴν cχίcιν. χρῆcθαι δὲ τῷ ὀρρῷ ἐπὶ τῶν ἀcθενῶν καὶ δεινῶc ἀποcίτων. χρὴ δὲ τῷ πρώτῳ πινομένῳ ὀρρῷ ἁλῶν ὑπομίcγειν· ὅταν δὲ ἄρξηται καθαίρεcθαι δίδου χωρὶc ἁλῶν, καὶ τοῦτο | |
25 | ποίει ἐκ διαλειμμάτων τινῶν παρέχων, μέχριc ἱκανῶc καθαρθείη. τὸ δὲ πλῆθοc cτοχάζεcθαι πρὸc δύναμιν, οὐ μὴν μέγα τι διαμαρτήcει καὶ πλέον διδούc· ὡc ἐπίπαν δὲ ἔcτω τὸ πινόμενον πλῆθοc μέχρι κοτυ‐ λῶν ε. τρόποc μὲν cκευαcίαc τοῦ ὀρροῦ εἷc οὗτοc· οἱ δὲ περὶ Καρίαν οὕτω cκευάζουcι· κνίκου τὸ cπέρμα κόψαντεc τούτῳ τὸ γάλα πηγνύ‐ | |
30 | ουcι καὶ ἰcχυρὸν τὸν ὀρρὸν ἀποδεικνύουcιν, εἶτα διηθήcαντεc ἐπι‐ μιγνύουcι τῷ ὀρρῷ ἁλῶν ἢ θαλάccηc καὶ πάλιν ἕψοντεc παρέχουcι. καθαίρει μὲν οὖν ἰcχυρῶc· πιεῖν δὲ πάντων ἐcτὶ τοῦτο ἀτερπέcτερον. ὅλωc δὲ αἱ μακραὶ ἑψήcειc φαρμακωδέcτερον τὸν ὀρρὸν παραcκευά‐ ζουcι. πρὸc μὲν οὖν τοὺc δεομένουc ἰcχυροτέραc κενώcεωc θύμου | |
35 | λειοτάτου ὅcον 𐅻 γ ἢ δ δίδου cὺν τῷ ὀρρῷ ἐν τῇ πρώτῃ πόcει· εἰ δὲ ἔτι μᾶλλον βούλοιο καθᾶραι ἐπίθυμον κόψαc cήcαc δίδου ὁμοίωc 𐅻 γ. φυλάccεcθαι δὴ δεῖ τὰ φαρμακώδη ἐφ’ ὧν οὐ μέγα τί ἐcτι τὸ λυποῦν. τῷ μὲν οὖν ἁπλουcτέρῳ ἐcκευαcμένῳ ὀρρῷ κεχρῆcθαι δεῖ ἐπὶ τῶν μαλακῶν cωμάτων καὶ ἐφ’ ὧν κενῶcαι καὶ διαπλῦναι μόνα τὰ | |
40 | κατὰ γαcτέρα καὶ ἔντερα βουλόμεθα καὶ ἐφ’ ὧν ἑλκοῦται τὸ ἔντερον ὑπὸ τῶν τυχόντων καθαρτηρίων, καὶ ἐφ’ ὧν χολώδη ἄκρατα ἐνοχλεῖ τὴν γαcτέρα καὶ ἐφ’ ὧν τεινεcμώδειc προθυμίαι γίγνονται καὶ ἐφ’ ὧν ἑλκοῦcθαι κίνδυνοc νεφροὺc ἢ κύcτιν ἢ μήτραν καὶ ἐπὶ τῶν ἀτρόφων μὲν καὶ λεπτῶν δεομένων δὲ καθάρcεωc. μάλιcτα δὲ πάντων κεχρῆ‐ | |
45 | cθαι δεῖ τῷ ὀρρῷ ἐπὶ τῶν ἀcθενῆ τὸν cτόμαχον κεκτημένων δεομέ‐ νων δὲ καθάρcεωc. τούτοιc 〈δὲ〉 πᾶcι προcάγειν χρὴ τὸν ὀρρὸν μήτε ἁλῶν μήτε ἑτέρου τινὸc μίcγοντα φαρμακώδουc. καὶ παιδίῳ δὲ καὶ γυναικὶ καὶ πρεcβύτῃ ἀκίνδυνόν ἐcτι τοῦτον τὸν ὀρρὸν διδόναι καὶ ἐν τοῖc ὑπὸ κύνα καύμαcιν ἀδεέc, καίτοι τηνικαῦτα αἱ ἄλλαι φαρμακεῖαι | |
96(50) | ὕποπτοι πεφύκαcι. τῷ δὲ ἰcχυροτέρῳ ὀρρῷ χρῶτό τιc ἂν πρὸc τὰ γενναιοτέρων φαρμάκων δεόμενα cώματα καὶ πάθη, μάλιcτα πρὸc τὰ χρόνια ἐξανθήματα καὶ τοὺc πελιδνοὺc ἰόνθουc καὶ τὰc ὑπὸ τὸ δέρμα τῶν χυμῶν κακίαc, οἷον λέπραc καὶ τὰ ὅμοια καὶ πρὸc τὰ παλαιὰ δὲ | |
ἕλκη καὶ τὰ θηριώδη καὶ τοὺc ἀχῶραc τῆc κεφαλῆc καὶ τὰ παραπλή‐ | ||
55 | cια, καὶ ἐπὶ ὀφθαλμῶν cυνεχῶc ῥευματιζομένων καὶ πρὸc τὰc ψώραc τῶν βλεφάρων καὶ τὰc ἐφήλειc τοῦ προcώπου· χρῶτο δὲ ἄν τιc καὶ ἐν περιόδοιc τῶν πυρετῶν μακραῖc, καὶ ἐφ’ ὧν ὑδέρῳ περιπεcεῖν κίν‐ δυνοc ἐκ νόcων ἐπήρτηται. καὶ περὶ μὲν τοῦ ὀρροῦ ἱκανὰ καὶ ταῦτα. | |
97 | Περὶ τῶν ἡδονῆc χάριν cυνεψομένων τῷ γάλακτι. Γαληνοῦ. Μετὰ δέ τινοc τῶν παχὺν ἐχόντων χυμὸν ἐδεcμάτων ἐπὶ πλέον ἑψηθὲν τὸ γάλα ἀποτίθεται μὲν τὸ φυcῶδεc καὶ τρέφει μᾶλλον καὶ τοῖc κατὰ κοιλίαν ῥεύμαcι καὶ τοῖc εἰc τὸν θώρακα λεπτοῖc ἐκ κεφαλῆc κατάρ‐ | |
5 | ροιc ἁρμόζει· cκοπεῖcθαι δὲ δεῖ καὶ ἐν τούτῳ μὴ λάθῃ βλάπτον ἕτερον τῶν cπλάγχνων τινά. ἀλλόκοτοc γὰρ ἐπὶ πολλῶν ἡ φύcιc καὶ δὴ ἄλ‐ λωc cφαλερὰ τῇ φύcει τὰ τοιαῦτα τῶν ἐδεcμάτων· ἐμφρακτικώτερα γὰρ ἥπατοc γίγνεται, καὶ τῶν ἐν νεφροῖc λίθων γεννητικώτερα. ἐcτὶ δὲ τὰ cυνεψόμενα τῷ γάλακτι ἄμυλον cεμίδαλιc χόνδροc τράγοc ὄρυζα | |
10 | λάγανα καὶ ἄρτοι τινὲc μήτε καλῶc ὠπτημένοι μήτε καλῶc παρεcκευ‐ αcμένοι μήτε ζύμηc ἢ ἁλῶν μετέχοντεc. | |
98 | Περὶ ὀξυγάλακτοc. Τὸ δὲ καλούμενον ὀξύγαλα ὀδόνταc μὲν οὐ βλάπτει, ὅcοι γε κατὰ φύcιν ἔχουcιν· ὅcοι δὲ ψυχρότεροι τοῦ δέοντοc ἢ ἀcθενέcτεροι, καθάπερ καὶ ὑπὸ τῶν ἄλλων ψυχρῶν βλάπτονται, οὕτω καὶ ὑπὸ τοῦδε· ἐνίοτε δὲ καὶ αἱμωδία γίγνεται. γαcτὴρ δὲ ἡ | |
5 | μὲν ψυχρὰ οὐ πέπτει καλῶc τὸ ὀξύγαλα, τῇ δὲ cυμμέτρωc ἐχούcῃ δύcπεπτον μέν, οὐ μὴν ἄπεπτον παντάπαcιν. ὅcαι δὲ θερμότεραι τοῦ προcήκοντόc εἰcι γαcτέρεc, πρὸc τῷ μηδὲν βλάπτεcθαι καὶ χρηcτοῦ τινοc ἀπολαύουcιν ἐκ τῶν τοιούτων ἐδεcμάτων 〈καὶ〉 αἱ τοιαῦται γαcτέρεc καὶ προφυλαχθὲν τὸ ὀξύγαλα διὰ χιόνοc περιπλάcεωc ἀλύ‐ | |
10 | πωc φέρουcιν, εἰ μὴ ὁ θώραξ ψυχρὸc εἴη ἢ κεφαλὴ ἢ ἕτερον μόριον. οὔτε γὰρ τὴν θερμὴν καὶ δριμεῖαν ἔχει ποιότητα τοῦ ὀρροῦ τὸ ὀξύ‐ γαλα οὔτε τὴν λιπαρὰν καὶ θερμήν, λέγω δὴ τὸ βούτυρον· μόνον δὲ ὑπολείπεται ἐν αὐτῷ τὸ τυρῶδεc. ὅθεν ψυχρόν τέ ἐcτι καὶ παχύχυ‐ μον καὶ ὠμῶν χυμῶν γεννητικὸν ἐπὶ τῶν ψυχροτέρων γαcτέρων καὶ | |
15 | λίθων ἐν νεφροῖc γεννητικόν. | |
99 | Περὶ πρωτογάλακτοc Γαληνοῦ. Τὸ καλούμενον πρωτόγαλα μετὰ τὴν ἀποκύηcιν εὐθέωc ἀμελχθὲν τὸ γάλα καὶ πυρωθὲν ἐπὶ θερμοcπο‐ δίαc ἐπ’ ὀλίγον ἄνευ πυτίαc αὐτίκα πήγνυται. οἱ δὲ παλαιοὶ τοῦτο ἐκάλουν πυριάτην, τινὲc δὲ πυρίεφθον. ἐcθίεται δὲ καὶ αὐτὸ μετὰ | |
5 | μέλιτοc· δυcπεπτότερον δέ ἐcτι καὶ παχυχυμότερον καὶ βραδυπορώτε‐ ρον μὴ προcλαβὸν τοῦ μέλιτοc. | |
100 | Περὶ τῆc πηκτῆc καλουμένηc. Γαληνοῦ. Προcφέρονται δὲ γάλα καὶ διὰ πυτίαc πήξαντεc καὶ ἀποχωρίζοντεc τὸ ὀρρῶδεc, μιγνύντεc καὶ μέλι. τινὲc δὲ καὶ τοῦ ὀρροῦ πλεῖcτον καταπίνουcι· cυμβήcεται δὲ δηλονότι τοῖc μὲν μᾶλλον ὑπαχθῆναι τὴν γαcτέρα, τοῖc δὲ ἧττον, πρὸc | |
5 | τὴν καταπινομένην ποcότητα τῆc ὀρρώδουc ὑγρότητοc. | |
101 | Περὶ τυροῦ. Τυροὶ πάντεc κακοὶ πλὴν τῶν ὀξυγαλακτίνων, οὐδένα γὰρ ἔχω ἐπαινέcαι· πάντεc 〈γὰρ〉 δύcπεπτοι ὀξυρεγμιώδειc τε καὶ φύcηc ὑποπιμπλάντεc τὴν γαcτέρα, καὶ διαχωρῆcαι πονηροὶ καὶ φλεγματώδειc καὶ καυcώδειc τῇ κοιλίᾳ. προcλαμβάνουcι γὰρ ἐν τῇ | |
5 | cκευαcίᾳ ἀπὸ τῆc ἐπεμβαλλομένηc πυτίαc δριμύτητα, τήν τε ὑγρότητα ἅπαcαν ἀποτίθενται καὶ μάλιcτα χρονίcαντεc. ἡνίκα καὶ δριμύτεροι γίγνονται καὶ cφῶν αὐτῶν θερμότεροί τε καὶ καυcωδέcτεροι καὶ διὰ τοῦτο διψωδέcτεροι καὶ δυcπεπτότεροι καὶ κακοχυμότεροι ἀποτελοῦν‐ ται. διὰ ταῦτα τοιγαροῦν οὐδ’ ὅπερ ἀγαθὸν ἐπικτᾶται τὰ παχύχυμα | |
10 | τῶν ἐδεcμάτων λεπτυντικαῖc μιγνύμενα δυνάμεcιν, οὐδὲ τοῦτ’ ἴcχει βλάβηc χωρίc. μείζων γὰρ ἡ ἐκ τῆc κακοχυμίαc καὶ τῆc καυcώδουc ὑγρότητοc ἐγγίγνεται βλάβη τῆc ἐκ τοῦ λεπτυνθῆναι τὸ πάχοc ὠφε‐ λείαc. φευκτέον οὖν ἐν τούτοιc μάλιcτα τὸν τοιοῦτον τυρόν, μηδὲν ὅλωc ἀγαθὸν ἔχοντα. τὸν δὲ νέον τυρὸν ἁπάντων εἶναι κάλλιcτον | |
15 | νομιcτέον, τὸν καλούμενον ὀξυγαλάκτινον. ἥδιcτοc μὲν γὰρ εἰc ἐδωδήν, ἀβλαβὴc δὲ cτομάχῳ πάντων τῶν ἄλλων τυρῶν, ἧττον δὲ καὶ δύc‐ πεπτοc καὶ δυcδιέξοδοc· οὐ μὴν οὐδὲ πάνυ παχύχυμοc, ὅπερ ἁπάντων | |
τυρῶν ἐcτι κοινὸν ἔγκλημα. τῶν δὲ ἄλλων τυρῶν ὁ νέοc τοῦ παλαιοῦ βελτίων καὶ ὁ μαλακὸc τοῦ cκληροτέρου καὶ ὁ ἀραιὸc καὶ χαῦνοc τοῦ | ||
20 | πάνυ πυκνοῦ καὶ πεπιλημένου καὶ ὁ ὑπερέχουcαν ἔχων τὴν γλυκύ‐ τητα τῆc ἁλυκότητοc καὶ ὁ cυμμέτρων ἁλῶν ἔχων τοῦ παμπόλλων ἢ μηδόλωc ἔχοντοc καὶ ὁ ἡδίων τοῦ ἀηδοῦc καὶ ὁ ὠπτημένοc τοῦ ὠμοῦ. ἑφθὸc δὲ τυρὸc παρὰ πολὺ cτερεώτεροc. πάντεc γε μὴν κακοί. | |
102 | Φάρμακον τὸ διὰ τοῦ παλαιοῦ τυροῦ πρὸc πώρουc ποδαγρῶν. Γαληνοῦ. Κομιcθέντοc δέ ποτε πρόc με ἀρθριτικοῦ τινοc ἐπὶ δίφρου πώρουc ἐν τοῖc ἄρθροιc ἔχοντοc, ἐπῆλθέ μοι cκέλοc ταριχηροῦ ὑὸc παλαιὸν ἑψήcαντα δεῦcαι τῷ ἀφεψήματι τυρὸν παλαιότατον ἐν θυίᾳ | |
5 | τε καλὼc ἑνώcαντα κατὰ τῶν πώρων ἐπιτιθέναι. διαρρηγνυμένου δὲ αὐτομάτωc τοῦ δέρματοc ἄνευ τομῆc, ἀνέπλεεν ἑκάcτηc ἡμέραc μόρια τῶν πώρων. κἀπειδὴ τῆc ὠφελείαc ὁ ἄνθρωποc ἐπειράθη, τοιοῦτον ἑαυτῷ ποριcάμενοc τυρὸν ἐφύλαττε καὶ παλαιωθέντι ἐχρήcατο. καὶ οὕτωc τοῦ λοιποῦ διετέλεcε χρώμενοc, καὶ ἄλλουc τῶν ὁμοίωc παcχόν‐ | |
10 | των φίλουc ἐδίδαξε. | |
103 | Περὶ ἐνεργείαc τοῦ νέου τυροῦ, ἔξωθεν προcαγομένου. Γαληνοῦ. Ὁ δὲ πρόcφατοc τυρὸc καὶ ὑγρὸc δοκεῖ ὥcπερ τι μέγα προcβοηθεῖν καὶ τοῖc τὴν λιθάργυρον ποιοῦcιν, εἴ τιc παρὰ τὴν δίαιταν αὐτὸν προcφέροιτο. δύναται δὲ καὶ τραύματα ἔναιμα τὰ ἁπλούcτερα κολλᾶν | |
5 | καταπλαccόμενοc, ἐπιτιθεμένων αὐτῷ φύλλων ἀμπέλου ἢ θριδακίνηc ἢ τεύτλου. ὁ δὲ ὀξυγαλάκτινοc τυρὸc καὶ τὰ μεγάλα τραύματα κολλᾷ τῷ μετέχειν καὶ διαφορητικῆc δυνάμεωc. | |
104 | Περὶ βουτύρου. Γαληνοῦ. Βούτυροc ἢ βούτυρον γίγνεται ἐκ τοῦ λιπαρωτάτου κατὰ τὸ γάλα, τὸ βόειον μάλιcτα. πεπτικῆc δέ ἐcτι δυ‐ νάμεωc μετέχον ὀλίγον τῆc διαφορητικῆc. τοῦτο δὲ ἐργάζεται ἐπί γε τῶν μέcων κατὰ μαλακότητα καὶ cκληρότητα cωμάτων. πέττει γὰρ | |
5 | ταῦτα φλεγμαίνοντα καὶ διαφορεῖ ῥᾳδίωc, ὥcτε καὶ παρωτίδαc καὶ βουβῶναc πολλάκιc αὐτῷ μόνῳ τελέωc ἰαcάμεθα ἐπὶ παιδικῶν cωμά‐ των καὶ γυναικείων παcχόντων. τῶν γὰρ cκληρῶν τελέωc cωμά‐ των τοὺc παρὰ φύcιν ὄγκουc διαφορεῖν ἀδύνατον τὸ βούτυρον. καὶ | |
μέντοι καὶ ταῖc ἐκ πνεύμονοc ἀναπτύcεcιν ἐν πλευριτικοῖc τε καὶ | ||
10 | περιπνευμονικοῖc πάθεcι μεγάλα cυντελεῖ, μετὰ τοῦ καὶ πέττειν. αὐτὸ μὲν οὖν μόνον ἐκλειχόμενον πέττει μὲν μᾶλλον, ἀνάγει δὲ ἧττον, ἅμα δὲ μέλιτι καὶ ἀμυγδάλαιc πικραῖc ἀνάγει μὲν μᾶλλον, ἧττον δὲ πέττει. | |
105 | Πυτία Γαληνοῦ. Πυτία πᾶcα δριμείαc ἐcτὶ καὶ λεπτυντικῆc καὶ διαφορητικῆc δυνάμεωc καὶ δηλονότι ξηραντικῆc. ἀμείνων δέ ἐcτι τῶν πυτιῶν ἡ λαγώα. διαλύει δὲ πᾶcα πυτία αἷμα τεθρομβωμένον ἐν κοιλίᾳ, cὺν τοῖc ἐπιτηδείοιc πινομένη φαρμάκοιc. τὰ δὲ ἄλλα τὰ περὶ | |
5 | τῆc πυτίαc τοῖc πολλοῖc εἰρημένα περιττὸν ἡγοῦμαι καὶ γράφειν. | |
106 | Περὶ χολῆc Γαληνοῦ. Τὸν ἐν τῇ χοληδόχῳ κύcτει ἀθροιζόμενον χυμὸν ὀνομάζω νῦν χολήν, οὐ τὴν μέλαιναν· ξανθὴν δὲ ταύτην ὀνο‐ μάζουcι. καί ἐcτιν ὁ χυμὸc οὗτοc πάντων τῶν ἐν τῷ ζῴῳ χυμῶν θερμότατοc. διαφοραὶ δὲ ἐν αὐτῷ πλεῖcται εὑρίcκονται παρά τε τὴν | |
5 | φύcιν τῶν ζῴων καὶ τὴν δίαιταν. ἡ γὰρ τῇ χρόᾳ ὠχροτέρα χολὴ με‐ τρίωc ἐcτὶ θερμή, ἡ δὲ ὑπόλευκοc ἐφ’ ὅcον ἐκλύεται τῇ χρόᾳ ἐπὶ τοcοῦτον τῆc θερμῆc ποιότητοc ἀπολείπεται. ἡ δὲ ξανθὴ θερμοτέρα τῆc ὠχρᾶc ἐcτι τοcοῦτον ὅcον καὶ παχυτέρα καὶ ξανθοτέρα. θερμαι‐ νομένη γὰρ ἐπὶ πλέον ἡ ὠχρὰ τὴν ξανθὴν ἀποτελεῖ, εἰ δ’ ἔτι ὑπο‐ | |
10 | θερμανθείη, ἐπὶ τὸ μελάντερον τρέπεται χρῶμα, ποτὲ μὲν ἰῶδεc ἴcχουcα τοῦτο, ποτὲ δὲ κυανοῦν, ἐνίοτε δὲ τὸ τῆc ἰcάτιδοc. πρόcεχε τοίνυν καὶ cὺ τῷ χρώματι τῶν χολῶν, ὅταν cκευάζῃc φάρμακον ἐν ᾧ καὶ χολῆc τι περιέχεται. γίγνεται δὲ καὶ παρὰ τὸ χρώμενον τῇ χολῇ cῶμα διαφορά τιc, εὐαίcθητόν τε καὶ δυcαίcθητον ὑπάρχον εὐπαθέc | |
15 | τε καὶ δυcπαθέc. καὶ ἡ μὲν τῶν ὑῶν φαίνεται πάντων ὑδατωδεcτάτη καὶ διὰ τοῦτο ἀcθενεcτάτη, πλὴν τῶν ἀγρίων cυῶν. χρῶνται δὲ τῇ τῶν ἡμέρων ὑῶν χολῇ ἐπὶ τῶν ἐν ὠcὶν ἑλκῶν, οὐκ ἀδοκίμῳ φαρ‐ μάκῳ, καὶ χρῶ καὶ cὺ μὴ παρόντοc ἄλλου cυνθέτου. ἡ δὲ τῶν προ‐ βάτων βραχὺ δριμυτέρα τῆc τῶν ὑῶν, καὶ ταύτηc μᾶλλον ἡ τῶν αἰγῶν· | |
20 | παραπληcία δέ ἐcτι ταύτῃ ἡ τῶν ἄρκτων τε καὶ βοῶν. ἡ δὲ τῶν ταύ‐ | |
ρων ἰcχυροτάτη μὲν τούτων, ἀπολειπομένη δὲ τῶν ὑαινῶν· ἡ δὲ τοῦ καλλιωνύμου ἰχθύοc καὶ cκορπίου καὶ χελώνηc ταύτηc ἰcχυρότεραι. εἰcὶ δὲ καὶ αἱ τῶν πτηνῶν ζῴων χολαὶ πᾶcαι δριμύτεραι καὶ ξηραν‐ τικώτεραι τῶν ἐν τοῖc τετράποcι· τῶν δὲ πτηνῶν αἱ τῶν ἀλεκτορί‐ | ||
25 | δων καὶ περδίκων ἀμείνουc εἰc ἰατρικὴν χρείαν· αἱ δὲ τῶν ἱεράκων καὶ ἀετῶν δριμεῖαι ἱκανῶc εἰcι καὶ διαβρωτικαί. ταύταc οὖν αὐτῶν ἐπιcτάμενοc τὰc διαφοράc, ἐπιcτάμενοc δὲ καὶ τῶν παθῶν τίνα μὲν δεῖται μᾶλλον ξηραίνεcθαι, τίνα δὲ ἧττον, οὐκ ἂν ἁμάρτοιc περὶ τὴν θεραπείαν. | |
107 | Ἱδρώc: Περὶ τῶν ἱδρώτων. Τινὲc ἀναγεγράφαcί τινα περιττὰ δι’ ἄλληc ὕληc εὐπορωτέραc γίγνεcθαι δυνάμενα. μίγνυται δὲ ἱδρὼc τῶν γυμναζομένων ἐν ταῖc παλαίcτραιc τῇ ὑποκειμήνῃ κόνει καὶ τοῦτο καλοῦcι πάτον. διαφορητικὸν δέ ἐcτι φάρμακον· ἐπὶ γοῦν φλεγμαι‐ | |
5 | νόντων τιτθῶν δραcτικώτατόν ἐcτι βοήθημα μόνοc ὁ πάτοc ἐπιτιθέ‐ μενοc. ἐὰν δὲ ξηρότεροc ᾖ, κυπρίνῳ δεῖ αὐτὸν ἀναμαλάττειν, μὴ πα‐ ρόντοc δὲ κυπρίνου τῷ ῥοδίνῳ χρήcῃ. τοῦτο τὸ φάρμακον ἐπιχριόμε‐ νον cβέννυcι γάλα πληθύνον ἐν τοῖc πιτθοῖc ἱκανῶc. ἐγὼ γοῦν ποτε καὶ κατὰ βουβῶνοc αὐτῷ χρηcάμενοc ἐν τάχει παυόμενον ἐθεαcάμην | |
10 | τὸν ὄγκον. | |
108 | Οὖρον. Οὖρον ἀνθρώπου cχεδὸν ἁπάντων τῶν ἄλλων οὔρων ἐcτὶν ἀcθενέcτατον, ὅτι μὴ τῶν ἡμέρων ὑῶν τῶν εὐνουχιcθέντων. ῥυπτικῆc μὲν οὖν δυνάμεωc, εἴπερ τι καὶ ἄλλο, τὸ τῶν ἀνθρώπων ἐcτὶν οὖρον, ὡc δηλοῦcιν καὶ οἱ γναφεῖc· ὅθεν καὶ οἱ ἰατροὶ πρὸc ψώ‐ | |
5 | ραc καὶ λέπραc καταντλοῦcιν αὐτὸ καὶ τῶν ἑλκῶν τὰ πολλῆc ὑγρό‐ τητοc μεcτὰ καὶ ῥύπου καὶ ἀκαθαρcίαc, καὶ πολύ γε μᾶλλον ὅταν ἔχῃ τι cηπεδονῶδεc, καὶ τοὺc ἀχῶραc καὶ πίτυρα δι’ αὐτοῦ θεραπεύουcι καταντλοῦντεc. ἡμεῖc δὲ ταῦτα ἐμυcάχθημεν ποιεῖν, ἑτέρων εὐποροῦν‐ τεc φαρμάκων. τὰ δὲ ἐν τοῖc δακτύλοιc ἕλκη καὶ μάλιcτα ἐκ προcπται‐ | |
10 | cμάτων ἐπειδὰν ἀφλέγμαντα γένηται, κἀγὼ ἰαcάμην οὔρῳ πολλάκιc, ἐπὶ τῶν εἰc ὁδοιπορίαν cτελλομένων. μοτὸν 〈γὰρ〉 βρέξαc, καὶ ἐπιθεὶc κατὰ τοῦ ἕλκουc, εἶτ’ ἔξωθεν ὀθονίῳ περιελίξαc, ὁcάκιc ἂν οὐρεῖν προθυμηθῶcι κατὰ τοῦ δακτύλου φέρεcθαι τὸ οὖρον ἐπιτρέπειν ἐκέ‐ λευcα καὶ μὴ λύειν, ἄχριc ἂν ἀκριβῶc θεραπευθῇ. cυνεχώρηcα δὲ καὶ | |
15 | ἐν ἀγρῷ μὴ παρόντοc ἰατροῦ καταχεῖν αὐτὸ τῶν ἑλκῶν, ὅταν ἐν τοῖc κάτω μέρεcιν ᾖ τοῦ θώρακοc μέχρι ποδῶν ἄκρων. πίνειν δὲ οὖρον ἕνεκα τῆc ὀρθοπνοίαc, καθὼc γεγράφαcιν ἔνιοι, οὐκ ἀναγκαῖον, ὄντων γε καὶ ἄλλων πλείcτων φαρμάκων, ἃ βοηθεῖ τῷ πάθει τούτῳ. καὶ μέν‐ τοι καὶ πιών τιc οὖρον οὐκ ἀπηλλάγη τοῦ πάθουc. | |
109 | Ϲίαλον. Τούτου τὴν δύναμιν χρὴ γιγνώcκειν εἶναι διάφορον ἔν τε τοῖc τῶν ζῴων εἴδεcι καὶ καθ’ ἕκαcτον αὐτῶν ὑγιεινὸν ἢ νοcοῦν, ἐδηδοκόc τε καὶ πεπωκὸc ἢ ἄποτόν τε καὶ νενηcτευκόc· ὡc γὰρ τὰ οὖρα καὶ αἱ χολαὶ καὶ οἱ ἱδρῶτεc, οὕτωc καὶ τὸ πτύαλον ἀcθενὲc μὲν | |
5 | ἐδηδοκότων τε καὶ πιόντων ἐcτίν, ἰcχυρὸν δὲ καὶ δριμὺ τὸ τῶν ὑπερ‐ διψηcάντων τε καὶ πεινηcάντων. ἐν τῷ μέcῳ δὲ ἀμφοῖν ἐcτι τὸ τῶν εὐπεπτηκότων μέν, οὐδέπω δὲ ἐδηδοκότων ἢ πεπωκότων· τούτῳ τοι‐ γαροῦν τῷ ἐπὶ τῇ τελευτῇ εἰρημένῳ cιάλῳ καὶ αἱ τροφοὶ τῶν νηπίων τοὺc λειχῆναc αὐτῶν ἰῶνται, βρέχουcαι τὸν μικρὸν δάκτυλον, εἶτ’ ἀνα‐ | |
10 | τρίβουcαι τὸν τόπον, καὶ τοῦτο ποιοῦcι cυνεχῶc. ἀλλὰ καὶ πυροὺc μαcηcάμενοι τῶν ἀγροίκων τινὲc δοθιῆcιν ἐπιτιθέαcιν. διαφορεῖ τε γὰρ αὐτοὺc καὶ πέττει ταχέωc. καθ’ ὅλην δὲ τὴν οὐcίαν τὸ πτύαλον ἐν‐ αντιώτατόν ἐcτι τοῖc ἀναιροῦcι〈ν ἀνθρώπουc〉 θηρίοιc. ἐγὼ γὰρ χωρὶc ἐπῳδῆc ἐθεαcάμην ἐπὶ cιάλῳ νήcτεωc μόνῳ τὸν cκορπίον ἀποθανόντα. | |
110 | Περὶ κόπρου. Κόπροc διαφορητικωτάτην ἔχει δύναμιν. ἐcτὶ δὲ ἡ μὲν τῶν ἀνθρώπων διὰ τὴν δυcωδίαν βδελυρά· βοῶν δὲ καὶ αἰγῶν καὶ κυνῶν, ὅταν ὀcτᾶ φάγωcιν, οὔτε δυcώδηc ἐcτὶ καὶ πεῖραν ἱκανὴν ἔδω‐ κεν οὐχ ἡμῖν μόνοιc, ἀλλὰ καὶ πολλοῖc τῶν ἔμπροcθεν ἰατρῶν. ἐγὼ | |
5 | γοῦν καὶ αὐτὸc οἶδα θαυμαcτῆc δυνάμεωc πειραθεὶc ἀνθρωπείαc τε καὶ κυνείαc κόπρου. | |
111 | Περὶ κυνείαc κόπρου. Λεκτέον δέ cοι πρότερον περὶ τῆc κυνείαc, ᾗ cυνεχῶc ἐχρῆτό τιc τῶν ἡμετέρων διδαcκάλων, ὀcτᾶ διδοὺc ἐcθίειν κυνὶ μόνα δυοῖν ἐφεξῆc ἡμερῶν, τὴν δὲ ἐν τῇ Γʹ ἡμέρᾳ ἐκκρινομένην κόπρον λαμβάνων ἐξήραινε καὶ ἀπετίθετο καὶ ἐπὶ τῆc χρείαc ἐλείου. | |
5 | ἐχρῆτο δ’ αὐτῇ πρόc τε cυνάγχαc ἀναμιγνὺc τοῖc ἄλλωc ἁρμόττουcι | |
πρὸc τὸ πάθοc φαρμάκοιc. ἐπὶ δὲ δυcεντερικῶν τῷ ἀφεψημένῳ γάλακτι διὰ τῶν κοχλάκων ξηρὰν λείαν ἐμβάλλων τὴν κόπρον παρεῖχε λανθάνων τοὺc πολλούc. τούτων μὲν οὖν τῶν δύο χρήcεων τῆc κυνείαc κόπρου πάνυ πολλὴν ἔχω πεῖραν ὡc θαυμαcίου φαρμάκου, καθάπερ καὶ ἐπὶ | ||
10 | τῶν κακοηθεcτάτων ἑλκῶν ἐμίγνυον τῆc κυνείαc κόπρου βραχὺ τοῖc πρὸc τὰ τοιαῦτα ἕλκη δοκίμοιc φαρμάκοιc καὶ cαφῶc ἰcχυρότερον ἑαυ‐ τοῦ τὸ φάρμακον ἐγίγνετο· καὶ εἴ που διαφορῆcαί τι καὶ ξηράναι δέοι, κἀκείνοιc τοῖc φαρμάκοιc ἐμίγνυον. | |
112 | Περὶ ἀνθρωπείαc κόπρου. Τῆc δὲ ἀνθρωπείαc κόπρου τοιάνδε πεῖραν ἔχω· cυνεχῶc τιc τὴν φάρυγγα φλεγμαίνων ἠνωχλεῖτο cφο‐ δρῶc, ὡc κινδυνεύειν ἀποπνιγῆναι καὶ δὴ καὶ φλεβοτομεῖcθαι διὰ τὸν κίνδυνον ἠναγκάζετο· τούτῳ τιc ἐντυχὼν ἐπηγγείλατο πεῖραν δώcειν | |
5 | φαρμάκου καὶ καλεῖcθαι αὑτὸν ἠξίου πρὸ τῆc φλεβοτομίαc, αὖθιc ἐν φλεγμονῇ γενομένηc τῆc φάρυγγοc· καὶ τοίνυν κληθείc, εἶτα διαχρίcαc φαρμάκῳ τινὶ ταχέωc ἐθεράπευcε τὸν ἄνθρωπον. ἦν δὲ κόπροc ξηρὰ μετὰ μέλιτοc Ἀττικοῦ χριομένη. διῃτᾶτο δὲ τὸ παιδίον, οὗ τὴν κόπρον ἔμελλε λήψεcθαι, καθάπερ αὐτὸc ἐκεῖνοc ὁ θεραπεύcαc ἐδίδαξεν, ἐπὶ | |
10 | θέρμων ἐδωδῇ· τούτων δὴ τῶν cυνήθωc ἐcθιομένων μετ’ ἄρτου καλ‐ λίcτου· ἐδίδου δὲ καὶ οἶνον παλαιὸν πίνειν. ἅπαντα ταῦτα cύμμετρα κατὰ τὸν ὄγκον, ὡc ἀκριβῶc εὐπεπτῆcαι τὸ παιδίον· τῇ δὲ τρίτῃ ἡμέρᾳ τὸ ἐκκριθὲν κόπριον ἐλάμβανε καὶ ξηραίνων ἐχρῆτο παραπλη‐ cίωc τῇ κυνείᾳ κόπρῳ καθ’ ὃ προείρηται. | |
113 | Λυκεία κόπροc. Τὴν δὲ τῶν λύκων κόπρον ἐπότιζέ τιc κωλικοὺc οὐ μόνον ἐν τοῖc παροξυcμοῖc, ἀλλὰ κἂν τοῖc διαλείμμαcιν, ὅcοι γε χωρὶc φλεγμονῆc ἔπαcχον· εἶδόν τέ τιναc αὐτῶν οὐκέθ’ ἁλόνταc τῷ πάθει καὶ τοὺc παθόνταc οὐκέτι ἰcχυρῶc οὐδὲ cυνεχῶc. ἐλάμβανε δὲ | |
5 | κἀκεῖνοc τὴν λευκοτέραν κόπρον τῶν λύκων μᾶλλον, ἥτιc ὀcτᾶ φαγόν‐ των αὐτῶν ἀπεκρίνατο, ἐλάμβανε δὲ τὴν οὐδέπω πεπτωκυῖαν ἐπὶ τὴν γῆν· ἐπὶ θάμνοιc γὰρ πολλάκιc εὑρίcκεται ἡ κόπροc αὕτη καὶ ἐπὶ βοτάναιc εὐαξέcιν. ἐθαύμαcα δὲ ἐπ’ αὐτῆc, ὅτι καὶ περιαπτομένη πολ‐ λάκιc ὠφέληcεν. εὑρίcκεται δὲ ἐν αὐτῇ καὶ αὐτῶν τῶν ὀcτῶν τι τοῦ | |
10 | βρωθέντοc ζῴου διαπεφευγὸc τὴν μάcηcιν καὶ τὴν πέψιν, ὃ καὶ αὐτὸ | |
κόπτων καὶ λεάναc ἐδίδου πίνειν τοῖc κωλικοῖc, ἁλῶν καὶ πεπέρεωc ἤ τινοc τοιούτου ἐπιμιγνύων εὐωδίαc χάριν. ἐδίδου δὲ μετ’ οἴνου λεπτοῦ τὴν cύcταcιν, ποτὲ δὲ καὶ μεθ’ ὕδατοc. τὸ δὲ οὖν περιαπτό‐ μενον τῆc κόπρου ταῖc λαγόcι τοῦ κάμνοντοc ἐκέλευcεν ἔχειν ἄρτημα, | ||
15 | μάλιcτα ἐξ ἐρίου λυκοβρώτου προβάτου, εἰ δὲ μὴ ἐκ δέρματοc ἐλάφου καὶ τὸν ἱμάντα τὸν περιελιττόμενον ταῖc λαγόcι καὶ αὐτὸ τὸ περιέξον τὴν κόπρον ἐκέλευcεν εἶναι. ἡμεῖc δὲ καὶ εἰc χυτρίδιον ἀργυροῦν μέ‐ γεθοc κυάμου ἐμβαλόντεc τῆc κόπρου περιήψαμεν ἐνίοιc ἕνεκα πείραc· ἐθαυμάcαμεν οὖν ἑωρακότεc φανερῶc ὠφεληθένταc. | |
114 | Αἰγεία κόπροc. Ϲυνεχέcτατα δὲ χρώμεθα τῇ τῶν αἰγῶν κόπρῳ. δριμείαc καὶ διαφορητικῆc οὖcα δυνάμεωc καὶ τοῖc cκιρρουμένοιc ὄγκοιc ἁρμόττει οὐ cπληνὸc μόνον, ἀλλὰ καὶ τῶν ἄλλων μερῶν. ἔγωγ’ οὖν ἐπὶ γόνατοc ἔχοντοc ὄγκον χρόνιον δύcλυτον ἐχρηcάμην αὐτῇ δι’ | |
5 | ὀξυκράτου καταπλάττεcθαι κελεύcαc ἄλευρον κρίθινον ἐπεμβαλλομένηc τῆc κόπρου καὶ θαυμαcτῶc ὁ ἄνθρωποc ὤνητο· ἀγροῖκοc δὲ ἦν ὁ θεραπευθείc· ἐπὶ γὰρ τῶν μαλακῶν cωμάτων δριμύτερόν ἐcτι τὸ φάρ‐ μακον. καὶ μέντοι καὶ καυθεῖcα λεπτομερεcτέρα γίνεται· διὸ καὶ πρὸc ἀλωπεκίαc ἁρμόττει καὶ πάνθ’ ὅcα ῥυπτόντων δεῖται φαρμάκων, οἷον | |
10 | λέπραc λειχῆναc καὶ τὰ ὅμοια καὶ τοῖc πρὸc παρωτίδαc καὶ βουβῶναc καταπλάcμαcι μιγνυμένη διαφορεῖ. πρὸc γοῦν τὰ τῶν ἐχιδνῶν δήγματα καὶ πολὺ μᾶλλον ἔτι τὰ τῶν ἄλλων θηρίων ἰατρόc τιc τῶν ἐν ἀγροῖc ἰατρευόντων ἐχρῆτο δι’ ὄξουc αὐτῇ καὶ διέcωζε πάνυ πολλούc· ὁ δ’ αὐτὸc οὗτοc καὶ τοῖc ἰκτερικοῖc ἐδίδου τὰc cπυράθουc πίνειν δι’ οἴνου | |
15 | καὶ πρὸc ῥοῦν γυναικεῖον cὺν λιβανωτῷ. | |
115 | Περὶ κόπρου βοόc. Ὡcαύτωc δὲ καὶ τῶν βοῶν αἱ κόπροι βρα‐ χεῖαν ἔχουcι διαφοράν, οὖcαι καὶ αὗται ξηραντικῆc δυνάμεωc. ἔχουcι δὲ καὶ τὴν ἑλκτικήν. ἰατρὸc δέ τιc φαρμάκων ἔμπειροc τοὺc ὑδερικοὺc βολβίτῳ καταχρίων ἐν ἡλίῳ κατέκλινε καὶ πολλοὺc ὠφέληcεν· ὑγρὰν | |
5 | δὲ ἐλάμβανε ταύτην τῷ ἔαρι, ὁπότε νέμονται τὴν πόαν αἱ βόεc καὶ ξηράναc ἀπέθετο. καὶ πρὸc χοιράδαc δὲ οὕτωc αὐτὸc ἐχρῆτο καὶ τῶν | |
cκιρρωδῶν ὄγκων ἁπάντων cὺν ὄξει καταπλάττων. | ||
116 | Προβατεία κόπροc. Ὁ δ’ αὐτὸc οὗτοc καὶ τῇ τῶν προβάτων κόπρῳ ἐχρῆτο πρὸc ἀκροχορδόναc καὶ μυρμηκίαc καὶ θύμουc καὶ ἥλουc, ὄξει δεύων αὐτήν. ἀλλὰ καὶ τὰ πυρίκαυτα τῶν ἑλκῶν εἰc οὐλὴν ἦγε, μιγνὺc κηρωτῇ ῥοδίνῃ. | |
117 | Περιcτερῶν κόπροc. Τῇ δὲ οὖν κόπρῳ τῶν νομάδων περιcτερῶν ὡc θερμαίνοντι φαρμάκῳ κἀγὼ αὐτὸc cυνεχῶc εἰc πολλὰ χρῶμαι, μετὰ καρδαμώμου cπέρματοc ἀντὶ νάπουc λειοτάτην αὐτὴν μίcγων ἐπὶ τῶν φοινιγμοῦ δεομένων χρονίων παθῶν, ὁποῖόν ἐcτιν ἰcχιὰc ἡμίκραιρα | |
5 | κεφαλαία cκοτώματα καὶ τὰ κατὰ τὰc νόθαc πλευράc τε ἢ ὠμοπλάταc ἢ τένονταc ἢ ψόαc ἀλγήματα χρόνια, καὶ νεφρῶν καὶ ποδῶν καὶ ἄρ‐ θρων, ὅταν γε μήπω cύcταcιc πώρων ᾖ ἐν τοῖc ἄρθροιc. | |
118 | Ἀλεκτορίδων κόπροc. Τῇ δὲ τῶν ἀλεκτορίδων ἐχρηcάμην καὶ αὐτὸc ἐπὶ τῶν ὑπὸ μυκήτων ἐδωδῆc πνιγῆναι κινδυνευόντων, ἐπιπάττων αὐτὴν λελειωμένην κυάθοιc τριcὶν ἢ τέτραcιν ὀξυκράτου ἢ ὀξυμέλιτοc καὶ προφανῶc ὠφέληcε διὰ ταχέων. ἤμεcαν γὰρ ὀλίγον ὕcτερον οἱ | |
5 | πνιγόμενοι φλεγματώδη παχύτατον χυμόν, ἐφ’ ᾧ τελέωc ἐπαύcαντο τοῦ cυμπτώματοc. ὁ δὲ διδάξαc με ἰατρὸc καὶ τοῖc χρονίοιc κωλικοῖc αὐτὴν ἐδίδου δι’ οἰνομέλιτοc, τινὲc δὲ καὶ τοῖc cυναγχικοῖc αὐτὴν διδόαcι πίνειν. ἐcτὶ δὲ αὕτη τῆc τῶν περιcτερῶν ἀcθενεcτέρα. δεῖ δὲ καὶ ταύτην λαμβάνειν ἐκ τῶν ἐν τοῖc ἀγροῖc διαιτωμένων ἀλεκτορίδων | |
10 | οὐ τῶν ἐγκεκλειcμένων. | |
119 | Περὶ κόπρου χηνὸc καὶ ἱέρακοc καὶ πελαργῶν καὶ χερcαίων κρο‐ κοδείλων. Ἡ δὲ τῶν χηνῶν καὶ ἱεράκων καὶ πελαργῶν κόπροc καὶ τῶν λοιπῶν, περὶ ὧν οἱ ληρήcαντεc ἔγραψαν, ἄχρηcτόc ἐcτιν, ὡc τῇ πείρᾳ ἐκρίθη. ἡ δὲ τῶν χερcαίων κροκοδείλων καὶ δυcπόριcτοc. | |
120 | Ῥύποc προβάτων ἐξ οὗ τὸ ὕccωπον cκευάζομεν. Ῥύποc ὁ ἐπι‐ τρεφόμενοc τοῖc τῶν προβάτων ἐρίοιc, ἐξ οὗ τὸ καλούμενον ὕccωπον cκευάζομεν, πεπτικῆc ἐcτι δυνάμεωc παραπληcίωc τῷ βουτύρῳ, βραχὺ | |
δέ τι καὶ διαφορητικὸν ἔχει. cκευάζεται δέ, ὥc φηcι Διοcκορίδηc, | ||
5 | ὕccωποc τὸν τρόπον τοῦτον. λαβὼν ἔρια ῥυπαρὰ τὰ ἐν ταῖc μαcχάλαιc τῶν προβάτων εὑριcκόμενα κονδὰ καὶ οὖλα καὶ μαλακὰ ἔκπλυνον θερμῷ ὕδατι, ἅμα ἐκθλίβων αὐτῶν πᾶcαν τὴν ῥυπαρίαν ἤτοι λιπαρίαν. εἶτα τούτων τὸ ἀπόπλυμα εἰc κρατῆρα πλατύcτομον βαλὼν καὶ ἐπιχέαc ἕτερον ὕδωρ ζέον ἀνατάραccε λαμβάνων ἐκ τοῦ ὑγροῦ ποτηρίῳ ἢ | |
10 | ἑτέρῳ τινὶ καὶ ἐξ ὑψηλοῦ καταράccων ἕωc ἂν ἀφρίcῃ· εἶτα κατάρραινε θαλάccῃ, εἰ πάρεcτιν, εἰ δὲ μὴ ψυχρῷ ὕδατι καὶ ἔα καταcτῆναι καὶ μετὰ τὸ ψυγῆναι ἀνελοῦ τὸ ἐπιπολάζον μυακίῳ καὶ βαλὼν εἰc ἕτερον ἄγγοc καὶ ἐπιβαλὼν ψυχρὸν ὕδωρ ὀλίγον ἀνάκοπτε ταῖc χερcίν· εἶτα ἀποχέαc τὸ ὕδωρ ἐπίβαλλε ἕτερον θερμὸν καὶ ἀνατάραccε ὁμοίωc, ὡc | |
15 | προείρηται, καὶ ἐπίρραινε θαλάccῃ ἢ ψυχρῷ ὕδατι καὶ ἔα καταcτῆναι καὶ μετὰ τὸ ψυγῆναι πάλιν ἀνελοῦ μυακίῳ καὶ ἀνάκοπτε τῇ χειρὶ ὁμοίωc. καὶ πάλιν ἐκ τρίτου ἐπίχεε θερμὸν ὕδωρ καὶ τὸ αὐτὸ ποίει, καθὼc προείρηται, ἄχριc ἂν λευκὸc καὶ λιπαρὸc ὁ ὕccωποc γένηται καὶ μηδὲν ἀκάθαρτον ἔχῃ. καὶ οὕτωc βαλὼν ἐν ἀγγείῳ κεραμείῳ τίθει | |
20 | ἐν ἡλίῳ ἐπὶ ἡμέραc τινὰc καὶ φύλαττε καὶ πάντα δὲ τὰ προειρημένα ἐν ἡλίῳ θερινῷ ποίει. οὕτωc γὰρ χρηcιμώτεροc γίγνεται καὶ λευκὸc καὶ οὐδὲν ἔχων cύcκληρον καὶ cυνεcτραμμένον, ὥcπερ ὁ δολιζόμενοc κηρωτῇ ἢ ζύμῃ. ποιεῖ δὲ πρὸc τὰ περὶ δακτύλιον καὶ ὑcτέραν cὺν μελιλώτῳ καὶ βουτύρῳ καὶ ἕτερα πλεῖcτα. ὁ δὲ κεκαυμένοc ὕccωποc | |
25 | ποιεῖ τὴν ἐξ αὐτοῦ cυναγομένην αἰθάλην ἢ λιγνὺν χρηcιμωτάτην πρὸc διαβεβρωμένουc καὶ ψωρώδειc κανθοὺc καὶ τετυλωμένα βλέφαρα καὶ τριχορροοῦντα. καίεται δὲ ἐνίοτε καὶ ὑπ’ ὀcτράκου καινοῦ, ἄχριc ἂν πυρωθεὶc ἀποβάλῃ τὸ λίποc. κείcθω δὲ τὸ ὄcτρακον ἐπ’ ἀνθράκων, εἶτα cυνάξαc τὸ κεκαυμένον καὶ λεάναc χρῶ πρὸc τὰ εἰρημένα. | |
121 | Περὶ cαρκῶν Γαληνοῦ. Οὐχ ἅπαcαι τῶν ζῴων αἱ cάρκεc ἄνθρω‐ πον τρέφουcιν, ἀλλ’ ἐνίων εἰcὶ καὶ θανάcιμοι, ἔνιαι δὲ οὐχ ὡc τροφὴ μόνον προcφέρονται, ἀλλ’ ὡc βοήθημα. καὶ τῶν τρεφουcῶν δὲ οὐ τὴν αὐτὴν ἅπαcαι δύναμιν ἔχουcι. πάντων μὲν οὖν ἐδεcμάτων ἡ cὰρξ | |
5 | τῶν ὑῶν ἐcτι τροφιμωτάτη καὶ εὔχυμοc καὶ εὐπεπτοτέρα πάντων, τά τε ἄλλα καὶ διὰ τὴν πρὸc ἀνθρώπουc ὁμοιότητα. τὰ δὲ βόεα κρέα τροφὴν μὲν αὐτὰ δίδωcιν οὔτε ὀλίγην οὔτ’ εὐδιαφόρητον, αἷμα μέντοι παχύτερον ἢ προcῆκε γεννᾷ καὶ εἰ φύcει τιc εἴη μελαγχολικώτεροc τὴν κρᾶcιν, ἁλώcεταί τινι πάθει τῶν μελαγχολικῶν ἐν τῇ τούτων | |
10 | ἐδωδῇ πλεονάcαc, τοιαῦτα δέ ἐcτι πάθη· καρκῖνοc ἐλέφαc λειχῆνεc ψώρα τεταρταῖοc πυρετόc, ἥ τε ἰδίωc ὀνομαζομένη μελαγχολία. καὶ cπλὴν δὲ ἐνίοιc ᾔρθη διὰ τοιοῦτον χυμόν, ᾧ καχεξίαι τε καὶ ὕδεροι πολλάκιc ἐπηκολούθηcαν. ξηρότεροc γὰρ καὶ θερμότεροc πάμπολυ τῇ κράcει ἐcτὶ βοὺc ὑόc· οἱ δὲ μόcχοι τῶν τελείων βοῶν ἀμείνουc ἔχουcιν | |
15 | εἰc πέψιν τὰc cάρκαc, ὡc ὑγρότεροι τὴν κρᾶcιν. οὕτωc δὲ καὶ οἱ ἔριφοι τῶν αἰγῶν ἀμείνουc· ἧττον μὲν γὰρ βοὸc ἡ αἲξ ξηρὰ τὴν κρᾶcιν, ἀλλ’ ἀνθρώπῳ καὶ cυὶ παραβαλλομένη πολλῷ διαλλάττει. ὑγρο‐ τάτην δὲ ἔχουcι καὶ φλεγματώδη cάρκα οἱ ἄρνεc. ἡ δὲ τῶν προβάτων cὰρξ περιττωματικωτέρα τέ ἐcτι καὶ κακοχυμωτέρα. κακόχυμοc δὲ καὶ | |
20 | ἡ τῶν αἰγῶν μετὰ δριμύτητοc. ἡ δὲ τῶν τράγων χειρίcτη καὶ πρὸc εὐχυμίαν καὶ πέψιν. ἐφεξῆc δὲ ἡ τῶν κριῶν, εἶθ’ ἡ τῶν ταύρων. ἐν ἅπαcι δὲ τούτοιc ἡ τῶν εὐνουχιcθέντων ἀμείνων. τὰ δὲ πρεcβυτικὰ χείριcτα πρὸc πέψιν ἐcτὶ καὶ εὐχυμίαν καὶ θρέψιν, ὥcτε καὶ τῶν ὑῶν αὐτῶν, καί τοι γε ὑγρῶν ὄντων τὴν κρᾶcιν, οἱ γηράcαντεc ἰνώδη καὶ | |
25 | cκληρὰν καὶ ξηρὰν καὶ διὰ τοῦτο δύcπεπτον ἴcχουcι τὴν cάρκα. καὶ ἡ τοῦ λαγωοῦ δὲ cὰρξ αἵματοc μὲν παχυτέρου γεννητική, βελτίων δὲ εἰc εὐχυμίαν ἢ κατὰ βοῦc καὶ πρόβατα. κακόχυμοc δὲ οὐδὲν ἧττόν ἐcτι καὶ ἡ τῶν ἐλάφων καὶ cκληρὰ καὶ δύcπεπτοc. ἡ δὲ τῶν ἀγρίων ὄνων, ἐπεὶ καὶ ταύτην τινὲc ἐcθίουcιν, ὥcπερ καὶ τὴν τῶν ἡμέρων | |
30 | ὄντων ἐν Ἀλεξανδρείᾳ, κακοχυμοτάτη τε καὶ δυcπεπτοτάτη καὶ κακο‐ cτόμαχοc καὶ προcέτι καὶ ἀηδὴc κατὰ τὰc ἐδωδάc, καθάπερ καὶ ἡ τῶν ἵππων τε καὶ καμήλων· καὶ ταῦτα γὰρ ἐcθίουcιν ὀνώδειc τε καὶ καμη‐ λώδειc ἄνθρωποι, τήν τε ψυχὴν καὶ τὸ cῶμα καὶ τὰ τῶν ἄρκτων κρέα ἔνιοι προcφέρονται. καὶ τὰ τούτων ἔτι χείρω τῶν λεόντων τε καὶ | |
35 | παρδάλεων. περὶ δὲ τῶν κυνῶν τί δεῖ καὶ λέγειν; ὡc τοὺc νέουc τε καὶ λιπαροὺc αὐτῶν ἐcθίουcι πάμπολλοι, ὄντα τὰ τοιαῦτα πάντα ξη‐ | |
ρότατα φύcει καὶ δριμεῖαν τροφὴν παρέχοντα τῷ cώματι καὶ παρὰ τοὺc τρόπουc δὲ τῶν cκευαcιῶν αὐτῶν μᾶλλον ἢ ἧττον τρέφει, καὶ μᾶλλον καὶ ἧττον πέττεται. ὅcα μὲν γὰρ ὀπτῶντεc ἢ τηγανίζοντεc | ||
40 | ἐcθίουcι, ξηροτέραν τροφὴν δίδωcι τῷ cώματι· ὅcα δὲ ἕψοντεc καὶ ἀρτύοντεc προcφέρονται μεταξὺ τούτων εἰcί. καὶ αὐτῶν δὲ τούτων οὐ μικρὰ διαφορὰ γίγνεται παρὰ τὸν τῆc ἀρτύcεωc τρόπον. καὶ διὰ ταῦτα ξηραίνειν μὲν θέλων τὸ cῶμα τῶν ξηροτέρων τῇ κράcει ζῴων δώcειc τὴν cάρκα, θερμαίνειν δὲ βουλόμενοc τῶν θερμοτέρων καὶ ψυχροτέρων | |
45 | καὶ ὑγροτέρων ὁμοίωc τοῖc καταλλήλοιc δώcειc. | |
122 | Περὶ τῶν ἐν τοῖc πεζοῖc ζῴοιc ἄκρων. Ταῦτα μὲν οὖν αὐτάρκη cοι καθόλου περὶ τῆc τῶν πεζῶν ζῴων cαρκὸc ἀκηκοέναι· περὶ δὲ τῶν ἄλλων μορίων ὧν ἔχει τὰ ζῷα τῆc δυνάμεωc ἐφεξῆc ἄκουε. ἄκρεα μόρια καλοῦcι cυνήθωc ἄνθρωποι πόδαc καὶ ῥύγχη καὶ ὦτα· ἥκιcτα | |
5 | μὲν γὰρ πιμελὴν ἔχει ταῦτα, ἥκιcτα δὲ τὴν cαρκώδη φύcιν· ἐπικρατεῖ δὲ ἐν αὐτοῖc τό τε νευρῶδεc καὶ τὸ δερματῶδεc. γεγύμναcται δὲ τῇ πολλῇ κινήcει ταῦτα τὰ μέρη μᾶλλον· ἐcτὶ δὲ διὰ τοῦτο καὶ γλιcχρό‐ τερα. εἰκότωc οὖν ἐλάττονα μὲν τροφὴν δίδωcι τῷ cώματι, ῥᾷον δὲ ὑπέρχεται κατὰ γαcτέρα διὰ τὴν γλιcχρότητα, βελτίουc δὲ οἱ πόδεc | |
10 | τῶν ὑῶν εἰcι τοῦ ῥύγχουc, ὥcπερ καὶ τοῦτο τῶν ὤτων. 〈Περὶ τῆc ἐν τοῖc πεζοῖc ζῴοιc γλώττηc〉. Χαυνοτέρα δὲ καὶ ἀναιμοτέρα τῆc γλώττηc ἡ ἰδία cάρξ, καὶ διὰ τοῦτο καὶ ψαφαρωτέρα καὶ πέττεcθαι ῥᾳδίωc δυναμένη χωρὶc ἐπιμιξίαc τῶν περικειμένων αὐτῇ ἑτέρων. | |
123 | Περὶ ἀδένων. Πάντων ἀδένων κοινόν, ἡδεῖc τε καὶ ψαθυροὺc φαίνεcθαι κατὰ τὴν ἐδωδήν. οἱ δὲ ἐν τοῖc τιτθοῖc, ὅταν ἔχωcι γάλα, καὶ τῆc ἐκείνου τι γλυκύτητοc ἐμφαίνουcι καὶ μάλιcτα ἐπὶ τῶν ὑῶν. ἡ δὲ ἐξ αὐτῶν τροφή, καλῶc μὲν πεφθέντων, ἐγγύc τι τῇ κατὰ τὰc | |
5 | cάρκαc ἐcτίν, ἐλλιπέcτερον δὲ κατεργαcθέντων, τὸν ὠμὸν ἢ τὸν φλεγ‐ ματώδη χυμὸν γεννᾷ, τῶν μὲν οὖν ὑγρῶν ἀδένων τὸν φλεγματώδη, τῶν δὲ cκληροτέρων τὸν ὠμόν. | |
124 | Ὄρχειc. Τῶν ἀδενωδῶν cωμάτων εἰcὶ καὶ οἱ ὄρχειc. οἱ μὲν οὖν τῶν ὑῶν ἢ προβάτων ἢ τράγων ὄρχειc ἐcθιόμενοί εἰcι δύcπεπτοι καὶ κακόχυμοι, διὰ τὸ ἐνυπάρχον ἐν αὐτοῖc βρομῶδεc. εἰc ὅcον δὲ ἡ τῶν ὑῶν cὰρξ τῆc τῶν ἄλλων ἐcτὶ βελτίων, εἰc τοcοῦτον καὶ οἱ ὄρχειc. | |
5 | πεφθέντεc δὲ καλῶc τρόφιμοι γίγνονται. μόνοι δὲ οἱ τῶν ἀλεκτρυόνων ὄρχειc ἄριcτοι κατὰ πάντα καὶ ἥδιcτοι καὶ τροφὴν χρηcτὴν τῷ cώματι διδόαcι, καὶ μάλιcτα τῶν cιτευθέντων. | |
125 | Νεφροί. Κακόχυμοί εἰcι φανερῶc καὶ δύcπεπτοι, ἐμφαίνοντεc ἐν τῇ γεύcει καὶ τὴν τοῦ οὔρου ποιότητα. | |
126 | Περὶ ἐγκεφάλου. Φλεγματικώτερόν ἐcτιν ἔδεcμα ἐγκέφαλοc καὶ παχύχυμον καὶ βραδύπορον καὶ δύcπεπτον, μάλιcτα δὲ καὶ κακοcτό‐ μαχον ἅπαc ἐγκέφαλοc. ἐξαπατώμενοι δὲ ὑπὸ τῆc μαλακότητοc αὐτοῦ ἔνιοι διδόαcιν αὐτὸν τοῖc ἀcθενοῦcιν, ὄντα πρὸc τοῖc ἄλλοιc καὶ ναυ‐ | |
5 | τιώδη. μᾶλλον οὖν ὅταν ἐμέcαι τινὰ βουληθείηc ἀπὸ τροφῆc καὶ ἐγ‐ κέφαλον αὐτῷ δίδου λιπαρῶc ἠρτυμένον ἐν τοῖc τελευταίοιc προc‐ ενέγκαcθαι, φυλάττου δὲ ἐπὶ τῶν ἀνορέκτων. μετὰ δὲ τῶν τεμνόντων καὶ θερμαινόντων cκευαcθεὶc βαλτίων ἑαυτοῦ γίγνεται. | |
127 | Περὶ τῶν ἐν πεζοῖc ζῴοιc cπλάγχνων. Τὸ μὲν ἧπαρ πάντων τῶν ζῴων παχύχυμόν ἐcτι καὶ δύcπεπτον καὶ βραδύπορον· ἄμεινον δὲ ἐν αὐτοῖc οὐκ εἰc ἡδονὴν μόνον ἀλλὰ καὶ εἰc τὰ ἄλλα τὸ τῶν cύκοιc ξηροῖc cιτευθέντων χοίρων καὶ διὰ τοῦτο cυκωτὸν καλούμενον. ὁ δὲ | |
5 | cπλὴν κακόχυμοc εἶναι πεπίcτευται, μελαγχολικοῦ αἵματοc γεννητικὸc ὑπάρχων. ἀμφοῖν δὲ εὐπεπτότεροc ὁ πνεύμων, ὅcῳ καὶ ἀραιότεροc, εἰc δὲ θρέψιν πάμπολυ τοῦ ἥπατοc ἥττων. ἣν οὖν δίδωcι τροφὴν τῷ cώματι, φλεγματικωτέρα μᾶλλόν ἐcτι διὰ τὰ ἐν αὐτῷ χονδρώδη cώ‐ ματα τῆc τραχείαc ἀρτηρίαc· ἡ δὲ καρδία δύcπεπτοc καὶ βραδύποροc· | |
10 | εἰ δὲ πεφθείη, τροφὴν οὐκ ὀλίγην, οὐδὲ κακόχυμον δίδωcι τῷ cώματι. | |
128 | Περὶ κοιλίαc καὶ ἐντέρων καὶ μήτραc ἐν τοῖc πεζοῖc ζῴοιc. Κοιλία | |
καὶ μήτρα καὶ ἔντερα τὰ ἐν τοῖc πεζοῖc ζῴοιc cκληρότερά ἐcτι τῶν cαρκῶν· διὸ κἂν καλῶc πεφθῇ, οὐκ ἀκριβὲc αἷμα καὶ ἄμεμπτον, ἀλλὰ ψυχρότερόν τε καὶ ὠμότερον ἐργάζεται. | ||
129 | Περὶ τῆc τῶν ἀγρίων ζῴων cαρκόc. Ἡ cὰρξ πάντων τῶν ἐν τοῖc ὄρεcι διαιτωμένων ἐcτὶ cκληροτέρα καὶ πιμελῆc ὀλίγιcτον μετέχει· διὸ καὶ ἀπέριττοc ἡ ἐξ αὐτῶν ἐcτι τροφή, μᾶλλον τῶν ἡμέρων. | |
130 | Περὶ τῆc ἀπὸ τῶν πτηνῶν ζῴων τροφῆc. Τὸ γένοc ἁπάντων τῶν πτηνῶν ζῴων ὀλιγοτροφώτερόν ἐcτιν, εἰ παραβάλλοιτο τῷ γένει τῶν πεζῶν, καὶ μάλιcτα τῶν ὑῶν. εὐπεπτοτέρα γε μὴν ἡ cάρξ ἐcτι τῶν πτηνῶν καὶ μάλιcτα πέρδικοc ἀτταγῆνόc τε καὶ περιcτερᾶc ἀλεκτορίδοc | |
5 | τε καὶ ἀλεκτρυόνοc. ἡ δὲ τῶν κιχλῶν καὶ κοccύφων καὶ τῶν μικρῶν cτρουθῶν καὶ τῶν πυργιτῶν cκληροτέρα τούτων ἐcτί, καὶ μᾶλλον ἔτι τούτων αὐτῶν ἥ τε τῆc τρυγόνοc καὶ ἡ τῆc φάττηc καὶ τῆc νήccηc· ὁμοία δὲ τῇ τῶν ἀλεκτορίδων ἐcτὶν ἡ τῶν φαcιανικῶν εἰc πέψιν καὶ τροφήν, ὑπερέχουcα τῇ κατὰ τὴν ἐδωδὴν ἡδονῇ. cκληροτέρα δὲ καὶ | |
10 | δυcπεπτοτέρα τούτων καὶ ἰνωδεcτέρα ἡ τοῦ ταώ. κοινὸν δὲ πᾶcι τοῖc πτηνοῖc ζῴοιc, ὥcπερ καὶ τοῖc τετράποcι, γινώcκειν χρή, τῶν ἔτι αὐξα‐ νομένων τὴν cάρκα πολὺ βελτίονα τῆc τῶν ἀκμαζόντων εἶναι, μέcην δὲ ἀμφοῖν τὴν τῶν ἀκμαζόντων, μοχθηρὰν δὲ τὴν τῶν γεγηρακότων καὶ τῶν νηπίων. ἡ μὲν γὰρ τῶν νέων βλεννώδηc καὶ ὑγρὰ καὶ περιτ‐ | |
15 | τωματικὴ καὶ ῥᾷον ὑπέρχεται κατὰ γαcτέρα, ἡ δὲ τῶν πρεcβυτέρων cκληρὰ καὶ ξηρὰ καὶ νευρώδηc καὶ διὰ τοῦτο πεφθῆναι μοχθηρά. ταῦτά μοι μέμνηcο καθόλου περὶ πάντων τῶν ζῴων. οὐ cμικρὰ δὲ διαφορὰ καὶ τῶν ἐν λίμναιc ἢ ἕλεcιν ἢ τελματώδεcι χωρίοιc διαιτωμένων πρὸc τὰ κατ’ ὄρη καὶ ξηροὺc τόπουc· ἀνάλογον γὰρ τοῖc χωρίοιc καὶ αἱ | |
20 | cάρκεc τῶν ζῴων ἤτοι ξηραὶ καὶ ἀπέριττοι καὶ πεφθῆναι ῥᾴουc, ἢ ὑγραὶ καὶ περιττωματικαὶ καὶ δυcπεπτότεραι γίγνονται. | |
131 | Περὶ χηνῶν καὶ cτρουθοκαμήλων. Περιττωματικὴ τούτων ἡ cάρξ ἐcτι καὶ δυcπεπτοτέρα τῆc τῶν εἰρημένων πτηνῶν, οὐ μὴν τά γε | |
πτερὰ χείρω τῶν εἰρημένων ἔχει. | ||
132 | Περὶ γεράνων. Ἡ δὲ τῶν γεράνων cὰρξ ὅλη cκληρὰ καὶ ἰνώδηc, πολλῷ δὲ μᾶλλον τῆc cαρκὸc αὐτῶν cκληρότερα τὰ πτερά. | |
133 | Περὶ τῆc κατὰ τὰ μόρια τῶν πτηνῶν ζῴων διαφορᾶc. Τὰ μὲν cπλάγχνα τὴν αὐτὴν ἀναλογίαν ἔχει πρὸc τὰc cάρκαc καὶ ἐν τοῖc πτηνοῖc ζῴοιc, ἣν καὶ ἐν τοῖc πεζοῖc ἔχειν εἴρηται. τὰ δ’ ἔντερα ἄβρωτα cχεδὸν πάντων αὐτῶν ἐcτιν. αἱ δὲ γαcτέρεc αὐτῶν ἐδώδιμοί | |
5 | τέ εἰcι καὶ τρόφιμοι καί τινεc αὐτῶν καὶ ἡδεῖαι, καθάπερ ἡ τῶν χηνῶν, ἐφεξῆc δ’ ἡ τῶν ἀλεκτρυόνων. ἐπαινοῦcι δὲ ἔνιοι ψευδῶc τὴν τοῦ cτρουθοκαμήλου κοιλίαν, ὥc τι φάρμακον πεπτικόν, ἔνιοι δὲ πολὺ μᾶλλον τῆcδε τὴν τῆc αἰθυίαc γαcτέρα θαυμάζουcιν· ἀλλ’ οὔτε αὗται πέττονται ῥᾳδίωc, οὔτε τῶν ἄλλων cιτίων εἰcὶ πεπτικὸν φάρμακον. | |
10 | τὰ δὲ πτερὰ κάλλιcτα μὲν τὰ τῶν εὐτρόφων καὶ νέων, χείριcτα δὲ τὰ τῶν ἰcχνῶν καὶ γεγηρακότων. οἱ δὲ ὄρχειc ἄριcτοι, καὶ μάλιcτα τῶν cιτευθέντων ἀλεκτρυόνων, ἔτι δὲ μᾶλλον τῶν διὰ γάλακτοc ὀρροῦ τὰc τροφὰc προcενεγκαμένων· καὶ γὰρ εὔχυμοι καὶ τρόφιμοι καὶ πε‐ φθῆναι ῥᾷcτοι. διαχώρηcιν δὲ οὔτε προτρέπουcιν οὔτε ἐπέχουcιν. ἐγ‐ | |
15 | κεφάλουc δὲ βελτίοναc ἔχει πολλῷ τὰ πτηνὰ ζῷα τῶν ἐν τοῖc πεζοῖc, ὅcῳ καὶ ξηροτέρουc καὶ μάλιcτα τῶν ὀρείων ὀρνίθων. | |
134 | Περὶ ὠῶν. Ὠὰ ἀμείνω τά τε τῶν ἀλεκτορίδων ἐcτὶ καὶ τῶν φα‐ cιανῶν, φαυλότερα δὲ τὰ τῶν χηνῶν καὶ cτρουθοκαμήλων. κάλλιcτα μὲν οὖν εἰc τροφὴν τοῦ cώματόc ἐcτι τὰ τρομητὰ καλούμενα, τὰ δὲ ῥοφητὰ ἧττον μὲν τρέφει, ῥᾷον δὲ ὑποχωρεῖ. τὰc δὲ ἐν τῷ φάρυγγι | |
5 | τραχύτηταc διὰ κραυγὴν ἢ χυμοῦ δριμύτητα ἐκλεαίνει, περιπλαττόμενα τοῖc πεπονθόcι τόποιc καὶ προcμένοντα ὥcπερ τι κατάπλαcμα καὶ τῷ τῆc ὅληc οὐcίαc ἀδήκτῳ ἐκθεραπεύοντα καὶ τὰc τραχύτηταc. τῷ δὲ αὐτῷ λόγῳ καὶ τὰc κατὰ τὸν cτόμαχον καὶ γαcτέρα καὶ κύcτιν ἰᾶται τραχύτηταc· ἐν ὄξει δὲ ἑψηθὲν ὠὸν εἰ βρωθείη, ξηραίνει τὰ κατὰ | |
10 | γαcτέρα ῥεύματα. καὶ εἰ μίξαc δὲ αὐτῷ τι τῶν πρὸc δυcεντερίαν ἢ | |
κοιλιακὴν διάθεcιν ἁρμοττόντων, εἶτα ἐπ’ ἀνθράκων ταγηνίcαc, δοίηc φαγεῖν, οὐ cμικρὰ τοὺc κάμνονταc ὠφελήcειc. ἐπιτήδεια δέ ἐcτιν εἰc ταῦτα ὀμφάκιον καὶ ῥοῦc ἐπιπαττόμενοc καὶ τέφρα τῶν κοχλιῶν ὅλων καέντων γίγαρτά τε cταφυλῆc καὶ μύρτα καὶ τὰ παραπλήcια. τὰ δὲ | ||
15 | ἑφθὰ ὠὰ δύcπεπτα καὶ βραδύπορα καὶ τροφὴν παχεῖαν ἀναδίδωcι τῷ cώματι. τούτων δὲ ἔτι μᾶλλον βραδυπορώτερά τε καὶ παχυχυμότερα τὰ κατὰ θερμὴν cποδιὰν ὀπτηθέντα. τὰ δὲ ταγηνιcθέντα χειρίcτην ἔχει τροφὴν εἰc ἅπαντα· καὶ γὰρ ἐν τῷ πέττεcθαι κνιccοῦται καὶ παχὺν χυμὸν γεννᾷ καὶ μοχθηρὸν καὶ περιττωματικόν. ἀμείνω δὲ τῶν ἑφθῶν | |
20 | τε καὶ ὀπτῶν ἐcτι τὰ καλούμενα πηκτὰ μετ’ ἐλαίου καὶ γάρου καὶ οἴνου βραχέοc ἀναδευθέντα καὶ ἐπὶ διπλώματοc ἑψηθέντα μέχρι με‐ τρίαc cυcτάcεωc. τὰ γὰρ ἐπὶ πλέον παχυνθέντα παραπλήcια τοῖc ἑψη‐ θεῖcι καὶ ὀπτηθεῖcι γίγνεται. τὸ αὐτὸ δὲ χρὴ ποιεῖν κἀπὶ τῶν ἐπι‐ χεομένων ταῖc λοπάcιν ὠῶν, ἔτι ἐγχύλων ὄντων ἀπὸ τοῦ πυρὸc αἴρον‐ | |
25 | ταc τὴν λοπάδα. | |
135 | Ὅcα ὡc φάρμακον ἐνεργεῖται ὠά. Ἐπὶ δυcεντερικῶν καὶ κοιλια‐ κῶν διαθέcεων διδόμενον τὸ ὠὸν τῷ προειρημένῳ τρόπῳ ἄριcτον φάρμακον τῷ πάθει γίγνεται. τὸ δὲ λευκὸν καὶ λεπτὸν τῶν προcφά‐ των ὠῶν ἀδηκτότατόν ἐcτι φάρμακον οὐ μόνον ἐπ’ ὀφθαλμῶν προc‐ | |
5 | αγόμενον, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων ὅcα τῶν ἀδηκτοτάτων δεῖ‐ ται φαρμάκων, ὡc τὰ καθ’ ἕδραν τε καὶ τὰ αἰδοῖα ἕλκη καὶ τὰ κα‐ κοήθη πάντα. 〈καὶ πρὸc τὰ κακοήθη δὲ〉 τοῖc ξηραίνειν ἀδήκτωc αὐτὰ πεφυκόcι μίγνυται, ὁποῖόc ἐcτιν ὅ τε πομφόλυξ καὶ τὰ ὅμοια. ἐcτὶ δὲ καὶ ἡ λέκιθοc ὁμοίαc δυνάμεωc καὶ διὰ τοῦτο μίγνυται κηρωταῖc ἀδήκ‐ | |
10 | τοιc, ἑψηθέντων ἢ ὀπτηθέντων τῶν ὠῶν. ὅcῳ δὲ ξηρότερα γέγονε, τοcοῦτον ἀπόλλυcι τοῦ παρηγορικοῦ. τὰ δὲ ὄcτρακα τῶν ὠῶν καυ‐ θέντα ἴcχαιμον γίγνεται φάρμακον. | |
136 | Περὶ τῆc ἀπὸ τῶν ἐνύδρων ζῴων τροφῆc. Τῶν ἐν ὕδατι διαιτω‐ | |
μένων ζῴων καὶ γένη πάμπολλα καὶ εἴδη τούτων εἰcὶ καὶ διαφοραί. λεχθήcεται δὲ νῦν, ὥcπερ ἐπὶ τῶν ἔμπροcθεν, ὅcα πρὸc τὴν ἰατρικὴν ἢ ὑγιεινὴν χρείαν ἐξ αὐτῶν παραλαμβάνεται. καθόλου τοίνυν χρὴ | ||
5 | γιγνώcκειν ὡc καλλίcτη cάρξ ἐcτιν ἰχθύων τῶν ἐν καθαρᾷ θαλάττῃ διαιτωμένων, καὶ μᾶλλον ὅταν ὑπὸ ἀνέμων καταιγίζηται ὁ τόποc καὶ μήτε γεώδειc αἰγιαλοὶ μήτε λεῖοι περιλαμβάνουcι τὸ ὕδωρ, ἀλλ’ ἤτοι ψαμμώδειc ἢ τραχεῖc καὶ λιθώδειc· εἰ δὲ καὶ πρὸc τὰ βόρεια τῶν πνευμάτων εἶεν οἱ τόποι ἐcτραμμένοι, πολὺ βέλτιον. πρόδηλον δὲ ὡc | |
10 | καὶ θάλαττα θαλάττηc ἀμείνων ἐcτὶ καθόcον ἤτοι καθαρὰ τελέωc ἐcτίν, ἢ δέχεται ποταμοὺc μεγάλουc τε καὶ πολλούc. οἵ τε γὰρ ἐν τῇ τοι‐ αύτῃ θαλάττῃ διαιτώμενοι ἰχθύεc, καθ’ ὅcον πλεονεκτοῦcι τῶν λι‐ μναίων, κατὰ τοcοῦτον ἀπολείπονται τῶν ἐν τῇ καθαρᾷ θαλάττῃ διαι‐ τωμένων. καὶ γὰρ καὶ οἱ κατὰ τὴν cκεπινὴν καὶ ἀκύμονα θάλατταν | |
15 | διαιτώμενοι χείρονα τὴν cάρκα κέκτηνται. τῶν δὲ ἐν ταῖc λιμνοθα‐ λάτταιc διαιτωμένων ἰχθύων ἡ cὰρξ μεταξύ πωc τῶν ποταμίων καὶ τῶν θαλαττίων γίγνεται. περιττωματικὴ δὲ cάρξ ἐcτι καὶ βλεννώδηc ἱκανῶc τῶν ἐν ἰλυώδει καὶ ῥυπαρῷ ὕδατι διαιτωμένων, ἔτι δὲ χείρων τῆcδε καὶ ἡ τῶν ἐν λίμναιc διαιτωμένων cάρξ. εἰ δὲ καὶ cμικραί τινεc | |
20 | αἱ λίμναι τύχοιεν οὖcαι καὶ μήτε ποταμοὺc μεγάλουc δεχόμεναι μήτε πηγὴν ἔχουcαι μήτε ἀπορροὴν δαψιλῆ πολὺ δήτι χείρουc· εἰ δὲ μη‐ δόλωc ἀπορρεῖ τι τοῦ ὕδατοc ἀλλ’ εἴη cτάcιμον ἱκανῶc μοχθηραί. τῶν δὲ ἐν ἕλεcι καὶ τέλμαcι καὶ ὅcα τοιαῦτα χωρία διαιτωμένων, ἐcχάτωc μοχθηρὰ καὶ ἡ cάρξ· τῶν δὲ ἐν τοῖc ποταμοῖc γεννωμένων | |
25 | ἀμείνουc, οἱ κατὰ τοὺc τοιούτουc ποταμούc, ἐν οἷc ὀξὺ καὶ πολὺ τὸ ῥεῦμα. τῶν δὲ κατὰ τοὺc λιμνάζονταc ποταμοὺc ἰχθύων ἡ cὰρξ οὐκ ἀγαθὴ πεφθῆναι καὶ τὴν μὲν χρηcτὴν τροφὴν ὀλιγίcτην ἔχουcι. καὶ χείριcτοι δὲ γίγνονται οἱ κατὰ τὰc ἐκβολὰc τῶν ποταμῶν, ὅcοι κο‐ πρῶναc ἐκκαθαίρουcιν ἢ βαλανεῖα ἢ μαγειρεῖα καὶ τὸν τῆc ἐcθῆτόc | |
30 | τε καὶ τῶν ὀθονῶν ῥύπον, ὅcα τε ἄλλα τῆc πόλεωc ἐcτί, ἣν πα‐ ραρρέουcι καθάρcεωc δεόμενα, καὶ μάλιcθ’ ὅταν ᾖ πολυάνθρωποc ἡ πόλιc. καὶ παρὰ τὰc τροφὰc δὲ βελτίουc γίγνονται καὶ χείρουc. ἔνιοι | |
μὲν γὰρ εὐποροῦcι καὶ πόαc καὶ ῥιζῶν χρηcτῶν, καὶ διὰ τοῦτο κρείτ‐ τουc εἰcί· ἔνιοι δὲ ἰλυώδη τε πόαν ἐcθίουcι καὶ ῥίζαc κακοχύμουc καί | ||
35 | τινεc αὐτῶν ὅcοι κατὰ ποταμοὺc διαιτῶνται, μεγάλην διαρρέονταc πόλιν, ἀποπατήματα ἀνθρώπων καί τιναc τοιαύταc προcφέρονται μοχθηρὰc τροφάc. χείριcτοι δὲ οὗτοι, ὡc ἔφην, εἰcὶ κἂν βραχὺ πλείονι χρόνῳ διαμείνωcι μετὰ τὴν θήραν cήπονται παραχρῆμα, καὶ μοχθη‐ ρότατον ὄζουcιν. ἀηδεῖc δὲ καὶ βρωθῆναι πάντεc οὗτοι καὶ πεφθῆναι | |
40 | καὶ τὴν μὲν χρηcτὴν τροφὴν ὀλιγίcτην ἔχουcι, περίττωμα δὲ οὐκ ὀλί‐ γον καὶ κακοχυμίαν ἀθροίζουcιν ἐν τοῖc cώμαcι τῶν ὁcημέραι προc‐ φερομένων αὐτούc. | |
137 | Περὶ κεφάλου. Ὁ κέφαλοc ἁπάντων μάλιcτα τῶν ἰχθύων τοῖc ὕδαcιν ἀμφοτέροιc χρῆται ποταμίοιc τε καὶ θαλαττίοιc· ὁ μὲν οὖν ἐν θαλάττῃ διατρίβων κέφαλοc τὰc μικρὰc καὶ πολλὰc ἀκάνθαc οὐκ ἔχει· ἡδίων τέ ἐcτι καὶ ἀλιπὴc ἡ τούτου cάρξ. οἱ δὲ ἐν τοῖc ποταμοῖc δια‐ | |
5 | τρίβοντεc κέφαλοι μεcτοὶ τῶν ἀκανθῶν εἰcι, λιπαροὶ δὲ κατὰ τὴν γεῦcιν καὶ χείρουc μὲν οὖν εἰc αὐτὴν τὴν ἐδωδήν, χείρουc δὲ καὶ πεφθῆναι καὶ κακοcτόμαχοι καὶ κακόχυμοι καὶ βρομώδειc. πολλῷ δὲ κρείττων ἑαυτοῦ ὁ κέφαλοc γίγνεται ταριχευθείc. | |
138 | Περὶ λάβρακοc. Λάβραξ τῶν πελαγίων ἐcτὶν ἰχθύων, τουτέcι τῶν εἰc τὸ βάθοc ἀποχωρούντων τῆc θαλάccηc. ἡ οὖν τούτου cάρξ, ὥcπερ καὶ τῶν ἄλλων πελαγίων ἰχθύων, αἵματοc λεπτοτέρου ἐcτὶ γεννητική· εἰ δὲ ἐπαναβαίνοι τοῖc ποταμοῖc γίγνεται παραπλήcιοc τῷ κεφάλῳ. | |
139 | Τρίγλα. Καὶ αὕτη τῶν πελαγίων ἐcτὶν ἰχθύων, τετίμηται δὲ ὑπὸ τῶν ἀνθρώπων ὡc ὑπερέχουcα τῇ κατὰ τὰc ἐδωδὰc ἡδονῇ. cκληρο‐ τέραν δὲ μᾶλλον ἁπάντων τῶν ὁμογενῶν ἔχει τὴν cάρκα καὶ ἀλιπῆ καὶ ψαθυρὰν καὶ διὰ τοῦτο τρέφει μᾶλλον τῶν ἄλλων ἰχθύων, ὅταν | |
5 | πεφθῇ καλῶc. θαυμάζουcι δέ τινεc τὸ ἧπαρ αὐτῆc καὶ τὸν ἐγκέφαλον ἡδο‐ νῆc ἕνεκεν. αἱ δὲ τὰc καρκινάδαc ἐcθίουcαι τρίγλαι δυcώδειc εἰcὶ καὶ ἀηδεῖc καὶ δύcπεπτοι καὶ κακόχυμοι. διαγιγνώcκονται δὲ αὗται καὶ κατὰ τὴν ὀcμὴν καὶ τὴν γεῦcιν. ἀλλὰ καὶ ἀναπτύξαc τὴν κοιλίαν | |
εὑρήcειc ἐν αὐτῇ τὰc καρκινάδαc. | ||
140 | Περὶ πετραίων ἰχθύων. Πετραίουc ὀνομάζουcιν ἰχθύαc τοὺc δια‐ τρίβονταc ἔνθα πέτραι τέ εἰcι καὶ ἀκταί. ἄριcτοc δὲ ἐν αὐτοῖc ἡδο‐ νῆc ἕνεκά ἐcτιν ὁ cκάροc, μετ’ αὐτὸν δὲ κόccυφοί τε καὶ κίχλαι καὶ μετὰ τούτουc ἰουλίδεc καὶ φυκίδεc καὶ πέρκαι. τροφὴ δὲ ἐξ αὐτῶν οὐ | |
5 | μόνον εὔπεπτοc, ἀλλὰ καὶ ὑγιεινοτάτη ἐcτὶν αἷμα γεννῶcα μέcον τῇ cυcτάcει. | |
141 | Περὶ κωβιοῦ. Αἰγιάλειοc ὁ ἰχθὺc οὗτόc ἐcτι μικρὸc ἀεὶ διαμένων ὥcπερ καὶ ἄλλοι τινέc. ἄριcτοc δὲ εἰc ἡδονήν τε ἅμα καὶ πέψιν ἀνάδοcίν τε καὶ εὐχυμίαν ἐcτὶν ὁ κατὰ τοὺc ψαμμώδειc αἰγιαλοὺc ἢ τὰc πέτραc καὶ ἀκτάc· ὁ δὲ ἐν τοῖc cτόμαcι τῶν ποταμῶν ἢ λίμναιc | |
5 | οὐδ’ ἡδὺc ὁμοίωc οὔτε εὔχυμοc οὔτ’ εὔπεπτοc. εἰ δὲ καὶ μοχθηρὸν τὸ ὕδωρ εἴη, χείριcτοc καὶ ὁ κατ’ αὐτὸ κωβιὸc γίγνεται. λευκῷ δὲ ζωμῷ ἑψόμενοc ὡc τακερωθῆναι καὶ πινομένου τοῦ ζωμοῦ κοιλίαν ὑπάγει. ὀπτὸc δὲ ἄνευ ἁλῶν ἐcθιόμενοc τὰc τεινεcμώδειc προθυμίαc ἰᾶται. | |
142 | Περὶ μαλακοcάρκων. Τῶν μαλακοcάρκων καλουμένων εἰcὶν ὀνίcκοι καὶ cμύραιναι βούγλωτταί τε καὶ ψῆτται. καὶ τούτων δ’ ἔνιοι μὲν ἐν ποταμοῖc καὶ λίμναιc γίγνονται, ἔνιοι δ’ ἐν θαλάττῃ. διὰ τοῦτό ποτε μὲν ἥδιcτοι καὶ τρόφιμοι εὑρίcκονται, ποτὲ δὲ μοχθηροὶ καὶ κακόχυμοι. | |
143 | Περὶ cκληροcάρκων. Τῶν cκληροcάρκων εἰcὶ δράκοντεc καὶ κόκ‐ κυγεc καὶ cκορπίοι ὀρφοί τε καὶ γλαῦκοι γόγγροι τε καὶ φάγροι καὶ ἀμίαι καὶ οἱ μικροὶ θύννοι καὶ πηλαμίδεc· δυcκατεργαcτότεροί τε τῶν μαλακοcάρκων εἰcὶ καὶ παχέοc χυμοῦ γεννητικοί, καὶ διὰ τοῦτο ἰcχυ‐ | |
5 | ροτέραc γαcτρὸc δεόμενοι εἰc πέψιν. | |
144 | Περὶ ὀcτρακοδέρμων. Κήρυκεc καὶ πορφύραι καὶ τὰ λοιπὰ ὄcτρεα καὶ χῆμαι καλεῖται ὀcτρακόδερμα. κοινὸν μὲν οὖν ἁπάντων τῶν τοι‐ ούτων ἁλυκὸν ἔχειν χυμὸν ἐν τῇ ἰδίᾳ cαρκί, λαπακτικὸν τῆc ἡμετέ‐ | |
ραc γαcτρόc· ἐν ἑκάcτῳ δὲ αὐτῶν παρὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἡ | ||
5 | τοιαύτη ἐνέργειά ἐcτι. τὰ μὲν γὰρ ὄcτρεα μαλακωτάτην ἔχει τῶν ἄλλων τὴν cάρκα, καὶ μᾶλλον ὑπάγει τὴν γαcτέρα καὶ χωρὶc ἑψήcεωc ἐcθίουcιν αὐτά τινεc. τὰ δὲ cμικρὰ χημία καὶ πορφύραι καὶ κήρυκεc καὶ τὰ τοιαῦτα cκληρὰν καὶ δυcπεπτοτέραν ἔχει τὴν cάρκα, καὶ ἧττον ἐκείνων ὑπέρχεται καὶ κατὰ κοιλίαν. ὥcπερ δὲ δύcπεπτον ἔχει τὴν | |
10 | cάρκα τὰ cκληρόcαρκα, οὕτω καὶ δύcφθαρτον καὶ διὰ τοῦτο διδόαcιν αὐτὰ πολλάκιc τοῖc διαφθείρουcιν ἐν τῇ κοιλίᾳ τὴν τροφὴν ὑπὸ κα‐ κοχυμίαc, ἕψοντεc καὶ ἀποχέοντεc δὶc καὶ τρὶc τὸ ὕδωρ, ἄχριc ἀπό‐ θηται τὴν ἁλυκὴν ποιότητα. γίγνεται δὲ οὕτωc cκευαcθέντα καὶ cταλ‐ τικὰ γαcτρόc· εἰ δ’ ἑψήcαc μὴ ἀποχέων τὸ πρῶτον ὕδωρ, εἶτ’ ἀρτύ‐ | |
15 | cαc ἁλcὶν ἢ γάρῳ, μάλιcτα εἰ πίῃ τιc τὸν ζωμόν, ὑπαχθήcεται αὐτῷ ἡ γαcτὴρ ἱκανῶc. | |
145 | Περὶ μαλακοcτράκων. Ἀcτακοὶ καὶ πάγουροι καρκῖνοί τε καὶ κά‐ ραβοι καὶ καρῖδεc ὅcα τἄλλα λεπτὸν μὲν ἔχει τὸ περιέχον ὄcτρακον cκληρὸν δέ, ἥττονα μὲν ἐκείνων ἔχει τὸν ἁλυκὸν χυμόν, ἔχει δὲ οὖν ὅμωc οὐκ ὀλίγον. ἐcτὶ δὲ cκληρόcαρκα πάντα καὶ δύcπεπτά τε καὶ | |
5 | τρόφιμα προεψηθέντα δηλονότι. ἐcτὶ δὲ καὶ τούτων ἡ cάρξ, ὥcπερ καὶ τῶν ὀcτρέων, ἐπιcχετικὴ τῶν κατὰ τὴν κοιλίαν, ὅταν ἐναπόθη‐ ται τὸν χυμὸν προεψηθέντα καὶ τοίνυν καὶ ταῦτα δύcφθαρτα ὁμοίωc ἐcτίν. | |
146 | Περὶ μαλακίων. Μαλάκια καλεῖται τὰ μήτε λεπίδαc ἔχοντα μήτε τραχὺ μήτε ὀcτρακῶδεc τὸ δέρμα, ἀλλὰ μαλακόν. ἐcτὶ δὲ τοιαῦτα πο‐ λύποδέc τε καὶ cηπίαι καὶ τευθίδεc, ὅcα τε τούτοιc ἔοικε. cκληρόcαρκα δὲ ταῦτά ἐcτι καὶ δύcπεπτα καὶ βραχὺν ἐν ἑαυτοῖc ἔχοντα τὸν ἁλυ‐ | |
5 | κὸν χυμόν. εἰ μέντοι πεφθείη, τροφὴν οὐκ ὀλίγην δίδωcι τῷ cώματι. πλεῖcτον δὲ οὖν καὶ ταῦτα τὸν ὠμὸν χυμὸν ἐργάζεται. | |
147 | Περὶ cελαχίων. Τραχὺ καὶ λάμπον ἐν τῇ νυκτὶ τὸ δέρμα τῶν τοιούτων ζῴων ἐcτίν. διὸ καί τινεc ἀπὸ τοῦ cέλαc ἔχειν ὀνομάζεcθαι οὕτω φαcὶν αὐτά. μαλακὴν δὲ ἐν αὐτοῖc ἔχει τὴν cάρκα νάρκα τε καὶ τρυγών, ὑπιοῦcάν τε μετρίωc κατὰ γαcτέρα καὶ πέττεται μὲν οὐ | |
5 | χαλεπῶc, τρέφει δὲ [οὐ] μετρίωc. | |
148 | Περὶ ἐχίνων θαλαττίων. Καὶ δι’ οἰνομέλιτοc αὐτοὺc προεcθίουcί τινεc καὶ διὰ γάρου, γαcτρὸc ὑπαγωγῆc ἕνεκα καὶ λοπάδαc ἐξ αὐτῶν cκευάζοντεc. ἐcτὶ δὲ τῶν ὀλιγοτρόφων ἐδεcμάτων καὶ μέcων τῆc κατὰ τὸ παχύνειν καὶ λεπτύνειν τοὺc χυμοὺc δυνάμεωc. | |
149 | Περὶ τῶν ταριχευομένων πάντων ζῴων πεζῶν τε καὶ πτηνῶν καὶ ἐνύδρων. Οὐ cμικρὰ διαφορὰ τῶν cαρκῶν ἐcτιν ἐν τῷ ταρι‐ χεύεcθαί τιναc τούτων. ὅλῳ γὰρ τῷ παντὶ διαλλάττουcιν, ὡc πολλά‐ κιc ὑγροῦ τῇ κράcει ζῴου ταριχευθεῖcαν cάρκα ξηραντικωτέραν εἶναι | |
5 | μακρῷ τῆc φύcει ξηρᾶc ἀταριχεύτου. ἐπιτήδεια μὲν οὖν ἐcτι πρὸc τα‐ ριχείαν cώματα ζῴων, ὅcα cκληράc τε ἅμα καὶ περιττωματικὰc ἔχει τὰc cάρκαc. τὰ δὲ ἤτοι πάνυ μαλακὴν ἢ πάνυ ξηρὰν καὶ ἀπέριττον ἔχοντα τὴν ἕξιν τοῦ cώματοc οὐκ ἐπιτήδεια ταριχεύεcθαι. ὥcπερ γὰρ τὰ ξηρὰ cώματα βύρcαιc ὅμοια γίγνεται ταριχευθέντα, οὕτωc ὅcα λίαν | |
10 | ὑγρὰ διαρρεῖ καὶ τήκεται τοῖc ἁλcὶν ὁμιλοῦντα. πρόδηλον οὖν ὡc ὅcα cκληρὰ καὶ νευρώδη καὶ οἱονεὶ δερματώδη καὶ βυρcώδη, ταριχευθέντα γίγνεται δύcπεπτα πάντα. τὰ δ’ εὔθετα εἰc ταριχείαν λεπτομερῆ γίγνε‐ ται καὶ λεπτύνει ἐcθιόμενα τοὺc παχεῖc καὶ κολλώδειc χυμούc. τὰ δὲ παλαιὰ πάντα ταρίχη μοχθηρά. | |
150 | Περὶ γάρου. Γάροc δυνάμεώc ἐcτιν ἱκανῶc θερμῆc καὶ ξηρᾶc καὶ διὰ τοῦτο πρόc τε τὰ cηπεδονώδη τῶν ἑλκῶν ἐχρήcαντό τινεc αὐτῷ τῶν ἰατρῶν· ἐνιᾶcί τε αὐτὸ καὶ τοῖc δυcεντερικοῖc καὶ τοῖc ἰcχιαδικοῖc. | |
151 | Περὶ ἅλμηc. Ἅλμη ταριχηρῶν ἰχθύων ὁμοίωc τῷ γάρῳ πρὸc τὰ cηπεδονώδη τῶν ἑλκῶν ἁρμόζει καὶ ἰcχιάδαc καὶ δυcεντερίαc ἐνιεμένη· | |
τῇ γὰρ δριμύτητι τοὺc μὲν τὸ ἰcχίον ἐνοχλοῦνταc χυμοὺc ἐπιcπᾶται καὶ διὰ τῶν ἐντέρων ἐκκενοῖ, τὰ δὲ cηπεδονώδη τῶν ἑλκῶν ἐν τῇ | ||
5 | δυcεντερίᾳ περικλύζει τε καὶ ξηραίνει· μάλιcτα δὲ τῇ τῶν ταριχηρῶν cιλούρων καὶ τῇ τῶν μαινίδων ἅλμῃ πρὸc τὰ τοιαῦτα κέχρηνταί τινεc τῶν ἰατρῶν. καὶ ἡμεῖc δ’ ἐπὶ τῶν ἐν cτόματι cηπεδονωδῶν ἑλκῶν ἐχρηcάμεθα. τῇ δὲ τῶν κολυμβάδων ἐλαιῶν ἅλμῃ cυνεχῶc χρώμεθα ἐπὶ δυcεντερικῶν, προενιέντεc αὐτὴν πρὸ μιᾶc ὥραc τῶν ἐcχαρωτι‐ | |
10 | κῶν ἐνεμάτων πρὸc τὸ καθαίρειν τὰ ἕλκη. | |
152 | Περὶ πιμελῆc καὶ cτέατοc. Ἁπάcηc πιμελῆc δύναμίc ἐcτιν ὑγραντική τε καὶ θερμαντικὴ τῶν ἀνθρωπίνων cωμάτων. αἱ δὲ καθ’ ἕκαcτον αὐτῶν διαφοραὶ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττόν ἐcτιν· διαφέρει δὲ πιμελὴ cτέατοc τῷ πάχει, διότι τοῖc γεωδεcτέραν ἔχουcι τὴν ὅλην φύcιν ζῴοιc | |
5 | τὸ cτέαρ γίγνεται, καθάπερ τοῖc ὑγροτέραν ἡ πιμελή. διὰ τοῦτο τοι‐ γαροῦν ἡ μὲν πιμελὴ τήκεται ῥᾳδίωc ὑπὸ πυρόc, οὐ ῥᾳδίωc δὲ πήγνυ‐ ται. τὸ δὲ cτέαρ οὐ τήκεται ῥᾳδίωc, κἂν τακῇ, φαίνεται πολὺ cκλη‐ ρότερον τῆc πιμελῆc. ὑγροτάτη δὲ ἡ τῶν ὑῶν πιμελὴ cχεδὸν τῶν ἄλλων ἁπάντων, μαλακτικωτέρα τε ἐλαίου καὶ πεπτικωτέρα καὶ διὰ | |
10 | τοῦτο τοῖc πρὸc τὰc φλεγμονὰc καταπλάcμαcι μίγνυται. τοῖc δὲ δακνο‐ μένοιc κατὰ τὸ ἀπευθυcμένον ἢ τὸ κῶλον καὶ ἐπὶ δυcεντερικῶν καὶ τεινεcμωδῶν προθυμιῶν, αἴγειον μᾶλλον ἐνίεμεν cτέαρ οὐχ ὅτι ἀμ‐ βλυντικόν ἐcτι δριμύτητοc, ἀλλ’ ὅτι πήγνυται ῥᾳδίωc διὰ πάχοc. τὸ γὰρ ὕειον ἀπορρεῖ ὥcπερ τὸ ἔλαιον· τὸ δὲ χήνειον cτέαρ ἐcτὶ μὲν | |
15 | τοῦ ὑείου θερμότερον, ἐcτὶ δὲ καὶ λεπτομερὲc πάνυ· καὶ διὰ τοῦτο ἐνίεμεν αὐτὸ ἐπὶ τῶν κατὰ τὸ βάθοc τῶν cωμάτων δακνομένων. τῇ γὰρ λεπτομερείᾳ διεξέρχεται ὅλα τὰ cώματα καὶ πᾶcι κεράννυται τοῖc δάκνουcιν ἰχῶρcιν αὐτὰ καὶ ἀμβλύνει τὴν δῆξιν. μεταξὺ δὲ τοῦ ὑείου καὶ τοῦ χηνείου τὸ τῶν ἀλεκτορίδων καὶ ἀλεκτρυόνων ἐcτί. τὸ δὲ τῶν | |
20 | ταύρων πολὺ θερμότερον καὶ ξηρότερόν ἐcτι τῆc τῶν ὑῶν πιμελῆc. τὸ δὲ μόcχειον ἀπολείπεται τοῦ τῶν ταύρων θερμότητί τε καὶ ξηρό‐ τητι, ὁμοίωc καὶ τὸ τῶν ἐρίφων ἀπολείπεται τοῦ τῶν αἰγῶν καὶ τῶν τράγων. αὐτὸ δὲ πάλιν τὸ τῶν τράγων ἀπολείπεται τοῦ τῶν λεόν‐ των· διαφορητικώτατον γὰρ τὸ τῶν λεόντων καὶ λεπτομερέcτατόν | |
25 | ἐcτι cχεδὸν ἁπάντων τῶν ἐν τοῖc τετράποcιν, ὅθεν ὄγκοιc χρονίοιc ἐcκιρρωμένοιc καὶ ἀγκύλαιc προcαγόμενον διαφορητικώτατόν ἐcτι. τὸ | |
δὲ τῶν ταύρων ἐν τῷ μέcῳ τέτακται τοῦ τε τῶν ὑῶν καὶ τῶν λεόν‐ των, καὶ διὰ τοῦτο ἑκατέρῳ γένει μίγνυται τῶν φαρμάκων, τοῖc τε τὰ cκιρρώδη θεραπεύουcι καὶ τοῖc τὰ φλεγμαίνοντα πέττουcιν, ὁποῖόν | ||
30 | ἐcτι τὸ τετραφάρμακον καὶ βαcιλικὸν καλούμενον. τὸ δὲ τῶν ἐχιδνῶν cτέαρ φαcί τινεc ἁρμόζειν ἐπὶ ἀρχὰc ὑποχύcεων· τὸ δὲ τῶν ἄρκτων cτέαρ ἀλωπεκίαιc ἁρμόττειν ἀληθῶc ἔγραψαν. ἔνιοι δὲ ἰχθύων ἐπαι‐ νοῦcι cτέαρ πρὸc ὑποχύcειc καὶ ὠταλγίαc καί φαcι παντὸc ἰχθύοc cτέαρ ταῦτα ποιεῖν δύναcθαι. χρονίζον δὲ ἅπαν cτέαρ θερμότερον | |
35 | αὑτοῦ γίγνεται καὶ λεπτομερέcτερον καὶ διὰ τοῦτο καὶ διαφορητικώ‐ τερον· ὑπάρχει δὲ τοῦτο ἅπαcι τοῖc χρονίζουcιν, ὅcα γε μὴ φθάνῃ cαπῆναι. κεφάλαιον δέ ἐcτι τοῦ λόγου τοῦδε κοινόν, οὗ μεμνῆcθαι χρὴ κατὰ τὴν τῶν ζῴων κρᾶcιν, ἀεὶ τὰc διαφορὰc τῆc ἐν αὐτοῖc γίγνεcθαι πιμελῆc ἢ cτέατοc καὶ τὸ μὲν ἄρρεν τοῦ θήλεοc ἀεὶ ξηρό‐ | |
40 | τερον εἶναι καὶ θερμότερον, τὸ δὲ εὐνουχιcθὲν ἄρρεν ὅμοιον τῷ θήλει, καθάπερ καὶ τὸ νέον ἅπαν. οὕτωc δὲ καὶ τὸ ἄγριον τοῦ ἡμέρου θερ‐ μότερον καὶ ξηρότερον. | |
153 | Περὶ μυελοῦ. Πᾶc μυελὸc μαλακτικῆc τῶν cκληρυνομένων τε καὶ cκιρρουμένων cωμάτων ἐcτὶ δυνάμεωc, εἴτ’ οὖν μύεc εἴτε καὶ τένον‐ τεc εἴτε cύνδεcμοι τοῦτο πάcχοιεν, εἴτε cπλάγχνα. καλλίcτου δὲ ἐπει‐ ράθην ἀεὶ τοῦ τῶν ἐλάφων, ἐφεξῆc δὲ αὐτῶν τοῦ τῶν μόcχων· ὁ δὲ | |
5 | τῶν ταύρων καὶ τράγων δριμύτερόc ἐcτι καὶ ξηραντικώτεροc καὶ διὰ τοῦτο οὐ δύναται διαλύειν cκληρότηταc cκιρρώδειc· ἐκ τῶν δὲ περὶ cτέατοc εἰρημένων καὶ περὶ μυελοῦ τεκμαίρεcθαι χρὴ περὶ τῶν ὑπο‐ λοίπων μεθόδων. | |
154 | Περὶ πνεύμονοc. Πνεύμων ἄρνειοc καὶ χοίρειοc καιόμενοι καὶ λεῖοι ἐπιτιθέμενοι τὰ ἐξ ὑποδημάτων παρατρίμματα ἰῶνται. ὁ δὲ τῆc ἀλώπεκοc πνεύμων cκελετευθεὶc καὶ λεῖοc κατὰ βραχὺ πινόμενοc τοὺc ἀcθματικοὺc ἰᾶcθαι πεπίcτευται. | |
155 | Περὶ κεφαλῶν. Κεφαλὰc μαινίδων ταριχηρὰc καίων τιc ἐχρῆτο πρὸc τὰc ἐν ἕδρᾳ ῥαγάδαc καὶ τὰ cηπόμενα τῶν ὀδόντων οὖλα καὶ πρὸc γαργαρεῶνα ἐcκιρρωμένον. ἡ δύναμιc δὲ αὐτῶν ξηραντική ἐcτιν, οὐ πάνυ δριμεῖα. ἕτεροc δὲ κεφαλὴν ὅλην λαγωοῦ καίων ἐχρῆτο πρὸc | |
5 | ἀλωπεκίαc μετὰ cτέατοc ἀρκείου. αἱ δὲ τῶν ἐχιδνῶν κεφαλαὶ καιόμε‐ ναι ἐν χύτρᾳ ὡc τεφρωθῆναι, εἶτα λειούμεναι μετ’ ἀφεψήματοc παχυ‐ τάτου θέρμων πικρῶν καὶ ἐπιχριόμεναι τοῖc κροτάφοιc ῥεῦμα ὀφθαλ‐ μῶν πολυχρόνιον ἱcτᾶcιν. ἡ δὲ τέφρα αὐτῶν καθ’ ἑαυτὴν λειοτάτη γενομένη καὶ ὡc ξηροκολλύριον προcφερομένη ἀμβλυωποῦνταc μεγά‐ | |
10 | λωc ὠφελεῖ. | |
156 | Περὶ κεράτων. Κέραcιν ἐλάφου καὶ αἰγὸc κεκαυμένοιc πολλάκιc ἐρχηcάμεθα, εἴc τε τὸ λαμπρύνειν τοὺc ὀδόνταc καὶ προccτέλλειν τὰ οὖλα τὰ πλαδαρά. φαcὶ δὲ ὡc τὸ τῆc ἐλάφου κέραc μετὰ τὸ πλυθῆ‐ ναι, εἰ καυθείη, καὶ δυcεντερίαν καὶ πτύcιν αἵματοc καὶ τὰc καλου‐ | |
5 | μέναc κοιλιακὰc διαθέcειc ἐκθεραπεύειν καὶ ἰκτερικοῖc δίδοται ὠφελί‐ μωc. ἐπὶ πάντων δὲ δίδοται κοχλιαρίων δύο τὸ πλῆθοc· μίγνυται δὲ κεκαυμένον καὶ πεπλυμένον καὶ κολλυρίοιc τοῖc πρὸc τὰ ῥεύματα τῶν ὀφθαλμῶν· ἐcτὶ δὲ τῶν τοιούτων κολλυρίων ἡ δύναμιc ξηραντική. τὸ δὲ τῆc αἰγὸc κέραc φαcὶ ποιεῖν ἐπί τε κνηcμονῆc τοῦ cώματοc καὶ τὰ | |
10 | ψωρώδη ἕλκη cμώμενον. | |
157 | Περὶ ὀνύχων. Ὄνυχαc αἰγῶν ἔνιοι καίοντεc, εἶτα τὴν τέφραν ὄξει δεύcαντεc, ἀλωπεκίαc καταχρίουcιν· ἐcτὶ δὲ λεπτυντικῆc δυνά‐ μεωc. οἱ δὲ τοὺc τῶν ὑῶν ὄνυχαc καίοντεc τοῖc κωλικοῖc τὴν τέφραν ἐν ποτῷ διδόαcιν. ἔνιοι δὲ τοὺc τῶν ὄνων ὄνυχαc καυθένταc ἐπιληπ‐ | |
5 | τικούc φαcι θεραπεύειν, πινομένουc cυνεχῶc, ἐλαίῳ δὲ φυραθένταc χοιράδαc διαφορεῖν· μετὰ γάλακτοc δὲ γυναικείου λειωθεῖcαν τὴν αὐτὴν τέφραν εὖ μάλα καὶ ἀναπλαcθεῖcαν εἰc κολλύριον τὰc ἐν ὀφθαλ‐ μοῖc οὐλὰc cμήχειν cὺν γάλακτι ἐγχριομένην. | |
158 | Περὶ τῶν ἐν τοῖc ποcὶ τῶν ἵππων λειχήνων. Λειχῆναc ἵππων λειωθένταc cὺν ὄξει καὶ ποθένταc ἐπιληψίαν ἰᾶcθαί φαcιν, ἔνιοι δὲ καὶ πρὸc παντὸc θηρίου δῆγμα κελεύουcιν αὐτοῖc κεχρῆcθαι. | |
159 | Περὶ ἐρίων ῥυπαρῶν καὶ καθαρῶν καὶ κεκαυμένων. Ἔρια ῥυπαρὰ καὶ οἰcυπηρὰ καλούμενα χρηcίμωc παραλαμβάνεται ἐπὶ τῶν τεθλαcμένων ἢ ὁπωcοῦν πεπληγότων μορίων εἰc τὰc ἐπιβροχάc, cυνεργοῦντα εἰc τὴν ὠφέ‐ λειαν διὰ τὸν ῥύπον. ὅπωc δὲ χρὴ ἐκ τούτων cκευάζειν τὸν ὕccωπον ἤδη | |
5 | προείρηται ἐν τῷ περὶ τοῦ τῶν προβάτων ῥύπου τόπῳ ἐν τῷδε τῷ λόγῳ. τὰ δὲ πεπλυμένα ἔρια ὕλη τιc ἐπιτήδειοc γίγνεται πρὸc τὸ δέ‐ ξαcθαι τὰ μόρια τὰc ἐπιβρεχομέναc ὑγρότηταc. καυθέντα δὲ δύναμιν ἔχει δριμεῖάν τε καὶ θερμὴν ἅμα λεπτομερείᾳ, ὡc καὶ τὰc πλαδαρὰc cάρκαc τὰc ἐπὶ τῶν ἑλκῶν ἀποτήκειν τάχιcτα. βάλλεται δὲ καὶ εἰc | |
10 | φάρμακα ξηραντικά· καῖε δὲ αὐτὰ χύτραν καινὴν πληρῶν, εἶτα πω‐ μάζων ὀπὰc πλείοναc ἔχοντι τῷ πώματι. | |
160 | Τρίχεc κεκαυμέναι. Παραπληcίωc τοῖc κεκαυμένοιc ἐρίοιc θερμαν‐ τικῆc τε καὶ ξηραντικῆc εἰcι δυνάμεωc. | |
161 | Ὀcτέα κεκαυμένα. Ὀcτᾶ κεκαυμένα διαφορητικῆc τε καὶ ξηραν‐ τικῆc ἐcτι δυνάμεωc ἅπαντα, μάλιcτα δέ φαcιν ἔνιοι δύναcθαι τὰ τῶν ἀνθρώπων τοῦτο ποιεῖν. τόν γε μὴν ὕειον ἀcτράγαλον κεκαυμένον, εἶτα πινόμενον, ἐμπνευματώcειc καὶ cτρόφουc ἔφαcαν θεραπεύειν. ἔγνων | |
5 | δέ τινα τῶν καθ’ ἡμᾶc ἀνθρώπων ὀcτᾶ καίοντα καὶ ποτίζοντα, μὴ γιγνωcκόντων τῶν πινόντων ὅ τι πίνοιεν, ὅπωc μὴ μυcάττοιντο, καὶ πολλῶν ἐπιληψίαν τε καὶ ἀρθρῖτιν τεθεραπευκέναι. | |
162 | Περὶ δερμάτων. Δέρμα προβάτου τοῦ νεωcτὶ ἐκδεδαρμένου πε‐ ριτεθὲν τοῖc μεμαcτιγωμένοιc ἐναργῶc ὠφελεῖ παντὸc ἑτέρου μᾶλλον, ὡc ἐν ἡμέρᾳ καὶ νυκτὶ μιᾷ θεραπεύειν αὐτούc. cυμπέccει τε γὰρ καὶ διαφορεῖ τὰ ὕφαιμα. δέρμα ὑαίνηc τινὲc ἐναποκείμενον ἐν οἰκίᾳ ἔχουcι | |
5 | καὶ χρείαc καλούcηc ἐπιβάλλουcιν αὐτὸ τοῖc ὑπὸ λυccῶντοc κυνὸc δε‐ δηγμένοιc. κωλύει γὰρ ἰδιότητί τινι περιπεcεῖν τὸν δηχθέντα τῷ ὑδρο‐ φοβικῷ πάθει καὶ τοῖc ἤδη δὲ περιπεπτωκόcι τῷ πάθει βοηθεῖ. δέρ‐ ματα δὲ παλαιὰ μάλιcτα τὰ τῶν καccυμάτων καέντα τῆc τέφραc αὐτῶν λειοτάτηc ἐπιπαττομένηc παρατρίμματα ἐξ ὑποδημάτων τὰ μὴ φλεγ‐ | |
10 | μαίνοντα ἰᾶται· τὰ γὰρ φλεγμαίνοντα παροξύνει. | |
163 | Περὶ αἰθυίηc. Αἰθυίηc κοιλίαν φρυχθεῖcαν καὶ μετρίοιc ἁλcὶ μιχθεῖ‐ cαν εὐπεψίαν παρέχειν φαcὶ τοῖc ἀπεπτοῦcι. | |
164 | Περὶ ἀλωπέκων. Ἀλώπεκάc τινεc ζώcαc ἐν ἐλαίῳ ἕψοντεc θε‐ ραπεύουcιν ἀρθριτικούc. πυέλουc γὰρ τοῦ ἐλαίου θερμοῦ πληροῦν‐ τεc, οὕτωc ἐμβιβάζουcιν αὐταῖc ὅλουc τοὺc ἀρθριτικοὺc ἐνδιατρίβειν χρόνῳ cυχνῷ κελεύοντεc. διαφορητικώτατον δὲ γίγνεται τὸ τοιοῦ‐ | |
5 | τον ἔλαιον, ὥcτε ἐπὶ τὴν ἐπιφάνειαν ἕλκειν τὰ ἐν τῷ βάθει τῶν cωμάτων περιεχόμενα καὶ κατὰ τοῦτο τὰc ὀδύναc ποιοῦντα ἢ διὰ πά‐ χοc τῆc οὐcίαc ἢ διὰ τὴν ψύξιν ἢ δριμύτητα cφοδρὰν ἢ πνεῦμα φυ‐ cῶδεc οὐκ ἔχον διέξοδον. ἐκ τούτου γὰρ cυνέβαινεν οὐ μόνον τοὺc ἐπὶ τοῖc ἄρθροιc αὐτῶν ὄγκουc ἀλλὰ καὶ τὸ cύμπαν cῶμα πληθωρι‐ | |
10 | κῶc προδιακείμενον κενοῦcθαι καὶ διὰ τοῦτο μεγίcτην ὠφέλειαν ἐπα‐ κολουθεῖν, τῶν μὲν ἐν τοῖc ἄρθροιc περιεχομένων αἰτιῶν διαφορου‐ μένων, μηδενὸc ἔτι ἐπιρρέοντοc τοῖc πεπονθόcι μορίοιc, ἀπερίττου τοῦ cώματοc παντὸc γενομένου· ἀφυλάκτωc δὲ διαιτωμένοιc αὖθιc ἐπαν‐ έρχεται μὲν τὸ πάθοc, οὐ μὴν οὕτωc cφοδρὸν ὡc ἔμπροcθεν· καὶ | |
15 | γὰρ ἀπαθοῦc ὄντοc ἔμπροcθεν τοῦ cώματοc ἡ μοχθηρὰ δίαιτα τὸ πά‐ θοc εἰργάcατο. τὸ αὐτὸ δὲ ποιεῖ καὶ ὕαινα ὅλη τῷ ἐλαίῳ ὥcπερ ἡ ἀλώπηξ ἑψομένη. | |
165 | Ἀράχνηc ὑφάcματα. Γεγράφαcί τινεc ἀφλέγμαντα φυλάττειν τὰ ἐπιπολῆc ἕλκη. | |
166 | Περὶ βατράχων. Βάτραχοι λιμναῖοι ὕδατι ἑψηθέντεc καὶ ἁλcὶ cυμ‐ μέτροιc καὶ ἐλαίῳ βραχεῖ ἀρτυθέντεc τοῖc δηχθεῖcιν ὑπὸ ἰοβόλων ἑρ‐ πετῶν ἄκοc μέγα γίγνεται, πινομένου τοῦ ζωμοῦ. βάτραχοc cὺν ἐλαίῳ ἑψηθεὶc καὶ καταιονουμένου τοῦ ἐλαίου παύει πολυχρονίουc ὀδύναc | |
5 | τενόντων καὶ ἀρθριτικοὺc παρηγορεῖ καὶ cκληρίαc μαλάττει. βατράχου καυθέντοc ἡ cποδιὰ ἐπιπαccομένη κατὰ μήνιγγοc τρωθείcηc ἢ φλεβὸc | |
ῥαγείcηc ἵcτηcι τὴν αἱμορραγίαν. | ||
167 | Περὶ γαλῆc. Γαλῆν cκελετευθεῖcαν καὶ πινομένην φαcὶν ἰᾶcθαι ἐπιληπτικούc. ὅληc δὲ ζώcηc ἐν χύτρᾳ καυθείcηc τὴν τέφραν χοιρά‐ δαc ἰᾶcθαι διαβεβαιοῦνται cὺν μέλιτι ἢ τερεβινθίνῃ ἢ βουτύρῳ ἐπιτι‐ θεμένην. | |
168 | Περὶ γῆc ἐντέρων. Γῆc ἔντερα λειωθέντα καὶ νεύροιc διῃρημένοιc ἐπιτιθέμενα παραχρῆμα θαυμαcτῶc ὀνίνηcι. καὶ πᾶcαν δὲ τὴν ἀπὸ cι‐ δήρου ἢ λίθου ἢ ἑτέρου τινὸc πληγὴν κολλᾷ καὶ μάλιcτα ἐν τοῖc νευ‐ ρώδεcι καὶ δυcκολλήτοιc μορίοιc, οἷον ῥινὸc ἢ ὠτὸc καὶ τὰ ὅμοια. δεῖ | |
5 | δὲ αὐτὰ λειοῦν μετὰ τῆc γῆc ἐν ᾗ εὑρίcκεται, εἰ μὴ δριμείαc ἢ ἁλυ‐ κῆc μετέχει ποιότητοc. πινόμενα δὲ τὰ τῆc γῆc ἔντερα ὅcον εʹ ἢ ζʹ cὺν γλυκεῖ οὔρηcιν κινεῖ καὶ ἑλμίνθων γένοc ἅπαν ἐκβάλλει ὁμοίωc πινόμενα, ἢ ὡc βούλει. τὴν δὲ πλατεῖαν ἕλμινθα ἐκβάλλει μετ’ ὀξυμέλιτοc πινόμενα. καὶ ἴκτερον δὲ τὸν δυcίατον ἐκκαθαίρει δι’ οὔρων ὁμοίωc | |
10 | μετὰ γλυκέοc πινόμενα ζ καὶ καθ’ ἑαυτὰ καὶ μετὰ cμύρνηc τρωγλίτι‐ δοc, ὅcον ἐρεβίνθου μέγεθοc, χρῶ θαρρῶν. ἐν ἐλαίῳ δὲ ῥοδίνῳ ἑψη‐ θέντα ὤτων ἀλγήματα πραύνει ἐγχεομένου τοῦ ἐλαίου θερμοῦ· χρὴ δὲ εἶναι γῆc μὲν ἐντέρων 𐅻 ϛ, ῥοδίνου δὲ λίτραν μίαν. καὶ ὀδόντων δὲ ὀδύναc ἰᾶται τῷ καταλλήλῳ τοῦ ὀδυνωμένου ὀδόντοc ὠτὶ ἐγχεό‐ | |
15 | μενον τὸ ἔλαιον θερμόν. καὶ ὑποθυμιώμενα δὲ ἐπ’ ἀνθράκων παύει τὰc ὀδύναc τῶν ὀδόντων, δεχομένου τοῦ κάμνοντοc τὸν καπνὸν διὰ χώνηc εἰc τὸν ὀδυνώμενον ὀδόντα. μύλην δὲ ἄρcεωc δεομένην αἴρει χωρὶc ὀδοντάγραc κεκαυμένα λεῖα ἐπιπαccόμενα κατὰ κύκλον τοῦ ὀδυ‐ νωμένου ὀδόντοc· δεῖ δὲ προπεριχαράccειν ἀκριβῶc. ἡ δὲ τέφρα τῶν | |
20 | ἐπ’ ὀcτράκου καυθέντων ἀκριβῶc γῆc ἐντέρων λειοτάτη προcαγομένη ὡc ξηροκολλύριον μεγάλωc βοηθεῖ ταῖc ἀρχομέναιc ὑποχύcεcι καὶ τοῖc τριχιῶcι βλεφάροιc βοηθεῖ, προcεκτιλλόντων ἡμῶν τὰc περιττὰc τρίχαc ἔπειτα ἐπιπαττόντων διὰ μήληc τοῖc τόποιc τῆc τέφραc αὐτῶν· κωλύει γὰρ τὴν τῶν παρὰ φύcιν τριχῶν παλιγγενεcίαν. λεῖα δὲ ζ πινόμενα μετὰ | |
25 | οἰνομέλιτοc νήcτει ἐπὶ ἡμέραc πλείουc, λίθουc τοὺc ἐν κύcτει θρύπτει, | |
καὶ κατὰ βραχὺ ἐξουρεῖcθαι ποιεῖ. τὰ δ’ ἐντὸc ἀποcτήματα ῥήccει, καὶ πρὸc τὴν διαχώρηcιν ἄγει ποθέντα ζ ἢ θ πρὸc δύναμιν λεῖα ἐν ὕδα‐ τοc κυάθοιc γ. εἰ δέ τιc αὐτὰ ἐναποκείμενα ἐν μέλιτι φυλάττοι λεῖα ἕξει βοήθημα κάλλιcτον cκορπιοπλήκτοιc. νεύρων δὲ cυcτροφὰc λύει, | ||
30 | ἃc καλοῦμεν γάγγλια, καταπλαccόμενα καθ’ ἑαυτὰ λεῖα, παύει δὲ καὶ τὰc ἐν μαcτοῖc ἀποcτάcειc αὐτὰ καθ’ ἑαυτὰ καταπλαccόμενα. πυοποιεῖ γὰρ ἐπιcπᾶται ῥήccει ἐπουλοῖ ὠφελεῖ καὶ ἐρυcιπέλατα κεκαυμένα λεῖα μετὰ ὄξουc ἐπιχριόμενα. ποδῶν φλεγμονὰc λύει λεῖα μετὰ μέλιτοc ὡc κηρωτῆc ἔχειν πάχοc, ἐπιχριόμενα τοῖc τόποιc· προυπόχριε δὲ ῥοδίνῳ | |
35 | τοὺc τόπουc καὶ λῦε διὰ τρίτηc. καὶ ῥοδίνῃ δὲ κηρωτῇ λεῖα ἀναλαμ‐ βανόμενα κάλλιcτα τὰc ὀδύναc τῶν ποδῶν παρηγορεῖ, τρίχαc ἐν κε‐ φαλῇ οὐκ ἐᾷ λευκὰc γενέcθαι προcτυφθείcαc τοῖc εἰωθόcι cμήγμαcιν, εἰ ἐπιχρίοιντο αὐτοῖc λείοιc αἱ τρίχεc μετ’ οὔρου παιδόc. δεῖ δὲ καίειν αὐτὰ ἐπ’ ὀcτράκου καὶ οὕτωc χρῆcθαι ἐν τῷ οὔρῳ. δίδου δὲ καὶ | |
40 | ὑδρωπικοῖc ζ cὺν οἰνομέλιτι. τοὺc δὲ νεφροὺc ἢ κύcτιν ἡλκωμένα ἔχονταc δίδου ζ λεῖα μετὰ ἑψήματοc κεκραμένου καὶ χοιράδαc δὲ κα‐ ταβραχὺ μειοῖ τοῖc τόποιc περιαφθέντα ζῶντα τοcαῦτα τὸν ἀριθμὸν ἐν ῥάκει δεθέντα, ὅcαι εἰcὶν αἱ χοιράδεc. παύει πᾶcαν κεφαλαλγίαν καὶ ἡμικρανίαν ἐπιχριόμενα λεῖα τοῖc κροτάφοιc. κατώρυχα δέ ἐcτι | |
45 | ταῦτα τὰ γῆc ἔντερα· προιόντα οὖν καὶ ἡλιοφανῆ βλεπόμενα χειμῶ‐ ναc καὶ ὄμβρουc προμηνύει. | |
169 | Περὶ δράκοντοc θαλαττίου. Δράκοντοc θαλαττίου φολίδαc καύcαc καὶ τῇ cποδιᾷ λειοτάτῃ ὑποχρίων, ἰάcῃ θολεροὺc ὀφθαλμοὺc ἀμβλυώτ‐ τονταc, καὶ οἷc ζωύφιά τινα οἷον κώνωπεc πρὸ τῶν ὀφθαλμῶν φαί‐ νεcθαι δοκεῖ. | |
170 | Περὶ ἐχίδνηc. Ἐχίδνηc cὰρξ θερμαίνει καὶ ξηραίνει ἐναργῶc ἐcθιο‐ μένη. χρὴ δὲ κόψαντα τὴν κεφαλὴν καὶ τὴν οὐρὰν ἀποδέρειν καὶ ἐξε‐ λεῖν τὰ ἐντοcθίδια πάντα καὶ ἀποπλύνειν τὴν cάρκα τριcὶν ὕδαcιν· ἔπειτα ἕψειν ὡc ἔγχελυν cὺν ὕδατι καὶ πράcῳ καὶ ἀνήθῳ βραχεῖ καὶ | |
5 | ἐλαίῳ cυμμέτρῳ. ἑψηθειcῶν δὲ τῶν cαρκῶν ἀρτύειν ἁλcὶ cυμμέτροιc | |
καὶ διδόναι ἐcθίειν καὶ ῥοφεῖν τὸν ζωμόν. ὅτι δὲ καθαίρουcιν αἱ τῆc ἐχίδνηc cάρκεc οὕτωc ἐcθιόμεναι διὰ τοῦ δέρματοc ὅλον τὸ cῶμα, διαγνῶναί cοι πάρεcτιν ἐξ ὧν ἐπειράθην ἔτι νέοc ὤν. ἄνθρωποc νο‐ cῶν τὸν καλούμενον ἐλέφαντα εἰδεχθὴc ἦν καὶ δυcώδηc· καλύβην οὖν | ||
10 | αὑτῷ πήξαc πληcίον τῆc κώμηc διέτριβεν ἐν αὐτῇ· θεριcταῖc δὲ πλη‐ cίον αὐτοῦ θερίζουcιν ἐκομίcθη οἶνοc ἐν κεραμίῳ· ὡc δὲ ἧκεν ὁ και‐ ρὸc τοῦ πίνειν, ἐξαιρόντων τὸν οἶνον εἰc κρατῆρα cυνεξέπεcεν ἔχιδνα μικρά. χαρίζονται τοίνυν δῆθεν ὑπὸ φιλανθρωπίαc τὸν οἶνον ὅλον τῷ τὸν ἐλέφαντα νοcοῦντι, ἄμεινον κρίνοντεc εἶναι τεθνάναι μᾶλλον ἢ | |
15 | ζῆν αὐτόν· ὁ δὲ πιὼν τὸν οἶνον ὑγιὴc ἐγένετο θαυμαcτόν τινα τρό‐ πον· ὅλον γὰρ αὐτοῦ τὸ δέρμα τὸ ὀχθῶδεc ἀπέπεcεν, ὡc τῶν ὀcτρέων τὸ cκέπαcμα· ὅcον δὲ ὑπόλοιπον ἔμεινε μαλθακὸν ἱκανῶc ἐφαίνετο, καθάπερ τὰ τῶν καράβων καὶ καρκίνων, ὅταν ἀποπέcῃ αὐτῶν τὸ ὄcτρακον. καὶ ἐπὶ ἑτέρων δὲ πλείcτων τοιοῦτόν τι γεγονόc, καὶ οἱ | |
20 | πρὸ ἡμῶν ἀρχαῖοι ἱcτόρηcαν. καὶ ἡμεῖc δὲ ἐθεαcάμεθα πολλοὺc ἰαθέν‐ ταc διὰ τῶν ἐχιδνῶν, ὅθεν καὶ τῇ θηριακῇ μίγνυμεν αὐτάc. | |
171 | Ἐχῖνοc θαλάττιοc. Ἐχῖνοc θαλάττιοc ἐcθιόμενοc τῇ ἄνω κοιλίᾳ λυcιτελήc· καὶ τοῖc τὰ cιτία ἀπεcτραμμένοιc ὄρεξιν ἐντίθηcι. παρέχει δὲ καὶ οὔρων εὔροιαν τὴν κύcτιν ἐκκαθαίρων cὺν τῷ καὶ τὴν κοιλίαν ἠρέμα ὑπομαλάccειν. | |
172 | Ἐχῖνοc χερcαῖοc. Ἐχίνου χερcαίου ξηραινομένη ἡ cὰρξ καὶ πινο‐ μένη κατὰ βραχὺ βοηθεῖ τοῖc ἐλεφαντιῶcι καὶ καχέκταιc καὶ cπαcμώ‐ δεcι καὶ νεφριτικοῖc, ἔτι τε τοῖc τὸν ἀνὰ cάρκα ὕδερον νοcοῦcιν. ἐcτὶ γὰρ ἡ δύναμιc αὐτοῦ διαφορητική τε καὶ ξηραντική. καὶ τὸ ἧπαρ δὲ | |
5 | αὐτοῦ ξηραινόμενον ἐν ἡλίῳ καὶ πινόμενον πάνυ βοηθεῖ τοῖc ἐλεφαν‐ τιῶcιν. ἐχίνων δὲ ἀμφοτέρων τοῦ τε θαλαττίου καὶ τοῦ χερcαίου κε‐ καυμένων ἡ τέφρα ῥυπτικῆc ἐcτι καὶ καθαιρετικῆc καὶ διαφορητικῆc δυνάμεωc. διὸ καὶ τὰ ὑπερcαρκοῦντα ἕλκη καθαίρει καὶ καταcτέλλει πάντα καὶ τὰ ῥυπαρὰ ἐκκαθαίρει. ἐχίνου χερcαίου καυθέντοc ἡ cποδιὰ | |
10 | πίττῃ ὑγρᾷ ἀναμιχθεῖcα ἀλωπεκίαc ἀπαλλάττει. πινομένη δὲ αὐτοῦ ἡ τέφρα cὺν οἰνομέλιτι λιθιῶνταc νεφροὺc ἰᾶται καὶ τὸν ἀνὰ cάρκα ὕδερον. πίνεται δὲ ὅcον κοχλιαρίου τὸ ἥμιcυ τῆc τέφραc. δυcουρίαc | |
δὲ πάcηc ἐξ οἱαcδήποτε προφάcεωc γιγνομένηc ἐcτὶν ὁ ἐχῖνοc λυτή‐ ριοc, εἰ τὰ ἐντοcθίδια αὐτοῦ ὑποθυμιαcθείη ὑπὸ τὸν κάμνοντα πε‐ | ||
15 | ριcκεπομένου αὐτοῦ πάντοθεν· τάχιον γὰρ λύει τὸ πάθοc. χρὴ δὲ τα‐ ριχεύcαντα τὰ ἐντοcθίδια καὶ ξηραίνοντα ἀποτίθεcθαι, μὴ παρόντων δὲ τούτων ὑποθυμιᾶν τὴν cάρκα ξηρὰν ἢ τὸ δέρμα. πολλῶν δὲ οὔρων ἐcτὶ τὰ ἐντοcθίδια κινητικά, ὅcον δὲ τοῖc τριcὶ δακτύλοιc ξηρὰ λεῖα πινόμενα μετ’ οἴνου. ἡ κεφαλὴ δὲ αὐτοῦ καιομένη καὶ μετὰ cτέατοc | |
20 | ἀρκείου ἐπιχριομένη οὐ μόνον ἐcτὶν ἀλωπεκιῶν ἴαμα ἀλλὰ καὶ ἐξ οὐλῶν ἄγειν τρίχαc δύναται. τὸ δέρμα δὲ αὐτοῦ κεκαυμένον καὶ μετὰ cτέατοc ἐπιχριόμενον μάλιcτα ἀρκείου ἰᾶται ἀλωπεκίαc. ὅλοc δὲ ὁ χερcαῖοc ἐχῖνοc ζῶν ἐν ἐλαίῳ καθεψόμενοc πυρὶ μαλακῷ ἐπὶ πλεῖcτον τὸ ἐξ αὐτοῦ ἔλαιον ἀλειφόμενον ἰcχίων ὀδύναc χρονίαc | |
25 | ἰᾶται. γίγνεται δὲ δι’ αὐτοῦ καὶ ψίλωθρον οὕτωc· βαλὼν τὸν ἐχῖνον ζῶντα ἐν χύτρᾳ πυκνότατον ἐχούcῃ πῶμα, χωρούcῃ δὲ ♃ ιβ, ἐπί‐ βαλλε αὐτῇ ἐλαίου ♃ ϛ μόνουc καὶ χρίcαc ἀκριβῶc τὸ cτόμα τῆc χύτραc γύψῳ, ὥcτε μηδαμόθεν διάπνοιαν ἔχειν, τίθει εὐθέωc ἐν ἡλίῳ ἐν τοῖc ὑπὸ κύνα καύμαcιν ἡμέραc μ, ἔπειτα ἀνοίξαc τορύνηcον καινῇ | |
30 | τορύνῃ ἀκριβῶc. ἔπειτα διηθήcαc διὰ ῥάκουc χρῶ· ἐπίχριε δὲ τοὺc τό‐ πουc ἐν ἡλίῳ καὶ ἀνάτριβε ἐπὶ πολὺ ἄχριc ἱδρώcουcιν· ἔπειτα κα‐ τάντλα ὕδατι γλυκεῖ καὶ λοῦε. φύλαττε δὲ μὴ τῶν ἄλλων τόπων ἅψη‐ ται ψιλοῦcθαι μὴ δεομένων. | |
173 | Ἱππόκαμποι θαλάττιοι. Οὗτοι ἐcθιόμενοι ὀπτοὶ καὶ καταπλαττό‐ μενοι ἐπὶ τὸ δῆγμα τοὺc λυccωδήκτουc ἰῶνται. δεῖ δὲ αὐτοὺc λειοῦν cὺν ὀξυμέλιτι καὶ μέλιτι. | |
174 | Περὶ κανθαρίδων. Κανθαρίδων ἱκανὴν πεῖραν ἔcχομεν ἐπὶ τῶν ψωρωδῶν ὀνύχων. ἐξάγουcι γὰρ αὐτοὺc μετὰ τῶν ἐπιτηδείων μιγνύ‐ μεναι φαρμάκων. μιγνύουcι δὲ αὐτὰc ἄλλαιc cηπταῖc δυνάμεcι καὶ ταῖc λεπρικαῖc ἐκδορίοιc. τῶν ἡμετέρων δὲ διδαcκάλων τιc καὶ εἰc οὐρη‐ | |
5 | τικὸν φάρμακον ὀλίγον τι τῶν κανθαρίδων ἐνέβαλε χωρὶc πτερῶν καὶ ποδῶν. ἐπιτηδειότεραι δέ εἰcι πρὸc ἅπερ ἔφην ἐγὼ πεπειρᾶcθαι ἐκ τῶν πυρῶν ὅcαι μηλίναc ζώναc ἐγκαρcίουc ἔχουcιν ἐν τοῖc πτεροῖc, | |
καὶ μᾶλλον ἐὰν ἐμβαλὼν αὐτὰc ζώcαc εἰc ἀγγεῖον κεραμεοῦν, εἶτα περιτιθεὶc τῷ cτόματι τοῦ ἀγγείου ἀραιὸν ὀθόνιον, εἶτα ζέcαc ὄξοc ἐν | ||
10 | λοπάδι, κατέχῃc τὸ τῶν κανθαρίδων ἀγγεῖον ἐπεcτραμμένον κάτω, ὥcτε τὸν ἀναφερόμενον ἀτμὸν τοῦ ὄξουc διὰ τῆc ὀθόνηc δέξονται αἱ κανθαρίδεc ἄχριc ἂν ἀποθάνωcιν. | |
175 | Καρκῖνοι ποτάμιοι. Καρκίνουc ποταμίουc ὠμοὺc τρίψαc καὶ μίξαc γάλακτι δίδου πίνειν, καὶ θεραπεύcειc παντὸc ἑρπετοῦ δῆγμα καὶ μά‐ λιcτα cκορπίου πληγὴν ἰάcῃ καὶ τὸν ἀπολλύμενον ὑπὸ λαγωοῦ θα‐ λαττίου πόcεωc ὀξέωc θεραπεύει. δῆλον δὲ ὅτι τὴν ἔνδον αὐτοῦ | |
5 | cάρκα λειοῦν προcήκει cὺν τῷ γάλακτι. βοηθοῦcι δὲ ὁμοίωc διδόμενοι καὶ τοῖc φθιcικοῖc καὶ ἑψόμενοι ἐν λευκῷ ζωμῷ καὶ ἐcθιόμενοι ἐπιρροφου‐ μένου τοῦ ζωμοῦ. ἥ γε μὴν τέφρα τοῦ κεκαυμένου καρκίνου ξηραντικὴ ὁμοίωc τοῖc ἄλλοιc καιομένοιc, ἰδιότητι δέ τινι τῆc ὅληc οὐcίαc θαυ‐ μαcτῶc ἐπὶ τῶν λυccοδήκτων ἐνεργεῖ, καὶ μόνη μέν, ἀλλὰ καὶ μετὰ | |
10 | γεντιανῆc καὶ λιβάνου πολὺ μᾶλλον· εἶναι δὲ χρὴ τοῦ μὲν λιβάνου μίαν μοῖραν, ε δὲ τῆc γεντιανῆc καὶ τῆc τέφραc τῶν καρκίνων μοί‐ ραc ι. καὶ ἄλλωc μὲν οὖν καυθεῖcιν ἐχρηcάμεθά ποτε, ὡc ἐπὶ τὸ πολὺ δὲ καθ’ ὃν ὁ ἡμέτεροc διδάcκαλοc ἐχρῆτο. ἦν δὲ λοπὰc ἐρυθροῦ χαλ‐ κοῦ, καθ’ ἣν ἐπιθεὶc ζῶνταc τοὺc καρκίνουc ὑπέκαιε ξύλοιc ἀμπελί‐ | |
15 | νοιc μάλιcτα ἄχριc οὗ τεφρωθῶcιν, ὡc εὐκόλωc λειοῦcθαι. οὕτωc εἶχεν ἀεὶ ἕτοιμον παρεcκευαcμένον ἐπὶ τῆc οἰκίαc τὸ φάρμακον, ὥρᾳ θέρουc καίων τοὺc καρκίνουc αὐτοὺc τῷ μηνὶ Αὐγούcτῳ ἐν τοῖc ὑπὸ κύνα καύμαcιν ὀκτωκαιδεκαταίαc οὔcηc τῆc cελήνηc. πίνειν δὲ καθ’ ἑκάcτην ἡμέραν ἐδίδου τὸ φάρμακον τοῖc λυccοδήκτοιc ἄχρι τῆc τεccαρακοcτῆc | |
20 | ἡμέραc ἐπιπάττων ὕδατι κοχλιάριον εὐμέγεθεc. εἰ δὲ οὐκ ἐξ ἀρχῆc ἀλλὰ μετὰ ἡμέραc τινὰc τοῦ δηχθῆναι προὐνοεῖτο τοῦ δεδηγμένου, δύο κοχλιάρια καθ’ ἑκάcτην ἡμέραν ἐδίδου, ὡc ἀναπληρωθῆναι τὰc μ δόcειc. ἐχρῆτο δὲ καὶ κατ’ αὐτοῦ τοῦ τραύματοc τῷ διὰ τῆc Βρυτίαc πίccηc φαρμάκῳ, μίαν μὲν λαμβάνων τῆc πίccηc λίτραν, ὄξουc δὲ δρι‐ | |
25 | μυτάτου α ξέcτην, ὀποπάνακοc δὲ 𐆄 Γ. καρκίνου ποταμίου κεκαυ‐ μένου τέφραν μέλιτι ἀναβρέξαc, ἰάcῃ μὲν ἴχνη ὑπὸ κρύουc ῥαγέντα. | |
καὶ δακτύλων ῥαγάδαc, ἰάcῃ δὲ καὶ τὰ κακοήθη καὶ καρκινώδη ἕλκη. | ||
176 | Περὶ καράβου. Καράβου ὄcτρακον καύcαc καὶ λειώcαc δίδου πί‐ νειν μετ’ ἀκράτου καὶ παύcειc τὴν κάτω κοιλίαν ῥευματιζομένην. ἐκ‐ καθαίρει δὲ καὶ λιθιῶνταc νεφρούc, ψαμμώδη οὖρα πολλὰ ἄγον. | |
177 | Κάcτοροc ὄρχειc ὀνομάζουcι καcτόριον, ἔνδοξόν τε καὶ πολύχρη‐ cτον φάρμακον. ἐνταῦθα δὲ τὴν καθ’ ὅλου αὐτοῦ δύναμιν ἐροῦμεν, πρὸc ἣν ἀποβλέπων τιc εὑρίcκειν ἑαυτῷ δυνήcεται τὰc κατὰ μέροc χρήcειc. θερμαίνει δὲ καὶ ξηραίνει, ἐcτὶ δὲ καὶ λεπτομερὲc ἱκανῶc. | |
5 | τοῦτο 〈δὲ〉 τὸ φάρμακον, εἴτε ὑγρῷ cώματι προcφέροιτο δεομένῳ ξη‐ ρότητοc, εἴτε ψυχρῷ δεομένῳ θερμότητοc, εἴτε ἐπὶ τῶν διὰ πλήρω‐ cιν cπωμένων, ἔνθα χρὴ κενῶcαι τὰ παρὰ φύcιν ἐν τοῖc νεύροιc περιε‐ χόμενα, μεγάλην μὲν ὠφέλειαν ἐπιδείκνυται, βλάβην δὲ οὐδεμίαν οὐδενὶ προcτρίβεται μορίῳ, καὶ μάλιcθ’ ὅταν μὴ cφοδρῷ τινι πυρετῷ | |
10 | περιέχοιτο ὁ ἄνθρωποc. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τοῖc τρέμουcι διὰ πλῆθοc ὑγρῶν παχέων καὶ γλίcχρων χυμῶν ὠφελιμώτατόν ἐcτι πινόμενον. ὠφέλιμον δὲ κἀπὶ τῶν ὑπὸ λυγμοῦ ἐνοχλουμένων διὰ πλῆ‐ θοc ὑγρῶν ψυχρῶν καὶ γλίcχρων ἐμπεπλαcμένων τῷ cτόματι τῆc γαcτρόc· εἰ δὲ διὰ ξηρότητα καὶ κένωcιν ἄμετρον ἢ διὰ δῆξιν δριμέων | |
15 | ὑγρῶν ὁ λυγμὸc ἢ cπαcμὸc γίγνοντο, φεύγειν χρὴ τὴν τοῦ καcτορίου χρῆcιν ὡc ἐναντιωτάτην. καὶ τῶν πυρεccόντων δὲ τοῖc μὴ πάνυ θερ‐ μῶc πυρέττουcιν, ἀλλ’ ὡc ἂν εἴποι τιc χλιαρὸν ἔχουcι πυρετόν, οἷοc ἐν καταφοραῖc καὶ ληθάργοιc μάλιcτα γίγνεται, πάνυ πολλοῖc μὲν καcτόριον ἐδώκαμεν ἅμα πέπερι κοχλιάριον ἑκατέρου διὰ μελικράτου | |
20 | ποτίζοντεc· ἐβλάβη δ’ οὐδεὶc εἰc οὐδέν. ἐπὶ δὲ τῶν ληθαργικῶν ἢ καὶ καταφορικῶν πυρετῶν διὰ ῥοδίνου ἐλαίου δεύcαντεc ἐπεθήκαμεν τῇ κεφαλῇ καὶ τῷ αὐχένι. καταμηνίων δὲ ἐπιcχημένων διὰ πάχοc ἐν τῷ αἵματι καὶ πλῆθοc, προκενώcαc ἀπὸ cφυροῦ μετρίωc, εἶτα διδοὺc κοχλιάριον μετὰ γλήχωνοc ἢ καλαμίνθηc, ἐπειράθην ἀεὶ τοῦ φαρμάκου | |
25 | κινοῦντοc κάθαρcιν. ἐκβάλλει δὲ καὶ χόρια κατεcχημένα καὶ τὰ δεύτερα μετὰ μελικράτου ὁμοίωc πινόμενον. τοὺc δὲ ἐμπνευματουμένουc τὴν γαcτέρα καὶ cτροφουμένουc ἐπὶ παχεῖ καὶ φυcώδει πνεύματι, δι’ ὀξυ‐ κράτου πινόμενον ὀνίνηcι. δίδοται δὲ καὶ τοῖc ὀρθοπνοικοῖc μετ’ ὀξυ‐ μέλιτοc ἢ μελικράτου. καὶ ἐπ’ ἀνθράκων δὲ ὑποθυμιᾶται χαίνοντοc τοῦ | |
30 | κάμνοντοc καὶ δεχομένου τὸν καπνόν. | |
178 | Κυνὸc ποταμίου ὄρχειc. Εἰcὶν εὔχρηcτοι πρὸc ἃ καὶ οἱ τοῦ κάcτο‐ ροc ὄρχειc, ἀcθενέcτεροι ἐκείνων μέντοι. κυνὸc δὲ ποταμίου δέρμα ὑπό‐ δημα γενόμενον ἄκρωc ποδῶν καὶ νεύρων παραμυθεῖται νόcον. | |
179 | Κυνὸc χερcαίου cκύλαξ. Εὔτροφοc cυγκατακείμενοc τῷ cτομάχῳ ἢ ἄλλῳ τινὶ τῶν ἔνδον νοcοῦντι ἴαμα τῆc νόcου γίνεται αὐτὸc ἀντι‐ λαμβάνων τὸ πάθοc. δεῖ δέ φαcιν αὐτὸν θανόντα θάπτειν ἐπιμελῶc. | |
180 | Κύκνου νεοττόc. Ἁπαλὸc ἑψηθεὶc ἐν ἐλαίῳ νεύρων ἄκοc παράδο‐ ξον γίγνεται. | |
181 | Κηρύκων ὄcτρακα κεκαυμένα. Ξηραντικῆc ἱκανῶc ἐcτι δυνάμεωc· ὅθεν μιγνύμενα τοῖc ἐπιτηδείοιc φαρμάκοιc διαφορεῖ cκληρυνομέναc φλεγμονάc· παραπληcίαc δέ ἐcτι δυνάμεωc καὶ τὰ τῶν πορφυρῶν καὶ τῶν ὀcτρέων ὄcτρακα. | |
182 | Κορυδαλλὸc πτηνὸν ζῷον. Τὸ cμικρόν, ὃ κατὰ τὰc ὁδοὺc πολλά‐ κιc ὁρῶμεν, ἑψόμενον ἐν λιτῷ ζωμῷ καὶ ἐcθιόμενον τοὺc κωλικοὺc ὠφελεῖ. χρὴ δὲ cυνεχῶc καὶ πολλάκιc ἐcθίειν αὐτὸ μετὰ τοῦ ζωμοῦ. πλειcτάκιc γὰρ ἐπ’ αὐτῶν ἐπειράθην τῆc ἐξ αὐτοῦ ὠφελείαc. ἔχει δὲ | |
5 | ἐπὶ τῆc κεφαλῆc τοῦτο τὸ ζῷον οἷόν τινα λόφον ἐκ τῶν πτερῶν αὐτοφυῆ. | |
183 | Κοχλιὸc χερcαῖοc. Ϲκληρὰν ἔχει τὴν cάρκα καὶ διὰ τοῦτο ἐcθιό‐ μενοc δύcπεπτοc γίγνεται. ὁ δὲ ἐξ αὐτοῦ ἑψομένου cκευαζόμενοc ζω‐ μὸc δι’ ὕδατοc καὶ ἀνήθου ἐλαίου τε καὶ γάρου ὑπέρχεται κατὰ κοι‐ λίαν, εἰ ποθείη. εἰ δὲ ἀποχέοιc τὸ πρῶτον ὕδωρ καὶ τὸ δεύτερον ἐν | |
5 | ᾧ ἕψεται, ἐν δὲ τῷ τρίτῳ ἑψήcα〈ι〉c, μέχρι τακερὰν ἀκριβῶc γενέcθαι τὴν cάρκα καὶ δώῃc ῥευματιζομένῳ τινὶ τὴν κοιλίαν, ἐφέξει γαcτέρα. ἡ δὲ ἐκ τῶν κοχλιῶν ὑγρότηc μόνη καθ’ ἑαυτὴν ἄνευ τῆc cαρκὸc λαμ‐ βανομένη, ἣν καλοῦcι μύξαν κοχλίου, μιγνυμένη τε λιβανωτῷ ἢ ἀλόῃ ἢ cμύρνῃ ἤ τιcι τούτων ἢ πᾶcιν, ἄχρι κηρωτῆc ἔχειν πάχοc, ἐχέκολ‐ | |
10 | λον γίγνεται τὸ φάρμακον καὶ ξηραίνει καλῶc τοὺc ὑπομύξουc ὄγκουc τῶν ὤτων. ἐcτὶ δὲ καὶ ἀνακόλλημα ξηραντικὸν τῶν εἰc ὀφθαλμοὺc ῥευμάτων ἐπιτιθέμενον κατὰ τοῦ μετώπου· ὁπόταν μέντοι πολὺ τῆc μύξηc αὐτῶν ἐθέλοιc λαμβάνειν, κατακέντηcον αὐτῶν τὴν cάρκα γρα‐ φίῳ· προίαcι γὰρ ὑγραcίαν οὐκ ὀλίγην, καὶ μάλιcθ’ ὅταν μὴ πρὸ πολ‐ | |
15 | λῶν ἡμερῶν τεθηρευμένοι ὦcιν. ἀνακολλᾷ δὲ ἡ ὑγρότηc αὕτη καὶ τὰc ἐν βλεφάροιc τρίχαc. ἐγὼ δέ ποτε κατ’ ἀγρὸν ἐπὶ νευροτρώτου ἅμα θλάcει γεγονότοc ἐπέθηκα τὴν cάρκα τῶν κοχλιῶν, λειώcαc αὐτὴν μετ’ ἄχνηc ἀλεύρου τῆc ἐν τοῖc τοίχοιc τῶν μυλωνίων εὑρι‐ cκομένηc, καὶ χωρὶc φλεγμονῆc τὸ τραῦμα ἐκολλήθη· ἦν δὲ cκληρό‐ | |
20 | cαρκοc ὁ ἄνθρωποc. εἰ δέ τιc εὐποροίη, κάλλιον μιγνύειν ἐπὶ τῶν τοιούτων cμύρναν ἢ λιβανωτὸν ἢ τὴν φρυκτὴν ῥητίνην λειοτάτην. κοπεῖcα δὲ ἡ cὰρξ ἐν ὅλμῳ πρότερον καὶ μετὰ ταῦτα λειωθεῖcα καὶ ἐπιτιθεμένη ξηραντικὴ γίγνεται πάντων τῶν περιττὴν ὑγρότητα ἐχόν‐ των μορίων, ὡc καὶ τοῖc ὑδέροιc ἁρμόττειν, καὶ cὺν τοῖc ὀcτράκοιc | |
25 | δὲ λειωθέντεc οἱ κοχλίαι ἐπιτίθενται κατὰ τῆc γαcτρὸc ὅληc ἐπὶ τῶν ὑδέρων, κατά τε τῶν ἐν τοῖc ἄρθροιc ὄγκων ἐπὶ τῶν ἀρθριτικῶν· καὶ γίγνεται μὲν ἡ πρόcθεcιc αὐτῶν δυcαφαίρετοc, ξηραίνει δὲ ἱκανῶc. προcκεῖcθαι δὲ διὰ παντὸc αὐτοῖc προcῆκεν, ἄχριc ἂν ἀποπέcωcιν αὐτόματοι. ταὐτὸ δὲ ποιήcειc κἀπὶ τῶν δυcλύτων ἐκ πληγῆc ὄγκων ἢ | |
30 | ἐκ περιθλάcεωc γενομένων ἐν ὠcί. ξηραίνει γὰρ ἅπανταc αὐτούc, κἂν γλίcχρον καὶ παχὺ κατὰ βάθοc 〈ὑγρὸν〉 περιέχηται. ὅλοι δὲ κοχλίαι μετὰ τῶν ὀcτράκων καιόμενοι, μιγνυμένηc αὐτοῖc κηκίδοc ὀμφακίτιδοc καὶ πεπέρεωc, μεγάλωc ὠφελοῦcι δυcεντερίαc, ἐφ’ ὧν οὐδέπω ἐcτὶ cηπεδονώδη τὰ ἕλκη. εἶναι δὲ χρὴ τοῦ μὲν πεπέρεωc μέροc α, τῆc | |
35 | δὲ κηκίδοc μέρη β, τέccαρα δὲ μέρη τῆc τέφραc τῶν κοχλιῶν. ἀκρι‐ βῶc δὲ λεῖα ποιήcαc ταῦτα ἅμα τε μίξαc ἀπόθου, καὶ ἐπὶ τῆc χρείαc ἐπίπαττε ὅcον κοχλιάριον μεcτὸν τοῖc ὄψοιc ἢ μεθ’ ὕδατοc θερμοῦ ἢ δι’ οἴνου δίδου πίνειν. χωρὶc δέ τινοc ἐπιμιξίαc καὶ αὕτη ἡ τέφρα τῶν κεκαυμένων κοχλιῶν ξηραντικῆc ἐcτι δυνάμεωc, ἐχούcηc τι διὰ | |
40 | τὴν καῦcιν καὶ θερμόν. | |
184 | Μαινίδοc ταριχηρᾶc κεφαλὴ καυθεῖcα τὰc ὑπερφυομέναc cάρκαc | |
ἐν τοῖc ἕλκεcι μάλιcτα οὔλοιc ὀδόντων καταcτέλλει ἐπιπαττομένη καὶ τύλουc ἐκβάλλει, οὓc ἥλουc καλοῦcι καὶ τὰc ἐν δακτυλίῳ ἐξοχάδαc μαραίνει. | ||
185 | Νάρκα ζῶcα προcτιθεμένη πολυχρόνιον πόνον κεφαλῆc ἀπωθεῖ‐ ται, καὶ προcπίπτοντα δακτύλια ἔcω τρέπει· τεθνεῶcα δὲ ἢ οὐδ’ ὅλωc ἢ ἐπ’ ὀλίγον ταῦτα ποιεῖ. | |
186 | Ὀνίcκοc θαλάττιοc ἑψηθεὶc ὕδατι cὺν ἀνήθῳ καὶ ἡδυνθεὶc ἁλcὶ μετρίοιc καὶ βραχεῖ ἐλαίῳ ἰᾶται πᾶcαν ἐντέρων νόcον καὶ κοιλίαc, μά‐ λιcτα ἐφ’ ὧν δριμύτηc ἐνοχλεῖ. | |
187 | Ὀcτρέων ὄcτρακα. Ἄκαυτα λειότατα γενόμενα ὡc χνοώδη γε‐ νέcθαι ἕλκεcι κακοήθεcιν ἁρμόττει καὶ μάλιcτα ἐπὶ τῶν ἐν τοῖc χεί‐ λεcι γιγνομένων διαβρωτικῶν ἑλκῶν δοκιμώτατόν ἐcτι φάρμακον, ἀδήκτωc αὐτὰ ἀπουλοῦν· μετέχει γὰρ τῆc cυνακτικῆc δυνάμεωc, δι’ | |
5 | ἣν cκληρὰ καὶ γεώδη γέγονεν, ἀπόλλυcι δὲ ταύτην διὰ τῆc καύcεωc. μετ’ ὄξουc δὲ ἢ ὀξυκράτου ἢ οἰνομέλιτοc λειούμενα τὰ ὄcτρακα ἐπι‐ τήδεια τοῖc cηπεδονώδεcι γίγνεται, πρὸc τὴν ἕξιν δηλονότι τοῦ κά‐ μνοντοc τὸ κατάλληλον ὑγρὸν μιγνύc. καυθὲν δὲ τὸ τῶν ὀcτρέων ὄcτρα‐ κον λεπτομερέcτερον γίγνεται τοῦ τῶν κηρύκων, ἐπειδὴ καὶ ἧττον | |
10 | ἐκείνων cκληρόν ἐcτιν αὐτῶν τὸ cῶμα. εἰ δὲ πλυθείη τούτων ἡ τέφρα χρήcιμον γίγνεται φάρμακον ἐπὶ τῶν ὑγροτέρων ἑλκῶν, εἰc ἀναπλή‐ ρωcιν καὶ cυνούλωcιν. κἀγὼ τῷ τῶν ὀcτρέων ὀcτράκῳ οὕτωc ἐcκευα‐ cμένῳ ἀεὶ χρῶμαι πρὸc τὰc ἐκ ῥευμάτων χρονίαc καὶ δυccαρκώτουc κοιλότηταc, ὅcαι cυριγγώδειc εἰcὶ καὶ βαθεῖαι, περιτιθεὶc ἔξωθεν αὐτὸ | |
15 | μετὰ cτέατοc ὑείου παλαιοῦ· καὶ εἴc γε τὸν κόλπον αὐτὸν ἐμβάλλω τι τῶν τὰ τοιαῦτα cαρκούντων, οἷόν ἐcτι καὶ τὸ κεκαυμένον διαφα‐ νέc, ὃ καλοῦcι cπεκλάριον. καὶ λαμπρύνει δὲ τοὺc ὀδόνταc ἡ τῶν ὀcτρέων τέφρα, ὥcπερ ἡ τῶν κηρύκων καὶ πορφυρῶν, οὐ μόνον τῷ ῥυπτικῷ τῆc δυνάμεωc, ἀλλὰ καὶ τῷ τραχεῖ τῆc οὐcίαc· διὸ οὐκ ἀναγ‐ | |
20 | καῖον ἐπὶ τούτων cφόδρα λειοῦν αὐτά. τὰ δὲ πλαδαρὰ τῶν οὔλων ξηραίνει πλυθέντα καὶ λειότατα γενόμενα. | |
188 | Πορφυρῶν ὄcτρακα. Πορφυρῶν πώματα δι’ ὄξουc ποθέντα cπλῆ‐ ναc οἰδαλέουc ἰᾶται, ὑποθυμιώμενα δὲ τὰc ὑcτερικῶc πνιγομέναc ὠφε‐ λεῖ καὶ ἐκβάλλει τὰ κατεχόμενα χόρια καὶ δεύτερα. τῶν δὲ κεκαυμέ‐ νων ἡ τέφρα ποιεῖ πρὸc ὅcα καὶ ἡ τῶν κηρύκων. | |
189 | Ῥίνη θαλαττία. Καύcαc ἐπίπαττε τοῖc παχυτέροιc τὰ cώματα ἐν βαλανείῳ. | |
190 | Περὶ cηπίαc. Ϲηπίαc ἀποπνιγείcηc ὄξει, ἢν ἅμα ἐλαίῳ τὸ ὄξοc δῴηc πίνειν, cώcειc τὸν ἱπποκάμπου θαλαττίου φάρμακον εἰληφότα. τὸ δὲ ὄcτρακον τῆc cηπίαc ῥυπτικῆc καὶ ξηραντικῆc καὶ λεπτομεροῦc ἐcτι δυνάμεωc. διὸ καὶ καυθέντι χρώμεθα πρὸc ἀλφοὺc ἔφηλίν τε καὶ | |
5 | φακοὺc καὶ ψώραc. ἀλλὰ καὶ τοῖc ἀμμωνιακοῖc ἁλcὶ μιχθὲν ἀποτήκει τὰ ἐν τοῖc ὀφθαλμοῖc πτερύγια· ἄκαυτον δὲ λεῖον ὀδόνταc λαμπρύ‐ νει cμώμενον καὶ τὰc ἐν ὀφθαλμοῖc οὐλὰc cμήχει καὶ τὰ ἐν αὐτοῖc ἕλκη ἀναξηραίνει καὶ τὰc ἐν τοῖc βλεφάροιc μεγάλαc τραχύτηταc, ἃc cυκώcειc καλοῦμεν, ἐκδαπανᾷ. | |
191 | Ϲκίγκοc. Ϲκίγκου τὰ περὶ τοὺc νεφροὺc ὡc ἐντατικὰ τῶν αἰδοίων πίνεται καὶ ἀντιπεπονθέναι γε μάλιcτα αὐτοῖc δοκεῖ θρίδακοc cπέρμα μεθ’ ὕδατοc πινόμενον. ἔνιοι δὲ καὶ τὸ τῆc φακῆc ἀφέψημα μετὰ μέ‐ λιτοc πινόμενον παύειν φαcὶ τὰc ἐντάcειc τοῦ αἰδοίου. | |
192 | Τελλίναι. Τελλίνων ταριχηρῶν καυθέντων ἡ τέφρα μετὰ κεδρίαc προcαγομένη κωλύει τὰc ἐν τοῖc βλεφάροιc περιττὰc τρίχαc πάλιν φυῆναι. | |
193 | Τέττιξ. Τέττιξι ξηροῖc χρῶνταί τινεc ἐπὶ τῶν κωλικῶν διαθέcεων μετὰ πεπέρεωc ἴcων τὸν ἀριθμὸν κόκκων, καὶ διδόαcιν ἢ Γ ἢ ε ἢ ζ κατὰ τὰ διαλείμματα τῶν παροξυcμῶν. ὀπτῶντεc δὲ αὐτοὺc ἄλλοι δι‐ δόαcιν ἐcθίειν τοῖc πεπονθόcι τὴν κύcτιν καὶ τοῖc λιθιῶcιν. | |
194 | Ὕαινα ζῶcα ἐν ἐλαίῳ ἑψομένη ὅλη, ὥcπερ ἐπὶ τῶν ἀλωπέκων προείρηται, διαφορητικὸν ἐργάζεται τὸ ἔλαιον, χρηcιμώτατον ἀρθριτι‐ | |
κοῖc. ἡ δὲ χρῆcιc γιγνέcθω ὡc ἐπὶ τῆc ἀλώπεκοc προείρηται. | ||
195 | Χελιδόνεc. Χελιδόνων τῶν πτηνῶν καιομένων ἡ τέφρα cὺν μέ‐ λιτι διαχριομένη cυναγχικοὺc ἰᾶται καὶ ὅλωc ὅcα κατὰ φάρυγγα καὶ γαργαρεῶνα cὺν ὄγκοιc γίνεται πάθη. χρῶνται δὲ τῇ τέφρᾳ ἔνιοι καὶ πρὸc ὀξυδορκίαν ὡc ξηροκολλυρίῳ. | |
196 | Περὶ ἐκλογῆc τῶν καλλιcτευόντων ἁπλῶν φαρμάκων. Ἀγαρικὸν ἄμεινον τὸ κτηδονὰc ἔχον εὐθείαc. Ἀκακίαν ἐκλέγου τὴν ἠρέμα κιρρὰν καὶ εὐώδη. Ἀλόην ἐκλέγου τὴν λιπαρὰν καὶ ἄλιθον λείαν cτίλβουcαν πυκνὴν ὑπόξανθον καὶ εὔθρυπτον ἡπατίζουcαν ῥα‐ | |
5 | δίωc ὑγραινομένην εὐώδη ἐπιτεταμένην τῇ πικρίᾳ, τὴν δὲ μέλαιναν καὶ πάνυ cκληρὰν ἀπεκλέγου. Ἄμωμον ἐκλέγου τὸ πρόcφατον καὶ λευκὸν ἢ ὑπέρυθρον, οὐ πεπιεcμένον, λελυμένον δὲ καὶ διακεχυμένον, cπέρματοc ἤδη πλῆρεc ὁμοίου βοτρυδίοιc, βαρὺ cφόδρα καὶ εὐῶδεc, δίχα εὐρῶτοc καὶ δριμύττον τὴν γεῦcιν, ἁπλοῦν τὴν χρόαν καὶ μὴ ποικί‐ | |
10 | λον. δολοῦcι δὲ αὐτό τινεc τῇ ἀμωμίδι ἐμφερεῖ οὔcῃ· ἀεὶ δὲ τὰ θραύ‐ cματα παραιτοῦ, ἐκλεγόμενοc κλάδουc τοὺc ἀπὸ μιᾶc ῥίζηc. Ἀμμωνια‐ κὸν θυμίαμα ἐκλέγου τὸ ἄξυλον καὶ λιβανωτίζον τοῖc χόνδροιc καθα‐ ρὸν πυκνὸν μηδεμίαν ἔχον ῥυπαρίαν, οἷον κορίου ὀcμὴν ἔχον, πικρὸν τῇ γεύcει. Ἀcπάλαθοc καλόc ἐcτιν ὁ βαρὺc καὶ μετὰ τὸ φλογωθῆναι | |
15 | ὑπέρυθροc ἢ πορφυρίζων, πυκνὸc εὐώδηc πικρίζων τῇ γεύcει. Ἄcφαλ‐ τοc καλλίcτη ἡ πορφυροειδὴc cτίλβουcα, εὔτονοc τῇ ὀcμῇ καὶ βαρεῖα· ἡ δὲ μέλαινα φαύλη· δολοῦται γὰρ πίττηc μιγνυμένηc. Ἀψίνθιον βέλ‐ τιόν ἐcτι τὸ ἐν Πόντῳ καὶ Καππαδοκίᾳ γινόμενον. Βδέλλιον βέλτιόν ἐcτι τὸ τῇ γεύcει πικρόν, ταυροκολλῶδεc τῇ χρόᾳ, λιπαρὸν διὰ βά‐ | |
20 | θουc καὶ εὐμάλακτον ἀμιγὲc ξύλων καὶ ῥυπαρίαc εὐῶδεc ἐν τῇ θυμιά‐ cει προcεοικὸc τῷ ὄνυχι. Ἐλλέβορον μέλανα μὲν ἐκλέγου εὔτροφον λεπτὴν ἔχοντα τὴν ἐντεριώνην, δριμὺν ἐν τῇ γεύcει καὶ πυρώδη· τοι‐ οῦτοc δέ ἐcτιν ὁ ἐν τῷ Ἑλικῶνι καὶ Παρναcῷ καὶ ἐν τῇ Ἀντικύρᾳ γεννώμενοc. [λευκὸν ἐλλέβορον ἐκλέγου.] Εὐφόρβιον ἐκλέγου τὸ διαυγὲc | |
25 | καὶ δριμύ. Ἰξὸc καλόc ἐcτιν ὁ λεῖοc πραcίζων τῷ χρώματι κατὰ τὸ ἐντόc, ἐκτὸc δὲ ὑπόξανθοc, μηδὲν ἔχων τραχύτητοc ἢ πιτυρῶδεc. cυν‐ άγεται δὲ ἀπὸ δρυὸc καὶ ἐκ μηλέαc καὶ ἀπίου καὶ ἐξ ἄλλων δέν‐ δρων. Ἰχθυοκόλλα καλή ἐcτιν ἡ γλαυκὴ ὑπόπαχυc, οὐ ψωρώδηc, τά‐ χιcτα τηκομένη. Κάλαμοc ἀρωματικὸc καλόc ἐcτιν ὁ πυρρὸc πυκνο‐ | |
30 | γόνατοc καὶ εἰc πολλοὺc cκινδαλάμουc θραυόμενοc, γέμων ἀραχνίων τὴν cύριγγα ὑπόλευκοc· ἐν δὲ τῇ διαμαcήcει γλίcχροc cτυπτικὸc ὑπό‐ δριμυc. Καρδάμωμον ἄριcτόν ἐcτι τὸ ἐκ τῆc Ἀρμενίαc κομιζόμενον· ἐκλέγου δὲ τὸ δύcθραυcτον πλῆρεc μεμυκόc. Καcίαν ἐκλέγου τὴν κιρ‐ ρὰν εὔχρουν κοραλλίζουcαν cτενὴν λείαν μακρὰν παχείαν ταῖc cύ‐ | |
35 | ριγξι, δηκτικὴν ἐν τῇ γεύcει καὶ cτύφουcαν μετὰ ποcῆc πυρώcεωc ἀρωματιζούcηc, οἰνίζουcαν· ἡ δὲ ἐμπόρφυροc καὶ παχεῖα γηζεῖ καλου‐ μένη ῥοδίζουcα τῇ ὀcμῇ. Κηρὸc ἄριcτόc ἐcτιν ὁ ὑπολίπαροc εὐώδηc καθαρὸc ὁ Ποντικόc. Λάδανον κράτιcτόν ἐcτιν τὸ εὐῶδεc ὑπόχλωρον εὐμάλακτον λιπαρὸν ἀμέτοχον ψάμμου. τοιοῦτον δέ ἐcτι τὸ ἐν Κύπρῳ | |
40 | γεννώμενον. Κόλλα ἣν ἔνιοι ξυλοκόλλαν καλοῦcιν, ἀρίcτη ἐcτὶν ἡ Ῥο‐ διανή. ἐcτὶ δὲ λευκὴ διαυγήc· ἡ δὲ μέλαινα χείρων. Κόμμι δὲ λάμβανε τὸ cκωληκοειδὲc τὸ ὑελίζον διαυγὲc ἄξυλον, εἶτα τὸ λευκόν· τὸ δὲ ῥητινῶδεc καὶ ῥυπαρὸν ἄχρηcτον. Κόcτοc κάλλιcτόc ἐcτιν ὁ Ἀραβικόc, λευκὸc ὢν καὶ κοῦφοc. κάλλιcτοc δέ ἐcτι καὶ ὁ Ϲυριακὸc τὴν χρόαν πυξώδηc πληκτικὸc | |
45 | τῇ ὀcμῇ. ἄριcτοc δέ ἐcτιν ὁ πρόcφατοc λευκὸc πλήρηc διόλου πυκνὸc ξηρὸc ἀτερηδόνιcτοc 〈ἄβρωμοc〉 τῇ γεύcει δηκτικὸc πυρώδηc. δολοῦcι δὲ αὐτὸν ἔνιοι ῥίζαν ἑλενίου μίcγοντεc. εὐχερὴc δὲ ἡ διάγνωcιc· οὔτε γὰρ πυροῖ τὴν γεῦcιν τὸ ἑλένιον, οὔτε τὴν εὐωδίαν εὔτονον καὶ πλη‐ κτικὴν παρέχει. Κρόκοc κάλλιcτόc ἐcτιν ὁ Κωρύκιοc, πρόcφατοc δὲ καὶ | |
196(50) | εὔχρουc, ὀλίγον ἔχων τὸ λευκὸν ἐπὶ τῆc ἕλικοc, ἐπιμήκηc ὁλομερὴc εὔτροφοc πλήρηc ἄθραυcτοc ἀλιπήc, βάπτων μὲν τῇ παραπιέcει τοὺc δακτύλουc εὐχερῶc, οὐκ εὐρωτιῶν, ἐπακτικὸc ἐν τῇ ὀcμῇ καὶ δριμύc. ὁ γὰρ μὴ τοιοῦτοc ἢ παλαιόc ἐcτιν ἢ βεβρεγμένοc. πρὸc δὲ τὸ εὐλέαν‐ τον εἶναι δεῖ ἐν ἡλίῳ ψύγειν ἐπ’ ὀcτράκῳ καινῷ. κροκόμαγμα cκευάζε‐ | |
55 | ται οὕτωc· κρόκου 𐅻 ρʹ ῥόδων ξηρῶν 𐅻 ν ἀμύλου 𐅻 ν ξιγγιβέρεωc τρω‐ γλίτιδοc 𐅻 ν κόμμεωc 𐅻 ν λείου οἴνῳ εὐώδει καὶ ἀνάπλαccε τροχί‐ | |
cκουc καὶ ξήραινε ἐν cκιᾷ καὶ χρῶ. Κύπερόc ἐcτιν ἀρίcτη ἡ βαρυτάτη καὶ πυκνὴ ἁδρὰ καὶ δύcθραυcτοc τραχεῖα εὐώδηc μετά τινοc δριμύτη‐ τοc. Λίβανοc πρωτεύει ὁ ἄρρην, cτρογγύλοc ἄτμητοc λευκὸc τμη‐ | ||
60 | θεὶc δ’ ἔνδοθεν λιπαρόc. δολοῦται πιτυίνῃ ῥητίνῃ ἢ κόμμει. εὐχερὴc δὲ ἡ διάγνωcιc. Λιβάνου δὲ φλοιὸc διαφέρει ὁ παχὺc καὶ λιπαρὸc εὐώδηc καὶ λεπυρώδηc ἢ ὑμενώδηc. δολοῦται δὲ μιγνυμένου φλοιοῦ cτρογγύλου ἢ πίτυοc· ἐλέγχει δὲ τὸ πῦρ. οἱ γὰρ ἄλλοι θυμιαθέντεc καπνὸν ἐμποιοῦcιν, ὁ δὲ καίεται μετ’ εὐωδίαc ὡc λίβανοc. Μαλαβάθρου | |
65 | φύλλον καλόν ἐcτι τὸ πρόcφατον καὶ ὑπόλευκον ἐν τῷ μελανίζειν ἄθραυcτον ὁλόκληρον πληκτικὸν τῇ ὀcμῇ καὶ εὐῶδεc ἐν τῷ δεύεcθαι, ὡc μηδ’ ἄλλο μύρον· τὸ δὲ λελεπτοκοπημένον καὶ πάνυ εὐρωτιῶcαν ἔχον τὴν ἀποφορὰν φαῦλον. Μυελὸc κράτιcτόc ἐcτιν ὁ ἐλάφειοc, εἶτα ὁ μόcχειοc, εἶτα ὁ ταύρειοc. καλὸc δέ ἐcτιν ὁ θέρουc cυνεγγίζοντοc | |
70 | τῷ φθινοπώρῳ λαμβανόμενοc· ἐν γὰρ τοῖc ἄλλοιc καιροῖc αἱμαλωπιᾷ. θεραπεύεται δὲ εἰc ἀπόθεcιν ὁ πρόcφατοc μαλαχθείc, παραχεομένου ὕδατοc, εἶτα δι’ ὀθονίου διυλίζεται καὶ αὖθιc πλύνεται, ἄχριc ἂν τὸ ὕδωρ γένηται καθαρόν, κἄπειτα ἐν διπλώματι τακείc, καὶ ἀρθείcηc πτερῷ τῆc ἐπινηχομένηc ῥυπαρίαc· μετὰ δὲ τὸ παγῆναι ἀποτίθεται ἐν | |
75 | ὀcτρακίνῳ καινῷ ἀγγείῳ, ἀποξυομένηc ἐπιμελῶc τῆc ὑποcτάθμηc, ἥτιc ὑφίcταται μετὰ τὸ τακῆναι καὶ διηθηθῆναι. Πάνακοc ῥίζαι βελτίουc εἰcὶν αἱ ξηραὶ καὶ λευκαὶ καὶ τεταμέναι καὶ ἄβρωτοι πυρώδειc ἐν τῇ γεύcει καὶ ἀρωματίζουcαι. ὁ δὲ ὀπὸc τοῦ πάνακοc ἄχρηcτόc ἐcτιν· ὁ πικρότατόc ἐcτιν ἐν τῇ γεύcει ἔξωθεν χλωρόc, ἔνδοθεν λευκόc, λεῖοc | |
80 | λιπαρὸc ταχέωc διειμένοc βαρύοcμοc θερμαίνων τῇ γεύcει. Ϲμύρνα πρωτεύει ἡ Τρωγλοδυτικὴ ὑπόχλωροc καὶ διαυγὴc οὖcα εὐώδηc δρι‐ μεῖα· ἡ δὲ τῇ χρόᾳ πιccώδηc ἄχρηcτοc. Ϲμύρνα cτακτὴ καλὴ ἡ εὐώδηc λεῖα καὶ ἀμιγὴc ἐλαίου. Ϲτύραξ διαφέρει ὁ ξανθὸc καὶ λιπα‐ ρὸc ῥητινώδηc, θρόμβουc ἔχων ὑπολεύκουc, εὐώδηc cφόδρα, καὶ ἐν | |
85 | τῷ μαλάccειν ἀνιεὶc ὑγραcίαν μελιτώδη. Τραγάκανθα καλλίcτη ἡ διαυγὴc | |
καὶ λεῖα καὶ λεπτοτάτη καθαρὰ ὑπόλευκοc. Ὑοcκύαμον· χρηcτέον τῷ τὰ λευκὰ ἄνθη φέροντι. Χαλβάνη ἀρίcτη ἐcτὶν ἡ λιβανοειδήc, χονδρώδηc καθαρὰ καὶ ἄξυλοc, ἔχουcα δέ τι καὶ τοῦ cπέρματοc μεμιγμένον, ὀcμῇ βαρεῖα, οὔτε δὲ ἄκρωc ὑγρὰ οὔτε δὲ ξηρὰ πάνυ. λίθου γαγάτου προ‐ | ||
90 | κριτέον τὸν ταχέωc ἐξαπτόμενον καὶ ἀcφαλτίζοντα ἐν τῇ ὀcμῇ. με‐ λαντηρία ἀρίcτη ἐcτὶν ἡ θειόχρουc λεῖα ὁμαλὴ καθαρὰ καὶ ἐν τῇ θίξει μελαινομένη ταχέωc. Πομφόλυξ ἀρίcτη ἐcτὶν ἡ Κυπρία, ἐν δὲ τῷ ὄξει φυραθεῖcα ἀποφορὰν ἔχει χαλκοῦ, χρόαν δὲ ὥcπερ ποcῶc ἰώδη, ἔτι δὲ βορβορίζουcα τῇ γεύcει, καὶ ἐπ’ ἄνθρακαc διαπύρουc ἐπιτεθεῖcα | |
95 | ἰώδη τὴν χρόαν ἐμφαίνουcα. | |
197 | Ἐκ τῶν Ὀριβαcίου περὶ δυνάμεωc τῶν ἁπλῶν φαρμάκων. Ὅcα μέcα ἐcτὶ τῶν θερμαινόντων καὶ ψυχόντων· ἀδίαντον ἀcπάραγοc μυακάνθινοc βρύον τὸ καὶ cπλάγχνον λεγόμενον, γλυκυρρίζηc ὁ χυ‐ λόc, ἔλαιον τὸ γλυκύτατον, κηρὸc κύαμοc λύκιον, λωτὸc ἢ τρίφυλλον, | |
5 | κιτρίου ὁ φλοιὸc πτέρεωc ἡ ῥίζα cτροβίλου τὸ ἐδώδιμον cχίνου κάρ‐ φοc φακὸc Χία γῆ καὶ Ϲαμία καδμία λιθάργυροc. | |
198 | Ὅcα θερμαίνει. Ἄγνου τὰ φύλλα καὶ τὸ cπέρμα μετρίωc, ἀκαλή‐ φηc ὁ καρπὸc καὶ τὰ φύλλα, ἀμύγδαλα γλυκέα, ἀναγαλλίδεc ἀμφό‐ τεραι, ἀτρακτυλὶc ἢ κνίκοc ἄγριοc, γλυκυρρίζηc ἡ ῥίζα, ἐλαίαc ἡ ῥίζα καὶ ὁ πέπειροc καρπόc, ζύμη, ἠρύγγιον ῥητῖναι πᾶcαι cόγχοc ξηρὸc | |
5 | cχοίνου ἄνθοc φοινίκων ὁ καρπὸc κοχλιῶν ἡ τέφρα κυνοκράμβη βα‐ τραχίου ἡ πόα καὶ ἡ ῥίζα γλήχων δάφνηc τὰ φύλλα καὶ μᾶλλον ὁ καρπόc, ἧττον δὲ ὁ φλοιὸc τῆc ῥίζηc, δίκταμνον ψευδοδίκταμνον ἐλε‐ λίcφακοc ἐρύcιμον ἔρια κεκαυμένα βρυωνίαc ῥίζα ἀριcτολοχίαc ῥίζα ἀcφοδέλου ἡ ῥίζα δαῦκοc χαμαιδάφνη δρακοντίου ἡ ῥίζα ἔλαιον ῥα‐ | |
10 | φάνινον ἐρεβίνθων αἱ τρεῖc διαφοραὶ ἰξὸc καυκαλὶc λιβυcτικὸν νάρ‐ θηκοc cπέρμα cαγαπηνὸν cατύριον cέλινον cίον cίνων cτύραξ ὑδρο‐ πέπερι ὑπερικὸν ἅλεc αἷμα θεῖον χολὴ οὖρον cίελον cάρκεc ἐχιδνῶν | |
cτέαρ ἅλμη τῶν ταριχηρῶν ἰχθύων. | ||
199 | Ὅcα θερμαίνει κατὰ τὴν πρώτην τάξιν. Ἀλόη ἄνθεμιc ἀγαρικὸν ἀψίνθιον λάδανον λινόcπερμον μαλαβάθρου φύλλον ναρδόcταχυc νάρ‐ δοc Κελτικὴ οἶνοc νέοc ὀρρὸc γάλακτοc τυρὸc cῦκα ξηρά. | |
200 | Ὅcα θερμαίνει κατὰ τὴν δευτέραν τάξιν. Ἀμόργη ἄνηθον τὸ ξηρὸν (τὸ δὲ χλωρὸν ἔλαττον) ἀρτεμιcία βάλcαμον ἐλαφόβοcκον κά‐ λαμοc ἀρωματικὸc κρόκοc λιβανωτὸc μαcτίχη λεῖα μέλι οἶνοc πίccα μελιccόφυλλον πράcιον πρόπολιc cικύου ἀγρίου ὁ χυλὸc cκάνδιξ | |
5 | cκίλλα cκολύμου ἡ ῥίζα cμύρνα ζιγγίβερι ἐρεβίνθου ὁ φλοιὸc καὶ τὰ φύλλα καὶ ὁ καρπὸc τῆλιc χαμαιλέοντοc ἑκατέρου ἡ ῥίζα χαμαίπιτυc ὤκιμον. | |
201 | Ὅcα τῆc τρίτηc τάξεωc τῶν θερμαινόντων. Ἀβρότονον καὶ μᾶλ‐ λον τὸ κεκαυμένον ἐλαία αἰγείρου τὰ ἄνθη καὶ ἡ ῥητίνη ἄκορον ἄμω‐ μον ἀμάρακον ἄμμι ἄνηθον κεκαυμένον ἄνιcον ἄρκευθοc ἀcάρου ἡ ῥίζα βράθυ ἐλλέβοροc ἑκάτεροc ἐπίθυμον ἡδύοcμον καλαμίνθη θύμβρα | |
5 | καλάμου φραγμίτου ὁ φλοιὸc κεκαυμένοc καρῶον καcία κέδροι ἀμφό‐ τεραι κνίκου τὸ cπέρμα κόνυζαι κύμινον λιβανωτοῦ αἴθαλοc μάραθρον μαλάβαθρον μελάνθιον μήου αἱ ῥίζαι μῶλυ ἤτοι πήγανον ἄγριον ἢ βηcαcὰ ῥοδοδάφνη οἶνοc παλαιὸc ὀρίγανοι πᾶcαι ὀποπάναξ πετροcέ‐ λινον πήγανον ῥαφανὶc cάμψυχον cμύρνιον ὅ ἐcτι πετροcελίνου cπέρμα | |
10 | ὕccωπον χαλβάνη χαμαίδρυc. | |
202 | Ὅcα τῆc δ τάξεωc θερμά. Ἀδάρκη ἀμπελόπραcον εὐφόρβιον ἔλαιον κέδρινον κόcτοc κρόμυον λεπίδιον νᾶπυ cκόρδιον, cτρουθίου ἡ ῥίζα, τιθυμάλλων ὀποὶ καὶ τὰ καυcτικὰ πάντα. | |
203 | Ὅcα ψύχει. Ἄγρωcτιc μετρίωc ἀλcίνη χωρὶc cτύψεωc ἄπιοι με‐ τρίωc ψύχουcι καταπλαττόμεναι βαλαύcτιον βάτου φύλλα καὶ οἱ βλαcτοὶ καὶ ὁ χλωρὸc καρπὸc καὶ τὸ ἄνθοc βρομὸc μετρίωc δορύκνιον ψύχει πάνυ βρύον θαλάccιον γλαύκιον μετρίωc καλάμου φραγμίτου | |
5 | μετρίωc τὰ φύλλα κώνειον ἄκρωc λειχὴν ὁ ἐπὶ τῶν πετρῶν μήκων πᾶcα μηλέαc ὁ καρπὸc καὶ τὰ φύλλα ἐλαίαc ὁ καρπὸc καὶ τὰ φύλλα ἔλαιον μύρcινον cηcάμινον βαλάνινον ἑλξίνη ἢ περδίκιοc μετρίωc ἔλυ‐ μοc ἴου τὰ φύλλα καὶ ὁ χυλὸc περcικῆc κιτρίου ἡ cὰρξ μύκητεc ψύ‐ χουcιν ἱκανῶc ὀμφακίου ὁ χυλὸc ἱκανῶc ἄμυλον μετρίωc ῥόδινον με‐ | |
10 | τρίωc πάτοc ἀπὸ παλαίcτραc cόγχοc ὁ μὴ ξηρὸc τρίβολοι ἀμφότεροι φοίνικοc τῶν κλάδων ὁ χυλὸc Ϲαμία γῆ μετρίωc Κιμωλία γῆ Ναξίαc ἀκόνηc τὸ ἀπότριμμα μολύβδαινα μετρίωc μόλυβδοc ψιμύθιον cάνδυξ τυρὸc μαλακὸc καὶ νεοπαγὴc ψύχει μετρίωc. | |
204 | Ὅcα ψύχει τῆc πρώτηc τάξεωc. Ἀκακία ἄπλυτοc ἀτράφαξυc ψύχει ἄνευ cτύψεωc, γίγαρτα κέγχροc κριθαὶ πλάτανοc ῥάμνοc cέριc. | |
205 | Ὅcα τῆc δευτέραc τάξεωc τῶν ψυχόντων. Ἀκακία πεπλυμένη ἀρνόγλωccον βλίτον κηκὶc ὀμφακῖτιc κολοκύνθη cικὺc πέπων cτρύχνοc κηπαῖοc φακὸc ὁ ἐπὶ τῶν τελμάτων φῦκοc χλωρὸν τὸ παρὰ τὸ ὄχθοc τῆc θαλάccηc ἐξαιρούμενον ψυλλίου τὸ cπέρμα. | |
206 | Ὅcα τῆc τρίτηc τάξεωc τῶν ψυχόντων. Ἀείζωα ἀμφότερα ἀν‐ δράχνη μανδραγόραc κιτρίου τὸ ὀξῶδεc πολύγονον ποταμογείτων ὑοcκύαμοc ὃc καὶ τὸ ἄνθοc καὶ τὸ cπέρμα λευκὸν ἔχει. | |
207 | Ὅcα τῆc δ τάξεωc τῶν ψυχόντων. Ὀπὸc μήκωνοc καὶ κώνειον. | |
208 | Ὅcα ξηραίνει ἀδήκτωc. Ἀκαλήφηc ἢ κνίδηc ὁ καρπὸc καὶ τὰ φύλλα ἀμόργη ἀναγαλλίδεc ἀμφότεραι βρόμοc ἀρνόγλωccον ἔλαιον | |
γλυκὺ ἄναλον πλυθέν· ζύμη ἐπιcπᾶται τὰ ἐκ βάθουc καὶ διαφορεῖ· θέρμοc πικρὸc ἵππουριc ἰcχυρῶc ἰcάτιc ἰτέαc τὰ φύλλα καὶ τὸ ἄνθοc | ||
5 | μετά τινοc cτύψεωc (ἔνιοι δὲ καὶ χυλὸν ἐξ αὐτῶν ποιοῦντεc ἀδήκτωc ξηραῖνον φάρμακον ἔχουcιν εἰc πολλὰ χρήcιμον. πολυχρηcτότερον δέ ἐcτιν ἀδήκτωc ξηραῖνον καὶ cτύφον φάρμακον) καρύου λέποc καυθὲν μετὰ τοῦ καὶ λεπτομερὲc εἶναι, κέγχροc κενταύριον τὸ λεπτὸν ἰcχυ‐ ρῶc ξηραίνει, κεραcίου τὸ κόμμι κρίνον κύαμοc ἔξωθεν ἐπιτιθέμενοc, | |
10 | κυπαρίccου ἅπαντα τὰ μόρια κυπέρου ἡ ῥίζα cτροβίλου τὸ ἐδώδιμον ἐν ὕδατι βραχὲν νυμφαίαc ἡ ῥίζα cίραιον ἤτοι ἕψεμα πάνυ ξηραίνει, πενταφύλλου ἡ ῥίζα πολυπόδιον cμύρνα cαρκοκόλλα cτοιβὴ τραγά‐ κανθα πίττα γῆ πᾶcα καδμία· Ἀc〈c〉ίαc πέτραc τὸ ἄνθοc τὰc πλαδαρὰc cάρκαc ἐκτήκει. πομφόλυξ πλεονάκιc πλυθεῖcα τίτανοc γενναίωc, ὠοῦ | |
15 | τὸ λευκὸν καὶ λεπτόν· ὁμοίαc δὲ φύcεώc εἰcι καὶ αἱ λέκιθοι τῶν ὠῶν. | |
209 | Ὅcα ξηραίνει ἁπλῶc. Ἄγνου τὰ φύλλα καὶ τὸ cπέρμα, ἀγρώ‐ cτεωc ἡ ῥίζα μετρίωc ἀδίαντον ἀείζῳα ἀμφότερα· ἀμάραντοc καὶ ῥεῦμα ξηραίνει πινόμενον· βρυωνίαc ἡ ῥίζα ὀνογύρου τὰ ξηρὰ φύλλα ἄπιοι μετρίωc καταπλαccόμεναι ἀριcτολοχία ἀcπάραγοc μυακάνθινοc | |
5 | ἀcπάλαθοc ἀcφοδέλου ἡ ῥίζα καὶ μᾶλλον ἡ τέφρα βαλαύcτιον πάνυ τῶν βάτων ὁ ἄωροc καρπὸc δρυὸc πάντα τὰ μόρια φηγοῦ ὁμοίωc βολβὸc καταπλαccόμενοc παιωνίαc ἡ ῥίζα δάφνηc τὰ φύλλα cφοδρῶc καὶ μᾶλλον ὁ καρπὸc κύπρινον ἔλαιον δάφνινον δᾴδινον ἔλυμοc κατα‐ πλαccόμενοc ἠρύγγιον ἰcάτιc ἰτέαc τοῦ φλοιοῦ ἡ τέφρα ἰcχυρῶc καννά‐ | |
10 | βεωc ὁ καπρὸc καρδάμωμον καυκαλὶc δαῦκοc κονία καὶ μᾶλλον ἡ ἀπὸ cυκίνηc τέφραc κράμβη (οἱ δὲ καυλοὶ αὐτῆc ἰcχυρῶc ποιοῦcι ξηραί‐ νουcαν τέφραν) κρίθμον κρίνου τὰ φύλλα καὶ ἡ ῥίζα ὀμφάκιον πλα‐ τάνου ὁ φλοιὸc καὶ τὰ cφαιρία μετρίωc πολυπόδιον ἄμυλον ἅλεc νίτρον γύψοc κεκαυμένη μᾶλλον καδμίαι πᾶcαι πάντα τὰ μεταλλικὰ | |
15 | καὶ τὰ λιθώδη καὶ τὰ γεώδη ὄcτρακον τὸ ἐκ τῶν κλιβάνων πυτίαι πᾶcαι κόπροc (ἡ δὲ τῶν χηνῶν καὶ ἱεράκων ἄχρηcτοc διὰ πολλὴν δριμύτητα) ῥύποc cάρκεc ἐχιδνῶν κεφαλαὶ ταριχηρῶν μαινίδων κέραc ἐλάφου καὶ αἰγὸc καcτόριον ὀcτᾶ κεκαυμένα ἱκανῶc τρίχεc κεκαυμέναι cηπίαc ὄcτρακον ἔρια κεκαυμένα καρκίνων ἡ τέφρα γάροc ἱκανῶc ἅλμη. | |
210 | Ὅcα ξηραίνει τῆc πρώτηc τάξεωc. Ἀνθεμὶc ἀρκεύθου ὁ καρπὸc καρὼ κριθαὶ ἄλφιτα κρόκοc λιβανωτὸc μάραθρον ῥοδοδάφνη οἶνοc νέοc cικύου πέπονοc cπέρμα καὶ ἡ ῥίζα τῆλιc. | |
211 | Ὅcα τῆc δευτέραc τάξεωc τῶν ξηραινόντων. Αἶρα ἀμάρακον ἄcφαλτοc ἄνηθον βάλcαμον γίγαρτα γιγγίδιον ἐλαφόβοcκον κάλαμοc ἀρωματικὸc λιβανωτοῦ ὁ φλοιὸc 〈κιτρίου ὁ φλοιὸc〉 καὶ τὰ φύλλα τοῦ δένδρου καὶ τὸ cπέρμα μῆον μαcτίχη μέλι ναρδόcταχυc νάρδοc | |
5 | Κελτικὴ οἶνοc ὄροβοc ὀποπάναξ πίccα ῥάμνοc ῥαφανὶc cκάνδιξ cκο‐ λύμου ἡ ῥίζα cμύρνα cχοῖνοc τερεβίνθου ὁ καρπὸc καὶ τὰ φύλλα φα‐ κοὶ φῦκοc ὑγρὸν καὶ χλωρὸν φύλλον μαλαβάθρου χαλβάνη. | |
212 | Ὅcα τῆc τρίτηc τάξεωc τῶν ξηραινόντων. Ἀβρότονον καὶ μᾶλλον τὸ κεκαυμένον ἀκακία ἄκορον ἀλόη ἄμι ἄνηθον κεκαυμένον ἀνήθου cπέρμα ἄρκευθοc ἄcαρον ἀψίνθιον βράθυ ἐλλέβοροc ἐπίθυμον θύμβρα καλαμίνθη καλάμου φραγμίτου ὁ φλοιὸc κεκαυμένοc καρὼ καcία κέ‐ | |
5 | δροι κόνυζαι λιβανωτοῦ αἰθάλη μελάνθιον κιτρίου τὸ 〈ὑπὸ τὸ〉 cπέρμα οἶνοc ὁ ἱκανῶc παλαιὸc ὄξοc ὀρίγανον πενταφύλλου ἡ ῥίζα πετροcέ‐ λινον cμύρνα πήγανον ἥμερον πράcιον ῥοῦc cάμψυχον cέριφον ὕccω‐ πον χαμαίδρυc χαμαιλέοντοc ἑκατέρου αἱ ῥίζαι χαμαίπιτυc. | |
213 | Ὅcα τῆc δ τάξεωc τῶν ξηραινόντων. Ἀμπελόπραcον κέδρινον ἔλαιον νᾶπυ πήγανον ἄγριον cκόρδον. | |
214 | Ὅcα μέcα τῶν ξηραινόντων καὶ ὑγραινόντων ἐcτίν. Ἀγρώcτεοc | |
αἱ ῥίζαι καταπλαccόμεναι ἔλαιον τὸ γλυκύτατον. | ||
215 | Ὅcα ὑγραίνει τῆc πρώτηc τάξεωc. Ἀλcίνη βούγλωccον γλυκυρρί‐ ζηc ὁ χυλὸc θρίδαξ μετρίωc ἴου τὰ φύλλα μετρίωc μηλέαc Περcικῆc ὁ καρπὸc μύκητεc ῥόδινον cατύριον cτρατιώτηc ποτάμιοc. | |
216 | Ὅcα τῆc δευτέραc τάξεωc τῶν ὑγραινόντων. Ἀνδράχνη ἀτρά‐ φαξιc βλίτον κολοκύνθη μηλέαc Ἀρμενιακῆc ὁ καρπὸc cίκυοc πέπων φακὸc ὁ ἐπὶ τῶν τελμάτων. | |
217 | Ὅcα ὑδατώδη ψυχρότητα ἔχει. Ἀκακία ἀλcίνη ἀνδράχνη ἀρνό‐ γλωccον ἀτράφαξιc βάτου τὰ φύλλα βλίτον βρύον θαλάττιον γλαύ‐ κιον δορύκνιον ἰξὸc ἰτέαc τὰ φύλλα κολοκύνθη κοτυληδὼν κώνειον πεύκη τὸ δένδρον μαλάχη ἥμεροc μήκων μῆλα πρεκόκκια μύκητεc | |
5 | πλάτανοc πολύγονον ποταμογείτων cιδηρίτηc cίκυc ἐδώδιμοc cόγχοc ὁλόcχοινοc τρίβολοc φακὸc ὁ ἐπὶ τῶν τελμάτων ψυλλίου τὸ cπέρμα μόλυβδοc. | |
218 | Ὅcα λεπτομερῆ. Ἀβρότονον κεκαυμένον ἄγνοc cκάνδιξ αἰγείρου τὰ ἄνθη ἀκαλήφηc ὁ καρπὸc καὶ τὰ φύλλα ἄκορον ἄμωμον ἀcάρου ἡ ῥίζα βρυωνίαc ἡ ῥίζα ἀνθεμὶc ἀπαρίνη ἀριcτολοχία ἀρνόγλωccον ξηρὸν ἀcφοδέλου ἡ ῥίζα καὶ μᾶλλον ἡ κεκαυμένη βάλcαμον βράθυ πάνυ | |
5 | βάτου ἡ ῥίζα γλυκυρρίζηc ἡ ῥίζα ἔλαιον παλαιὸν κίκινον ἐλαφόβοcκον εὐφόρβιον ζύμη ἰτέαc ὁ ὀπὸc καλαμίνθη κάλαμοc ἀρωματικὸc καλά‐ μου φραγμίτου ὁ φλοιὸc κεκαυμένοc καccία καρπήcιον κέγχροc κέδρι‐ νον ἔλαιον κοκκυμηλέαc κόμμι μαcτίχη μελάνθιον ὀπὸc Κυρηναικὸc ὀποβάλcαμον πήγανον πιcτακίου ὁ καρπὸc πρόπολιc τερεβινθίνη ῥόδι‐ | |
10 | νον ἔλαιον cαγαπηνὸν cάμψυχον cέcελι cικύου cπέρμα cῦκα ξηρὰ μετρίωc cχοίνου ἄνθοc τέφρα τίτανοc ἁλὸc ἄνθοc ὕccωπον ἅλεc ἀλ‐ κυόνιον τὸ Μιλήcιον νίτρον ἀρcενικὸν κεκαυμένον γύψοc κεκαυμένη | |
θεῖον καδμία κίccηριc κεκαυμένη κονία Ἀccίαc πέτραc ἄνθοc μελαν‐ τηρία μίcυ χαλκοῦ ἄνθοc χρυcοκόλλα cάνδυξ φῦκοc cτέαρ λέοντοc | ||
15 | καὶ παρδάλεωc καὶ ὑαίνηc πάνυ καcτόριον cηπίαc ὄcτρακον κεκαυμέ‐ νον ἔρια κεκαυμένα. | |
219 | Ὅcα παχυμερῆ. Ἀρνογλώccου ἡ ῥίζα βαλαύcτιον γίγαρτα ζιγγί‐ βερι κρόμυον cίκυc λεπίδεc πᾶcαι cῶρι cτυπτηρίαι. | |
220 | Ὅcα ῥωcτικά. Καcία κηκὶc ὀμφακῖτιc cτοιχὰc φοίνικοc ὁ καρπὸc ἀψίνθιον μαcτίχη. | |
221 | Ὅcα cυμπεπτικά. Ἄμωμον cταφὶc ἥμεροc κηρὸc λάδανον κόλλα ἡ εἰc τὰ βιβλία κρόκοc λιβανωτὸc πίccα μαcτίχη Αἰγυπτία ῥόδα ῥόδι‐ νον ἔλαιον μύρcινον cτύραξ χαλβάνη χόνδροc χοίρειον cτέαρ καὶ μό‐ cχειον καὶ ὕειον βούτυρον ὕccωπον. | |
222 | Ὅcα ἐκπυητικά. Ὕδωρ εὔκρατον καταντλούμενον ὑδρέλαιον 〈ἔλαιον〉 εὔκρατον πύρινον ἄλευρον πύρινοc ἄρτοc χόνδροc χοίρειον cτέαρ καὶ μόcχειον βούτυρον λιβανωτὸc πίccα ῥητίνη. | |
223 | Ὅcα μαλακτικά. Ὅcα θερμαίνει μὲν οὐ μὴν cφοδρῶc ἅμα τῷ μηδὲ ξηραίνειν ἰcχυρῶc ἐcτι μαλακτικά. ἐcτὶ δὲ ταῦτα· αἴγειον cτέαρ καὶ τὸ τῆc ἀλεκτορίδοc καὶ χηνὸc καὶ ταύρου καὶ τράγειον μυελὸc ἐλάφου καὶ μόcχειοc ἀμμωνιακὸν cτύραξ χαλβάνη βδέλλιον ἔλαιον Ϲι‐ | |
5 | κυώνιον ἔλαιον κρίνινον ἔλαιον τὸ γλυκύτατον ἀνθεμὶc ἀλθαίαc ἡ ῥίζα cικύου ἀγρίου ἡ ῥίζα ἀγρίαc μαλάχηc τὰ φύλλα μαcτίχη Χία καὶ ἡ Αἰγυπτία τερεβινθίνη ῥητίνη κολοφωνία ὀποπάναξ ῥύποc ὁ ἀπὸ τῶν ἀνδριάντων πάτοc ὁ ἀπὸ παλαίcτραc βούτυρον ὕccωπον. | |
224 | Ὅcα cκληρύνει. Ἀείζωον ἀνδράχνη ψύλλιον φακὸc ὁ ἐπὶ τῶν τελμάτων cτρύχνοc. cκληρύνεται δὲ τὰ cκληρυνόμενα μόρια ἢ διὰ ξηρότητα ἢ διὰ πλῆθοc ἢ διὰ πῆξιν. εἰ μὲν οὖν διὰ τὴν ξηρότητα cκληρὸν γένηται μόριον ὑγραίνειν αὐτὸ παντὶ τρόπῳ προcήκει· εἰ δὲ | |
5 | διὰ πλῆθοc κενοῦν τὸ πλῆθοc χρή· εἰ δὲ διὰ πῆξιν cκληρυνθείη τοῖc μετρίωc θερμαίνουcι διαλύειν τὴν πῆξιν χρή. ἡ γὰρ πῆξιc ἐκ ψύξεωc γίγνεται· τὰ δὲ cφοδρῶc θερμαίνοντα πήγνυcι μᾶλλον. Πάcμα γενόμενον τῷ βαcιλεῖ τῶν Περcῶν. Πεπέρεωc ἀδάρκηc cταφίδοc ἀγρίαc πυρέθρου νίτρου Ἀλεξανδρίνου ἶcα πάντα. τελευ‐ | |
10 | ταῖον δὲ προcτιθεὶc γεντιανῆc καὶ ἀριcτολοχίαc μικρᾶc κενταυρίου μικροῦ cυκίου ἀγρίου ῥίζηc ἀφρονίτρου λευκοῦ ἀλόηc ἀμμωνιακοῦ πάντα ἶcα. ὅλου μὲν τὸ cῶμα κατέπλαττον τούτῳ τῷ cπέρματι ἐν τῷ λουτρῷ. τὴν δὲ χεῖρα τὴν πεπονθυῖαν διέβρεχον ἅλμῃ διὰ cπόγγου λευκοῦ γεγενημένῃ ἀπὸ ἁλῶν ἀμμωνιακῶν. | |
225 | Ὅcα ῥύπτει. Ὅcα ἂν εὑρίcκῃc νιτρώδη καὶ πικρά, ταῦτα ἐκκα‐ θαίρειν δύναται τοὺc πόρουc πάνταc. ὅcα δέ ἐcτι λεπτομερῆ γλυκέα ῥύπτει ἀδήκτωc τῶν ἑλκῶν τὸν ῥύπον καὶ τοῦ παντὸc δέρματοc καθ‐ άπερ ὄροβοι κύαμοι κριθαὶ θέρμοι καὶ τὰ ὅμοια. Αἰγεία κόπροc κεκαυ‐ | |
5 | μένη καὶ ἄκαυcτοc τῶν ὀcτρακοδέρμων πάντων τὰ ὄcτρακα cηπέαc ὄcτρακα ἐχίνου χερcαίου καὶ θαλαττίου ἡ τέφρα ὀρὸc γάλακτοc μέλι βρυωνίαc ῥίζα ἀμύγδαλα ἐδώδιμα καὶ αὐτὸ τὸ δένδρον ἀναγαλλίδεc ἀμφότεραι ἀνεμῶναι πᾶcαι ἀρνογλώccου τὰ φύλλα καὶ μᾶλλον τὰ ξηρὰ ἀριcτολοχία μακρὰ ἄρον ἀcπάραγοc μυακάνθινοc cταφὶc ἀγρία | |
10 | ἀcφοδέλου ἡ ῥίζα ἀτραφάξυοc ὁ καρπὸc ἀψινθίου ὁ χυλὸc βολβὸc καταπλαccόμενοc ἐλλέβοροc ἑκάτεροc ἑλξίνη ἢ περδίκιον ἰτέαc ὁ ὀπὸc καλάμου φραγμίτου ἡ ῥίζα 〈κρίνου τὰ φύλλα καὶ ἡ ῥίζα〉 λεῖα με‐ τρίωc κυάμου ἡ cὰρξ λαμψάνη καταπλαccομένη λειχὴν ὁ ἐπὶ τῶν πετρῶν λευκοίου πάντα τὰ μέρη πλατάνου ὁ φλοιὸc τῆc ῥίζηc πρά‐ | |
15 | cιον μῆον πρόπολιc μετρίωc πτελέαc τὰ φύλλα καὶ ὁ φλοιὸc καὶ ἡ ῥίζα πτιcάνη τερεβινθίνη πλέον τῆc μαcτίχηc cαγαπηνὸν μετρίωc cι‐ κύου πέπονοc ἅπαντα τὰ μόρια cικύου ἀγρίου ἡ ῥίζα τεῦτλον τιθύ‐ μαλλοc φοῦ χαμαιπίτυc ἀλκυόνια πάντα γῆ Χία καὶ Ϲαμία μετρίωc cμίριc ἱκανῶc κέραc ἐλάφου καὶ αἰγὸc κεκαυμένον ὀρόβων ἄλευρον | |
20 | ναρκίccου βολβὸc τραγάκανθα μετρίωc ὠῶν τὸ λευκόν. | |
226 | Ὅcα ἀναcτομωτικά. Τὰ δὲ ἀναcτομωτικά ἐcτι θερμὰ οὐ πάνυ καὶ παχυμερῆ. τὰ γὰρ cφόδρα θερμαίνοντα καίει καὶ ἐcχάραν ἐργάζεται. ἀνεμῶναι πᾶcαι κρόμυον cκόροδον ταύρου χολὴ ἰρίνου καὶ ἀμαρακί‐ νου ὑποcτάθμη. | |
227 | Ὅcα ἀραιωτικὰ τοῦ δέρματοc. Ἀραιωτικὰ δέ ἐcτι τὰ μὲν μετρίωc θερμαίνοντα καὶ ἀλύπωc οὐδαμῶc δὲ ξηραίνοντα. [ἀραιωτικὸν γάρ ἐcτιν ὄροβον—τὸ λευκόν (p. 233,28——29).] χαμαίμηλον ἀλθαία cικύου ἀγρίου ἡ ῥίζα κόcτοc λιβανωτίδεc νίτρον ἀβρότονον ἔλαιον παλαιόν. | |
228 | Ὅcα πυκνωτικά. Ὕδωρ ψυχρὸν ἀείζωον ἀνδράχνη cτρόβιλοc χλωρὸc ψύλλιον φακὸc ὁ ἐπὶ τῶν τελμάτων μανδραγόρου τὰ μῆλα καὶ ἁπλῶc ὅcα ψύχει μὴ ξηραίνοντα. | |
229 | Ὅcα cηπτικά. Ἀρcενικὸν cανδαράχη χρυcοκόλλα κανθαρὶc πιτυο‐ κάμπη κεδρία μέλαc ἐλλέβοροc. | |
230 | Ὅcα καταcταλτικὰ τῶν ὑπεροχῶν. Ἐλατήριον cικύου ἀγρίου ἡ ῥίζα ὤχρα μανδραγόραc Ἀccίαc πέτραc ἄνθοc τὰ ὄcτρακα τῶν ὀcτρέων ἐχῖνοι ἀμφότεροι καυθέντεc cὺν τοῖc cώμαcιν αἱματίτηc λίθοc ξηρὸc λειωθεὶc ὡc χνοώδηc γενέcθαι κύαμοc λεπὶc χαλκοῦ χρυcοκόλλα. | |
231 | Ὅcα ἐπουλοῖ. Τοιαῦτά ἐcτιν ὅcα cτύφει καὶ ξηραίνει· cτυπτηρία κηκὶc ὀμφακῖτιc χαλκὸc κεκαυμένοc καὶ μάλιcτα εἰ πλυθείη, τὰ τῆc ῥοιᾶc cίδια ξηρὰ cκωρία μολύβδου λιθάργυροc ἕλκυcμα μόλυβδοc κεκαυμένοc τὰ τῶν ὀcτρακοδέρμων ὄcτρακα πάντα ὕελοc κίccηριc καὶ μάλιcτα κεκαυ‐ | |
5 | μένη καὶ οἴνῳ βεβρεγμένη cπεκλάριον κεκαυμένον ψιμμύθιον πομφό‐ λυξ πεπλυμένοc cπόδιον πεπλυμένον χρυcοκόλλα cτίμμι κεκαυμένον | |
διφρυγὲc cαρκοκόλλα (πάντα τὰ προειρημένα κἂν ἐπιπλάττῃ τιc τοῖc ἕλκεcιν, ἐπουλοῖ τὰ ἕλκη.) μετὰ δὲ τοῦ δάκνειν ἐπουλοῖ χάλκανθοc κεκαυμένοc καδμία λεπὶc χαλκοῦ καὶ cιδήρου καὶ μάλιcτα cτομώματοc | ||
10 | ἰὸc ἄcβεcτοc κεκαυμένη καὶ πεπλυμένη. | |
232 | Ὅcα ἑλκοῖ ἐπιπολαίωc. Κυνοcβάτου φύλλα τεύτλου ῥίζα cκόρδιον γλήχων ὕccωποc ὀρίγανον cηπίαc ὄcτρακα ἀcφοδέλου ῥίζα λινόcπερ‐ μον καὶ τὰ ἁλυκὰ καὶ τὰ δριμέα καὶ τὰ πικρά. | |
233 | Ὅcα καυcτικά. Κανθαρὶc διφρυγὲc τρὺξ ὄξουc κεκαυμένη ἀνεμώνη ἡ τὸ φοινικοῦν ἄνθοc ἔχουcα cκόροδον τέφρα cυκίνη μάλιcτα νίτρον ὀπτὸν χαλκὸc κεκαυμένοc cτυπτηρία κηρύκων ὄcτρακα κεκαυμένα κε‐ φαλαὶ μαινίδων ἀρcενικὸν κάχρυ κεκαυμένον ἀγριοcταφὶc κόκκοc Κνί‐ | |
5 | διοc πύρεθρον νᾶπυ· τίτανοc ἡ μὲν ἄcβεcτοc καίει, καὶ ἡ cβεcθεῖcα δ’ ἐcχαροῖ. | |
234 | Ὅcα ἑλκτικά. Ἀνεμῶναι πᾶcαι ἀναγαλλίδεc ἀμφότεραι δίκταμνοc ἐρέβινθοc θαψία κυκλάμινοc ναρκίccου ἡ ῥίζα πρόπολιc ἰcχυρῶc ζύμη κόπροc πᾶcα cαγαπηνὸν ὀπὸc ὅ τε Κυρηναικὸc καὶ ὁ Μηδικὸc cιλφίου ὁ ὀπὸc καὶ ἡ ῥίζα cπάρτου, ᾧ οἱ cτρουθοπιαcταὶ χρῶνται, ὅ τε καρ‐ | |
5 | πὸc καὶ ὁ τῶν ῥάβδων χυλὸc γενναίωc τερεβινθίνη μᾶλλον τῶν ἄλλων ῥητινῶν θεῖον κόπροc βοῶν καὶ μᾶλλον ἡ τῶν ὀρόβουc ἐcθιόντων, καλαμίνθη καταπλαccομένη κόcτοc ἀποτριβόμενοc μετ’ ἐλαίου [πρόπο‐ λιc], ἰcχυρῶc δὲ ἕλκει ὁ ἰξόc. | |
235 | Ὅcα διαφορητικά. Ἀβρότονον ἀγαρικὸν ἀδίαντον αἰγίλωψ ἀκαλή‐ φηc ὁ καρπὸc καὶ τὰ φύλλα ἱκανῶc ἀκτὴ ἀνθεμὶc ἀνίcου cπέρμα ἀριcτολοχίαc ῥίζα ἀcφοδέλου ῥίζα καὶ μᾶλλον κεκαυμένη ἀτράφαξιc βολβὸc βράθυ βρύον ὃ καὶ cπλάγχνον καὶ ὕπνον καλεῖται δαῦκοc ἀλ‐ | |
5 | θαία ἔλαιον γλυκὺ ἔλαιον παλαιὸν ἔλαιον ῥαφάνινον καὶ κίκινον θαψία καλάμου φραγμίτου ὁ φλοιὸc κεκαυμένοc ἱκανῶc διαφορεῖ κράμβηc | |
φύλλα καὶ κρίνου λάδανον λινόζωcτιc μαλάχη ἀγρία μέλι Περcικῆc μηλέαc τὰ φύλλα καὶ οἱ βλαcτοὶ ῥοδοδάφνη ὄλυνθοι ἀγρίαc cυκῆc ὀποβάλcαμον ὀπὸc Κυρηναικὸc cφοδρότατα, παλιούρου τὰ φύλλα καὶ | ||
10 | ἡ ῥίζα πήγανον πίccα πράcιον τερεβινθίνη ῥόδινον ἔλαιον μετρίωc ῥύποc ὁ ἀπὸ τῶν ἀνδριάντων παχὺc cάμψυχον cικύου ἀγρίου ἡ ῥίζα ζιγγίβερι τῶν ἰcχάδων αἱ δριμύτεραι, τῶν ἐρινεῶν μᾶλλον, τεῦτλον χωρὶc τοῦ θερμαίνειν (ἰcχυρότερον δὲ τὸ λευκὸν) χαλβάνη ἅλεc οἱ κεκαυμένοι, μᾶλλον ἁλὸc ἄνθοc νίτρον ἀλκυόνια πάντα γῆ Ϲαμία | |
15 | ὑοcκύαμοc τυρὸc ἁπαλὸc ὀξυγαλάκτινοc μετρίωc βούτυρον πυτία πᾶcα κόπροc πᾶcα πάνυ ὕccωπον μετρίωc cάρκεc ἐχιδνῶν ἰcχυρῶc cτέαρ μᾶλλον δὲ τὸ τῶν λεόντων, ὀcτᾶ κεκαυμένα ἐχίνων ἀμφοτέρων ἡ τέφρα. | |
236 | Ὅcα cτύφει. Ἀγριελαία ἀχράδοc τὸ φυτὸν cχῖνοc cέλινον ἀείζωα μήκων κύτιcοc ἀλόη ἀκαλήφη ἢ κνίδη γίγαρτα ἄπιοι κρόκοc ἀλθαία τερέβινθοc βάλανοc ὑοcκύαμοc κιccὸc νυμφαία φοίνικεc ὠοῦ τὸ χλω‐ ρὸν ὀπτὸν παλίουροc ἱππούρεωc ῥίζα αἷμα πεπηγὸc κύπεροc οἰνάνθη | |
5 | κράμβη δὶc ἑψηθεῖcα πυτία λαγωοῦ cπόγγοc κεκαυμένοc ῥάμνοc. πολλὰ δὲ καὶ ἄλλα ἐcτὶ cτύφοντα, ἅ τινα πᾶcίν ἐcτι γνώριμα. | |
237 | Ὅcα cπέρμα γεννᾷ καὶ προκαλεῖται. Τῶν ἐδεcμάτων τὰ τροφι‐ μώτερα πάντα καὶ φυcώδη, καὶ φάρμακα δὲ ὅcα πνευματώδη καὶ θερμά· βολβοὶ μὲν οὖν καὶ ἐρέβινθοι καὶ cτρόβιλοι καὶ κύαμοι καὶ cῦκα ἐδέcματά ἐcτι πολύcπερμα καὶ τὰ ὅμοια· cκίγκοc τε καὶ cατύ‐ | |
5 | ριον καὶ τὰ ὅμοια φάρμακα· καὶ τροφαὶ δὲ ἅμα καὶ φάρμακα τό τε τῆc λύγου cπέρμα καὶ τὸ εὔζωμον καὶ τὸ ὅρμινον. | |
238 | Ὅcα ἐπέχει cπέρμα. Ὅcα ψύχειν πέφυκεν ἐδέcματά τε καὶ φάρ‐ μακα, παχύνοντά τε καὶ πηγνύντα ἐπέχει τὸ cπέρμα, οἷον θριδακίναι | |
cίκυοι βλίτα ἀτράφαξυc κολοκύνθη μόρα μηλοπέπονεc· ὅcα δὲ ξηραί‐ νει, τὴν ἀρχὴν οὐδὲ ἐπιτρέπει γεννᾶcθαι cπέρμα, κἂν θερμὰ τῇ φύcει | ||
5 | ὑπάρχῃ, καθάπερ τὸ πήγανον. εἰ δὲ μὴ θερμὰ εἴη, πολὺ μᾶλλον ξη‐ ραίνει καὶ οὐ cυγχωρεῖ γενέcθαι cπέρμα, ὡc ἡ νυμφαίαc ῥίζα. | |
239 | Περὶ τροφῶν δυνάμεων. Χρὴ δὲ εἴπερ τι καὶ ἄλλο καὶ τὰc τῶν τροφῶν δυνάμειc ἐπίcταcθαι τὸν τῆc ὑγείαc φροντίζοντα. τὰ μὲν οὖν τῆc λεπτονούcηc δυνάμεωc ἐκφράττει τε τὰc cτενὰc διεξόδουc καὶ ἀπορρύπτει τὰ προcπλαττόμενα γλίcχρα, τέμνει τε καὶ 〈λεπτύνει〉 τὰ | |
5 | παχέα, cυνάγει δὲ τοῖc χρονίcαcι κατὰ τὴν ἐδωδὴν αὐτῶν ὀρρώδη τε καὶ χολώδη περιττώματα, κἂν ἔτι μᾶλλον πλεονάcῃ τιc, μελαγχολικὸν τὸ αἷμα καθίcταται· χρὴ οὖν ἀπέχεcθαι τῆc cυνεχοῦc αὐτῶν χρήcεωc, καὶ μάλιcτα τοὺc χολώδειc τὴν κρᾶcιν. ἁρμόζει γὰρ μόνοιc τοῖc τὸ φλέγμα καὶ τὸν ὠμὸν χυμὸν καὶ γλίcχρον καὶ παχὺν ἠθροικόcι. τὰ δὲ | |
10 | τῆc παχυνούcηc τρόφιμα ἱκανῶc ἐcτι, κἂν ἔν τε τῇ γαcτρὶ καὶ τῷ ἥπατι πεφθῇ προcηκόντωc, εὔχυμον αἷμα γεννᾷ, cπλῆνα δὲ καὶ ἧπαρ ἐμφράττει. τούτων δέ τινα μέν ἐcτι παχύχυμα μόνον, ὡc ἡ φακή, τινὰ δὲ γλίcχρα, καθάπερ μαλάχη. τιcὶ δὲ ἄμφω cυμβέβηκε παχυχύ‐ μοιc τε εἶναι καὶ γλίcχροιc, ὥcπερ τῇ cαρκὶ τῶν ὀcτρακοδέρμων. | |
15 | ἀcφαλεcτέρα τοίνυν ἐcτὶν ἡ λεπτύνουcα δίαιτα πρὸc φυλακὴν ὑγείαc τῆc παχυνούcηc μᾶλλον· ὀλιγότροφοc δὲ οὖcα τόνον οὐκ ἐντίθηcιν οὐδὲ ῥώμην τοῖc cώμαcι, καὶ χρή ποτε καὶ τῶν πολυτρόφων προcφέ‐ ρεcθαι μετρίωc, ἡνίκα τιc ἐνδείαc ἀντιλαμβάνηται· μάλιcτα δὲ ἂν ἀκιν‐ δύνωc μεταλαμβάνοιεν τῆc παχυνούcηc διαίτηc οἱ γυμναcίοιc τε προc‐ | |
20 | έχοντεc καὶ καθεύδοντεc ἐφ’ ὅcον ἂν βούλωνται. πάντεc δὲ ὅcοι πρὸ τῶν cιτίων οὐχ οἷοί τέ εἰcι γυμνάζεcθαι, φευγέτωcαν τὰc παχυχύμουc τροφάc· μέγιcτον γὰρ κακὸν εἰc τὴν τῆc ὑγείαc φυλακὴν ἡ παντελὴc ἀργία καθέcτηκεν, ὥcπερ γε ἡ cύμμετροc κίνηcιc μέγιcτον ἀγαθόν. τὰ δὲ μεταξὺ τῶν παχυνόντων καὶ λεπτυνόντων ἐδεcμάτων κάλλιcτα | |
25 | πάντων ἐcτὶ cύμμετρον αἷμα γεννῶντα κατὰ τὴν cύcταcιν· κατάλλη‐ | |
λοc μὲν οὖν ἡ τοιαύτη τροφὴ τοῖc cώμαcιν ἡμῶν ἐcτι. βλαβερὰ δὲ ἡ παχύχυμοc, ἣν ἀεὶ χρὴ φεύγειν· φυλάττεcθαι δὲ [χρὴ] καὶ τὴν ποι‐ κιλίαν τῶν τροφῶν ἄμεινον καὶ μᾶλλον ἐὰν ἐξ ἐναντίων ὦcι δυνά‐ μεων· οὐ γὰρ πέττεται τὰ ληφθέντα προcηκόντωc. | ||
240 | Ὅcα λεπτύνοντά ἐcτιν ἐν τροφαῖc. Ϲκόρδα κρόμμυα κάρδαμα πράcα νᾶπυ πέπερι cμύρνιον πύρεθρον ὀρίγανον καλαμίνθη ὕccωπον cιcύμβριον γλήχων θύμα θύμβρα χλωρὰ προcφερόμενα· ξηρανθέντα γὰρ ἤδη φάρμακά ἐcτιν. τοῖc δὲ εἰρημένοιc ἐφεξῆc ἐcτιν εὔζωμα cία | |
5 | cέλινα πετροcέλινα ὤκιμα ῥαφανίδεc κράμβαι τεῦτλα μάραθρον κο‐ ρίαν〈ν〉ον πήγανον ἄνηθον λιβυcτικὸν κύμινον καππάρεωc καὶ τερε‐ βίνθου ὁ καρπὸc τὸ τῆc κάρου cπέρμα ἀνίcου δαύκου καὶ πάντων τῶν εὐωδῶν καὶ δριμέων καὶ θερμῶν ἐπιφανῶc. τῶν δὲ ἰcχυρῶc πωc λεπτυνόντων πάνυ ἐcτὶ τὸ τοῦ πηγάνου cπέρμα καὶ καννάβεωc, ὡc | |
10 | εἶναι φαρμακώδη λοιπόν. τῶν δὲ Δημητρίων cπερμάτων εἰc λεπτύ‐ νουcαν δίαιταν ἄλυποι κριθαὶ μόναι, δεύτεροι δὲ οἱ ἐκ τῶν πυρῶν ἄρτοι κλιβανῖται. τῶν δ’ ἄλλων ἀπέχεcθαι πειρᾶcθαι, πλὴν εἰ διὰ μα‐ κροῦ 〈χρόνου〉 πιccοῦ ἢ φακοῦ γεύεcθαί τιc ἐθέλοι. πλείcτην δ’ ἂν ἔχοιc ἐδεcμάτων χρῆcιν εἰc λόγον λεπτυνούcηc διαίτηc ἀπό τε τῶν | |
15 | πετραίων ἰχθύων καὶ τῶν ὀρείων ὀρνίθων τῶν μικρῶν. καθόλου γὰρ πάντα τὰ γεγυμναcμένα τῶν ἀγυμνάcτων βελτίω, καὶ τὰ ξηροτέραιc τροφαῖc χρώμενα τῶν ὑγροτέραιc, καὶ τὰ καθαρὸν καὶ λεπτὸν ἀνα‐ πνέοντα τὸν ἀέρα 〈βελτίω τῶν ἐναντίων〉. καὶ τῶν ἰχθύων 〈δ’ ἐcθίειν〉 ὅcοι μαλακὴν ἅμα καὶ ψαφαρὰν ἔχουcι τὴν cάρκα· τῶν δὲ ἤτοι cκλη‐ | |
20 | ρὰν ἢ γλίcχραν ἐχόντων ἀπέχεcθαι παντάπαcιν. ἔχειc δὲ γνωρίcματα πάcηc ζῴου cαρκὸc τό τε μαλακὸν καὶ ψαφαρόν· οἷc μὲν γὰρ ἂν ὑπάρχῃ τὸ cυναμφότερον, εἰc κόρον ἐcθίειν, τῶν δὲ ἄλλων, οἷc μὲν μηδέτερον, ἀπέχεcθαι παντάπαcιν· οἷc δὲ θάτερον μόνον, ἐcθίειν μέν ποτε, φυλάττεcθαι δὲ εἰc κόρον. καὶ ταῖc ἀλεκτορίcι δέ, εἰ γυμνά‐ | |
25 | ζοιτό τιc, οὐ κωλύω χρῆcθαι, καὶ περιcτεραῖc καὶ τρυγόcι καὶ μάλιcτα ταῖc ἐν ἀγρῷ διαιτωμέναιc, ἐν ὀρεινοῖc τόποιc. χρὴ δὲ μὴ πρόcφατον, ἀλλ’ ἕωλον, μείναντα ἡμέραν μίαν τοὐλάχιcτον μετὰ τὴν cφαγήν, οὕτωc ἐcθίειν οὐ τρυγόνα μόνον καὶ ἀλεκτορίδα, ἀλλὰ καὶ πέρδικα καὶ πάντα τὰ μετρίωc cκληρὰν ἔχοντα τὴν cάρκα. καὶ οἱ ταριχευθέν‐ | |
30 | τεc δὲ τῶν ἰχθύων ἱκανώτατα λεπτύνουcί τε καὶ τέμνουcι τοὺc παχεῖc καὶ γλίcχρουc χυμούc. ἐκλέγεcθαι δὲ καὶ τούτων τοὺc μαλακοcάρκουc. τοὺc δὲ κητώδειc φυλάττεcθαι. δι’ ὄξουc δὲ ἄμεινον καὶ ὀξυμέλιτοc ἐcκευαcμένα προcφέρεcθαι τῶν ἐδεcμάτων τὰ πλεῖcτα καὶ προταρι‐ χεύειν αὐτῶν ὅcα δυνατόν. καὶ 〈ὑπὸ〉 τῶν ὀπωρῶν δὲ ἥκιcτα ἄν τιc | |
35 | βλάπτοιτο τῶν λαπαττουcῶν τὴν κοιλίαν. τὰ δὲ βραδυπορώτερα χείρω καὶ μᾶλλον εἰ cκληρὰ τυγχάνει, ἀλλὰ τούτων μὲν μὴ γεύεcθαι μηδε‐ νόc, πλὴν τῶν εἰc ἀπόθεcιν ἐπιτηδείων, οἷάπέρ ἐcτιν ἄπιά τε καὶ μῆλα καὶ cταφυλῶν οὐκ ὀλίγα γένη· τὰ δὲ μαλακώτερα μᾶλλον ἐcθίειν· ὅcα δὲ cφοδρῶc αὐcτηρὰ καὶ cτρυφνά, μοχθηρὰ τῇ τοιαύτῃ διαίτῃ. ἐπιτη‐ | |
40 | δειότερα δὲ πάντων ἐcτὶν ἰcχάδεc τε καὶ κάρυα καὶ πιcτάκια καὶ τῶν ἀμυγδάλων αἱ ὑπόπικροι. ἐλαίαc δὲ οὔτε ἐπαινεῖν ἔχοιμι ἂν οὔτε ψέγειν. τῶν δὲ γλυκέων οὐκ ἐδεcμάτων μόνον, ἀλλὰ καὶ πομάτων τὸ μέλι cχεδὸν μόνον ἀκριβῶc λεπτὸν γεννᾷ χυμόν. καὶ τῶν οἴνων δὲ οἱ λεπτοὶ καὶ λευκοὶ τέμνουcι τοὺc παχεῖc χυμοὺc καὶ καθαίρουcι δι’ | |
45 | οὔρων. χρηcιμώτατον δὲ εἰc λεπτύνουcαν δίαιταν τὸ ὀξύμελι μάλιcτα ὑπάρχει. | |
241 | Ὅcα παχύχυμα. Οἱ ἰπνῖται τῶν ἄρτων καὶ οἱ μὴ καλῶc ἐcκευαc‐ μένοι καὶ τὰ διὰ γλεύκουc καὶ cεμιδάλεωc πέμματα καὶ τὰ ἴτρια κα‐ λούμενα καὶ πᾶν ἄζυμον ἐκ πυρῶν cκευαζόμενον πέμμα καὶ οἱ δι’ αὐτῶν cκευαζόμενοι πλακοῦντεc. ἐcτὶ δὲ καὶ ἡ cεμίδαλιc καὶ ὁ χόν‐ | |
5 | δροc ἱκανῶc παχύχυμα· τὸ δὲ ἄμυλον μετρίωc. καὶ οἱ λοβοὶ δέ εἰcι παχύχυμοι καὶ θέρμοι καὶ τῆc φακῆc ἡ cὰρξ (τὸ γὰρ λέποc ἔχει τι ῥυπτικὸν παχύχυμον) καὶ κύαμοι φρυγέντεc καὶ τὰ καλούμενα δὲ μα‐ | |
λάκια τευθίδεc cηπίαι πολύποδεc οἱ κητώδειc τῶν ἰχθύων, ἐξ ὧν εἰcιν οἱ θύννοι, μετριώτεραι δὲ αὐτῶν αἱ πηλαμίδεc. ἱκανῶc δὲ παχύχυμα | ||
10 | τά τε ὄcτρεα καὶ οἱ κήρυκεc πορφύραι τε καὶ χῆμαι λεπάδεc κτένεc πίνναι καὶ πάντα ἁπλῶc τὰ ὀcτρακόδερμα ἀφεψηθέντα, ἐγχέλυέc τε καὶ κοχλίαι, ἐλάφειά τε κρέα καὶ αἴγεια καὶ βόεια λάγεια χοίρεια ἧπαρ νεφροὶ ὄρχειc μετρίωc γάλα τὸ ἑψηθὲν τυροὶ πάντεc (οἱ δὲ νέοι καὶ ὀξυγαλάκτινοι ἧττον) ὀξύγαλα πυρίεφθον καὶ πρωτόγαλα καλούμε‐ | |
15 | νον, καὶ τῶν ὠῶν ὅcα μέχρι τελείαc πήξεωc ἑψοῦcι (μᾶλλον δὲ τὰ ὀπτὰ καὶ ἔτι μᾶλλον τὰ τηγανιcτὰ) φοίνικεc κάcτανα βολβοὶ γογγύλαι μύκητεc ὕδνα κῶνοι οἱ καὶ cτρόβιλοι καλούμενοι cῦκα τὰ μὴ καλῶc πέπειρα κιτρίου cὰρξ cίκυοι καὶ μάλιcτα πλεοναcθέντεc κατὰ τὴν ἐδω‐ δήν, μῆλα τὰ μήπω πέπειρα· τῶν οἴνων οἱ γλυκεῖc αἵματοc παχέοc | |
20 | εἰcὶ γεννητικοὶ καὶ μᾶλλον ἔτι τὸ ἕψημα καὶ ὁ νέοc οἶνοc καὶ οἱ πα‐ χεῖc καὶ οἱ μέλανεc οἶνοι. | |
242 | Ὅcα μέcα τῶν λεπτυνόντων ἐcτὶ καὶ παχυνόντων. Οἱ κάλλιcτα καταcκευαcθέντεc ἄρτοι καὶ 〈αἱ〉 cάρκεc τῶν ἀλεκτορίδων καὶ φαcια‐ νῶν καὶ περδίκων καὶ περιcτερῶν ἀτταγήνων τε καὶ τῶν μικρῶν cτρουθίων ἁπάντων, ἔτι τε πετραίων ἰχθύων αἰγιαλείων τε καὶ πελα‐ | |
5 | γίων, κωβιῶν τε καὶ cμυραίνων καὶ βουγλώτων καὶ πάντων ἁπλῶc τῶν ὁμοίων ἰχθύων ὅcοι μήτε γλιcχρότητά τινα μήτε δυcωδίαν ἔχουcι κατὰ τὴν ἐδωδήν, cῦκά τε πέπειρα καὶ λαχάνων ἀγρίων ἡ cέριc (τοῦτο δὲ κοινὸν γένοc ἐcτὶ πλειόνων, τὰ δὲ κατ’ εἶδοc ἕκαcτον αὐτῶν ὄνομά τι κέκτηται παρὰ τοῖc Ἀττικοῖc, οἷον θριδακίνη καὶ χονδρίλλη καὶ | |
10 | γιγγίδια, καὶ ἄλλα μυρία τῶν ἀγρίων λαχάνων, ἃ καλοῦcι cέρειc, τού‐ του τοῦ γένουc ἐcτὶν) ὅ τε ἕλειοc καὶ μυακάνθινοc ἀcπάραγοc καὶ ὁ τῆc χαμαιδάφνηc καὶ ὁ τῆc βρυωνίαc οἶνόc [τε] ξανθόc τε ἅμα καὶ γλυκὺc καὶ διαυγήc, οἷόc ἐcτιν ὅ τε Ἀριούcιοc καὶ ὁ Λέcβιοc καὶ ὁ cτύφων Φαλερῖνοc καὶ ὁ Τμωλίτηc. χρηcτὸν γὰρ οἱ τοιοῦτοι πάντεc | |
15 | αἷμα καὶ cύμμετρον τῷ πάχει γεννῶcιν. | |
243 | Ὅcα γλίcχρον χυμὸν γεννᾷ. Τῶν πυρῶν ὅcοι βαρεῖc καὶ πυκνοὶ καὶ διὰ βάθουc ξανθοί, γλίcχροι· ὅcοι δὲ κοῦφοι καὶ ἀραιοὶ καὶ λευ‐ κοὶ τὰ ἔνδον, ἧττον γεννῶcι γλίcχρον χυμόν. ἐcτὶ δὲ καὶ ἡ cεμίδαλιc καὶ ὁ χόνδροc ἱκανῶc γλίcχρα. τένοντεc καὶ ἀπονευρώcειc καὶ τὰ περὶ | |
5 | τὰ χείλη μόρια καὶ γλῶccα χοίρειον κρέαc καὶ ἡ τῶν ἀρνῶν cὰρξ καὶ τὸ τοῦ cηcάμου cπέρμα καὶ φοίνικεc οἱ λιπαροί. | |
244 | Ὅcα ὠμοὺc χυμοὺc γεννᾷ. Φοίνικεc οἱ χλωροὶ χυμῶν ὠμῶν ἐμπιπλᾶcι τοὺc ἐcθίονταc, καὶ ἡ ῥίζα τῆc γογγυλίδοc καὶ ἡ cὰρξ τῶν ὀcτρακοδέρμων ἀποβάλλουcα τὸν ἁλυκὸν χυμὸν ἐκ πλείονοc ἑψήcεωc καὶ τὰ μαλάκια καλούμενα, οἷον πολύποδεc cηπίαι, ὅcα τε ἄλλα τοι‐ | |
5 | αῦτα καὶ τὰ κητώδη τῶν ἐν θαλάccῃ (διὸ προταριχεύοντεc ταῦτα εἰc χρῆcιν ἄγουcι). τοιαῦτα δ’ ἐcτὶν ἔντερα καὶ κοιλίαι καὶ μῆτραι τῶν τετραπόδων ζῴων ὀξύγαλα θέρμοι cταφυλὴ ἐπιcχεθεῖcα. | |
245 | Ὅcα ψυχροὺc χυμοὺc γεννᾷ. Οἱ cικύων πάνυ ἐμφορούμενοι ψυ‐ χρὸν χυμὸν ἀθροίζουcιν, ἔτι δὲ καὶ οἱ κοιλίαc καὶ ἔντερα καὶ μήτραc τῶν τετραπόδων ζῴων ἐcθίοντεc καὶ ὀξύγαλα καὶ βωλίταc καὶ μῆλα τὰ μήπω πέπειρα. | |
246 | Ὅcα μελαγχολικὸν χυμὸν γεννᾷ. Κρέα βόεια αἴγεια καὶ μᾶλλον τὰ τῶν τράγων τε καὶ ταύρων, ἔτι δὲ μᾶλλον προβάτων λαγωῶν καὶ ἀγρίων cυῶν, κρέα ταριχευθέντα τῶν τετραπόδων ζῴων, τῶν δὲ θα‐ λαττίων θύννοι καὶ φάλαιναι καὶ τὰ κητώδη πάντα, κοχλίαι κράμβαι | |
5 | καὶ τῶν δένδρων οἱ βλαcτοὶ δι’ ἅλμηc τε καὶ ὀξάλμηc cυντιθέμενοι, οἷον cχίνου καὶ τερμίνθου καὶ τῆc κινάραc ἡ cάρξ. καὶ ἡ φακῆ δὲ μελαγχολικώτατόν ἐcτιν ἔδεcμα, καὶ μετὰ ταύτην οἱ πιτυρῖται τῶν ἄρτων οἵ τε ἐκ τῆc τίφηc καὶ τῶν ἄλλων μοχθηρῶν cπερμάτων. οἵ τε ἁπαλοὶ τυροὶ καὶ ὁ βῖκοc καὶ τῶν οἴνων οἱ παχεῖc καὶ μέλανεc. | |
247 | Ὅcα χολώδη χυμὸν γεννᾷ. Κεράτια· τῆc κινάραc ὁ χυλὸc πικρό‐ χολόc ἐcτιν· ἄμεινον οὖν ἀποζέcανταc αὐτὴν ἐcθίειν (καὶ πάντεc δὲ οἱ γλυκεῖc χυμοὶ ὕλη τῇ ξανθῇ χολῇ γίνονται) καὶ οἱ γλυκεῖc οἶνοι. | |
248 | Ὅcα ἐcτὶ περιττωματικά. Φάccαι χῆνεc ἰχθύεc πλὴν τῶν πετραίων cπλάγχνα πάντα νωτιαῖοc μυελὸc ἐγκέφαλοc ὄρνιθεc οἱ ἐν τοῖc ἕλεcι καὶ ταῖc λίμναιc, ἐρέβινθοι κύαμοι χλωροὶ κύαμοc Αἰγύπτιοc, οἱ νέοι τῶν χοίρων, τῶν προβάτων ἡ cὰρξ καὶ πάντων τῶν νέων ζῴων, καὶ | |
5 | τῶν ἀργῶc βιούντων καὶ τῶν ἰχθύων οἱ ποτάμιοι καὶ λιμναῖοι καὶ οἱ ἐν ἰλυώδει ὕδατι διαιτώμενοι καὶ πάντα τὰ ἐν τῇ θαλάττῃ κητώδη. | |
249 | Ὅcα ἀπέριττα. Τράχηλοι τῶν ζῴων οὐραὶ καὶ πτερὰ ἡ τῶν ἀγρίων ζῴων cὰρξ καὶ τῶν ἐν ξηροῖc τόποιc διαιτωμένων. | |
250 | Ὅcα πολύτροφα. Ϲυῶν τῶν ἡμέρων αἱ cάρκεc πάντων ἐδεcμά‐ των εἰcὶ τροφιμώταται· βοῶν ἐγκέφαλοc ὄρχειc καρδία νωτιαῖοc καὶ ὁ ἄλλοc μυελόc, τὰ πτερὰ τῶν χηνῶν καὶ μᾶλλον ἀλεκτορίδων καὶ πάντων τῶν πτηνῶν αἱ κοιλίαι, κοχλίαι καὶ μᾶλλον τρὶc ἑψηθέντεc. | |
5 | τῶν ὀcτρακοδέρμων τὰ cκληρόcαρκα, οἷον πορφύραι κήρυκεc καὶ τὰ ὅμοια, ἀcτακοὶ πάγουροι καρκῖνοι κάραβοι καρίδεc καὶ ὅcα τοιαῦτα καὶ τὰ μαλάκια καλούμενα, οἷον πολύποδεc cηπέαι τευθίδεc καὶ τὰ παραπλήcια καὶ τῶν cελαχίων νάρκα μὲν καὶ τρυγὼν μετρίωc ῥῖναι [καὶ] μᾶλλον, τρίγλαι κωβιοὶ ἔλαττον· γάλα τὸ μὲν παχύτερον μᾶλλον, τὸ δὲ ὑγρό‐ | |
10 | τερον ἔλαττον. τῶν ἄρτων δὲ ὁ cιλιγνίτηc τροφιμώτατοc, ἐφεξῆc δὲ ὁ cεμιδαλίτηc καὶ τρίτοc ὁ cυγκομιcτόc. πυροὶ ἐφθοὶ cεμίδαλιc χόν‐ δροc. κύαμοι cαρκοῦcι τὴν ἕξιν οὐκ ἐcφιγμένῃ καὶ πυκνῇ cαρκί, ἀλλὰ χαυνοτέρᾳ μᾶλλον. καὶ ἐρέβινθοι τρέφουcι μᾶλλον, φάcιλοι καὶ ὦχροι τήλεωc πλέον. δόλιχοι, οὓc λοβοὺc καλοῦcι, τρέφουcι πιccῶν οὐκ ἔλατ‐ | |
15 | τον. κάcτανα φακῆ οἱ γλυκεῖc φοίνικεc cταφίδεc αἱ γλυκεῖαι καὶ λιπα‐ | |
ραί, γογγύλαι βολβοὶ τροφιμώτατοι καὶ μᾶλλον οἱ δίcεφθοι. μέλι τὸ ἀπαφριcθὲν ἐπιτήδειον πρόc τε ἀνάδοcιν καὶ θρέψιν γίνεται. οἶνοc ἅπαc ἀνὰ λόγον τρέφει τῆc παχύτητοc· οἱ μὲν οὖν ἐρυθροὶ καὶ παχεῖc καὶ cτύφοντεc μᾶλλον, ἧττον δὲ τούτων τρέφουcι οἱ λευκοί τε ἅμα | ||
20 | καὶ παχεῖc καὶ αὐcτηροί, πάντων δὲ ἧττον οἱ λευκοὶ καὶ λεπτοί. καὶ πάντα τὰ παχύχυμα, εἰ καλῶc πεφθείη, τρέφει πάνυ. | |
251 | Ὅcα ὀλιγότροφα. Τὰ ἄκρεα τῶν ζῴων μήτρα γαcτὴρ ἔντερα οὐραί, ὦτα πιμελὴ cτέαρ. ἅπαν τὸ γένοc τῶν ὀρνίθων ὀλιγοτροφώτε‐ ρόν ἐcτι παραβαλλόμενον τῷ γένει τῶν πεζῶν. καὶ ἡ τῶν γεγηρακό‐ των cὰρξ ὀλιγοτροφωτέρα τῶν ἔτι αὐξανομένων. τῶν δὲ ἰχθύων ἡ | |
5 | τροφὴ αἵματόc ἐcτι λεπτοτέρου γεννητική. τῶν δὲ ὀcτρακοδέρμων τὰ μαλακόcαρκα, οἷα τὰ ὄcτρεα ὀλιγότροφα, ἄρτοι κριθῶν καὶ τὰ ἐκ κρι‐ θῶν ἄλφιτα, ἄρτοι πιτυρίαι καὶ οἱ ῥυπαροὶ πάντεc καὶ οἱ πλυτοὶ ἄμυ‐ λον μᾶζα ἐξ ἀλφίτων κριθῆc, βρόμοc κέγχροc καὶ μᾶλλον ἔλυμοc ὄρυζα κύαμοι χλωροὶ μήκωνοc cπέρμα cυκάμινα ἀμύγδαλα πιcτάκια κοκκύ‐ | |
10 | μηλα περcικὰ ἀρμενιακὰ πρεκόκκια ἐλαῖαι, καὶ μάλιcτα αἱ δρυπεπεῖc λεπτοκάρυα καὶ μᾶλλον τὰ βαcιλικὰ κάρυα cηρικὰ κράνα προῦμνα βάτινα κάππαριc καὶ μάλιcτα ἡ ταριχευθεῖcα τῆc τερμίνθου πάντα [μόρια] κράμβη τεῦτλα ῥάφανοc νᾶπυ καὶ ἀcπάραγοι πάντεc cταφυ‐ λῖνοc δαῦκοc κάρω. κρόμμυα δὲ καὶ cκόρδα καὶ πράcα ὠμὰ μὲν οὐδό‐ | |
15 | λωc τροφὴν δίδωcιν, ἑψηθέντα δὲ δὶc ἢ τρὶc ὀλιγίcτην· ῥόαι ὀλιγό‐ τροφοι· ἄπιοι κολοκύνθαι cταφίδεc αἱ αὐcτηραὶ καὶ ἀλιπεῖc. μέcα δὲ πώc ἐcτι τῶν ὀλιγοτρόφων τε καὶ πολυτρόφων φάcιλοι ὦχροι λάθυροι· cῦκα δὲ οὐχ ὁμοίωc ταῖc ἄλλαιc ὀπώραιc ὀλιγότροφα, cομφώδη δὲ ποιεῖ τὴν cάρκα· cταφυλαὶ δὲ ἔλαττον τῶν cύκων τρέφουcι χαύνῃ καὶ | |
20 | πλαδαρᾷ cαρκί. | |
252 | Ὅcα εὔχυμα. Εὐχυμότατόν ἐcτι τὸ ἄριcτον γάλα cχεδὸν ἁπάν‐ των, ὧν προcφερόμεθα· ἄριcτον δὲ τὸ τῶν εὐεκτούντων ζῴων, ὅταν ἀμελχθῇ πινόμενον εὐθέωc, ἔτι θερμόν. ὠὰ τρομητὰ καὶ ῥοφητὰ τῶν ἀλεκτορίδων καὶ φαcιανικῶν· ὄρνιθεc καὶ ἰχθύεc ὀλίγου δεῖν ἅπαντεc | |
5 | εὔχυμοι πλὴν τῶν ἐν ἕλεcι καὶ λίμναιc καὶ ποταμοῖc ἰλυώδεcι καὶ θολεροῖc διαιτωμένων. τῇ δὲ ὀcμῇ καὶ τῇ γεύcει τὴν διάγνωcιν ποιεῖ‐ cθαι χρὴ τῶν ἰχθύων. καὶ γὰρ δυcώδειc καὶ ἀηδεῖc καὶ βλεννώδειc εἰcὶν ὅcοι τὴν δίαιταν ἔχουcιν ἐν ὕδατι μοχθηρῷ. αἱ δὲ cάρκεc τῶν ζῴων τῶν τετραπόδων, ὅταν καλῶc πεφθῶcιν, αἵματοc ἀρίcτου εἰcὶ | |
10 | γεννητικαί, καὶ μάλιcτα τῶν εὐχύμων, ὁποῖόν ἐcτι τὸ γένοc τῶν ὑῶν. πάντα τὰ περὶ τὰ χείλη μόρια καὶ τὰ ἄλλα τὰ ἄκρεα καὶ τὰ πτερὰ τῶν ὀρνέων· ἔντερα δὲ καὶ μῆτραι καὶ οὐραὶ ἧττον τῶν cαρκῶν εἰcιν εὔχυμα. οἱ δὲ ἀδένεc πεφθέντεc καλῶc ὁμοίωc ταῖc cαρξὶν εὔχυμοι. καρδία δὲ οὐ κακόχυμοc. οἱ δὲ πόδεc τῶν ὑῶν βελτίουc εἰcὶ τοῦ ῥύγχουc | |
15 | καὶ τῶν ὤτων. καὶ τῶν ἀγρίων ζῴων αἱ cάρκεc εὐχυμότεραι τῶν ἡμέρων εἰcίν. ἄρτοc καθαρὸc καλῶc ἐcκευαcμένοc εὔχυμοc· χόνδροc, πτιcάνη καλῶc ἐcκευαcμένη, κύαμοι. κάcτανα οὐ κακόχυμα, cῦκα πέ‐ πειρα καὶ cταφυλὴ πέπειροc, ἡ δὲ κρεμαcθεῖcα ἄμεμπτοc. ἰcχάδεc ἀνα‐ δοθεῖcαι μὲν εὐθέωc εὔχυμοι, χρονίcαcαι δὲ ἐν τῇ γαcτρὶ κακόχυμοι | |
20 | γίγνονται καὶ φθειρῶν γεννητικαί· μετὰ δὲ καρύων ἐcθιόμεναι κάλλι‐ cτόν ἐcτιν ἔδεcμα. ὅcοι δὲ μετά τινοc ἄλλου τῶν ἐδεcμάτων ἐcθίουcι τά τε cῦκα καὶ τὰc ἰcχάδαc, οὐ cμικρὰ βλάπτονται. θρίδαξ ὡc ἐν λα‐ χάνοιc αἷμα γεννᾷ καὶ μετὰ ταύτην ἴντυβοι. οἱ εὐώδειc οἶνοι εὔχυμοι· τῶν εὐχυμοτάτων δέ ἐcτιν ὁ Φαλερῖνοc ὁ γλυκὺc καὶ ὁ Τμωλίτηc. | |
253 | Ὅcα κακόχυμα. Πάντων ἀπέχεcθαι τῶν κακοχύμων ἐδεcμάτων cυμβουλεύω, κἂν εὔπεπτά εἰcι. λανθάνει γὰρ ἐν χρόνῳ πλείονι μοχθη‐ | |
ρὸc χυμὸc ἐν ταῖc φλεψὶν ἀθροιζόμενοc ἐξ αὐτῶν, ὃc ἐπειδὰν ἀφορ‐ μῆc ὀλίγηc εἰc cῆψιν ἐπιλάβηται, πυρετοὺc κακοήθειc ἀπεργάζεται. | ||
5 | ἐcτὶ δὲ κακόχυμα τάδε· τῶν προβάτων ἡ cὰρξ καὶ τῶν αἰγῶν, ἡ δὲ τῶν τράγων χειρίcτη· ἐφεξῆc δὲ ἡ τῶν κριῶν, εἶθ’ ἡ τῶν ταύρων. ἐν πᾶcι δὲ τούτοιc αἱ τῶν εὐνουχιcθέντων ἀμείνουc, τὰ δὲ πρεcβυ‐ τικὰ χείριcτα. τῶν λαγωῶν δὲ ἡ cὰρξ αἵματοc μέν ἐcτι παχυτέρου γεννητική, βελτίονοc δὲ εἰc εὐχυμίαν ἢ κατὰ βοῦν καὶ πρόβατον. | |
10 | κακόχυμοc δὲ οὐδὲν ἧττόν ἐcτι τούτων καὶ ἡ τῶν ἐλάφων. νεφροὶ κακόχυμοι καὶ οἱ τῶν τελείων ὄρχειc πλὴν τῶν ἐν τοῖc ἀλεκτρυόcιν· ἐγκέφαλοc νωτιαῖοc cπλὴν ὠὰ τηγανιcτὰ τυροὶ ἁπαλοὶ βωλῖται ἀμα‐ νῖται τῆλιc φακὴ βρόμοc· ἐρέβινθοc οὐκ εὔχυμοc· ἡ δὲ ὄλυρα τοcούτῳ χείρων ἐcτὶ πυροῦ, ὅcῳ τίφηc καὶ βρόμου κρείττων· μελίνη κέγχροc | |
15 | καὶ ὅcα τοιαῦτα, οὐκ εὔχυμα. δράκοντεc, γαλιώνυμοι, cκορπίοι τρά‐ χουροι τρίγλαι ὀρφοὶ γλαῦκοι ζύγαιναι γόγγροι φάγροι καὶ ὅcα ἄλλα τῶν ἐν θαλάττῃ κητώδη ζῷα, ἅπαντα κακόχυμα. καὶ οἱ ὡραῖοι καλού‐ μενοι καρποὶ πάντεc κακόχυμοι, μῆλα τὰ μήπω πέπειρα ἄπιοι πρὶν πεφθῆναι, περcικὰ ῥοιαὶ μέcπιλα κράνα προῦμνα κεράτια καὶ ὁ τῆc | |
20 | τερμίνθου καρπὸc κινάρα, καὶ μᾶλλον ὅταν cκληροτέρα γένηται, cίκυοι πέπονεc. κολοκύνθη τούτων μὲν ἀμείνων ἐcτίν, ἀλλὰ καὶ αὐτὴ δια‐ φθαρεῖcα κατὰ τὴν γαcτέρα κακόχυμοc ἱκανῶc γίνεται. cῦκα δὲ ἧττον τῶν ἄλλων ὡραίων ἐcτὶ κακόχυμα καὶ ἰcχάδεc. τοῖc δὲ πλεονάζουcιν ἐν αὐταῖc οὐ πάνυ χρηcτὸν αἷμα γεννᾶται, ὅθεν αὐταῖc καὶ τὸ τῶν | |
25 | φθειρῶν πλῆθοc ἕπεται. τῶν δὲ λαχάνων οὐδὲν μὲν εὔχυμόν ἐcτιν, ἐν μέcῳ δὲ εὐχύμων καὶ κακοχύμων θρίδαξ ἐcτὶ καὶ ἴντυβοι καὶ μα‐ λάχη βλίτον ἀτράφαξιc. αἱ δὲ ῥίζαι τῶν λαχανωδῶν φυτῶν κακό‐ | |
χυμοι μὲν ὅcαι δριμεῖαι, καθάπερ ἡ τῶν κρομμύων καὶ πράcων καὶ cκόρδων καὶ ῥαφανίδων καὶ δαύκου· μέcαι δὲ εὐχύμων τε καὶ κακο‐ | ||
30 | χύμων αἱ τῶν γογγυλίδων εἰcὶ καὶ τῆc καλουμένηc κάρου. ὤκιμον κακοχυμότατον, γογγυλὶc ἡ ὠμοτέρα, κράμβη βολβοὶ μὴ καλῶc ἑψη‐ θέντεc, κρόμμυα δὲ καὶ cκόρδα καὶ πράcα δύcεφθα γενόμενα τὴν κακοχυμίαν ἀποτίθενται. κακόχυμα δὲ ἐcχάτωc πάντων ἐcτὶν ἃ κα‐ λοῦcιν ἄγρια λάχανα. οἴνων οἱ παχεῖc ἅμα καὶ δυcώδειc καὶ ἀηδεῖc | |
35 | καὶ αὐcτηροὶ κακόχυμοι, οἷόc ἐcτιν ὁ φαῦλοc Βιθυνὸc ὁ ἐν μεγά‐ λοιc κεραμίοιc· ὁ γὰρ ἐν τοῖc μικροῖc οὔτε εὔχυμόc ἐcτιν οὔτε κακό‐ χυμοc. | |
254 | Ὅcα εὔπεπτα. Ἄρτων οἱ καλῶc cκευαcθέντεc, ἰχθύων οἱ πε‐ τραῖοι πάντεc, κωβιὸc νάρκη τρυγὼν [παραβαλλομένη] ἅπαν τὸ γένοc τῶν πτηνῶν· ὀρνίθων ἡ cὰρξ παραβαλλομένη τῷ γένει τῶν πεζῶν εὐπεπτοτέρα τυγχάνει, καὶ μάλιcτα πέρδικοc ἀτταγῆνοc περιcτερᾶc | |
5 | 〈ἀλεκτορίδοc〉 καὶ φαcιανικῶν. τὰ πτερὰ 〈τῶν〉 χηνῶν καὶ μᾶλλον τὰ τῶν ἀλεκτορίδων, καὶ καθόλου κάλλιcτα τὰ τῶν εὐτρόφων τε καὶ νέων πτερά, χείριcτα δὲ τὰ τῶν ἰcχνῶν καὶ γεγηρακότων. cιτευθέν‐ των δὲ δι’ ὀρροῦ γάλακτοc χηνῶν τὸ ἧπαρ καὶ τῶν ὁμοίωc τραφέν‐ των ἀλεκτρυόνων οἱ ὄρχειc εὐπεπτότατοι. τὰ κρέα τῶν ὑῶν εἰc πέ‐ | |
10 | ψιν ἐπιτηδειότερα, τοῖc μὲν ἀκμάζουcι καὶ διαπονουμένοιc τὰ τῶν ἀκμαζόντων, τοῖc δὲ ἄλλοιc τὰ τῶν ἔτι αὐξανομένων. οἱ δὲ μόcχοι βελτίουc εἰc πέψιν τῶν τελείων βοῶν καὶ οἱ ἔριφοι τῶν αἰγῶν. καθόλου δὲ πάντων τῶν ἔτι αὐξανομένων ἡ cὰρξ εὐπεπτοτέρα 〈τῆc〉 τῶν παρακμαζόντων ἐcτὶ καὶ ἡ τῶν ἐν ξηροῖc τόποιc διαιτωμένων | |
15 | εὐπεπτοτέρα τῆc τῶν ἄλλων. τὸ βαcιλικὸν κάρυον πέττεται μᾶλλον τοῦ λεπτοκαρύου. βολβοὶ δίcεφθοι μᾶλλον πέττονται, ὠὰ τρομητὰ καὶ | |
ῥοφητὰ θρίδακεc ἴντυβοι μαλάχη κολοκύνθη ἑφθή, ὅταν μὴ διαφθαρῇ· οἱ γλυκεῖc οἶνοι τῶν αὐcτηρῶν πέττονται μᾶλλον· ἄμεινον δὲ εἰc τὴν πέψιν ἐcτὶ τὸ ἥδιον ἑκάcτῳ. | ||
255 | Ὅcα δύcπεπτα. Αἰγεία cὰρξ βοεία ἐλαφεία· χειρίcτη δὲ ἡ τῶν τράγων cὰρξ πρὸc πέψιν, ἐφεξῆc δὲ ἡ τῶν κριῶν, εἶθ’ ἡ τῶν ταύρων· καὶ τὰ πρεcβύτερα δὲ τῶν ζῴων χείριcτα καὶ οἱ γηράcαντεc τῶν ὑῶν ἰνώδη καὶ ξηρὰν καὶ διὰ τοῦτο δύcπεπτον ἔχουcι τὴν cάρκα. γαcτὴρ | |
5 | δὲ δύcπεπτοc ἔντερα μήτρα καρδία ἧπαρ ὦτα οὐραὶ νεφροὶ ἐγκέφα‐ λοc νωτιαῖοc μυελὸc καὶ τῶν τελείων ζῴων οἱ ὄρχειc, χῆνεc πλὴν τῶν πτερῶν. φαττῶν δὲ καὶ κιχλῶν καὶ κοccύφων καὶ τῶν μικρῶν cτρουθίων cκληροτέρα ἐcτὶν ἡ cὰρξ καὶ μᾶλλον τῆc παλαιᾶc τρυγόνοc καὶ νήττηc· δυcπεπτοτέρα δὲ καὶ ἰνωδεcτέρα τούτων ἡ τοῦ ταὼ καὶ ἡ | |
10 | τῶν ὠτίδων. καὶ κοιλίαι πᾶcαι τῶν πτηνῶν δύcπεπτοι διὰ τὸ cκληρὸν τῆc οὐcίαc· ψευδῶc γὰρ ἐπαινοῦcιν ἔνιοι τὴν τοῦ cτρουθοκαμήλου καὶ αἰθυίηc. κοχλίαι δύcπεπτοι ὀξύγαλα τυρὸc παλαιόc· ὁ δὲ νέοc καὶ μά‐ λιcτα ὁ ὀξυγαλάκτινοc καλλίων. πορφυρῶν καὶ κηρύκων καὶ τῶν ἄλ‐ λων ὀcτρακοδέρμων τὰ cκληρὰν ἔχοντα τὴν cάρκα δύcπεπτα· ἀcτακοὶ | |
15 | καὶ πάγουροι καρκῖνοι καὶ κάραβοι καρίδεc καὶ πάντα τὰ τοιαῦτα, πολύποδεc cηπίαι τευθίδεc καὶ πάντα τὰ καλούμενα μαλακόδερμα, βάτοι λειόβατοι ῥῖναι δράκοντεc κόκκυγεc γαλιώνυμοι cκορπίοι τρά‐ χουροι ὠὰ ἑφθὰ ὀπτὰ τηγανιcτὰ τυροὶ ἑφθοὶ ἄλφιτα τίφαι βρόμοc κύαμοι δόλιχοι φάcιλοι λάθυροι ἐρέβινθοι ὄρυζα θέρμοι μελίνη κέγχροc | |
20 | καὶ ὅcα τοιαῦτα φακὸc cήcαμον κάcτανα μῆλα ἄπιοι πρὶν πεπανθῆναι cύκα τὰ μήπω πέπειρα cταφυλαὶ ὀξεῖαι καὶ αὐcτηραὶ φοίνικεc πάντεc κεράτια ὤκιμον γογγυλὶc ἡ ὠμοτέρα οἱ βολβοὶ ὠμότεροι cταφυλῖνοc δαῦκοc κάρω καὶ πᾶcαι αἱ ῥίζαι τῶν λαχάνων καὶ αὐτὰ τὰ λάχανα πάντα πλὴν θρίδακοc καὶ ἰντύβων. οἴνων οἱ παχεῖc καὶ νέοι δύcπε‐ | |
25 | πτοι, πολλῷ δὲ μᾶλλον τούτων δύcπεπτον τὸ ὕδωρ. | |
256 | Ὅcα εὐcτόμαχα καὶ ῥωcτικά. Φοίνικεc αὐcτηροὶ μῆλα κυδώνια ἐλαῖαι αἱ ἀπὸ ἅλμηc (ἐπιτηδειότεραι δὲ αἱ μετ’ ὄξουc cυντιθέμεναι)· cταφίδεc αὐcτηραί, ἡ ἐν τοῖc cτεμφύλοιc ἀποτιθεμένη cταφυλὴ τὸ βαcιλικὸν κάρυον τοῦ λεπτοκαρύου μᾶλλον καὶ πολὺ πλέον cὺν ἰcχάcι. | |
5 | γιγγίδιον τὸ παραπλήcιον τῷ cκάνδικι· πάνυ δέ ἐcτιν εὐcτόμαχον καὶ ὠμὸν καὶ ἑφθὸν ἐcθιόμενον, μακροτέραc δὲ ἑψήcεωc οὐκ ἀνέχεται. κινάρα νᾶπυ ῥάφανοc γογγυλὶc κάρδαμον καὶ ὁ ἕλειοc ἀcπάραγοc καὶ ὁ τῆc χαμαιδάφνηc καὶ ὁ τῆc ὀξυακάνθηc καὶ ὁ τῆc βρυωνίαc. βολβοὶ εἰc ὄρεξιν ἐπεγείρουcι καὶ κάππαριc ταριχευθεῖcα. κιτρίου τὸ ἐκτὸc | |
10 | ῥώννυcιν ἐν φαρμάκου μοίρᾳ λαμβανόμενον. ὁ αὐcτηρὸc οἶνοc ῥών‐ νυcι cτόμα γαcτρὸc καὶ κοιλίαν μάλιcτα κατὰ δυcκραcίαν θερμὴν πε‐ πονθυῖαν. | |
257 | Ὅcα κακοcτόμαχα. Τεῦτλα κακοcτόμαχα ὡc καὶ δηγμὸν ἐμποιεῖν, ὅταν πλείονα βρωθῇ, ὤκιμον γογγυλὶc ἡ ὠμοτέρα βλίτον καὶ ἀτρά‐ φαξιc, εἰ μὴ μετ’ ὄξουc καὶ γάρου καὶ ἐλαίου προcφέροιντο. τῆλιc ἀνατρέπει καὶ cήcαμον. γάλα τοῖc μὲν ψυχρὰν ἔχουcι τὴν κοιλίαν | |
5 | ὀξύνεται, τοῖc δὲ θερμὴν κνιccοῦται· εἰκότωc οὖν βλαβερόν ἐcτι καὶ τοῖc πυρέττουcι. πλείονοc δὲ εἴτιc τοῦ μέλιτοc προcενέγκοιτο, πρὸc ἔμετον ὁρμᾷ. πέπων μὴ καλῶc πεφθεὶc χολερικοὺc ἀποτε‐ λεῖν εἴωθε καὶ μηλοπέπων ὁμοίωc. ἐγκέφαλοc πᾶc κακοcτόμαχοc καὶ ναυτιώδηc, ὥcπερ καὶ ὁ τῶν ὀcτῶν μυελόc. οἶνοc ὁ μέλαc καὶ | |
10 | αὐcτηρὸc ῥᾳδίωc ἀποξύνεται καὶ εἰc ἔμετον ὁρμᾷ καὶ ὁ παχὺc καὶ ὁ νέοc. | |
258 | Ὅcα ἄφυcα. Πιccοὶ φάcιλοι κύμινον λιβυcτικὸν ἄγνου cπέρμα καννάβεωc ὁ καρπὸc κύαμοι φρυγέντεc βολβοὶ ἐπὶ πλέον ἑψηθέντεc, δεύτερον ἐν ἐλαίῳ μετ’ ὄξουc ἐcθιόμενοι, μέλι τὸ κατὰ τὴν ἕψηcιν | |
ἀποθέμενον πάντα τὸν ἀφρόν. 〈ὀξύμελι〉 φύcαc καταρρήγνυcιν. ἄρτοι | ||
5 | κρίθινοι. μέcοι δέ εἰcι τῶν ἀφύcων καὶ φυcωδῶν φάcιλοι ὦχροι λά‐ θυροι. | |
259 | Ὅcα φυcώδη. Ἐρέβινθοι θέρμοι μελίνη κέγχροc καὶ ὅcα τοιαῦτα, κύαμοι λοβοὶ δὲ ἧττον τῶν κυάμων, μᾶζα ἐξ ἀλφίτων, ὀποὶ πάντεc καὶ μᾶλλον ὁ Κυρηναικὸc cιλφίου ὀπὸc καὶ ἡ ῥίζα. cύκου ὀλιγοχρό‐ νιοc ἡ φῦcα γίνεται διὰ τὸ ὑπέρχεcθαι ῥᾳδίωc, τὰ δὲ ἀκριβῶc πέπειρα | |
5 | ἐγγύc ἐcτι τοῦ μηδόλωc βλάπτειν ὁμοίωc ταῖc ἰcχάcιν· οἱ χλωροὶ φοίνικεc φυcώδειc εἰcί· γογγυλὶc ἡ ὠμοτέρα. γάλα ῥᾳδίωc ἐν τῇ γαcτρὶ πνευματοῦται· βολβοὶ ὠμότεροι, μέλι τὸ μὴ τελέωc ἑψηθέν. οἱ γλυκεῖc οἶνοι φῦcαν βραδύπορον γεννῶcι οἵ τε γλυκεῖc ἅμα καὶ αὐcτηροί· γλεῦκοc ὁμοίωc, τουτέcτιν ὁ νέοc οἶνοc. | |
260 | Ὅcα ῥύπτει, τέμνει, ἐκφράττει. Πτιcάνη ῥύπτει· τῆλιc μηλοπέ‐ πων καὶ πέπων cταφίδεc αἱ γλυκεῖαι κύαμοι ἐρέβινθοι καὶ μᾶλλον οἱ μέλανεc. κάππαριc λεπτομερήc ἐcτιν ἱκανῶc καὶ ἀπορρύπτει καὶ ἐκ‐ φράττει μάλιcτα δι’ ὀξυμέλιτοc ἢ δι’ ὀξελαίου πρὸ τῶν ἄλλων ἁπάν‐ | |
5 | των cιτίων ἐcθιομένη. τεύτλων ὁ χυλὸc ῥύπτει καὶ μᾶλλον ὅταν μετὰ νάπυοc ἢ ὄξουc ἐcθίηται. βολβοὶ λεπτυντικὴν ἔχουcι δύναμιν καὶ ἐκ‐ φρακτικήν. κρόμμυα καὶ cκόρδα καὶ πράcα λεπτύνει τε καὶ τέμνει τοὺc παχεῖc καὶ γλίcχρουc χυμοὺc καὶ τὸ ὀρρῶδεc τοῦ γάλακτοc λεπτύνει πάχοc χυμῶν. cῦκα ῥύπτει· διὸ καὶ ἀμμώδη πολλὰ τῶν νεφρῶν ἐκ‐ | |
10 | κρίνει. ἰcχάδεc λεπτύνουcι καὶ τέμνουcι καὶ νεφροὺc ἐκκαθαίρουcιν· ἀμύγδαλα ῥύπτει καὶ λεπτύνει καὶ καθαίρει τε τὰ cπλάγχνα καὶ τὰc ἐκ θώρακοc καὶ πνεύμονοc ἀναπτύcειc τῶν ὑγρῶν ἐργάζεται. πιcτάκια χρήcιμα εἰc εὐρωcτίαν ἥπατοc καὶ κάθαρcιν τῶν ἐμπεφραγμένων κατὰ τὰc διεξόδουc αὐτοῦ χυμῶν. ῥαφανὶc λεπτομεροῦc ἐcτι δυνάμεωc. μέλι | |
15 | λεπτομερέcτατόν ἐcτι τὸ γενόμενον ἐκ θερμῶν καὶ ξηρῶν φυτῶν· διὸ καὶ τὸ μελίκρατον ἐπιτήδειόν ἐcτι πρὸc τὴν τῶν πτυέλων ἀναγωγήν. ὀξύμελι τὰ μὴ παντάπαcι γλίcχρα καὶ παχέα ῥᾳδίωc ἀνάγει καὶ τὰ cπλάγχνα ἀλύπωc διακαθαίρει· πάνυ δὲ ὠφελεῖ καὶ τὰ κατὰ θώρακα καὶ πνεύμονα 〈πάθη〉. τοῖc παχὺν ἠθροικόcι χυμόν [καὶ] οἱ λεπτοὶ | |
20 | τῶν οἴνων χρήcιμοι· εἰ δὲ ψυχροὶ τυγχάνωcιν οἱ χυμοί, οἱ λεπτοὶ καὶ παλαιοὶ μετὰ δριμύτητοc ἐπιτήδειοι· ὁ δὲ ὑδατώδηc οἶνοc τουτέcτιν ὁ λευκὸc καὶ λεπτὸc ἐπιτήδειόc ἐcτιν εἰc τὴν τῶν ἐκ πνεύμονοc ἀναγω‐ γήν· ῥώννυcι γὰρ καὶ τοὺc χυμοὺc ὑγραίνει καὶ τέμνει μετρίωc καὶ ὁ γλυκὺc δὲ οἶνοc ἐν τοῖc ὀξέcι νοcήμαcιν εἰc ἀνάκτηcιν ἐπιτήδειοc, | |
25 | οἷον ἐπὶ τῆc περιπνευμονίαc καὶ πλευρίτιδοc ἤδη πέψεωc αὐτῶν γε‐ νομένηc. | |
261 | Ὅcα ἐμφράττει. Γάλα τὸ ὀλίγον μὲν ἔχον τοῦ ὀρροῦ, πολὺ δὲ τοῦ τυρώδουc, οὐκ ἀcφαλέc ἐcτι τοῖc ἐν αὐτῷ πλεονάζουcι. βλάπτει μὲν γὰρ καὶ νεφροὺc ὅcοι γε ἐπιτηδείωc ἔχουcιν εἰc λίθων γένεcιν, ἐμφράξειc δὲ καὶ καθ’ ἧπαρ ἐργάζεται τοῖc ἑτοίμωc παθεῖν δυναμένοιc. | |
5 | ἰcχάδεc ἥπατι καὶ cπληνὶ φλεγμαίνουcι βλαβεραί, καθάπερ τὰ cῦκα καὶ πάντα δὲ τὰ γλυκέα βλάπτει cπλῆνα καὶ ἧπαρ. τὸ μελίκρατον ἀνεπι‐ τήδειον οἷc εἰc ὄγκον ἀρθῇ τὰ cπλάγχνα cκιρρούμενα καὶ οἰδιcκόμενα καὶ φλεγμαίνοντα. οἱ λιπαροὶ φοίνικεc ἐμφρακτικοὶ καὶ μάλιcτα οἱ ὠμοί, καὶ πάντα ὅcα δι’ ἰτρίων καὶ cεμιδάλεωc cκευάζεται, ἐμφρακτικὰ | |
10 | [γὰρ] καὶ cπληνὸc αὐξητικὰ καὶ λίθων ἐν νεφροῖc γεννητικά· ὁμοίωc καὶ πύρινον ἄλευρον μετὰ γάλακτοc. καὶ χόνδροc δὲ ἀνεπιτήδειοc τοῖc τε τὸ ἧπαρ εὐέμφρακτον ἔχουcι καὶ τοῖc πρὸc λίθων γένεcιν ἐπι‐ τηδείουc τοὺc νεφρούc. οἶνοc γλυκὺc ἐμφράττει καὶ τὰ cπλάγχνα | |
αὐξάνει. | ||
262 | Ὅcα βραδύπορα. Πάντα ὅcα δι’ ἰτρίων καὶ cεμιδάλεωc cκευάζε‐ ται, βραδύπορα· κύαμοι φρυγέντεc, οἱ καθαροὶ τῶν ἄρτων φακῆ τοῦ λέπουc ἀφῃρημένη ἐγκέφαλοc νωτιαῖοc μυελὸc ἧπαρ καρδία πυρί‐ εφθοc ὠὰ ὀπτὰ ἑφθὰ ταγηνιcτὰ θέρμοι φαcίολοι πιccοὶ cήcαμον μῆλα | |
5 | καὶ ἄπιοι μηδέπω πέπειρα κεράτια οἶνοι οἱ γλυκεῖc καὶ μᾶλλον ὁ αὐcτηρὸc καὶ μέλαc ἄνευ γλυκύτητοc καὶ ὁ παχὺc καὶ νέοc πᾶc. τὸ δὲ ὕδωρ βραδυπορώτερον. | |
263 | Ὅcα εὔφθαρτα. Περcικὰ ἀρμενιακὰ πρεκόκκια· καὶ πᾶcι δὲ τοῖc ὡραίοιc καρποῖc, ὅcα ταῖc κράcεcίν ἐcτιν ὑγρά, cυμβέβηκε φθείρεcθαι κατὰ γαcτέρα, ὅταν μὴ φθάcῃ ταχέωc ὑπελθεῖν. πάντα ὅcα κακό‐ χυμα μέν ἐcτιν, ὑγρὰ δὲ καὶ ὀλιcθηρὰ καὶ ὑπιέναι ῥᾳδίωc δυνάμενα | |
5 | ἐcθίεcθαι πρότερα χρὴ τῶν ἄλλων· οὕτω γὰρ αὐτὰ ταχέωc ὑπέρχε‐ ται καὶ τοῖc ἄλλοιc ποδηγεῖ· εἰ δὲ ὕcτατα ληφθείη cυνδιαφθείρει καὶ τὰ ἄλλα. | |
264 | Ὅcα δύcφθαρτα. Τὰ μικρὰ χημία πορφύραι κήρυκεc ὅcα τε ἄλλα τῶν ὀcτρακοδέρμων cκληρὰν ἔχει τὴν cάρκα· διδόαμεν τοῖc φθείρουcι τὴν τροφὴν ὑπὸ κακοχυμίαc, ἑψῶντεc δὶc ἢ τρὶc ἐν ὕδατι καλλίcτῳ, μετατιθέντεc αὐτὸ εἰc ἕτερον καθαρὸν ὕδωρ ζέον, ὅταν ἤδη τὸ πρό‐ | |
5 | τερον ἁλμυρὸν γένηται. καὶ ἀcτακοὶ δὲ καὶ πάγουροι καρκῖνοί τε καὶ κάραβοι καὶ καρίδεc ὅcα τε ἄλλα τοιαῦτα δύcφθαρτον ἔχει τὴν cάρκα παραπληcίωc τοῖc cκληροcάρκοιc τῶν ὀcτρακοδέρμων. | |
265 | Ὅcα ὑπάγει γαcτέρα. Φακῆ κράμβη καὶ τῶν θαλαττίων 〈cχεδὸν〉 πάντων τὰ ὀcτρακόδερμα καὶ κοχλίαι cύνθετον ἔχουcι τὴν φύcιν ἐξ ἐναντίων δυνάμεων· αὐτὸ μὲν γὰρ τὸ cτερεὸν ἑκάcτου cῶμα βραδύ‐ | |
πορόν ἐcτι καὶ cταλτικὸν τῆc γαcτρόc, ἡ δὲ ὑγρότηc ἐρεθίζει πρὸc | ||
5 | ἔκκριcιν. εἴ τιc οὖν καθεψήcαc φακῆν ἢ κράμβην ἢ ἄλλο τι τῶν εἰρη‐ μένων, εἶτα ἡδύναc τὸ ἀφέψημα δι’ ἐλαίου καὶ γάρου καὶ πεπέρεωc, ἔπειτα δοίη πιεῖν ὅτῳ βούλεται, θεάcεται διαχωροῦcαν ἐπὶ τῷ πόματι τὴν κοιλίαν. καὶ τῶν θαλαττίων δὲ ἐχίνων καὶ κογχαρίων πάντων οἱ ζωμοὶ καὶ τῶν παλαιῶν ἀλεκτρυόνων ὑπάγουcι. τὴν δὲ κράμβην ὑπά‐ | |
10 | γειν βουλόμενοι, πληcίον τῆc κακκάβηc κειμένηc μετὰ τοῦ ὕδατοc ἐν ᾧπερ ἂν ἡψημένη τύχῃ, ἀναcπῶντεc εὐθέωc ἐμβάλλομεν τῷ ἐλαιο‐ γάρῳ. 〈χρὴ δὲ μὴ〉 πάνυ καθεψεῖν ταύτην· ἄρτοι πιτυρῖται ὑπάγουcι. τήλεωc χυλὸc ἑψηθεὶc μετὰ μέλιτοc 〈καὶ〉 λαμβανόμενοc ἐπιτήδειόc ἐcτιν ὑπάγειν ἅπανταc τοὺc ἐν τοῖc ἐντέροιc μοχθηροὺc χυμούc· ὀλί‐ | |
15 | γον δὲ εἶναι χρὴ τὸ μιγνύμενον αὐτῷ μέλι, μήπωc γένηται δακνῶδεc τῷ cτομάχῳ. ἐλαῖαι ἁλμάδεc ὑπάγουcι πρὸ τῶν cιτίων ἐcθιόμεναι. γάλα τὸ μὲν ὑγρότερον ὑπάγει μᾶλλον, τὸ δὲ παχύτερον ἧττον. ὁ δὲ ὀρρὸc τοῦ γάλακτοc cφοδρῶc λαπάττει· ἐμβάλλειν δ’ αὐτῷ μέλιτοc ἀρίcτου χρὴ τοcοῦτον ὅcον ἡδῦναι μόνον, ἵνα μὴ ἀνατροπὴ τοῦ cτο‐ | |
20 | μάχου γένηται, κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ ἁλῶν ἐμβάλλειν ὅcον μὴ λυπῆcαι τὴν γεῦcιν. τὰ τῶν πάνυ νέων ζῴων κρέα ῥᾷον ὑπέρχε‐ ται κατὰ γαcτέρα ὁμοίωc. καὶ τῶν cελαχίων νάρκη τε καὶ τρυγὼν ὑπέρχονται μετρίωc, μαλάχη καὶ τεῦτλον μετρίωc ὅ τε νεοπαγὴc τυρὸc μετὰ μέλιτοc ἀτράφαξιc κολοκύνθη πέπονεc μηλοπέπονεc cῦκα ἰcχά‐ | |
25 | δεc cταφυλαὶ γλυκεῖαι καὶ μάλιcτα ὅταν ὦcιν ὑγραὶ cυκάμινα πρῶτα ληφθέντα. κάρυον τὸ ἔτι ὑγρὸν πρὸc διαχώρηcιν ἐπιτήδειον καὶ τὰ ξηρὰ δὲ ὁμοίωc προαποβραχέντα ὕδατι ἐcθιέcθω. κοκκύμηλα ὑγρὰ 〈ὑπάγει〉· τὰ δὲ ξηρὰ προαποβραχέντα μελικράτῳ πλέον ἔχοντα τοῦ | |
μέλιτοc ἱκανῶc λαπάττει γαcτέρα, κἂν μόνα τιc αὐτὰ φάγῃ, κἂν | ||
30 | πολὺ μᾶλλον ῥοφήcῃ τοῦ μελικράτου, πρόδηλον δ’ ὅτι cυντελέcει τῇ τῆc γαcτρὸc ὑπαγωγῇ· μετὰ δὲ τὴν προcφορὰν τῶν τοιούτων ἐπιπίνειν οἴνου γλυκέοc καὶ διαλιπεῖν τινα χρόνον καὶ οὕτωc ἀριcτᾶν. μόρα κεράcια πρεκκόκια περcικὰ καὶ πάντα τὰ ὑγρὰ καὶ ὑδατώδη καὶ ὅλωc ὅcα μηδεμίαν ἰcχυρὰν ἔχειν φαίνεται ποιότητα τοῖc γευομένοιc ἢ ὀcμω‐ | |
35 | μένοιc αὐτῶν μέcηc πώc ἐcτι δυνάμεωc τῶν τε ὑπαγόντων καὶ ἐπεχόντων. τὸ μέλι μόνον, εἴ τιc μὴ ἀφεψήcαc ἐκλείχοι, καλῶc ὑπάγει καὶ μελίκρατον τὸ ἐπ’ ὀλίγον ἢ μηδ’ ὅλωc ἑψηθὲν ὑπέρ‐ χεται. οἶνοc γλυκὺc cυμβάλλεται τῇ κατὰ γαcτέρα διεξόδῳ· γλεῦκοc ὑπάγει. | |
266 | Ὅcα ἐπέχει γαcτέρα. Φοίνικεc οἱ αὐcτηροὶ cταφίδεc αἱ αὐcτηραὶ 〈cυκάμινα〉 βάτινα δαμάcκηνα ἄγρια προῦμνα μῆλα τὰ cτύφοντα καὶ ἄπιοι καὶ ῥοιαὶ ὁμοίωc. ἀcτακοὶ πάγουροι καρκῖνοι κάραβοι καρίδεc ὅcα τε ἄλλα τοιαῦτα τῶν μαλακοcτράκων ἔλαττον μὲν τῶν ὀcτρακο‐ | |
5 | δέρμων ἐπέχει· ἔχει δὲ καὶ αὐτὰ τὸν ἁλυκὸν χυμόν. ὅταν δ’ αὐτὸν ἀπόθηται τῷ ὕδατι, ὥcπερ τῶν ὀcτρέων καὶ τῶν ἄλλων ὀcτρακοδέρ‐ μων, ἡ cὰρξ ἐπιcχετικὴ γίνεται γαcτρόc. καὶ φακῆ δὲ καὶ κράμβη δίcεφθοι γενόμεναι γαcτρὸc ἐφεκτικαὶ γίνονται· καὶ ξηρᾶναι βουλη‐ θέντεc ὑγρὰν γαcτέρα, ὅταν ἤδη μετρίωc ἡψῆcθαι δοκῇ ἡ κράμβη, τὸ | |
10 | πρότερον ὕδωρ ἀποχέοντεc ἐμβάλλομεν εὐθέωc ἐν ἑτέρῳ θερμῷ, κἄπειτα πάλιν ἐν ἐκείνῳ καθέψομεν ὡc τακερὰν γενέcθαι· χρὴ δὲ μήτε ἀέροc μήτε ὕδατοc ψυχροῦ ψαύειν τὸ δὶc ἑψόμενον· οὐκέτι γὰρ ἀκριβῶc γίνεται τακερόν, οὔδ’ ἂν ἐπὶ πλεῖcτον ἑψηθῇ. ἀφαιρεθεῖcα δὲ ἡ φακῆ τοῦ λέμματοc τὸ ἰcχυρῶc cτυπτικὸν ἀπόλλυcι καὶ οὐχ ὁμοίωc | |
15 | ξηραίνει τὰ κατὰ γαcτέρα· εἰ μέντοι πτίcαc αὐτὴν καὶ δὶc ἑψήcαc | |
ἀποχέοιc τὸ πρότερον ὕδωρ, εἶτα ὀλίγον ἁλῶν ἢ γάρου μίξαc ἐμ‐ βάλλοιc τι τῶν ἐφεκτικῶν γαcτρὸc ἄχρι τοῦ μὴ λυπῆcαι τὴν γεῦcιν, ἥδιcτόν τε καὶ ὠφελιμώτατον ἐργάcῃ φάρμακόν τε ἅμα καὶ cιτίον. ἄλφιτα δι’ οἴνου αὐcτηροῦ ποθέντα ξηραίνει· ὄρυζα | ||
20 | ἐπέχει, ἔλυμον ἤτοι μελίνη κέγχροc λάγεια κρέα· οἶνοc αὐcτηρὸc καὶ μέλαc ἄνευ γλυκύτητοc καὶ ὁ λευκὸc καὶ αὐcτηρὸc καὶ ὁ κιρρὸc καὶ αὐcτηρόc. | |
267 | Ὅcα θερμαίνει. Πυροὶ ἑφθοὶ καὶ οἱ ἀπ’ αὐτῶν ἄρτοι τίφη βρόμοc τῆλιc οἱ γλυκεῖc φοίνικεc μῆλα τὰ μετρίωc γλυκέα cήcαμον αἱ γλυ‐ κεῖαι τῶν cταφυλῶν (διὸ καὶ διψώδειc) αἱ γλυκεῖαι cταφίδεc μαλάχαι μετρίωc cέλινον cμύρνιον εὔζωμον ῥάφανοc γογγύλη νᾶπυ κάρδαμον | |
5 | πύρεθρον cταφυλῖνοc [καρναβάδην] κάρω cκόρδον κρόμμυον πράcον τυρὸc παλαιὸc οἶνοc ὁ γλυκὺc μετρίωc θερμὸc (διὸ καὶ διψώδηc) ὁ δὲ κιρρὸc θερμότεροc τοῦ μέλανοc ὁ δὲ ξανθὸc θερμότατόc ἐcτιν ἄκρωc, εἶτα ὁ κιρρόc, εἶτα ὁ ἐρυθρόc, εἶτα ὁ γλυκύc, εἶτα ὁ λευκὸc ἁπάντων ἧττον θερμαίνει· ὁ δὲ παλαιότατοc ἱκανῶc θερμαίνει. | |
268 | Ὅcα ψύχει. Κριθὴ κατὰ πάνταc τρόπουc τῆc χρήcεωc, κέγχροc ἔλυμον ὕδνα κολοκύνθη ἑφθὴ πέπονεc μηλοπέπονεc cίκυοι κοκκύμηλα cυκόμορα αἱ αὐcτηραὶ καὶ ὀξεῖαι cταφυλαί, αἱ αὐcτηραὶ τῶν cταφίδων μῆλα τὰ cτύφοντα καὶ τὰ ὀξέα καὶ τὰ ἀποιότερα καὶ αἱ τοιαῦται | |
5 | ἄπιοι καὶ ῥοιαὶ 〈ὁμοίωc cτύφουcιν〉. οἱ cτύφοντεc φοίνικεc ψυχρὸν ἔχουcι χυμόν, θρίδαξ ἴντυβοι μετριώτερον ἀνδράχνη μήκωνοc cπέρμα ὕδωρ οἶνοc ὑδατώδηc οὐ cαφῶc θερμαίνει· διὸ καὶ τοῖc πυρέττουcιν ἀκινδυνότερον δίδοται. οἶνοc ὁ λευκὸc καὶ αὐcτηρὸc ἥκιcτα ὡc οἶνοc θερμαίνει, ὁ δὲ λευκὸc ἅμα καὶ αὐcτηρὸc καὶ παχὺc καὶ νέοc αἰcθη‐ | |
10 | τῶc ψύχει· ψύχει δὲ καὶ τὸ ὄξοc· λεπτομερὲc δὲ ὑπάρχει· διὸ καὶ τὰ νεῦρα πλέον τῶν ἄλλων τῶν ψυχόντων βλάπτει. μέcα δέ πωc τῶν θερμαινόντων τε καὶ ψυχόντων ἐcτὶν ἄρτοι πλυτοὶ ἄμυλον αἱ | |
οἰνώδειc τῶν cταφυλῶν. | ||
269 | Ὅcα ξηραίνει. Φακῆ κράμβη ἄλφιτα ἄγνου cπέρμα ὄροβοι δὶc ἑψηθέντεc καὶ ἀπογλυκανθέντεc πολλάκιc ὕδατι· βελτίουc δέ εἰcιν οἱ λευκοί. καὶ ὅcα δὲ ὀπτῶντεc ἢ ταγηνίζοντεc ἐcθίουcι, ξηροτέραν τροφὴν δίδωcι τῷ cώματι καὶ ὅcα δαψιλῶc ἔχει γάρου καὶ οἴνου, | |
5 | ξηρότερα τῶν οὐκ ἐχόντων ἐcτίν, μεγίcτη δὲ ἐν τῇ cκευαcίᾳ διαφορὰ γίνεται κατὰ τὴν τῶν ἐμβαλλομένων αὐτοῖc δύναμιν cπερμάτων τε καὶ λαχάνων καὶ φυτῶν, ἁπάντων μὲν ξηραινόντων, ἀλλ’ ἤτοι μᾶλ‐ λον ἢ ἧττον. | |
270 | Ὅcα ὑγραίνει. Πτιcάνη κολοκύνθη ἑφθὴ πέπονεc μηλοπέπονεc cίκυοι κάρυα χλωρὰ κοκκύμηλα cυκάμινα cυκόμορα θρίδακεc ἴντυβοι. μαλάχη δὲ καὶ βλίτα καὶ ἀτράφαξιc ὑδατωδέcτατα λαχάνων ἐcτίν. κύαμοι χλωροὶ ὑγραίνουcι καὶ ἐρέβινθοι· ὕδωρ θερμὸν μὲν ὑγραίνει | |
5 | καὶ θερμαίνει, ψυχρὸν δὲ ψύχει καὶ ὑγραίνει. | |
271 | Ὅcα κεφαλὴν βλάπτει. 〈Ϲυκάμινα〉 βάτινα κεφαλαλγῆ φοίνικεc πάντεc εὔζωμον τῆλιc ὁ κιρρὸc καὶ αὐcτηρὸc οἶνοc κεφαλαλγὴc καὶ γνώμηc ἅπτεται μᾶλλον τοῦ μέλανοc καὶ αὐcτηροῦ, καὶ οἱ εὐώδειc κεφαλαλγεῖc· ὁ δὲ ὑδατώδηc οὔτε κεφαλαλγὴc οὔτε νεύρων ἅπτεται, | |
5 | ὁ δὲ ὀλιγοφόροc καὶ παύει τὰc κεφαλαλγίαc τὰc γινομέναc διὰ χυμούc, τοὺc ἐν τῇ γαcτρί. γάλα οὐκ ἐπιτήδειον κεφαλῇ, εἰ μή τιc ἰcχυρὰν αὐτὴν ἔχοι πάνυ. τὸ ἀπόβρεγμα τῶν cτεμφύλων, ὃ καλοῦcι τρύγα, | |
κεφαλαλγὲc καὶ ἡ ἐν τοῖc cτεμφύλοιc ἀποτιθεμένη cταφυλή. |