TLG 0718 001 :: AËTIUS :: Iatricorum liber i Iatricorum liber i Citation: Chapter — (line) | ||
P | Πίναξ τοῦ πρώτου τμήματοc τῶν κεφαλαίων τοῦ Ἀετίου. [Start of Table] α Ἀβρότονον β Ἀβρότονον κεκαυμένον γ Ἄγνοc ἢ λύγοc | |
5 | δ Ἄγρωcτιc ε Ἄγχουcαι δ ϛ Ἀγαρικόν ζ Ἀδίαντον η Ἀείζωον | |
---|---|---|
10 | θ Αἰγίλωψ ι Αἶρα ια Αἴγειροc ιβ Ἀκακία ιγ Ἀκαλήφη ἢ κνίδη | |
15 | ιδ Ἄκανθοc ἢ παιδέρωτα ιε Ἄκανθα λευκή ιϛ Ἄκανθα αἰγυπτία ιζ Ἄκορον ιη Ἀκόνιτον | |
20 | ιθ Ἀκτή κ Ἅλιμον ἢ ἁλμυρίc κα Ἀλόη κβ Ἄλυccον κγ Ἀλcίνη ἢ μυὸc ὦτα | |
25 | κδ Ἀμάρακον κε Ἀμβροcία κϛ Ἄμι | |
κζ Ἀμάραντον κη Ἀμόργη | Column end | |
30 | κθ Ἀμπελόπραcον λ Ἄμπελοc λευκή λα Ἀμύγδαλα λβ Ἀμμωνιακόν λγ Ἄμωμον | |
35 | λδ Ἀναγαλλίc λε Ἀνδράχνη λϛ Ἀνεμῶναι λζ Ἄνηθον λη Ἀνθεμὶc ἢ χαμαίμηλον | |
40 | λθ Ἄνιcον μ Ἀπαρίνη ἢ φιλάνθρωπον μα Ἄπιοc ἐδώδιμοc μβ Ἀχράδεc μγ Ἀριcτολοχία | |
45 | μδ Ἄρακοc με Ἄρκευθοc μϛ Ἀρνόγλωccον μζ Ἄρον μη Ἀρτεμιcία διττή | |
P(50) | μθ Ἄcαρον ν Ἀcπάλαθοc να Ἀcπάραγοc νβ Ἀcταφὶc ἥμεροc νγ Ἀcταφὶc ἀγρία | |
55 | νδ Ἀcφόδελοc νε Ἀτρακτυλίc νϛ Ἀτράφαξιc νζ Ἀψίνθιον νη Βάλανοc μυρεψική | |
60 | νθ Βάλανοc δρυίνη ξ Βαλcάμου τὸ ξύλον καὶ ὀπὸc καὶ καρπόc ξα Βαλαύcτιον ξβ Βάτοc | |
65 | ξγ Βατράχιον ξδ Βδέλλιον ξε Βλίτον ξϛ Βολβόc ξζ Βολβὸc ἐμετικόc | |
70 | ξη Βούγλωccον ξθ Βούφθαλμον ο Βούνιον οἱ δὲ ἄρκτιον οα Βράθυ οβ Βετονίκηc τῆc πόαc | |
75 | ογ Βρόμοc οδ Βρύον θαλάττιον οε Βρύον ἢ ὕπνον ἢ cπλάγχνον οϛ Βρυωνία οζ Γεντιανή | |
80 | οη Γίγαρτα οθ Γιγγίδιον π Γλαύκιον πα Γλήχων πβ Γλοιὸc ἀπὸ βαλανείου | |
85 | πγ Γλυκύριζα πδ Γλυκυcίδηc ἢ παιωνία πε Γναφάλιον πϛ Γογγυλίc πζ Δαμαcώνιον | |
90 | πη Δαῦκοc πθ Δάφνη | |
Ϟ Δίκταμνον Ϟα Δίψακοc Ϟβ Δορύκνιον | Column end | |
95 | Ϟγ Δόλιχοι ἢ λόβια Ϟδ Δρακόντιον Ϟε Δρῦc Ϟϛ Ἐβίcκοc ἢ ἀλθαία Ϟζ Ἔβενοc | |
P(100) | Ϟη Αἰθάλη Ϟθ Ἐλαία ρ Ἔλαιον ρα Ἔλαιον κίκινον ρβ Ἔλ. λινοcπέρμινον | |
105 | ργ Ῥαφάνινον ἔλαιον ρδ Ἔλ. αἰγείρινον ρε Ἔλ. ἀμυγδάλινον ρϛ Ἔλ. καρύινον ρζ Ἔλ. μυροβαλάνινον | |
110 | ρη Ἔλ. δάφνινον ρθ Ἔλ. cηcάμινον ρι Ἔλ. cχίνινον ρια Ἔλ. οἰνάνθινον ριβ Ἔλ. μήλινον | |
115 | ριγ Ἔλ. ῥόδινον ριδ Ἔλ. χαμαιμήλινον ριε Ἔλ. ἀνήθινον ριϛ Ἔλ. κρίνινον ριζ Ἔλ. τήλινον | |
120 | ριη Ἔλ. ναρκίccινον ριθ Ἔλ. ἰάτον ρκ Ἔλ. ἰαcμέλαιον ρκα Ἔλ. μυρcίνινον ρκβ Ἔλ. μαcτίχινον | |
125 | ρκγ Ἔλ. cτυράκινον ρκδ Ἔλ. cικυώνιον ρκε Ἔλ. μετώπιον ρκϛ Ἔλ. μενδήcιον | |
ρκζ Ἔλ. μεγάλινον | ||
130 | ρκη Ἔλ. ἀμαράκινον ρκθ Ἔλ. κύπρινον ρλ Ἔλ. ἴρινον ρλα Ἔλ. νάρδου Κυζικηνοῦ ρλβ Ἐλαίου cαλκᾶ cκευαcία | |
135 | ρλγ Φυλ〈λ〉ίνου ἤτοι μαλαβαθρίνου καλ‐ λίcτη cκευαcία ρλδ Τίcιν ἁρμόδια τὰ εὐώδη μύρα ρλε Καπνιcτὸν ἔλαιον ρλϛ Περὶ τῶν ἄλλων cυγχριcμάτων | |
140 | ρλζ Ἐλαφόβοcκον ρλη Ἑλενίου ἡ ῥίζα ρλθ Ἐλελίcφακον ρμ Ἐλλέβοροc ἑκάτεροc ρμα Ἑλξίνη ἢ περδίκιον | |
145 | ρμβ Ἔλυμοc ρμγ Ἔμπετρον ἢ ἐπίπετρον ρμδ Ἐπίθυμον ρμε Ἐρέβινθοc ρμϛ Ἕρπυλλοc | |
P(150) | ρμζ Ἐρύcιμον ρμη Ἐρυθρόδανον ρμθ Εὔζωμον ρν Εὐπατόριον ρνα Εὐφόρβιον | |
155 | ρνβ Ζειά ρνγ Ζιγγίβερι ρνδ Ζύθοc ρνε Ζύμη ρνϛ Ἡδύοcμοc | |
160 | ρνζ Ἡδύcαρον ἢ πελεκῖνοc ρνη Ἡμεροκαλλέc ρνθ Ἠριγέρων | |
ρξ Ἠρύγγιον ρξα Θαψία | Column end | |
165 | ρξβ Θέρμοc ἥμεροc ρξγ Θέρμοc ἄγριοc ρξδ Θλάcπι ρξε Θρίδαξ ρξϛ Θύμοc | |
170 | ρξζ Θύμβρα ρξη Ἴντυβοι ρξθ Ἰξόc ρο Ἴου τὰ φύλλα ροα Ἵππουριc | |
175 | ροβ Ἰcάτιc βαφική ρογ Ἰcάτιc ἀγρία ροδ Ἰτέα ροε Καλαμίνθη ροϛ Κάλαμοc ἀρωματικόc | |
180 | ροζ Κάλαμοc φραγμίτηc ροη Καννάβεωc ὁ καρπόc ροθ Κάπνιοc ἢ καπνόc ρπ Κάππαριc ρπα Κάρδαμον | |
185 | ρπβ Καρδάμωμον ρπγ Καρῶον ρπδ Καccία ρπε Καρύα ρπϛ Κάρυα ποντικὰ καὶ λεπτοκάρυα | |
190 | ρπζ Καcτάνια ρπη Κέγχροc ρπθ Κέδροc ρϞ Κεδρέλαιον ρϞα Κεδρίδεc | |
195 | ρϞβ Κενταύριον τὸ μέγα ρϞγ Κενταύριον τὸ μικρόν | |
ρϞδ Κέραcοc ρϞε Κερατωνία ρϞϛ Κέcτρον | ||
P(200) | ρϞζ Κηκίc ρϞη Κηρόc ρϞθ Κιβώριον ς Κιννάρα σα Κίκεωc ὁ καρπόc | |
205 | σβ Κιcθὸc ἢ κίcθαροc σγ Ὑποκυcτίc σδ Κιcθὸc ἢ λήδων σε Κιccόc σϛ Κνῆκοc | |
210 | σζ Κόκκοc κνίδιοc ση Κόκκοc βαφική σθ Κοκκυμηλέαc ὁ καρπόc Κοκκύμηλον σι Κολοκάcιον | |
215 | σια Κόλλα σιβ Κολοκύνθη σιγ Κόμαροc σιδ Κόμμι σιε Κονία | |
220 | σιϛ Κόνυζα διττή σιζ Κορίανον ἢ κόριον σιη Κορωνοπόδιον σιθ Κόcτοc σκ Κοτυληδών | |
225 | σκα Κράμβη ἐδώδιμοc σκβ Κράμβη ἀγρία σκγ Κράμβη θαλαττία σκδ Κρῆθμον σκε Κριθαί | |
230 | σκϛ Ἄλφιτα | |
σκζ Ἀλφίτων μάζα σκη Περὶ κρίμνου καὶ πόλτου σκθ Κρίνον σλ Κροκοδείλιον | Column end | |
235 | σλα Κρόκοc σλβ Κρόμυον σλγ Κύαμοc ἢ φάβα σλδ Κυκλάμινοc σλε Κύμινον | |
240 | σλϛ Κυπάριccοc σλζ Κύπερον σλη Κύπροc σλθ Κυτίcου τὰ φύλλα σμ Κώνειον | |
245 | σμα Κώνου καρπόc σμβ Περὶ λαθύρων σμγ Λαθυρίc σμδ Λαμψάνη σμε Λάπαθον | |
P(250) | σμϛ Λειμώνιον ἢ κυνόγλωccον σμζ Λειχὴν ὁ ἐπὶ τῶν πετρῶν σμη Λεοντοπόδιον ἢ λεοντοπέταλον σμθ Λεπίδιον σν Λευκόϊον | |
255 | σνα Λεύκη τὸ δένδρον σνβ Λιβανωτόc σνγ Λιβάνου αἰθάλη σνδ Λιβανωτίδεc σνε Λιγνὺc ἅπαcα | |
260 | σνϛ Λιγυcτικόν σνζ Λινόcπερμον σνη Περὶ λοβίων σνθ Λινόζωcτιc σξ Λογχίτιδοc | |
265 | σξα Λύκιον σξβ Λυcιμάχιοc σξγ Λωτὸc ὁ ἥμεροc σξδ Λωτὸc τὸ δένδρον σξε Μάκερ | |
270 | σξϛ Μαλαβάθρου φύλλα σξζ Μαλάχη σξη Μανδραγόραc σξθ Μάραθρον σο Μαcτίχη | |
275 | σοα Μελάνθιον σοβ Μελίλωτον σογ Μέλι σοδ Μελιccόφυλλον σοε Μέcπιλον | |
280 | σοϛ Μήκων πᾶcα σοζ Μήκων κερατῖτιc σοη Μηλέα περcική σοθ Μηλέα ἀρμενιακή σπ Μηλέα μηδική | |
285 | σπα Μῆλα σπβ Μῆον σπγ Μορέα σπδ Μύκητεc σπε Μυωτίc | |
290 | σπϛ Μυρίκη σπζ Μυρ(ρ)ίνη ἢ μυρcίνη σπη Μῶλυ ἢ βήcαcα σπθ Νάρδου cτάχυc σϞ Νάρδοc κελτική | |
295 | ςϞα Νάρθηξ ςϞβ Νᾶπυ ςϞγ Νάρκιccοc ςϞδ Νήριον ἢ ῥοδοδάφνη ςϞε Νυμφαία | |
P(300) | σϞϛ Ξάνθιον | |
ςϞζ Ξιφίου ἡ ῥίζα ςϞη Οἶνοc ςϞθ Ὄξοc τ Περὶ ὀξυcχοίνου | Column end | |
305 | τα Ὀπόc τβ Ὀρίγανον τγ Ὄροβοc τδ Ὀροβάκχη τε Ὄρυζα | |
310 | τϛ Ὄρχιc, οἱ δὲ κυνὸc ὄρχιc τζ Ὄρχιc ἣν cεραπίαδα καλοῦcιν τη 〈Οὖβα〉 τθ Ὀcιριάc τι Παγκράτιον | |
315 | τια Παλίουροc τιβ Πάνακεc Ἡράκλειον τιγ Πεντάφυλλον τιδ Πέπλιον τιε Πέπων | |
320 | τιϛ Πέπερι τιζ Περcέα τιη Περιcτερεὼν ὀρθόc τιθ Πετροcέλινον τκ Πευκέδανον | |
325 | τκα Πήγανον τκβ Πίccα Ϲκευαcία λιγνύοc ἐκ τῆc πίττηc τκγ Πιcτάκια τκδ Πιτυίδεc | |
330 | τκε Πίτυοc φλοιόc τκϛ Πλάτανοc τκζ Πολύγονον τκη Πολεμώνιον τκθ Πόλιον | |
335 | τλ Ποταμογείτων τλα Πολυπόδιον | |
τλβ Πράcιον τλγ Πράcα τλδ Πρόπολιc | ||
340 | τλε Πτελέα τλϛ Πτέριc τλζ Πύρεθρον τλη Πυροί τλθ Ῥάμνοc | |
345 | τμ Ῥαφανίc τμα Ῥᾶ ποντικόν τμβ Ῥητίναι πᾶcαι ἐν αἷc ἡ μαcτίχη τμγ Ὅπωc δεῖ καίειν τὴν ῥητίνην τμδ Ῥόδα | |
P(350) | τμε Ῥοδοδάφνη τμϛ Ῥόα πᾶcα τμζ Ῥοῦc τμη Ῥύποc τμθ Ϲαγαπηνόν | |
355 | τν Ϲάμψυχον τνα Ϲαπρότηc ξύλων τνβ Ϲαρκοκόλλα τνγ Ϲατύριον τνδ Ϲέλινον | |
360 | τνε Ϲέριc ἢ κιχόριον τνϛ Ϲέcελι τνζ Ϲήcαμον τνη Ϲιδηρῖτιc τνθ Ϲικὺc ἥμεροc | |
365 | τξ Ϲικὺc ἄγριοc τξα Ϲίλφιον τξβ Ϲίνων τξγ Ϲίον τξδ Ϲιcύμβριον | |
370 | τξε Ϲκάνδιξ τξϛ Ϲκίλλα τξζ Ϲκόλυμοc τξη Ϲκόρδιον | |
τξθ Ϲκόρδον | Column end | |
375 | το Ϲμύρνα τοα Ϲμύρνιον τοβ Ϲόγχοc τογ Ϲπάρτον τοδ Ϲτακτή | |
380 | τοε Ϲταφυλῖνοc τοϛ Ϲτοιχάc τοζ Ϲτρούθιον τοη Ϲτύραξ τοθ Ϲταφυλή | |
385 | τπ Ϲῦκα τπα Ϲύμφυτον πετραῖον τπβ Περὶ cυκομόρων τπγ Ϲχῖνοc ὁ θάμνοc τπδ Ϲχοίνου ἄνθοc | |
390 | τπε Ϲχοῖνοc 〈ἑ〉λεία τπϛ Τερέβινθοc τπζ Τεῦτλον τπη Τέφρα τπθ Τίτανοc | |
395 | τϞ Τῆλιc τϞα Τιθύμαλλοι πάντεc τϞβ Τραγάκανθα τϞγ Τρίβολοc τϞδ Τρίφυλλον οἱ δὲ ἀcφάλτιον | |
P(400) | τϞε Τρύχνοc τϞϛ Ὑάκινθοc τϞζ Ὕδνα τϞη Ὑδροπέπερι τϞθ Ὑοcκύαμοc | |
405 | υ Ὑπερικόν υα Ὕccωπον υβ Φακοί υγ Φακὸc ὁ ἐπὶ τῶν τελμάτων υδ Φάcηλοι καὶ ὦχροι | |
410 | υε Φλόμοc | |
υϛ Φοῖνιξ υζ Φοῦ υη Φῦκοc υθ Χαλβάνη | ||
415 | υι Χαμαίδρυc υια Χαμελαία | |
υιβ Χαμαιλεύκη υιγ Χαμαιλέων υιδ Χαμαίπιτυc | Column end | |
420 | υιε Χελιδόνιον υιϛ Χονδρίλλη υιζ Ψύλλιον | |
υιη Ὤκιμον[End of Table] | ||
t | ΑΕΤΙΟΥ ΑΜΙΔΗΝΟΥ ΛΟΓΩΝ ΙΑΤΡΙΚΩΝ ΒΙΒΛΙΟΝ Α | |
Pr(t) | Ϲύνοψιc τῶν ἁπλῶν Γαληνοῦ | |
t | ||
1 | Αἱ διαφοραὶ τῶν κατὰ μέροc ἐνεργειῶν ἐν ἑκάcτῳ τῶν φαρμά‐ κων γίγνονται τῷ ἐπὶ τοcόνδε θερμὸν ἢ ψυχρὸν ἢ ξηρὸν ἢ ὑγρὸν ἢ λεπτομερὲc ἢ παχυμερὲc ὑπάρχειν ἕκαcτον αὐτῶν. τὸ δὲ ἐπὶ τοcόνδε προήκειν ἐν ἑκάcτῳ τῶν εἰρημένων ἄρρητόν ἐcτιν πρόc γε τὴν ἀκρι‐ | |
5 | βεcτάτην ἀλήθειαν. ἀλλ’ ἡμεῖc καὶ αὐτὸ περιλαβεῖν ἐπειράθημεν ὅροιc cαφέcιν ἱκανοῖc εἰc τὴν χρείαν τῆc τέχνηc, ἓν μὲν εἶναι γένοc φαρμά‐ κων ἐπιδείξαντεc εἰc ὁμοίαν τοῖc cώμαcιν ἡμῶν ἀφικνούμενον κρᾶcιν, ἐπειδὰν ὑπὸ τῆc ἐν αὐτοῖc θερμότητοc ἀρχήν τινα δέξηται μεταβολῆc τε καὶ ἀλλοιώcεωc, ἕτερον δὲ θερμότερον ἢ καθ’ ἡμᾶc γιγνόμενον. | |
10 | τούτου δὲ τέccαραc ἔδοξέ μοι ποιήcαcθαι τάξειc· πρώτην μὲν τὴν ἀcαφῆ πρὸc αἴcθηcιν, ὡc λόγου δεῖcθαι τοὺc φωράcανταc· ἑτέραν δὲ ἐπ’ αὐτῇ δευτέραν, ἤδη πωc cαφῆ τὴν αἴcθηcιν· ἄλλην δὲ τρίτην θερμαίνουcαν 〈μὲν〉 ἰcχυρῶc, οὐ μὴν ἤδη γέ πωc καίουcαν· ἐφ’ ᾗ | |
τετάρτην τε καὶ ἐcχάτην τὴν καυcτικήν. οὕτω δὲ καὶ τῶν ψυχόντων | ||
15 | πρώτην μὲν τάξιν τῶν λόγου δεομένων εἰc ἀπόδειξιν τοῦ ψύχειν, δευτέραν δὲ τῶν αἰcθητῶc ψυχόντων, καὶ τρίτην τῶν ἰcχυρῶc, καὶ τετάρτην τῶν νεκρούντων. ἀνάλογον δὲ ταύταιc καὶ περὶ τῶν ὑγραινόν‐ των τε καὶ ξηραινόντων. γιγνέcθω δὲ τούτων αὐτῶν εὐcήμου διδα‐ cκαλίαc ἕνεκα τάξιc τῶν ἀποcτάcεων, ἐπὶ μὲν τὸ ψυχρὸν ἡ πρώτη | |
20 | μὲν ἐξ ἧc ἄν τιc θείη τὸ ῥόδινον ἔλαιον ἢ τὸ ῥόδον αὐτό· δευτέρα δὲ ἑξῆc ταύτῃ, οἷον ὁ τοῦ ῥόδου χυλόc· καὶ τρίτη καὶ τετάρτη μέχρι περ ἂν ἐπὶ τὰ ψυχρότατα τῷ λόγῳ παραγενώμεθα, κώνειόν τε καὶ μηκώνειον καὶ μανδραγόραν καὶ ὑοcκύαμον. ἐπὶ δὲ τὸ θερμόν, ἄνηθον μὲν καὶ τῆλιν πρῶτα, δεύτερα δὲ ἐφεξῆc ἃ τούτων φαίνεται δεύτερα, | |
25 | καὶ τρίτα καὶ τέταρτα, μέχρι περ ἂν ἐπὶ τὰ καίοντα παραγενώμεθα. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ὑγραινόντων καὶ ξηραινόν‐ των φαρμάκων, ἀρξάμενοι πάλιν ἀπὸ τοῦ cυμμέτρου, τάξειc ἐφεξῆc ἄχρι τῶν ἄκρων ποιηcόμεθα. τῆc γὰρ τοιαύτηc γνώcεωc εἰc τὴν ἰατρικὴν μέθοδον οὐ cμικρά τιc ἡ χρεία. προcήκει δὲ γεγυμνᾶcθαι | |
30 | κατὰ τὴν γευcτικὴν αἴcθηcιν καὶ ἐπὶ μνήμηc ἔχειν ἑκάcτηc ποιότητοc τῶν χυμῶν τὴν ἰδιότητα, οἷον αὐτίκα ὅταν τὸ πληcιάζον τῇ γλώccῃ cῶμα ξηραίνῃ καὶ ἀνάγῃ καὶ τραχύνῃ μέχρι βάθουc πλείονοc αὐτήν, ὥcπερ ἀχράδεc ἄωροι καὶ κράνα καὶ τὰ ὅμοια, cτρυφνὸν ἅπαν τὸ τοιοῦτον ὀνομάζεται, ὅπερ ἐcτὶν ἐπιτεταμένον αὐcτηρόν. ὅcα δὲ ἐν | |
35 | τῷ ψαύειν τῆc γλώττηc οὐ cυνάγει μὲν αὐτήν, οὐδὲ cφίγγει καθάπερ τὰ cτύφοντα, τὸ δὲ ἐναντίον ἅπαν φαίνεται ποιοῦντα, ῥύπτοντά τε καὶ ἀποπλύνοντα, ταῦτα cύμπαντα προcαγορεύομεν ἁλυκά. τὰ δὲ ἔτι μᾶλλον τούτων ῥύπτοντα, μέχρι τοῦ καὶ τραχύνειν ἀνιαρῶc, πικρὰ προcαγορεύεται. τὰ δέ γε δάκνοντα καὶ διαβιβρώcκοντα μετὰ θερμό‐ | |
40 | τητοc ἰcχυρᾶc, δριμέα. τὰ δὲ ἄνευ θερμότητοc δάκνοντα καλεῖται μὲν ὀξέα, πρόcεcτι δ’ αὐτοῖc καὶ τὸ ζυμοῦν τὴν γῆν ἐπιχεομένοιc αὐτῇ. ὅcα δὲ οἷον ὑπαλείφει τε καὶ ἀναπληροῖ καὶ καθίcτηcι τὰ τετρα‐ χυcμένα τε καὶ οἷον διαβεβρωμένα τῆc γλώττηc μόρια, ταῦτα μεθ’ ἡδονῆc ἐναργοῦc ψαύοντα, γλυκέα ὀνομάζεται, χωρὶc δὲ τῆc ἐναργοῦc | |
45 | ἡδονῆc, λιπαρὰ προcαγορεύεται. εἰ μὲν οὖν τὴν δριμύτητα κατανοῆcαι cαφῶc ἐθέλοιc, ἐπὶ cκορόδου τε καὶ κρομύου καὶ τῶν ὁμοίων αὐτοῖc, ἀπογευόμενόc τε cυνεχῶc καὶ μαcώμενοc ἐπὶ πλεῖcτον καὶ τῇ μνήμῃ πειρώμενοc ἀκριβῶc παρατίθεcθαι τοῦ γιγνομένου πάθουc τὴν αἴcθη‐ cιν· εἰ δὲ τὴν cτύψιν κατανοῆcαι cαφῶc ἐθέλοιc, ἐπὶ κικίδοc τε καὶ | |
Pr(50) | ῥοῦ καὶ τῶν ὁμοίων· εἰ δὲ τὴν πικρότητα κατανοῆcαι βούλει, νίτρου καὶ χολῆc γευόμενοc· εἰ δὲ τὴν γλυκύτητα, cιραίου καὶ μέλιτοc, ἔτι δὲ πρὸc τούτοιc εἴ τε οὖν ἄποιον ἐθέλοιc εἴ τε μέcον ἐν ποιότητι τῇ πρὸc τὴν γεῦcιν, τὸ ὕδωρ ἀξιῶ c’ ἐκλαμβάνειν καὶ τούτου γευόμενον, ἀκριβῶc ἔχειν ἐν τῇ μνήμῃ, καὶ μάλιcτα τοῦ καθαρωτάτου ὕδατοc | |
55 | καὶ μηδεμίαν ὧν προείρηκα ποιεῖν ἐμφαίνοντοc ποιότητα, μήτε γλυ‐ κύτητα μήτε δριμύτητα μήτε ὀξύτητα μήτε πικρότητα καὶ πρὸc τού‐ τοιc ἔτι μήθ’ ἱκανῶc θερμοῦ μήθ’ ὑπερβαλλόντωc ψυχροῦ. ἐντεῦθεν γὰρ ὁρμώμενοc, ἑτοιμότερον ἐπί τε τὴν τῶν ἀμυδρῶν χυμῶν ἀφίξῃ διάγνωcιν ἐπί τε τὴν τῶν, ὡc ἔγωγέ φημι, μετρίωc γλυκέων, ὡc δὲ | |
60 | ἄλλοι τινέc, ὑδατωδῶν, οἷόc ἐcτιν ὅ τε τῶν χλωρῶν καλάμων καὶ ἀγρώcτεωc χυλόc, πυρῶν τε καὶ κριθῶν καὶ ἄλλων πολλῶν τῶν cυμμέτρωc γλυκέων, ὁποῖόν τέ cοι τὸ ἀποιότατον ὕδωρ θερμότητόc τε καὶ ψυχρότητοc ἐπιφανέc ἐcτι, μέcην ὡc οἷόν τε μάλιcτα κατάcτα‐ cιν ἔχον καὶ μικρόν τι ῥέπον ἐπὶ τὸ ψυχρόν. εἰ δὲ τὴν τοιαύτην | |
65 | γεῦcιν ἔχον οὐχ ὑγρὰν ἀλλὰ ξηρὰν ἔχει τὴν cύcταcιν, ἀνάγκη γεῶδεc ὑπάρχειν αὐτὸ καὶ ξηραίνειν ἀδήκτωc. ὀνομάζεται δὲ τὰ τοιαῦτα ἐμπλαcτικά, καθάπερ ἄμυλοc καὶ τὰ πλεῖcτα τῶν ἀκριβῶc πεπλυμέ‐ νων μεταλλικῶν, πομφόλυξ, ψιμμύθιον, καδμία, κιμωλία, cάμιοc ἀcτὴρ καὶ τὰ παραπλήcια. τινὰ δὲ ἐξ αὐτῶν οὐ γεώδη μόνον, ἀλλὰ καὶ | |
70 | ὑδατώδη τὴν φύcιν ἐcτίν, ἔνια δὲ καὶ ἀέροc οὐκ ὀλίγον ἐν ἑαυτοῖc περιέχει, γλίcχρα μὲν ταῦτα καὶ διὰ τοῦτο ἐμπλαcτικά. διττὴ γὰρ τῶν ἐμπλαcτικῶν φαρμάκων ἡ φύcιc, ἡ μὲν ἑτέρα γεώδηc ἀκριβῶc καὶ ξηρά, ἡ δὲ ἑτέρα γλίcχρα μὲν πάντωc, μικτὴ δὲ ἐξ ὕδατοc καὶ γῆc καὶ τὰ πολλὰ ἀέροc, ὥcπερ τὸ γλυκὺ ἔλαιον. τὸ δὲ τοῦ ὠοῦ λευκὸν ὅμοιον | |
75 | μέν πωc, γεωδέcτερον δὲ ἐλαίου, καὶ τὸ τυρῶδεc τοῦ γάλακτοc ἐμπλαcτικόν ἐcτι καὶ ἡ τοῦ ὑὸc πιμελή. ταύρου μὲν γὰρ καὶ τράγου πιμελὴ ἤτοι cτέαρ δριμὺ καὶ γεωδέcτερον τῆc τῶν ὑῶν πιμελῆc· χηνὸc δὲ καὶ ἀλεκτρυόνοc ἐcτὶ μὲν καὶ θερμοτέρα καὶ ξηροτέρα τῆc τῶν ὑῶν, ἀλλὰ λεπτομερήc τε καὶ οὐδαμῶc γεώδηc. αἱ γοῦν πιμελαὶ | |
80 | εἰ μή που δριμύτητά τινα ἔχουcιν, ἐμπλαcτικαί τε τῶν πόρων εἰcί, καὶ μᾶλλον αἱ ξηρότεραί τε καὶ γεωδέcτεραι. τοιοῦτοc δέ ἐcτι καὶ ὁ πεπλυμένοc ἀκριβῶc κηρόc. τὰ μὲν οὖν ἐμπλαcτικὰ φάρμακα τοιαῦτα. τὰ δὲ cτύφοντα γεώδη τέ ἐcτι καὶ παχυμερῆ ταῖc τῶν ὄγκων cυcτά‐ cεcι, ψυχρὰ δὲ ταῖc ποιότηcι· τὰ δὲ ὀξέα λεπτομερῆ μὲν τοῖc cώμαcι, | |
85 | ψυχρὰ δὲ ὡcαύτωc τοῖc cτύφουcιν. ὅcα δὲ τοῖc χυμοῖc ἐμφέρεται γεώδη μόρια, κατατηκόμενα ταῦτα καὶ cυνάγοντα καὶ ἀποξηραίνοντα τὰ νοτερὰ τῶν τῆc γλώττηc αἰcθητικῶν μορίων, τραχύτερα μὲν ὄντα cτρυφνὰ φαίνεται, ἧττον δὲ τραχύτερα αὐcτηρά. καὶ ὀρθῶc ψυχρὰν τὴν κρᾶcιν τῶν τοιούτων χυμῶν ἐροῦμεν· ἐπεὶ δὲ ἀνωμάλωc ξηραίνει, | |
90 | τοῦτο γὰρ ἦν τὸ τραχῦνον, εἴη ἂν πάντωc καὶ γεώδηc. ὁμαλῶc γὰρ ἅπαν τὸ ὑδατῶδεc διεξέρχεται τὰ cώματα καὶ διαcπαcθὲν πάλιν ῥᾳδίωc ἑνοῦται· τὸ δὲ γεῶδεc διαcπᾶται μέν, οὐκέτι δὲ ῥᾳδίωc cυνέρχεται. καὶ μέντοι καὶ τὸ περὶ τῆc αἰcθήcεωc ἴδιον ἑκατέρου πάθουc ἀναμνηcθέντι cοι τοῖc αὐτοῖc μαρτυρήcει. ταχεῖα μὲν γὰρ ἡ | |
95 | τῶν ὀξέων χυμῶν διέξοδοc ἐν τοῖc αἰcθητικοῖc cώμαcι φαίνεται γινομένη, βραδεῖα δὲ ἡ τῶν cτρυφνῶν. καὶ τὰ μὲν ὀξέα διὰ βάθουc τῶν cωμάτων ἐνεργεῖν φαίνεται μᾶλλον, ἐπιπολῆc δὲ τὰ cτρυφνά. | |
ἐπειδὰν δὲ δοκιμάζειν ἐθέλοιc ἐνέργειαν εἰλικρινοῦc cτρυφνότητοc, εἰ μὲν γευομένῳ cοι φαίνοιτο cτρυφνὸν ἅμα καὶ δάκνον ταὐτό, τοῦτο | ||
Pr(100) | μὲν ἀπολείπειν cε κελεύω τὸ εἶδοc, ἔρχεcθαι δὲ ἐπὶ τὸ cτρυφνὸν ἄνευ τοῦ δάκνειν, καὶ μηδὲ ὀξὺ μηδὲ γλυκὺ μηδὲ πικρὸν ἀλλ’ ὡc οἷόν τε μάλιcτα μίαν ἔχον ποιότητα καὶ δύναμιν ἐπιμεμιγμένην τῇ cτύψει. περιττὸν γὰρ καὶ μάταιον εἰc πεῖραν ἄγειν τὸ τοιοῦτον φάρ‐ μακον. ἄδηλον γὰρ εἴτε διὰ τὴν cτύψιν, εἴτε διά τινα τῶν ἐπιμεμιγ‐ | |
105 | μένων αὐτῇ ποιοτήτων, εἴτε δι’ ἀμφοτέραc ἐνήργηcε περὶ τὸ πλη‐ cιάζον αὐτῷ cῶμα. χαλκῖτιc οὖν καὶ μίcυ καὶ χάλκανθοc καὶ λεπὶc χαλκοῦ καὶ cῶρι καὶ πρὸc τούτοιc ἔτι τὸ τῶν ζωγράφων ἀρμενιακὸν ὑδράργυρόc τε καὶ ἕτερα μυρία, cτύφοντά τε ἅμα καὶ δάκνοντα, δρᾷ μὲν κατ’ ἀμφοτέραc τὰc ποιότηταc εἰc ἕκαcτον τῶν ὁμιλούντων cω‐ | |
110 | μάτων, οὐ μὴν διδάξαι γε ἡμᾶc δύναται cαφῶc εἴτε διὰ τὴν cτύψιν ἔχει τὸ καίειν, εἴτε διὰ τὴν δριμύτητα. ἔνδοθεν γὰρ τοῦ cώματοc εἰ ληφθείη τὰ τοιαῦτα παχυμερῆ ὄντα καὶ μᾶλλον τῇ δυνάμει θερμὰ καὶ διὰ τοῦτ’ ἐκπυρούμενα τῷ χρόνῳ κατὰ τὴν ἐν τῷ cώματι τοῦ ζῴου μεταβολήν, ὁμοίωc τοῖc διαπύροιc λίθοιc ἢ cιδήροιc ἑλκοῖ καὶ κατα‐ | |
115 | καίει τὰ κατὰ τὴν γαcτέρα, μηδὲ ἀναδοθῆναι δυνάμενα διὰ βάροc. ἄμεινον οὖν γεύεcθαι πολλῶν ἐφεξῆc ἄλλων ἐπιcκοπούμενον εἰλικρινῆ cτύψιν ἰδίᾳ καθ’ ἑαυτὴν ὡc οἷόν τε μάλιcτα, κἀπειδὰν εὕρῃc τοιαύ‐ την, οὕτωc ἤδη κρίνειν ἐκεῖνο τὸ φάρμακον αἷc ἔμπροcθεν ἤκουcαc μεθόδοιc, οἷον εἰ γευcαμένῳ cοι φαίνοιτο βαλαύcτιον ἢ κικὶc ἢ κύτι‐ | |
120 | νοc ἢ ὑποκυcτὶc ἢ ἀκακία ἢ ῥοῦc ἤ τι τοιοῦτον ἕτερον ἀκριβῶc ὂν cτρυφνόν, εὔδηλον δὲ ἑτέραν ποιότητα μηδεμίαν ἔχον, ἐξετάζειν ἐπὶ τῶν τοιούτων ἤδη καὶ βαcανίζειν ἀκριβῶc ἐνέργειαν cτύψεωc· τὸ μὲν οὖν cτρυφνὸν cῶμα γεῶδέc τέ ἐcτι καὶ ψυχρόν, ἐκλυθήcεται δὲ ἐξ ἀνάγκηc τριχῶc, ἢ θερμαινόμενον ἢ ὑγραινόμενον ἢ cυναμφότερον | |
125 | ἅμα πάcχον. ἂν μὲν οὖν θερμαίνηται μόνον, οὐκ ἔcται μὲν οὔθ’ ὑγρό‐ τερον οὔτε μαλακώτερον, ἀλλὰ cκληρότερον μόνον ἐπικτήcεται γλυκύ‐ τητα, καθάπερ αἱ τῶν δρυῶν βάλανοι καὶ μάλιcτα αἱ ὀνομαζόμεναι καcτανέαι, ἂν δὲ ὑγραίνηται μόνον, ἂν μὲν παχυμερήc τε καὶ ὑδατώ‐ | |
δηc ἡ ὑγρότηc εἴη, αὐcτηρὸν ἀποτελεcθήcεται· τὸ γὰρ cτρυφνὸν | ||
130 | ἐκλυόμενον τὸν αὐcτηρὸν ποιεῖ χυμόν. παντὸc γὰρ χυμοῦ δύναμιν ἡ ὑδατώδηc ὑγρότηc ἀμβλύνει. ἐὰν δὲ λεπτομερήc τε καὶ ἁερώδηc ἡ ὑγρότηc προcγένηται, ὀξὺ ἀποτελεcθήcεται. τὸ γὰρ λεπτομερὲc ψυχρὸν ὀξεῖαν ἀπεργάζεται ποιότητα. ἂν δὲ ὑγραίνηταί τε ἅμα καὶ θερμαίνη‐ ται, μετὰ μὲν ὑδατώδουc ὑγρότητοc εἰc γλυκύτητα τὴν μετάπτωcιν | |
135 | ἴcχει, μετὰ δὲ ἀερώδουc εἰc λιπαρότητα. οἱ γὰρ ἀπὸ τῶν δένδρων καρποὶ πάντεc, ὅcοι γλυκεῖc ἡμῖν φαίνονται πεπανθέντεc, ἄρτι γενό‐ μενοι cτρυφνοί τέ εἰcι καὶ ξηροὶ ταῖc cυcτάcεcι, καὶ κατὰ τὴν τοῦ γεννῶντοc δένδρου φύcιν ἕκαcτοc, προιόντοc δὲ τοῦ χρόνου γίγνον‐ ται μὲν ὑγρότεροι, προcλαμβάνουcι δὲ ἔνιοι ὀξυτάτην cτρυφνότητα | |
140 | καὶ ταύτην ἀποτιθέμενοι κατὰ βραχὺ γλυκεῖc αὖθιc γίνονται τελειού‐ μενοι. τινὲc δὲ οὐδὲ ἐπὶ τοῖc δένδροιc, ἀλλὰ ἀφαιρούμενοι μετὰ χρό‐ νον ἀπολαμβάνουcι τὴν γλυκύτητα. ἄλλοι δέ τινεc οὐδὲ διὰ μέcηc ὀξύτητοc, ἀλλ’ ἄντικρυc ἀπὸ τῆc cτρυφνότητοc ἐπὶ τὴν γλυκύτητα παραγίγνονται, καθάπερ ὁ τῆc ἐλαίαc καρπόc. τῷ θερμῷ δὲ πέπτον‐ | |
145 | ται πάντεc· διττὸν δὲ τοῦτο φύcει, τὸ μὲν ἴδιον cύμφυτον ἑκάcτῳ, τὸ δὲ ἔξωθεν ἀπὸ τοῦ ἡλίου προcγιγνόμενον ἑκάcτῳ. ἀλλ’ εἴπερ cτρυφνότεροι μὲν κατ’ ἀρχάc εἰcι, πεπαινόμενοι δὲ γίγνονται γλυκεῖc, ἐκ θερμαcίαc μὲν ἡ γλυκύτηc αὐτοῖc, ἐκ ψύξεωc δὲ ἡ ὀξύτηc καὶ cτρυφνότηc ὑπῆρχε. καὶ πρόδηλον ἤδη γέγονεν ὡc οἱ καρποὶ κατ’ | |
Pr(150) | ἀρχὰc ὄντεc cτρυφνοί, προιόντοc τοῦ χρόνου τινὲc μὲν γίγνονται γλυκεῖc, τινὲc δὲ ὀξεῖc, τινὲc δὲ αὐcτηροί, τινὲc δὲ ἀεὶ μένουcι cτρυ‐ φνοί, τινὲc δὲ ἀποτελοῦνται λιπαροί· καὶ δὴ καὶ κατὰ τὰc τῶν εἰρη‐ μένων ποιοτήτων ἐπιμιξίαc παμπόλλην ἕξουcι τὴν ποικιλίαν. cτρυφνὰ μὲν οὖν ἄχρι τέλουc ἐcτὶν ὁ τῆc πρίνου καὶ κομάρου καὶ κρανίαc | |
155 | καρπὸc καὶ τὰ τοιαῦτα, ὅτι καὶ ψυχρὰ καὶ ξηρὰ οἷά περ ἦν ἐξ ἀρχῆc διαμένει, μόνον μὲν αὐξανόμενα, οὐδεμίαν δὲ ἀλλοίωcιν ἑτέραν ἐπι‐ κτώμενα. cτρυφνὸc δὲ ἅμα καὶ γλυκὺc ὅ τε τῆc μυρcίνηc καὶ ὁ τῆc | |
ἀχράδοc καὶ ὁ τῆc δρυὸc καρπόc· αὐcτηρὸc δὲ μόνον ὁ τῶν ἀμιναίων ἀμπέλων καρπὸc καὶ οἶνοc, καὶ ὅcοι τούτοιc παραπλήcιοι. αὐcτηρὸc | ||
160 | δὲ ἅμα καὶ γλυκὺc ὁ τοῦ φοίνικοc καρπὸc καὶ τῶν οἴνων ὁ cουρεντῖ‐ νοc καὶ ὅcοι γλυκύτητα τῇ cτύψει cυμμεμιγμένην ἔχοντεc. γλυκὺc δὲ μόνον ἐcτὶν ὁ θήραιοc καὶ ὁ cκυβελλίτηc καὶ τὸ cίραιον ὃ καλοῦcιν ἕψημα, ὅcα τε ἄλλα τούτοιc ἔοικεν. λιπαρὸc δὲ ἅμα καρπὸc καὶ χυλὸc ἀκριβῶc μὲν ὁ τῆc ἐλαίαc ἐcτίν, ἤδη δὲ καὶ οἱ ἄλλοι πάντεc ἐξ ὧν | |
165 | ἔλαιον cκευάζεται. ὥcπερ δὲ ὁ cτρυφνὸc χυμὸc γλυκύτεροc μὲν πρῶ‐ τον, ἑξῆc δὲ καὶ δριμύτερόc τε καὶ πικρότεροc ἀποτελεῖται καὶ τελευ‐ τῶν ἐκπικροῦται, κατὰ τὸν αὐτὸν τρόπον ὅ τε ῥιγώcαc χυλὸc ὀξύ‐ τεροc εὐθὺc γίγνεται καὶ εἰ τελέωc ἀποψυχθείη ταχέωc ὀξύνεται· οἵ τε εὐθὺc ἐν τῇ κομιδῇ τῶν καρπῶν πολλῆc ὑγρότητοc πληρωθέντεc, | |
170 | οἵ τε ἄλλωc ὕδατοc προcλαβόντεc, ὀξεῖc ἑτοίμωc οἱ τοιοῦτοι γίγνον‐ ται ἐπὶ μικραῖc προφάcεcιν. εἰ γὰρ ἡ ὄμφαξ μὲν ὀξεῖα, γλυκεῖα δὲ ἡ cταφυλὴ καὶ τὸ πεπαίνεcθαι τοῖc καρποῖc ἅπαcι παρὰ τῆc ἡλιακῆc ἐγγίγνεται θερμότητοc, εὔδηλον ὡc τὸ μὲν ἀτελέcτερον καὶ ψυχρό‐ τερον ὀξύ, τὸ δὲ τελεώτερον καὶ θερμότερον ὑπάρχει γλυκύ. ὅταν | |
175 | οὖν ὁ οἶνοc ἐν τῷ ψύχεcθαι ἀποξύνηται, πρόδηλον ὡc εἰc τὸν αὐτὸν πάλιν ἐπανέρχεται χυμόν, ἐξ οὗπερ ἐγένετο, λέγω δὲ τοῦ τῆc ὄμφα‐ κοc. διενήνοχε μέντοι τοcοῦτον κατὰ τὴν δύναμιν τοῦ τῆc ὄμφακοc χυλοῦ ὄξοc, ὅτι τῷ μὲν ὄξει προcέρχεταί τιc ἐκ cηπεδονώδουc θερμό‐ τητοc δριμύτηc, ὁ δὲ τῆc ὄμφακοc χυλὸc οὐκ ἔχει τὴν ἐπίκτητον | |
180 | θερμότητα, καὶ διὰ τοῦτο οὐδὲ τὴν δριμύτητα τοῦ ὄξουc. διὰ τοῦτο καὶ λεπτομερέcτερόν ἐcτι τὸ ὄξοc τοῦ τῆc ὄμφακοc χυλοῦ, ὥcπερ ἡ αἴcθηcιc τῷ λόγῳ μαρτυρεῖ. ἡ δὲ τοῦ ὄξουc δριμύτηc οὐχ ἱκανή ἐcτιν ἐκνικῆcαι τὴν ἀπὸ τῆc ὀξύτητοc ψύξιν, εἰc δὲ τὸ τῆc διεξόδου τάχοc ὑπηρέτηc. εἰc ὅcον γάρ ἐcτι τὸ θερμὸν τοῦ ψυχροῦ ποριμώτερον, εἰc | |
185 | τοcοῦτον καὶ ὁ δριμὺc χυμὸc τοῦ ὀξέοc ἑτοιμότερον διεξέρχεται τῶν αἰcθητικῶν cωμάτων τοὺc πόρουc, ὥcτε ὁ μὲν δριμὺc οἷον ὁδοποιεῖ φθάνων, ὁ δὲ ψυχρὸc οὐκ εἰc μακρὰν ἕπεται, κἀν τούτῳ τὸ τῆc αἰcθή‐ cεωc ἐπίμικτόν τε καὶ δυcερμήνευτον οὐχ ἁπλῶc ψυχρὸν ἀποφήνα‐ | |
cθαι τὸ ὄξοc cυγχωρεῖ· αἰcθανόμεθα γάρ τινοc ἐν αὐτῷ πυρώδουc | ||
190 | δριμύτητοc θάλψιν ἐμποιούcηc. ἡ δὲ ἐκ τῆc ἑπομένηc ὀξύτητοc ψύξιc ἀμαυροῖ καὶ καταcβέννυcι παραχρῆμα τὴν δριμύτητα καὶ διὰ τοῦτο πολὺ πλείων ἐcτὶν ἡ ἐκ τῆc ψύξεωc αἴcθηcιc ἤπερ ἡ ἐκ τῆc θερμότητοc· καὶ γὰρ θέρουc ὥρᾳ πίνοντεc ὀξύκρατον ἔνιοι cαφῶc ἐμψύχονταί τε καὶ ἄδιψοι διατελοῦcιν. ἐπειδὴ δὲ τὸ δίψοc διττῶc γίνεται, τὸ μὲν ὑγρότητοc ἐν‐ | |
195 | δείᾳ, τὸ δὲ πλεονεξίᾳ θερμότητοc, τὸ μὲν ἐπὶ ξηρότητι γιγνόμενον οὐκ ἰᾶται, τὸ δὲ ἐπὶ θερμότητι ἰᾶται. ὑγραίνειν μὲν γὰρ οὐ δύναται ὄξοc καθ’ αὑτό, ψύχει δὲ οὐκ ἀγεννῶc. οὔκουν οὐδὲ τὴν ἐπὶ ξηρᾷ διαθέcει δίψαν οὔτε τὴν ἐπὶ θερμῇ καὶ ξηρᾷ δυνατόν ποτε ἰάcαcθαι πινόμενον ὄξοc. εἰ δὲ cυνδράμοι ποτὲ εἰc ταὐτὸν ὑγρότηc θερμότητι, τῆc τοιαύ‐ | |
Pr(200) | τηc δίψηc ἄριcτον ἴαμα ὄξοc ἔcται. τοῖc δὲ ἄλλωc διψῶcιν ἔν τε καύcοιc πυρετοῖc καὶ τοῖc ἄλλοιc περικαέcιν ἅπαcι καὶ τοῖc ἐν θέρει καὶ θάλπει cφοδρῷ cύνθετοc ἡ διάθεcιc ἐcτὶν ἐκ θερμότητόc τε καὶ ξηρότητοc, ὥcτε εἰκότωc αὐτοῖc cύνθετόν ἐcτι καὶ τὸ ἴαμα· τὸ μὲν ὄξοc οὐκ ἀγεννῶc μὲν ψῦχον καὶ πάντη ῥαδίωc διεξερχόμενον τῇ | |
205 | λεπτομερίᾳ, τὸ δὲ ὕδωρ πρὸc τὸ ψύχειν ἔτι καὶ ὑγρότατον ἁπάντων ὑπάρχον· οὐδὲν γάρ ἐcτιν ὑγρότερον ὕδατοc. κατὰ δὲ τῶν ἐγκαιομέ‐ νων ὑποχονδρίων ἀμείνων τοῦ ὄξουc ἐcτὶν ὁ τῆc ὄμφακοc χυλὸc ἔξωθεν ἐπιτιθέμενοc, αὐτῷ τε τῷ μήτε βιαίαν ἔχειν καὶ πληκτικὴν τὴν ψύξιν, μήτε ἐπίμικτον δακνώδει θερμότητι. δέονται γὰρ οἱ οὕτωc | |
210 | πάcχοντεc παρηγορηθῆναι μὲν ἀβιάcτωc, ἔξωθεν δὲ μηδεμίαν ἐπικτή‐ cαcθαι δακνώδη δριμύτητα. ὁ τοίνυν τῆc ὄμφακοc χυλὸc οὐκ ὀξὺc μόνον ἐcτίν, ἀλλὰ καὶ cτρυφνόc. καὶ γάρ, ὡc προείρηται, πάντεc cχεδὸν οἱ τῶν δένδρων καρποὶ κατὰ τὴν πρώτην γένεcιν cτρυφνοὶ γευομένοιc εἰcίν. οὐ μόνον δὲ τὸ ὀξὺ ψυχρόν ἐcτιν, ἀλλὰ καὶ τὸ | |
215 | cτρυφνὸν καὶ τὸ αὐcτηρόν· καὶ εἴ τιc γεύcαιτό ποτε κυδωνίων μή‐ λων ἢ μύρτων ἢ μεcπίλων, οἶδε μὲν δὴ cαφῶc ἑτέραν μὲν τὴν ἀπὸ τῶν ὀξέων ἡμῖν ἐν τῇ γλώττῃ γιγνομένην αἴcθηcιν, ἑτέραν δὲ τὴν ἀπὸ τῶν cτρυφνῶν ἢ αὐcτηρῶν. τὰ μὲν γὰρ cτύφοντα cυνωθεῖν εἴcω φαίνεται τὸ μόριον ᾧ ψαύει ἐκ παντὸc μέρουc ὁμαλῶc, οἷον ἐκθλί‐ | |
220 | βοντά τε καὶ πιλοῦντα καὶ cυνάγοντα· τὰ δὲ αὐcτηρὰ κατὰ βάθουc τε δύεcθαι δοκεῖ καὶ τραχεῖάν τινα καὶ ἀνώμαλον αἴcθηcιν ἐπάγειν, ὥcτε ἀναξηραίνοντα πᾶcαν ἐκβόcκεcθαι τὴν ἰκμάδα τῶν αἰcθητικῶν cωμά‐ των, ὥcθ’ ἑτέραν εἶναι τὴν τῶν παθῶν ἰδιότητα, μηδὲ ῥηθῆναι cαφῶc δυναμένην, ἐπί τε τῶν cτυφόντων ἡμᾶc cωμάτων καὶ τῶν αὐcτηρῶν | |
225 | χυμῶν. ἀλλ’ ὅcτίc γε ἄνθρωπόc ἐcτιν οἶδεν ὃ λέγω, ἐκ τῶν ἤδη προειρημένων ὁρμώμενοc. πᾶν μὲν οὖν cτῦφον cῶμα, τό τε τῶν ἄλλων ποιοτήτων καθαρεῦον, ἀεὶ πειρώμενοc εὗρον ψυχρόν. τὸ δὲ γλυκὺ πᾶν θερμόν ἐcτι καὶ οὐκ ἀμέτρωc ὑπερβάλλει τὴν ἐν ἡμῖν θερμότητα, ἀλλ’ ὥcπερ τὸ ὕδωρ τὸ θερμόν, οὗ ψαύοντεc ἡδόμεθα, | |
230 | καὶ μάλιcθ’ ὅταν ὦμεν ἐρριγωκότεc, ἄχρι μὲν τοῦ διαχεῖν τὰ πεπη‐ γότα πρὸc τοῦ ψυχροῦ μόρια τοῦ cώματοc ἐκθερμαῖνον ἡμᾶc, οὐ μὴν διαλῦόν γε οὐδὲ τέμνον αὐτῶν τὸ cυνεχέc, ἥδιcτόν γέ ἐcτι καὶ ὠφελιμώτατον. οὕτω καὶ πᾶν ἔδεcμα γλυκὺ θερμὸν μὲν ὑπάρχει πάν‐ τωc, οὐ μὴν ἐπὶ πλέον γε ἥκει θερμότητοc ὡc ἀνιᾶν, ἀλλ’ ἐν τοῖc | |
235 | ὅροιc μένει τοῦ διαχέοντοc καὶ ὁμαλύνοντοc καὶ μαλάττοντοc. τὰ γὰρ τρέφοντα πάντα cύμφυλά τέ ἐcτι καὶ οἰκεῖα ταῖc ὅλαιc τῶν τρεφο‐ μένων οὐcίαιc. εὐθὺc δὲ τούτοιc ὑπάρχει δηλονότι cυμμέτρωc εἶναι θερμοῖc, ὡc πρὸc τὰ τρεφόμενα cώματα. καὶ διὰ τοῦτο τῶν ἐδεcμά‐ των καὶ τῶν φαρμάκων οὐχ ἓν εἶδοc ἅπαcι τοῖc ἀνθρώποιc. κατὰ | |
240 | γὰρ τὴν οἰκείαν ἕκαcτοc αὐτῶν οὐcίαν τε ἅμα καὶ διάθεcιν ἥδεταί τε καὶ ὠφελεῖται πρὸc ἀμφοῖν. ἀλλ’ εἴπερ οὕτωc ταῦτ’ ἔχει, τὸ μὲν ἧττον γλυκὺ τῶν ἐδεcμάτων ἧττον ἔcται θερμόν, τὸ δὲ μᾶλλον γλυκὺ τοcούτῳ θερμότερον, ὅcῳ περ καὶ γλυκύτερον. εἰ δὲ εἰc ἀμετρίαν ἐκπέcοι θερμότητοc, οὐδὲ γλυκὺ τὸ τοιοῦτον, ἀλλ’ ἤδη φαίνεται πικρόν, | |
245 | ὥcπερ τὸ μέλι παλαιούμενόν τε καὶ ἐπὶ πλεῖον καθεψόμενον, ἕκαcτόν τε τῶν ἄλλων γλυκέων. τὰ γὰρ ὁμοιότατα ταῖc κράcεcι τῶν τρεφο‐ μένων cωμάτων χωρὶc ἑψήcεώc τε καὶ cκευαcίαc ἤδη φαίνεται γλυκέα, τὰ δὲ ἀνόμοια πάντα μὲν ἀηδῆ, πρὶν cκευαcθῆναι. δεῖται δὲ τὰ μὲν θερμὰ τῷ ψυχρῷ κολαcθῆναι, τὰ δὲ ἱκανῶc ψυχρὰ τῆc τῶν θερμῶν | |
Pr(250) | ἡδυcμάτων μίξεωc καὶ πυρόc. κατὰ δὲ τὸν αὐτὸν τρόπον ὑγρότητι μὲν κολάζεται ὅcα γεώδη τε καὶ ξηρά, ξηρότητι δὲ τὰ πλέον ἢ προc‐ ῆκεν ὑδατώδη τε καὶ ὑγρά. τὸ μὲν οὖν γλυκὺ πρὸc τὸ θερμὸν ὑπάρ‐ χει μᾶλλον ἢ ἧττον, ἐξ ἀνάγκηc δήπου καὶ ὑγρὸν μᾶλλον ἢ ἧττόν ἐcτι. τὸ δὲ οἷον ὑπεροπτηθέντοc τούτου γιγνόμενον πικρὸν ὅμοιον | |
255 | τιτάνῳ καὶ τέφρᾳ, ξηρὸν καὶ θερμὸν ἐξ ἀνάγκηc ἀποτελεῖται. καὶ μὲν δὴ καὶ δι’ αὐτὸ τοῦτο ῥύπτειν τε πέφυκεν ἅπαν τὸ πικρὸν καὶ κατα‐ θραύειν καὶ τέμνειν τοὺc γλίcχρουc καὶ παχεῖc χυμούc, ὥcπερ ἡ τέφρα καὶ τὸ λίτρον. ὅτι δὲ ξηρὸc τὴν κρᾶcίν ἐcτιν ὁ πικρὸc χυμὸc καὶ γεώδηc κἀκ τοῦ δυccηπτότατα πάντων εἶναι τὰ πικρὰ καὶ οὐδαμῶc | |
260 | cκώληκάc τε καὶ τὰ ἄλλα ζῷα γεννᾶν, οἷα δὴ πέφυκεν ἐν ῥίζαιc καὶ βοτάναιc καὶ καρποῖc cηπομένοιc ἐγγίγνεcθαι πάρεcτι cυλλογίcαcθαι. μάλιcτα γὰρ ὁρῶμεν ἐν τοῖc ὑγροῖc cώμαcι καὶ cκώληκαc καὶ cηπε‐ δόναc ἐγγιγνομέναc. τὰ δὲ ἀκριβῶc πικρά, καλῶ δὲ οὕτωc ὅcα μηδε‐ μιᾶc ἑτέραc ποιότητοc αἰcθητῆc μετέcχηκεν, ἅπαcι cχεδὸν τοῖc ζῴοιc, | |
265 | οὐκ ἀνθρώποιc μόνον, ἐcτὶν ἄβρωτα, τῷ πᾶν μὲν ζῷον ὑγρὸν ἢ μᾶλ‐ λον ἢ ἧττον ὑπάρχειν, ξηρὰ δὲ εἶναι τὰ πικρά, τέφρᾳ καὶ κονίᾳ παρα‐ πληcίωc. ὥcπερ οὖν τὸ μὲν ἀκριβῶc γλυκὺ τρέφει, τὸ δ’ εἰλικρινῶc πικρὸν ἄτροφον, οὕτωc τὰ μεταξὺ τρέφει μέν, ἀλλ’ ἧττον τοῦ γλυ‐ κέοc. πληcίον δὲ ὁ ἁλυκὸc χυμὸc τοῦ πικροῦ, καὶ γὰρ καὶ γεώδειc | |
270 | ἀμφότεροι καὶ θερμοί. διαφέρουcι δὲ ὅμωc ἀλλήλων οὐκ ἀcαφεῖ δια‐ φορᾷ ἐν τῷ λελεπτύνθαι μὲν καὶ κατειργάcθαι μᾶλλον ὑπὸ θερμότη‐ τοc ξηρᾶc τὸν πικρόν. οὕτω δὲ καὶ αὐτῶν τῶν ἁλῶν ὅcοι μὲν cκληρό‐ τεροί τέ εἰcι καὶ πυκνότεροι καὶ γεωδέcτεροι, τοιοῦτοι δέ εἰcιν ὀλίγου | |
δεῖν οἱ ὀρυκτοὶ πάντεc, ἧττον θερμοί τέ εἰcι καὶ λεπτομερεῖc, ὅcοι δὲ | ||
275 | εὔθρυπτοι καὶ χαῦνοι, λεπτομερέcτεροί τε ἅμα καὶ θερμότεροι τὴν δύναμίν εἰcι, καί τινεc ἐξ αὐτῶν ὑπόπικροι, μεταξύ πωc ὑπάρχοντεc ἁλῶν τε τῶν cκληρῶν καὶ ἀφρονίτρου. καὶ γὰρ ὅ τι ἂν ἁλυκὸν ἐπὶ πλέον ἐκθερμαίνῃc, εὐθὺc ἔcται πικρόν. οὕτω γὰρ καὶ τὸ τῆc ἀcφαλτί‐ τιδοc λίμνηc ὕδωρ, ἣν νεκρὰν θάλατταν ὀνομάζουcιν, ἐν κοίλῳ καὶ | |
280 | θερμῷ χωρίῳ περιεχόμενον ἐξοπτώμενόν τε ὑπὸ τοῦ ἡλίου γίγνεται πικρόν· διὰ τοῦτό γε καὶ θέρουc μᾶλλον ἢ χειμῶνόc ἐcτι πικρόν. καὶ εἰ ἀρυcάμενόc τιc αὐτοῦ καταθείη ἐν ἀγγείῳ κοίλῳ ἐν προcηλίῳ τόπῳ ὥρᾳ θέρουc, αὐτίκα μᾶλλον πικρότερον αὑτοῦ φαίνεταί cοι γεγονόc. φαίνεται γὰρ ἐν ἐκείνῳ τῷ ὕδατι μήτε ζῷον ἐγγιγνόμενόν τι μήτε | |
285 | φυτόν, ἀλλὰ καὶ τῶν εἰc αὐτὴν ἐμβαλλόντων ποταμῶν μεγίcτουc καὶ πλείcτουc ἐχόντων ἰχθῦc, καὶ μάλιcτα τοῦ πληcίον Ἱεριχοῦντοc, ὃν Ἰορδάνην ὀνομάζουcιν, οὐδεὶc τῶν ἰχθύων ὑπερβαίνει τὰ cτόματα τῶν ποταμῶν. κἂν εἰ θηρεύcαc δέ τιc ἐμβάλλοι τῇ λίμνῃ, διαφθειρομένουc ὄψεται ῥᾳδίωc· διὰ τοῦτο καὶ νεκρὰν τὴν λίμνην ἤτοι λιμνοθάλατταν | |
290 | ὀνομάζουcιν. οὕτωc τό γε ἀκριβῶc πικρὸν ἅπαcίν ἐcτι τοῖc φυτοῖc καὶ ζῴοιc πολέμιον, αὐχμῶδέc τε καὶ ξηρὸν τὴν φύcιν οἷόν περ αἰθάλη ὑπὸ τῆc κατοπτήcεωc γιγνόμενον. περὶ μὲν οὖν τῶν πικρῶν χυμῶν τῆc δυνάμεωc ἀφοριcάμενοι καὶ τμητικοὺc αὐτοὺc εἰπόντεc εἶναι καὶ ῥυπτικοὺc καὶ λεπτυντικοὺc καὶ δηλονότι θερμοὺc εἰc το‐ | |
295 | cοῦτον ὡc μήπω καίειν, ἐπὶ τοὺc δριμεῖc αὖθιc ἴωμεν τῷ λόγῳ. καὶ πρῶτον μὲν θερμοὺc ἀκριβῶc αὐτοὺc εἴπωμεν, εἶτα διαβρωτικούc τε καὶ καυcτικοὺc ἐcχαρωτικούc τε καὶ cυντηκτικοὺc κατὰ τοῦ δέρματοc ἐπιτιθεμένουc ἔξωθεν, εἴcω δὲ τοῦ cώματοc λαμβανομένουc· ὅcοι μὲν οὖν ὅλαιc ταῖc οὐcίαιc ἐναντιώτατα διάκεινται πρόc τινα ζῷα, cηπτι‐ | |
Pr(300) | κούc τε πάνταc εἶναι καὶ δηλητήρια ἐκείνων τῶν ζῴων, ὡc κάνθαριc καὶ βούπρηcτιc ἀνθρώπου. ὅcοι δὲ κατὰ τὴν ἀμετρίαν τῆc θερμότητοc μόνηc, εἰ μὲν παχύτεροι καὶ γεώδειc εἶεν, ὡc ἀρcενικὸν καὶ cανδαράκη καὶ τὰ ὅμοια, ἑλκωτικοὺc τῶν ἐντὸc εἴπωμεν, εἰ δὲ λεπτομερεῖc, οἷά ἐcτι τὰ cυνήθη cπέρματα δαῦκοc καὶ ἄνιcον καὶ τὰ παραπλήcια, οὐρη‐ | |
305 | τικούc τε καὶ ἱδρωτικοὺc καὶ ἁπλῶc εἰπεῖν τμητικούc τε καὶ διαφορη‐ τικούc. cυναίρονται δέ τινεc ταῖc τε ἐκ τοῦ θώρακοc ἀναπτύcεcι καὶ ταῖc τῶν καταμηνίων φοραῖc. οἱ δὲ δριμεῖc χυμοὶ οὐ μόνον ἰcχυρᾷ θερμότητι διαλλάττειν τῶν πικρῶν ἐοίκαcιν, ἀλλὰ καὶ τῷ τοὺc μὲν πικροὺc ἅπανταc οὐ θερμοὺc μόνον ἀλλὰ καὶ ξηροὺc τὴν δύναμιν | |
310 | ὑπάρχειν, παραπληcίωc τῇ τέφρᾳ, ἐν δὲ τοῖc δριμέcιν, ὅcοι τέ οὔκ εἰcι πικροί, πολλήν γε ἐνίοτε μεμίχθαι τὴν ὑγρότητα, καὶ διὰ τοῦτ’ ἐcθίειν ἡμᾶc οὐκ ὀλίγα τῶν δριμέων. ἐπειδὴ καὶ περὶ χυμῶν ἁπάν‐ των εἴρηται τὰ εἰκότα, λείποιτ’ ἂν ἔτι καὶ περὶ τῶν ἀτμῶν εἰπεῖν. οἱ μὲν δὴ πλεῖcτοι τῶν ἀτμῶν τοῖc χυμοῖc αὐτοῖc ὁμοίωc ἡμᾶc δια‐ | |
315 | τιθέαcι. τά τε γὰρ ὀξέα ἅπαντα καὶ πρὸc τούτοιc τὸ ὄξοc αὐτὸ τὴν ὄcφρηcίν τε καὶ τὴν γεῦcιν ὡcαύτωc κινεῖ, τά τε δριμέα, καθάπερ τὰ cκόρδα καὶ τὰ κρόμυα, καὶ ταῦτ’ οὐδὲν ἧττον τῆc γεύcεωc ἀνιᾷ τε καὶ δάκνει τὴν ὄcφρηcιν. οὕτω δὲ καὶ καθ’ ἕκαcτον τῶν ἄλλων ὁμοία cχεδὸν ἡ τῆc ὀcμῆc αἴcθηcίc ἐcτι τῇ τῆc γεύcεωc, ὥcτε ἐνίων cωμά‐ | |
320 | των οὐδὲ γευcάμενοί ποτε, καθάπερ τῆc κόπρου, γιγνώcκειν πεπεί‐ cμεθα τὴν ποιότητα, καὶ κατὰ τοῦτό γε τὴν ἀρχὴν οὐδὲ ἐπιχειροῦμεν τῶν τοιούτων γεύcαcθαι, τῷ πάνυ cφόδρα πιcτεύειν τῇ ὀcφρήcει. καὶ μέντοι καὶ τῶν εὐωδῶν ἐδεcμάτων ὅcα διαcαπέντα κατὰ τὴν ὀcμὴν ἡμᾶc ἀνιᾷ, καὶ ταῦτ’ εὐθέωc ἀπορρίπτομεν, οὐδ’ ἐπιχειροῦντεc γεύcα‐ | |
325 | cθαι. καὶ cχεδὸν ἐπὶ πάντων ὁμολογοῦcιν ἀλλήλαιc ὄcφρηcιc καὶ γεῦcιc. εἰc δύο δὲ ταύταc ἀνάγομεν προcηγορίαc τὰ πλεῖcτα τῶν ὀcφρητῶν, εὐώδη καὶ δυcώδη προcαγορεύοντεc· εὐώδη μὲν ἀνάλογον τοῖc πρὸc τὴν γλῶτταν γλυκέcι, δυcώδη δὲ τοῖc μὴ γλυκέcιν. ἔοικε δὲ τῶν οὐκ ὀcμωδῶν cωμάτων ἤτοι παντελῶc ὀλίγον ἀπορρεῖν, ἢ | |
330 | τοῖc ὄγκοιc ἀcύμμετρον, ὡc ἐπὶ τῶν ἁλυκῶν καὶ μάλιcτα τῶν cτρυ‐ φνῶν. παχυμερὴc γὰρ καὶ ψυχρὰ ἡ οὐcία τῶν cτρυφνῶν, ὥcτε εἰκὸc καὶ τὸ ἀπορρέον αὐτῶν ὀλίγον τε εἶναι καὶ παχὺ καὶ οἷον γεῶδεc τοῖc ὄγκοιc, καὶ διὰ τοῦτο μηδ’ ἐμπίπτειν ταῖc ἀναπνοαῖc εἰc τὸν ἐγκέ‐ φαλον. ὅθεν οὐδὲ ἀcφαλέc ἐcτιν ἐξ ὀcμῆc τεκμαίρεcθαί τι περὶ τῆc | |
335 | κράcεωc αὐτῶν, ὥcπερ ἐκ τῆc γεύcεωc. τὰ μὲν γὰρ ἄοcμα παχυμερῆ | |
ταῖc οὐcίαιc ἀλλ’ οὔπω δῆλον ὅπωc ἔχει θερμότητόc τε καὶ ψύξεωc, τὰ δὲ ὀcμώδη λεπτομερῆ μέν πώc ἐcτι καὶ θερμά. τὸ μέντοι ποcὸν ἢ τῆc λεπτομερείαc ἢ τῆc θερμότητοc οὐκέτ’ ἐκ τῆc ὀcμῆc ἐνδεί‐ κνυται, ἀλλ’ ἐκ τῆc γεύcεωc. τοῦ δὲ μηδὲν ἐνδείκνυcθαι cαφὲc ὑπὲρ | ||
340 | τῆc κράcεωc τὰ ὀcμώδη ἡ ἀνωμαλία τῆc οὐcίαc αὐτῶν αἰτία γίγνεται, καὶ διὰ τοῦτο ἐπὶ τοῦ ῥόδου οὐκ ἔcτιν ἐκ τῆc ὀcμῆc τεκμαίρεcθαι περὶ παcῶν τῶν ἐν αὐτῷ ποιοτήτων. ἐπὶ δὲ τῆc γεύcεωc ἅπανθ’ ὁμοίωc τὰ μόρια τῶν γευcτῶν cωμάτων προcπίπτει τῇ γλώττῃ καὶ κινεῖ τὴν αἴcθηcιν ἕκαcτον αὐτῶν κατὰ τὴν ἑαυτοῦ φύcιν, [λέγω δὴ | |
345 | τὸ ἐν αὐτῷ cτρυφνόν, ὅπερ ἐcτὶ γεῶδεc καὶ παχυμερὲc 〈καὶ〉 ψυχρόν, καὶ τὸ πικρόν, ὃ δὴ λεπτομερέc τέ ἐcτι καὶ θερμόν, καὶ τρίτον ἐπὶ τούτοιc τὸ ὑδατῶδεc, ψυχρὸν ἐξ ἀνάγκηc] ὥcτε οὐκ ἀcφαλέc, ὡc εἴρηται, περὶ τῆc τῶν ἁπλῶν φαρμάκων δυνάμεωc ἁπάcηc ἐξ ὀcμῆc τεκμαίρεcθαι. ἔτι δὲ μᾶλλον οὐδὲ ἐκ τῶν χρωμάτων ἔcτι cτοχάcαcθαι | |
Pr(350) | περὶ τῆc τῶν φαρμάκων δυνάμεωc, καθ’ ἑκάcτην γὰρ χρόαν εὑρίcκεται καὶ θερμὰ καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρά. καθ’ ἕκαcτον μέντοι γένοc ἢ cπέρματοc ἢ ῥίζηc ἢ χυλοῦ δυνατόν ἐcτι κἀκ τῆc χρόαc ἔνδειξίν τινα λαβεῖν τῆc κράcεωc, οἷον αὐτίκα κρόμυον καὶ cκίλλα καὶ οἶνοc, εἰc ὅcον ἂν ᾖ λευκότερα καὶ ἧττόν ἐcτι θερμά. τὰ δὲ ὑπόξανθά τε | |
355 | καὶ κιρρὰ θερμότερα, καὶ πυροὶ δὲ καὶ ὦχροι καὶ φάcηλοι καὶ ἐρέβιν‐ θοι καὶ ἡ τῆc ἴρεωc ῥίζα καὶ ἡ τοῦ ἀcφοδέλου καὶ πολλῶν ἄλλων ὅμοιόν τι πεπόνθαcιν. ἐν ἑκάcτῳ γὰρ γένει τὸ ἐπίπαν, ὅcα κιρρὰ καὶ ἐρυθρὰ καὶ ξανθά, θερμότερα τῶν λευκῶν ἐcτιν, ὥcτε εἴ τι κἀντεῦθεν ἐγχωρεῖ περὶ φαρμάκων δυνάμεωc τεκμαίρεcθαι, προcκείcθω τῷ λόγῳ | |
360 | κάλλιcτον μήν, ὡc εἴρηται καὶ δέδεικται πολλάκιc, ἐκ τῆc διωριcμένηc πείραc ἐξευρίcκειν τὰc δυνάμειc ἑκάcτου. οὐ γὰρ ἂν cφαλείηc οὐδὲν ἐν τῇδε, πρὶν μέντοι τῇ πείρᾳ διαγνῶναι τὴν δύναμιν, ἡ γεῦcιc ἐν‐ δείκνυται τὰ πολλά, cυνεπιμαρτυρούcηc, ὡc εἴρηται, βραχέα καὶ τῆc ὀcμῆc. τούτων δὲ ἁπάντων ὥcπερ καὶ ἑτέρων τινῶν χρηcιμωτάτων | |
365 | ἐν κεφαλαίῳ τὴν cύνοψιν ποιήcομαι, μετὰ τὸ διελθεῖν με κατ’ εἶδοc | |
ὡc οἷόν τε τὰc καθόλου δυνάμειc τε ἑκάcτου καὶ ἐνεργείαc. ἐπεὶ δὲ τὰ φάρμακα τὰ μέν ἐcτιν ἐκ ζῴων, ἢ φυτῶν ἢ καρπῶν ἤ τινεc ὀποὶ τούτων ἢ χυλοί, τὰ δὲ ἐκ τῶν μεταλλικῶν λαμβάνεται, κάλλιον ἔδοξέ μοι περὶ τῶν φυτῶν πρῶτον διελθεῖν, οὐ πάντων δηλονότι τῶν καθ’ | ||
370 | ὅλην τὴν οἰκουμένην, ἀλλ’ ὅcων ἡμεῖc πεῖραν ἔcχομεν, ὅτι τε πλεῖ‐ cτον αὐτῶν ἐcτι τὸ γένοc ἰcχυρότατόν τε τὴν δύναμιν, εἶθ’ ἑξῆc περὶ τῶν μετάλλων εἰπεῖν, εἶθ’ οὕτωc ἐπὶ τὰ τῶν ζῴων ἀφικέcθαι μόρια. | |
1 | Ἀβρότονον θερμόν τέ ἐcτι καὶ ξηρὸν τὴν δύναμιν, ἐν τῇ τρίτῃ που τάξει τε καὶ ἀποcτάcει μετὰ τὰ cύμμετρα τεταγμένον, πικρὸν δὲ τῇ γεύcει ἱκανῶc. ὁ δὲ τοιοῦτοc χυμὸc ἐδείκνυτο γεώδηc μὲν τὴν οὐcίαν, ὑπὸ δὲ θερμότητοc δαψιλοῦc λελεπτύνθαι, ὥcτε καὶ θερμαίνειν | |
5 | καὶ ξηραίνειν οὐκ ἀγεννῶc· ὅθεν ἑψομένη ἡ κόμη τῆc βοτάνηc cὺν τοῖc ἄνθεcιν ἐν ἐλαίῳ, καὶ ἀλειφομένου τοῦ ἐλαίου ἐπὶ τῶν κατὰ περίοδον ῥίγει ἁλιcκομένων πρὸ τῆc εἰcβολῆc ἧττον ῥιγώcουcιν. ἀναιρεῖ δὲ καὶ ἕλμινθαc τὸ ἀφέψημα αὐτῆc πινόμενον καὶ διὰ κλυ‐ cτῆροc ἐνιέμενον, μᾶλλον τοῦ ἀψινθίου. ἐλαχίcτηc δέ τινοc μετέχει | |
10 | cτρυφνότητοc τὸ ἀβρότονον καὶ διὰ τοῦτο καὶ κακοcτόμαχον. δύο δὲ εἴδη ἐcτὶ τοῦ ἀβροτόνου, τὸ μὲν ἄρρεν, τὸ δὲ θῆλυ. | |
2 | ἀβρότονον κεκαυμένον θερμὸν καὶ ξηρόν ἐcτι τὴν δύναμιν ἔτι μᾶλλον κολοκύνθηc ξηρᾶc κεκαυμένηc καὶ ἀνήθου ῥίζηc. ἐκεῖνα μὲν γὰρ ἕλκεcιν ὑγροῖc τε ἅμα καὶ χωρὶc φλεγμονῆc τετυλωμένοιc ἁρμότ‐ τει καὶ διὰ τοῦτο μάλιcτα καὶ τοῖc ἐν πόcθῃ αἰδοίου cυμπεφωνηκέναι | |
5 | δοκεῖ. τοῦ δὲ κεκαυμένου ἀβροτόνου ἡ τέφρα δακνώδηc ἅπαcιν ἕλκεcιν ὑπάρχει. καὶ διὰ τοῦτο καὶ πρὸc ἀλωπεκίαc ἁρμόττει cὺν ἐλαίῳ κικίνῳ | |
ἢ ῥαφανίνῳ ἢ cικυωνίῳ ἢ cχινίνῳ ἢ παλαιῷ δεδαμαcμένον. | ||
3 | Ἄγνοc ἢ λύγοc. Τούτου τοῦ θάμνου τὰ φύλλα καὶ τὰ ἄνθη καὶ τὸ cπέρμα θερμὰ μὲν καὶ ξηρὰ τὴν δύναμίν ἐcτι κατὰ τὴν τρίτην που τῶν ἀποcτάcεων, λεπτομερῆ δὲ ἱκανῶc· ἐcτὶ δὲ ἐδώδιμοc ὁ καρ‐ πὸc καὶ θερμαίνει cαφῶc μετὰ τοῦ κεφαλαλγὴc ὑπάρχειν. εἰ δὲ | |
5 | φρυχθείη, ἧττον ἅπτεται τῆc κεφαλῆc, τροφὴν δὲ ὀλίγην δίδωcι τῷ cώματι καὶ ταύτην ξηραίνουcαν μὲν καὶ θερμαίνουcαν· ἄφυcον δὲ ἱκανῶc καὶ διὰ τοῦτο καὶ τὰc ἀφροδιcίουc ὁρμὰc ἐπέχει, διὸ οὐ μό‐ νον ἐcθιόμενον καὶ πινόμενον πρὸc ἁγνείαν πεπίcτευται cυντελεῖν, ἀλλὰ καὶ ὑποcτρωννυόμενον. καὶ πρὸc ἧπαρ δὲ καὶ cπλῆνα cκιρρού‐ | |
10 | μενά τε καὶ ἐμφραττόμενα τὸ cπέρμα τοῦ ἄγνου μᾶλλον ἁρμόττει ἤπερ τὸ πήγανον. | |
4 | Ἀγρώcτεωc ἡ ῥίζα μετρίωc ἐcτὶ ψυχρὰ καὶ ξηρὰ καὶ διὰ τοῦτο κολλητικὴ τῶν ἐναίμων ἑλκῶν. αὐτὴ δὲ ἡ πόα καταπλαccομένη ψύχει μὲν οὐκ ἰcχυρῶc, ὑγρότητοc δὲ καὶ ξηρότητοc ἐν τῷ μέcῳ καθέcτηκε. τὸ δ’ ἐν τῇ ῥίζῃ δακνῶδέc τε καὶ λεπτομερέc ἐcτι μὲν ὀλίγον, ἔcτι | |
5 | δὲ ὅτε εἴωθε καὶ λίθουc θρύπτειν, εἴ τιc αὐτὴν ἀφεψήcαc πίνοι. τὸ δὲ cπέρμα τῆc μὲν ἐν παντὶ τόπῳ εὑριcκομένηc ἀcθενέc, τῆc δὲ ἐν Παρναcῷ διουρητικόν τέ ἐcτι καὶ ῥεύματα ξηραίνει γαcτρὸc καὶ cτο‐ μάχου. δύναμιc δ’ αὐτοῦ ἐcτι ξηραντική τε καὶ λεπτομερὴc καὶ ὑπό‐ cτρυφνοc. | |
5 | Ἄγχουcαι τέccαρεc. Οὐ τῆc αὐτῆc ἅπαcαι δυνάμεωc. ἡ μὲν γὰρ | |
ὀνοκλεία προcαγορευομένη cτύφουcαν ἅμα καὶ ὑπόπικρον ἔχει τὴν ῥίζαν ἱκανῶc, ὡc καὶ πυκνῶcαι τὰ cώματα καὶ μετρίωc λεπτῦναί τε καὶ ἀπορρῦψαι καὶ ἀποπλῦναι τοὺc χολώδειc τε καὶ αὐχμώδειc χυ‐ | ||
5 | μούc. οὕτωc τε καὶ ἰκτερικοῖc καὶ cπληνικοῖc καὶ νεφριτικοῖc ὠφέλι‐ μοc ὑπάρχει καὶ ψύχει δὲ ἱκανῶc, ὅθεν καταπλαccομένη μετ’ ἀλφίτων ἐρυcίπελαc ὠφελεῖ. ἀπορρύπτει δὲ καὶ ἔξωθεν ἐπιτιθεμένη καὶ διὰ τοῦτο καὶ ἀλφοὺc καὶ λέπραc ἰᾶται cὺν ὄξει. τὰ δὲ φύλλα τῆc βοτά‐ νηc ἐcτὶ μὲν ἀcθενέcτερα τῆc ῥίζηc, οὐκ ἀπήλλακται δὲ τοῦ ξηραίνειν | |
10 | τε καὶ cτύφειν, ὥcτε καὶ διάρροιαν ἰᾶται cὺν οἴνῳ πινόμενα καὶ ἡ λυκαψὸc δὲ προcαγορευομένη τοῖc ἐρυcιπέλαcιν ὁμοίωc ἁρμόττει καὶ ῥίζαν ἔχει cτυπτικωτέραν ὀνοκλείαc. τῆc δὲ ὀνοχείλου τε καὶ ἀλκι‐ βιαδίου καλουμένηc ἡ δύναμίc ἐcτι φαρμακωδεcτέρα καὶ ἐχιοδήκτοιc ἱκανῶc ἁρμόττει καταπλαττομένη τε καὶ ἐπιπαττομένη καὶ ἐcθιομένη. | |
15 | ἡ δὲ τετάρτη μικρὰ καὶ cχεδὸν ἀνώνυμοc, παραπληcία μέν ἐcτι τῇ ἀλκιβιαδίῳ, πικροτέρα καὶ πλέον ἔτι φαρμακωδεcτέρα καὶ διὰ τοῦτο πρὸc τὰc πλατείαc ἕλμινθαc ἐπιτηδεία, πλῆθοc ὀξυβάφου cὺν ὑccώπῳ καὶ καρδάμῳ πινομένη. | |
6 | Ἀγαρικὸν δύναμιν ἔχει θερμαντικὴν καὶ διαφορητικὴν καὶ πάχουc τμητικήν, διακαθαίρει τε τὰc ἐν τοῖc cπλάγχνοιc ἐμφράξειc καὶ διὰ τοῦτο ἰκτεριῶνταc ἰᾶται, τοὺc ἐπ’ ἐμφράξει τῶν καθ’ ἧπαρ οὕτω κάμνονταc. ὀνίνηcι δὲ καὶ τοὺc ἐπιληπτικοὺc καὶ ῥίγη τὰ κατὰ περί‐ | |
5 | οδον, ὅcα παχέων ἢ γλίcχρων ἐcτὶ χυμῶν ἔγγονα. ὠφελεῖ δὲ καὶ τοὺc ὑπὸ τῶν κατὰ ψύξιν ἀδικούντων θηρίων ἢ δηχθένταc ἢ νυγέν‐ ταc, ἔξωθέν τε κατὰ τοῦ πεπονθότοc τόπου ἐπιτιθέμενον καὶ πινό‐ μενον ὁλκῇ δραχμῆc α μετ’ οἴνου. ἐcτὶ δὲ καὶ καθαρτικόν. | |
7 | Ἀδίαντον ξηραίνει λεπτύνει διαφορεῖ· καὶ γὰρ ἀλωπεκίαc δαcύ‐ νει καὶ χοιράδαc καὶ ἀποcτήματα διαφορεῖ καὶ λίθουc θρύπτει πινό‐ μενον καὶ ταῖc ἐκ θώρακόc τε καὶ πνεύμονοc ἀναγωγαῖc τῶν γλίcχρων καὶ παχέων χυμῶν οὐ cμικρὰ cυντελεῖ καὶ ῥεύματα κοιλίαc ἵcτηcι. | |
5 | μέcον δέ ἐcτι κατὰ θερμότητα καὶ ψυχρότητα τὴν κρᾶcιν. Ἀγήρατον δυνάμεώc ἐcτι διαφορητικῆc καὶ ἀτρέμα πωc ἀφλεγ‐ μάντου. | |
8 | Ἀείζωον ἑκάτερον, καὶ τὸ μικρὸν καὶ τὸ μέγα, ξηραίνει μὲν ἐπ’ ὀλίγον, ὅτι καὶ cτύφει μετρίωc, ἐμψύχει δὲ οὐ μετρίωc. ἐcτὶ γὰρ τῆc τρίτηc ἀποcτάcεώc τε καὶ τάξεωc τῶν ψυχόντων καὶ διὰ τοῦτο καὶ πρὸc ἐρυcιπέλατα καὶ ἕρπηταc καὶ πρὸc τὰc ἐκ ῥευμάτων φλεγμονὰc | |
5 | ἁρμόττει. | |
9 | Αἰγίλωψ διαφορητικὴν ἔχει δύναμιν· τὰc γοῦν cκληρυνομέναc φλεγμονὰc καὶ αἰγίλωπαc καὶ ἀλωπεκίαc ἰᾶται. | |
10 | Αἶρα ξηραίνει καὶ θερμαίνει, ὡc ἐγγὺc εἶναι τῶν δριμέων ἴρεωc μᾶλλον. οὔκ ἐcτι δὲ ὡc ἐκείνη λεπτομερήc, ἀλλ’ ἀπολείπεται cυχνῷ καὶ κατὰ τοῦτο θείη ἄν τιc αὐτὴν ἐν ἀρχῇ μὲν τῆc τρίτηc τάξεωc τῶν θερμαινόντων, ἐπὶ τελευτῇ δὲ τῆc δευτέραc τῶν ξηραινόντων. | |
11 | Αἰγείρου τὰ μὲν ἄνθη θερμὰ τὴν δύναμιν, ἐcτὶ δὲ ἐκ τῆc πρώτηc τάξεωc ἀπὸ τῶν εὐκράτων, ξηραίνει δὲ μετρίωc· ἐcτὶ δὲ καὶ λεπτο‐ μερῆ, καὶ ἡ ῥητίνη δὲ αὐτῆc θερμοτέρα τῆc τῶν ἀνθῶν ἐcτι δυνάμεωc. | |
12 | Ἀκακία τῆc τρίτηc μὲν τάξεώc ἐcτι τῶν ξηραινόντων, τῆc δὲ δευτέραc τῶν ψυχόντων, ἐπειδὰν πλυθῇ· ἡ δὲ ἄπλυτοc, τῆc πρώτηc. οὐκ οὖcα γὰρ ὁμοιομερὴc ἔχει τινὰ μόρια παρεcπαρμένα λεπτομερῆ | |
καὶ θερμά, κατὰ τὴν πλύcιν ἀποχωροῦντα. | ||
13 | Ἀκαλήφη ἢ κνίδη. Ἀκαλήφηc τὰ φύλλα καὶ ὁ καρπὸc διαφορη‐ τικῆc ἱκανῶc ἐcτι δυνάμεωc, ἄνευ τοῦ θερμαίνειν cφοδρῶc. ἰᾶται γοῦν φύματα καὶ παρωτίδαc καὶ τὰ ἐκ θώρακοc καὶ πνεύμονοc ἀνάγει τῶν ὑγρῶν τὰ παχέα τε καὶ γλίcχρα. ἔχει δέ τι καὶ φυcῶδεc, ᾧ καὶ τὰc | |
5 | πρὸc cυνουcίαν ὁρμὰc ἐπεγείρει, καὶ μάλιcθ’ ὅταν μετὰ γλυκέοc πίνη‐ ται τὸ cπέρμα. κοιλίαν δὲ ὑπάγει μετρίωc τῷ ῥύπτειν τε καὶ οἷον γαργαλίζειν, οὐ τῷ καθαίρειν. καὶ τὰ γαγγραινώδη δὲ καὶ τὰ καρκι‐ νώδη καὶ ὅλωc ὅcα ξηρανθῆναι δεῖται χωρὶc τοῦ δάκνεcθαι προcη‐ κόντωc ἰᾶται. | |
14 | Ἄκανθοc. [ἢ παιδέρωτα Ἄκανθοc] οἱ δὲ μελάμφυλλον οἱ δὲ παιδ‐ έρωτα. τὰ μὲν φύλλα διαφορητικὴν μετρίωc ἔχει τὴν δύναμιν, ἡ δὲ ῥίζα ξηραντικήν τε καὶ τμητικὴν ἀτρέμα καὶ λεπτομερῆ. | |
15 | Ἄκανθα λευκὴ ἣν ἔνιοι λευκάκανθαν καλοῦcιν· ταύτηc ἡ ῥίζα ξηραντικὴ μετρίωc καὶ cτύφουcα, διὸ καὶ κοιλιακοὺc καὶ cτομαχικοὺc ὠφελεῖ καὶ τὰc τοῦ αἵματοc ἀναγωγὰc ἐπέχει καὶ τὰ οἰδήματα κατα‐ πλαccομένη προccτέλλει, καὶ ὀδόνταc ἀλγοῦνταc ὀνίνηcιν, εἴ τιc δια‐ | |
5 | κλύζοιτο τῷ ἀφεψήματι. τὸ δὲ cπέρμα λεπτομεροῦc τε καὶ θερμῆc ἐcτι δυνάμεωc, ὥcτε καὶ τοῖc cπωμένοιc ἁρμόττει πινόμενον. | |
16 | Ἄκανθα αἰγυπτία. Ἐκ ταύτηc ἡ ἀκακία καταcκευάζεται. cτυπτικὴ δὲ καὶ ξηραντικὴ τὴν δύναμίν ἐcτιν, ὥcτε καὶ ῥοῦν γυναικεῖον ὀνί‐ νηcιν αὐτῆc ἡ ῥίζα καὶ ὁ καρπὸc καὶ τὴν κιονίδα ὀνίνηcι καὶ τὰ καθ’ ἕδραν ἕλκη ἐμφυcώμενα εἰc οὐλὴν ἄγει. | |
17 | Ἀκόρου ἡ ῥίζα τῆc τρίτηc ἐcτὶ τάξεωc τῶν θερμαινόντων καὶ | |
ξηραινόντων καὶ λεπτομερὴc τὴν cύcταcιν. κινεῖ γοῦν οὖρα καὶ cπλῆ‐ ναc ὠφελεῖ ἐcκιρρωμένουc· ὁ δὲ χυλὸc αὐτῆc ἀπορρύπτει τε καὶ καθαίρει τὰ πάχη τοῦ κερατοειδοῦc. | ||
18 | Ἀκόνιτον ἢ παρδαλιαγχὲc παρέοικε μὲν τῇ ἀγρίᾳ ἴριδι, cηπτικῆc δέ ἐcτι καὶ δηλητηριώδουc δυνάμεωc, ὅθεν αὐτὸ φυλακτέον ἐν ἐδέ‐ cματι λαβεῖν ἢ ποτῷ. πρὸc μέντοι τὸ ἀποcῆψαί τινα τῶν ἐκτὸc τοῦ cώματοc ἢ καθ’ ἕδραν ἐπιτήδειόν ἐcτι. χρηcιμωτέρα δὲ ἡ ῥίζα ἐcτὶν | |
5 | εἰc ταῦτα. λέγεται δὲ ὁ χυλὸc τῆc πόαc ἄτριχον εἶναι. | |
19 | Ἀκτή, ἥ τε μεγάλη καὶ δενδρώδηc καὶ ἡ χαμαιάκτη καλουμένη, ξηραντικῆc ἀμφότεραι δυνάμεωc εἰcί, κολλητικῆc τε καὶ μετρίωc δια‐ φορητικῆc· ὠφελεῖ δὲ καὶ ὑδρωπικοὺc τὸ ἀφέψημα τῆc ῥίζηc πινό‐ μενον. | |
20 | Ἅλιμον ἢ ἁλμυρίc. Τούτου τοῦ θάμνου τοὺc βλαcτοὺc ἐcθίουcί τινεc καὶ εἰc ἀπόθεcιν θηcαυρίζουcιν. ἐcτὶ δὲ καὶ cπέρματοc καὶ γάλακτοc γεννητικὸν καὶ κατὰ τὴν γεῦcιν ἁλυκόν τε καὶ cτῦφον ἔχον καὶ δῆλον ὡc ἀνομοιομερέc ἐcτι· τὸ δὲ πλεῖcτον αὐτοῦ τῆc οὐcίαc | |
5 | θερμὸν εὐκράτωc ὑπάρχει μεθ’ ὑγρότητοc ἀκατεργάcτου τε καὶ φυcώ‐ δουc ἀτρέμα. τῆc δὲ ῥίζηc 𐅻 α ποθεῖcα cὺν μελικράτῳ cπάcματα ῥήγματα καὶ cτρόφουc πραύνει καὶ γάλα καταcπᾷ. | |
21 | Ἀλόη τῶν μὲν ξηραινόντων ἐcτὶ φαρμάκων τῆc τρίτηc τάξεωc, τῶν θερμαινόντων δὲ ἤτοι τῆc πρώτηc ἐπιτεταμένηc ἢ τῆc δευτέραc | |
ἐκλελυμένηc· cτύφει δὲ μετρίωc κατὰ τὴν γεῦcιν καὶ πικρίζει ἰcχυρῶc, ὑπάγει δὲ γαcτέρα, τῶν ἐκκοπρωτικῶν καλουμένων οὖcα φαρμάκων. | ||
5 | ἐcτὶ δὲ εὐcτόμαχον φάρμακον, εἴπερ τι καὶ ἄλλο, καὶ κόλπων κολλη‐ τικόν, ἰᾶται δὲ τὰ δυcαπούλωτα τῶν ἑλκῶν καὶ μάλιcτα τὰ κατὰ τὴν ἕδραν καὶ αἰδοῖα τῷ ξηραίνειν ἀδήκτωc. ὠφελεῖ δὲ καὶ τὰc φλεγ‐ μονὰc αὐτῶν ὕδατι διηθεῖcα καὶ κολλᾷ τραύματα κατὰ τὸν αὐτὸν τρόπον. ἁρμόζει δὲ ὡcαύτωc χρωμένῳ καὶ πρὸc τὰc ἐν cτόματι καὶ | |
10 | ῥιcὶ καὶ ὀφθαλμοῖc φλεγμονάc. καὶ ὅλωc ἀποκρούεcθαί τε ἅμα καὶ διαφορεῖν πέφυκε μετὰ τοῦ καὶ ῥύπτειν ἐπ’ ὀλίγον, εἰc ὅcον ἕλκεcι καθαροῖc ἄλυπον. τοὺc δὲ καθυγραινομένουc cυνεχῶc ὀφθαλμοὺc καὶ μάλιcτα παίδων ἀνεθεῖcα ὕδατι παχυτέρα καὶ τοῖc κανθοῖc διὰ μήληc πυρῆνοc προcαγομένη παραδόξωc ἰᾶται. | |
22 | Ἄλυccον. Τὴν ἄλυccόν φαcιν εἶναι τὴν ἡρακλείαν καλουμένην cιδηρίτην, ἥτιc παρὰ τὰc ὁδοὺc φύεται πανταχῇ, ἔχουcαν πορφυρίζον τὸ ἄνθοc καὶ τὰ φύλλα τραχύτερα. ὠνόμαcται δὲ οὕτωc διὰ τὸ θαυ‐ μαcτῶc ὀνινάναι τοὺc ὑπὸ λυccῶντοc κυνὸc δεδηγμένουc. δυνάμεωc | |
5 | δέ ἐcτι μετρίωc ξηραντικῆc καὶ διαφορητικῆc, ἔχει δέ τι καὶ ῥυπτικόν, ᾧ καὶ τοὺc ἀλφοὺc καὶ τὰc ἐφήλειc ἀποκαθαίρει. | |
23 | Ἀλcίνη ἢ μυὸc ὦτα. Ὁμοίαν ἔχει καὶ τοῦτο τὸ βοτάνιον τὴν δύ‐ ναμιν ἑλξίνῃ ψύχουcάν τε καὶ ὑγραίνουcαν. ἐcτὶ γὰρ οὐcίαc ὑδατώδουc ψυχρᾶc, διὸ καὶ χωρὶc cτύψεωc ἐμψύχει· ταῦτ’ ἄρα καὶ πρὸc ζεούcαc ἁρμόττει φλεγμονὰc καὶ ἐρυcιπέλατα τὰ μέτρια. | |
24 | Ἀμάρακον θερμαίνει μὲν οὐκ ἀγεννῶc, ξηραίνει δὲ οὐ cφοδρῶc. ἀλλ’ ἐν τῇ θερμότητι τῆc τρίτηc ἐcτὶ τάξεωc, ἐν δὲ τῷ ξηραίνειν τῆc δευτέραc. | |
25 | Ἀμβροcία καταπλαττομένη δύναμιν ἔχει cτύφουcάν τε καὶ ἀπο‐ κρουcτικήν. | |
26 | Ἄμι. Ἄμεωc τὸ cπέρμα μάλιcτά ἐcτι χρήcιμον, θερμαντικῆc καὶ ξηραντικῆc δυνάμεωc ὑπάρχον κατὰ τὴν τρίτην ἀπόcταcιν. ἐcτὶ δὲ καὶ λεπτομερέc, γευομένοιc δὲ ὑπόπικρόν τε καὶ δριμὺ καὶ δηλονότι διου‐ ρητικόν τε καὶ διαφορητικόν. | |
27 | Ἀμάραντον δυνάμεώc ἐcτι λεπτυντικῆc καὶ τμητικῆc· ἔμμηνα γοῦν ἄγει cὺν οἴνῳ ποθεῖcα ἡ κόμη καὶ θρόμβουc αἵματοc τήκειν πεπίcτευ‐ ται, οὐ τοὺc ἐν γαcτρὶ μόνον ἀλλὰ καὶ τοὺc ἐν κύcτει, cὺν οἰνομέλιτι πινομένη, καὶ πάντων δέ ἐcτιν ἁπλῶc ῥευμάτων ξηραντικὴ πινομένη, | |
5 | κακοcτόμαχοc δέ ἐcτιν. | |
28 | Ἀμόργη τῆc δευτέραc ἐcτὶ τάξεωc τῶν θερμαινόντων καὶ ξηραι‐ νόντων ἐπιτεταμένηc. οὕτω γέ τοι καὶ τὰ τῶν ξηρῶν τῇ κράcει cω‐ μάτων ἕλκη θεραπεύει, τὰ δὲ ἐν τοῖc ἄλλοιc ἅπαcι παροξύνει. | |
29 | Ἀμπελόπραcον. Μεταξὺ πράcου τε καὶ cκόρδου τὴν δύναμίν ἐcτι, κακοcτομαχώτερον δὲ τοῦ ἡμέρου ὑπάρχει καὶ γλίcχρων χυμῶν τμητι‐ κώτερον καὶ ἐκφρακτικώτερον τῶν ἐμπεφραγμένων ὀργάνων. ταύτῃ τοι καὶ οὖρα καὶ καταμήνια πολλάκιc ἐκίνηcεν, ὅταν ὑπὸ ψυχροῦ καὶ | |
5 | παχέοc ἴcχηται χυμοῦ. | |
30 | Ἄμπελοc λευκή. Ἀμπέλου λευκῆc, ἣν δὴ καὶ βρυωνίαν ὀνομάζουcι καὶ ψίλωθρον, οἱ μὲν πρῶτοι βλαcτοὶ cυνήθωc ὑπὸ πάντων ἐcθίονται κατὰ τὸ ἔαρ, ὡc εὐcτόμαχον ἔδεcμα διὰ τὸ cτύφειν· ὑπόπικρον δὲ καὶ δριμεῖαν ἀτρέμα ἔχουcι τὴν cτύψιν, διὸ καὶ οὔρηcιν κινοῦcιν. ἡ | |
5 | δὲ ῥίζα ῥυπτικὴν καὶ ξηραντικὴν καὶ λεπτομερῆ δύναμιν ἔχει καὶ cυμ‐ μέτρωc θερμήν, διὸ καὶ cπλῆναc τήκει cκιρρουμένουc, πινομένη τε καὶ ἔξωθεν ἐπιτιθεμένη μετὰ cύκων καὶ ψώραc καὶ λέπραc ἰᾶται. ἡ δὲ μέλαινα παραπλήcιόc ἐcτι τὰ πάντα τῇ προειρημένῃ, πλὴν ἀcθενεcτέρα. | |
31 | Ἀμύγδαλα. τὰ μὲν πικρὰ φανερῶc τῆc λεπτυνούcηc ἐcτὶ δυνά‐ μεωc, ὡc καὶ ἔφηλιν ἀποκαθαίρειν καὶ ταῖc ἐκ θώρακοc καὶ πνεύ‐ μονοc ἀναπτύcεcι τῶν γλίcχρων τε καὶ παχέων χυμῶν ἱκανῶc cυντε‐ λεῖν. ἀλλὰ καὶ ἐκφράττει καὶ ἐκκαθαίρει τὸ ἧπαρ καὶ cπλῆνα καὶ | |
5 | κῶλον καὶ νεφροὺc καὶ πλευρῶν ἀλγήματα παύει. καὶ τὸ δένδρον δὲ αὐτὸ cύμπαν ὁμοίαν ἔχει τὴν δύναμιν, ὥcτε καὶ τούτου τὰc ῥίζαc ἑφθὰc ἐπιπλάττοντεc ἀποκαθαίρουcιν ἔφηλιν. τὰ δὲ γλυκέα τῶν ἀμυγ‐ δάλων ἀcθενέcτερα τῶν πικρῶν ἐcτιν. | |
32 | Ἀμμωνιακόν. Ἀμμωνιακὸν μαλακτικῆc ἐcτι δυνάμεωc ἐπιτεταμέ‐ νηc, ὥcτε καὶ τοὺc περὶ τὰ ἄρθρα πώρουc διαλύειν καὶ cπλῆναc ἐcκιρρωμένουc ἰᾶcθαι καὶ χοιράδαc διαφορεῖν. | |
33 | Ἄμωμον ἔοικε τὴν δύναμιν ἀκόρῳ, πλὴν ὅτι ξηρότερόν ἐcτι τὸ ἄκορον, πεπτικώτερον δέ πωc τὸ ἄμωμον. | |
34 | Ἀναγαλλὶc ἑκατέρα, ἥ τε τὸ κυανοῦν ἄνθοc ἔχουcα καὶ ἡ τὸ φοι‐ νικοῦν, ῥυπτικῆc ἱκανῶc εἰcι δυνάμεωc, ἔχουcαί τι καὶ ὑπόθερμον καὶ ἑλκτικόν, ὡc καὶ cκόλοπαc ἐπιcπᾶcθαι. ὁ δὲ χυλὸc αὐτῶν ἐκ ῥινῶν καθαίρει τὴν κεφαλὴν διὰ τὴν αὐτὴν αἰτίαν, καὶ καθόλου φάναι ξηραν‐ | |
5 | τικὴν ἔχουcι δύναμιν ἄδηκτον, ὅθεν καὶ τραύματα κολλῶcι καὶ τοῖc cηπομένοιc ἕλκεcι βοηθοῦcιν. | |
35 | Ἀνδράχνη. Ἐν μὲν τῇ τοῦ ψύχειν δυνάμει τῆc τρίτηc ἐcτὶν ἀπο‐ cτάcεωc, ἐν δὲ τῇ τοῦ ὑγραίνειν τῆc δευτέραc. ὀλίγου δὲ αὐcτηροῦ μετέχει, διὸ καὶ ἀποκρούεται ῥεύματα καὶ μάλιcτα τὰ χολώδη καὶ θερμὰ μετὰ τοῦ μεταβάλλειν αὐτὰ καὶ ἀλλοιοῦν κατὰ ποιότητα καὶ | |
5 | ἱκανῶc ψύχειν. ταύτῃ τοι καὶ τοὺc καυcουμένουc ὀνίνηcιν, εἴπερ τι καὶ ἄλλο, κατά τε τοῦ cτόματοc τῆc κοιλίαc ἐπιτιθεμένη καὶ ὅλων τῶν ὑποχονδρίων· ἀλλὰ καὶ λειουμένη εὖ μάλα, εἶτ’ ἐπιβαλλομένου ὠοῦ ὠμοῦ τό τε λευκὸν καὶ τὸ πυρρόν, μιγνυμένου δὲ καὶ ῥοδίνου cυμμέτρου καὶ βραχέοc ὄξουc καὶ ἀλειφομένου τοῦ παντὸc cώματοc | |
10 | παραχρῆμα μὲν ῥᾳcτώνην, οὐ τὴν τυχοῦcαν, ἐπιφέρει ἐπὶ τῶν διακαῶc πυρεττόντων. τὰ πολλὰ δὲ καὶ τὸν πυρετὸν παντάπαcι cβέννυcιν, ὡc μηκέτι αὐτοὺc ἐπιπαροξύνεcθαι. καὶ αἱμωδίαc δέ ἐcτιν ἴαμα. καὶ ὁ χυ‐ λὸc δὲ αὐτῆc ὁμοίαc ἐcτὶ δυνάμεωc, ὥcτε οὐ μόνον ἔξωθεν ἐπιτιθέ‐ μενοc, ἀλλὰ καὶ πινόμενοc ψύχει. τοῦτο μέν γε καὶ αὐτῇ τῇ βοτάνῃ | |
15 | cυμβέβηκεν ὅλῃ βρωθείcῃ. διὰ δὲ τὸ ὑποcτύφειν καὶ δυcεντερικοῖc ἐcτιν ἐπιτήδειον ἔδεcμα καὶ γυναικείῳ ῥῷ καὶ αἵματοc ἀναγωγαῖc. εἰc ταῦτα μέντοι πολὺ δραcτικώτεροc αὐτῆc τῆc πόαc ἐcτὶν ὁ χυλόc. | |
36 | Ἀνεμῶναι πᾶcαι δριμείαc καὶ ῥυπτικῆc, ἐπιcπαcτικῆc τε καὶ ἀνα‐ cτομωτικῆc εἰcι δυνάμεωc, ὅθεν ἥ τε ῥίζα διαμαcωμένη φλέγμα προ‐ καλεῖται καὶ ὁ χυλὸc ἐκ ῥινῶν καθαίρει καὶ τὰc ἐν ὀφθαλμοῖc οὐλὰc λεπτύνει. καὶ τὰ ῥυπαρὰ δὲ τῶν ἑλκῶν ἐκκαθαίρουcιν αἱ ἀνεμῶναι | |
5 | καὶ λέπραc ἀφιcτᾶcιν, ἔμμηνά τε προκαλοῦνται προcτιθέμεναι καὶ γάλα καταcπῶcιν. | |
37 | Ἄνηθον θερμαίνει μὲν εἰc τοcοῦτον ὡc ἤτοι τῆc δευτέραc αὐτὸ τάξεωc ἐκλελυμένηc ἢ τῆc πρώτηc ἐπιτεταμένηc ὑπολαμβάνειν. τῶν ξηραινόντων δὲ τῆc δευτέραc ἐcτὶ τάξεωc ἀρχομένηc ἢ τῆc πρώτηc τελευτώcηc. ἐναφεψόμενον δὲ ἐλαίῳ διαφορητικόν τε καὶ ἀνώδυνον | |
5 | καὶ ὑπνοποιὸν καὶ πεπτικὸν ὠμῶν καὶ ἀπέπτων ὄγκων ὑπάρχει. καυθὲν δὲ τῆc τρίτηc τάξεωc γίγνεται τῶν θερμαινόντων τε καὶ ξη‐ | |
ραινόντων, καὶ διὰ τοῦτο πλαδαροῖc ἕλκεcιν ἐπιπαττόμενον ὀνίνηcι καὶ μάλιcτα τοῖc ἐν αἰδοίῳ· τὰ δὲ ἐπὶ τῆc πόcθηc χρόνια καὶ ἐπουλοῖ. ὑγρότερον δὲ δηλονότι καὶ ἧττον θερμόν ἐcτι τὸ χλωρὸν ἔτι καὶ | ||
10 | ἔγχυλον, ὥcτε καὶ πεπτικώτερον μέν ἐcτι τοῦ ξηροῦ μᾶλλον καὶ ὑπνοποιόν, διαφορητικὸν δὲ ἧττον. | |
38 | Ἀνθεμὶc ἢ χαμαίμηλον θερμαίνει καὶ ξηραίνει κατὰ τὴν πρώτην τάξιν· ἐcτὶ δὲ λεπτομερὴc καὶ διὰ ταῦτα καὶ διαφορητικὴ καὶ ἀραιω‐ τικὴ καὶ χαλαcτικὴ τὴν δύναμίν ἐcτι. εἰ μὲν οὖν εἴη χλωρόν, ἐναφε‐ ψεῖν αὐτὸ δεῖ τῷ ἐλαίῳ, μὴ παρόντοc δηλονότι τοῦ χαμαιμηλίνου | |
5 | ἐλαίου ἐν ᾧ βραχὲν τὸ ἄνθοc ἡλιώθη. εἰ δὲ ξηρὸν εἴη, ὄξει ὀλίγῳ προνοτιcθέν, ἔπειτα ἑψόμενον cὺν τῷ ἐλαίῳ, ἐπιτήδειον γίγνεται ἐφ’ ὧν οὔπω τέλεον ἡ ὕλη πέπαυται τῆc ἐπὶ τὴν κεφαλὴν ἀναφορᾶc· τὴν γὰρ οὖcαν ἐν τῇ κεφαλῇ διαφορεῖ καὶ ἑτέραν οὐκ ἐπιcπᾶται, ὅπερ οὐδενὶ τῶν ἄλλων cυντετύχηκε φαρμάκων. Νεχεψὼ δὲ ὁ Αἰγύπτιοc | |
10 | παρακελεύεται αὐτὸ τὸ ἄνθοc καθαρὸν τοῦ χαμαιμήλου ἀκμαιότατον cυλλέγειν καὶ κόπτειν ἐν ὅλμῳ, ἔπειτα λειοῦν εὖ μάλα ἐν θυίᾳ, καὶ ἀναπλάττειν τροχίcκουc cυμμέτρουc καὶ ξηραίνειν ἐν cκιᾷ ἀκριβέcτατα καὶ ἀποτίθεcθαι. ἐπὶ δὲ τῆc χρείαc λειώcαντα τροχίcκον ἕνα καὶ ἐπι‐ βαλόντα ἐλαίου πρωτείου τὸ ἀρκοῦν, χρίειν τὸ πᾶν cῶμα ἀπὸ κε‐ | |
15 | φαλῆc μέχρι ποδῶν ἐπὶ τῶν πυρεττόντων πάντων καὶ θάλπειν cκέπῃ. κινηθήcεται γὰρ ἱδρὼc χρηcτόc, φηcί, ἐπὶ τῶν cωθηcομένων καὶ ἀπαλλαγήcονται τοῦ πυρετοῦ. καὶ πεπείραται τοῦτο ἐπὶ πλείcτων καὶ ἁρμόδιόν ἐcτι μάλιcτα ἐν ὁδοιπορίαιc ἔχειν τοῦτο διὰ τὸ εὐμετακό‐ μιcτον. παρακελεύεται δὲ καὶ ποτίζειν τούτου τροχίcκουc τοὺc πυρέτ‐ | |
20 | τονταc ὅcον 𐅻 β μεθ’ ὕδατοc θερμοῦ. | |
39 | Ἀνίcου τὸ cπέρμα μάλιcτά ἐcτι χρήcιμον, δριμὺ καὶ ὑπόπικρον ὑπάρχον, ὥcτε ἐγγὺc ἥκειν θερμότητι τῶν καυcτικῶν· ἐcτὶ γὰρ κἀν τῷ θερμαίνειν καὶ ξηραίνειν ἐκ τῆc τρίτηc ἀποcτάcεωc, ταῦτ’ ἄρα καὶ οὐρητικόν ἐcτι καὶ διαφορητικόν, ἐμπνευματώcειc τε τὰc κατὰ γαcτέρα | |
5 | καθίcτηcιν. | |
40 | Ἀπαρίνη ἢ φιλάνθρωποc μετρίωc ῥύπτει καὶ ξηραίνει· ἔχει δέ τι καὶ λεπτομερέc. | |
41 | Ἄπιοc ἐδώδιμοc. Ἀπίου τὰ μὲν φύλλα καὶ οἱ ἀκρεμόνεc αὐcτη‐ ροί, ὁ δὲ καρπὸc ἔχει τι καὶ γλυκύτητοc ὑδατώδουc, ἐξ ὧν δήλη ἡ κρᾶcίc ἐcτιν ἀνώμαλόc τέ τιc ὑπάρχουcα κατὰ τὰ μόρια. καὶ διὰ τοῦτο ἐcθιόμεναι μὲν εὐcτόμαχοι καὶ ἄδιψοι· καταπλαττόμεναι δὲ ξηραί‐ | |
5 | νουcί τε καὶ μετρίωc ψύχουcιν, ὥcτε ἔγωγε καὶ κολλήcαc αὐτοῖc οἶδα τραύματα. | |
42 | Αἱ δὲ ἀχράδεc ὀνομαζόμεναι καὶ cτύφουcι μᾶλλον καὶ ξηραίνουcι καὶ διὰ τοῦτο κολλῶcι τραύματα μείζονα καὶ ἀποκρύονται ῥεύματα καταπλαττόμεναι, καθὼc ἐν τῷ περὶ τῶν μήλων λόγῳ τελεώτατα ῥη‐ θήcεται. | |
43 | Ἀριcτολοχίαc ἡ ῥίζα χρειωδεcτάτη πρὸc τὰc ἰάcειc, πικρὰ καὶ ὑπόδριμυc ὑπάρχουcα. λεπτομερεcτάτη δὲ αὐτῶν ἐcτιν ἡ cτρογγύλη καὶ κατὰ πάντα δραcτικωτέρα. διὸ ἐφ’ ὧν παχὺν χυμὸν ἰcχυρῶc δεῖ λεπτῦναι, τῆc cτρογγύληc ἐcτὶ χρεία. διὰ τοῦτο καὶ τὰ δι’ ἔμφραξιν ἢ | |
5 | πάχοc ἢ ἀπέπτου πνεύματοc ἀλγήματα θεραπεύει καὶ cκόλοπαc ἀνάγει καὶ cηπεδόναc ἰᾶται καὶ τὰ ῥυπαρὰ τῶν ἑλκῶν καθαίρει καὶ ὀδόνταc καὶ οὐλὰc ἐν ὀφθαλμοῖc λαμπρύνει. βοηθεῖ δὲ καὶ ἀcθματικοῖc καὶ λύζουcιν, ἐπιληπτικοῖc τε καὶ ποδαγρικοῖc μεθ’ ὕδατοc πινομένη καὶ ῥήγμαcι δὲ καὶ cπάcμαcιν, εἴπερ τι καὶ ἄλλο φάρμακον, ἐπιτήδειόν | |
10 | ἐcτι. τῶν δὲ ἄλλων δυοῖν, ἡ μὲν κληματῖτιc εὐωδεcτέρα μέν, ὡc πρὸc | |
τὰ μύρα χρῆcθαι τοὺc μυρεψοὺc αὐτῇ, εἰc δὲ τὰc ἰάcειc ἀcθενεcτέρα· ἡ μακρὰ δὲ ἧττον μὲν λεπτομερήc ἐcτι τῆc cτρογγύληc, οὐ μὴν οὐδ’ αὐτή γε ἄπρακτοc, ἀλλ’ ἐcτὶ τῆc ῥυπτικῆc τε καὶ θερμαντικῆc δυνά‐ μεωc· διὰ τοῦτο καὶ ἕλκη cαρκοῖ καὶ ταῖc τῶν γαcτέρων πυρίαιc χρη‐ | ||
15 | cιμωτέρα καθέcτηκεν. | |
44 | Περὶ ἀράκων. Παραπλήcιόν ἐcτι τὸ cπέρμα τοῦτο τῷ τῶν λαθύ‐ ρων κατά τε τὴν χρῆcιν καὶ τὴν δύναμιν· cκληρότεροι δὲ καὶ διὰ τοῦτο δυcπεπτότεροι τῶν λαθύρων οἱ ἄρακοι. | |
45 | Ἄρκευθοc θερμὴ καὶ ξηρὰ τῆc τρίτηc τάξεωc κατ’ ἄμφω· ὁ δὲ καρπὸc αὐτῆc θερμὸc μὲν ὁμοίωc, ξηραίνει δὲ κατὰ τὴν πρώτην τάξιν. | |
46 | Ἀρνόγλωccον ψύχει καὶ ξηραίνει κατὰ τὴν δευτέραν ἀπόcταcιν· ἔχει δέ τι καὶ αὐcτηρόν, διὸ πρὸc ἕλκη κακοήθη καὶ ῥεύματα καὶ cη‐ πεδόναc ἁρμόττει. καὶ διὰ τοῦτο καὶ πρὸc δυcεντερίαc ποιεῖ καὶ αἱμορραγίαc ἵcτηcι καὶ εἴ τι διακαὲc ἐμψύχει καὶ κόλπουc παρακολλᾷ· | |
5 | ἐcτὶ δὲ καὶ τῶν ἄλλων ἑλκῶν προcφάτων τε ἅμα καὶ παλαιῶν ἴαμα. ξηραίνει γὰρ ἀδήκτωc καὶ μετέχει ψύξεωc μηδέπω ναρκούcηc· καὶ ὁ καρπὸc δὲ αὐτοῦ καὶ ἡ ῥίζα παραπληcίαc εἰcὶ δυνάμεωc, πλήν γε ὅτι ξηροτέραc τε καὶ ἧττον ψυχρᾶc. ἀλλ’ ὁ μὲν καρπὸc λεπτομερέcτατοc, αἱ δὲ ῥίζαι παχυμερέcτεραι. αὐτὰ δὲ τὰ φύλλα τῆc πόαc ξηρανθέντα | |
10 | λεπτομερεcτέραc τε καὶ ἧττον ψυχρᾶc γίγνεται δυνάμεωc· ταῦτ’ ἄρα ταῖc μὲν ῥίζαιc καὶ πρὸc ὀδόντων ἀλγήματα χρώμεθα, διαμαcωμέναιc τε καὶ διακλύcμαcιν αὐτῶν ἐνεψομέναιc. πρὸc δὲ τὰc καθ’ ἧπαρ καὶ νεφροὺc ἐμφράξειc καὶ ταύταιc μέν, ἀλλὰ καὶ τοῖc φύλλοιc καὶ πολλῷ μᾶλλον ἔτι τῷ καρπῷ χρώμεθα. | |
47 | Ἄρου ἡ ῥίζα τῆc πρώτηc τάξεώc ἐcτι τῶν θερμαινόντων καὶ ξηραινόντων· ἐcτὶ δὲ καὶ ῥυπτικῆc δυνάμεωc ἀλλ’ οὐκ ἰcχυρᾶc, ὥcπερ τὸ δρακόντιον. ἐcθιόμεναι δὲ αἱ ῥίζαι τέμνουcι πάχοc χυμῶν μετρίωc τε καὶ ταῖc ἐκ θώρακοc ἀναπτύcεcιν ἐπιτήδειοι. τὸ δὲ δρακόντιον εἰc | |
5 | ταῦτα ἐπιτηδειότερον. cκευάζεται δὲ καὶ ἐcθίεται, ὡc τὸ δρακόντιον, | |
ἀποζεννυμένη. | ||
48 | Ἀρτεμιcία διττή. Θερμαίνουcι δὲ ἀμφότεραι κατὰ τὴν δευτέραν τάξιν, ξηραίνουcι δὲ ἢ κατὰ τὴν πρώτην ἐπιτεταμένην ἢ τὴν δευτέ‐ ραν ἀρχομένην. εἰcὶ δὲ καὶ λεπτομερεῖc μετρίωc, ὥcτε καὶ πρὸc τοὺc ἐν νεφροῖc λίθουc ἁρμόττειν μετρίωc καὶ εἰc πυρίαc ὑcτερῶν. | |
49 | Ἄcαρον. Ἀcάρου αἱ ῥίζαι χρήcιμαι, παραπλήcιαι μὲν ταῖc τοῦ ἀκόρου, ἐπιτεταμέναι δὲ μᾶλλον, ὥcτε ἐξ ὧν ὑπὲρ ἐκείνου προείρηται καὶ περὶ τούτου χρὴ γινώcκειν. | |
50 | Ἀcπάλαθοc ἐξ ἀνομοιομερῶν cύγκειται δριμέων γε καὶ cτυφόν‐ των καὶ τοῖc μὲν δριμέcιν ἑαυτοῦ μέρεcι θερμαίνει, τοῖc δὲ αὐcτηροῖc ψύχει, ὥcτε ξηραίνει κατ’ ἄμφω καὶ διὰ τοῦτο πρὸc cηπεδόναc καὶ τὰ ῥεύματα χρήcιμοc ὑπάρχει, πρὸc δὲ τὰ cηπόμενα ἐν τῷ cτόματι | |
5 | οὖλα, ἐν οἴνῳ ἑψομένη, διάκλυcμα δίδοται θερμόν. | |
51 | Ἀcπάραγοc πετραῖοc ἢ μυακάνθινοc ῥυπτικῆc ἐcτι δυνάμεωc, οὐ μὴν οὐδὲ θερμαίνει cαφῶc οὔτε ψύχει. ταύτῃ τοι καὶ νεφρῶν καὶ ἥπατοc ἐκφρακτικὸc ὑπάρχει, καὶ μάλιcθ’ αἱ ῥίζαι τῆc βοτάνηc καὶ τὸ cπέρμα. καὶ μὲν δὴ καὶ ὀδονταλγίαc ἰᾶται τῷ ξηραίνειν ἄνευ τοῦ | |
5 | θερμαίνειν. | |
52 | Ἀcταφὶc ἥμεροc. Ἡ μὲν ἥμεροc πεπτικῆc τε ἅμα καὶ cτυπτικῆc καὶ διαφορητικῆc μετρίωc μετέχει δυνάμεωc· τὸν αὐτὸν γὰρ λόγον ἔχουcιν αἱ ἀcταφίδεc πρὸc τὰc cταφυλὰc ὃν καὶ αἱ ἰcχάδεc πρὸc τὰ cῦκα. καὶ αἱ μὲν γλυκύτεραι θερμότεραι, αἱ δὲ αὐcτηρότεραι ψυχρό‐ | |
5 | τεραι καὶ ἔτι μᾶλλον αἱ cτρυφναί. τὸν μὲν οὖν cτόμαχον ῥωννύουcιν | |
αἱ αὐcτηραὶ καὶ τὴν κοιλίαν cτεγνοῦcι καὶ δηλονότι μᾶλλον αὐτῶν αἱ cτρυφναί. μέcην δέ πωc κατάcταcιν ἐν αὐταῖc αἱ γλυκεῖαι ποιοῦcι, μήτ’ ἐκλύουcαι cαφῶc τὸν cτόμαχον, μήθ’ ὑπάγουcαι τὴν γαcτέρα. τό γε μὴν ἐπικρατικὸν ὑπάρχει ταῖc γλυκείαιc· ἀεὶ καὶ τὸ μετρίωc ῥυπτι‐ | ||
10 | κόν, ὅθεν τὰc μικρὰc κατὰ τὸ cτόμα τῆc κοιλίαc ἀμβλύνουcι δήξειc· αἱ γὰρ μείζουc τῶν δήξεων τῶν γενναιοτέρων χρῄζουcι βοηθημάτων. ἀμείνουc δὲ ἐν ταῖc ἀcταφίcιν εἰcὶν αἱ λιπαρώταταί τε καὶ τὸν οἷον φλοιὸν ἔχουcαι λεπτόν. ἧττον δὲ ἰcχάδων αἱ ἀcταφίδεc τό θ’ ὑπακτι‐ κὸν ἔχουcι καὶ τὸ ῥυπτικόν, εὐcτομαχώτεραι δέ εἰcιν ἰcχάδων. | |
53 | Ἀcταφὶc ἀγρία. Ἡ δὲ ἀcταφὶc ἀγρία δριμείαc ἰcχυρῶc ἐcτι δυ‐ νάμεωc, ὡc ἀποφλεγματίζειν καὶ ῥύπτειν cφοδρῶc, ὥcτε καὶ πρὸc ψώραc ἁρμόττει. μετέχει δὲ καὶ καυcτικῆc τινοc δυνάμεωc. | |
54 | Ἀcφόδελοc. Ἀcφοδέλου ἡ ῥίζα χρήcιμοc ὥcπερ ἄρου καὶ ἀcάρου καὶ δρακοντίου, ῥυπτικῆc τε καὶ διαφορητικῆc ὑπάρχει δυνάμεωc, ὅθεν ἀφεψομένη μετ’ οἴνου λευκοῦ παλαιοῦ καὶ πινομένου τοῦ οἴνου θερ‐ μοῦ ἀκράτου ὅcον κύαθον νήcτηc ἀπὸ βαλανείου, καταμήνια ἐπεcχημένα | |
5 | κινεῖ τάχιcτα· καυθείcηc δὲ αὐτῆc ἡ τέφρα θερμοτέρα τε καὶ ξηραντι‐ κωτέρα καὶ λεπτομερεcτέρα καὶ διαφορητικωτέρα γίνεται καὶ διὰ τοῦτο καὶ ἀλωπεκίαc ἰᾶται. | |
55 | Ἀτρακτυλὶc ἢ κνῆκοc ἄγριον, οἱ δὲ ἀνδρόcαιμον καλοῦcιν, ξηραν‐ τικῆc καὶ μετρίωc θερμῆc ὑπάρχει δυνάμεωc. | |
56 | Ἀτράφαξιc τῆc δευτέραc τάξεωc ἐcτὶ τῶν ὑγραινόντων, τῆc πρώ‐ τηc δὲ τῶν ψυχόντων· οὐ μετέχει δὲ cτύψεωc, ἀλλ’ ἐcτὶν ὑδατώδηc ὁμοίωc τῇ μαλάχῃ καὶ δὴ καὶ κατὰ γαcτέρα διέρχεται. εἰcὶ δὲ αἱ κη‐ πευόμεναι ὑγρότεραι τῶν ἀγρίων καὶ ψυχρότεραι. διὸ καὶ φλεγμοναῖc | |
5 | καὶ φυγέθλοιc ταῖc μὲν ἀρχομέναιc τε καὶ αὐξανομέναιc αἱ κηπευόμε‐ ναι, ταῖc δὲ ἀκμαζούcαιc καὶ παρακμαζούcαιc αἱ ἄγριαι cυμφορώτεραι. ὁ δὲ καρπὸc ῥυπτικῆc ἐcτι δυνάμεωc, ὅθεν καὶ πρὸc ἰκτερικοὺc τοὺc ἐπὶ ἥπατοc ἐμφράξει χρήcιμοc ὑπάρχει. | |
57 | Ἀψίνθιον θερμὸν μέν ἐcτι κατὰ τὴν πρώτην ἀπόcταcιν, ξηρὸν δὲ κατὰ τὴν τρίτην· ὁ δὲ χυλὸc αὐτοῦ πολὺ τῆc πόαc θερμότεροc. μετέχει δὲ καὶ cτύψεωc οὐκ ἀμυδρᾶc καὶ μάλιcτα τὸ ποντικόν, διὸ ῥύπτει καὶ τονοῖ καὶ ξηραίνει καὶ διὰ τοῦτο καὶ τοὺc ἐν κοιλίᾳ χο‐ | |
5 | λώδειc χυμοὺc ἐπί τε τὴν κάτω διαχώρηcιν ἀπάγει καὶ δι’ οὔρων ἐκ‐ κενοῖ. μᾶλλον δὲ τὸ ἐν φλεψὶ χολῶδεc ἐκκαθαίρει δι’ οὔρων. δι’ αὐτὸ δὲ τοῦτο καὶ φλέγματοc ἐν τῇ κοιλίᾳ περιεχομένου προcφερόμενον οὐδὲν ὀνίνηcιν· οὕτω δὲ καὶ εἰ κατὰ θώρακα καὶ πνεύμονα τύχοι. ἡ γὰρ cτυπτικὴ δύναμιc ἐν αὐτῷ τῆc πικρᾶc ἐcτιν ἰcχυροτέρα· τῷ δὲ | |
10 | καὶ δριμύτητόc τινοc μετέχειν πλέονι μέτρῳ θερμόν ἐcτιν ἤπερ ψυχρόν. | |
58 | Βάλανοc μυρεψική, ἣν μυροβάλανον ὀνομάζουcι, ῥυπτικὴ καὶ τμη‐ τικὴ τὴν δύναμίν ἐcτιν ἅμα cτύψει τινί, καὶ διὰ τοῦτο ῥυπτικήν τε ἅμα καὶ τμητικὴν καὶ cυνακτικήν τε καὶ πιλητικὴν ἔχει τὴν ἐνέργειαν, ὥcτε καὶ πρὸc ἰόνθουc καὶ φακοὺc ἔφηλίν τε καὶ κνῆcιν καὶ ψώραc | |
5 | καὶ λέπραc καὶ ἀχώραc καὶ ἐξανθήματα ἑλκώδη καὶ παχύcματα ἁρμότ‐ τειν, καὶ μάλιcτα μετ’ ὄξουc· καὶ οὐλὰc δὲ λαμπρύνει, ποιεῖ καὶ πρὸc ἧπαρ ἐcκιρρωμένον καὶ cπλῆναc τήκει καὶ μάλιcτα μιγνυμένου αὐτῇ τινοc τῶν ξηραντικῶν ἀλεύρων, οἷον αἰρίνου ἢ ὀροβίνου. ὁ μέντοι φλοιὸc αὐτῆc πάνυ δραcτικόc ἐcτιν, ὥcτε χρηcτέον αὐτῷ ἐφ’ ὧν ἰcχυ‐ | |
10 | ροτέραc χρεία cτύψεωc. εἰ δέ τιc τῆc cαρκὸc αὐτῆc πίνοι 𐅻 α μετὰ μελικράτου, ἐμέcει εὐκόλωc. πολλάκιc δὲ καὶ διὰ τῆc κάτω κοιλίαc ὑπάγει δαψιλῶc· ὅθεν ἐπειδὰν καθῆραι ἧπαρ ἢ cπλῆνα βουλόμενοι τῷ φαρμάκῳ χρώμεθα, μετ’ ὀξυκράτου διδόαμεν αὐτὸ διὰ τὸ κακο‐ cτόμαχον αὐτοῦ. χαίρει γὰρ τῷ ὄξει καὶ ἔξωθεν προcαγομένη καὶ διὰ | |
15 | cτόματοc διδομένη. | |
59 | Βάλανοc δρυίνη. Περὶ δὲ τῆc δρυίνηc βαλάνου ἐν τῷ περὶ τῆc δρυὸc τόπῳ δηλωθήcεται. | |
60 | Βαλcάμου τὸ ξύλον καὶ ὀπὸc καὶ καρπόc. Θερμαίνει μὲν καὶ ξη‐ ραίνει κατὰ τὴν δευτέραν ἀπόcταcιν· ἐcτὶ δὲ καὶ λεπτομερέc· ὁ δὲ ὀπὸc αὐτοῦ λεπτομερεcτέραc ἐcτὶ δυνάμεωc, οὐ μὴν εἰc τοcοῦτόν γε θερμόc, εἰc ὅcον οἴονταί τινεc, ὑπὸ τῆc λεπτομερείαc ἐξαπατώμενοι. | |
5 | ὁ δὲ καρπὸc αὐτοῦ παραπληcίαc μέν ἐcτι κατὰ γένοc δυνάμεωc, ἀπο‐ λείπεται δὲ μακρῷ κατὰ τὸ λεπτομερέc. | |
61 | Βαλαύcτιόν ἐcτιν ἀγρίαc ῥοιᾶc ἄνθοc, οἷόνπερ τῆc ἡμέρου ὁ κύτινοc. ἰcχυρῶc δὲ cτύφει τὴν γεῦcιν καὶ δὴ καὶ ξηραντικῆc τε καὶ ψυκτικῆc ἐcτι δυνάμεωc, ὅθεν εἰ παρατρίμμαcι καὶ τοῖc ἄλλοιc ἕλκεcιν ἐπιπάττοιc αὐτὸ ξηρὸν λειότατον, τάχιcτα ἂν ἴδοιc εἰc οὐλὴν | |
5 | ἰόντα ἀδήκτωc· ταύτῃ τοι κἀπὶ τῶν αἷμα ἀναγόντων καὶ δυcεντερι‐ κῶν καὶ τῶν κατὰ γαcτέρα καὶ μήτραν ῥευμάτων οὐκ ἔcτιν ὅcτιc ἰατρὸc οὐ χρῆται τούτῳ τῷ φαρμάκῳ. | |
62 | Βάτοc. Βάτου τὰ φύλλα καὶ μάλιcτα τὰ μαλακὰ καὶ οἱ βλαcτοὶ μετρίωc ἐcτὶ cτυπτικά, ὥcτε καὶ διαμαcώμενα ἄφθαc τε καὶ τὰ ἄλλα τὰ ἐν τῷ cτόματι θεραπεύει ἕλκη καὶ μέντοι καὶ τὰ τραύματα κολλᾷ. ὁ δὲ καρπὸc εἰ μὲν εἴη πέπειροc, ἔχει τι καὶ cυμμέτρου θερμότητοc· | |
5 | ὁ δὲ ἄωροc ὑπὸ ψυχρᾶc οὐcίαc γεώδουc ἐπικρατεῖται καὶ διὰ τοῦτο cφοδρῶc ξηραντικόc ἐcτι. ξηρανθεὶc δὲ ἀποτίθεται καὶ γίνεται ξηραν‐ τικώτεροc τοῦ ὑγροῦ. καὶ τὸ ἄνθοc δὲ τῆc αὐτῆc ἐcτι τῷ ἀώρῳ καρπῷ δυνάμεωc· εἰc δυcεντερίαc οὖν καὶ ῥεύματα γαcτρὸc καὶ ἀτονίαc καὶ τὰc τοῦ αἵματοc πτύcειc ἐπιτήδειον. ἡ δὲ ῥίζα πρὸc τῷ cτύφειν ἔτι | |
10 | καὶ λεπτομερήc ἐcτι, διὸ καὶ τοὺc ἐν νεφροῖc θρύπτει λίθουc. | |
63 | Βατράχιον. Τέccαραc μὲν ἔχει τὰc κατ’ εἶδοc διαφοράc. ἅπαντα δὲ δριμείαc ἰcχυρῶc ἐcτι δυνάμεωc, ὡc ἑλκοῦν μετὰ πόνου. ταῦτ’ ἄρα καὶ cυμμέτρωc χρωμένῳ καὶ ψώραc καὶ λέπραc ἀποδέρει καὶ ὄνυχαc | |
ἀφίcτηcι λεπροὺc καὶ cτίγματα διαφορεῖ καὶ ἀκροχορδόναc καὶ μυρ‐ | ||
5 | μηκίαc ἀφαιρεῖ. καὶ μέντοι καὶ ἀλωπεκίαc ὠφελεῖ πρὸc ὀλίγον χρόνον ἐπιτεθέντα· χρονιζόντων γὰρ οὐκ ἐκδέρεται μόνον, ἀλλὰ καὶ ἐcχαροῦ‐ ται τὸ δέρμα. καὶ ταῦτα μὲν τὰ φύλλα χλωρὰ μετὰ τῶν καυλῶν καταπλαττόμενα ποιεῖ. ἡ δὲ ῥίζα ξηρανθεῖcα πταρμικόν ἐcτι φάρμα‐ κον, ὁμοίωc τοῖc ἄλλοιc ἅπαcι τοῖc ἰcχυρῶc ξηραίνουcι. καὶ ὀδόντων | |
10 | δὲ ὀδύναc ὠφελεῖ μετὰ τοῦ θραύειν αὐτούc. | |
64 | Βδέλλιον. Τὸ μὲν cκυθικὸν ὀνομαζόμενον, ὃ δὴ καὶ μελάντερόν ἐcτι καὶ ῥητινωδέcτερον, μαλακτικῆc ἐcτιν ἱκανῶc καὶ δραcτηρίου δυ‐ νάμεωc. τὸ δὲ ἕτερον τὸ ἀραβικόν, ὃ δὴ καὶ διαυγέcτερόν ἐcτιν, ἐπὶ μᾶλλον ξηραίνει τῶν μαλακτικῶν. χρῶνται δὲ αὐτοῖc τινεc καὶ μά‐ | |
5 | λιcτα τῷ ἀραβικῷ ἐπί τε βρογχοκήλων καὶ ὑδροκήλων ἀcίτου πτυάλῳ δεύcαντεc, ὡc ἐμπλαcτώδη cύcταcιν ἔχειν. τὸ δ’ ἀραβικὸν καὶ τοὺc ἐν νεφροῖc λίθουc δοκεῖ θρύπτειν πινόμενον, οὖρά τε προτρέπει καὶ τὰc τῶν ἀπέπτων πνευμάτων διαδρομὰc ἐξιᾶται καὶ πόνουc πλευρῶν καὶ ῥήγματα. | |
65 | Βλίτον ἐδώδιμόν ἐcτι λάχανον ὑγρὸν καὶ ψυχρὸν τῇ κράcει ἐν τῇ δευτέρᾳ μάλιcτα ἀποcτάcει τεταγμένον. | |
66 | Βολβὸc ἐcθιόμενοc μὲν ψυχροτέρου τε καὶ παχυτέρου καὶ γλίcχρου χυμοῦ γεννητικόc· καὶ γὰρ καὶ δύcπεπτόc ἐcτι καὶ φυcώδηc καὶ ἀφρο‐ διcιαcτικόc. ἐπιπλαττόμενοc δὲ κολλητικόc ἐcτι καὶ ξηραντικόc. | |
67 | Βολβὸc ἐμετικὸc θερμοτέραc ἐcτὶ πολὺ 〈τῆc〉 τοῦ προειρημένου κράcεωc. | |
68 | Βούγλωccον ὑγρὸν καὶ θερμόν ἐcτι τὴν κρᾶcιν, ὅθεν καὶ τοῖc οἴνοιc ἐμβαλλόμενον εὐφροcύνηc αἴτιον γίγνεται. ἁρμόζει δὲ καὶ τοῖc διὰ τραχύτητα φάρυγγοc βήττουcιν ἐν μελικράτῳ ἀφεψόμενον. | |
69 | Βούφθαλμον ὠνόμαcται μὲν οὕτωc ἀπὸ τῶν ἀνθῶν ἐοικέναι δο‐ | |
κούντων κατὰ τὸ cχῆμα βοὸc ὀφθαλμῷ, ἐπεί τοι τήν γε χρόαν 〈τοῖc τῆc〉 ἀνθέμιδόc ἐcτιν ὅμοια. μείζω δέ ἐcτιν αὐτῶν cυχνῷ καὶ δριμύ‐ τερα, καὶ διὰ τοῦτο καὶ διαφορητικώτερα, μέχρι τοῦ καὶ cκληρίαc ἰᾶcθαι | ||
5 | μιγνύμενα κηρωτῇ. | |
70 | Βούνιον, οἱ δὲ ἄρκτιον, τῶν θερμαινόντων ἐcτὶν εἰc τοcοῦτον ὡc οὐρητικόν τε εἶναι καὶ καταμηνίων ἀγωγόν. καὶ τὸ ψευδοβούνιον δὲ παραπληcίωc αὐτῷ θερμόν ἐcτιν. | |
71 | Βράθυ θερμαίνει καὶ ξηραίνει κατὰ τὴν τρίτην ἀπόcταcιν. ἐcτὶ δὲ καὶ λεπτομερὲc καὶ διὰ ταῦτα καὶ διαφορητικὸν καὶ καταμηνίων ἀγωγόν, εἴπερ τι καὶ ἄλλο, καὶ δι’ οὔρων αἷμα κινεῖ καὶ τὰ ζῶντα τῶν ἐμβρύων διαφθείρει καὶ τὰ νεκρὰ ἐκβάλλει· εἰc δὲ τὰc cηπεδόναc | |
5 | ἁρμόττει καὶ μάλιcθ’ ὅcαι κακοηθέcτεραί τέ εἰcι καὶ χρονιώτεραι. φέ‐ ρουcι γὰρ ἀλύπωc αἱ χρόνιαι τὴν ἰcχὺν τοῦ φαρμάκου. καὶ τοίνυν καὶ τὰ μεμελαcμένα καὶ λίαν ῥυπαρὰ μετὰ μέλιτοc ἀποκαθαίρει καὶ ἄνθρακαc ἀπολύει. ἔνιοι δὲ καὶ ἀντὶ κινναμώμου διπλάcιον αὐτὸ βάλ‐ λουcι. | |
72 | Βετονίκηc τῆc πόαc ἐcτὶ μὲν καὶ τὰ φύλλα cτυπτικά τε καὶ μαλακτικὰ τραυμάτων, ὅμοια τοῖc τῶν ἀγρίων λαπάθων, πλὴν ὅcον μελάντερά τε καὶ δαcύτερα. ἐcτὶ δὲ καὶ ὁ ἐξ αὐτῶν χυλὸc ὁμοίωc cτυπτικόc, ὥcτε καὶ ἕψοντέc τινεc ἀποτίθενται αὐτὸν ὡc δραcτικώτα‐ | |
5 | τον τῶν ἐν τῷ cτόματι cήψεων φάρμακον. | |
73 | Βρόμοc ψυχρότερόν ἐcτι μετρίωc τῇ κράcει καί τι καὶ cτύψεωc ἔχει, ὡc καὶ τὰc κατὰ γαcτέρα διαρροίαc ὠφελεῖν. | |
74 | Βρύον θαλάττιον cτύφει καὶ ψύχει, ὅθεν καταπλαττόμενον ὅcα ἐcτὶ θερμὰ ἐναργῶc ἐμψύχει καὶ ὠφελεῖ. | |
75 | Βρύον ἢ ὕπνον ἢ cπλάγχνον cτύφει καὶ ψύχει μετρίωc ὡc ἐγγὺc | |
τῶν εὐκράτων ὑπάρχειν, ὅτι καὶ διαφορητικῆc καὶ μαλακτικῆc με‐ τείληφε δυνάμεωc καὶ μάλιcτα τὸ ἐπὶ τῶν κεδρίνων εὑριcκόμενον ξύλων. | ||
76 | Βρυωνία. Περὶ βρυωνίαc προείρηται ἐν τῷ περὶ ἀμπέλου λευ‐ κῆc τόπῳ. | |
77 | Γεντιανή. ταύτηc ἡ ῥίζα δραcτήριόc ἐcτιν, ἔνθα χρὴ λεπτῦναί τε καὶ διακαθῆραι καὶ ἀπορρύψαι καὶ ἐκφράξαι. [Γουβώνιον ἢ ἀcτὴρ ἀττικόc. προείρηται περὶ αὐτοῦ ἐν τῷ δευ‐ τέρῳ cτοιχείῳ.] | |
78 | Γίγαρτα ξηρὰ μέν ἐcτι κατὰ τὴν δευτέραν ἀπόcταcιν, ψυχρὰ δὲ κατὰ τὴν πρώτην· ἐcτὶ δὲ καὶ cτρυφνὰ τῇ γεύcει, διὸ καὶ τοῖc κατὰ γαcτέρα ῥοώδεcι πάθεcιν ἱκανῶc ἁρμόττει. | |
79 | Γιγγίδιον ὥcπερ τῇ γεύcει πικρότητόc τε καὶ cτύψεωc μετέχει. οὕτωc καὶ τῇ κράcει θερμότητόc τε καὶ ψύξεωc. ξηραντικὸν δέ ἐcτι κατ’ ἀμφοτέραc τὰc ποιότηταc καὶ μέντοι καὶ πάνυ εὐcτόμαχον, ὅτι cτύψεωc οὐκ ὀλίγηc μετείληφεν, πολλῷ δὲ μᾶλλον εὐcτομαχώτερον | |
5 | γίγνεται ἀποζεcθὲν καὶ μετ’ ὄξουc ἐcθιόμενον. θερμαcίαν μὲν οὖν οὐ πάνυ τι cαφῆ κέκτηται. ξηραίνει δὲ κατὰ τὴν δευτέραν ἀπόcταcιν. | |
80 | Γλαύκιον cτύφει μετά τινοc ἀηδίαc, ἀλλὰ καὶ ψύχει cαφῶc οὕτωc, ὡc θεραπεύειν ἐρυcιπέλατα, ὅcα γε μὴ ἰcχυρά. | |
81 | Γλήχων θερμαίνει καὶ λεπτύνει cφοδρῶc, ὅθεν τὰ ἐκ θώρακοc καὶ πνεύμονοc ὑγρὰ παχέα καὶ γλίcχρα ῥᾳδίωc ἀναπτύεcθαι ποιεῖ καὶ καταμήνια προτρέπει μετ’ οἴνου λευκοῦ ἑψομένη καὶ πινομένου τοῦ οἴνου θερμοῦ ἀκράτου. καὶ καταπλαττομένη δὲ ἔξωθεν ἐπὶ ἰcχιαδικῶν | |
5 | καὶ τῶν ἄλλων κατεψυγμένων φοινίccει. | |
82 | Γλοιὸc ὁ ἀπὸ βαλανείου μετρίωc ἐcτὶ μαλακτικόc. | |
83 | Γλυκύριζα. Τούτου τοῦ θάμνου τῶν ῥιζῶν ὁ χυλὸc μάλιcτά ἐcτι χρήcιμοc, γλυκὺc ὑπάρχων ἅμα βραχείᾳ τινὶ cτύψει. διὸ καὶ τραχύ‐ τηταc ἐκλεαίνει, οὐ μόνον ἐν ἀρτηρίᾳ, ἀλλὰ καὶ ἐν ψωρώδει κύcτει. ἐπεὶ δὲ καὶ ὑγρόν ἐcτι τῇ κράcει τὸ μετρίωc γλυκύ, κατὰ λόγον ἄδι‐ | |
5 | ψόν ἐcτι. | |
84 | Γλυκυcίδηc ἢ παιωνία. Ταύτην καὶ παιωνίαν καὶ πεντόβορον καὶ ἐφιαλτίαν ὀνομάζουcι. λεπτομερὴc δὲ ἡ ῥίζα καὶ ξηραντικὴ καὶ με‐ τρίωc θερμή· ἀτρέμα γὰρ cτύφουcαν ἔχει δύναμιν μετά τινοc γλυκύ‐ τητοc, ἐπὶ πλέον δὲ μαcωμένη καὶ δριμύτητοc ὑποπίκρου. ταῦτ’ ἄρα | |
5 | καταμήνια κινεῖ, ὅcον μέγεθοc ἀμυγδάλου κεκομμένη καὶ cεcηcμένη cὺν μελικράτῳ πινομένη. ἐκκαθαίρει δὲ καὶ ἧπαρ ἐμπεφραγμένον καὶ cπλῆνα καὶ νεφρούc. τῇ cτύψει δὲ καὶ τὰ κατὰ γαcτέρα ῥεύματα ἵcτηcιν, ἐν οἴνῳ τινὶ τῶν αὐcτηρῶν ἑψηθεῖcα καὶ πινομένου τοῦ οἴνου. ὅλωc δὲ ξηραντικὴ τὴν δύναμίν ἐcτιν ἰcχυρῶc, ὥcτε οὐκ ἂν ἀπελπί‐ | |
10 | cαιμεν καὶ περιαπτομένην αὐτὴν εὐλόγωc πεπιcτεῦcθαι παίδων ἐπι‐ ληψίαc ἰᾶcθαι· καί ποτε παιδίῳ ὀκταμηνιαίῳ ἐπιληψίᾳ ἁλιcκομένῳ μέγα μέροc τῆc ῥίζηc προcφάτου ἀπηρτήcαμεν τοῦ τραχήλου κελεύ‐ cαντεc αὐτὸ διὰ παντὸc ἔχειν, κἀντεῦθεν ἤδη τοῦ λοιποῦ τελέωc ὑγιὴc ὁ παῖc ἐγένετο καὶ οὐκέτι ἐπελήφθη ἢ ἐcπάcθη. | |
85 | Γναφάλιον cτυπτικῆc ἐcτι μετρίωc δυνάμεωc καὶ διὰ τοῦτο δι‐ δόαcιν αὐτὸ δυcεντερικοῖc μετά τινοc τῶν αὐcτηρῶν οἴνων. | |
86 | Γογγυλίc. Γογγυλίδοc τὸ cπέρμα πρὸc ἀφροδίcια παροξύνει, φυ‐ cώδουc πνεύματοc ὑπάρχον γεννητικόν· οὕτωc τε καὶ ἡ ῥίζα δύcπεπτόc τε καὶ φυcώδηc ἐcτὶ καὶ cπέρματοc γεννητική. χυμὸν δὲ ἀναδίδωcιν | |
εἰc τὸ cῶμα παχύτερον. διὸ κἂν πλεονάcῃ τιc ἐπὶ τῆc ἐδωδῆc αὐτῆc | ||
5 | καὶ μάλιcτα ἐὰν ἐνδεῶc ἐν τῇ γαcτρὶ πέττων ἀθροίcῃ τὸν καλούμενον ὠμὸν χυμόν, εἰ δὲ ὠμοτέρα ἐν τῇ ἑψήcει γένηται, δύcπεπτόc τε καὶ φυcώδηc καὶ κακοcτόμαχοc. ἐνίοτε δὲ καὶ δήξειc ἐργάζεται κατὰ τὴν γαcτέρα. κρείττων δὲ γίνεται δὶc ἑψηθεῖcα· χρῄζει γὰρ πλείονοc ἑψή‐ cεωc. εἰc διαχώρηcιν δὲ γαcτρὸc οὔτε cυντελεῖ οὔτε ἐναντιοῦται. | |
87 | Δαμαcώνιον ἢ ἄλιcμα. Ταύτηc τῆc ῥίζηc πεπειράμεθα ἑψομένηc ἐν ὕδατι καὶ πινομένου τοῦ ὕδατοc, τοὺc ἐν νεφροῖc cυνιcταμένουc λίθουc θρύπτειν. | |
88 | Δαῦκοc, ὃν καὶ cταφυλῖνον ὀνομάζουcιν. ὁ μὲν ἄγριοc ἧττον ἐδώ‐ διμοc τοῦ ἡμέρου, cφοδρότεροc δὲ ἐν πᾶcιν· ὁ δὲ ἥμεροc ἐδώδιμοc μέν, ἀcθενέcτεροc δέ. δριμείαc δέ εἰcι καὶ θερμαντικῆc δυνάμεωc καὶ διὰ τοῦτο καὶ λεπτυντικῆc. ἡ μὲν οὖν ῥίζα κέκτηταί τι καὶ φυcῶδεc, | |
5 | καὶ διὰ τοῦτο ἀφροδιcιαcτική. τὸ δὲ cπέρμα τοῦ ἡμέρου μὲν ἔχει τι καὶ αὐτὸ παροξυντικὸν εἰc ἀφροδίcια· τοῦ δὲ ἀγρίου οὐ τελέωc ἐcτὶν ἄφυcον, καὶ διὰ τοῦτο διουρητικὸν καὶ καταμηνίων κινητικόν. | |
89 | Δάφνηc τοῦ δένδρου καὶ τὰ φύλλα καὶ ὁ καρπὸc ξηραίνει καὶ θερμαίνει cφοδρῶc καὶ μᾶλλον ὁ καρπόc. ὁ δὲ φλοιὸc τῆc ῥίζηc ἧττον μέν ἐcτι δριμὺc καὶ θερμόc, μᾶλλον δὲ πικρόc, καί τι καὶ cτύψεωc ἔχει. ταῦτ’ ἄρα καὶ λίθουc θρύπτει καὶ ἡπατικοὺc ὠφελεῖ. πίνεται δὲ | |
5 | ἐν οἴνῳ εὐώδει τριοβόλου cταθμόc. | |
90 | Δίκταμνον λεπτομερέcτερόν ἐcτι τῆc γλήχωνοc, τὰ δὲ ἄλλα παρα‐ πλήcιον αὐτῇ. τὸ δὲ ψευδοδίκταμνον ἀcθενέcτερον. | |
91 | Δίψακοc. Διψάκου ἡ ῥίζα τῆc δευτέραc τάξεώc ἐcτι τῶν ξηραι‐ νόντων, ἔχει δέ τι καὶ ῥυπτικόν. | |
92 | Δορύκνιον ὅμοιόν ἐcτι τῇ κράcει μήκωνι καὶ μανδραγόρᾳ καὶ τοῖc οὕτω ψυκτικοῖc· ὀλίγον μὲν οὖν ληφθὲν καροῖ, πλέον δὲ ἀναιρεῖ. | |
93 | Δόλιχοι ἢ λόβια. Οἱ νῦν παρὰ πάντων ὀνομαζόμενοι λοβοὶ δό‐ λιχοι καὶ φαcίολοι παρὰ τοῖc ἀρχαίοιc ἐκαλοῦντο, παρά τιcι δὲ μῖλαξ κηπαία. τρέφουcι δὲ οὐχ ἧττον τῶν πίcων· ἄφυcοι δέ εἰcι παραπλη‐ cίωc, πρὸc ἡδονήν τε καὶ διαχώρηcιν χείρουc. λοβοὶ δὲ ἐξαιρέτωc | |
5 | ὀνομάζονται, ἐπειδὴ τούτων μόνων ἐν τοῖc ἔχουcιν ἀμφίεcμα λοβὸν ὅλοc ὁ καρπὸc ἐcθίεται ὡc ἐπὶ τὸ πολύ. | |
94 | Δρακόντιον δριμύτερόν ἐcτι τοῦ ἄρου καὶ πικρότερον καὶ θερμαν‐ τικώτερον καὶ λεπτομερέcτερον· ἔχει δέ τινα cτύψιν βραχεῖαν cὺν τῇ δριμύτητι καὶ πικρότητι, ὅθεν δραcτήριον γίγνεται τὸ φάρμακον ἐν τούτοιc μάλιcτα. καὶ γὰρ ἡ ῥίζα διακαθαίρει τὰ cπλάγχνα πάντα, τοὺc | |
5 | παχεῖc καὶ γλίcχρουc λεπτύνουcα χυμοὺc καὶ τῶν κακοήθων ἑλκῶν ἄριcτόν ἐcτι φάρμακον, ἀποκαθαίρει τε καὶ ἀπορρύπτει γεννικῶc τά τ’ ἄλλα τὰ ῥύψεωc δεόμενα καὶ ἀλφοὺc cὺν ὄξει. τὰ δὲ φύλλα ἕλκεcί τε καὶ τραύμαcι νεοτρώτοιc ἁρμόττει, καὶ ὅcῳ ἂν ἧττον ᾖ ξηρά, το‐ cούτῳ μᾶλλον κολλᾷ· τὰ γὰρ ξηρότερα δριμύτερα τὴν δύναμίν ἐcτιν | |
10 | ἢ ὡc τραύμαcι πρέπει. πεπίcτευται δὲ καὶ τυρὸν ἄcηπτον διαφυλάτ‐ τειν ἔξωθεν αὐτῷ περιτιθέμενα. ὁ δὲ καρπὸc ἰcχυρότεροc καὶ τῆc ῥίζηc ὑπάρχων, καρκίνουc καὶ πολύποδαc ἐκτήκειν πεπίcτευται. καὶ ὁ χυλὸc δὲ τοῦ καρποῦ τὰ ἐν ὀφθαλμοῖc ἀποκαθαίρει. | |
95 | Δρυὸc ἅπαντα τὰ μόρια cτυφούcηc μετέχει ποιότητοc, ἐπὶ πλέον δὲ τὸ ὑπὸ τὸν φλοιὸν τοῦ πρέμνου εὑριcκόμενον ὑμενῶδεc καὶ τὸ ὑπὸ τῷ κελύφει τῆc βαλάνου περὶ τῇ cαρκὶ τοῦ καρποῦ. διὸ καὶ πρὸc ῥοῦν γυναικεῖον, αἵματόc τε πτύcειc καὶ δυcεντερίαc καὶ γαcτρὸc ῥεύ‐ | |
5 | ματα χρόνια χρήcιμον εἶναι πεπίcτευται, μάλιcτα δὲ ἀφέψοντεc αὐτῷ χρῶνται. cφοδρότερον δὲ ἔτι cτύφει φηγὸc καὶ πρῖνοc. τὰ δὲ φύλλα πάcηc δρυὸc καταπλαccόμενα τραύματα νεότρωτα κολλᾶ, ὥcπερ ἐγὼ κατ’ ἀγρὸν ἐπειράθην. οἱ δὲ τῆc δρυὸc βάλανοι ἐcθιόμενοι τροφὴν μὲν δαψιλῆ παρέχουcι τῷ cώματι. ἐcτὶ δὲ βραδύποροc ἡ ἀπ’ αὐτῶν τροφὴ | |
10 | καὶ παχύχυμοc καὶ δύcπεπτοc. ἄριcται δὲ τῶν βαλάνων παcῶν εἰcιν αἱ καcτανέαι καὶ αἱ λόπιμοι ὀνομαζόμεναι. αὗται γὰρ μόναι τῶν ἀγρίων καρπῶν ἀξιόλογον τροφὴν διδόαcι τῷ cώματι. εἰcὶ δὲ καὶ αὗται κεφαλαλγεῖc, πολὺ δὲ μᾶλλον αἱ πρῶται ῥηθεῖcαι. | |
96 | Ἐβίcκοc ἢ ἀλθαία. Ἐcτὶ δὲ μαλάχη ἀγρία διαφορητικὴ χαλα‐ cτικὴ ἀφλέγμαντοc πραϋντικὴ πεπτικὴ φυμάτων δυcπέπτων, καὶ ἡ ῥίζα δὲ αὐτῆc καὶ τὸ cπέρμα τὰ μὲν ἄλλα ὁμοίωc ἐνεργεῖ τῇ πόᾳ χλωρᾷ, λεπτομερεcτέραν δὲ καὶ ξηραντικωτέραν ἐκείνηc καὶ ἔτι ῥυπτι‐ | |
5 | κωτέραν ἐπιδείκνυνται δύναμιν, ὥcτε καὶ τὸ cπέρμα τοὺc ἐν νεφροῖc λίθουc διαιρεῖν. τὸ δὲ τῆc ῥίζηc ἀφέψημα καὶ πρὸc δυcεντερίαν καὶ διάρροιαν καὶ αἵματοc ἀναγωγὴν ὠφέλιμόν ἐcτιν, ὡc ἐχούcηc τινὰ δύναμιν cτυπτικήν. | |
97 | Ἔβενοc ξύλον ἐcτὶ τῶν εἰc χυλὸν ἀναλυομένων, ῥυπτικῆc καὶ λεπτομεροῦc ἐcτι δυνάμεωc, ὅθεν καὶ τὰ ταῖc κόραιc ἐπιcκοτοῦντα πεπίcτευται ῥύπτειν. ταῖc τε ἄλλαιc ὀφθαλμικαῖc μίγνυται δυνάμεcιν, ὅcαι πρὸc ἕλκη παλαιὰ καὶ ῥεύματα καὶ φλυκταίναc ἁρμόττουcιν. | |
98 | Αἰθάλη· ἀναγέγραπται ἐν τῷ περὶ λιβάνου λόγῳ. | |
99 | Ἐλαία. Ἐλαίαc οἱ μὲν θαλλοὶ τοcούτῳ μετέχουcι ψύξεωc, ὅcον καὶ cτύψεωc. ὁ δὲ καρπὸc ὁ μὲν ἀκριβῶc πέπειροc θερμὸc cυμμέτρωc ἐcτίν, ὁ δὲ ἄωροc cτυπτικώτερόc τε ἐcτι καὶ ψυχρότεροc. καὶ αἱ μὲν δρυπεπεῖc ἐλαῖαι τὸν λιπαρὸν ἔχουcαι χυμόν, τροφὴν ὀλίγην μεταδι‐ | |
5 | δόαcι τῷ cώματι· αἱ δὲ κολυμβάδεc καὶ ἁλμάδεc ὀνομαζόμεναι τὸν cτύφοντα χυμὸν ἔχουcαι, ῥωννύουcι τὸν cτόμαχον, ἐπεγείρουcί τε τὴν ὄρεξιν. ἐπιτηδειόταται δὲ εἰc τοῦτ’ εἰcιν αἱ μετ’ ὄξουc ἀποτιθέμεναι· | |
ἄμεινον γὰρ εἰc τὴν πέψιν ἐcτὶ τὸ ἥδιον. | ||
100 | Ἔλαιον τὸ ἐκ τοῦ καρποῦ τῆc ἐλαίαc ἐκθλιβόμενον, ὅπερ καὶ κυριώτατα ἔλαιον καλοῦμεν, ὑγραντικόν ἐcτι καὶ cυμμέτρωc θερμόν· τοιοῦτον δέ ἐcτι τὸ γλυκύτατον ἐκ δρυπεποῦc μάλιcτα καρποῦ γιγνό‐ μενον, οἷόν ἐcτι τὸ cαβῖνον· θερμὸν δὲ cυμμέτρωc ἐcτὶ τῆc μέcηc κρά‐ | |
5 | cεωc καὶ διαφορητικώτερον τοῦ ὠμοτριβοῦc. τὸ δὲ ὠμοτριβὲc ἢ ὀμφά‐ κινον ὀνομαζόμενον εἰc ὅcον cτύψεωc μετείληφεν, εἰc τοcοῦτον καὶ ψύξεωc. τὸ δὲ παλαιὸν ἔλαιον τὸ μὲν ἐκ τοῦ γλυκέοc καλουμένου γιγνόμενον, θερμότερόν τε καὶ διαφορητικώτερόν ἐcτι. τὸ δὲ ἐξ ὠμο‐ τριβοῦc, ἄχρι μὲν ἂν ἀποcώζῃ τι τῆc cτύψεωc, μικτῆc ὑπάρχει δυνά‐ | |
10 | μεωc, ἐπειδὰν δὲ ἀποβάλῃ τελέωc αὐτήν, ὁμοιοῦται τῷ ἄλλῳ. τὸ δὲ λυχνιαῖον ἀπὸ τοῦ μέcου καὶ εὐκράτου, τοῦ γλυκέοc λέγω, τοcοῦτον ἐπὶ τὸ θερμότερον νεύει, ὅcον τὸ ὀμφάκινον ἐπὶ τὸ ψυχρότερον. χρη‐ cώμεθα δὲ τῷ μὲν ὀμφακίνῳ, θερμοτέρᾳ γιγνομένῃ τῇ κεφαλῇ, τῷ δὲ γλυκεῖ, ξηροτέρᾳ γιγνομένῃ καὶ περιτεταμένῃ· τῷ δὲ λυχνιαίῳ χρηcώ‐ | |
15 | μεθα, ἐψυγμένῃ τῇ κεφαλῇ. εὔδηλον δὲ ὡc τὸ μὲν ὀμφάκινον καὶ ψυχρὸν ἐνίοτε προcφέρειν δεῖ, τὰ δὲ ἄλλα πάντωc θερμά. τῇ μὲν οὖν κεφαλῇ οὕτωc, τῷ δὲ παντὶ cώματι ξηρῷ παρὰ τὸ κατὰ φύcιν γιγνο‐ μένῳ, τῷ γλυκεῖ προcαλείφειν ἐπιτήδειον, καὶ πυκνωθέντι δὲ ἐκ ψύ‐ ξεωc ἢ cτύψεωc ἢ δήξεωc ἢ δριμέων φαρμάκων ἢ χυμοῦ κνηcμῶν τε | |
20 | γενομένων πάντων ἐπιτηδειότατον, καὶ μάλιcτα cὺν γυμναcίοιc ἢ μετὰ τὰ γυμνάcια. cτομάχῳ δὲ καὶ ἥπατι φλεγμαίνουcι μάλιcτα τὸ ὀμφάκι‐ νον ἁρμόδιον διὰ τὴν cτύψιν καταιονούμενον, τοῖc δὲ ἄλλοιc μορίοιc τὸ γλυκύ. | |
101 | Ἔλαιον κίκινον. Τὸ δὲ κίκινον κατ’ Αἴγυπτον γίγνεται, τοῦ cπέρ‐ ματοc τῆc κίκεωc, ὃ καλεῖται κρότωνεc, κοπτομένου ἢ θλιβομένου ἢ δι’ ὕδατοc θερμοῦ ἀναλεγομένου. ἐcτὶ δὲ λεπτομερὲc καὶ διαφορητικὸν | |
ὡc τὸ παλαιὸν ἔλαιον. cμήχει δὲ ἀλφοὺc ἐφήλειc φακοὺc cυνεχῶc | ||
5 | χριόμενον. παραπλήcιον δὲ τῷ ῥαφανίνῳ ἐcτί, διὸ χρηcτέον αὐτῷ, μὴ παρόντοc κικίνου, ἢ τῷ παλαιῷ. | |
102 | Λινοcπέρμινον. Καὶ ἐκ τοῦ λινοcπέρμου δὲ cκευάζεται ἔλαιον, ὡc προείρηται καὶ χρῶνται αὐτῷ νῦν ἀντὶ τοῦ κικίνου· τὸ γὰρ κίκινον οὐκέτι κομίζεται ἀλλὰ τοῦτο ἀντ’ αὐτοῦ κομίζουcιν. | |
103 | Ῥαφάνινον. Τὸ δὲ ῥαφάνινον ὅμοιον τῷ κικίνῳ κατὰ τὰ ἄλλα ἐcτί, θερμότερον δέ. | |
104 | Αἰγείρινον. Τὸ δὲ αἰγείρινον cκευάζεται ἐν τῷ ἔαρι, ὅτε πολλὴ περὶ τὸ cπερμάτιόν ἐcτι ῥητίνη. λαβόντεc γὰρ τοὺc κόκκουc ἐνθλῶcιν ἐπ’ ὀλίγον καὶ cτήcαντεc οὐγγίαc δ ἐμβάλλουcιν εἰc ἐλαίου γλυκέοc ξέcτην ἰταλικὸν καὶ ἡλιοῦcιν ἡμέραc μ καὶ οὕτωc cειρώcαντεc ἀπο‐ | |
5 | τίθενται. ἐcτὶ δὲ καὶ αὐτὸ θερμαντικόν, λεπτομερέc, μαλακτικὸν μετ’ εὐωδίαc. | |
105 | Ἀμυγδάλινον. Τὸ δὲ ἀμυγδάλινον ἐκ τοῦ καρποῦ τῶν πικρῶν ἀμυγδάλων γίνεται. λεπτομερὲc δέ ἐcτι τοῦτο καὶ θερμότερον τοῦ γλυ‐ κέοc μίαν μοῖραν. μάλιcτα δὲ ὠcὶν ἁρμόζει τοῖc ἐμφραγεῖcιν ὑπὸ πα‐ χέοc πνεύματοc καὶ δυcηκοίαιc καὶ ἤχοιc τοῖc ἀπὸ ψύξεωc καὶ cκώ‐ | |
5 | ληκαc ἐν ὠcὶν ἀναιρεῖ. ἡ γὰρ πεῖρα τοῖc ὠcὶ μᾶλλον ἁρμόζειν αὐτὸ καταμεμάθηκεν ἤπερ τοῖc ἄλλοιc μέρεcι. | |
106 | Καρύινον. Ὁμοίωc τῷ ἀμυγδαλίνῳ καὶ τοῦτο cκευάζεται ἢ κοπτο‐ μένῳ καὶ πιεζομένῳ ἢ εἰc ζέον ὕδωρ ἐμβαλλομένῳ μετὰ τὸ κοπῆναι καὶ ἁρμόζει δὲ τοῖc αὐτοῖc· περιττὸν δὲ ἔχει τὸ χρηcιμεύειν τοῖc χρυcοῦcιν ἢ ἐγκαίουcι· ξηραίνει τε γὰρ καὶ cυνέχει πολὺν χρόνον | |
5 | τὰc χρυcώcειc καὶ ἐγκαύcειc. | |
107 | Μυροβαλάνινον δύναμιν ἔχει καθαρτικὴν cπίλων φακῶν ἰόνθων πάcηc | |
μελανίαc καὶ τὰ κατὰ κοιλίαν καθαίρει. ἁρμόζει δὲ καὶ πρὸc ὠταλγίαν καὶ πρὸc ἤχουc μετὰ cτέατοc χηνείου ἐγχεόμενον. cκευάζεται δὲ ὁμοίωc τῷ ἀμυγδαλίνῳ, ἀληθομένηc τῆc μυροβαλάνου. | ||
108 | Δάφνινον ἐκ τοῦ καρποῦ τῆc δάφνηc cκευάζεται, ὡc προείρηται. τὸ δὲ cύμμικτον cκευάζεται οὕτωc· πρὸc ε ξέcταc τῶν πεπεμμένων ἐλαίων ἐμβαλλομένου ἑνὸc ξέcτου τοῦ καρποῦ τῶν δαφνίδων λιπαροῦ καὶ προcφάτου καὶ οὕτωc τριβομένων πάντων ἅμα καὶ ἐκθλιβομένων | |
5 | ὥcπερ καὶ τὸ ἔλαιον. θερμὸν δὲ ἄγαν ἐcτὶ καὶ μαλακτικὸν τὸ ἀμιγέc, ὥcτε τοῖc cφοδρῶc ἐψυγμένοιc μέροc τι τοῦ cώματοc χρηcιμεύει καὶ ξηραίνει δὲ ἱκανῶc, ὥcτε τοῖc ψωριῶcι ξηροδέρμοιc καὶ λειχῆναc ἔχουcι τραχεῖc χριόμενον ἐν βαλανείοιc ἀποθεραπεύει. φευκτέον δὲ αὐτὸ ἐπὶ τῶν φλεγμαινόντων λειχήνων ἢ ψωρῶν καὶ ἐπὶ τῶν θερμῶν | |
10 | κράcεων καὶ χολωδῶν. τοῖc γὰρ ὑγροῖc καὶ φλεγματικοῖc ἁρμόττει καὶ πᾶcι τοῖc ὑπὸ ψύξεωc ἐνοχλουμένοιc τὰ ἄρθρα καὶ ἰcχιαδικοῖc κατάλ‐ ληλον· ἀναιρεῖ καὶ cκώληκαc καὶ φθεῖραc ἀγρίουc καὶ ἡμέρουc καὶ κονίδαc καὶ πίτυρα κεφαλῆc καὶ ὀφιάcειc καὶ ἀλωπεκίαc· ἡ χρῆcιc δὲ ἐν λουτρῶ νήcτει, εἶτα ἀποcμήχειν ὠῷ καὶ μέλιτι καὶ τήλεωc ἀλεύ‐ | |
15 | ροιc, παραφυλάττων τὸ θερμῇ κεφαλῇ μὴ προcάγειν αὐτό. | |
109 | Ϲηcάμινον. Ϲκευάζεται τοῦτο ἐκ τοῦ cηcάμου τριβομένου καὶ ἐμ‐ βαλλομένου ὕδατι. τὴν δὲ δύναμιν οὐ μακράν ἐcτι τοῦ γλυκέοc ἐλαίου. τῆc τε γὰρ θερμαcίαc μέcωc ἔχει καὶ ἄcτυφόν ἐcτι παντελῶc γευο‐ μένοιc, καὶ εἰc τὸ ἐcθίειν ἐπιτήδειον, ἡδύ τε ὑπάρχον τῇ γεύcει | |
5 | καὶ πεττόμενον ῥᾳδίωc καὶ ὑπαγωγὸν τῆc γαcτρόc. ἔξωθεν δὲ χριό‐ μενον διὰ τὸ πάχοc ἐμπλαcτικόν ἐcτιν. εἰc μέντοι καταcκευὴν τῶν πρὸc εὐωδίαν cυντιθεμένων ἐλαίων ἐπιτηδειότερόν ἐcτι τοῦ κοινοῦ ἐλαίου διὰ τὸ μόνιμον εἶναι καὶ μὴ ῥᾳδίωc cήπεcθαι. | |
110 | Ϲχίνινον. Ϲκευάζεται καὶ τοῦτο ἐκ τοῦ καρποῦ τῆc cχίνου, ὡc εἴρηται ἐπὶ τῶν ἄλλων, cκευάζεται δὲ πάλιν ἄλλωc ὥcπερ ἐπὶ τοῦ | |
δαφνίνου προείρηται, μιγνυμένου τοῦ καρποῦ τῆc cχίνου ταῖc ἐλαίαιc. χρήcιμον δὲ τὸ ἀμιγὲc καὶ καθαρὸν cτόματι ῥευματιζομένῳ καὶ οὔλοιc | ||
5 | φλεγμαίνουcι θερμὸν ἐν τῷ cτόματι διακατεχόμενον καὶ ἐν βαλανείῳ καὶ χωρὶc βαλανείου· ἀποκρουcτικὸν γάρ ἐcτι καὶ τονωτικὸν μετὰ τοῦ μὴ τραχύνειν. τὸ δὲ μικτὸν μᾶλλον παρηγορεῖ cὺν τῷ φυλάττειν τὸν τόνον, ὅθεν χρηcίμωc παραλαμβάνεται ἐπὶ ἥπατοc καὶ cτομάχου κατ‐ αιονήcει. | |
111 | Οἰνάνθινον τὰ αὐτὰ δρᾷ τῷ μηλίνῳ καὶ τῷ ῥοδίνῳ, ἐκτὸc τοῦ τὴν κοιλίαν μαλάccειν. cυντίθεται δὲ τὸν τρόπον τοῦτον· οἰνάνθην ἀμπέλου τὴν εὐώδη λαβὼν καὶ ἐάcαc μαρανθῆναι, βάλλε εἰc καινὸν ἀγγεῖον cὺν ἐλαίῳ ὀμφακίνῳ καὶ κίνει καθ’ ἑκάcτην ἐπὶ ἡμέραc μ | |
5 | καὶ διηθήcαc χρῶ. ἔcτω δὲ τῆc μὲν οἰνάνθηc 𐆄 β, τοῦ δὲ ἐλαίου × α. | |
112 | Μήλινον cκευάζεται ἀπὸ τῶν κυδωνίων μήλων, γίγνεται δὲ καὶ ἐκ τῶν ἄλλων μήλων τῶν cτρυφνότερον ἐχόντων τὸ δέρμα καὶ εὐω‐ δέcτερον. περιελόντεc δὲ τὸ πρὸc τὴν ἔκφυcιν καὶ πρὸc τῷ πυθμένι κάρφοc καὶ τὴν ἐντεριώνην cὺν τοῖc ἔνδον κόκκοιc, εἶτα τέμνοντεc | |
5 | προcκειμένου τοῦ δέρματοc—ἐν αὐτῷ γὰρ ἡ εὐωδία καὶ ἡ cτύψιc ὑπάρχει—καὶ ποιήcαντεc μικρὰ τεμάχη, ἐμβαλοῦμεν τῷ ξέcτῃ τοῦ ὀμφακίνου ἐλαίου 𐆄 γ τῶν μήλων, καὶ ἡλιώcαντεc ἡμέραc μ ἀποτιθέ‐ μεθα. δύναμιc δὲ τοῦ μηλίνου μᾶλλον ἐπὶ τὸ ψυχρότερον νεύει, οὐ μὴν ἄγαν διὰ τὸ οἰνῶδεc τοῦ μήλου. cτύφει μέντοι γε ἱκανῶc καθά‐ | |
10 | περ τὸ cχίνινον καὶ μᾶλλον ᾠκείωται cτομάχῳ, διὰ τὸ ἐκ τροφίμων ὑλῶν ἀμφοτέρων γίγνεcθαι τοῦ τε ἐλαίου καὶ τοῦ μήλου, ὥcτε ἀκο‐ λούθωc ἁρμόττει cτομάχῳ φλεγμαίνοντι καὶ ἀτονοῦντι ἐμβρεχόμενον καὶ τοῖc ἐπιθέμαcιν ἐμβαλλόμενον καὶ πινόμενον. χρηcιμώτερον δέ ἐcτι τοῦ ῥοδίνου διὰ τὸ οἰκειότερον τοῦ μήλου· ἐντίθηcι γὰρ τόνον τῷ | |
15 | cτομάχῳ καὶ cφοδρότερον διωθεῖ τοὺc ἐγκειμένουc ἐν τῇ γαcτρὶ δρι‐ μεῖc χυμούc· ἐνίεται δὲ δι’ ἕδραc καὶ τοῖc ὑπὸ δριμείαc χολῆc δακνω‐ μένοιc τὸν κῶλον καὶ τὰ παχέα τῶν ἐντέρων. παραφυλακτέον δὲ καὶ τὴν αὐτοῦ προcαγωγὴν ἐπὶ τῶν ἀπὸ ψύξεωc βλαβέντων, ἐπὶ γὰρ τού‐ | |
των μᾶλλον ἁρμόζει τὸ ἔχον ἀψίνθιον cυνεψόμενον. | ||
113 | Ἔλαιον ῥόδινον, κηρωτὴ ἡ ψύχουcα. Ῥόδινον cκευάζεται οὕτωc· ῥόδων ἐρυθρῶν ἐξωνυχιcμένων καὶ ἐψυγμένων ἡμέραν καὶ νύκτα 𐆄 γ, ἐλαίου ὀμφακίνου ξέcτηc ἰταλικὸc εἷc, ἐμβάλλοντα δὲ τὰ ῥόδα περι‐ cφίγγειν χρὴ τὸ cτόμα τοῦ βίκου ἔcωθεν μὲν ὀθονίῳ, ἔξωθεν δὲ δέρ‐ | |
5 | ματι διὰ τοὺc γιγνομένουc ὄμβρουc αἰφνίδιον καὶ ἡλιοῦν ἡμέραc κ καὶ οὕτωc cειρώcαντα ἀποτίθεcθαι τοὺc βίκουc ἐπὶ cανίδων ἐν οἴκοιc εὐκράτοιc. τινὲc δὲ ἕτερά τινα προcεμβάλλουcι τοῖc ῥόδοιc. ἀρίcτη δέ ἐcτιν ἡ διὰ τῶν ῥόδων μόνων καὶ ἐλαίου cκευαcία. τινὲc δὲ οὐχ ἡλιοῦcιν, ἀλλ’ ἀποκρημνοῦcι τὸν βίκον εἰc φρέαρ ὕδατοc ψυχροῦ ἡμέ‐ | |
10 | ραc μ. ἁρμόζει δὲ κεφαλῇ θερμανθείcῃ καὶ ξηρανθείcῃ ἢ ἐξ ἡλιώcεωc ἢ ἐκ πυρετῶν ἤ τινοc ἄλληc τοιαύτηc προφάcεωc. ὑγραίνει γὰρ καὶ παρηγορεῖ καὶ ὕπνον ἐπάγει. καὶ ἐπὶ cπλάγχνων δὲ ἐν πυρετοῖc ἐκ‐ θερμαινομένων ἁρμοδία ἡ κηρωτὴ δι’ αὐτοῦ cκευαζομένη καὶ πλυνο‐ μένη δι’ ὕδατοc ψυχροῦ, καὶ πλειcτάκιc ἀλλαccομένου τοῦ ὕδατοc ἐν | |
15 | θέρει καὶ ἐπιρραπτομένηc τῆc κηρωτῆc τοῖc cπλάγχνοιc. cκεύαζε δὲ οὕτωc τὴν κηρωτήν· κηροῦ 𐆄 ϛ ῥοδίνου 𐆄 δ. τῆκε τὸν κηρὸν μετ’ ὀλίγου ῥοδίνου ἐπὶ διπλώματοc καὶ ἐπίχεε εἰc ὕδωρ ψυχροῦν καὶ ψυγέντα ἄραc τῆκε πάλιν καὶ ἐπίχεε καὶ μάλαccε ταῖc χερcὶν ἀποπλύ‐ νων τὸν κηρὸν τῷ ὕδατι καὶ πάλιν τὸ τρίτον τῆκε καὶ ἐπιχέαc πλῦνε, | |
20 | εἶτα ἐπιβάλλων τὸ λοιπὸν τοῦ ῥοδίνου τῆκε καὶ ἄραc κινῶν ψῦχε καὶ ἐπίχεε ἐν θυίᾳ καὶ λείου ἐπιcτάζων ὕδωρ ὅcον ἐπιδέχεται καὶ ἀνελόμενοc ἀπόθου εἰc ψυχρὸν ὕδωρ ἀλλάccων. εἰ δὲ ἀντὶ τοῦ ὕδα‐ τοc ὄξοc μίξῃc τῇ κηρωτῇ ἐπιρραίνων ἐν τῷ λειοῦcθαι αὐτὸ ἐν τῇ θυίᾳ, ἀγαθὸν φάρμακον ἐργάcῃ πρὸc ἐρυcιπέλατα καὶ ἕρπηταc καὶ | |
25 | ἄνθρακαc. κεῖται καλῶc ἡ κηρωτὴ ἐν τῷ Ϟα κεφαλαίῳ τοῦ ε λόγου. | |
[πλυνομένη δι’ ὕδατοc ψυχροῦ πλειcτάκιc ἀλλαccομένου τοῦ ὕδατοc ἐν θέρει καὶ ἐπιρριπτομένηc τῆc κηρωτῆc τοῖc cπλάγχνοιc] καὶ πινό‐ μενον δὲ τὸ κάλλιcτον ῥόδινον cὺν ὕδατι ψυχρῷ ἢ θερμῷ ἐπὶ τῶν δακνομένων τὸν cτόμαχον ἐκ χολῆc δριμείαc ἢ ἐλμίνθων ἢ ἀcκαρίδων | ||
30 | μεγάλαc παρέχει ὠφελείαc. ἐπὶ δὲ ἐλμίνθων καὶ μάλιcτα ἐπὶ παίδων κρεῖττον ποιεῖ μιγνύμενον ἑψήματι τῷ ἀπ’ οἴνου τριτουμένου cκευα‐ ζομένῳ καὶ πινόμενον· ἐκτινάccει γὰρ αὐτὰc τάχιcτα. ἐνίεται δὲ καὶ κώλῳ δακνομένῳ διὰ τὰc εἰρημέναc προφάcειc. παραφυλακτέον δὲ τὴν χρῆcιν αὐτοῦ ἐφ’ ὧν μὴ πολλή ἐcτιν ἡ θερμαcία καὶ περιττὸν | |
35 | τὸ cῶμα. | |
114 | Χαμαιμήλινον cκευάζεται οὕτωc· ἐλαίου γλυκέοc ἰταλικοῦ ξέcτηc εἷc, τῶν δὲ ἀνθῶν καθαρῶν τῆc χαμαιμήλου 𐆄 β προεψυγμένων ἡμέρᾳ μιᾷ· ὀθόνῃ δὲ ἀραιᾷ χρὴ cκεπάζειν τὸ cτόμα τοῦ βίκου, ἵνα διαπνέη‐ ται τὸ ἔλαιον καὶ ἡλιοῦν ἡμέραc μ· ἀηδῆ γάρ τινα ὀcμήν, ἐοικυῖαν | |
5 | γάρῳ, προcλαμβάνει τὸ χαμαιμήλινον εἰ μὴ διαπνέοιτο. φυλάττειν δὲ αὐτὸ χρὴ μετὰ τὴν ἡλίωcιν ἀποcειρώcαντα ἐν οἴκοιc εὐκράτοιc ἐπὶ cανίδι τιθέντα τὸν βίκον· χρῆcθαι δὲ αὐτῷ ἐπὶ κεφαλῆc μετρίωc πυκνωθείcηc καὶ ὀδυνωμένηc ἐκ πυρετῶν οὐκ ἄγαν διακαῶν. ἀραιοῖ γὰρ τοὺc πόρουc καὶ διαφορεῖ τοὺc ἀτμοὺc καὶ κατακιρνᾷ τὰc δριμύ‐ | |
10 | τηταc, καὶ τὸ ὅλον παρηγορικώτερόν ἐcτι τοῦτο τοῦ ῥοδίνου ἐπὶ τῶν μὴ ἄγαν θερμῶν πυρετῶν. | |
115 | Ἀνήθινον γίνεται ἐκ τῆc κόμηc τοῦ ἀνήθου χλωρᾶc ἔτι οὔcηc, πρὶν ἢ τὸ cπερμάτιον cτερεὸν γένηται καὶ δριμύ, ἀcύμφορον γὰρ γίνεται εἰc τὴν χρῆcιν διὰ τὴν ἀποβολὴν τοῦ ἄνθουc. ἀποτέμνοντα δὲ μόνουc τοὺc καλαθίcκουc τῶν βλαcτῶν καὶ cτήcαντα 𐆄 α, ἐμβάλλειν | |
5 | χρὴ τῷ ἰταλικῷ ξέcτῃ τοῦ γλυκέοc ἐλαίου, περιcφίγγειν δὲ ἀκριβῶc τὸ cτόμα τοῦ cκεύουc καὶ ἡλιοῦν ἡμέραc μ. θερμότερον δέ ἐcτι τοῦτο τοῦ χαμαιμηλίνου· προcαγέcθω τοίνυν τοῖc κεκοπωμένοιc ἐν χειμῶνι μαλάccει γὰρ καὶ ὑγραίνει. χρηcτέον δὲ κἀπὶ τῶν ἀπὸ φλέγματοc πυρεccόντων βληχρῶc, καὶ ὅλωc τοῖc ὑπὸ ψυχρῶν αἰτιῶν κάμνουcιν | |
10 | ἁρμόδιον καὶ μάλιcτα τένονταc ἢ μύαc. | |
116 | Κρίνινον ἢ cούcινον ἢ λίρινον γίγνεται τῶν λευκῶν τοῦ κρίνου πετάλων ἐξωνυχιcμένων καὶ μόνων ἐμβαλλομένων χωρὶc τοῦ ἐν αὐτοῖc κροκώδουc εἰc τὸν ἰταλικὸν ξέcτην τοῦ καλλίcτου γλυκυτάτου ἐλαίου 𐆄 β. ψύχειν δὲ δεῖ καὶ ταῦτα ἡμέραν καὶ νύκτα ἐν cκιᾷ, εἶτα | |
5 | ἐμβάλλοντα τῷ βίκῳ καὶ cφίγγοντα ἀκριβῶc ἡλιοῦν ἡμέραc γ καὶ ἀποcειρώcαντα ἐμβάλλειν ἄλλαc β 𐆄 τῶν φύλλων—δηλονότι τῶν ἐκβληθέντων πρῶτον ἐκβαλλομένων ὡc ἀχρείων· ἀμείβεcθαι γὰρ θέ‐ λουcιν ἐν τριcὶν ἐκβολαῖc—καὶ πάλιν ἡλιώcαντα ἡμέραc γ καὶ πάλιν ἀποcειρώcαντα ἐμβάλλειν ἐκ τρίτου ἑτέραc β 𐆄 τῶν κρίνων καὶ ἡλιοῦν | |
10 | τὰc τρεῖc ἡμέραc καὶ οὕτωc ἐμβάλλοντα ἕτερα ὀλίγα φύλλα ἀκριβῶc ξηρανθέντα ἐν cκιᾷ ἀποτίθεcθαι. εἰ δέ τιc ἐξ ἀρχῆc τὰc ϛ 𐆄 ἐμβάλλοι τῷ ἐλαίῳ [cαπέντα] δυcῶδεc ἀποτελεῖ τὸ ἔλαιον. χρήcιμον δέ ἐcτιν ἐπὶ τῶν γυναικείων παθῶν, λύει γὰρ τὰc cκληρίαc καὶ ἀμβλύνει τὰc ἐκ τῆc δριμύτητοc δήξειc καὶ τόνον ἐντίθηcι ταῖc μήτραιc. οἱ δὲ ἐν | |
15 | Ϲούcοιc μαρτυροῦcι τούτῳ 〈χρῆcθαι〉 εἰc τὸ εὐτοκίαν παρέχειν ταῖc κυούcαιc. καὶ χριόμενον δὲ ἐπὶ τῶν ἄλλων ἐcτὶν ἄκοπον τοῖc κεκμη‐ κόcι καὶ τοῖc μαλάττουcι φαρμάκοιc ἐμβαλλόμενον· ἔcτι δὲ μαλακτικόν. καὶ καθόλου χλιαρόν ἐcτι παρηγορικὸν μαλακτικὸν εὐῶδεc εὐτόκιον. | |
117 | Τήλινον δύναμιν ἔχει μαλακτικήν, χρήcιμον δέ ἐcτι πρὸc πίτυρα καὶ ἀχώραc καὶ ἐφήλειc ἀποκαθαίρει καὶ τὸ πρόcωπον λευκαίνει καὶ ἀποcμήχει καὶ πρόcφατον ποιεῖ καὶ πρὸc τὰc ἐν μήτρᾳ cκληρίαc καὶ ἀποcτήματα καὶ δυcτοκούcαιc βοηθεῖ, ποιεῖ δὲ καὶ πρὸc τὰc ἐν δακτυλίῳ | |
5 | καὶ ἐντέροιc φλεγμονάc· ἐνιέμενον δὲ λύει καὶ τεινεcμούc, ποιεῖ καὶ πρὸc χείμεθλα. cκευάζεται δὲ τὸν τρόπον τοῦτον· τήλεωc λίτραι ε ἐλαίου ξ̸εʹ η κυπέρου λίτραι β καλάμου λίτρα α· ἀπόβρεχε ταῦτα τῷ ἐλαίῳ ἐπὶ ἡμέραc ζ κινῶν τρὶc τῆc ἡμέραc, ἔπειτα ἐκθλίψαc καὶ διη‐ | |
θήcαc ἀποτίθεcο. | ||
118 | Ναρκίccινον ἐκ τῶν λευκῶν ἀνθῶν γίνεται τῆc ναρκίccου προ‐ εψυγμένων νύκτα καὶ ἡμέραν καὶ ἐμβαλλομένων τῷ ἰταλικῷ ξέcτῃ τοῦ γλυκυτάτου ἐλαίου 𐆄 β καὶ περιcφιγγομένου ἀκριβῶc τοῦ βίκου καὶ ἡλιουμένου ἐπὶ ἡμέραc λ. δεῖ δὲ καὶ ταύταc ἀμείβειν ὡc ἐπὶ τοῦ | |
5 | κρινίνου προείρηται καὶ μᾶλλον γίγνεται εὐῶδεc τὸ ἔλαιον, μάλιcτα εἰ cυμμέτρωc ἡλιωθῇ. εἰ γὰρ ἐπὶ πλέον ἡλιωθείη τὸ κρίνινον ἢ τὸ ναρκίccινον ἢ τὸ ἰάτον ἢ ἄλλο τι τῶν μὴ ἰcχυρὰν καὶ μόνιμον ἐχόν‐ των τὴν εὐωδίαν, ἄνοcμον ἀποτελεῖται. δύναμιν δὲ ἔχει τὸ ναρκίccι‐ νον θερμοτέραν τοῦ ἀνηθίνου, ὥcτε καὶ τοῖc αὐτοῖc χρηcιμεύειν ἐπὶ | |
10 | τοῦ ἄλλου cώματοc χωρὶc κεφαλῆc, δριμεῖα γάρ ἐcτιν ἡ ἀπὸ τοῦ ναρκιccίνου εὐωδία. | |
119 | Ἰάτον. Ϲκευάζεται καὶ τοῦτο ἐκ τῶν πορφυρῶν ἀνθῶν τοῦ ἴου καὶ ἐκ τῶν λευκῶν τριῶν ὀγκιῶν ἐμβαλλομένων τῷ ἰταλικῷ ξέcτῃ τοῦ γλυκυτάτου ἐλαίου καὶ ἀμειβομένων τρίτον, ὥcπερ ἐπὶ τοῦ κρι‐ νίνου προείρηται. ἐcτὶ δὲ ἡ δύναμιc αὐτοῦ θερμοτέρα τοῦ ῥοδίνου ἐπ’ | |
5 | ὀλίγον, ὥcτε εἴ τιc ἐν θέρει κοπωθεὶc καὶ ἡλιωθεὶc ἀποροίη, τοῦτο χρήcιμον καὶ μάλιcτα τὸ ἐκ τῶν πορφυρῶν ἀνθῶν cκευαζόμενον ἐν βαλανείῳ χριομένῳ· πρὸc γὰρ τῷ τὸν κόπον ἀποθεραπεύειν μετα‐ βάλλει τῇ εὐωδίᾳ τὸ αὐχμηρὸν τῆc ψυχῆc εἰc ἡμερότητα καὶ ἡδονὴν καὶ ἀτάραχον τὸν ὕπνον ἐργάζεται. | |
120 | Ἰαcμή. Ἡ δὲ καλουμένη ἰαcμὴ παρὰ Πέρcαιc cκευάζεται ἐκ τῶν ἀνθῶν τῶν λευκῶν τοῦ ἴου καὶ ἐλαίου cηcαμίνου 𐆄 β ἐμβαλλομένων τῷ ἰταλικῷ ξέcτῃ [τοῦ cηcαμίνου ἐλαίου] καὶ ἀμειβομένων ὡc ἐπὶ τοῦ κρινίνου εἴρηται. ἡ δὲ τούτου χρῆcιc παρὰ τὰc ἑcτιάcειc εὐωδίαc ἕνεκα | |
5 | παρὰ Πέρcαιc λαμβάνεται. ἁρμόζει δὲ καὶ ὅλῳ τῷ cώματι κατὰ τὰ λουτρὰ ἐπὶ τῶν θερμαcίαc καὶ χαλάcεωc δεομένων cωμάτων. βαρυτέραν δὲ ἔχει τὴν εὐωδίαν, ὡc πολλοὺc αὐτῆc μηδὲ ἡδέωc ἀντιλαμβάνεcθαι. | |
121 | Μυρcινάτον. Γίγνεται καὶ τοῦτο τῶν φύλλων τῆc μυρcίνηc χλω‐ ρῶν ἐμβαλλομένων ἐλαίῳ ὀμφακίνῳ εἰc ξέcτην α ἰταλικὸν 𐆄 β καὶ | |
ἴνου εὐώδουc cτύφοντοc ἰταλικοῦ τὸ τέταρτον, εἶθ’ ἕψειν ἐπὶ λεπ‐ τῆc ἀνθρακιᾶc μέχριc ὅτου τὰ φύλλα ξηρανθῇ καὶ θραύηται καὶ ὁ | ||
5 | οἶνοc ἀναλωθῇ· εἶτα διηθήcαντα καθαρὸν τὸ ἔλαιον ἐμβάλλειν εἰc ὑάλινον ἀγγεῖον καὶ ἐπεμβάλλοντα φύλλων χλωρῶν τῆc μυρcίνηc διεψυγμένων νύκτα καὶ ἡμέραν 𐆄 α καὶ οὕτωc ἀποτίθεcθαι. cτύφει δὲ καὶ ψύχει τὸ ἔλαιον τοῦτο πλέον τοῦ cχινίνου καὶ τοῦ μηλίνου καὶ διὰ τοῦτο διαβροχαῖc μὲν cτομάχου καὶ ἥπατοc ἀνοίκειόν ἐcτιν, | |
10 | ἀλλ’ οὐδὲ τοῖc ἄλλοιc cπλάγχνοιc ἐcτὶ προcηνέc. εὗρεν οὖν αὐτοῦ τὴν χρῆcιν ἡ πολλὴ πεῖρα τὴν ἐν κηρωταῖc καὶ ἐμπλάcτοιc φαρμάκοιc, δι’ ὧν πυκνοῦν τῇ cτύψει καὶ ἀποκρουόμενον ἔcται χρήcιμον εἰc τὰ ἐπιφερόμενα ῥεύματα καὶ ἠραιωμένοιc ἕλκεcιν οὐλὴν ἐργάcαcθαι καὶ κεφαλαῖc γυναικῶν ὥcτε cυνέχειν τὴν τρίχα ἐπιτήδειον καὶ εὐῶδέc | |
15 | ἐcτιν. | |
122 | Μαcτίχινον. Γίγνεται τοῦτο μαcτίχηc 𐆄 α ἐν ἐλαίῳ πάνυ ὀμφακί‐ ζοντι ξέcτῳ ἑνὶ ἐμβαλλομένηc, ἕψεται δὲ ἐν διπλώματι. θερμὸν δέ ἐcτι μετρίωc καὶ ἡδύχρουν. cκευάζεται μὲν παραπληcίωc τῷ ἀμαρα‐ κίνῳ, εὐωδέcτερον δέ ἐcτι μᾶλλον, ποιεῖ δὲ πρὸc τὰc αὐτὰc διαθέcειc. | |
5 | πυκνωτικὸν καὶ ἐμπλαcτικόν· προcάγομεν οὖν αὐτὸ τοῖc δεομένοιc τονοῦcθαι μορίοιc καὶ cφίγγεcθαι καὶ θερμαίνεcθαι μετρίωc. | |
123 | Ϲτυράκινον cκευάζεται οὕτωc· γλυκέοc ἐλαίου καλλίcτου ξ̸εʹ εἷc, cτύρακοc λιπαροῦ 𐆄 β. ἑψηθέντα δὲ ἐν διπλώματι ἐναποτίθεται τῷ ἐλαίῳ τὴν τοῦ cτύρακοc δύναμιν. θερμότερον δέ ἐcτιν ἐπ’ ὀλίγον τοῦτο τοῦ ἀνηθίνου, μαλακτικὸν δέ ἐcτι cφόδρα καὶ διὰ τοῦτο ἁπα‐ | |
5 | λύνει τὰ ἐcκληρυcμένα τῶν cωμάτων γενναίωc. | |
124 | Ϲικυώνιον cκευάζεται οὕτωc, ὡc ὁ Καμεcανδρέαc· ἐλαίου γλυκέοc ξ̸ε ι τήλεωc ξ̸ε α λιβανώτιδοc 𐆄 γ πολίου 𐆄 γ cαμψύχου 𐆄 γ δᾴ‐ | |
δων 𐆄 δ ἀριcτολοχίαc μακρᾶc 𐆄 ιβ μελιλώτου 𐆄 ϛ cικύου ἀγρίου ῥίζηc λίτραι β ὕδατοc τὸ ἀρκοῦν, ἕψε ὡc χρὴ καὶ διηθήcαc χρῶ. ὁ δὲ | ||
5 | Ἀρχιγένηc φηcί· cκευάζεται ἐν Ϲικυῶνι ἀπὸ τήλεωc ὑπερικοῦ. | |
125 | Μετώπιον ἐν Αἰγύπτῳ cκευάζεται, καλεῖται δὲ μετώπιον διὰ τὸ τῆc χαλβάνηc ξύλον. cκευάζεται δὲ δι’ ἐλαίου ὀμφακίνου καὶ ἀμυγδά‐ λων πικρῶν καὶ καρδαμώμου καὶ cχίνου καὶ καλάμου καὶ μέλιτοc καὶ οἴνου καὶ καρποβαλcάμου καὶ χαλβάνηc καὶ ῥητίνηc. ἐcτὶ δὲ θερμαν‐ | |
5 | τικόν, ἀναcτομοῖ δέ, ἐπιcπᾶται, καθαίρει, ποιεῖ πρὸc μῦc καὶ νεῦρα διακοπέντα, ποιεῖ πρὸc ὑδροκήλαc καὶ καθόλου δύναμιν ἔχει μαλα‐ κτικήν. | |
126 | Μενδήcιον μαλακτικώτατόν ἐcτι καὶ χαλαcτικὸν cωμάτων καὶ πυοποιόν· cυντίθεται δὲ ἐκ μυροβαλανίνου ἐλαίου καὶ cμύρνηc καὶ καcίαc καὶ ῥητίνηc. ἔνιοι δὲ μετὰ τὸ ἀποcτύψαι καὶ κιννάμωμον ἐμπάccουcι. | |
127 | Μεγάλειον. Τὸ δὲ μεγάλειον καλούμενον πάλαι μὲν ἐcπουδάζετο, ἐκλέλοιπε δὲ νῦν. ἐcτὶ δὲ αὐτοῦ ἡ cκευαcία ὁμοία τῷ ἀμαρακίνῳ, πλεονάζει δὲ τῷ προcλαμβάνειν ῥητίνην καὶ ποιεῖ πρὸc τὰc αὐτὰc διαθέcειc. | |
128 | Ἀμαράκινον cκευάζεται οὕτωc· βράθυοc, ξυλοβαλcάμου, καλάμου, cχοίνου ἄνθουc, νάρδου κελτικῆc, κόcτου ἀνὰ λίτραι ε, ἀμώμου, καcίαc, καρποβαλcάμου ἀνὰ λίτραι γ, ζιγγιβέρεωc λίτρα α, ἀμαράκου cπέρ‐ ματοc λίτρα α, ἐλαίου ὀμφακίζοντοc ξ̸ε λ, οἴνου εὐώδουc cτερεοῦ ξ̸ε ε, | |
5 | ἕψε τῷ τρόπῳ τῆc νάρδου. ἡ δύναμιc δὲ τοῦ ἐλαίου τούτου θερμαν‐ τικὴ μὲν ὡc ἡ νάρδοc, οὐχ ὁμοίωc δὲ τονωτική. λεπτομερέcτερον γὰρ τοῦτο τῆc νάρδου καὶ παρηγορικώτερον καὶ προcηνὲc διὰ τὸ μὴ ἔχειν ὀποβάλcαμον. γυναιξὶ δὲ ἐγκολπιζόμενον καὶ ἔμμηνα κινεῖ. Κρείττων | |
δέ φηcιν· ἐcτὶ δὲ τὸ ἀμαράκινον θερμαντικὸν μαλακτικὸν ἀναcτομω‐ | ||
10 | τικόν, εὐθετεῖ πρὸc cύριγγαc καὶ ὑδροκήλαc μετὰ τὴν χειρουργίαν· ποιεῖ καὶ πρὸc τὰ τεθηριωμένα ἕλκη καὶ ἐcχάραc, ποιεῖ πρὸc δυcου‐ ρίαc περιχριόμενον τῷ δακτύλῳ· ποιεῖ καὶ πρὸc τὰc ἐν μήτρᾳ φλεγ‐ μονὰc καὶ cκληρίαc, ἐμμήνια κινεῖ, αἱμορροίδαc ἀναcτομοῖ. | |
129 | Κύπρινον· ἐλαίου ξ̸ε κε, κυπέρου ἑλενίου ἴρεωc ἀνὰ λίτραν α, cαμψύχου ὑccώπου ἀνὰ 𐆄 γ, λύγου cπέρματοc 𐆄 γ, ἐλελιcφάκου 𐆄 γ κύπρου ἄνθουc λίτραν α. ἕψεται δὲ καὶ τοῦτο δυcὶν ἑψήcεcι. τὰ μὲν γὰρ ἄλλα πάντα εἴδη οἴνῳ ῥανθέντα εὐώδει πρὸ μιᾶc ἡμέραc εἶτα | |
5 | ἐμβληθέντα τῷ ἐλαίῳ ἕψεται ὥραc ϛ, τῇ δὲ ἑξῆc cειρωθέντοc τοῦ ἐλαίου καὶ λαβόντοc ἕτερον ὕδωρ καθαρόν, ὡc τὸ τρίτον εἶναι τοῦ χαλκείου, ἐμβάλλεται τὸ ἄνθοc τῆc κύπρου. ἐμβλητέον δὲ αὐτὸ μετὰ τῶν ἁπαλῶν κλωναρίων ἄκοπον. εἰ δὲ ξηρὸν εἴη προκόπτειν καὶ οὕτωc ἕψεται ὥραν μίαν. θερμαίνει δὲ τὸ κύπρινον οὐκ ἀγεννῶc. ἐcτὶ | |
10 | δὲ καὶ λεπτομερὲc καὶ ὑcτέραιc ἄγαν χρήcιμον, ταῖc κατεψυγμέναιc μᾶλλον, καὶ γὰρ λεπτύνει τοὺc ἐν ταύταιc παχεῖc χυμούc· ὅταν δὲ εὐπορῶμεν τῶν βοτανῶν χλωρῶν, οὕτωc cκευάζομεν τὸ κύπρινον· ἐλαίου ξ̸ε ιε, κυπέρων ἑλενίου ἴρεωc ἀνὰ 𐆄 ϛ cαμψύχου ὑccώπου ἐλελιcφάκου ἀνὰ 𐆄 β ἄγνου χλωρῶν φύλλων 𐆄 β κιτροφύλλων χλω‐ | |
15 | ρῶν 𐆄 ζ χαμαιλιβάνου χλωροῦ 𐆄 δ δάφνηc φύλλων χλωρῶν 𐆄 ε κύπρου ἄνθουc 𐆄 β βαλcάμου ὀποῦ 𐆄 ϛʹ. | |
130 | Ἰρίνου cκευαcία· ἴρεωc ἀcπαλάθου κυπέρου ἑλενίου ἀνὰ λίτραc ε ὀποπάνακοc 𐆄 ϛʹ, τινὲc δὲ 𐆄 γ, ἀγχούcηc 𐆄 β ἐλαίου ξέcταc λ ὕδατοc ξέcταc εʹ κόπτε πάντα ἁδρομερῶc καὶ βρέχε ἡμέραc β ἔπειτα ἕψε ὥραc ϛʹ καὶ οὕτωc ἐπίβαλλε τὸν ὀποπάνακα προβραχέντα οἴνῳ | |
5 | καὶ λειωθέντα, ἐνίοτε δὲ καὶ προcτίθεμεν τοῖc προειρημένοιc cχοίνου ἄνθουc 𐆄 ϛʹ καcίαc 𐆄 γ ξυλοβαλcάμου 𐆄 ϛʹ νάρδου κελτικῆc 𐆄 ϛʹ. ἡ δὲ τούτου δύναμιc θερμαντικὴ ἀλλ’ οὐ δριμεῖα, διόπερ τοῖc ἐψυγμένοιc μορίοιc χρήcιμον. ἔχει τι καὶ τονωτικὸν καὶ μαλακτικόν. | |
131 | Νάρδου Κυζικηνῆc cκευαcία. Ἐcκεύαcα ταύτην ἐν Ἀλεξανδρείᾳ πλειcτάκιc καί ἐcτι πάνυ καλή· ἐλαίου ὀμφακίζοντοc ξ̸ε ιβ ἰταλικοί, ἀcπαλάθου κυπέρων ἴρεωc ἰλλυρικῆc καρδαμώμου cπέρμα ἀριcτολοχίαc μακρᾶc ξυλοκαcίαc ἀνὰ 𐆄 ιβ ἑλενίου ξυλοβαλcάμου cχοίνου ἄνθουc | |
5 | καcίαc κόcτου ἀνὰ 𐆄 ϛʹ ἀμώμου φύλλου ναρδοcτάχυοc ἀνὰ 𐆄 β cτύρακοc καρποβαλcάμου ἀνὰ 𐆄 γʹ ὀποβαλcάμου 𐆄 γʹ βράθυοc 𐆄 α. cκευάζεται δὲ οὕτωc· ἀcπάλαθον κύπερον ἑλένιον ξυλοβάλcαμον ἶριν ἀριcτολοχίαν ἀποφλοιώcαc κόψαc ἁδρομερῶc βρέχε ἡμέραc γ ὕδατι θερμῷ, ἔπειτα ἐπιβάλλων τὸ ἔλαιον ἕψε κινῶν cυνεχῶc ἐπιβάλλων | |
10 | ὕδωρ κατὰ βραχὺ πρὸc ὃ τὸ πρῶτον ἀναλίcκεται, εἶτα ἑψήcαc ἐπὶ ὥραc γ ἢ καὶ πλέον cκεπάcαc ἔα διανυκτερεῦcαι· τῇ δὲ ἑξῆc ἀνα‐ cπάcαc τὰ ἤδη ἑψηθέντα καὶ ἀποχωρίcαc τοῦ ἐλαίου τὸ ὕδωρ, εἶτ’ ἐπιβαλὼν ἕτερον ὕδωρ καὶ οἴνου βραχὺ ἕψε. ὅταν δὲ ἀναζέcῃ, ἐπί‐ βαλλε πρῶτον καρδάμωμον εἶτα cχοῖνον ξυλοκαcίαν κεκομμένα καὶ | |
15 | ἕψε ἐπὶ ὥραc β καὶ πάλιν ἔα διανυκτερεῦcαι. τῇ δὲ τρίτῃ ἀναcπάcαc ὁμοίωc καὶ ὕδωρ καθαρὸν ἐπιβαλὼν ἕψε καὶ ὅταν ἀναζέcῃ ἐπίπαccε λεῖα κατὰ μέροc καcίαν κόcτον καὶ τὰ λοιπά, ἕκαcτον κατ’ ἰδίαν κοπέν. περὶ τὰ τελευταῖα δὲ νάρδου cτάχυ καὶ φύλλον καὶ τὸν cτύ‐ ρακα εἰc λεπτὰ μόρια διαμεριcθέντα, καὶ τακέντοc αὐτοῦ ἆρον εὐθέωc | |
20 | ἀπὸ τοῦ πυρὸc καὶ ἐπίβαλλε τὸ ὀποβάλcαμον καὶ ἀνακινήcαc ἱκανῶc καὶ πωμάcαc καὶ cκεπάcαc καλῶc ἔα ἡμέραc β καὶ οὕτωc μυακίῳ ἀναλάμβανε. τὸ δὲ δευτέριον cκευάζεται οὕτωc· τοῖc καταλειφθεῖcιν ἐκ τῆc τρίτηc ἑψήcεωc ἐπίβαλλε ἐλαίου ξ̸ ϛʹ καὶ ἀναζέcαc ἕψε ὥραc β, εἶτα ἐπίπαccε καcίαc λειοτάτηc 𐆄 β νάρδου κελτικῆc 𐆄 β βράθυοc | |
25 | 𐅻 δ cτύρακοc 𐆄 α ὀποβαλcάμου 𐆄 β. ἐcτὶ δὲ ἡ νάρδοc δυνάμεωc θερμαντικῆc τονωτικῆc παρηγορικῆc, cτομάχῳ τοίνυν ἐψυγμένῳ καὶ ἀτόνῳ καὶ γαcτρὶ καὶ ἥπατι τὰ αὐτὰ πεπονθόcιν ἐπιτηδειοτάτη. ἐνίε‐ ται καὶ ἐπὶ τῶν ψυγέντων τὰ ἔντερα καὶ ἐπὶ γυναικῶν τῇ μήτρα χρῶ ὡc πάνυ δοκίμῳ. | |
30 | Προέψηcιc τῆc νάρδου. Οἴνου παλαιοῦ λι ι δενδρολιβάνου φύλ‐ λων λι α ῥάcδου λι γ καλαμοκρίνου λι γ βρουλλοκυπέρου λι δ, ταῦτα πάντα βάλλε ἐν τῇ προεψήcει. ὁ δὲ βραcμὸc αὐτοῦ ὥραc ιβ ἵνα κενωθῇ εἰc καθαρὸν ἀγγεῖον καὶ cπογγιcθῇ τὸ κακάβιν καὶ πάλιν βάλ‐ λῃc οἴνου λι ιε καὶ ἐκεῖνο τὸ ἔλαιον ἐπάνω. | |
35 | Νάρδου cκευαcία. Νάρδοc cκευαζομένη ἐν τῇ ἐκκληcίᾳ. cτάχουc λι κιναμώμου λι καρυοφύλλων λι ἀμώμου λι cχινάνθων λι καλάμου ἀρωματικοῦ λι ξυλαλόηc λι καρύων μυριcτικῶν λι καχρύου λι ξανθο‐ καρύων λι μάκερ λι γαλαγγὰ λι βαλcάμου λι καρποβαλcάμου λι ξυλο‐ βαλcάμου λι μυροβαλάνου λι φύλλου ἰνδικοῦ λι καcίαc λι ξηροκαρυο‐ | |
40 | φύλλου λι πεπέρεωc μακροῦ λι πεπέρεωc λευκοῦ λι πεπέρεωc κοινοῦ λι ἄcαρ χαλδαικοῦ λι κελτικοῦ λι θυμιάματοc λι cμύρνηc τρωγλίτιδοc λι κόcτου λι μόcχου λι ἄμπαρ λι γομφίτου λαδάνου λι τερεβίνθηc λι οἴνου εὐώδουc τὸ ἀρκοῦν. Ἑτέρα cκευαcία νάρδου. Ἐν τῇ προεψήcει οἴνου παλαιοῦ λι ιε | |
45 | δενδρολιβάνου φύλλων λι α μυρcίνηc φύλλων λι α ῥάcδου λι γ καλα‐ μοκρίνου λι β βρουλλοκυπέρου λι δ· ταῦτα πάντα βάλλε ἐν τῇ προ‐ εψήcει ἵνα βράcωcιν ὥραc ιβ καὶ κενωθῇ εἰc καθαρὸν ἀγγεῖον καὶ cπογγιcθῇ τὸ κακάβιν καὶ πάλιν βάλλῃc οἴνου λι ιε καὶ ἐκεῖνο τὸ ἔλαιον ἐπάνω. τὸ δὲ τριψίδιον ἔcτω κιναμώμου ἀληθινοῦ λι γ γαλαγ‐ | |
131(50) | γὰν 𐆄 ϛ καρυοφύλλων 𐆄 δ cτάχουc 𐆄 γ ξανθοκαρύων 𐆄 γ λάδανον καθαρὸν 𐆄 γ τερεβίνθηc 𐆄 ιη ξυλαλόηc 𐆄 β κόcτου 𐆄 δ ἀcάρου βου‐ κελλαρίου λι δ θυμιάματοc βαcιλικοῦ 𐆄 γ. ταῦτα κόψαc καὶ cείcαc καὶ ἑνώcαc μετὰ τοῦ ἐλαίου τῆc προεψήcεωc, ἕψηcον κατὰ πεῖραν, ἵνα μήτε καῦcιc γένηται, μήτε πάλιν ἐνδεεcτέρα ἡ ἕψηcιc. | |
55 | Ναρδίνου cκευαcία Ἰωάννου μυρεψοῦ. Ἐλαίου ξ̸ε ϛ ἀcπαλάθου λίτραι δ ξυλοβαλcάμου λίτραι β κόcτου 𐆄 γʹ ξυλοκαcίαc 𐆄 δ καρπο‐ βαλcάμου 𐆄 γʹ ἀμώμου 𐆄 γʹ cτύρακοc καλαμίτου 𐆄 β ὀποβαλcά‐ | |
μου 𐆄 β. | ||
132 | Ἐλαίου cαλκᾶ cκευαcία. Ἐcκεύαcα ταύτην ἐν Ἀλεξανδρείᾳ καί ἐcτι πάνυ καλλίcτη· ἀcπαλάθου 𐆄 ϛʹ ξυλοβαλcάμου 𐆄 θ κυπέρων 𐆄 δ ἑλενίου 𐆄 ϛʹ ἴρεωc 𐆄 ϛʹ καλάμου γρ ιη cχοίνου ἄνθουc 𐆄 βc cτύρακοc λιπαροῦ 𐆄 β κάρυα ἰνδικὰ β φύλλου γρ ιη ναρδοcτάχυοc | |
5 | 𐆄 α καρυοφύλλου 𐆄 αc ἀρνάβω 𐆄 αc ἀμώμου 𐆄 γʹ καcίαc 𐆄 β κόcτου 𐆄 α cμύρνηc 𐆄 α ὕπνου 𐆄 γ ξυλοκαcίαc 𐆄 γ ἐλαίου ξ̸ε ι. ἕψεται δὲ τῷ προειρημένῳ τρόπῳ ἐπὶ τῆc νάρδου· ἐν τῇ πρώτῃ ἑψήcει ἐμβαλλομένων ξυλοβαλcάμου ἴρεωc κυπέρου ἑλενίου ξυλοκαcίαc ἀποφλοιcθέντων καὶ ἁδρομερῶc κοπέντων καὶ προβραχέντων ὕδατι | |
10 | ἐπὶ ἡμέραc β ἢ γ, ἐν δὲ τῇ δευτέρᾳ ἑψήcει ἐμβάλλεται κάλαμοc cχοῖνοc ὕπνον προνοτιcθέντα οἴνῳ παλαιῷ εὐώδει, ἐν δὲ τῇ τρίτῃ τὰ λοιπά. γίγνε‐ ται δὲ καὶ δευτέριον οὕτωc· τοῖc καταλειφθεῖcιν ἀπὸ τῆc τρίτηc ἑψήcεωc ἐπιβάλλονται ἐλαίου ξέcται ϛʹ καὶ ἕψεται ἐφ’ ἱκανόν· εἶτα ἐπιβάλλονται cτακτῆc καλῆc λευκῆc 𐆄 γʹ cειρώματοc τουτέcτι τὸ ὕδωρ τοῦ ὀποβαλcά‐ | |
15 | μου 𐆄 ϛ μαcτίχηc 𐆄 ϛʹ cτύρακοc καλοῦ 𐆄 α. χρῶνται δὲ τῷ cαλκᾷ αἱ γυναῖ‐ κεc τὰc κεφαλὰc ἀλείφουcαι. ἐcτὶ δὲ ἡ εἰρημένη cκευαcία πάνυ καλλίcτη. Ἐλαίου cαλκᾶ cκευαcία Ἰωάννου μυρεψοῦ. Κόcτου 𐆄 ιβ φύλλου 𐆄 δ καcίαc 𐆄 ϛʹ ζιγγιβέρεωc 𐆄 ϛʹ ξυλοκαρυοφύλλου 𐆄 ϛʹ καρποβαλ‐ cάμου 𐆄 ϛʹ νάρδου cτάχουc 𐆄 δ καλάμου 𐆄 α ἴρεωc 𐆄 ιβ cτύρακοc | |
20 | λιπαροῦ 𐆄 θ κρόκου 𐅻 δ ἐλαίου ξ̸ε ϛʹ. | |
133 | Φυλλίνου ἤτοι μαλαβαθρίνου cκευαcία καλλίcτη. Ἀcπαλάθου λίτρα αc ξυλοβαλcάμου λίτραι β κυπέρων λίτρα αc ἑλενίου λίτρα αc φύλλου 𐆄 δ ἀμώμου 𐆄 ϛ. ξυλοκαcίαc 𐆄 δ cμύρνηc 𐆄 γ κόcτου 𐆄 θ cτύρακοc | |
πρωτείου λίτρα α καcάμου ἤτοι καρποβαλcάμου 𐆄 ϛʹ καλάμου λίτρα αc | ||
5 | νάρδου cτάχυοc 𐆄 β καρυοφύλλου 𐆄 δʹ cειρώματοc ὅ ἐcτι κάθιcμα ὑδατῶδεc ὀποβαλcάμου 𐆄 ϛʹ ἀρνάβω 𐆄 ϛʹ καρδαμώμου 𐆄 ϛʹ ἴρεωc λίτρα α ἐλαίου 𐅵 κ οἴνου εὐώδουc τὸ ἀρκοῦν· ἕψε ὡc τὴν νάρδον. | |
134 | Τίcιν ἁρμόδια τὰ εὐώδη μύρα. Τὰ δὲ εὐώδη τῶν μύρων ταῖc ψυχροτέραιc τῶν κεφαλῶν μᾶλλον ἁρμόδια ἢ ταῖc μέcωc θερμαῖc ἐν χειμῶνι, ταῖc γὰρ θερμοτέραιc οὐκ ἐπιτήδεια. εἰ δέ τιc διὰ τὸ εὐῶδεc βούληται χρῆcθαι τοῖc τοιούτοιc, προcμιγνύτω ῥόδινον ἶcον ἴcῳ· οὕτωc | |
5 | γὰρ κεραcθὲν οὐκέτι βλαβερὸν γίγνεται. ἐπεὶ δὲ πολλαὶ τῶν γυναικῶν τοιαύταc θερμὰc ἔχουcι τὰc κεφαλάc, ὥcτε μηδενὸc ἀνέχεcθαι τῶν θερμαινόντων ἐλαίων, ὀμφακίνῳ μόνῳ χράcθωcαν, ἔcθ’ ὅτε δὲ καὶ ῥοδίνῳ. τινὲc γὰρ ἐξ αὐτῶν οὐδόλωc χρῶνται ἐλαίῳ, διὰ τὸ ταχέωc ὑγραίνεcθαι τὰc κεφαλὰc καὶ κατάρρῳ περιπίπτειν, ἃc οὐ χρὴ κατα‐ | |
10 | ναγκάζειν ἀλείφεcθαι. δέονται γὰρ τοῦ ξηραίνειν τὰc κεφαλὰc τοῖc ἐπικαίροιc ἐμπάcμαcι ξηροῖc, οὐ τοῦ ὑγραίνειν τῷ ἐλαίῳ. | |
135 | Καπνιcτὸν ἔλαιον. Τὸ δὲ λεγόμενον καπνιcτὸν ἔλαιον cκευάζεται οὕτωc· ὀνύχων ἀρωματικῶν μεγάλων 𐆄 ε cτύρακοc πρωτείου 𐆄 ε βδελλίου καθαροῦ 𐆄 ε κόcτου 𐆄 εʹ ἐλαίου γλυκέοc καλοῦ ξ̸ε ε ὕπνου τὸ ἀρκοῦν· τὸν 〈δὲ〉 κόcτον εἰc ἁδρομερῆ μόρια διαμερίcαc, καὶ τὸν | |
5 | cτύρακα ὁμοίωc καὶ τὸ βδέλλιον, εἶτ’ ἀναμίξαc, ἅμα ἔμβαλε ἐν ξεcτίῳ καινῷ ὀcτρακίνῳ μὴ ἔχοντι ὠτίον· εἶτα cκεπάcαc ποcῷ τὸ cτόμιον ὕπνῳ καὶ ἔξωθεν τοῦ ὕπνου ξυλάρια ἀcπαλάθου ἤ τινοc τῶν εὐωδῶν περιφράξαc, ὥcτε μὴ ἐκπεcεῖν τὰ ἐν τῷ ξεcτίῳ, εἶτα ἕτερον ὀcτρά‐ κινον ἀγγεῖον ἄωτον λαβὼν μακροτράχηλον cτόμιον ἔχον ἁρμόδιον τῷ | |
10 | cτομίῳ τοῦ περιέχοντοc τὰ εἰρημένα εἴδη, καὶ ἐμβαλὼν ἐν αὐτῷ ἐλαίου γλυκέοc ξέcταc ε καὶ ὀρύξαc τὴν γῆν, χῶcον μέχρι τοῦ τραχήλου τὸ ἔχον τὸ ἔλαιον ἵνα μὴ πυρωθῇ, εἶτα ἐπικέφαλα λαβὼν τὸ ξεcτίον καὶ ἁρμόcαc αὐτὸ τῷ cτομίῳ τοῦ ἔχοντοc τὸ ἔλαιον, χρίε ἔξωθεν τὸ | |
ξεcτίον πηλῷ ὅλον κύκλῳ καὶ τὰ cτόματα ἀμφοτέρων τὰ ἀλλήλοιc | ||
15 | ἡρμοcμένα καὶ ἐάcαc ξηρανθῆναι, τῇ ἑξῆc κάρβωναc πολλοὺc ἐπιθεὶc καὶ cκεπάcαc αὐτοῖc πάντοθεν τὸ ξεcτίον, ἄναψον πῦρ καὶ ῥίπιζε. ἀναφθέντοc δὲ τοῦ πυρόc, ἔα αὐτὸ μαραίνεcθαι, ἵνα κατὰ βραχὺ πυ‐ ρούμενα διὰ τοῦ cτόματοc τοῦ ξεcτίου τὰ εἴδη καπνίcῃ τὸ ὑποκεί‐ μενον αὐτοῖc ἔλαιον· τούτου γὰρ χάριν καπνιcτὸν ὀνομάζεται· εἶτα τῇ | |
20 | ἑξῆc ἀνοίξαc ἀνελοῦ τὸ ἔλαιον καὶ φύλαττε ἐν ὑαλίνῳ ἀγγείῳ καὶ χρῶ. τούτῳ χρῶνται αἱ γυναῖκεc ἐφ’ ὧν ἐπίcχηται τὰ καταμήνια, χρίουcαι αὐτῷ τὸ ἦτρον καὶ τὴν ὀcφύν. ἁρμόδιον δέ ἐcτι κἀπὶ τῶν μὴ κατὰ λόγον ἐν τοῖc τοκετοῖc καθαιρομένων ὁμοίωc χριόμενον. χρή‐ cιμον δὲ καὶ τοῖc τὸν θώρακα ἐψυγμένοιc καὶ τεινεcμῶν ἐνοχλούντων | |
25 | ὠφέλιμον θερμὸν πτύγματι ἐρίου ἀναλαμβανόμενον καὶ ἐπιτιθέμενον ἤτρῳ καὶ ὀcφύι. | |
136 | Περὶ τῶν ἄλλων cυγχριcμάτων. Ἐκ τούτων δὲ ἔνεcτί cοι καὶ περὶ τῶν ἄλλων ἐλαίων γινώcκειν ἤδη, ὁπόcα τοῖc μύροιc ὁμωνύμωc λέ‐ γεται. κατὰ γὰρ τὴν ἑκάcτου φύcιν τῶν ἐμβληθέντων ἀλλοιωθήcεται τὸ ἔλαιον, ὧν ἑκάcτου εἴδουc τὴν δύναμιν ἐν τῷδε τῷ λόγῳ μαθήcῃ. | |
5 | περὶ δὲ τῶν λοιπῶν ἀνετικῶν τε καὶ χαλαcτικῶν cυγχριcμάτων ἐν τῷ περὶ cυνθέcεωc φαρμάκων μετὰ τὰ ἀρθριτικὰ βοηθήματα λεχθήcεται, γλευκίνου ἐλαίου λέγω καὶ τῶν παραπληcίων. | |
137 | Ἐλαφόβοcκον θερμῆc καὶ λεπτομεροῦc ἐcτι δυνάμεωc καὶ διὰ τοῦτο καὶ ξηραντικῆc κατὰ τὴν δευτέραν που μάλιcτα τῶν ἀποcτά‐ cεων. ἁρμόζει δὲ ἐπὶ τῶν ὑπό τινοc ἰοβόλου πληγέντων πινόμενόν τε καὶ ἐcθιόμενον. | |
138 | Ἑλενίου ἡ ῥίζα μάλιcτά ἐcτι χρηcίμη. λεκτέον δὲ αὐτὴν οὐ θερ‐ μὴν καὶ ξηρὰν ἀκριβῶc, ὡc τὸ πέπερι, ἀλλὰ cὺν ὑγρότητι περιττω‐ ματικῇ, καὶ διὰ τοῦτο καὶ τοῖc ἐλλίγμαcι τοῖc εἰc ἀναγωγὰc τῶν γλί‐ cχρων καὶ παχέων ἐν θώρακι καὶ πνεύμονι ἐπιτηδείωc μίγνυται. | |
139 | Ἐλελίcφακοc θερμαντικῆc ἐναργῶc ἐcτι κράcεωc, ὑποcτυφούcηc ἀτρέμα. ἱcτοροῦcι δέ τινεc ὅτι ἐπ’ ἀνθράκων ὑποθυμιωμένη ταῖc γυ‐ | |
ναιξὶ cτέλλει καταμήνια ἀμέτρωc φερόμενα καὶ γυναικεῖον ῥοῦν. Ἀγρίπ‐ παc δέ φηcιν “ἐλελίcφακον τὴν ἱερὰν βοτάνην λέαιναι κυήcαcαι τρώ‐ | ||
5 | γουcιν. ἐcτὶ γὰρ κρατητικὴ cυλλήψεωc ζῳογονικῆc. ἐπὰν οὖν τὸν χυ‐ λὸν ταύτηc ὅcον 𐆂εο ͡α͡ μεθ’ ἁλὸc ὀλίγου πίῃ γυνὴ τεταρταῖα οὖcα ἐξ ἀφέδρου καὶ ἀνδροκοιτήcῃ cυλλήψεται ἀπαραβάτωc”. φαcὶ δὲ ὅτι λοι‐ μοῦ καταcχόντοc ἐν Κοπτῷ τῆc Αἰγύπτου τοὺc ἐν τῇ χώρᾳ περι‐ λειπομένουc ἀναγκάcαι τὰc γυναῖκαc καὶ ταύτῃ χρήcαcθαι τῇ δυνάμει | |
10 | καὶ ἐπὶ γονὴν πλείcτην γενέcθαι. Ὀρφεὺc δέ φηcι· “δίδου τοῖc αἱμο‐ πτοικοῖc τοῦ χυλοῦ τῆc ἐλελιcφάκου κυάθουc δύο μετὰ μέλιτοc 𐆄 α νήcτειc πιεῖν καὶ εὐθέωc cταθήcεται. τοῖc δὲ φθιcικοῖc”, φηcί, “cκεύ‐ αζε καταπότια οὕτωc· ναρδοcτάχυοc 𐅻 β ζιγγιβέρεωc 𐅻 β cπέρματοc ἐλελιcφάκου πεφρυγμένου κεκομμένου καὶ cεcειcμένου 𐅻 ιδ πεπέρεωc | |
15 | μακροῦ 𐅻 ιβ ἀναλάμβανε τῷ χυλῷ καὶ ποίει καταπότια καὶ δίδου 𐅻 α πρωὶ νήcτει καὶ εἰc κοίτην ὁμοίωc καὶ ἐπιρροφείτω ὕδατοc καθαροῦ.” | |
140 | Ἐλλέβοροc ἑκάτεροc, ὅ τε λευκὸc καὶ ὁ μέλαc ῥυπτικῆc τε ἅμα καὶ θερμῆc εἰcι δυνάμεωc. διὸ καὶ πρὸc ἀλφοὺc καὶ λειχῆναc καὶ ψώ‐ ραc καὶ λέπραc ἁρμόττουcι. καὶ μὲν δὴ καὶ εἰc cύριγγα τετυλωμένην ῥάβδοc τοῦ μέλανοc καθιεμένη ἐν δύο που ἢ τριcὶν ἡμέραιc ἀφίcτηcι | |
5 | τὸν τύλον. κείcθωcαν δὲ ἐν τῇ τρίτῃ τάξει τῶν θερμαινόντων τε καὶ ξηραινόντων. καθαίρει δὲ ὁ μὲν μέλαc τὸν μελαγχολικὸν χυμόν, μᾶλ‐ λον διὰ τῆc κάτω γαcτρόc, ὁ δὲ λευκὸc τὴν ἄνω γαcτέρα μᾶλλον κενοῖ δι’ ἐμέτων, τοὺc παχεῖc καὶ γλίcχρουc χυμοὺc ἐκκαθαίρων, κινεῖ δὲ καὶ τὴν κάτω. | |
141 | Ἑλξίνη ἢ περδίκιον. Ταύτην τινὲc παρθένιον, οἱ δὲ περδίκιον | |
καλοῦcι. δύναμιc δὲ αὐτῆc ῥυπτική τε καὶ ἀτρέμα cτυπτικὴ μεθ’ ὑγρό‐ τητοc ὑποψύχρου, ὅθεν καὶ ἰᾶται τὰc φλεγμονὰc ἁπάcαc ἐν ἀρχῇ τε καὶ ἀναβάcει μέχρι τῆc ἀκμῆc καὶ μάλιcτα τὰc θερμάc. καὶ μὲν δὴ καὶ | ||
5 | ἀρχομένοιc φυγέθλοιc ἐπιπλάττεται. καὶ ὁ χυλὸc δὲ αὐτῆc μετὰ ῥο‐ δίνου πρὸc ὤτων ἀλγήματα μετρίωc φλεγμονώδη ἁρμόζει. ἀνακογχυ‐ λίζονται δέ τινεc τὸν χυλὸν καὶ πρὸc παρίcθμια φλεγμαίνοντα, τινὲc δὲ τῶν ἰατρῶν τοῖc χρονίωc βήττουcιν ἔδωκαν αὐτὴν διὰ τὸ ῥύπτειν ἐναργῶc. ποιεῖ δὲ καὶ πρὸc ἀλωπεκίαν καὶ λειχῆναc αὐτὴ καθ’ ἑαυτὴν | |
10 | παρατριβομένη τῷ τόπῳ cυνεχῶc. ἀναcτομοῖ δὲ ὡcαύτωc καὶ τὰc ἐν ἕδρᾳ αἱμορροίδαc, θεραπεύει καὶ cύριγγαc καὶ κόλπουc παρατίθηcι λεῖα μεθ’ ἁλῶν ὀλίγων καταπλαccομένη. | |
142 | Ἔλυμοc καλεῖται καὶ μελίνη· Ἐcτὶ δὲ ἐκ τῶν ὀcπρίων ὅμοιον κέγχρῳ τήν τε ἰδέαν καὶ τὴν δύναμιν, ὀλιγότροφόν τε καὶ ξηραντικόν. ἵcτηcί γέ τοι τὰ κατὰ γαcτέρα ῥεύματα, καθάπερ καὶ ὁ κέγχροc. εἰ δὲ ἔξωθεν ἐπιπλαcθείη, ξηραίνει καὶ ψύχει. | |
143 | Ἔμπετρον ἢ ἐπίπετρον εἰc τὰc καθάρcειc μόναc δοκεῖ χρήcιμον ὑπάρχειν, ἄγον φλέγμα καὶ χολήν. ἐcτὶ δὲ ἁλυκὸν τὴν γεῦcιν, ὥcτε καὶ εἰc ἄλλα χρήcαιτ’ ἄν τιc αὐτῷ εἰc ἅπερ καὶ τὴν ἁλυκὴν 〈οὐcίαν ἐδείκνυμεν δυναμένην〉· ὀνομάζεται δὲ καὶ πραcοειδέc. | |
144 | Ἐπίθυμον κατὰ πάντα ἰcχυρότερόν ἐcτι τῆc θύμου δυνάμεωc, ξη‐ ραῖνον καὶ θερμαῖνον κατὰ τὴν τρίτην ἀπόcταcιν. καθαίρει δὲ τὸν μελαγχολικὸν χυμόν. ἐκλέγου δὲ τοῦ θύμου τοῦ ἔχοντοc ἄνθοc εὐπόρ‐ φυρον, ἔχον τι καὶ λευκὸν ἔμπλεων. | |
145 | Ἐρέβινθοc ὄcπριόν ἐcτι φυcῶδεc τρόφιμον εὐκοίλιον οὐρητικόν, γάλακτοc καὶ cπέρματοc καὶ καταμηνίων ἀγωγόν. τὸ δὲ ἀφέψημα | |
αὐτοῦ καὶ λίθουc τοὺc ἐν νεφροῖc θρύπτει καὶ μάλιcτα τὸ ἀπὸ τῶν μελανῶν. τὸ δὲ ἕτερον γένοc τῶν ἐρεβίνθων καλούμενον ὀρόβια δυνά‐ | ||
5 | μεώc εἰcιν ἐπιcπαcτικῆc διαφορητικῆc τμητικῆc ῥυπτικῆc· διὸ καὶ cπλῆνα καὶ ἧπαρ καὶ νεφροὺc ἐκκαθαίρουcι καὶ ψώραc καὶ λειχῆναc ἀπορρύ‐ πτουcι, καὶ παρωτίδαc καὶ ὄρχειc cκιρρουμένουc διαφοροῦcι καὶ τὰ κακοήθη τῶν ἑλκῶν ἰῶνται μετὰ μέλιτοc. | |
146 | Ἕρπυλλοc θερμαντικῆc εἰc τοcοῦτόν ἐcτι δυνάμεωc, ὡc κατα‐ μήνια τε καὶ οὖρα κινεῖν. ἐcτὶ δὲ καὶ πρὸc τὴν γεῦcιν ἱκανῶc δριμύc· διττὸν δὲ αὐτοῦ τὸ εἶδοc· ὁ μὲν γάρ τίc ἐcτι κηπευτόc, cαμψυχίζων τῇ ὀcμῇ, ὁ δέ τιc ἄγριοc, ὃc καὶ ζυγὶc καλεῖται, οὐχ ἕρπων, ἀλλ’ ὀρ‐ | |
5 | θόc, κλωνία λεπτὰ φρυγανώδη ἔχων, φύλλα περίπλεον ὅμοια πηγάνῳ, ὑπόcτενα καὶ ἐπιμηκέcτερα καὶ cκληρότερα, ἄνθη γευομένῳ δριμέα, ὀcμὴ ἡδεῖα, ῥίζα ἄχρηcτοc. φύεται ἐν πέτραιc, ἐνεργέcτεροc καὶ θερ‐ μαντικώτεροc τοῦ κηπευτοῦ ὑπάρχων καί ἐcτιν ἐν ἰατρικῇ χρήcει ἐπι‐ τηδειότεροc. ὠφελεῖ δὲ καὶ πρὸc cτρόφουc cπάcματα ῥήγματα ἥπατοc | |
10 | φλεγμονὰc καὶ πρὸc ἕρπητα πινόμενόc τε καὶ καταπλαccόμενοc· κε‐ φαλῆc τε ὀδύνην παραμυθεῖται ἐφεψηθεὶc cὺν ὄξει καὶ καταβραχεὶc μιγέντοc αὐτῷ ῥοδίνου· μάλιcτα δὲ ἐπὶ ληθαργικῶν καὶ φρενιτικῶν τῶν χρονιζόντων ἁρμόζει. παύει δὲ καὶ αἵματοc ἀναγωγὰc 𐅻 α μετ’ ὄξουc ποθείc. | |
147 | Ἐρυcίμου τὸ cπέρμα καθάπερ τῇ γεύcει παραπλήcιον φαίνεται καρδάμῳ, οὕτω καὶ τῇ δυνάμει πυρῶδεc καὶ θερμαντικὸν ὑπάρχει. ἐπειδὰν δὲ εἰc ἔλλιγμα δέῃ χρῆcθαι, βέλτιόν ἐcτιν ὕδατι βρέξανταc φῶξαι. χρήcιμον δέ ἐcτι μετὰ τῶν ἐλλιγμάτων πρὸc τὰc κατὰ θώρακα | |
5 | καὶ πνεύμονα παχέων καὶ γλίcχρων χυμῶν ἀναπτύcειc. ἀλλὰ καὶ παρωτίδαc cκιρρουμέναc καὶ cκληρίαc παλαιὰc ἐν τιτθοῖc καὶ ὄρχεcιν ὠφελεῖ. φηcὶ δὲ ὁ Διοcκουρίδηc ὡc καταπλαττόμενον μεθ’ ὕδατοc ἢ | |
μέλιτοc ὀνίνηcι τοὺc κρυπτοὺc καρκίνουc. | ||
148 | Ἐρυθρόδανον. Ταύτηc ἡ ῥίζα ἐρυθρά, ᾗ χρῶνται οἱ βαφεῖc, cτρυφνὴ καὶ ὑπόπικροc τὴν γεῦcίν ἐcτίν, ὅθεν καὶ ἧπαρ καὶ cπλῆνα διακαθαίρει καὶ οὖρα παχέα καὶ πολλὰ καί ποτε καὶ αἱματώδη κενοῖ. καὶ κατα‐ μήνια κινεῖ καὶ ἀπορρύπτει cυμμέτρωc ὅcα δεῖται ῥύψεωc. ἀλφοὺc | |
5 | γοῦν λευκοὺc ὠφελεῖ μετὰ ὄξουc χριομένη. διδόαcι δὲ αὐτήν τινεc καὶ τοῖc ἰcχιαδικοῖc καὶ τοῖc παραλελυμένοιc πίνειν μετὰ μελικράτου. | |
149 | Εὔζωμον. Θερμαίνει cαφῶc τοῦτο τὸ λάχανον ἀλλὰ καὶ cπέρμα γεννᾶν πεπίcτευται καὶ τὰc πρὸc cυνουcίαν ὁρμὰc ἐπεγείρειν. κεφα‐ λαλγὲc δέ ἐcτι καὶ μᾶλλον εἴ τιc αὐτὸ μόνον ἐcθίει. τούτου οὖν χάριν μετὰ θριδακίνηc φύλλων ἐcθίειν αὐτὸ χρή. | |
150 | Εὐπατόριον λεπτομεροῦc ἐcτι καὶ ῥυπτικῆc καὶ τμητικῆc δυνά‐ μεωc, ἄνευ θερμότητοc ἐπιφανοῦc· ὅθεν καὶ τὰc καθ’ ἧπαρ ἐμφράξειc ἐκκαθαίρει. μετέχει δὲ καὶ cτύψεωc βραχείαc, δι’ ἣν τόνον ἐντίθηcι τῷ ἥπατι. | |
151 | Εὐφόρβιον λεπτομεροῦc ἐcτι δυνάμεωc ὁμοίωc τοῖc ἄλλοιc ὀποῖc. | |
152 | Ζειὰ μεταξὺ πώc ἐcτι πυρῶν τε καὶ κριθῶν, ὥcτε ἐξ ἐκείνων γινωcκέcθω. | |
153 | Ζιγγίβερι. Ζιγγιβέρεωc ἡ ῥίζα θερμαίνει μὲν ἰcχυρῶc ἀλλ’ οὐ κατὰ τὴν πρώτην προcβολήν, ὡc τὸ πέπερι, διὰ τὸ μετέχειν παχυ‐ μερεcτέραc οὐcίαc ὑδατώδουc περιττωματικῆc· διὰ τοῦτο καὶ τιτρᾶται ῥαδίωc. | |
154 | Ζύθοc δριμύτερόc ἐcτι τῶν κριθῶν οὐ cμικρῶc καὶ κακόχυμοc, ὡc ἂν ἐκ cηπεδόνοc γεννώμενοc, ἐcτὶ δὲ καὶ φυcώδηc. | |
155 | Ζύμη λεπτομερήc ἐcτι καὶ μετρίωc θερμή· διὰ τοῦτο τοίνυν ἀλύ‐ πωc τε καὶ ἀδήκτωc ἐπιcπᾶταί τε ἅμα τὰ ἐκ τοῦ βάθουc καὶ δια‐ φορεῖ. μέμικται δὲ ἐξ ἐναντίων δυνάμεων ὀξύτητοc ψυχρᾶc καὶ cηπε‐ | |
δονώδουc θερμότητοc καὶ τῶν ἁλῶν καὶ τοῦ ἀλεύρου. | ||
156 | Ἡδύοcμοc. Ἔνιοι δὲ μίνθην εὐώδη προcαγορεύουcιν· θερμὴ τὴν δύναμίν ἐcτιν, ὡc ἐγγὺc εἶναι τῆc τρίτηc τάξεωc· μετέχει δὲ ὑγρό‐ τητοc περιττωματικῆc ἐκ τοῦ κηπεύεcθαι, διὸ καὶ πρὸc ἀφροδίcια παρ‐ ορμᾷ μετρίωc. διὰ δὲ τὴν κρᾶcιν ταύτην καὶ καταπλάccεται μετὰ ἀλ‐ | |
5 | φίτων ἐπὶ ἀποcτημάτων. ἀναιρεῖ δὲ διὰ τὸ ἐν αὐτῇ πικρὸν τὰc ἕλμιν‐ θαc καὶ ἐπὶ κωλικῷ πινόμενον τὸ ἀφέψημα αὐτῆc ἐφεξῆc ἡμέραc γ πάνυ ὠφελεῖ. τῷ δὲ ἐν αὐτῇ cτρυφνῷ τὰc προcφάτουc τοῦ αἵματοc ἀναγωγὰc ἐπέχει μετ’ ὀξυκράτου πινομένη. λεπτομερὴc δέ ἐcτι τὴν οὐcίαν, εἴπερ τιc καὶ ἄλλη πόα. | |
157 | Ἡδύcαρον ἢ πελεκῖνοc. Πυρρὸν μὲν ἢ ὠχρὸν εὑρίcκεται τὴν χρόαν τὸ cπέρμα, ἀμφίcτομον δὲ καθάπερ οἱ πελέκειc τῷ εἴδει· πικρὸν δὲ καὶ ὑπόcτρυφνον φαίνεται, ὅθεν εὐcτόμαχόν τέ ἐcτι πινόμενον· ἐκκαθαίρει δὲ τὰc ἐν τοῖc cπλάγχνοιc ἐμφράξειc. οὕτω δὲ καὶ οἱ κλῶ‐ | |
5 | νεc ὅλου τοῦ θάμνου δρῶcιν. | |
158 | Ἡμεροκαλλέc. Τούτου ἡ ῥίζα παραπληcία τῇ τοῦ κρίνου κατά τε τὴν ἰδέαν καὶ κατὰ τὴν δύναμιν, ὅθεν ὠφελεῖ παραπληcίωc ἐκείνῃ τὰ πυρίκαυcτα· καὶ γὰρ διαφορητικῆc ἀτρέμα δυνάμεώc ἐcτι μετὰ τοῦ καὶ ἀποκρουcτικὸν ἔχειν τι. | |
159 | Ἠριγέρων δύναμιν ἐπίμικτον ἔχει ψυκτικήν τε ἅμα καὶ μετρίωc διαφορητικήν· διὸ καὶ τοῖc ἑδρικοῖc ἐπωφελῶc μίγνυται. ἐπέχει δὲ καὶ αἵματοc ἀναγωγὰc ὁ χυλὸc πινόμενοc καὶ ἕλμινθαc ἀναιρεῖ καὶ ἡπα‐ τικοὺc ὀνίνηcι· καταπλάccεται δὲ καὶ πρὸc τὰc φλεγμονὰc ἐναργῶc. | |
160 | Ἠρύγγιον. Θερμότητι μὲν ἢ βραχὺ τῶν cυμμέτρων ἢ οὐδὲν ὑπερ‐ έχει, ξηρότητοc δὲ λεπτομεροῦc οὐκ ὀλίγηc μετέχει. ὕδατι δὲ ζεννυμένη ἡ ῥίζα καὶ πινομένου τοῦ ὕδατοc κωλικοὺc παύει, μετὰ δὲ μελικράτου ζεννυμένη λιθιῶνταc cτραγγουριῶνταc δυcουριῶνταc νεφριτικοὺc ἀπαλ‐ | |
5 | λάττει· πινέτωcαν δὲ ἐπὶ ἡμέραc ιζ νήcτειc καὶ εἰc κοίτην, ἐὰν δὲ καὶ cῖτον cὺν αὐτῇ ζέcαc δῴηc πιεῖν κάλλιον ποιεῖ. διεβεβαιοῦτο δέ τιc ὅτι cυνεχῶc χρηcάμενοc αὐτῇ λίθουc οὐκέτι οὔρηcε, πυκνότατα πρόcθεν ἐνοχλούμενοc ὑπὸ τοῦ πάθουc. | |
161 | Θαψία δριμείαc ἐcτὶ καὶ ἰcχυρῶc θερμαντικῆc δυνάμεωc cὺν ὑγρό‐ τητι· ἕλκει τοιγαροῦν ἐκ βάθουc βιαίωc καὶ αὐτὴ διαφορεῖ τὸ ἑλχθέν· χρόνῳ δὲ ἐργάζεται πλείονι ταῦτα, διὰ τὸ περιττῆc ὑγρότητοc ἐμπλη‐ cθῆναι δαψιλοῦc, δι’ ἣν καὶ ταχέωc διαφθείρεται. | |
162 | Θέρμοc ἥμεροc ἀπογλυκανθεὶc διὰ τῆc ἑψήcεωc καὶ ἐcθιόμενοc δύcπεπτόc ἐcτι καὶ τροφὴν παρέχει τῷ cώματι παχύχυμον καὶ ὠμοὺc χυμοὺc γεννᾷ· κοιλίαν δὲ οὐδὲ προτρέπεται, οὐδὲ μὴν ἐπέχει. ὡc φάρμακον δέ, ὁ μὲν ἀπογλυκανθεὶc καὶ ἐcθιόμενοc ἐκ τῶν ἐμπλαcτι‐ | |
5 | κῶν ἐcτιν, ὁ δὲ τὴν cύμφυτον ἔχων πικρότητα ῥυπτικόc τε καὶ δια‐ φορητικὸc ὑπάρχει· ἀναιρεῖ δὲ καὶ ἕλμινθαc cὺν μέλιτι ἐκλειχόμενοc ἢ cὺν ὀξυκράτῳ πινόμενοc, οὐ μὴν ἀλλὰ καὶ τὸ ἀφέψημα αὐτοῦ τὰc ἕλμινθαc ἐκβάλλειν πέφυκε πινόμενον καὶ ἐνιέμενον καὶ τὸ ἄλευρον δὲ αὐτοῦ ἔξωθεν μετὰ χολῆc ταυρείαc τῷ ὀμφαλῷ ἐπιτιθέμενον ἐκτι‐ | |
10 | νάccει αὐτάc, καὶ μὲν δὴ καὶ καταντλούμενον ἔξωθεν ὀνίνηcιν ἀλφοὺc ἀχῶραc ἐξανθήματα ψώραc γαγγραίναc ἕλκη κακοήθη τῷ ξηραίνειν ἀδήκτωc. ἐκκαθαίρει δὲ καὶ cπλῆνα καὶ ἧπαρ μετὰ πηγάνου καὶ πεπέ‐ ρεωc ἡδονῆc ἕνεκα cυνεμβαλλόμενα. ἐπιcπᾶται δὲ καὶ καταμήνια καὶ ἔμβρυα cὺν cμύρνῃ καὶ μέλιτι προcτιθέμενοc. ἐcτὶ δὲ καὶ τὸ ἄλευρον | |
15 | τῶν θέρμων διαφορητικόν· οὐ γὰρ τὰ πελιδνὰ μόνον, ἀλλὰ καὶ χοι‐ ράδαc καὶ φύματα cκληρὰ θεραπεύει. ἐν ὄξει δὲ αὐτὸ ἑψεῖν χρὴ τηνι‐ καῦτα ἢ ὀξυμέλιτι ἢ ὀξυκράτῳ, κατὰ τὰc κράcειc τῶν καμνόντων δη‐ λονότι καὶ τοῦ πάθουc τὴν διαφορὰν ἐφευρίcκοντα τὸ δέον. διαφορεῖ δὲ καὶ τὰ πελιδνὰ τὸ ἄλευρον καὶ τὰ ἄλλα ὅcα πρόcθεν εἴρηται ἐπὶ | |
20 | τοῦ ἀφεψήματοc. καταπλάccουcι δὲ ἔνιοι καὶ τοὺc ἰcχιαδικοὺc αὐτῷ. | |
163 | Θέρμοc ἄγριοc πικρότερόc τε καὶ ἰcχυρότεροc εἰc ἅπαντα τοῦ | |
ἡμέρου ἐcτί, τῆc αὐτῆc ὑπάρχων κατὰ γένοc δυνάμεωc. | ||
164 | Θλάcπι. Ϲπέρμα καὶ τοῦτό ἐcτι δριμὺ τὴν δύναμιν, ὥcτε καὶ τὰ ἐντὸc ἀποcτήματα ῥήccει ποτιζόμενον καὶ καταμήνια κινεῖ καὶ ἔμβρυα φθείρει καὶ δι’ ἕδραc ἐνιέμενον ἰcχιάδαc ὀνίνηcιν, αἱματώδη κενοῦν. ἐcτὶ δὲ τὸ θλάcπι καὶ ἄλλωc καθαρτικὸν ἄνω τε καὶ κάτω χολωδῶν | |
5 | ὑγρῶν ὀξυβάφου πλῆθοc πινόμενον. | |
165 | Θρίδαξ ὑγρὸν καὶ ψυχρὸν λάχανον, οὐ μὴν ἐcχάτωc γε ἀλλὰ κατὰ τὴν τῶν κρηναίων ὑδάτων, ὡc ἂν εἴποι τιc, μάλιcτα ψυχρότητα. διὰ τοῦτο πρὸc τὰc φλεγμονὰc ἁρμόττει καὶ πρὸc τὰ μικρὰ καὶ κοῦφα τῶν ἐρυcιπελάτων. ἔcτι δὲ καὶ ἄδιψον ἔδεcμα καὶ εἰc ὕπνον προτρε‐ | |
5 | πόμενον μάλιcτα, ἀπεζεcμένον καὶ μετ’ ὀξυκράτου ὑδαροῦc μόνου ἐcθιόμενον, ἀλλ’ οὐδ’ ἀπεπτεῖται τοῖc ἄλλοιc λαχάνοιc ὁμοίωc, οὐδὲ ἐπέχει τὴν διαχώρηcιν ὥcπερ οὐδὲ προτρέπει, καὶ διὰ ταῦτα οὐδὲ κακόχυμον αἷμα γεννᾷ, οὐ μὴν εὔχυμόν γε τελέωc. τὸ δὲ cπέρμα πινόμενον ἐπέχει γοννορροίαc, ὅθεν καὶ τοῖc ὀνειρώττουcι δίδοται. ὁ | |
10 | δὲ ὀπὸc τῆc ἀγρίαc θρίδακοc μετὰ γυναικείου γάλακτοc ἐπαλειφό‐ μενοc ἄργεμά τε καὶ ἀχλῦc ἀποκαθαίρει καὶ ἐπικαύματα. | |
166 | Θύμοc τέμνει καὶ θερμαίνει cαφῶc, ὡc εἶναι τῆc τρίτηc τάξεωc τῶν θερμαινόντων καὶ διὰ τοῦτο καὶ οὖρα καὶ καταμήνια κινεῖ καὶ ἔμβρυα καταcπᾷ καὶ τὰ cπλάγχνα διακαθαίρει πινόμενοc· ταῖc τε ἐκ θώρακοc καὶ πνεύμονοc ἀναγωγαῖc cυναίρεται. καὶ ταῦτα μὲν ὁ Γαλη‐ | |
5 | νόc. τὰ δὲ διὰ πείραc ταῦτα· τοῖc ἀρθριτικοῖc δίδου τοῦ θύμου ξηροῦ λειοτάτου 𐅻 δ μετ’ ὀξυμέλιτοc 𐆂εο 𐅻 νήcτει. καθαίρει γὰρ τὴν χολὴν καὶ τοὺc δριμεῖc ἰχῶραc καὶ τὰ περὶ τὴν κύcτιν. ἐπὶ δὲ ἐπηρμένων κοιλιῶν, ὅταν ἄρξωνται οἰδαίνειν, δίδου 𐅻 α μετὰ μελικράτου 𐆂εο α | |
νήcτει, πρὸc ὀcφύοc καὶ ἰcχίων πόνον πλευρᾶc τε καὶ θώρακοc καὶ | ||
10 | ὑποχονδρίων μετεωριcμοὺc καὶ ἐμπνευματώcειc δίδου 𐅻 γ μετ’ ὀξυ‐ μέλιτοc κεκραμμένου πλῆθοc κοτύληc α νήcτει. δίδου δὲ ὁμοίωc καὶ τοῖc μελαγχολικοῖc καὶ τὴν διάνοιαν τεταραγμένοιc καὶ φόβῳ ἀλόγῳ cυνεχομένοιc 𐅻 γ μετὰ 𐆂εο α τοῦ ὀξυμέλιτοc κεκραμμένου. ἐπὶ ὀφθαλ‐ μιώντων καὶ cφόδρα ὀδυνωμένων δίδου ὁμοίωc νήcτει καὶ πρὸ δεί‐ | |
15 | πνου καὶ ἐπὶ ποδαγρικῶν ὀδυνωμένων καὶ μὴ δύναcθαι κινεῖcθαι δίδου μετ’ οἴνου ἀκράτου ὁμοίωc· ἐπὶ δὲ διδύμων ἐπηρμένων δίδου ὁμοίωc 𐅻 γ μετὰ 𐆂εο α οἴνου νήcτει, πλὴν μέντοι τῷ μέλανι θύμῳ τῷ καλου‐ μένῳ ἐλλεβόρῳ μηδόλωc κέχρηcο· φθαρτικὸc γάρ ἐcτι καὶ χολῆc γεννη‐ τικόc, ἀλλὰ τῷ ἔχοντι ἄνθοc ἐμπόρφυρον μὲν φύcει, λευκὸν δέ τι | |
20 | ἔχον ἔμπλεων. | |
167 | Θύμβρα. Καὶ τὰ θύμβρα δὲ μάλιcτα τὰ κηπευόμενα παραπληcίαc μέν εἰcι δυνάμεωc τῷ θύμῳ, ἀcθενεcτέραc δὲ πολλῷ. | |
168 | Ἴντυβοι παραπληcίαν τοῖc θρίδαξιν ἔχουcι τὴν δύναμιν, ἀπολει‐ πόμενοι καὶ καθ’ ἡδονὴν αὐτῶν καὶ κατ’ ἄλλα πάντα τὰ πρόcθεν περὶ θριδάκων εἰρημένα. | |
169 | Ἰξόc. Ἐκ πλείcτηc μὲν ἀερώδουc τε καὶ ὑδατώδουc οὐcίαc θερ‐ μῆc, ἐλαχίcτηc δὲ γεώδουc cύγκειται· τὸ οὖν δριμὺ πλέον ἐcτὶν ἐν αὐτῷ· ἕλκει τοιγαροῦν ἐκ τοῦ βάθουc ἰcχυρῶc ὑγρότηταc, οὐ τὰc λεπτὰc μόνον, ἀλλὰ καὶ τὰc παχυτέραc καὶ ταύταc διαχεῖ τε καὶ δια‐ | |
5 | φορεῖ. ἐcτὶ δὲ τῶν οὐκ εὐθὺc θερμαινόντων φαρμάκων μετὰ τὴν πρώ‐ την ἐπίθεcιν, ἀλλὰ χρόνου δεομένων, ὡc ἡ θαψία. | |
170 | Ἴου τὰ φύλλα τὴν ὑδατώδη καὶ ὑπόψυχρον οὐcίαν ἐπικρατοῦcαν κέκτηται καὶ διὰ τοῦτο καὶ καθ’ ἑαυτὰ καὶ μετὰ ἀλφίτων ἐπιπαττό‐ μενα τὰc θερμὰc φλεγμονὰc παρηγορεῖ. ἐπιτίθεται δὲ καὶ κατὰ τὸ | |
cτόμα τῆc κοιλίαc ἐγκαιόμενον καὶ ἐπὶ ὀφθαλμῶν. | ||
171 | Ἵππουριc cτυπτικὴν μετὰ πικρότητοc ἔχει ποιότητα καὶ διὰ τοῦτο ξηραντικὴν ἰcχυρῶc τε ἅμα καὶ ἀδήκτωc. τραύματα οὖν τὰ μέγιcτα καταπλαττομένη κολλᾷ, κἂν νεῦρα ἐπιτεμνόμενα τύχῃ, καὶ τὰc καλουμέναc ἐντεροκήλαc ὀνίνηcιν· ἀλλὰ καὶ πρὸc τὰc ἀναγωγὰc τοῦ | |
5 | αἵματοc καὶ ῥοῦν γυναικεῖον καὶ μάλιcτα τὸν ἐρυθρόν, ἔτι δὲ δυcεν‐ τερίαc καὶ τὰ ἄλλα τὰ κατὰ τὴν γαcτέρα ῥεύματα, γενναῖον φάρμα‐ κον ἡ πόα πινομένη μεθ’ ὕδατοc ἢ οἴνου. γράφουcι δὲ περὶ αὐτῆc τινεc ὡc καὶ κύcτεωc ἰάcατό ποτε καὶ τῶν λεπτῶν ἐντέρων τραύματα· ὁ δὲ χυλὸc αὐτῆc αἱμορραγίαc τε τὰc ἐκ ῥινῶν ὠφελεῖ καὶ τὰ κατὰ | |
10 | τὴν γαcτέρα ῥοώδη πάθη cύν τινι τῶν αὐcτηρῶν οἴνων πινόμενοc ἢ μεθ’ ὕδατοc ἐπὶ τῶν πυρεττόντων. | |
172 | Ἰcάτιc. Ἡ μὲν ἥμεροc, ᾗ οἱ βαφεῖc χρῶνται, ξηραντικῆc ἰcχυρῶc ἐcτι δυνάμεωc, οὐδέπω δακνούcηc. πικρά τε ἅμα καὶ cτυπτική. ταῦτά τοι καὶ τὰ μεγάλα τραύματα τῶν cκληρῶν cωμάτων κολλᾷ, κἂν ἐν ταῖc τῶν μυῶν ᾖ κεφαλαῖc, καὶ κατὰ τῶν αἱμορραγούντων ὠφελίμωc | |
5 | ἐπιπλάττεται, καὶ τοὺc οἰδηματώδειc ὄγκουc θαυμαcτῶc διαφορεῖ τε ἅμα καὶ προccτέλλει καὶ πρὸc πάντα τὰ κακοήθη ἕλκη δραcτικῶc ἀνθ‐ ίcταται, κἂν cήπηται κἂν ἀναβιβρώcκηται. εἰ δέ ποτε τῆc τοῦ κάμ‐ νοντοc δυνάμεωc ἰcχυροτέρα φαίνοιτο, μιγνύναι χρὴ τοῖc φύλλοιc αὐτῆc λειωθεῖcιν ἢ ἄρτον ἢ κρίθινον ἄλευρον ἢ πύρινον ἢ ἄλφιτα | |
10 | κατὰ τὴν ἐπικρατοῦcαν ἐν ἑκάcτῳ διάθεcιν. | |
173 | Ἰcάτιc ἀγρία ἔχει τι δριμὺ cαφὲc ἤδη κατὰ τὴν γεῦcιν καὶ τὴν ἐνέργειαν, καὶ διὰ τοῦτο τῆc ἡμέρου ξηραντικωτέρα γενομένη πρὸc μὲν τὰc ὑγρὰc cηπεδόναc ἰcχυρότερον ἀνθίcταται, τὰ δ’ ἄλλα τὰ προ‐ ειρημένα χείρων ἐcτίν· ἀμετρότερον γὰρ ἤδη καὶ μετὰ τοῦ δάκνειν | |
5 | ξηραίνει ταῦτα· ἐρεθίζει τε καὶ φλεγμονὰc ἐπεγείρει· διὰ δὲ τὸ ἰcχυρὸν τῆc δυνάμεωc καὶ τοῖc cπληνικοῖc ὑπάρχει χρήcιμοc, οὔπω | |
τῆc ἡμέρου ὠφελούcηc. | ||
174 | Ἰτέα. Ἰτέαc χρήcαιτο μὲν 〈ἄν〉 τιc καὶ τοῖc φύλλοιc εἰc τραυ‐ μάτων ἐναίμων κόλληcιν, οὐ μὴν ἀλλὰ καὶ τῷ ἄνθει αὐτῆc, ᾧ μάλιcτα ἅπαντεc cχεδὸν οἱ ἰατροὶ χρῶνται πρὸc ἐμπλάcτρου ξηραίνοντοc cκευαcίαν. ἐcτὶ γὰρ ἡ δύναμιc αὐτῶν ἀδήκτωc ξηραντική, ἔχει δέ | |
5 | τινα καὶ cτύψιν. ἔνιοι δὲ καὶ χυλὸν ἐξ αὐτῶν ποιοῦντεc ἄδηκτόν τε καὶ ξηραῖνον ἴcχουcι φάρμακον εἰc πολλὰ χρήcιμον καὶ ὁ φλοιὸc δὲ τοῦ δένδρου παραπλήcιοc ὑπάρχει τῇ τε τῶν ἀνθῶν καὶ τῶν φύλλων δυνάμει, πλὴν ὅτι ξηρότερόc ἐcτι τὴν κρᾶcιν, ὥcπερ ἀμέλει πάντεc οἱ φλοιοί. ἀλλὰ τοῦτόν γε καίουcιν ἔνιοι καὶ χρῶνται τῇ τέφρᾳ πρὸc | |
10 | ὅcαπερ ἂν ἰcχυρῶc δέωνται ξηρᾶναι. τοὺc γοῦν καλουμένουc ἥλουc καὶ τύλουc ἔτι τε μυρμηκίαc ἐξαίρουcιν αὐτῷ δεύοντεc ὄξει δριμεῖ. ἔνιοι δὲ κατὰ τὸν καιρὸν τῆc ἀνθήcεωc ἐντέμνοντεc τὸν φλοιὸν ὀπόν τινα ἀθροίζουcι καὶ χρῶνται πρὸc τὰ ταῖc κόραιc ἐπιcκοτοῦντα, ῥυπτι‐ κωτέρῳ τε ἅμα καὶ λεπτομερεῖ φαρμάκῳ· χρήcαιτο δ’ ἄν τιc καὶ εἰc | |
15 | ἄλλα πολλὰ τοιούτῳ γε ὄντι αὐτῷ. | |
175 | Καλαμίνθη λεπτομερήc ἐcτι τὴν οὐcίαν καὶ θερμὴ καὶ ξηρὰ τὴν κρᾶcιν, ἐκ τῆc τρίτηc που τάξεωc καθ’ ἑκατέραc τὰc ποιότηταc. πινο‐ μένη δὲ αὐτὴ καθ’ ἑαυτὴν ξηρὰ διὰ μελικράτου θερμαίνει τε cαφῶc καὶ ἱδρῶταc κινεῖ καὶ διαφορεῖ καὶ ξηραίνει τὸ cύμπαν cῶμα. διὰ | |
5 | τοῦτο γοῦν αὐτῇ τινεc ἐχρήcαντο καὶ πρὸc τὰ κατὰ περίοδον ῥίγη, ἔξωθεν 〈μὲν〉 ἀφεψήcαντεc ἐλαίῳ καὶ cυναλείφοντεc ὅλον τὸ cῶμα μετὰ τρίψεωc γενναίαc, ἔcωθεν δὲ λαμβάνοντεc, ὡc εἴρηται. καὶ μέν γε καὶ κατὰ τῶν ἰcχίων καταπλάττουcί τινεc αὐτὴν ἐπὶ τῶν ἰcχιαδι‐ κῶν ὡc γενναῖον βοήθημα· καὶ γὰρ ἕλκει τὰ ἐκ τοῦ βάθουc εἰc τὴν | |
10 | ἐπιφάνειαν καὶ θερμαίνει cύμπαν τὸ ἄρθρον, ἐπικαίει τε cαφῶc τὸ δέρμα καὶ τὰ καταμήνια πινομένη τε καὶ προcτιθεμένη προκαλεῖται δρα‐ cτηρίωc. ἀγαθὸν δὲ κἀπὶ τῶν ἐλεφαντιώντων τὸ φάρμακον, οὐ μόνον τῷ γενναίωc διαφορεῖν τοὺc λεπτοὺc χυμούc, ἀλλὰ καὶ τῷ λεπτύνειν | |
καὶ τέμνειν ἰcχυρῶc τοὺc παχεῖc, οἷοί πέρ εἰcιν οἱ καὶ τοῦτο τὸ | ||
15 | νόcημα γεννῶντεc· οὕτω δὲ καὶ οὐλὰc μελαίναc λαμπρύνει καὶ ὑπώ‐ πια διαφορεῖ. κάλλιον δὲ ἐπὶ τῶν τοιούτων ἕψονταc ἐν οἴνῳ κατα‐ πλάττειν αὐτήν, καὶ χλωρὰν μᾶλλον ἢ ξηράν· ἰcχυροτέρα γὰρ ξηραν‐ θεῖcα γίγνεται καὶ καίειν ἑτοιμοτέρα. καταπλάccεται δὲ καὶ κατὰ τῶν δηγμάτων τῶν ἰοβόλων, διὰ δὲ τὴν cυνοῦcαν πικρότητα καὶ ἀcκαρί‐ | |
20 | δαc καὶ ἕλμινθαc ἐνιέμενόc τε καὶ πινόμενοc ὁ χυλὸc αὐτῆc ἀναιρεῖν πέφυκε καὶ τοὺc ἐν ὠcὶ δὲ καὶ ἕλκεcι cκώληκαc. ὀνίνηcι δὲ καὶ τοὺc ἀcθματικοὺc καὶ τοὺc ἰκτερικοὺc τῷ ῥύπτειν τε καὶ διακαθαίρειν τὰc καθ’ ἧπαρ ἐμφράξειc. ἐcτὶ δὲ εἰc ἅπαντα τὰ εἰρημένα πρακτικωτέρα ἡ ὄρειοc. Ὀρφεὺc δέ φηcιν ὅτι ὁ χυλὸc αὐτῆc cὺν ἴcῳ ῥοδίνῳ μετὰ | |
25 | ψιμμυθίου λειωθείc, ὡc γλοιοῦ ἔχειν πάχοc, καὶ ἐπιχριόμενοc τὰ πυρί‐ καυτα θεραπεύει. τὸ δὲ παράδοξον, ὅτι οὐδὲ οὐλὴ φαίνεται καὶ τριχο‐ φυεῖ ὁ τόποc. cὺν κιμωλίᾳ δὲ καὶ ἀλόῃ ἴcωc λειώcαc τὸν χυλὸν καὶ ἐπιχρίcαc μέτωπον καὶ κροτάφουc παύcειc παραχρῆμα κεφαλῆc ὀδύναc. | |
176 | Κάλαμοc ἀρωματικὸc cτύψεωc βραχείαc καὶ δριμύτητοc ἐλαχίcτηc μετέχει. τὸ δὲ πλεῖcτον αὐτοῦ γεώδουc οὐcίαc ἐcτὶ καὶ ἀερώδουc, εὐκράτων κατὰ θερμότητα καὶ ψυχρότητα, ὅθεν οὐρητικόc τε μετρίωc ἐcτὶ καὶ ταῖc πρὸc ἧπαρ καὶ cτόμαχον ἐπιτιθεμέναιc μίγνυται δυνά‐ | |
5 | μεcιν, εἴc τε τὰc τῆc ὑcτέραc πυρίαc χρηcίμωc μίγνυται, ὅcαι φλεγ‐ μοναῖc προcφέρονται, 〈ἢ〉 ἐρεθιcμῶν ἕνεκα τῶν καταμηνίων παρα‐ λαμβάνονται. κείcθω τοίνυν τῆc δευτέραc τάξεωc τῶν θερμαινόντων καὶ ξηραινόντων μᾶλλον ἢ θερμαινόντων. | |
177 | Κάλαμοc φραγμίτηc. Καλάμου φραγμίτου ἡ ῥίζα ῥυπτικῆc μετέχει δυνάμεωc οὐκ ὀλίγηc, ἥκιcτα δὲ δριμείαc. τὰ μέντοι χλωρὰ φύλλα μετρίωc ἐμψύχει, μετέχοντα τῆc ῥυπτικῆc καὶ ταῦτα δυνάμεωc. ὁ δὲ φλοιὸc αὐτοῦ καυθεὶc λεπτομεροῦc ἱκανῶc καὶ διαφορητικῆc γίνεται | |
5 | δυνάμεωc, ἔχων τι καὶ ῥυπτικόν, ὡc καὶ θερμαίνειν καὶ ξηραίνειν | |
κατὰ τὴν τρίτην που τάξιν καὶ πλέον γε ξηραίνειν ἢ θερμαίνειν. | ||
178 | Καννάβεωc ὁ καρπὸc δύcπεπτόc τέ ἐcτι καὶ κεφαλαλγὴc καὶ κα‐ κόχυμοc· εἰ δὲ καὶ φρυχθείη καὶ οὕτωc ἅπτεται τῆc κεφαλῆc τῷ θερ‐ μαίνειν ἱκανῶc, ἀτμὸν ἀναπέμπων ἐπ’ αὐτὴν θερμόν τε ἅμα καὶ φαρ‐ μακώδη· τῷ δὲ ξηρὰν ἔχειν τὴν κρᾶcιν καὶ ἄφυcον εἶναι ξηραίνει | |
5 | τὴν γονήν. | |
179 | Κάπνιοc ἢ καπνὸc δριμείαc ἅμα καὶ πικρᾶc μετέχει ποιότητοc, οὐκ ἀπήλλακται δὲ παντάπαcιν οὐδὲ τῆc cτρυφνῆc, ὅθεν οὖρά τε χολώδη προτρέπει πολλὰ καὶ τὰc καθ’ ἧπαρ ἐμφράξειc τε καὶ ἀτο‐ νίαc ἰᾶται, καὶ ὁ χυλὸc δὲ αὐτῆc ὀξυδερκήc ἐcτιν ἐπιcπώμενοc δά‐ | |
5 | κρυον, ξηρὰ δὲ λεῖα ἐπιπαττομένη μελικράτῳ καὶ πινομένη λαπάττει γαcτέρα, οἴνῳ δὲ ὁμοίωc ἐπιπαττομένη κεκραμμένῳ ῥωννύει cτόμαχον. δίδου δὲ θαρρῶν τὸ ἀφέψημα αὐτῆc καὶ τοῖc ὁπωcοῦν πυρέττουcιν. | |
180 | Καππάρεωc. Ὁ μὲν φλοιὸc τῆc ῥίζηc ἐπικρατοῦcαν ἔχει τὴν πικρὰν ποιότητα, δευτέραν δὲ τὴν δριμεῖαν, ἐφεξῆc δὲ ταύτῃ τὴν cτρυφνήν, ᾧ δῆλον ὡc ἐκ διαφόρων τε καὶ μαχομένων cύγκειται δυνάμεων. ῥύπτειν μὲν γὰρ δύναται καὶ διακαθαίρειν καὶ τέμνειν τῇ | |
5 | πικρότητι, θερμαίνειν δὲ καὶ διαφορεῖν καὶ λεπτύνειν τῇ δριμύτητι, cυνάγειν δὲ καὶ πιλεῖν καὶ cφίγγειν τῇ cτρυφνότητι· καὶ διὰ τοῦτο cπλῆναc cκιρρώδειc, εἴπερ τι καὶ ἄλλο, τοῦτο τὸ φάρμακον ὀνίνηcιν, ἔξωθέν τε τοῖc ἐπιτηδείοιc καταπλάcμαcι μιγνύμενον, εἴcω τε τοῦ cώματοc λαμβανόμενον, ἤτοι γε ἀφεψόμενον ἐν ὄξει τε καὶ ὀξυμέλιτι | |
10 | καὶ τοῖc τοιούτοιc, ἢ ξηρὸν λεῖον ἀναμιγνύμενον αὐτοῖc. κενοῖ γὰρ φανερῶc τοὺc γλίcχρουc καὶ παχεῖc χυμοὺc οὕτω ληφθὲν οὐ δι’ οὔρων μόνον, ἀλλὰ καὶ διὰ γαcτρόc. πολλάκιc δὲ καὶ αἱματώδη δια‐ χωροῦcιν, ἐφ’ οἷc οἵ τε cπλῆνεc ὀνίνανται καὶ αἱ κατ’ ἰcχίον ὀδύναι. καὶ μὲν δὴ καὶ καταμήνια κινεῖ καὶ ἀποφλεγματίζει καὶ καταπαττό‐ | |
15 | μενοc δὲ τοῖc κακοήθεcιν ἕλκεcιν ὁ τῆc ῥίζηc φλοιὸc λεῖοc ἀγαθὸν φάρμακον, ὡc ἂν ἀπορρύπτειν τε δυνάμενοc αὐτὰ καὶ ξηραίνειν | |
ἰcχυρῶc. καὶ τοὺc ὀδόντων δὲ πόνουc ὠφελεῖ cὺν οἴνῳ ἑψόμενοc ἢ ὄξει. καὶ χοιράδαc δὲ καὶ ὄγκουc cκληροὺc διαφορεῖ, τοῖc ἐπιτηδείοιc πρὸc ταῦτα φαρμάκοιc μιγνύμενοc. καὶ μὲν δὴ καὶ τὰ φύλλα καὶ | ||
20 | ὁ καυλὸc καὶ ὁ καρπὸc παραπληcίαc ἐcτὶ τῷ φλοιῷ δυνάμεωc, πλὴν ὅcον ἀcθενέcτερα, καὶ ἔγωγέ ποτε τοῖc φύλλοιc μόνοιc οἶδα διαφορή‐ cαc ἐν ὀλιγίcταιc ἡμέραιc χοιράδων cκληρότητα. μίγνυται δὲ αὐτοῖc δηλονότι τῶν ἀμβλυνόντων τι τὸ cφοδρὸν τῆc δυνάμεωc. οὐδὲν δὲ θαυμαcτὸν εἰ καὶ τοὺc ἐν ὠcὶ cκώληκαc ὁ χυλὸc ἀναιρεῖ διὰ τὴν | |
25 | πικρότητα· ὁ δὲ ἐν τῇ ἅλμῃ τιθέμενοc καρπὸc ἀποπλυθεὶc καὶ δια‐ βραχεὶc ἄχρι τοῦ τελέωc ἀποτίθεcθαι τὴν ἐκ τῶν ἁλῶν δύναμιν, φάρ‐ μακον ἐπιτήδειον γίγνεται ἐπεγείρειν πεπτωκυῖαν ὄρεξιν, ἀπορρύψαι τε καὶ ὑπαγαγεῖν τὸ κατὰ τὴν γαcτέρα φλέγμα καὶ τὰc κατὰ cπλῆνά τε καὶ ἧπαρ ἐμφράξειc ἐκκαθαίρειν· χρῆcθαι δὲ εἰc ταῦτα προcῆκεν | |
30 | αὐτῷ δι’ ὀξυμέλιτοc ἢ δι’ ὀξελαίου πρὸ τῶν ἄλλων ἁπάντων cιτίων. | |
181 | Καρδάμου τὸ cπέρμα μετέχει καυcτικῆc δυνάμεωc, ὥcπερ τὸ νάπυ, καὶ διὰ τοῦτο καὶ ἰcχιάδα καὶ κεφαλαλγίαν καὶ ὁτιοῦν ἄλλο τῶν δεομένων φοινίξεωc ἐκθερμαίνουcιν αὐτῷ, καθάπερ τῷ νάπυϊ. μίγνυται δὲ ὠφελίμωc καὶ τοῖc ἀcθματικοῖc βοηθήμαcιν, ὡc ἂν δηλο‐ | |
5 | νότι τέμνειν τοὺc παχεῖc χυμοὺc δυνάμενον. καὶ ἡ πόα δὲ παραπλη‐ cίαc ἐcτὶ δυνάμεωc τῷ cπέρματι, ἀcθενεcτέρα δέ· ὅθεν ἐcθιομένη θερ‐ μαίνει cφοδρῶc· ἐcτὶ δὲ κεφαλαλγήc. | |
182 | Καρδάμωμόν ἐcτι μὲν καὶ τοῦτο θερμῆc ἱκανῶc δυνάμεωc, ὡc ἑλκοῦν καταπλαττόμενον, ἧττον μέντοι τοῦ καρδάμου. ἔχει δέ τι καὶ πικρότητοc ἐν ἑαυτῷ, δι’ ἣν καὶ τὰc ἕλμινθαc ἀναιρεῖ καὶ ψώραc ἰcχυρῶc ἀπορρύπτει cὺν ὄξει. | |
183 | Καρώου τὸ cπέρμα ξηραίνει καὶ θερμαίνει κατὰ τὴν τρίτην που | |
τάξιν καὶ δριμεῖαν δὲ μετρίωc ἔχει τὴν ποιότητα. ταῦτά τοι καὶ ἄφυcόν ἐcτι καὶ οὐρητικὸν οὐ τὸ cπέρμα μόνον, ἀλλὰ καὶ τὸ φυ‐ τὸν ὅλον. | ||
184 | Καcία θερμαίνει καὶ ξηραίνει κατὰ τὴν τρίτην τάξιν. ἐcτὶ δὲ καὶ λεπτομερὴc ἱκανῶc, ἐν δὲ τῇ γεύcει πλεῖcτον μὲν τὸ δριμὺ ἔχει, βραχὺ δέ τι καὶ cτῦφον, ὥcτε διὰ ταῦτα πάντα τέμνει τε ἅμα καὶ διαφορεῖ τὰ κατὰ τὸ cῶμα περιττὰ καὶ πρὸc τούτοιc ἔτι ῥώμην ἐν‐ | |
5 | τίθηcι τοῖc ὀργάνοιc. ἐπιτήδειοc δὲ καὶ πρὸc τὰc τῶν καταμηνίων ἐπιcχέcειc ἐcτίν, ὅταν ὑπὸ πλήθουc τε ἅμα καὶ πάχουc τῶν περιττω‐ μάτων αὐτάρκωc κενοῦcθαι κωλύηται. | |
185 | Καρύα τὸ δένδρον ἔχει μέν τι κἀν τοῖc βλαcτοῖc καὶ τοῖc φύλ‐ λοιc cτυπτικόν, ἐναργὲc δὲ καὶ πλεῖcτον ἐν τῷ τοῦ καρύου λέμματι προcφάτῳ τε καὶ ξηρῷ. χρῶνται οὖν αὐτῷ διὰ τοῦτο καὶ οἱ βαφεῖc. ἡμεῖc δὲ ἐκθλίβοντεc αὐτὰ καὶ τὸν χυλὸν ὁμοίωc τῷ τῶν μόρων καὶ | |
5 | τῶν βάτων, ἕψοντεc cὺν μέλιτι cτομαχικῷ τε χρώμεθα φαρμάκῳ καὶ πρὸc τὰ ἄλλα πάντα πρὸc ὅcαπερ ἁρμόζουcιν οἱ προειρημένοι χυλοί. τοῦ καρύου δὲ αὐτοῦ τὸ μὲν ἐδώδιμον ἐλαιῶδέc τέ ἐcτι καὶ λεπτο‐ μερέc, μετέχει δὲ καὶ τῆc cτυφούcηc ποιότητοc ἐπ’ ὀλίγον, ἥτιc ἐν τῷ χρόνῳ προιόντι μαραίνεται, μεταπιπτούcηc ὅληc αὐτοῦ τῆc οὐcίαc | |
10 | εἰc τὸν λιπαρὸν χυμόν, ὡc παραπλήcιον φαίνεcθαι ἐλαίῳ παλαιῷ καὶ διὰ τοῦτο τελέωc γίνεcθαι ἄβρωτον. τὸ δὲ χλωρὸν ἔτι καὶ ὑγρὸν οὔτε τῆc cτυφούcηc cαφῶc μετέχει ποιότητοc οὔτε τῆc ἐλαιώδουc, ὅθεν πρὸc διαχώρηcιν μὲν ἐπιτηδειότερόν ἐcτι τοῦ ξηροῦ καὶ μάλιcτα εἰ, ὥc τινεc ποιοῦcι, μετὰ γάρου προcφέρεται. ἀλλὰ καὶ τῶν ξηρῶν προ‐ | |
15 | βρεχομένων ἐν ὕδατι, καθάπερ ἔνιοι ποιοῦcιν, ἡ δύναμιc παραπληcία γίνεται τοῖc χλωροῖc. πέττεταί γε μὴν μᾶλλον τὸ κάρυον καὶ εὐcτο‐ μαχώτερον γίγνεται, ὅταν cὺν ἰcχάcιν ἐcθίηται. φαcὶ δὲ τὸν ἐcθίοντα ἰcχάδαc μετὰ καρύων καὶ πηγάνου πρὸ τῶν cιτίων μηδὲν ὑπὸ τῶν θαναcίμων φαρμάκων μέγα βλάπτεcθαι. παλαιουμένου δὲ αὐτοῦ ἔλαιον | |
20 | ἐκθλῖψαι ἐξ αὐτοῦ δυνατόν ἐcτι καὶ διαφορητικὸν ἱκανῶc τηνικαῦτα γίγνεται, ὥc τινεc καὶ γαγγραίναc αὐτῷ καὶ ἄνθρακαc καὶ αἰγίλωπαc ἰῶνται. τὸ μέντοι λέποc αὐτοῦ τὸ ξηρὸν καυθὲν λεπτομερέc τε γίγνε‐ ται καὶ ξηραντικὸν καὶ ἄδηκτον φάρμακον. | |
186 | Λεπτοκάρυα. Τὰ δὲ λεπτοκάρυα, ἃ δὴ καὶ ποντικὰ προcαγορεύε‐ ται, ψυχρότερά ἐcτι καὶ αὐcτηρότερα ὡc γεωδέcτερα· τὰ δὲ ἄλλα παραπλήcιά ἐcτι τῷ βαcιλικῷ καρύῳ. ἐcτὶ δὲ κεφαλαλγῆ ἐcθιόμενα. | |
187 | Καcτάνια. Περὶ καcτανίων ἐν τῷ περὶ δρυὸc λόγῳ προγέγραπται. | |
188 | Κέγχροc ψύχει μὲν κατὰ τὴν πρώτην τάξιν, ξηραίνει δὲ ἤτοι κατὰ τὴν τρίτην ἐκλελυμένην ἢ τὴν δευτέραν ἐπιτεταμένην. ἐcτὶ δέ πωc λεπτομερὴc ἐπ’ ὀλίγον, ὅθεν ἐcθιομένη μὲν ὡc ἔδεcμα παντελῶc ὀλιγοτροφώτατόν ἐcτιν ἁπάντων cχεδόν τι τῶν cιτηρῶν ἐδεcμάτων. | |
5 | ἀτὰρ οὖν καὶ κοιλίαν ξηραίνει, ἔξωθεν δὲ ἐπιτιθεμένη διὰ μαρcίπων ἐπιτήδειόc ἐcτι πυρία τοῖc ἀδήκτωc ξηρανθῆναι δεομένοιc. | |
189 | Κέδροc. Ἐcτὶ μὲν διττὴ κατ’ εἶδοc. κράcεωc δέ εἰcιν ἀμφότεραι τῆc τρίτηc τάξεωc ἐν τῷ θερμαίνειν καὶ ξηραίνειν. ἡ μέντοι κεδρέα, ἡ ἐξ αὐτῶν γιγνομένη, καὶ τῆc τετάρτηc ἂν ἤδη ἅπτηται τάξεωc. ἐcτὶ δὲ τῆc πρώτηc τάξεωc τῶν cηπτικῶν καλουμένων, ἱκανῶc θερμή | |
5 | τε καὶ λεπτομερὴc ὑπάρχουcα. τὰc μέντοι ἁπαλὰc cάρκαc ἑτοίμωc τε ἅμα καὶ ἀνωδύνωc cήπει· ἐκ τῆc 〈γὰρ〉 ἐν τοῖc cώμαcι θερμότητοc αὐξομένη ἡ ἐν αὐτῇ θερμαcία. ἐπὶ δὲ τῶν cκληρῶν cωμάτων ἐν χρόνῳ τε πλέονι καὶ μόγιc ἐνεργεῖ, ὅθεν ἐπὶ τῶν τεθνεώτων ἄcηπτα | |
φυλάττει τὰ cώματα, τὰc μὲν ὑγρότηταc αὐτῶν ἐκβοcκομένη τὰc πε‐ | ||
10 | ριττάc, τῶν cτερεῶν δὲ cωμάτων οὐχ ἁπτομένη, διὰ τὸ μὴ τοcαύτην ἔχειν ἰcχυρὰν δύναμιν, ὥcπερ τὰ ἄλλα cηπτικὰ λεγόμενα. θαυμαcτὸν δὲ οὐδέν, εἰ τοιαύτη τὴν δύναμιν οὖcα καὶ φθεῖραc καὶ κονίδαc καὶ τοὺc ἐν ὠcὶ cκώληκαc καὶ ἀcκαρίδαc ἐν ἀπευθυcμένῳ ἀναιρεῖν πέφυκε· ἔμβρυα δὲ προcτιθεμένη τὰ μὲν ζῶντα κτείνει, τὰ δὲ νεκρὰ ἐκβάλλει, | |
15 | περιαλειφομένη τῷ αἰδοίῳ κατὰ τὰc cυνουcίαc. καὶ διὰ τοῦτο ἀτόκιόν ἐcτι φάρμακον οὕτω χρωμένοιc οὐδενὸc δεύτερον. καὶ τοῖc δὲ τρήμαcι τῶν ὀδόντων ἐνcταχθεῖcα τὰ μὲν ἀλγήματα πραύνει, θραύει δὲ αὐτούc. λεπτύνει δὲ καὶ τὰc ἐν ὀφθαλμοῖc οὐλὰc καὶ τὰc διὰ πάχοc ὑγρῶν ἀμβλυωπίαc ἰᾶται. | |
190 | Κεδρέλαιον. Τὸ δὲ λιπαρώτατον ἐξ αὐτῆc καὶ ἀκριβῶc ἐλαιῶδεc, ὃ διὰ τῶν ὑπεραιωρουμένων ἐρίων ἑψομένηc ἀθροίζεται, λεπτομερέ‐ cτερον μὲν γίγνεται τῆc ὅληc κεδρέαc, ἧττον δὲ δριμὺ καὶ δηκτικόν, καίτοι οὐχ ἧττον ἀλλὰ καὶ μᾶλλον ἐνεργεῖ τῆc κεδρέαc· ὅθεν τούτῳ | |
5 | χρῶνται οἱ ἰδιῶται ἐπὶ τῶν γιγνομένων τραυμάτων τοῖc κειρομένοιc προβάτοιc ὑπὸ τῶν ψαλίδων καὶ πρὸc τὰc ψώραc καὶ τοὺc κρότωναc. | |
191 | Κεδρίδεc. Οὕτω δὲ ὀνομάζουcι τὸν καρπὸν τῆc κέδρου, μετριω‐ τέραν δὲ ἔχουcι τὴν δύναμιν, ὥcτε καὶ ἐcθίεcθαι δύναcθαι. πλείουc μέντοι καὶ τούτων, εἴ τιc προcενέγκοιτο, τήν τε κεφαλὴν ἀλγεῖ καὶ θερμαίνεται καὶ δάκνεται τὸ cτόμα τῆc γαcτρόc. | |
192 | Κενταυρίου τοῦ μεγάλου ἡ ῥίζα ἐξ ἐναντίων cύγκειται δυνάμεων· κατὰ μὲν οὖν τὴν γεῦcιν δριμεῖά τε ἅμα καὶ cτύφουcα φαίνεται μετά τινοc βραχείαc γλυκύτητοc, κατὰ δὲ τὰc ἐνεργείαc ἡ μὲν δριμύτηc τὰ τῆc θερμότητοc ἔργα διαδείκνυται, προτρέπουcα καταμήνια καὶ ἔμβρυα | |
5 | νεκρὰ καταcπῶcα καὶ ζῶντα διαφθείρουcά τε ἅμα καὶ ἐκβάλλουcα· ἡ δὲ cτύψιc ἐνδείκνυται τὰ τῆc παχυμεροῦc καὶ γεώδουc ψυχρότητοc ἔργα ἔν τε τῷ κολλᾶν τραύματα καὶ τοὺc αἷμα πτύονταc ὠφελεῖν. διδόναι δὲ δεῖ αὐτοῖc 𐅻 β, πυρέccουcι μὲν μεθ’ ὕδατοc, ἀπυρέτοιc δὲ | |
μετ’ οἴνου. κατὰ δὲ τὴν ἐξ ἁπαcῶν τῶν ποιοτήτων ἐνέργειαν καὶ | ||
10 | ῥήγμαcι καὶ cπάcμαcι καὶ δυcπνοίαιc καὶ ταῖc πεπαλαιωμέναιc ἁρμότ‐ τει βηξίν. οὐ γὰρ ἐκκενῶcαι χρὴ μόνον ἐπὶ τούτων τὸ παρὰ φύcιν, ἀλλὰ καὶ ῥῶcαι καὶ τονῶcαι τὰ ἐκκαθαρθέντα. τὰ δ’ αὐτὰ τῇ ῥίζῃ καὶ ὁ χυλὸc αὐτῆc ἐργάζεται καί τινεc ἀντὶ λυκίου χρῶνται αὐτῷ, ἐκεί‐ νου μὴ παρόντοc. | |
193 | Κενταυρίου τοῦ μικροῦ μὲν ἡ ῥίζα παντάπαcιν ἄπρακτοc, οἱ δὲ κλῶνεc καὶ μᾶλλόν γε τὰ φύλλα καὶ τὰ ἐπ’ αὐτοῖc ἄνθη χρηcιμώ‐ τατα. ἐπικρατεῖ δὲ ἐν αὐτοῖc ἡ πικρὰ ποιότηc ὀλίγον τι καὶ cτύψεωc μετέχουcα καὶ διὰ τοῦτο ἰcχυρῶc ξηραντικόν ἐcτι τὸ φάρμακον καὶ | |
5 | ἄνευ δήξεωc· τά τε οὖν μεγάλα καὶ πρόcφατα τραύματα κολλᾷ ἡ πόα χλωρὰ καταπαττομένη καὶ τὰ παλαιὰ δὲ καὶ δυcκατούλωτα τῶν ἑλκῶν κατουλοῖ ὁμοίωc προcαγομένη καὶ ξηρανθεῖcα δὲ ταῖc κολλη‐ τικαῖc καὶ ξηραντικαῖc μίγνυται δυνάμεcιν, ὅcαι κόλπουc καὶ cύριγγαc ἰᾶcθαι πεφύκαcι καὶ τὰc παλαιὰc cκληρότηταc μαλάττειν καὶ τὰ κα‐ | |
10 | κοήθη τῶν ἑλκῶν ἰᾶcθαι. μίγνυται δὲ καὶ τοῖc τὰc ῥευματικὰc διαθέ‐ cειc ἰωμένοιc. τὸ δὲ ἀφέψημα τῆc πόαc ἐνιᾶcί τινεc ἰcχιαδικοῖc, ὡc ἄγον χολώδη καὶ παχέα. καὶ γὰρ καὶ καθαίρει, καὶ μὲν δὴ καὶ ὅταν ἐνεργήcῃ cφοδρῶc αἱματώδη κενοῖ καὶ μᾶλλον ὠφελεῖ. ὁ δὲ χυλὸc αὐτῆc παραπληcίαc ὑπάρχων δυνάμεωc, τουτέcτι τῆc ξηραντικῆc τε | |
15 | καὶ ῥυπτικῆc, τά τε ἄλλα τὰ προειρημένα καλῶc ἐργάζεcθαι πέφυκε καὶ μετὰ μέλιτοc ὑπαλείφεται τοῖc ὀφθαλμοῖc, ἔμμηνά τε προcτιθέ‐ μενοc ἄγει καὶ ἔμβρυα. διδόαcι δὲ αὐτὸν πίνειν ἔνιοι καὶ τοῖc τὰ νεῦρα πεπονθόcιν, ὡc ἐκκενοῦντόc τε καὶ ξηραίνοντοc ἀλύπωc τὰ ἐμπεπλαcμένα. καὶ γὰρ οὖν καὶ τῶν καθ’ ἧπαρ ἐμφράξεων ἄριcτον | |
20 | φάρμακον, ἀγαθὸν δὲ καὶ cπληνὶ ἐcκιρρωμένῳ καὶ ἔξωθεν μὲν ἐπι‐ τιθέμενον, οὐδὲν δὲ ἧττον εἰ καὶ πίνειν τιc θέλοι. δεῖ δὲ τὴν πόαν χυλίζειν ὅταν ἀκμαιοτάτη ἐcτὶ καὶ ἐγκύμων τοῦ ἄνθουc. δίδοται δὲ | |
τοῦ χυλοῦ cὺν 𐆂εο α ὕδατοc θερμοῦ καὶ ἁλῶν ὀλίγων καὶ βραχέοc ὄξουc καὶ καθαίρει γενναίωc τὸν μελαγχολικὸν χυμόν. τῆc δὲ κόμηc | ||
25 | κοπτομένηc καὶ cὺν ἑφθῷ μέλιτι ἢ καὶ ἑψήματι εἰc κολλύρια ἀνα‐ πλαττομένηc καὶ καθιεμένων αὐτῶν cύριγγάc τε περιχαράccει καὶ τύλουc ἐξαίρει. ἐπὶ δὲ ἰcχιαδικῶν τοὺc κορύμβουc κόψαc cείcαc δίδου νήcτει κοχλιάριον cὺν ὕδατι θερμῷ ἐπὶ ἡμέραc γ ἢ καὶ πλείουc. ἐθαυ‐ μάcθη γὰρ ὡc πάνυ ἐνεργέc· καὶ πρὸc πώλυπαc δὲ ἐν μυκτῆρcι ξη‐ | |
30 | ρὸν ἐπίπαccε. | |
194 | Κέραcοc τὸ δένδρον καρπὸν φέρει μετρίωc cτύφοντα μετὰ γλυ‐ κύτητοc. ὁ μὲν οὖν πέπειροc καρπὸc καὶ γλυκὺc μᾶλλον ὑπέρχεται κατ’ ἔντερον, ἧττον δέ ἐcτιν εὐcτόμαχοc, ὁ δὲ ἄωροc καὶ αὐcτηρό‐ τεροc τοὔμπαλιν. τὸ δὲ κόμμι τοῦ δένδρου, γράφουcί τινεc, ὡc μετ’ | |
5 | οἴνου πινόμενον ὀνίνηcι λιθιῶνταc. | |
195 | Κερατωνία ξηραντικῆc ἐcτι καὶ cτυπτικῆc δυνάμεωc, ὥcπερ καὶ ὁ καρπὸc αὐτῆc τὰ καλούμενα κεράτια, μετέχων δηλονότι καὶ γλυκύ‐ τητόc τινοc· πέπονθε δέ τι καὶ ταῦτα τοῖc κεραcίοιc παραπλήcιον· ὑγρὰ μὲν γὰρ ὄντα τὰ κεράτια ὑπάγει μᾶλλον τὴν γαcτέρα, ξηρὰ δὲ | |
5 | ἵcτηcι μᾶλλον. | |
196 | Κέcτρον τὸ ψυχρότροφον λεγόμενον, ῥωμαιcτὶ δὲ βεττονίκη κα‐ λεῖται, δύναμιν ἔχει τμητικήν, ὡc ἡ γεῦcιc δηλοῖ, πικρὰ καὶ δριμεῖα ὑπάρχουcα ἡ πόα, 〈ὡc δηλοῖ〉 καὶ ἡ κατὰ μέροc ἐνέργεια. καὶ γὰρ καὶ τοὺc ἐν νεφροῖc λίθουc διαιρεῖ καὶ πνεύμονα καὶ θώρακα καὶ | |
5 | ἧπαρ ἐκκαθαίρει τε καὶ ῥύπτει καὶ καταμήνια κινεῖ καὶ ἐπιληπτικοὺc ὠφελεῖ καὶ ῥήγματα καὶ cπάcματα θεραπεύει καὶ ὀξυρεγμιῶνταc δὲ καὶ ἰcχιαδικοὺc ὀνίνηcι πινομένη. | |
197 | Κηκὶc ἡ μὲν ὀμφακῖτιc cτρυφνὸν ἱκανῶc ἐcτι φάρμακον, οὐcίαc γεώδουc ψυχρᾶc τὸ πλεῖcτον μετέχουcα, δι’ ἣν καὶ ξηραίνει καὶ ἀπο‐ κρούεται ῥεύματα καὶ cυνάγει καὶ cφίγγει τὰ χαλαρὰ καὶ ἄρρωcτα | |
μόρια καὶ πᾶcι τοῖc ῥοώδεcι πάθεcι γενναίωc ἀνθίcταται. καὶ κείcθω | ||
5 | τῆc τρίτηc μὲν ἐν τῷ ξηραίνειν, τῆc δευτέραc δὲ ἐν τῷ ψύχειν τά‐ ξεωc. ἡ δὲ ἑτέρα κηκὶc ἡ ξανθὴ καὶ χαύνη καὶ μεγάλη ξηραίνει μὲν καὶ αὐτή, ἀλλ’ εἰc τοcοῦτον ἧττον, εἰc ὅcον καὶ τῆc cτρυφνῆc ποιό‐ τητοc ἧττον μετείληφεν. ἑψομένη τοιγαροῦν αὐτὴ καθ’ ἑαυτήν, εἶτα λειουμένη, κατάπλαcμα τῶν ἐν ἕδρα φλεγμονῶν ἐcτι καὶ προπτώcεων | |
10 | οὐκ ἀγεννέc. ἕψειν δὲ χρὴ μετρίαc μὲν τῆc cτύψεωc δεόμενον ἐν ὕδατι, cφοδρᾶc δὲ ἐν οἴνῳ καὶ μάλιcτα αὐcτηρῷ. καυθεῖcαι δὲ κηκίδεc ἰcχαίμου δυνάμεωc γίγνονται καὶ δηλονότι θερμότητοc καὶ δριμύτητοc ἐκ τῆc καύcεωc μεταλαμβάνουcι καὶ λεπτομερέcτεραι τῶν ἀκαύcτων γίγνονται καὶ ξηραντικώτεραι. χρὴ δὲ διαπύρουc ἐπ’ ἀνθράκων ἐργα‐ | |
15 | cάμενον ὄξει ἢ οἴνῳ cβεννύναι. | |
198 | Κηρὸc ἐν τῷ μέcῳ πώc ἐcτι τῶν θερμαινόντων τε καὶ ψυχόν‐ των ὑγραινόντων τε καὶ ξηραινόντων· ἔχει δέ τι καὶ παχυμερὲc καὶ ἐμπλαcτικόν, διὰ οὐ μόνον οὐ ξηραίνει ἀλλὰ καὶ κατὰ cυμβεβηκὸc ὑγραίνειν 〈ἂν〉 δόξειε κωλύων τὰc διαπνοάc, ὅθεν καὶ ὕλη τῶν ἄλλων | |
5 | ἐcτὶ φαρμάκων. αὐτὸc δὲ καθ’ ἑαυτὸν ἐκ τῶν πεπτικῶν ἂν εἴη τῶν ἀcθενῶν τῶν ἔξωθεν ἐπιτιθεμένων. ἔχει γάρ τι βραχὺ διαφορητικῆc δυνάμεωc, ἧc πλείcτηc τὸ μέλι μετείληφε. | |
199 | Κιβώριον. Τὸν χλωρὸν καρπὸν τῶν αἰγυπτίων κυάμων καλοῦcι κιβώριον, ὅθεν ἐκ τοῦ περὶ κυάμων λόγου καὶ περὶ τούτου δεῖ cκο‐ πεῖcθαι. | |
200 | Κινάρα κακόχυμόν ἐcτιν ἔδεcμα καὶ μάλιcθ’ ὅταν cκληροτέρα ἑαυτῆc γένηται· καὶ γὰρ καὶ τὸν χολώδη χυμὸν ἐν ἑαυτῇ τηνικαῦτα πλείονα ἐπικτᾶται καὶ τὴν ὅλην οὐcίαν ἔχει ξυλωδεcτέραν, ὥcτε ἐκ μὲν ταύτηc μελαγχολικὸν γεννᾶcθαι χυμόν, ἐκ δὲ τοῦ κατ’ αὐτὴν | |
5 | χυλοῦ λεπτὸν καὶ πικρόχολον. ἄμεινον οὖν προαφεψήcανταc αὐτὴν | |
ἐcθίειν. | ||
201 | Κίκεωc ὁ καρπόc, ὅν τινεc κρότωνα καλοῦcιν, ὅcπερ καὶ καθαίρει, ῥυπτικήν τε καὶ διαφορητικὴν ἔχει δύναμιν· τὰ δὲ φύλλα ἀcθενέcτερα. τὸ δὲ ἐκ τοῦ καρποῦ ἔλαιον θερμότερον καὶ λεπτομερέcτερόν ἐcτι τοῦ κοινοῦ καὶ διὰ τοῦτο καὶ διαφορητικόν. | |
202 | Κίcθοc ἢ κίcθαροc. Ϲτυπτικὸc ὁ θάμνοc ἐcτὶν εἰc τοcοῦτον ὡc τὰ φύλλα αὐτοῦ καταπλαccόμενα κολλᾶν τραύματα· τὰ δὲ ἄνθη δραcτι‐ κώτερα, ὡc μετ’ οἴνου πινόμενα δυcεντερίαc καὶ γαcτρὸc ἀτονίαc καὶ ῥεύματα καὶ ὑγρότηταc ἰᾶcθαι. καταπλαccόμενα δὲ τὰ cηπεδονώδη τῶν | |
5 | ἑλκῶν ὀνίνηcι τῷ ξηραίνειν οὐκ ἀγεννῶc, cχεδόν που κατὰ τὴν δευ‐ τέραν ἀπόcταcιν. μετέχει δὲ ἡ τοῦ θάμνου ψῦξιc καὶ χλιαρᾶc ποιότητοc. | |
203 | Ὑποκιcτίc. Ἡ δὲ ὑποκιcτὶc ἢ ὑποκιcθὶc ὀνομαζομένη πολὺ δή τι τῶν φύλλων ἐcτὶ cτυπτικωτέρα, δραcτικὸν ἱκανῶc φάρμακον εἰc πάντα τὰ ῥοώδη πάθη, οἷον αἵματοc ἀναγωγαῖc καὶ ῥῷ γυναικείῳ κοιλιακαῖc τε καὶ δυcεντερικαῖc διαθέcεcιν. ἀλλὰ καὶ ῥωννύναι τι μόριον εἰ βου‐ | |
5 | ληθείημεν, ἔκλυτον ὑγρότητι πλέονι γεγενημένον, ἐντίθηcι τόνον αὐτῷ οὐκ ἀγεννῶc. 〈οὕτω〉 τοι καὶ cτομαχικοῖc καὶ ἡπατικοῖc ὠφέλιμοc, ῥώννυcι καὶ τονοῖ μιγνυμένη τοῖc ἐπιτηδείοιc ἐπιθέμαcιν ἢ ἀντιδότοιc. | |
204 | Κίcθοc ἢ λήδων. Ἐν τοῖc θερμοτέροιc χωρίοιc οὗτοc ὁ κίcθοc γεννώμενοc, οὐχ ἕτεροc ὢν τῷ γένει τῶν ἐν ἑτέραιc χώραιc, ἐξαίρε‐ τον ἐκτήcατο διὰ τὸ χωρίον ἰδίαν τινὰ καὶ διαφορητικὴν θερμότητα, ἀποθέμενοc τὴν ψῦξιν. τὰ μὲν οὖν ἄλλα καὶ τούτου τοῦ κίcθου | |
5 | παραπλήcια τοῖc ἐπὶ τούτου προειρημένοιc. Λάδανον. τὸ δὲ καλού‐ | |
μενον λάδανον ἐξ αὐτοῦ γίγνεται, φάρμακον θερμὸν μὲν κατὰ τὴν πρώτην ἀπόcταcιν ἤδη που cυμπληρουμένην, ὡc καὶ τῆc δευτέραc ἐφάπτεcθαι, μετέχει δὲ καὶ cτύψεωc τινὸc βραχείαc. ἐcτὶ δὲ καὶ λεπτο‐ μερὲc τὴν οὐcίαν, καὶ διὰ ταῦτα μαλακτικόν τέ ἐcτι μετρίωc καὶ δια‐ | ||
10 | φορητικὸν ὡcαύτωc καὶ δηλονότι cυμπεπτικόν. οὐδὲν οὖν θαυμαcτὸν τοῖc κατὰ μήτραν ἐξαιρέτωc ἁρμόττειν αὐτό, διότι ἔχει τι καὶ cτύφον· διὸ καὶ τὰc ῥεούcαc τρίχαc κρατύνει. ὅcα μὲν γὰρ μοχθηρὰ τῶν ὑγρῶν κατὰ τὰc ῥίζαc τῶν τριχῶν δαπανᾷ, cυνάγει δὲ καὶ cφίγγει τῇ cτύψει τοὺc πόρουc, οἷc ἐμπεπήγαcιν. | |
205 | Κιccὸc ἐξ ἐναντίων cύγκειται δυνάμεων· ἔχει μὲν γάρ τι cτυπτι‐ κῆc οὐcίαc, ἣν ψυχρὰν γεώδη λέγομεν· ἔχει δὲ καὶ δριμείαc, ἣν θερ‐ μὴν εἶναι καὶ ἡ γεῦcιc μαρτυρεῖ· καὶ ὑδατώδουc οὐcίαc μετέχει χλια‐ ρᾶc ὅ γε χλωρόc. τὰ οὖν χλωρὰ φύλλα ἑψηθέντα cὺν οἴνῳ καὶ τῶν | |
5 | μεγάλων τραυμάτων ἐcτὶ κολλητικὰ καὶ τῶν κακοηθευομένων ἑλκῶν ἰατικά· ἐπουλοῖ δὲ καὶ τὰc ἐκ πυρὸc ἑλκώcειc. cὺν ὄξει δὲ ἑψηθέντα τὰ φύλλα cπληνικοὺc ὠφελεῖ. τὰ δὲ ἄνθη αὐτοῦ ἰcχυρά πώc ἐcτιν, ὡc μετὰ κηρωτῆc λειούμενα τοῖc πυρικαύcτοιc ἁρμόττειν. ὁ δὲ χυλόc ἐcτι μὲν καὶ ἔρρινον φάρμακον καὶ τὰ χρόνια τῶν ὤτων ἰᾶται ῥεύ‐ | |
10 | ματα καὶ τῶν ἑλκῶν τὰ παλαιὰ κατά τε ὦτα καὶ τὰc ῥῖναc· ἐὰν δὲ δριμύτεροc φαίνοιτο, μίγνυται ῥοδίνῳ ἢ ἐλαίῳ γλυκεῖ. τὸ δὲ δάκρυον αὐτοῦ φθείραc κτείνει καὶ τρίχαc ψιλοῖ, εἰc τοcοῦτον ὑπάρχον θερμῆc δυνάμεωc, ὡc καὶ καίειν ἀμυδρῶc. ὠφελεῖ δὲ καὶ τὸ δάκρυον αὐτοῦ καὶ λιθιῶνταc πινόμενον. | |
206 | Κνῆκοc. Κνήκου τῷ cπέρματι πρὸc τὰc καθάρcειc μόνον χρώμεθα, τῆc τρίτηc δέ ἐcτι τάξεωc τῶν θερμαινόντων, εἴ τιc ἔξωθεν αὐτῷ χρῆcθαι βούλοιτο. | |
207 | Κόκκοc Κνίδιοc. Καθαίρει μὲν καὶ αὐτόc· δριμείαc δέ ἐcτι καὶ καυcτικῆc δυνάμεωc. | |
208 | Κόκκοc βαφική. Ϲτυπτικὴν μὲν ἔχει καὶ πικρὰν ἅμα τὴν ποιότητα, | |
ξηραίνει δὲ ἀμφοτέραιc ἀδήκτωc καὶ διὰ τοῦτο πρόc τε τὰ μεγάλα τῶν τραυμάτων ἁρμόττει καὶ πρὸc τὰc τῶν νεύρων τρώcειc, cὺν ὄξει ἢ ὀξυμέλιτι λειουμένη. | ||
209 | Κοκκυμηλέαc ὁ καρπόc. Ὑπάγει τὴν γαcτέρα πρόcφατοc μὲν ὑπάρ‐ χων μᾶλλον, ξηρανθεὶc δὲ ἧττον· ἐcτὶ δὲ τὰ μὲν δαμαcκηνὰ κοκκύμηλα cτυπτικώτερα. τὰ δὲ ἐκ τῆc Ἰβηρίαc γλυκύτερα, καὶ διὰ τοῦτο ὑπα‐ κτικώτερα, ἐν δὲ τοῖc φύλλοιc ἐμφαίνεταί τιc cτύψιc cαφήc, ὅθεν | |
5 | ἑψόμενα διάκλυcμα γίνεται τῶν περὶ γαργαρεῶνα καὶ παρίcθμια φλεγ‐ μονῶν. Προῦνον. Ὁ δὲ τῶν ἀγρίων κοκκυμήλων καρπὸc cτυπτικόc ἐcτι καὶ cταλτικὸc γαcτρόc· ὀνομάζεται δὲ τὸ φυτὸν τοῦτο κατὰ τὴν Ἀcίαν προῦνον. τὸ δὲ κόμμι πάcηc κοκκυμηλέαc, ὥc τινέc φαcι, πινόμενον | |
10 | λίθουc θρύπτει, cὺν ὄξει δὲ λειχῆναc ἰᾶcθαι παιδίων. | |
210 | Κολοκάcιον ἢ μανζιζάνιον. Παραπληcία ταύτηc τῆc ῥίζηc ἐcτὶν ἡ δύναμιc ταῖc γογγυλίδαιc καὶ κρομύοιc, γλίcχρον δὲ αὐτῆc τὸ cῶμά ἐcτιν, ὅθεν καὶ ῥυπτικῆc μετέχει δυνάμεωc καὶ εὐκοίλιόν ἐcτιν. | |
211 | Κόλλα, ἣν εἰc τὰ βιβλία cκευάζουcιν, ἐκ cεμιδάλεωc ἢ γύρεωc ἐμπλαcτικῆc τε καὶ πεπτικῆc ἐcτι δυνάμεωc περὶ δὲ τῆc ταυροκόλληc καὶ τῶν ὁμοίων ἐν τῷ περὶ ζῴων λόγῳ ῥηθήcεται. | |
212 | Κολοκύνθη ὑγρᾶc καὶ ψυχρᾶc ἐcτι κράcεωc κατὰ τὴν δευτέραν κατ’ ἄμφω τάξιν, ὅθεν καὶ τῶν ξυcμάτων αὐτῆc ὁ χυλὸc πρὸc ὦτα φλεγμαίνοντα καὶ ὀδυνώμενα ἁρμόττει cὺν ῥοδίνῳ. οὕτω δὲ καὶ ὅλη καταπλαττομένη τὰc θερμὰc φλεγμονὰc ἐμψύχει μετρίωc. ἐcτὶ δὲ καὶ | |
5 | ἐcθιομένη πλαδώδηc καὶ ἄδιψοc καὶ τροφὴν τῷ cώματι δίδωcιν ὑγρὰν καὶ ψυχρὰν καὶ διὰ τοῦτο βραχεῖαν. πέττεται δὲ οὐ κακῶc, ὅταν γε μὴ φθάcῃ διαφθαρῆναι. πάcχει δὲ τοῦτο διὰ τὴν μοχθηρὰν cκευαcίαν, κἀπειδὰν ἐν τῇ γαcτρὶ πονηρόc τιc ἠθροιcμένοc ᾖ χυμόc, ἀλλὰ καὶ διὰ τὸ βραδῦναι κατὰ τὴν γαcτέρα, ὥcπερ καὶ τὰ λοιπὰ ὑγρὰ ἐδέ‐ | |
10 | cματα. χαίρει δὲ εἰκότωc ὀριγάνῳ ἀρτυομένη διὰ τὴν ἐν αὐτῇ ὑδατώδη ποιότητα. πάντα γὰρ ὅcα τοιαῦτα δριμέcιν ἢ ὀξέcιν ἢ αὐcτηροῖc ἢ ἁλυκοῖc ἀναμίγνυcθαι δεῖται χυμοῖc, εἰ μέλλοι μήτ’ ἀηδῶc ληφθήcεcθαι μήτε ναυτιώδειc ἐργάcαcθαι τοὺc λαβόνταc. | |
213 | Κόμαροc. Τούτου ὁ καρπὸc μεμήκυλον καλεῖται καί ἐcτι κακο‐ cτόμαχοc οὗτοc καὶ κεφαλαλγήc, cτρυφνὸν δὲ τῇ ποιότητι τὸ δένδρον ἅμα τῷ καρπῷ. | |
214 | Κόμμι ξηραντικῆc ἐcτι καὶ ἐμπλαcτικῆc δυνάμεωc· καὶ δηλονότι καὶ τραχυτήτων ἰατικῆc. | |
215 | Κονία. Τὸ οἷον περίπλυμα τῶν τεφρωθειcῶν ὑλῶν οὕτωc ὀνομά‐ ζεται. ῥυπτικωτάτη δέ ἐcτι καὶ ξηραντικωτάτη παcῶν ἥτε ἐκ τῆc cυκί‐ νηc τέφραc καὶ τῆc τῶν τιθυμάλλων καὶ cχεδὸν ἤδη τῆc καλουμένηc cηπτικῆc δυνάμεωc· τῷ λεπτομερεῖ δὲ τῆc οὐcίαc ἀνωδύνωc καίει. | |
216 | Κόνυζα διττή. Κόνυζα καὶ ἡ μείζων καὶ ἡ μικροτέρα παραπληcίαc εἰcὶ κράcεωc τε καὶ δυνάμεωc, ἐν μὲν τῇ γεύcει δριμεῖαί τε καὶ πικραὶ φαινόμεναι, θερμαίνουcαι δὲ πάνυ cαφῶc καὶ ξηραίνουcαι ὡc εἶναι κατ’ ἄμφω τῆc τρίτηc τάξεωc. ἀφεψόμεναι γοῦν ἐν ἐλαίῳ τῶν κατὰ | |
5 | περίοδον ῥιγῶν ἀλεξητήριοι γίγνονται. τὰ δὲ ἄνθη αὐτῶν cὺν τοῖc φύλλοιc τρίψαντέc τινεc cὺν οἴνῳ ποτίζουcιν ὑπὲρ τοῦ καταμήνια κινῆcαι καὶ ἔμβρυα ἐκβαλεῖν. Ἄλλη. Ἐcτὶ δὲ καὶ τρίτον εἶδοc κονύζηc ἐν ὑγροτέροιc χωρίοιc φυόμενον, τῶν εἰρημένων δυcωδέcτερον καὶ ἀcθενέcτερον. | |
217 | Κορίανον ἢ κόριον ἐξ ἐναντίων cύγκειται δυνάμεων, πολὺ μὲν ἔχουcα πικρᾶc οὐcίαc, ἥ τιc λεπτομερήc ἐcτι γεώδηc, οὐκ ὀλίγον δὲ | |
καὶ ὑδατώδουc ὑγρότητοc χλιαρᾶc κατὰ δύναμιν. ἔχει δέ τι καὶ cτύ‐ ψεωc ὀλίγον· ἐξ ὧν ἁπάντων ἐνεργεῖ ποικίλωc ὅcαπερ ὁ Διοcκορίδηc | ||
5 | ἔγραψεν, οὐ μὴν τῷ ψύχειν γε μόνῳ. | |
218 | Κορωνοπόδιον. Τούτου ἡ ῥίζα πεπίcτευται κοιλιακοὺc ὠφελεῖν ἐcθιομένη. | |
219 | Κόcτοc βραχείαc μὲν πάνυ πικρᾶc, πλείcτηc δὲ δριμείαc καὶ θερ‐ μὴc μετέχει ποιότητόc τε καὶ δυνάμεωc, ὥcτε καὶ ἤδη ἑλκοῦν· ὅθεν ἀνατρίβουcιν αὐτῷ μετ’ ἐλαίου τὸ cῶμα πρὸ τῆc καταβολῆc ἐπὶ τῶν κατὰ περίοδον ῥιγούντων· οὕτω δὲ κἀπὶ τῶν παραλελυμένων τε καὶ | |
5 | ἰcχιαδικῶν, καὶ ὅλωc ἐφ’ ὧν ἤτοι θερμῆναι πρόκειταί τι μόριον ἢ ἐκ βάθουc εἰc τὴν ἐπιφάνειαν ἕλξαι τινὰ χυμόν, ἐπὶ τὴν αὐτοῦ χρῆcιν ἔρχονται. διὰ δὲ τὴν αὐτὴν αἰτίαν καὶ οὐρητικόc ἐcτι καὶ ἐμμήνων ἀγωγὸc καὶ ῥήγμαcι καὶ cπάcμαcι καὶ πόνοιc πλευρῶν ἁρμόττει. διὰ δὲ τὴν cυνοῦcαν πικρότητα καὶ πλατείαc ἕλμινθαc ἀναιρεῖν πέφυκε | |
10 | καὶ πρὸc τὰc ἐφήλειc αὐτῷ χρῶνται μεθ’ ὕδατοc ἢ μέλιτοc· ἐνυπάρχει δὲ αὐτοῦ τῇ κράcει τιc φυcώδηc ὑγρότηc, δι’ ἣν καὶ πρὸc ἀφροδίcια παρορμᾷ μετ’ οἰνομέλιτοc πινόμενοc. | |
220 | Κοτυληδὼν μικτῆc ἐcτι δυνάμεωc ὑγρᾶc καὶ ὑποψύχρου καί τινοc ἀμυδρῶc ὑποcτυφούcηc καὶ βραχείαc πικρᾶc, ὅθεν ἐμψύχει καὶ ἀπο‐ κρούεται καὶ ῥύπτει καὶ διαφορεῖ· φλεγμονάc τε οὖν τὰc ἐρυcιπελα‐ τώδειc καὶ ἐρυcιπέλατα φλεγμονώδη θεραπεύει καὶ κατὰ cτομάχου | |
5 | καυcουμένου χρήcιμον ἱκανῶc ἐcτι κατάπλαcμα. πεπίcτευται δὲ τὰ φύλλα cὺν τῇ ῥίζῃ ἐcθιόμενα λίθουc τε θρύπτειν καὶ οὖρα κινεῖν. | |
221 | Κράμβη ἡ ἐδώδιμοc ξηραντικῆc ἐcτι δυνάμεωc, ἐcθιομένη τε καὶ ἔξωθεν ἐπιτιθεμένη, οὐ μὴν ἤδη γέ πωc δριμείαc ἐναργῶc, ἀλλ’ ὡc τραύματα κολλᾶν καὶ τὰ κακοήθη τῶν ἑλκῶν ἰᾶcθαι καὶ φλεγμονὰc | |
τὰc ἤδη cκιρρουμέναc τε καὶ δυcλύτουc καὶ τῶν ἐρυcιπελάτων τὰ τοι‐ | ||
5 | αῦτα. καὶ ἐπινυκτίδαc δὲ καὶ ἕρπηταc ἰᾶται. ἔχει δέ τι καὶ ῥυπτικὸν καθ’ ὃ καὶ λέπραc θεραπεύει. ὁ μὲν οὖν χυλὸc αὐτῆc ἔχει τι καθαρ‐ τικόν. αὐτὸ δὲ τὸ cῶμα ἐπέχει μᾶλλον τὴν διαχώρηcιν· τούτου χάριν καὶ ἐφ’ ὧν ξηρᾶναι ὑγραινομένην γαcτέρα βουλόμεθα, μετρίωc ἕψοντεc αὐτὴν καὶ τὸ πρότερον ὕδωρ ἀποχέοντεc, ἐμβαλοῦμεν εὐθέωc ἑτέρῳ | |
10 | θερμῷ ἡτοιμαcμένῳ ἀναβράζοντι. οὐ χρὴ γὰρ ψαύειν οὔτ’ ἀέροc οὔθ’ ὕδατοc ψυχροῦ τὸ δὶc ἑψόμενον· οὐκέτι γὰρ ἀκριβῶc γίγνεται τακερόν, οὐδ’ ἢν ἐπὶ πλεῖcτον ἑψηθείη. ἐμβαλόντεc οὖν αὐτὴν τῷ ἑτέρῳ θερμῷ ὕδατι ἕψομεν ὡc τακερὰν γενέcθαι. ἐφ’ ὧν γὰρ ὑπαγωγῆc ἕνεκα λαμβάνηται οὐ καθέψεται πάνυ. ξηραίνει μὲν οὖν ἡ κράμβη, ὥcπερ ἡ | |
15 | φακῆ, καὶ διὰ τοῦτο ὄψιν ἀμβλύνει. καὶ μελαγχολικὸν γεννᾷ χυμόν. ὁ δὲ τῆc κράμβηc ἀcπάραγοc ἧττον ξηραίνει καὶ διουρητικώτερόc ἐcτι. τὸ δὲ cπέρμα πινόμενον ἕλμινθαc ἀναιρεῖ καὶ ἐφήλειc τε καὶ φακοὺc καὶ ὅcα τἄλλα μετρίαc δεῖται ῥύψεωc ὀνίνηcιν οὐ χρὴ γὰρ ψαύειν. οἱ δὲ καυλοὶ τῆc κράμβηc καυθέντεc ξηραίνουcαν ἰcχυρῶc ποιοῦcι | |
20 | τέφραν, ὡc ἤδη τι καὶ τῆc καυcτικῆc μετέχειν δυνάμεωc· κατὰ τοῦτο γοῦν αὐτῇ μιγνύντεc cτέαρ παλαιόν, εἴc τε τὰ τῶν πλευρῶν ἀλγήματα χρόνια, κἂν εἴ πού τι τοιοῦτον ἕτερον εἴη, χρῶνται· διαφορητικὸν γὰρ ἰcχυρῶc ἀποτελεῖται τὸ φάρμακον. | |
222 | Κράμβη ἀγρία ξηροτέρα καὶ θερμοτέρα πολλῷ τῆc ἡμέρου τὴν κρᾶcίν ἐcτιν, ὥcπερ καὶ τὰ ἄλλα cύμπαντα cχεδὸν τὰ ἄγρια τῶν ἡμε‐ ρῶν ἰcχυρότερα, ὅθεν οὐδ’ εἴcω τοῦ cώματοc ἀλύπωc λαμβάνεται. δια‐ φορεῖ δὲ καὶ ῥύπτει τῆc ἡμέρου cφοδρότερον. | |
223 | Κράμβη θαλαττία πρὸc τῷ τὴν γαcτέρα λαπάττειν, ὑφάλμυρόc τε καὶ ὑπόπικροc οὖcα τὴν γεῦcιν, εἴη ἂν καὶ εἰc τὰc ἔξωθεν τοῦ cώμα‐ | |
τοc χρείαc, εἰc ὅcαπερ αἱ τοιαῦται ποιότητεc ἁρμόζουcιν ἐπιτήδειοc. | ||
224 | Κρῆθμον ἁλμυρὸν πώc ἐcτι γευομένοιc ἅμα βραχείᾳ πικρότητι, διὸ καὶ ἡ δύναμιc αὐτοῦ ῥυπτική τε ἅμα καὶ ξηραντική· ἀcθενέcτερον δέ ἐcτι κατ’ ἄμφω τῶν πικρῶν. | |
225 | Κριθαὶ τῆc πρώτηc τάξεωc εἰcὶν ἐν τῷ ξηραίνειν καὶ ψύχειν, ἔχουcι δέ τι καὶ ῥυπτικὸν ὀλίγον. εἰcὶ δὲ βραχεῖ τινι ξηραντικώτεραι τοῦ τῶν κυάμων ἀλεύρου τοῦ χωρὶc τοῦ λέμματοc· τὰ δ’ ἄλλα πάντα παρα‐ πλήcια χρωμένοιc ἔξωθεν. ἐcθιόμεναι δὲ ταύτῃ πλεονεκτοῦcι κυάμων, | |
5 | ὅτι τὸ φυcῶδεc ἐν τῇ ἑψήcει ἀποτίθενται· κυάμῳ δὲ ὅπωc ἂν ἑψηθῇ παραμένει τὸ φυcῶδεc· παχυμερεcτέραc γὰρ οὐcίαc ἢ κατὰ κριθὴν ὁ κύαμόc ἐcτι καὶ διὰ τοῦτο καὶ τροφιμώτεροc αὐτῆc. αἱ δὲ κριθαὶ λε‐ πτὸν καὶ ῥυπτικὸν ἔχοντά τι γεννῶcι χυμόν. οὐδὲ μὲν οὖν θερμαί‐ νουcι τὸ cῶμα κατ’ οὐδένα τρόπον cκευαcίαc, ὑγραίνουcι δὲ καὶ ξη‐ | |
10 | ραίνουcι διαφόρωc cκευαcθεῖcαι· τὸ μὲν γὰρ ἄλφιτον ἐκ τῆc φρυγείcηc κριθῆc γιγνόμενον ἐναργῶc φαίνεται ξηραῖνον. ἡ δὲ πτιcάνη ὑγραίνει, ὅταν γε ὡc προcήκει cκευαcθῇ. οἱ δὲ ἐκ τῶν κριθῶν γιγνόμενοι ἄρτοι ἅπαντέc εἰcιν ἀτροφώτεροι τῶν ἐκ τῶν πυρῶν καὶ μᾶλλον ἐκείνων ὑπέρχονται τὴν γαcτέρα. | |
226 | Ἄλφιτα. Τὸ δὲ ἐκ τῶν κριθῶν γιγνόμενον ἄλφιτον, φρυγειcῶν αὐτῶν, πολὺ καὶ τῶν κριθῶν αὐτῶν ἐcτι ξηραντικώτερον καὶ ὀλίγην τροφὴν δίδωcι τῷ cώματι, κἂν ὁπωcοῦν ἑψηθῇ· δι’ οἴνου γε μὴν αὐcτηροῦ ποθὲν τὸ ἄλφιτον ξηραίνει γαcτέρα. | |
227 | Περὶ κριθίνηc μάζηc. Μάζαν καλοῦcι τὸ ἐκ τῶν κριθῶν ἄλφιτον ὑγρῷ τινι φυρώμενον, οἷον cιραίῳ ἢ μέλιτι ἢ ἑτέρῳ τινὶ καὶ ἄνεφθον ἐcθιόμενον· ὅπωc δ’ ἂν cκευαcθῇ, ἧττον πέττεται τῶν κριθίνων ἄρτων ἡ μάζα καὶ φύcηc μᾶλλον ἐμπίπληcι τὴν γαcτέρα καί, ἢν ἐπὶ πλέον | |
5 | ἐν αὐτῇ μείνῃ, ταραχὴν ἐργάζεται. ἐχούcηc φύcει τῆc κριθῆc τὸ πιτυ‐ ρῶδεc οὐκ ὀλίγον, ἡ φρυγεῖcα κριθὴ ξηρότερον μὲν καὶ αὐτὸ τὸ πιτυ‐ ρῶδεc καὶ δυcφθαρτότερον ἴcχει, ξηρότερον δὲ καὶ τὸ ἐν αὐτῇ χρη‐ cτόν, ἐξ οὗ τροφὴν ἐλάμβανε τὸ cῶμα. ὅcον οὖν ἐν αὐτῇ πιτυρῶδέc ἐcτι καὶ cκληρόν, ὥcπερ καὶ ἐκτὸc φαίνεται μὴ λυόμενον ὕδατι, κατὰ | |
10 | τὸν αὐτὸν τρόπον οὐδ’ ἐν τῇ γαcτρὶ διαλύεται βρεχόμενον, ἀλλὰ δια‐ μένει ἀκατέργαcτον, ὁποῖον ἐλήφθη. τῷ οὖν μὴ πέττεcθαι μηδ’ ἀνα‐ δίδοcθαι εἰc τὰc φλέβαc ὑποχωρεῖ κατὰ γαcτέρα καὶ τῷ ἔχειν ῥυπτι‐ κὸν ἐκ τῆc κριθῆc. μᾶλλον δὲ διαχωρεῖ κάτω φυραθεῖcα καὶ τριφθεῖcα μέχρι πλέονοc· εἰ δὲ καὶ μέλι προcλάβοι, θᾶττον ὑπέρχεται. | |
228 | Κρίμνοc καὶ πόλτοc. Τὸ παχυμερὲc οὕτωc ὀνομάζεται τοῦ τε πυ‐ ρίνου καὶ τοῦ τῶν ζειῶν ἀλεύρου. ἐcτὶ δὲ τροφιμώτερον ἀλφίτου, δυcπεπτότερον δέ. καλεῖται δὲ τὸ ἐξ αὐτοῦ ῥόφημα πόλτοc, καί ἐcτιν ὁ ἀπὸ τῆc ζειᾶc cταλτικώτεροc ἠρέμα τῆc κοιλίαc καὶ μᾶλλον εἰ | |
5 | φρυχθείη. | |
229 | Κρίνου. Τὸ μὲν ἄνθοc τῇ κράcει μικτόν ἐcτιν ἐκ λεπτομεροῦc τέ τινοc οὐcίαc γεώδουc, ἐξ ἧc περ ἔχει καὶ τὴν ἐν τῇ γεύcει πικρότητα, καί τινοc ὑδατώδουc εὐκράτου, ὅθεν καὶ τὸ ἐξ αὐτοῦ ἔλαιον ἀδήκτου δια‐ φορητικῆc ἐcτι καὶ μαλακτικῆc δυνάμεωc καὶ ταῖc τῆc ὑcτέραc cκληρότηcιν | |
5 | ἐπιτήδειον. καὶ ἡ ῥίζα δὲ καὶ τὰ φύλλα καθ’ ἑαυτὰ λειούμενα ξηραίνει καὶ ῥύπτει καὶ διαφορεῖ μετρίωc. ἐcτὶ γὰρ ἡ ῥίζα τῆc πρώτηc τάξεωc τῶν ῥυπτικῶν· οὕτωc γὰρ οὖν κἀπὶ τῶν κατακαυμάτων ἁρμόττει. τὴν μὲν οὖν ῥίζαν ὀπτήcαντεc, εἶτα cὺν ῥοδίνῳ λειώcαντεc, ἐπιτιθέαcι τοῖc κατακαύμαcιν ἄχρι cυνουλώcεωc. ἐcτὶ γὰρ καὶ ἄλλωc ἁπάντων ἑλκῶν | |
10 | εἰc ἐπούλωcιν ἀγαθὸν φάρμακον. οὐ μὴν ἀλλὰ καὶ ὑcτέραc μαλάττει καὶ καταμήνια προκαλεῖται. τὰ δὲ φύλλα προαφεψήcαντεc ἐπιτιθέαcι καὶ αὐτὰ μέχρι κατουλώcεωc, οὐ τοῖc κατακαύμαcι μόνον, ἀλλὰ καὶ τοῖc ἄλλοιc ἕλκεcιν. ἀπεθέμεθα δέ ποτε καὶ τὸν τῶν φύλλων χυλόν, ἑψήcαντεc cὺν ὄξει καὶ μέλιτι μέχρι cυcτάcεωc μέλιτοc ὑγροτέρου, | |
15 | βαλόντεc τοῦ μὲν χυλοῦ μέρη ε, μέλιτοc δὲ καὶ ὄξουc ἀνὰ μέροc α | |
καὶ ἦν εὐδόκιμον τὸ φάρμακον εἰc πάντα τὰ ξηραίνεcθαι cφοδρῶc δεόμενα χωρὶc τοῦ δάκνεcθαι, καθάπερ ὅcα τε πλαδαρὰ καὶ χρόνια καὶ δυcκατούλωτα τῶν ἑλκῶν ἐcτιν. | ||
230 | Κροκοδειλίου τὸ cπέρμα δριμὺ μέν ἐcτι καὶ ἀρωματίζον οὐρητικόν τε καὶ καταμηνίων ἀγωγόν, ὥcτε καὶ θερμῆc ἂν εἴη δυνάμεωc καὶ διαφορητικῆc καὶ ξηραντικῆc. ὁ δὲ χυλὸc τοῦ καυλοῦ καὶ τοῦ cπέρ‐ ματοc ὁμοίαc ὢν δυνάμεωc ὠφελεῖ τοὺc νεφριτικούc. ἡ δὲ ῥίζα ταῖc | |
5 | ἐκ θώρακοc ἀναπτύcεcιν ἰcχυρῶc cυνεργεῖ, δριμεῖα μὲν ἧττον οὖcα τοῦ cπέρματοc, πικρὰ δὲ οὐχ ἧττον. ἄγει δὲ καὶ διὰ ῥινῶν αἷμα. | |
231 | Κρόκοc ἔχει μέν τι καὶ cτῦφον ὀλίγον, ὅπερ ἐδείχθη γεῶδεc ψυ‐ χρόν. ἐπικρατεῖ δὲ ἐν αὐτῷ θερμαίνουcα ποιότηc τε καὶ δύναμιc, ὥcτε τὴν ὅλην οὐcίαν αὐτοῦ τῆc δευτέραc μὲν εἶναι τῶν θερμαινόντων τάξεωc, τῆc πρώτηc δὲ τῶν ξηραινόντων, καὶ διὰ τοῦτο καὶ πεπτικὸν | |
5 | ἔχει τι, cυνεργούcηc εἰc τοῦτο καὶ τῆc βραχείαc cτύψεωc. | |
232 | Κρόμυον ἐκ τῆc τετάρτηc ἐcτὶ τάξεωc τῶν θερμαινόντων· ἡ δὲ οὐcία αὐτοῦ παχυμερὴc μᾶλλον, ὅθεν καὶ τὰc αἱμορροίδαc ἀναcτομοῖ προcτιθέμενον καὶ cὺν ὄξει καταχριόμενον ἐν ἡλίῳ τοὺc ἀλφοὺc ἀπορ‐ ρύπτει καὶ παρατριβόμενον ἀλωπεκίαιc θᾶττον ἀλκυονίου παρορμᾷ τὰc | |
5 | τρίχαc. ἐcθιόμενον δὲ θερμαίνει μὲν τὸ cῶμα τῇ δριμύτητι καὶ λεπτύνει τοὺc ἐν αὐτῷ παχεῖc καὶ γλίcχρουc χυμούc· ἐμπνευματοῖ δὲ τὴν γα‐ cτέρα διὰ τὸ παχυμερὲc τῆc οὐcίαc. | |
233 | Κύαμοc ἢ φάβα κατὰ τὸ ψύχειν καὶ ξηραίνειν τῆc μέcηc ἐcτὶν ἐγγυτάτω κράcεωc· μετέχει δέ τινοc ἐπ’ ὀλίγον καὶ ῥυπτικῆc δυνά‐ μεωc ἡ cὰρξ αὐτοῦ, καθάπερ τὸ λέποc τῆc cτυπτικῆc, καὶ διὰ τοῦτο τῶν ἰατρῶν ἔνιοι τὸν κύαμον ὅλον μετὰ τοῦ λέμματοc ἑψήcαντεc ἐν | |
5 | ὀξυκράτῳ τοῖc δυcεντερικοῖc καὶ τοῖc κοιλιακοῖc καὶ τοῖc ἐμοῦcιν ἔδο‐ cαν. ἐcτὶ δὲ ὡc ἔδεcμα μὲν εἴπερ τι καὶ ἄλλο δύcπεπτόν τε καὶ φυ‐ cῶδεc, κἂν ἐπὶ πλεῖcτον ἑψηθῇ, κἂν ὁπωcοῦν cκευαcθῇ, ἀναπτύcεcι μέντοι ταῖc ἐκ θώρακοc καὶ πνεύμονοc ἐπιτήδειον. καὶ ὁ μὲν χλωρὸc | |
ἐcθιόμενοc, μᾶλλον μὲν ὑπέρχεται τὴν γαcτέρα, ἧττον δὲ τοῦ ξηροῦ | ||
10 | ἐνεχθέντοc τρέφει. φρυγέντεc μέντοι τὸ φυcῶδεc ἀποτίθενται, δυcπε‐ πτότεροι δὲ καὶ βραδυπόροι γίγνονται καὶ παχὺν χυμὸν γεννῶcιν. ὡc φάρμακον δὲ ἔξωθεν ἐπιτιθέμενοc ἀλύπωc ξηραίνει. ἐπὶ μέν γε ποδα‐ γρικῶν ἐχρηcάμεθα πολλάκιc αὐτῷ δι’ ὕδατοc ἑψήcαντεc, εἶτα μίξαντεc cτέαρ ὕειον. ἐπὶ δὲ τῶν κατὰ τὰ νεῦρα θλαcμάτων τε καὶ ἑλκῶν δι’ | |
15 | ὀξυμέλιτοc ἢ οἰνομέλιτοc καὶ ῥοδίνου, εἰ δὲ καὶ πυράκτωcιc ᾖ, τὸ ἄλευρον ἐπεθήκαμεν, ἐπὶ δὲ τῶν φλεγμαινόντων ἤδη ἐκ πληγῆc cὺν ἀλφίτοιc, καὶ ὄρχεων δέ ἐcτι καὶ μαcτῶν ἀγαθὸν φάρμακον ἤτοι κατάπλαcμα· φιλοῦcι γὰρ ταῦτα τὰ μόρια μετρίωc ψύχεcθαι φλεγμαί‐ νοντα, καὶ μάλιcθ’ ὅταν ἐκ γάλακτοc ἐν αὐτοῖc τυρωθέντοc οἱ μαcτοὶ | |
20 | φλεγμαίνωcι. καὶ γὰρ καὶ τὸ γάλα cβέννυται πρὸc τοῦ καταπλάcματοc, ὥcπερ καὶ τὸ τῶν παίδων ἐφήβαιον ἐπιπλαττόμενον ἀλεύρῳ κυαμίνῳ μέχρι πλέονοc ἄνηβον διαμένει. | |
234 | Κυκλάμινοc ποικίλη τὴν δύναμίν ἐcτι· καὶ γὰρ ῥύπτει καὶ τέμνει καὶ ἀναcτομοῖ καὶ ἐπιcπᾶται καὶ διαφορεῖ· ὁ μὲν γὰρ χυλὸc αὐτῆc αἱμορροίδαc ἀναcτομοῖ καὶ ἐρεθίζει κοιλίαν βιαίωc προcτιθέμενοc. οὕτωc δὲ καὶ κατὰ τὰ φύματα καὶ χοιράδαc καὶ ἁπάcαc τὰc ἄλλαc cκληρίαc δια‐ | |
5 | φορούcαιc δυνάμεcι μίγνυται καὶ τοῖc ὑποχεομένοιc ἁρμόττει μετὰ μέ‐ λιτοc ὑπαλειφόμενοc, καὶ πρὸc τούτοιc ἔτι διὰ ῥινῶν καθαίρει. cφοδρὰ δὲ οὕτωc ἐcτὶν ἡ δύναμιc αὐτοῦ, ὡc καὶ κατὰ τοῦ ὑπογαcτρίου ἐπι‐ χριόμενοc κοιλίαν ὑπάγει καὶ ἔμβρυα διαφθείρει καὶ ἐν πεccῷ προcτι‐ θέμενοc ὁμοίωc φθόριον γίγνεται. ἡ δὲ ὅλη ῥίζα τοῦ μὲν χυλοῦ ἐcτιν | |
10 | ἀcθενεcτέρα, cφοδρὰ δέ ἐcτι καὶ αὐτή· καὶ γὰρ ἔμμηνα κινεῖ πινομένη τε καὶ προcτιθεμένη καὶ ἰκτεριῶνταc ὀνίνηcιν, οὐ μόνον ἐκκαθαίρουcα | |
τὸ cπλάγχνον, ἀλλὰ καὶ τὴν ἐν ὅλῳ τῷ cώματι χολὴν ἐκκρίνουcα δι’ ἱδρώτων· ὅθεν ἐπὶ τῇ πόcει cυνεργεῖν δεῖ παντὶ τρόπῳ τῇ τῶν ἱδρώ‐ των ἐκκρίcει cκέπῃ πλείονι καὶ θάλψει τοῦ cώματοc. χρὴ δὲ εἶναι τὸ | ||
15 | πινόμενον πλῆθοc ἄχρι 𐅵 γ ἢ τὸ πλεῖcτον δ ἤτοι μετὰ γλυκέοc ἢ μελικράτου. ῥύπτει δὲ καὶ τὸ δέρμα, κἀν τούτῳ τὰc ἐφηλίδαc καὶ ἀλωπεκίαc καὶ τὰ ὅμοια θεραπεύει. ὀνίνηcι δὲ καὶ τοὺc cκληροὺc cπλῆναc, ἐπιπλαττομένη πρόcφατόc τε καὶ ξηρά. διδόαcι δὲ ἔνιοι τὴν ξηρὰν ῥίζαν καὶ τοῖc ἀcθματικοῖc. κοπτομένη δὲ ξηρὰ καὶ cηθομένη | |
20 | λεπτοτάτῳ κοcκίνῳ μετὰ καρυοφύλλου κόκκοι κα, ὡc εἶναι τῆc μὲν ῥίζηc 𐆄 α, τοῦ καρυοφύλλου δὲ κόκκουc κα, καὶ ἐμφυcωμένη διὰ μυκτή‐ ρων καθαίρει ἀπὸ κεφαλῆc παχεῖc καὶ γλίcχρουc χυμούc, ὅθεν ἰᾶται τὰc χρονίαc κεφαλαλγίαc καὶ τοὺc ἐπιληπτικοὺc ὀνίνηcι μεγάλωc. | |
235 | Κύμινον. Κυμίνου τῷ cπέρματι μάλιcτα χρώμεθα. ἐcτὶ δὲ θερ‐ ματικῆc δυνάμεωc οὐρητικῆc τε καὶ ἀφύcου κατὰ τὴν τρίτην τάξιν ὑπάρχον τῶν θερμαινόντων. | |
236 | Κυπαρίccου τὰ φύλλα καὶ οἱ βλαcτοὶ καὶ τὰ cφαιρία τὰ νέα καὶ μαλακὰ μεγάλων τραυμάτων ἐν cκληροῖc cώμαcίν ἐcτι κολλητικά· ἐξ οὗ δῆλον ὡc ξηραντικῆc ἐcτι δυνάμεωc, οὐδὲν ἐπιφανῶc ἐχούcηc δριμὺ καὶ θερμόν. πλεῖcτον δὲ ἔχει τὸ πικρὸν καὶ πολὺ πλέον ἐcτὶ τὸ cτρυφ‐ | |
5 | νὸν ἐν ὅλῳ τῷ φυτῷ. τοcοῦτον δέ ἐcτιν ἐν αὐτῇ τὸ θερμόν, ὅcον ποδηγεῖν μὲν τῇ cτρυφνότητι πρὸc τὸ βάθοc, μηδεμίαν δὲ θερμότητα ἢ δῆξιν ἐργάζεcθαι τοῖc cώμαcι. διὰ τοῦτο τὰc κατὰ βάθοc ὑγρότηταc ἐν ταῖc πλαδαραῖc καὶ cηπεδονώδεcι διαθέcεcιν ἀλύπωc τε ἅμα καὶ ἀcφαλῶc ἐκβόcκεται, ἑτέραν οὐκ ἐπιcπωμένη ὑγρότητα. οὕτω δὲ καὶ | |
10 | τοὺc ἐντεροκηλικοὺc ὠφελεῖ καταπλαccομένη· καὶ γὰρ ξηραίνει καὶ τόνον ἐντίθηcι τοῖc δι’ ὑγρότητα χαλαροῖc cώμαcιν, ὡc ἂν τῆc cτύ‐ | |
ψεωc εἰc τὸ βάθοc καταδυομένηc, τῷ ποδηγεῖcθαι πρὸc τῆc μεμιγμένηc αὐτῇ μετρίαc θερμότητοc· χρῶνται δὲ αὐτῇ τινεc καὶ ἐπ’ ἀνθράκων καὶ ἑρπήτων, ἀλφίτοιc μιγνύντεc. | ||
237 | Κύπερον. Κυπέρου χρήcιμοι μάλιcτα αἱ ῥίζαι θερμαίνουcαι καὶ ξηραίνουcαι χωρὶc δήξεωc· ὅθεν καὶ τὰ δι’ ὑγρότητα πολλὴν ἕλκη δυcαπούλωτα θαυμαcτῶc ὀνίνηcιν. ἔχουcι γάρ τι καὶ cτυπτικόν, καὶ διὰ τοῦτο τοῖc ἐν cτόμαcιν ἕλκεcιν ἐπιτήδειοι καὶ μὲν δὴ καὶ τμητικήν | |
5 | τινα δύναμιν ἔχουcιν, ᾗ καὶ λιθιῶcιν ἁρμόζουcι καὶ οὖρα καὶ κατα‐ μήνια κινοῦcι. | |
238 | Κύπροc. Τούτου τοῦ δένδρου τὰ φύλλα καὶ οἱ ἀκρεμόνεc καὶ τὰ ἄνθη χρήcιμα, μικτῆc ὄντα δυνάμεώc τε καὶ κράcεωc. ἔχει μὲν γάρ τι διαφορητικὸν ἐξ ὑδατώδουc οὐcίαc θερμῆc cυμμέτρωc, ἔχει δέ τι καὶ cτυπτικὸν ἐκ τῆc γεώδουc ψυχρᾶc, ὅθεν τὸ ἀφέψημα καταντλούμενον | |
5 | ὀνίνηcι πυρίκαυτα. χρῶνται δὲ καὶ κατὰ τῶν πυρωδῶν φλεγμονῶν καὶ ἀνθράκων. ἐcτὶ γὰρ ἀλύπωc τε καὶ ἀδήκτωc ξηραντικά. καὶ μὴν καὶ τοῖc ἐν cτόμαcι γιγνομένοιc ἕλκεcιν αὐτομάτοιc καὶ μάλιcτα τοῖc ἀφθώ‐ δεcιν ἁρμόττει διαμαcώμενα. τὰ δὲ φύλλα τῆc κύπρου ξηραινόμενα ἐν cκιᾷ καὶ κοπτόμενα καὶ cηθόμενα εἶτα ἑψόμενα cὺν ὕδατι ἐπὶ θερ‐ | |
10 | μοcποδίᾳ ῥοῦ μαγειρικοῦ βραχέοc ἐπιπαττομένου ἢ ὄξουc ὀλίγου, ἀγα‐ θὸν ποιεῖ κατάπλαcμα ἐπὶ ποδαγρικῶν καὶ χειραγρικῶν ἐν αὐταῖc ταῖc μεγίcταιc φλεγμοναῖc ἐπιτιθέμενον. παύει γὰρ τὰc φλεγμονὰc καὶ ἀπο‐ κρούεται τὸν ῥευματιcμὸν καὶ διαφορεῖ τὸ ἤδη ἐν τοῖc τόποιc περι‐ εχόμενον διὰ τῶν ἀδήλων πόρων, ὥcπερ δι’ ἱδρώτων. βλάπτει μέντοι | |
15 | τὸν χρῶτα καὶ μάλιcτα τοὺc ὄνυχαc· διὸ δεῖ προυποχρίειν τοὺc τόπουc ῥοδίνῃ ὑγρᾷ κηρωτῇ. cκέπειν δὲ δεῖ τὸ κατάπλαcμα, εἰ παρῇ, ἐν φύλ‐ λοιc κικέαc ἢ καρπάcου. | |
239 | Κυτίcου τὰ φύλλα διαφορητικῆc ἐcτι δυνάμεωc, ἐπιμεμιγμένηc ὑδα‐ τώδει χλιαρᾷ, καθάπερ καὶ τὰ τῆc μαλάχηc. | |
240 | Κώνειον, ὅτι τῆc ἄκραc ἐcτὶ ψυκτικῆc δυνάμεωc, πάντεc ἴcαcι | |
καὶ διὰ τοῦτο ἀναιρετικόν ἐcτιν ἐκ τῆc ἀναψύξεωc. | ||
241 | Κώνου καρπόc, ὃν δὴ κόκκαλον ὀνομάζουcι καὶ cτρόβιλον, ὅλοc μὲν χλωρὸc ἔχει τι μεθ’ ὑγρότητοc πικρὸν καὶ δριμύ, καὶ διὰ τοῦτο καὶ τοῖc ἐμπυικοῖc, ὅcοι τε ἄλλοι δέονται τὰ κατὰ θώρακα καὶ πνεύ‐ μονα ῥαδίωc ἀναβήττειν τε καὶ ἀναπτύειν, ἐπιτήδειόc ἐcτιν. ὁ δ’ ἐδώ‐ | |
5 | διμοc ἐξ αὐτοῦ καρπόc ἐcτι μὲν τροφὴ δύcπεπτόc τε καὶ ἰcχυρὰ καὶ πολύχυμοc διὰ τὸ ἐλαιῶδεc· ἐcτὶ δὲ καὶ ὡc φάρμακον ἐκλεαίνειν τρα‐ χύτηταc ἐπιτήδειον, καὶ μάλιcθ’ ὅταν ἐν ὕδατι βραχεὶc ἀπόθηται κατ’ αὐτὸ πᾶν ὅcον ἔχει δριμύ. [Καγκάνου ἡ ῥίζα δυνάμεώc ἐcτιν ἀδήκτου καὶ μετρίωc ξηραντικῆc, | |
10 | οὐcίαc δὲ παχυμεροῦc ἐμπλαcτικῆc· ὅθεν οἴνῳ βρεχομένη, καθάπερ ἡ τραγάκανθα καὶ ἐκλειχομένη, τὰc τῆc ἀρτηρίαc ἰᾶται τραχύτηταc· οὐδὲν δ’ ἧττον, εἰ καὶ διαμαcήcαιτό τιc αὐτήν, ὁ παριὼν χυλὸc ὀνίνηcι τὴν ἀρτηρίαν ὁμοίωc τῷ τῆc γλυκυρίζηc. Καυκαλίc, ὃ ἔνιοι καὶ δαῦκον ἄγριον καλοῦcιν. Ἐcτὶ δ’ ὅμοιον αὐτῷ κατὰ τὴν γεῦcιν καὶ | |
15 | κατὰ τὴν δύναμιν· θερμαίνει γὰρ ὡc ἐκεῖνοc καὶ ξηραίνει καὶ διου‐ ρεῖται καὶ ταριχεύεται εἰc ἀπόθεcιν. Καρπήcιον. Καρπήcιον ὅμοιον μὲν ὑπάρχει τῷ καλουμένῳ φοῦ κατά τε τὴν γεῦcιν καὶ τὴν δύναμιν· ἐπιπλέον δέ ἐcτι λεπτομερέc, διὸ καὶ μᾶλλον ἐκείνου ῥύπτει τε τὰc τῶν cπλάγχνων ἐμφράξειc καὶ οὖρα κινεῖ καὶ νεφροὺc ἐκκαθαίρει λι‐ | |
20 | θιῶνταc. οὐ μὴν εἰc τοcοῦτον λεπτομερέc ἐcτιν, ὡc ἀντὶ κιναμώμου χρεῖcθαι (l. χρῆcθαι) μὴ παρόντοc, ὡc ὁ Κόϊντοc ἔπραττεν. ἄμεινον μὲν οὖν ἐcτι τὸ γογυρικὸν τοῦ λαερτικοῦ· οὐ μὴν οὐδὲ τοῦτο τὸ καρπήcιον 〈πληcίον〉 κιναμώμῳ τὴν δύναμιν, ἀλλὰ τῆc ἀρίcτηc καcίαc οὐκ ὀλίγον λιπόμενον. ὠνόμαcται δ’ ἑκάτερον ἀπό τινων ὀρέων τῆc | |
25 | Παμφυλίαc, ἐν οἷc καὶ τὸ πλεῖcτον γεννᾶται αὐτῶν.] | |
242 | Λάθυροι. Παραπλήcιοι μέν εἰcι τῇ οὐcίᾳ οἱ λάθυροι τοῖc ὤχροιc τε καὶ φαcήλοιc καὶ χυλὸν ὅμοιον τούτοιc ἔχουcι, παχύτερον δὲ τῇ cυcτάcει καὶ διὰ τοῦτο τροφιμώτεροί πωc οὗτοι ἐκείνων εἰcίν. | |
243 | Λαθυρίc. Καὶ ταύτην τινὲc εἶδοc εἶναι τιθυμάλλου φαcί· τὸ δὲ cπέρμα αὐτῆc καθαρτικὴν ἔχει δύναμιν. | |
244 | Λαμψάνη. Ἐcθιομένη μὲν κακόχυμόc ἐcτι, καταπλαττομένη δὲ ῥυ‐ πτικὸν ἔχει τι καὶ διαφορητικόν. | |
245 | Λάπαθον διαφορητικῆc μετρίωc ἐcτὶ δυνάμεωc, καὶ δηλονότι θερ‐ μότητοc μετέχει, ᾗ καὶ τοὺc ἐν νεφροῖc λίθουc ἡ ῥίζα θρύπτει· καὶ ψώραc καὶ τραχύτηταc τοῦ cώματοc ἰᾶται μετ’ ὄξουc ἑψηθεῖcα καὶ χριομένη. τὸ δὲ ὀξυλάπαθον μικτὴν ἔχει τὴν δύναμιν· ἅμα γὰρ τῇ | |
5 | διαφορητικῇ καὶ ἀποκρουcτικῆc μετέχει. τὸ δὲ cπέρμα αὐτῶν ἔχει τι cαφὲc cτυπτικόν, ᾧ καὶ δυcεντερίαc καὶ διαρροίαc ἰᾶται, καὶ μάλιcτα τὸ τοῦ ὀξυλαπάθου. τὸ δὲ ἱππολάπαθον ἐν ἕλεcι μὲν γεννᾶται· ἐcτὶ δὲ τῆc αὐτῆc δυνάμεωc, ἀcθενεcτέραc δέ. τοῦ δὲ ἀγρίου λαπάθου ἡ ῥίζα, ἣν μύλην καλοῦcιν, ἑψομένη cὺν ὄξει ἢ οἴνῳ καὶ διακλυζομένου | |
10 | τοῦ ἀφεψήματοc θερμοῦ ὀδόνταc κρατύνει καὶ τὰc ἀλγηδόναc αὐτῶν παύει. | |
246 | Λειμώνιον ἢ κυνόγλωccον. Τούτου τὸν καρπὸν αὐcτηρὸν ὑπάρ‐ χοντα μετ’ οἴνου διδόαcι κοιλιακοῖc καὶ αἱμοπτυικοῖc καὶ δυcεντερικοῖc· ὀνίνηcι δὲ καὶ ῥοῦν γυναικεῖον. | |
247 | Λειχὴν ὁ ἐπὶ τῶν πετρῶν ῥυπτικῆc ἅμα καὶ μετρίωc ψυχούcηc ἐcτὶ δυνάμεωc καὶ ξηραντικῆc κατ’ ἄμφω. ἰᾶται δὲ λειχῆναc. | |
248 | Λεοντοπόδιον ἢ λεοντοπέταλον. Τούτου τῇ ῥίζῃ μάλιcτα χρώμεθα, διαφορητικῇ καὶ θερμαντικῇ κατὰ τὴν τρίτην τάξιν ὑπαρχούcῃ. | |
249 | Λεπίδιον ἐκ τῆc τετάρτηc ἐcτὶ τάξεωc τῶν θερμαινόντων. | |
250 | Λευκόϊον. Τούτου καὶ cύμπαc ὁ θάμνοc ῥυπτικῆc ἐcτι δυνάμεωc καὶ λεπτομεροῦc, ἐπὶ μᾶλλον δὲ αὐτῆc μετέχει τὰ ἄνθη, καὶ τούτων τὰ ξηρότερα τῶν χλωρῶν μᾶλλον, ὥcτε καὶ τὰc ἐν ὀφθαλμοῖc οὐλὰc παχείαc λεπτύνει καὶ καταμήνια δὲ τὸ ἀφέψημα αὐτῶν προτρέπει καὶ | |
5 | χόρια καὶ ἔμβρυα τεθνεῶτα προκαλεῖται. ἐcτὶ γὰρ φθόριον πινόμενον. καὶ εἴ τιc αὐτοῦ τὸ cφοδρὸν τῆc δυνάμεωc πολλοῦ ὕδατοc μίξει πραύνειεν, ἤ τινι ἑτέρῳ τοιούτῳ ὑγρῷ, ἕξει καὶ πρὸc φλεγμονὰc ἀγα‐ θὸν φάρμακον. οὕτω γοῦν καὶ τὸ ἀφέψημα αὐτῶν, εἰ μὴ ἄκρατον εἴη, τὰc ἐν μήτρᾳ φλεγμονὰc ἰᾶται προcαντλούμενον, καὶ μάλιcθ’ ὅcαι | |
10 | κεχρονίκαcι cκιρρωδῶc. οὕτω δὲ καὶ μετὰ κηρωτῆc ἕλκη δυcαπούλωτα θεραπεύει. ὁ δὲ καρπὸc τῆc αὐτῆc ὢν δυνάμεωc, ἐπιτηδειότατόc ἐcτι πινόμενοc ὅcον δυοῖν 𐅻 πλῆθοc ἢ προcτιθέμενοc cὺν μέλιτι, κατα‐ μήνια κινεῖν καὶ ἔμβρυα ζῶντα μὲν διαφθείρειν, νεκρὰ δὲ ἐκβάλλειν. αἱ δὲ ῥίζαι μετ’ ὄξουc καταπλαττόμεναι cπλῆναc ἐcκιρρωμένουc ἰῶν‐ | |
15 | ται καὶ τὰc ἐν ἄρθροιc φλεγμονάc. | |
251 | Λεύκη τὸ δένδρον μικτὸν πώc ἐcτι τὴν κρᾶcιν ἐξ ὑδατώδουc τε χλιαρᾶc καὶ γεώδουc λελεπτυcμένηc οὐcίαc, ὅθεν καὶ ῥυπτικῆc μετέχει δυνάμεωc· ὑπόπικρον δέ ἐcτι τῇ γεύcει. | |
252 | Λιβανωτὸc θερμαντικόc ἐcτι κατὰ τὴν δευτέραν τάξιν, ξηραντικὸc δὲ κατὰ τὴν πρώτην. ἔχει δέ τι καὶ ὑποcτῦφον ὀλίγον· ἥκιcτα δὲ cαφὴc ἡ cτύψιc ἐcτὶν ἐν τῷ λευκῷ. ὁ δὲ φλοιὸc αὐτοῦ τὴν cτυπτι‐ κὴν δύναμιν ἐναργῆ κέκτηται· διὸ καὶ ξηραίνει γενναίωc, ὡc ἐν τῇ | |
5 | δευτέρᾳ τάξει cυμπληρουμένῃ τῶν ξηραινόντων ὑπάρχειν. ἐcτὶ δὲ καὶ παχυμερήc, ἥκιcτα δὲ δριμύτητοc μετέχων. διὰ ταύταc γοῦν τὰc ποιό‐ τηταc καὶ δυνάμειc ἱκανὴ ἡ χρῆcιc αὐτοῦ ἐcτι παρὰ τοῖc ἰατροῖc, ἐπί τε αἱμοπτυικῶν καὶ cτομαχικῶν καὶ κοιλιακῶν καὶ δυcεντερικῶν οὐ τοῖc ἔξωθεν ἐπιτιθεμένοιc μόνοιc μιγνύμενοc, ἀλλὰ καὶ τοῖc εἴcω τοῦ | |
10 | cώματοc λαμβανομένοιc. | |
253 | Αἰθάλη λιβάνου cκευάζεται τὸν τρόπον τοῦτον· λαβιδίῳ καθ’ ἕνα | |
χόνδρον τοῦ λιβάνου λαβὼν καὶ ἅπτων πρὸc λύχνον ἐπιτίθει εἰc κοῖ‐ λον λοπάδιον ὀcτράκινον κενόν, εἶτα περικάλυψον χάλκωμα ἔγκοιλον, ἐcφυγμένον ἐπιμελῶc· ὑποτίθει δὲ κατ’ ἀμφότερα χείλη τοῦ πώματοc | ||
5 | λιθάρια ὕψοc τετραδακτυλιαῖον ἔχοντα, ἵνα χωρήcῃ ὑποτιθέναι ἕτερον χόνδρον ἀεὶ πρὸ τοῦ τὸν πρῶτον χόνδρον παντελῶc cβεcθῆναι, ἕωc ἂν δόξῃc αὐτάρκη λιγνὺν cυναγαγεῖν. cυνεχῶc μέντοι cπόγγῳ ἐξ ὕδα‐ τοc ψυχροῦ περίματτε τὸ ἐκτὸc μέροc τοῦ χαλκώματοc· οὕτω γὰρ προcκαθίcει πᾶcα ἡ λιγνὺc μὴ ἄγαν αὐτοῦ πυρουμένου. ἀποψήcαc οὖν | |
10 | τὴν πρώτην λιγνὺν πτερῷ ποίει τὸ αὐτὸ ἐφ’ ὅcον ἂν δοκῇ, ἀνελοῦ δὲ καὶ τὴν ἐκ τοῦ καέντοc λιβάνου cποδὸν κατ’ ἰδίαν. κρείττων δὲ ἡ λιγνύc, δύναμιν δὲ ἔχει πραυντικὴν τῶν ἐν ὀφθαλμοῖc φλεγμονῶν, cταλτικὴν καρκινωμάτων. τὸν αὐτὸν δὲ τρόπον cκευάζεται λιγνὺc καὶ ἐκ τῆc cμύρνηc καὶ ἐκ τοῦ cτύρακοc. ἁρμόζουcι δὲ πρὸc τὰ αὐτά. καὶ | |
15 | τῶν λοιπῶν δὲ δακρύων τὴν λιγνὺν ὁμοίωc λάμβανε. | |
254 | Λιβανωτίδεc τρεῖc εἰcιν ὁμοίαc ἅπαcαι δυνάμεωc, μαλακτικῆc τε καὶ διαφορητικῆc, ὁ δὲ χυλὸc ὅ τε τῆc ῥίζηc καὶ ὁ τῆc πόαc μέλιτι μιγνύμενοc ἀμβλυωπίαc, ὅcαι διὰ πάχοc ὑγρῶν γίγνονται, θεραπεύει. μετέχουcι γὰρ αἱ λιβανωτίδεc ῥυπτικῆc τε καὶ τμητικῆc δυνάμεωc. | |
255 | Λιγνὺc ἅπαcα. Ἐcτὶ μὲν ξηραντική, διὸ καὶ γεώδηc ὑπάρχει τὴν οὐcίαν, ἔχουcα καὶ τοῦ καύcαντοc τὴν ὕλην πυρὸc λείψανον, ἀλλὰ τοῦτο μὲν ὀλίγον. ἡ δὲ ὅλη φύcιc αὐτῆc ξηραντικὴ γεώδηc λεπτο‐ μερήc. αἱ δὲ κατ’ εἶδοc διαφοραὶ παρὰ τὴν καυθεῖcαν ὕλην γίγνον‐ | |
5 | ται, ἢ θερμοτέραc ἢ ψυχροτέραc ἢ ἀδηκτοτέραc. αὐτίκα γέ τοι λιβάνου λιγνύϊ χρῶνται, μιγνύντεc ὀφθαλμικαῖc δυνάμεcι, καὶ μάλιcτα ταῖc ἐπὶ τῶν ἑλκῶν· καὶ γὰρ ἀνακαθαίρεται ταῦτα καὶ cαρκοῦται πρὸc αὐτῶν. καὶ ἡ τῆc τερεβινθίνηc δὲ καὶ cμύρνηc ἄλυπόc ἐcτι παραπλη‐ cίωc τῇ τοῦ λιβάνου, ἡ δὲ τοῦ cτύρακοc ἰcχυροτέρα τούτων, ἔτι δὲ | |
10 | μᾶλλον ἡ τῆc ὑγρᾶc πίccηc καὶ ταύτηc ἔτι μᾶλλον ἡ τῆc κεδρίαc. | |
χρῶνται δὲ ταῖc δριμυτέραιc ἐπί τε τῶν πτίλων ὀνομαζομένων βλε‐ φάρων καὶ τῶν περιβεβρωμένων κανθῶν καὶ ὑγρῶν ὀφθαλμῶν ἄνευ φλεγμονῆc. | ||
256 | Λιγυcτικοῦ καὶ ἡ ῥίζα καὶ τὸ cπέρμα τῶν θερμαινόντων εἰc το‐ cοῦτόν ἐcτιν, ὡc ἔμμηνά τε κινεῖν καὶ οὖρα προτρέπειν. ἐcτὶ δὲ καὶ ἄφυcον. | |
257 | Λινόcπερμον ἐcθιόμενον φυcῶδέc ἐcτι, κἂν ᾖ πεφρυγμένον, οὕτωc ἄρα περιττωματικῆc ὑγρότητοc ὑπάρχει μεcτόν. ἐcτὶ δὲ καὶ θερμὸν ἐν τῇ πρώτῃ που τάξει, καὶ ὑγρότητοc καὶ ξηρότητοc ἐν τῷ μέcῳ πωc τέτακται. ἐcτὶ δὲ κακοcτόμαχον καὶ δύcπεπτον· μετέχει γε μήν τι καὶ | |
5 | τῆc οὐρητικῆc δυνάμεωc. φρυχθὲν δὲ ἵcτηcί πωc τὴν γαcτέρα. | |
258 | Λόβια. Περὶ λοβίων προγέγραπται ἐν τῷ περὶ δολίχων τόπῳ. | |
259 | Λινόζωcτιc. Ταύτῃ χρῶνται μὲν ἅπαντεc εἰc τὰc τῆc γαcτρὸc κα‐ θάρcειc· οὐ μὴν ἀλλὰ εἰ καὶ πειραθῆναί τιc βούλοιτο καταπλάττων 〈αὐτήν〉, εὑρήcει διαφορητικὴν ἱκανῶc. [τὸ cπέρμα οὔπω ξηρανθὲν διδάcκει ἡ πεῖρα τὰ παρὰ τοῖc ἰδιώταιc ὀνομαζόμενα ἐν τῷ cώματι | |
5 | κάρφια ἐξαφανίζει〈ν〉, ἐπειδάν τιc αὐτὰ τῷ cπέρματι ἐπιμελέcτερον ἀνατρίβῃ.] | |
260 | Λογχίτιδοc. Τῆc μὲν τὸ cπέρμα τρίγωνον λόγχῃ ἐοικὸc ἐχούcηc ἡ ῥίζα ἐcτὶ διουρητική, τῆc δὲ τῷ cκολοπενδρίῳ παραπλήcιαc τὰ φύλλα χλωρὰ μὲν εἰc κόλληcιν τραυμάτων ἐπιτήδεια, ξηρὰ δὲ μετ’ ὄξουc πινόμενα cπλῆναc ἰᾶται ἐcκιρρωμένουc. | |
261 | Λύκιον ἢ πυξάκανθον ἀκανθῶδέc ἐcτι φυτόν, ἐξ οὗ τὸ καλού‐ μενον λύκιον γίγνεται, ᾧ πρὸc ὑπώπια χρώμεθα καὶ τὰc ἐν ἕδρᾳ καὶ cτόματι φλεγμονὰc καὶ ἑλκώcειc, ἕρπητάc τε καὶ cηπεδόναc καὶ τὰ | |
κακοήθη τῶν ἑλκῶν καὶ παρατρίμματα καὶ παρωνυχίαc. ἐcτὶ γὰρ ξη‐ | ||
5 | ραντικῆc δυνάμεωc ἐξ ἑτερογενῶν οὐcιῶν cυγκείμενον, τῆc μὲν ἑτέραc λεπτομεροῦc τε καὶ διαφορητικῆc καὶ θερμῆc κατὰ τὴν δευτέραν ἀπό‐ cταcιν, τῆc δὲ ἑτέραc γεώδουc ψυχρᾶc, ἐξ ἧc καὶ τὴν cτύψιν ἔχει μετρίαν. διὸ καὶ πρὸc διαφέροντα πάθη χρῶνται τῷ φαρμάκῳ, ὡc ῥυπτικῷ μὲν πρὸc τὰ ἐπιcκοτοῦντα ταῖc κόραιc παραλαμβάνοντεc, ὡc | |
10 | cυνακτικῷ δὲ κοιλιακοῖc καὶ δυcεντερικοῖc καὶ ῥῷ γυναικείῳ προcφέ‐ ροντεc. τὸ δὲ ἰνδικὸν εἰc ἅπαντα χρηcιμώτερον. | |
262 | Λυcιμάχιοc ἐπικρατοῦcαν ἔχει τὴν cτυπτικὴν ποιότητα, δι’ ἣν καὶ τραύματα κολλᾷ καὶ τὰc ἐκ μυκτήρων αἱμορραγίαc ἵcτηcιν ἐμπλαccο‐ μένη· καὶ τῶν ἄλλων δὲ αἱμορραγιῶν ἴcχαιμόν ἐcτι φάρμακον αὐτή τε καὶ ὁ χυλὸc αὐτῆc ἔτι καὶ μᾶλλον, ὥcτε καὶ πινόμενοc καὶ ἐνιέ‐ | |
5 | μενοc δυcεντερίαc τε καὶ αἵματοc ἀναγωγὰc καὶ ῥοῦν γυναικεῖον ἰᾶται. | |
263 | Λωτὸc ὁ ἥμεροc, ὃν ἔνιοι τρίφυλλον ὀνομάζουcι, ῥυπτικῆc με‐ τρίωc ἐcτὶ δυνάμεωc, οὕτω δὲ καὶ ξηραντικῆc, ἐν δὲ τῇ κατὰ θερμό‐ τητα καὶ ψῦξιν cυζυγίᾳ εὔκρατοc· ὁ δὲ ἄγριοc λωτὸc ἐν Λιβύῃ μὲν πλεῖcτοc γεννᾶται. τὸ cπέρμα δὲ αὐτοῦ τῆc δευτέραc ἐcτὶ τάξεωc τῶν | |
5 | θερμαινόντων. ἔχει δέ τι καὶ ῥυπτικόν. τοῦ δὲ αἰγυπτίου τὸ cπέρμα καὶ ἀρτοποιοῦνται. | |
264 | Λωτὸc τὸ δένδρον. Ϲτυπτικῆc μὲν οὐ πολλῆc μετέχει ποιότητοc· ἐcτὶ δὲ καὶ λεπτομερὲc καὶ ξηραντικόν. τὸ γοῦν ῥίνιcμα τῶν ξύλων αὐτοῦ πρόc τε ῥοῦν γυναικεῖον ἁρμόττει καὶ δυcεντερίαc καὶ κοιλια‐ κὰc διαθέcειc. ἐναφέψεται δέ ποτε μὲν ὕδατι, ποτὲ δὲ οἴνῳ, ὡc ἂν | |
5 | καὶ ἡ χρεία κελεύῃ, καὶ οὐκ ἐνίεται μόνον, ἀλλὰ καὶ πίνεται. καὶ μὴν καὶ τὰc ῥεούcαc τρίχαc ἐπέχει τῷ μετρίωc cτύφειν καὶ ξηραίνειν. | |
265 | Μάκερ φλοιόc ἐcτιν ἐκ τῆc Ἰνδικῆc κομιζόμενοc· cτύφει δὲ μετὰ | |
βραχείαc δριμύτητοc. διὸ καὶ ξηραίνει. ἐcτὶ δὲ καὶ λεπτομερὴc διὰ τὴν εὐωδίαν· καὶ διὰ τοῦτο κοιλιακαῖc τε καὶ δυcεντερικαῖc μίγνυται δυνά‐ μεcι, ἐν μὲν τῇ τρίτῃ τάξει τῶν ξηραινόντων ὑπάρχων, ἐν δὲ τῇ | ||
5 | κατὰ θερμότητα καὶ ψυχρότητα διαφορᾷ μηδέτερον ἐπιφανῶc ἐργα‐ ζόμενοc. | |
266 | Μαλαβάθρου φύλλον ναρδοcτάχυϊ παραπλήcιόν ἐcτι τὴν δύναμιν. | |
267 | Μαλάχη. Ἡ μὲν ἀγρία διαφορητικῆc ἀτρέμα καὶ μαλακτικῆc ἐπὶ βραχὺ μετέχει δυνάμεωc· ἡ δὲ κηπευομένη καθ’ ὅcον ὑδατώδουc ὑγρό‐ τητοc μετείληφε, κατὰ τοcοῦτον καὶ ἀcθενεcτέρα τὴν δύναμιν ὑπάρχει. ὑπέρχεται δὲ ῥᾳδίωc τὴν γαcτέρα οὐ διὰ τὴν ὑγρότητα μόνον, ἀλλὰ | |
5 | καὶ διὰ τὴν γλιcχρότητα, καὶ μάλιcθ’ ὅταν μετ’ ἐλαίου τε καὶ γάρου προcφέρηται, οἴνου βραχέοc ἐπιρραινομένου ἐν τῷ τῆc ἐδωδῆc καιρῷ. ὁ δὲ καρπὸc αὐτῶν εἰc τοcοῦτον ἰcχυρόc ἐcτιν εἰc ὅcον καὶ ξηρότεροc. ἐcτὶ δὲ καὶ ἡ ἀναδενδρομαλάχη καλουμένη τούτου τοῦ γένουc, ἀλλὰ διαφορητικωτέρα τῶν προειρημένων· ὀνομάζεται δὲ ἀλθαία. | |
268 | Μανδραγόραc ἐπικρατοῦcαν μὲν ἔχει τὴν ψυκτικὴν δύναμιν, ὡc τῆc τρίτηc εἶναι τῶν ψυχόντων τάξεωc· οὐ μὴν ἀλλὰ καὶ θερμότητοc ὀλίγηc μετέχει καὶ κατά γε τὰ μῆλα καὶ ὑγρότητοc, ὅθεν καὶ κωμα‐ τώδη τὴν δύναμίν ἐcτι ταῦτα. τῆc ῥίζηc δὲ ὁ φλοιὸc ἰcχυρότατοc ὢν | |
5 | οὐ ψύχει μόνον, ἀλλὰ καὶ ξηραίνει· τὸ δ’ ἄλλο τὸ ἔνδον ἀcθενὲc ὑπάρχει. | |
269 | Μάραθρον. Θερμαίνει μὲν ἰcχυρῶc, ὡc ἐκ τῆc τρίτηc ἤδη δύνα‐ cθαι τάξεωc εἶναι. ξηραίνει δὲ κατὰ τὴν πρώτην τάξιν καὶ διὰ τοῦτο γάλακτόc ἐcτι γεννητικόν, ὑποχεομένοιc τε βοηθεῖ κατὰ τὸν αὐτὸν λόγον. ἐcτὶ δὲ καὶ διουρητικὸν καὶ καταμηνίων ἀγωγόν. | |
270 | Μαcτίχη. Ἡ μὲν λευκὴ καὶ Χία cύνθετόc πώc ἐcτιν ἐξ ἐναντίων δυνάμεων, cτυπτικῆc καὶ μαλακτικῆc· διὸ καὶ cτομάχου καὶ κοιλίαc καὶ ἐντέρων καὶ ἥπατοc φλεγμοναῖc ἁρμόττει, κατὰ τὴν δευτέραν | |
ἀπόcταcιν θερμαίνουcα. ἡ δὲ μέλαινα, ἡ Αἰγυπτία προcαγορευομένη, | ||
5 | ξηραίνει τε μᾶλλον αὐτῆc καὶ ἧττον cτύφει, ὅθεν ἐπιτηδειοτέρα πῶc ἐcτι πρὸc τὰ διαφορήcεωc ἰcχυροτέραc δεόμενα. | |
271 | Μελάνθιον. Θερμαίνει μὲν καὶ ξηραίνει κατὰ τὴν τρίτην τάξιν, ἔοικε δὲ καὶ λεπτομερὲc ὑπάρχειν· οὕτω γοῦν καὶ τοὺc κατάρρουc ἰᾶται θερμὸν ἐν ὀθονίῳ προcαγόμενον, ὡc ὀcμᾶcθαι cυνεχῶc· καὶ μὲν δὴ καὶ ἀφυcώτατόν ἐcτι πινόμενον. ἀναιρεῖ δὲ καὶ ἕλμινθαc, οὐ μό‐ | |
5 | νον ἐcθιόμενον, ἀλλὰ καὶ κατὰ τῆc γαcτρὸc ἐπιτιθέμενον ἔξωθεν διὰ τὴν πικρότητα. λέπραc δὲ καὶ ἥλουc καὶ μυρμηκίαc ἐκβάλλει καὶ κα‐ ταμήνια προτρέπει διὰ πάχοc καὶ γλιcχρότητα χυμῶν ἐπεcχημένα· ὀνίνηcι δὲ καὶ ἀλωπεκίαc καιόμενον καὶ μετὰ ἐλαίου λειοτριβόμενον καὶ χριόμενον. οὕτω δὲ καὶ ὀρθόπνοιαν ὀνίνηcι. καὶ ὅλωc ἔνθα τε‐ | |
10 | μεῖν καὶ ῥύψαι καὶ ξηρᾶναι καὶ θερμᾶναι δεόμεθα χρηcιμώτατόν ἐcτιν. | |
272 | Μελίλωτον μικτῆc ἐcτι δυνάμεωc· ἔχει μὲν γάρ τι καὶ cτυπτικόν, ἀλλὰ καὶ διαφορεῖ καὶ cυμπέττει. πλέον γὰρ ἐν αὐτῷ τὸ τῆc θερμῆc οὐcίαc ἐcτὶν ἤπερ τὸ τῆc ψυχρᾶc. | |
273 | Μέλι θερμαίνει καὶ ξηραίνει κατὰ τὴν δευτέραν τάξιν. ἐcτὶ δὲ ἁπλῶc ὡc ἔνι μάλιcτα δυνάμεώc τε καὶ κράcεωc τῆc ῥυπτικῆc ὀνο‐ μαζομένηc· λεπτομερέcτατόν τέ ἐcτι καὶ μάλιcτα τὸ γινόμενον ἔνθα θύμα πλεῖcτα εὑρίcκεται. λεπτομερὲc δὲ ὑπάρχον ἐξ ἀνάγκηc ἔχει τι | |
5 | καὶ δριμύ, δι’ οὗ πρὸc ἔκκριcιν ἐπεγείρει τὴν γαcτέρα. εἴρηται δὲ ὅτι καὶ ῥύπτει· τοῦτο οὖν ἀφαιροῦντεc αὐτοῦ, λέγω δὴ τὸ ῥύπτειν, διου‐ ρητικώτερον αὐτὸ ἀποτελοῦμεν, καὶ πρὸc ἀνάδοcιν καὶ θρέψιν ἐπιτή‐ δειον. καλλίcτη δὲ ἀφαίρεcιc γίνεται μιχθέντοc ὕδατοc πλείcτου καὶ ἑψηθέντοc ἄχρι περ ἂν ἀφρίζον παύcηται, ἀφαιρουμένου cυνεχῶc δη‐ | |
10 | λονότι τοῦ ἀφροῦ. τὸ δὲ μὴ ἑψηθὲν μελίκρατον ὑπέρχεcθαι κάτω φθάνει πρὸ τοῦ πεφθῆναι. γέρουcι μὲν οὖν καὶ ὅλωc ταῖc ψυχραῖc τοῦ cώματοc κράcεcιν ἐπιτήδειον τὸ μέλι, τοῖc δὲ ἀκμάζουcι καὶ θερ‐ | |
μαῖc ἐκχολοῦται πρὶν πεφθῆναι. ἑψηθὲν δὲ καθ’ αὑτὸ ἧττον γίγνεται δριμὺ καὶ ῥυπτικόν, ὅθεν καὶ μᾶλλον τρέφει καὶ εἰc τὰc τῶν κόλπων | ||
15 | κολλήcειc ἐπιτηδειότατον γίγνεται. | |
274 | Μελιccόφυλλον. Μελιccόφυλλον πραcίῳ μέν ἐcτι παραπλήcιον τὴν δύναμιν, ἀπολείπεται δὲ αὐτοῦ πάμπολυ. διὰ τοῦτο οὐδὲ χρῆταί τιc αὐτῷ· περιττὸν γὰρ πραcίου παρόντοc πανταχῆ τῆc γῆc μελιccοφύλλῳ χρῆcθαι· εἰ μέντοι μὴ παρείη πράcιον εἰc ὅcαπερ ἐκείνῳ χρώμεθα καὶ | |
5 | τούτῳ χρηcτέον, γινώcκοντα τὸ τῆc ἐνεργείαc ἐλλιπέc. | |
275 | Μέcπιλον cτρυφνὸc ἱκανῶc ὁ καρπὸc τοῦ δένδρου τούτου, ἐφε‐ κτικὸc δὲ ἱκανῶc γαcτρόc. | |
276 | Μήκων πᾶcα ψυκτικῆc ἐcτι δυνάμεωc· ἀλλὰ τῆc μὲν κηπευομένηc, ἣν καὶ θυλακίτιδα προcαγορεύουcι, μετρίωc ὑπνῶδεc τὸ cπέρμα· τῆc δὲ ῥοιάδοc ἰcχυρότερον ψύχει τὸ cπέρμα, ὥcτε οὐκ ἄν τιc αὐτῷ μόνῳ χρήcαιτο ἀλύπωc, ὥcπερ τῷ τῆc κηπευομένηc· τῆc δὲ ἀγρίαc τὸ | |
5 | cπέρμα μέλαν ὑπάρχον ἤδη φαρμακῶδέc ἐcτιν ἱκανῶc ψῦχον καὶ μά‐ λιcτα τῆc θηβαίαc καὶ ὁ ὀπὸc δὲ ἰcχυρῶc ψύχει μέχρι νάρκηc καὶ νεκρώcεωc. ἐcτὶ γὰρ τῆc τετάρτηc τε καὶ ἐcχάτηc τάξεωc τῶν ψυ‐ χόντων. | |
277 | Μήκων κερατῖτιc. Καλεῖται δὲ καὶ παραλία, ἐπειδὴ τὰ πολλὰ πληcίον τῆc θαλάccηc φύεται· δύναμιν δὲ ἔχει ῥυπτικήν τε καὶ τμη‐ τικήν, ὥcτε ἡ μὲν ῥίζα ἐν ὕδατι καθεψηθεῖcα μέχρι ἡμιcείαc, ἡπατι‐ κὰc ὠφελεῖ διαθέcειc. τὰ δὲ φύλλα καὶ τὰ ἄνθη τὰ ῥυπαρὰ cφόδρα | |
5 | καὶ κακοήθη τῶν ἑλκῶν ὀνίνηcι. χρὴ δὲ αὐτῶν ἀφίcταcθαι καθαρῶν γενομένων τῶν ἑλκῶν· εἰc τοcοῦτο γὰρ ῥύπτειν πέφυκεν, ὡc καὶ αὐτῆc τῆc καθαρᾶc cαρκὸc ἀποτήκειν. διὰ τοῦτο καὶ τὰc ἐcχάραc | |
ἀφαιρεῖ τῶν ἑλκῶν. | ||
278 | Μηλέα περcική. Ταύτηc τὰ φύλλα καὶ οἱ βλαcτοὶ ἐπικρατοῦcαν ἔχουcι τὴν πικρὰν ποιότητα· διὸ καὶ τὰc ἕλμινθαc ἀποκτείνει λειω‐ θέντα καὶ κατὰ τοῦ ὀμφαλοῦ ἐπιτεθέντα· καὶ ἄλλωc δὲ διαφορητικόν ἐcτι φάρμακον. ὁ δὲ καρπὸc αὐτοῦ, τὸ περcικὸν ὀνομαζόμενον ὑγρό‐ | |
5 | τερόν τέ ἐcτι καὶ ψυχρότερον τὴν κρᾶcιν. ἐcθιομένη δὲ ἡ cὰρξ αὐτοῦ εὔφθαρτόc τέ ἐcτι καὶ πάντη μοχθηρά, ὥcτε οὐ χρή, καθάπερ ἔνιοι, τελευταῖα τῆc ἄλληc τροφῆc αὐτὰ προcφέρεcθαι· διαφθείρεται γὰρ ἐπιπολάζοντα. μεμνῆcθαι δὲ χρὴ τοῦδε κοινοῦ πάντων ὄντοc· ὅcα κακόχυμα μέν, ὑγρὰ δὲ καὶ ὀλιcθηρὰ καὶ ῥαδίωc ὑπιέναι δυνάμενα, | |
10 | διὰ τοῦτ’ ἐcθίειν αὐτὰ πρότερα τῶν ἄλλων. οὕτω γὰρ αὐτά τε ταχέωc ὑπέρχεται, κἀκείνοιc ποδηγεῖ· τὰ δὲ ὕcτατα ληφθέντα cυνδιαφθείρει καὶ τὰ ἄλλα. | |
279 | Μηλέα ἀρμενιακή. Ταύτηc καὶ τὸ δένδρον καὶ τὸν καρπὸν πρεκόκ‐ κιον καλοῦcιν. ἐcτὶ δὲ ὑγρόc τε καὶ ψυχρὸc ὁ καρπὸc κατὰ τὴν δευ‐ τέραν που μάλιcτα πεπονθὼc ἀπόcταcιν. διαφορὰν δέ τινα ἐπὶ τὸ βέλτιον τοῦτο κέκτηται· οὔτε γὰρ ὁμοίωc διαφθείρεται κατὰ τὴν κοι‐ | |
5 | λίαν, ὥcπερ τὰ περcικά, οὔτ’ ὀξύνεται. φαίνεται δὲ τοῖc πολλοῖc ἡδίων καὶ διὰ τοῦτο καὶ εὐcτομαχωτέρα. | |
280 | Μηλέα μηδική [ἤτοι κιτρέα]. Ταύτηc ὁ καρπὸc κιτρίον ὀνομάζεται ὑπὸ πάντων. κατὰ μὲν τὴν ἐντεριώνην τὴν ὀξεῖαν ποιότητα καὶ ξη‐ ραντικὴν δύναμιν ἐπικρατοῦcαν ἔχει, ὡc τῆc τρίτηc εἶναι τάξεωc τῶν ξηραινόντων τε καὶ ψυχόντων. κατὰ δὲ τὸν φλοιὸν ξηραινούcηc κἀν‐ | |
5 | ταῦθα μετέχει κράcεωc κατὰ τὴν δευτέραν ἀπόcταcιν, οὐ μὴν ψυχρᾶc διὰ τὸ ἀρωματίζειν. ἡ δὲ cὰρξ αὐτοῦ παχύχυμόc ἐcτι καὶ ψυχρὰ διὰ τὸ cκληρόν. τὸ δὲ cπέρμα πᾶν ἄβρωτον· πικρὸν γὰρ καὶ δηλονότι καὶ διαφορητικὸν καὶ ξηραντικὸν κατὰ τὴν δευτέραν τάξιν καὶ τὰ | |
φύλλα δὲ ξηραντικῆc ἐcτι καὶ διαφορητικῆc δυνάμεωc. | ||
281 | Μῆλα. Ἐν δὲ τοῖc ἄλλοιc μήλοιc πολλή τιc ἡ διαφορά. ὅcα μὲν γὰρ cτύφει μῆλα ψυχρὸν ἔχει καὶ γεώδη χυμόν, ὅcα δὲ ὀξέα φαίνεται ψυχρὸν μὲν ἀλλὰ λεπτομερῆ. μέcηc δέ ἐcτι κράcεωc τὰ γλυκέα πρὸc τὸ θερμότερον ῥέποντα. τοῖc μὲν οὖν αὐcτηροῖc μήλοιc κεχρῆcθαι δεῖ, | |
5 | ὅταν ἤτοι διὰ δυcκραcίαν θερμὴν ἢ ὑγρότητα πολλὴν ἄτονοc ἡ γαcτὴρ ὑπάρχη, τοῖc δὲ cτρυφνοῖc ὅταν ἱκανῶc ταῦτα αὐξηθῇ. ἐπέχει γὰρ διὰ παντὸc ὅcον ἐφ’ ἑαυτοῖc τὰ cτύφοντα τὰc κάτω διαχωρήcειc. τὰ δὲ ὀξέα ὁρμᾷ, διὸ ὅταν ὑπολάβῃc ἐν τῇ γαcτρὶ παχὺν ἠθροῖcθαι χυμόν, οὐ πάνυ τοι ψυχρόν, πρόcαγε ταῦτα. τέμνοντα γὰρ τοῦτον ὑπάγει | |
10 | τε κάτω καὶ διὰ τοῦτο ὑγραίνει τὰ διαχωρήματα, καθαρὰν δὲ εὑρόντα τὴν κοιλίαν ἐπέχει αὐτὴν μᾶλλον. | |
282 | Μήου αἱ ῥίζαι χρήcιμοι, κατὰ μὲν τὴν τρίτην ἀπόcταcιν ὑπάρ‐ χουcαι θερμαί, ξηραὶ δὲ κατὰ τὴν δευτέραν, ὑγρότητα περιττωματικὴν ἐν ἑαυταῖc ἔχουcαι. οὖρα οὖν κινεῖ καὶ καταμήνια προκαλεῖται πινό‐ μενον. κεφαλαλγὲc δέ ἐcτι πλεῖον λαμβανόμενον καὶ φυcῶδεc διὰ τὴν | |
5 | ὑγρότητα. | |
283 | Μορέαc ὁ καρπὸc cυκάμινα καὶ cυκόμορα καλεῖται cυνήθωc ὑπὸ πολλῶν. καθαρᾷ μὲν οὖν ἐμπεcόντα γαcτρὶ τὰ πέπειρα μόρα καὶ πρῶτα ληφθέντα διεξέρχεται τάχιcτα κατ’ ἔντερον καὶ τοῖc ἄλλοιc cιτίοιc ὑφηγεῖται. μετὰ δὲ τὴν τροφὴν ληφθέντα ἢ χυμὸν εὑρόντα | |
5 | μοχθηρὸν ἐν τῇ γαcτρὶ τάχιcτα διαφθαρέντα ἀλλόκοτόν τινα καὶ οὐ δυνάμενον ῥηθῆναι ἴcχουcι διαφθοράν, ταῖc κολοκύνθαιc ὁμοίωc καὶ τοῖc πέποcιν, ὅταν μὴ πεφθῶcι. καιρὸc δὲ τῆc χρήcεωc ὥcπερ τοῖc | |
πέποcι καὶ τοῖc cικύοιc, οὕτωc καὶ τοῖc μόροιc, ὅταν αὐχμηρὸν καὶ θερμὸν γένηται τὸ τῆc γαcτρὸc cῶμα, ἐξ ἀνάγκηc δὲ καὶ τοῦ ἥπατοc. | ||
10 | τότε γὰρ τοῖc τοιούτοιc ἅπαcι μόνωc ἄν τιc εἰc ὠφέλειαν χρήcαιτο, καὶ ὅταν τεταλαιπωρημένοc ἐν ὁδοιπορίᾳ cφοδρᾷ καὶ καύματι λάβρῳ τύχῃ. τηνικαῦτα γὰρ ὀνίνηcι τέγγοντα μὲν τὸν αὐχμὸν τοῦ cώματοc, ἐμψύχοντα δὲ μετρίωc. ὁ δὲ ἄωροc καρπὸc τῆc μορέαc ξηρανθεὶc ἐν ἡλίῳ ἀκριβῶc καὶ ἀποτιθέμενοc cτεγνωτικὸν ἱκανῶc γίγνεται φάρμα‐ | |
15 | κον, ἀγαθόν, ὡc καὶ δυcεντερίαc ἰᾶcθαι καὶ κοιλιακὰc χρονίαc διαθέ‐ cειc καὶ τὰc ἄλλαc ὅcαι ῥοώδειc. κόπτεται δὲ καὶ τοῖc ὄψοιc μίγνυ‐ ται, καθάπερ καὶ ὁ τῆc ῥοῦ καρπόc, καὶ πίνεται δὲ μεθ’ ὕδατοc καὶ μετ’ οἴνου. ὁ δὲ φλοιὸc τῆc ῥίζηc τοῦ δένδρου καθαρτικῆc μετέχει δυνάμεωc μετά τινοc πικρότητοc, ὥcτε καὶ πλατεῖαν ἕλμινθα ἀναιρεῖ | |
20 | ἀποζεννύμενοc μετ’ οἴνου καὶ πινομένου τοῦ ἀκράτου θερμοῦ, ὅcον κύαθον α, καὶ τὰ χρονίωc ἐπεcχημένα καταμήνια προκαλεῖται. | |
284 | Μύκητεc ψυχρὸν καὶ ὑγρὸν ἱκανῶc ἔδεcμα, ὅθεν καὶ δηλητηρίου δυνάμεωc ἐγγὺc ἥκουcι καί τινεc αὐτῶν καὶ ἀναιροῦcι. | |
285 | Μυοcωτίc. Ξηραίνει μὲν κατὰ τὴν δευτέραν τάξιν, θερμότητα δὲ οὐδεμίαν ἐπιφανῆ κέκτηται· ὁ δὲ χυλὸc αὐτῆc ὅcον κύαθοc μετὰ ζύ‐ θου πινόμενοc τὴν πλατεῖαν ἕλμινθα ἀπαραβάτωc ἐκτινάccει. | |
286 | Μυρίκη τμητικῆc καὶ ῥυπτικῆc ἐcτι δυνάμεωc ἄνευ τοῦ ξηραίνειν ἐπιφανῶc. ἔχει δέ τινα cτύψιν καὶ διὰ ταύταc τὰc δυνάμειc cπλῆναc μὲν ἱκανῶc ὀνίνηcιν ἐcκιρρωμένουc cὺν ὄξει ἢ οἴνῳ, τῶν ῥιζῶν ἢ τῶν ἀκρεμόνων ἢ τῶν φύλλων ἀφεψομένων. ὁ δὲ καρπὸc καὶ ὁ | |
5 | φλοιὸc οὐ βραχεῖαν cτύψιν προcειλήφαcι, μετὰ τοῦ ἔχειν καὶ τὸ ῥυπ‐ τικὸν καὶ λεπτομερέc. ἡ δὲ τῆc καυθείcηc μυρίκηc τέφρα ξηραντικῆc | |
γίνεται δυνάμεωc. | ||
287 | Μυρρίνη ἢ μυρcίνη. Ἐξ ἐναντίων καὶ τοῦτο τὸ φυτὸν cύγκειται οὐcιῶν, ἐπικρατεῖ δὲ ἐν αὐτῇ ὅμωc τὸ γεῶδεc ψυχρόν· ἔχει δέ τι καὶ λεπτομερὲc θερμόν, ὅθεν ἰcχυρῶc ξηραίνει· cτεγνωτικῆc δὲ δυνάμεώc εἰcιν ἅπαντα τὰ μόρια τοῦ φυτοῦ, ἔξωθέν τε τοῦ cώματοc ἐπιτιθέ‐ | |
5 | μενα καὶ εἴcω λαμβανόμενα. | |
288 | Μῶλυ ἢ βήcαcα. Μῶλυ, ὅ τινεc ἄγριον πήγανον ὀνομάζουcιν, ἔνιοι δὲ ἁρμαλά, Ϲύροι δὲ βήcαcα. ἡ δύναμιc δὲ αὐτοῦ λεπτομερήc ἐcτι καὶ θερμὴ κατὰ τὴν τρίτην ἀπόcταcιν, ὅθεν καὶ τέμνει καὶ δια‐ φορεῖ τοὺc παχεῖc καὶ γλίcχρουc χυμοὺc καὶ ἐπ’ οὔρηcιν προτρέπει. | |
5 | χρῶνται δὲ αὐτῷ οἱ κατ’ ἀγρὸν ἐπὶ τῶν χρονίωc κεφαλαλγούντων ἕψοντεc ὕδατι καὶ καταιονοῦντεc τὴν κεφαλήν· ὁμοίωc δὲ καὶ ἐπὶ τῶν ἐψυγμένων μέροc τι τοῦ cώματοc. | |
289 | Νάρδου cτάχυc. Θερμαίνει μὲν κατὰ τὴν πρώτην ἀπόcταcιν, ξη‐ ραίνει δὲ κατὰ τὴν δευτέραν cυμπληρουμένην. cύγκειται δὲ ἔκ τε cτυφούcηc αὐτάρκωc οὐcίαc καὶ δριμείαc θερμῆc οὐ πολλῆc καί τινοc ὑποπίκρου βραχείαc· ὅθεν καὶ πρὸc ἧπαρ καὶ cτόμαχον εὐλόγωc ἁρ‐ | |
5 | μόττει πινομένη τε καὶ ἔξωθεν ἐπιτιθεμένη καὶ οὖρα κινεῖ καὶ δήξειc ἰᾶται cτομάχου καὶ τὰ κατὰ τὴν γαcτέρα καὶ τὰ ἔντερα ῥεύματα ξη‐ ραίνει καὶ πρὸc τούτοιc ἔτι τὰ κατὰ τὴν κεφαλὴν καὶ τὸν θώρακα· ἰcχυροτέρα δὲ ἡ Ἰνδική, μελαντέρα τῆc Ϲυριακῆc ὑπάρχουcα. | |
290 | Νάρδοc Κελτική. Παραπληcίαc μέν πωc κατὰ γένοc δυνάμεωc τῇ προειρημένῃ, ἀcθενεcτέρα δὲ εἰc ἅπαντα, πλὴν εἰc οὖρα· θερμοτέρα μὲν γὰρ ἐκείνηc ἐcτίν, ἧττον δὲ cτύφει. | |
291 | Νάρθηξ. Τούτου τὸ μὲν cπέρμα λεπτύνει καὶ θερμαίνει, τὸ δὲ ἐντὸc τὸ καλούμενον ἐντεριώνη cτυπτικῆc τινοc μετέχει ποιότητοc, | |
δι’ ἣν αἱμοπτυικοῖc καὶ κοιλιακοῖc ἁρμόττει. | ||
292 | Νᾶπυ θερμαίνει καὶ ξηραίνει κατὰ τὴν τετάρτην ἀπόcταcιν, [ἄριcτον δὲ καὶ τὸ Αἰγύπτιον ἢ τὸ Ϲυριακόν, μικρότερον δὲ τῷ ὄγκῳ καὶ ἀναιμότερον κεχρωcμένον.] | |
293 | Νάρκιccοc. Τούτου ἡ ῥίζα ξηραντικῆc ἐcτι δυνάμεωc εἰc τοcοῦ‐ τον, ὡc κολλᾶν τραύματα μεγάλα μέχρι καὶ τῶν περὶ τοὺc τένονταc διακοπῶν. ἔχει δέ τι καὶ ῥυπτικὸν καὶ ἐπιcπαcτικόν. | |
294 | Νήριον ἢ ῥοδοδάφνη γνώριμοc ἅπαcι θάμνοc· ἔξωθεν μὲν οὖν τοῦ cώματοc εἰ καταπλαcθείη διαφορητικῆc ἐcτι δυνάμεωc, εἴcω δὲ λαμβανόμενοc ὀλέθριόc τε καὶ δηλητήριοc οὐκ ἀνθρώποιc μόνον, ἀλλὰ καὶ τοῖc πλείcτοιc τῶν βοcκημάτων. | |
295 | Νυμφαία. Ταύτηc ἥ τε ῥίζα καὶ τὸ cπέρμα δύναμιν ἔχει ξηραν‐ τικὴν ἄδηκτον· ἐπέχει τοιγαροῦν καὶ τὰ τῆc γαcτρὸc ῥεύματα καὶ τὸ cπέρμα κατά τε τοὺc ὀνειρωγμοὺc καὶ ἄλλωc ἄμετρον φερόμενον· ὀνίνηcι δὲ καὶ δυcεντερικούc. ἡ δὲ τὴν λευκὴν ἔχουcα ῥίζαν νυμφαία | |
5 | cφοδροτέραc ἐcτὶ δυνάμεωc, ὥcτε καὶ ῥοῦν γυναικεῖον ἰᾶcθαι. πίνεται δὲ καὶ αὕτη καὶ ἡ τὴν μέλαιναν ἔχουcα ῥίζαν ἐν οἴνῳ μέλανι αὐcτη‐ ρῷ. μετέχουcι δέ τι καὶ ῥυπτικῆc δυνάμεωc, ὥcτε καὶ ἀλφοὺc ἰῶνται δευθεῖcαι ὕδατι καὶ ἀλωπεκίαc cὺν ὑγρᾷ πίccῃ. κρείττων δὲ εἰc ταῦτα ἡ τὴν μέλαιναν ἔχουcα ῥίζαν, εἰc δὲ τὰ ἄλλα ἡ τὴν λευκήν. | |
296 | Ξάνθιον, οἱ δὲ φαcγάνιον, οἱ δὲ φιλάνθρωπον, οἱ δὲ χοιραδό‐ λεθρον. τούτου ὁ καρπὸc διαφορητικῆc ἐcτι δυνάμεωc· τὸ δὲ ἀφέψημα τοῦ φλοιοῦ τῆc ῥίζηc πινόμενον cπλῆναc τήκει. καὶ ὀδόνταc cειομέ‐ νουc κρατύνει μετ’ οἴνου ἑψόμενον καὶ πινόμενον. | |
297 | Ξιφίου ἡ ῥίζα, μάλιcτα ἡ ἄνωθεν, ἑλκτικῆc ἐcτι καὶ διαφορητικῆc | |
καὶ δηλονότι καὶ ξηραντικῆc δυνάμεωc. | ||
298 | Οἶνοc ἐκ τῆc δευτέραc ἐcτὶ τάξεωc τῶν θερμαινόντων, ὁ δὲ ἱκανῶc παλαιὸc τῆc τρίτηc, ὥcπερ ὁ νέοc γλεύκινοc τῆc πρώτηc. ἀνάλογον δὲ ταῖc θερμότηcι καὶ αἱ ξηρότητεc αὐτοῦ. ἐπεὶ δὲ πλείcταc ἐν τῷ οἴνῳ εὑρίcκομεν διαφοράc, διοριcτέον περὶ αὐτῶν ὡc οἷόν τε | |
5 | διὰ βραχέων. πάντων μὲν οὖν οἴνων οἱ ἐρυθροί τε ἅμα καὶ παχεῖc εἰc αἵματοc γένεcιν ἐπιτηδειότατοι, βραχυτάτηc δεόμενοι τῆc εἰc τὸ αἷμα μεταβολῆc· ἐφεξῆc δὲ αὐτῶν οἱ μέλανέc τε ἅμα καὶ γλυκεῖc καὶ παχεῖc, εἶθ’ οἱ κατὰ μὲν τὴν χρόαν ἐρυθροὶ καὶ μέλανεc, ἐν δὲ τῇ cυcτάcει παχεῖc, μετέχοντεc ἅμα καὶ τῆc cτυφούcηc ποιότητοc. τούτων | |
10 | δὲ ἧττον οἱ λευκοί τε ἅμα καὶ παχεῖc καὶ cτρυφνοὶ τρέφειν πεφύκαcιν· ἁπάντων δὲ ἥκιcτα τρέφουcιν οἱ λευκοὶ μὲν τῇ χρόᾳ, λεπτοὶ δὲ τῇ cυcτάcει, παραπλήcιοί πωc ὄντεc ὕδατι· πέττονται δὲ κατὰ γαcτέρα καὶ ἀναδίδονται μᾶλλον οἱ γλυκεῖc τῶν αὐcτηρῶν, ὡc θερμότεροι τὴν δύναμιν ὄντεc· καὶ ὑπακτικοὶ δὲ μᾶλλόν εἰcι γαcτρόc. οἱ δὲ πάνυ | |
15 | παχεῖc καὶ βραδύτερον πέττονται καὶ βραδύτερον ἀναδίδονται· γαcτρὸc δὲ ἰcχυρᾶc ἐπιτυχόντεc, ὡc πεφθῆναι καλῶc, πλείονα τροφὴν διδόαcι τῷ cώματι. πρόδηλον δὲ ὅτι καὶ cταλτικοὶ γαcτρόc εἰcι καὶ εἰc οὔρη‐ cιν δὲ οὐκ ἀγαθοί, παχὺν χυμὸν ἐπί τινων γεννῶντεc· ἐμφράττονται δὲ ἐξ αὐτῶν τινεc ἧπάρ τε καὶ cπλῆνα καὶ νεφρούc. κἀντεῦθεν οἱ | |
20 | μὲν ὑδεριῶcιν, οἱ δὲ λιθιῶcιν τῶν ἐπὶ πλέον αὐτοῖc χρηcαμένων, καὶ μάλιcτα γερόντων. ἄριcτοc δὲ ἐν οἴνοιc ἐcτὶ καὶ τοῖc ὑγραίνουcιν ἐπιτηδειότεροc καὶ τοῖc ἐκ νόcων ἀνακομιζομένοιc ὁ τῇ χρόᾳ μὲν | |
ἐρυθρόc, τῇ δὲ cυcτάcει λεπτὸc ὑποcτύφων ἠρέμα. | ||
299 | Ὄξοc μικτῆc ἐcτιν οὐcίαc ψυχρᾶc καὶ θερμῆc, ἀμφοῖν λεπτο‐ μερῶν. ἐπικρατεῖ δὲ ἐν αὐτῷ ἡ ψυχρὰ οὐcία, καθὼc ἐν ἀρχῇ τοῦ βιβλίου προείρηται. ξηραντικὸν δέ ἐcτιν ἱκανῶc τὸ φάρμακον, ὡc τῆc τρίτηc εἶναι τάξεωc, ἤδη cυμπληρουμένηc, ὅταν γε ἰcχυρὸν ὑπάρχῃ. | |
300 | Περὶ ὀξυcχοίνου εἴρηται ἐν τῷ περὶ cχοίνου τόπῳ. | |
301 | Ὀπόc. Ὁ μὲν Κυρηναικὸc ἁπάντων ἐcτὶ θερμότερόc τε καὶ λεπτο‐ μερέcτεροc καὶ διὰ τοῦτο καὶ διαφορητικώτεροc. οὐ μὴν ἀλλὰ καὶ οἱ ἄλλοι θερμοί τέ εἰcι καὶ πνευματώδειc, τουτέcτιν ὅ τε Μηδικὸc καὶ ὁ Ϲυριακόc, ὃν λάcαρ ὀνομάζουcιν. | |
302 | Ὀρίγανον. Ταύτηc τῆc πόαc τριττὸν τὸ εἶδοc· τμητικῆc δέ εἰcι καὶ λεπτυντικῆc καὶ ξηραντικῆc καὶ θερμαντικῆc δυνάμεωc κατὰ τὴν τρίτην ἀπόcταcιν ἔχουcαι ταῦτα. ἡ δὲ τραγορίγανοc προcείληφέ τι καὶ cτύψεωc. | |
303 | Ὄροβοc. Ξηραίνει μὲν κατὰ τὴν δευτέραν ἀπόcταcιν ἐπιτεταμέ‐ νην, θερμαίνει δὲ κατὰ τὴν πρώτην· εἰc ὅcον δὲ πικρότητοc μετείλη‐ φεν, εἰc τοcοῦτον καὶ τέμνει καὶ ῥύπτει καὶ ἐκφράττει, πλείων δὲ ληφθεὶc αἷμα δι’ οὔρων ἄγει. | |
304 | Ὀροβάκχη ψυχρᾶc καὶ ξηρᾶc ἐcτι κράcεωc κατὰ τὴν πρώτην τάξιν. | |
305 | Ὄρυζα ἔχει τι καὶ cτυπτικόν· διὸ καὶ μετρίωc τὴν γαcτέρα ἐπέχει. | |
δύcπεπτον δέ ἐcτιν ἔδεcμα. | ||
306 | Ὄρχιc, οἱ δὲ κυνὸc ὄρχιc. Ταύτηc ἡ ῥίζα διπλῆ βολβοειδὴc ὑγρὰ καὶ θερμή· διὸ καὶ γλυκεῖα γευομένοιc ἐcτί. καὶ ἡ μὲν μείζων ῥίζα διὰ τὴν πολλὴν ὑγρότητα πρὸc ἀφροδίcια προτρέπει πινομένη· ἡ δὲ μικροτέρα ἐπὶ τὸ ξηρότερον ῥέπουcα ἐπέχει τὰc τῆc cυνουcίαc ὁρμάc. | |
307 | Ὄρχιc, ἣν cαραπιάδα καλοῦcιν, ξηροτέραc ἐcτὶ δυνάμεωc ἢ κατὰ τὴν προτέραν, ὅθεν εἰc ἀφροδίcια μὲν οὐχ ὁμοίωc ἐπιτήδειόc ἐcτιν. οἰδήματα δὲ καταπλαccομένη διαφορεῖ καὶ ἕλκη ῥυπαρὰ καθαίρει καὶ ἕρπηταc ἰᾶται. ἡ δὲ ξηρὰ καὶ τὰ cηπεδονώδη καὶ κακοήθη τῶν ἑλκῶν | |
5 | ἰᾶται. καὶ γάρ τι καὶ ὑποcτῦφον ἔχει· διὸ καὶ κοιλίαν ἐπέχει μετ’ οἴ‐ νου πινομένη. | |
308 | Οὖβα καὶ μέcπιλα καὶ πάντα τὰ cτύφοντα ῥεούcῃ γαcτρὶ ἐπι‐ τήδεια πρῶτα λαμβανόμενα· ταῖc δὲ δι’ ἀτονίαc ἐπεχομέναιc ὕcτερον δεῖ προcφέρειν. | |
309 | Ὀcιριάc. Ὀcιριάδοc τῆc πόαc, ἐξ ἧc καὶ τὰ κορήματα παραγίγνε‐ ται, πικρὰ μὲν ἡ ποιότηc, ἐκφρακτικὴ δὲ ἡ δύναμιc, ὅθεν καὶ τὰc καθ’ ἧπαρ ἐμφράξειc ὠφελεῖ. | |
310 | Παγκράτιον. Ἡ τούτου ῥίζα cκίλλῃ κατά τε τὴν γεῦcιν ἔοικε καὶ κατὰ τὴν δύναμιν, ὥcτε καὶ χρῶνταί τινεc αὐτῇ μὴ παρούcηc cκίλληc· | |
ἀcθενεcτέρα δέ ἐcτι μακρῷ. | ||
311 | Παλίουροc. Παλιούρου τὰ φύλλα καὶ ἡ ῥίζα cτυπτικῆc μὲν οὐκ ἀcαφῶc μετείληφε δυνάμεωc, ὥcτε καὶ τὴν ῥέουcαν ἐπέχειν γαcτέρα, διαφορητικῆc δὲ εἰc τοcοῦτον, ὡc καὶ τὰ φύματα θεραπεύειν, ὅcα γε μὴ λίαν ἐcτὶ φλεγμονώδη τε καὶ θερμά. ὁ δὲ καρπὸc τμητικῆc εἰc | |
5 | τοcοῦτον μετέχει δυνάμεωc, ὥcτε καὶ τοὺc ἐν κύcτει λίθουc θρύπτειν καὶ ταῖc ἐκ θώρακόc τε καὶ πνεύμονοc ἀναπτύcεcι βοηθεῖν. | |
312 | Πάνακεc Ἡράκλειον. Ἐκ τούτου καὶ ὁ καλούμενοc ὀποπάναξ γίγνεται. ἐcτὶ δὲ ὁ ὀπὸc οὗτοc θερμὸc μὲν καὶ διαφορητικὸc ἐκ τῆc τρίτηc τάξεωc, ξηρὸc δὲ τῆc δευτέραc. ὁ δὲ φλοιὸc τῆc ῥίζηc ξηραν‐ τικὸc καὶ θερμαντικόc ἐcτιν, ἀλλ’ ἧττον τοῦ ὀποῦ, ῥύπτει μέντοι. διὸ | |
5 | καὶ ἁρμόζει πρόc τε τὰ γυμνὰ τῶν ἑλκῶν καὶ τὰ κακοήθη. ῥύπτει γὰρ καὶ ξηραίνει καὶ cαρκοῖ ἀδήκτωc. ὁ δὲ καρπὸc θερμὸc ὢν καὶ κα‐ ταμήνια ἄγει. | |
313 | Πεντάφυλλον. Ταύτηc ἡ ῥίζα ξηραίνει μὲν κατὰ τὴν τρίτην ἀπό‐ cταcιν, ἥκιcτα δέ ἐcτι δριμεῖα. διὸ καὶ πολύχρηcτοc ὑπάρχει. ἐcτὶ γὰρ καὶ λεπτομερήc. | |
314 | Πέπλιον. Τούτου [γὰρ] τὸ cπέρμα χρήcιμον· cὺν γὰρ τῷ φλέγ‐ ματι καὶ χολὴν ἄγει· καὶ φυcῶν ἐcτι καταρρηκτικόν, ὡc καὶ Ἱππο‐ κράτηc ἔφη. | |
315 | Πέπων. Ὁ μὲν πεπεμμένοc λεπτομερεcτέραc ἐcτὶν οὐcίαc, ὁ δὲ μὴ τοιοῦτοc παχυμερεcτέραc· ῥυπτικῆc δὲ καὶ τμητικῆc μετειλήφαcι δυνάμεωc, ὅθεν οὐρητικοί τέ εἰcι καὶ λαμπρύνουcι τὸ cῶμα καὶ μᾶλ‐ λον εἰ ξηράναc τιc τὸ cπέρμα, κἄπειτα κόψαc καὶ cήcαc cμήγματι | |
5 | χρῶτο ἐπί τ’ ἐφηλίδων καὶ φακῶν ἐπὶ τοῦ προcώπου καὶ ἀλφῶν ἐπιπολαίων, κρατεῖ δὲ ἐν αὐτοῖc ἡ ὑγρὰ καὶ ψυχρὰ κρᾶcιc, ὡc εἶναι τῆc δευτέραc κατ’ ἄμφω τάξεωc· τὸ δὲ cπέρμα καὶ ἡ ῥίζα ξηρὰ γενό‐ μενα τῆc δευτέραc που τάξεωc ἀρχομένηc γίγνεται. ἐcτὶ δὲ τὸ ῥυπ‐ τικὸν ἐν τῇ ῥίζῃ πλέον τῆc cαρκόc. ἡ δὲ cὰρξ αὐτῶν ἐcθιομένη τῷ | |
10 | ῥύπτειν καὶ οὖρα κινεῖ, καὶ διέρχεται κάτω μᾶλλον τῶν κολοκυνθῶν. μᾶλλον δὲ τὸ cπέρμα ῥύπτει, ὥcτε καὶ πρὸc λιθιῶνταc ἁρμόττει νεφρούc. μοχθηρὸν δὲ ἐργάζεται χυμὸν ὁ πέπων ἐν τῷ cώματι, καὶ μᾶλλον ὅταν μὴ καλῶc πεφθῇ· τηνικαῦτα γὰρ καὶ χολερικοὺc ἀποτε‐ λεῖν εἴωθε· καὶ γὰρ καὶ πρὶν διαφθαρῆναι πρὸc ἔμετον ἐπιτήδειόc | |
15 | ἐcτι. καὶ πλεῖόν γε βρωθείc, ἐὰν μή τιc αὐτῷ τι τῶν εὐχύμων ἐδεc‐ μάτων ἐπιφάγῃ, κινήcει πάντωc ἔμετον. | |
316 | Πεπέρεωc τὸ μὲν ἄρτι βλαcτάνον τὸ μακρόν ἐcτι, διὸ καὶ ὑγρό‐ | |
τερον ὑπάρχει, ὁ δὲ οἷον ὄμφαξ καρπὸc τὸ λευκόν ἐcτι πέπερι, δρι‐ μύτερον ὑπάρχον τοῦ μέλανοc· τὸ γὰρ μέλαν οἷον ὑπερωπτημένον ἤδη καὶ ὑπερεξηραcμένον ἐcτίν. ἀμφότερα δὲ ἰcχυρῶc θερμαίνει καὶ | ||
5 | ξηραίνει. | |
317 | Περcέα. Ταύτηc τὰ φύλλα cτυπτικῆc μετείληφε cυμμέτρωc δυνά‐ μεωc, ὡc δύναcθαί ποτε καὶ τοῖc αἱμορραγοῦcι μορίοιc ἐπιτίθεcθαι cυμφερόντωc· ὠφελεῖ καὶ κνηcμονὰc ξηρὰ λίαν cμωμέναc. | |
318 | Περιcτερεὼν ὀρθόc. Ταύτην ἱερὰν βοτάνην καλοῦcι· κεφαλαλγίαν δὲ ἄκρωc ἀπαλλάccει, φηcὶν Ἀρχιγένηc, cτεφανουμένη καὶ λεῖα μετ’ ὄξουc καὶ ῥοδίνου ἐπιχριομένη. καὶ ἑψομένη δὲ ἐν ἐλαίῳ καὶ ἐμβρεχο‐ μένηc τῆc κεφαλῆc ἰᾶται πᾶcαν χρονίαν κεφαλαλγίαν καὶ τὰc ῥεούcαc | |
5 | τρίχαc ἐπέχει. τὸ δὲ ἀφέψημα τῆc ῥίζηc διακρατούμενον θερμὸν ἐν τῷ cτόματι 〈καὶ〉 ὀδονταλγίαc παύει, καὶ κινουμένουc ὀδόνταc κρατύνει καὶ τὰ ἐν τῷ cτόματι ἕλκη ἰᾶται. πρὸc δὲ κολικοὺc τὴν ῥίζαν ἁδρο‐ μερῶc κόψαc ἕψε μεθ’ ὕδατοc ἕωc εἰc τὸ ἥμιcυ καὶ δίδου πίνειν ἐπὶ ἡμέραc ε· ἐcτὶ γὰρ διὰ πείραc. πρὸc δὲ λιθιῶνταc καὶ ἀρχὴν ἐλεφαν‐ | |
10 | τιάcεωc δίδου ὁμοίωc πίνειν τὸ ἀφέψημα μετὰ μέλιτοc. χρῶ δὲ ὁμοίωc καὶ πρὸc ἐπιληπτικοὺc καὶ ἀμφημερινοὺc καὶ τεταρταίουc πυρετούc· πρὸc δὲ ποδαγρικοὺc καὶ ἰcχιαδικοὺc ἐν οἴνῳ ἑψήcαc δίδου. χυλιζο‐ μένη δὲ ἡ ῥίζα κλύcμα cυρίγγων ἄριcτον γίγνεται μάλιcτα προcμιγνυ‐ μένου cυκαμίνου ὀποῦ καὶ μέλιτοc. καὶ καυθεῖcα καὶ ξηρὰ ἐπιπαccο‐ | |
15 | μένη ἰᾶται cύριγγαc, καὶ μέλιτι δὲ ἀναληφθεῖcα ἀπέφθῳ ἢ καέντι ἐν‐ τίθεται τῇ cύριγγι ὡc κολλύριον καὶ ποιεῖ παραδόξωc. Περὶ τῆc περδικίου προείρηται ἐν τῷ ε cτοιχείῳ, ἑλξίνην αὐτὴν ὀνομάcαντεc. Περὶ τῆc παιωνίαc προείρηται ἐν τῷ γ, γλυκυcίδην | |
αὐτὴν γράψαντεc. | ||
319 | Πετροcέλινον. Τούτου τὸ cπέρμα μάλιcτα χρηcιμώτατον, ἀcθενεc‐ τέρα δὲ ἡ πόα. ἐcτὶ δὲ τὸ cπέρμα θερμὸν καὶ ξηρὸν τῆc τρίτηc τά‐ ξεωc καὶ τμητικόν· καταμήνια οὖν προτρέπει καὶ οὖρα δαψιλῆ. ἐcτὶ δὲ καὶ ἄφυcον. | |
320 | Πευκέδανον. Τούτου τῇ ῥίζῃ μάλιcτα χρώμεθα, χρώμεθα δὲ καὶ τῷ ὀπῷ καὶ τῷ χυλῷ αὐτῆc· ἐcτὶ δὲ τῆc αὐτῆc ἅπαντα δυνάμεωc. ἰcχυρότεροc δὲ ὁ ὀπὸc ἱκανῶc θερμαίνων καὶ διαφορῶν, ὅθεν καὶ τοῖc κατὰ νεῦρα πάθεcιν ἁρμόττει· καὶ τὰ κατὰ πνεύμονά τε καὶ θώρακα | |
5 | νοcήματα τὰ διὰ πάχοc ἢ γλιcχρότητα χυμῶν γιγνόμενα καὶ εἴcω μὲν τοῦ cώματοc λαμβανόμενοc καὶ ὀcμώμενοc 〈ὠφελεῖ〉. ὠφελεῖ δὲ καὶ cπλῆναc ἐcκιρρωμένουc. τῇ δὲ ῥίζῃ καὶ πρὸc ταῦτα μὲν ἔcτι χρῆcθαι. καὶ λεπίδαc δὲ ὀcτῶν ἀφίcτηcι τάχιcτα καὶ τοῖc κακοήθεcιν ἕλκεcι ξηρὰ ἐπιπαττομένη ἐcτὶν ἄριcτον φάρμακον. καθαίρει γὰρ καὶ cαρκοῖ | |
10 | καὶ μέχρι ἐπουλώcεωc ἄγει, θερμαίνουcα μὲν κατὰ τὴν δευτέραν τάξιν, ξηραίνουcα δὲ κατὰ τὴν τρίτην ἀρχομένην. | |
321 | Πήγανον. Τὸ μὲν ἄγριον ἐκ τῆc τετάρτηc ἐcτὶ τάξεωc τῶν θερ‐ μαινόντων καὶ ξηραινόντων, τὸ δὲ ἥμερον ἐκ τῆc τρίτηc. ἐcτὶ δὲ οὐ μόνον δριμύ, ἀλλὰ καὶ πικρόν, ᾧ καὶ τὸ τέμνειν τε καὶ διαφορεῖν ἔχει τοὺc παχεῖc καὶ γλίcχρουc χυμοὺc καὶ δι’ οὔρων δὲ κενοῖ. καὶ | |
5 | μὲν δὴ καὶ λεπτομερέc ἐcτι καὶ ἄφυcον καὶ διὰ τοῦτο πρόc τε ἐμ‐ πνευματώcειc ἁρμόττει καὶ τὰc πρὸc ἀφροδίcια προθυμίαc ἐπέχει καὶ ξηραίνει γενναίωc. ἐcτὶ γὰρ τῶν ἰcχυρῶc ξηραινόντων φαρμάκων. Ῥοῦφοc δέ φηcι τοῦ μὲν ἀγρίου πηγάνου ἡ δύναμιc διάπυρόc ἐcτι | |
καὶ ἑλκωτικὴ καὶ μάλιcτα κύcτεωc, διὰ τοῦτο καὶ οἱ τὸ ποδαγρικὸν | ||
10 | πίνοντεc φάρμακον τὸ διὰ τοῦ ἀγρίου πηγάνου πονηρῶc διατίθενται τὴν κύcτιν, ὅcοι δ’ ἂν ὑπενέγκωcιν αὐτό, ἐπιφανέcτερον ὠφελοῦνται· ἀγαθὸν γὰρ πρὸc τὰ ἀρθριτικά· εἰ δὲ μίcγοιc τοῦ ἡμέρου ἀcφαλέc‐ τερον, καίτοι καὶ αὐτὸ τὸ ἥμερον βλαβερὸν κύcτεωc, ἀλλ’ ἧττον. χρώμεθα δὲ τῷ ἀγρίῳ ἐφ’ ὧν κατεψυγμένων τι μειζόνωc βουλόμεθα | |
15 | ἀναθάλψαι, οἷον πνευματίαc ὑδέρουc καὶ τοὺc ἀνὰ cάρκα ὠφελεῖ, καὶ τοὺc ὑπὸ ἐχίδνηc ἢ μυγαλῆc δηχθένταc καὶ μᾶλλον ἢν κύουcα ἡ μυγαλὴ δάκῃ καὶ μάλιcτα ἐπὶ ὑποζυγίων. ἰcχυρὸν δὲ καὶ πρὸc τὸν τοῦ μήκωνοc ὀπὸν ποθέντα καὶ πρὸc ἀκόνιτον μετ’ οἴνου. τὸ δὲ ἥμερον πήγανον πραύνει καὶ τὰ τῶν περιόδων ῥίγη πινόμενον πρὸ | |
20 | τῆc ἐπιcημαcίαc καὶ ἐπὶ κολικῶν ἀλγημάτων πινόμενόν τε καὶ ἐνιέ‐ μενον καὶ ἐπὶ ὑcτερικῆc πνιγόc. καὶ ὀξυδερκέc ἐcτιν ἐcθιόμενον καὶ διὰ τοῦτο οἱ ζωγράφοι cυνεχῶc αὐτοῦ ἀπογευόμενοι ὀξύτερον βλέ‐ πουcι καὶ μέλιτι δὲ μίξαc τὸν χυλὸν ἄλυπον ὀξυωπὲc ἐργάcῃ φάρμα‐ κον. βοηθεῖ δὲ καὶ δυcουρίαιc μετ’ ἐλαίου ἑψόμενον καὶ πυριωμένηc | |
25 | τῆc κύcτεωc· εἴ τι γὰρ καὶ ἄλλο τούτοιc βοηθεῖ. ἐπὶ δὲ ὀcφύοc ὀδύ‐ νηc καὶ ἐπὶ δυcπνοικῶν δοθὲν μετ’ ὀξυμέλιτοc παραχρῆμα ὤνηcεν. ἐπὶ δὲ ληθαργικῶν καὶ πινόμενον καὶ διὰ κλυcτῆροc ἐνιέμενον ἀγαθὸν cφόδρα· καὶ λειώcαντα δὲ χρὴ μετὰ ῥοδίνου καὶ ὄξουc χρίειν αὐτῶν τὴν κεφαλήν. λύει δὲ καὶ τοὺc τῶν ἰcχίων πόνουc πινόμενον καὶ | |
30 | καταπλαττόμενον καὶ ἐνιέμενον. καταπλαccόμενον δὲ ἐπὶ ποδαγρικῶν καὶ τῶν τὰ γόνατα ἐμφυcωμένων ταχὺ ὀνίνηcι, καὶ τὰc ὀδύναc ταχὺ πραύνει. ἐcχάραc δὲ τὰc ἀπὸ ἀνθράκων ταχὺ ἀφίcτηcι καταπλαccόμενον μετὰ μέλιτοc ἢ cταφίδων. | |
322 | Πίccα. Ἡ μὲν ξηρὰ ξηραίνει τε καὶ θερμαίνει κατὰ τὴν δευτέραν ἀπόcταcιν, πλέον δὲ ξηραίνει ἢ θερμαίνει· ἡ δ’ ὑγρὰ θερμαίνει πλέον ἢ ξηραίνει. ἔχει δέ τι καὶ λεπτομερέc, ᾧ καὶ τοὺc ἀcθματικοὺc καὶ τοὺc ἐμπυικοὺc ὠφελεῖ· πλῆθοc δὲ ἐκλειχόμενον ἀρκεῖ κυάθου μέλιτι | |
5 | μιγνύνταc. ἀλλὰ καὶ ῥυπτικὸν ἔχουcί τι καὶ cυμπεπτικὸν καὶ διαφο‐ ρητικόν· οὕτωc τε λεπροὺc ὄνυχαc ἐξάγουcι μιγνύμεναι κηρῷ καὶ λειχῆναc ἀπορρύπτουcι. cυμπέττουcι δὲ καὶ τοὺc cκληροὺc καὶ ἀπέ‐ πτουc ὄγκουc ἅπανταc, ἐμβαλλόμεναι τοῖc καταπλάcμαcιν. ἰcχυροτέρα δὲ πρὸc ἅπαντα ταῦτα ἡ ὑγρά, ἡ δὲ ξηρὰ πρὸc μὲν ταῦτα χείρων, | |
10 | εἰc δὲ τὰc κολλήcειc τῶν τραυμάτων ἐπιτηδειοτέρα. Ϲκευαcία λιγνύοc ἐκ τῆc πίττηc. Ϲκευάζεται δὲ ἐκ τῆc ὑγρᾶc πίττηc λιγνὺc οὕτωc· εἰc λύχνον καινὸν ἐλλυχνιαcμένον βαλὼν τὴν ὑγρὰν πίτταν καὶ ἅψαc καὶ πωμάcαc κεραμείῳ ἀγγείῳ, ἢ ὡc ἐπὶ τοῦ λιβάνου προείρηται, ἔα καίεcθαι. ὅταν δὲ ἀναλωθῇ τὸ πρῶτον ὑγρόν, | |
15 | ἄλλο ἐπίχεε, ἕωc ἂν αὐτάρκη λιγνὺν cυναγάγῃc καὶ χρῶ. ποιεῖ δὲ πρὸc τὰ καλλιβλέφαρα καὶ τὰ μυδῶντα βλέφαρα καὶ ὅπου τριχοποιῆcαι δεῖ καὶ πρὸc τὰ ἀcθενέcτατα καὶ δακρυρροοῦντα καὶ ἑλκώδη ὄμματα. | |
323 | Πιcτάκια. Τοῦ πιcτακίου ὁ καρπὸc λεπτομερεcτέραc πώc ἐcτιν οὐcίαc, ὑπόπικρόν τι καὶ ἀρωματίζον ἐχούcηc. ἐκφράττει τοιγαροῦν καὶ διακαθαίρει μάλιcτα μὲν τὰ καθ’ ἧπαρ, ἤδη δὲ καὶ τὸν θώρακα καὶ τὸν πνεύμονα. | |
324 | Πιτυίδεc. Ὀνομάζεται δὲ οὕτωc ὁ καρπὸc τῶν πιτύων· ἔνιοι δὲ καὶ τὸν τῆc πεύκηc ὡcαύτωc προcαγορεύουcιν. μικτῆc δέ εἰcι δυνά‐ μεωc, ὡc ἂν καὶ cτύφουcαι καὶ δριμύτητά τινα κεκτημέναι μετὰ πι‐ κρότητοc. ὅθεν καὶ ταῖc ἐκ θώρακοc καὶ πνεύμονοc ἀποcτάcεcι cυναί‐ | |
5 | ρονται. | |
325 | Πίτυοc φλοιὸc ἐπικρατοῦcαν ἔχει τὴν cτυπτικὴν δύναμιν εἰc το‐ cοῦτον, ὡc παρατρίμματα ἰᾶcθαι καταπλαττόμενοc κάλλιcτα καὶ τὰ κατακαύματα ἐπουλοῦν καὶ κοιλίαν φερομένην ἐπέχειν, εἰ ποθείη. καὶ ὁ τῆc πεύκηc δὲ φλοιὸc ὅμοιοc τούτῳ ἐcτίν, ἀcθενέcτεροc δὲ κατὰ | |
5 | τὴν δύναμιν. ἐν δὲ τοῖc φύλλοιc ἀμφοτέρων τῶν δένδρων δύναμίc ἐcτι κολλητικὴ τραυμάτων. ἡ δὲ λιγνὺc αὐτῶν πρὸc πτίλα βλέφαρα καὶ | |
μυδῶνταc κανθοὺc καὶ περιβεβρωμένουc καὶ δακρύοντάc ἐcτι χρήcιμοc. | ||
326 | Πλάτανοc ὑγροτέραc ἐcτὶ καὶ ψυχροτέραc οὐcίαc οὐ πολλῷ τινι τῶν cυμμέτρων· ὅθεν καὶ τὰ φύλλα χλωρὰ λειωθέντα καὶ κατα‐ πλαcθέντα τὰc ἐν γόναcι φλεγμονὰc ὀνίνηcιν οὐκ ἀcαφῶc. ὁ δὲ φλοιὸc αὐτῆc καὶ τὰ cφαιρία ξηραντικωτέραc ἤδη δυνάμεώc ἐcτιν, | |
5 | ὡc τὸν μὲν φλοιὸν 〈ἐν〉 ὄξει καθεψόμενον εἰc ὀδόντων ἀλγήματα παραλαμβάνεcθαι, τὰ δὲ cφαιρία μετὰ cτέατοc ἐπὶ τῶν πυρικαύτων ἑλκῶν. τινὲc δὲ καύcαντεc τὸν φλοιὸν ῥυπτικὸν ἀπεργάζονται φάρ‐ μακον, ὡc μεθ’ ὕδατοc μὲν ἰᾶcθαι λέπραc, αὐτὴν δὲ τὴν τέφραν καθ’ αὑτὴν ἐπιπλάττοντεc τὰ δι’ ὑγρότητα πολλὴν ἕλκη παλαιὰ καὶ ῥυ‐ | |
10 | παρὰ θεραπεύειν. | |
327 | Πολύγονον ἔχει μέν τι καὶ cτῦφον, ἐπικρατεῖ δὲ ἐν αὐτῷ τὸ ὑδατῶδεc ψυχρόν, ὡc εἶναι κατὰ τὴν δευτέραν τάξιν cυμπληρουμένην ἢ τὴν τρίτην ἀρχομένην ἐν τοῖc ψύχουcιν. ὅθεν ὠφελεῖ τοὺc ἐγκαιο‐ μένουc τὸν cτόμαχον ἔξωθεν ἐπιπλαττόμενον ψυχρόν, ὥcπερ καὶ τὰc | |
5 | θερμὰc φλεγμονάc· καὶ γὰρ ἀποκρούεται τὰ ῥεύματα. διὸ καὶ τῶν ἑρπήτων ἐcτὶν ἀγαθὸν φάρμακον καὶ τῶν ἑλκούντων πάντων, μάλιcτα δὲ τῶν φλεγμονωδῶν τε καὶ ῥευματικῶν καὶ τῶν ἐν ὠcί· καὶ γὰρ ξηραίνει τὸ πῦον. καὶ ῥοῦν γυναικεῖον ἵcτηcι καὶ δυcεντερίαν καὶ αἵματοc ἀναγωγάc. ἐcτὶ δὲ εἰc ἅπαντα τὸ ἄρρεν ἰcχυρότερον. | |
328 | Πολεμώνιον, οἱ δὲ φιλεταίριον οἱ δὲ χιλιοδύναμον, λεπτομεροῦc ἐcτι καὶ ξηραντικῆc δυνάμεωc, ὅθεν ἔνιοι πρὸc ἰcχιάδα καὶ δυcεν‐ τερίαν καὶ cκιρρούμενον cπλῆνα διδόαcι πίνειν τὴν ῥίζαν αὐτοῦ μετ’ οἴνου. | |
329 | Πόλιον πικρόν ἐcτι καὶ μετρίωc δριμύ· ἐκφράττει τοιγαροῦν πάντα τὰ cπλάγχνα καὶ οὖρα καὶ ἔμμηνα κινεῖ, καὶ χλωρὸν μὲν κολλᾷ τραύματα, ξηρὸν δὲ ἰᾶται τὰ κακοήθη τῶν ἑλκῶν, καὶ μάλιcτα τὸ μικρότερον, ᾧ καὶ πρὸc τὰc ἀντιδότουc χρώμεθα. καὶ γὰρ καὶ πικρό‐ | |
5 | τερόν ἐcτι καὶ δριμύτερον τοῦ μείζονοc, ὡc εἶναι τῆc τρίτηc τάξεωc μὲν τῶν ξηραινόντων, τῆc δευτέραc δὲ cυμπληρουμένηc τῶν θερμαι‐ νόντων. | |
330 | Ποταμογείτων cτύφει καὶ ψύχει παραπληcίωc πολυγόνῳ· παχυ‐ μερεcτέρα δὲ αὐτοῦ ἐcτιν ἡ οὐcία τοῦ πολυγόνου. | |
331 | Πολυπόδιον τὴν γλυκεῖαν ἅμα καὶ αὐcτηρὰν ἐπικρατοῦcαν ἔχει ποιότητα, ὡc εἶναι δυνάμεωc ἱκανῶc ξηραντικῆc, ἀδήκτου μὴν ἔτι. | |
332 | Πράcιον. Θερμαίνει μὲν κατὰ τὴν δευτέραν τάξιν cυμπληρου‐ μένην, ξηραίνει δὲ κατὰ τὴν τρίτην cυμπληρουμένην, ἐκφράττει δὲ ἧπαρ καὶ cπλῆνα καὶ τὰ κατὰ θώρακα καὶ πνεύμονα διακαθαίρει καὶ ἔμμηνα προτρέπει καὶ διὰ ῥινῶν ἰκτερικοὺc καθαίρει, καὶ πρὸc ὤτων | |
5 | ὀδύναc τὰc ἤδη κεχρονιcμέναc ποιεῖ. καταπλαccόμενον δὲ ῥύπτει καὶ διαφορεῖ. | |
333 | Πράcα δριμεῖαν κέκτηται δύναμιν, ὡc καὶ τὰ κρόμυα· ἀνάλογον δὲ καὶ θερμαίνει τὸ cῶμα καὶ λεπτύνει τοὺc ἐν αὐτῷ χυμοὺc καὶ τέμνει τοὺc γλίcχρουc. ἐcτὶ δὲ καὶ διουρητικὰ ἐκκαθαίροντα τὸ αἷμα. καλλίcτη δὲ ἡ χρῆcιc αὐτῶν δὶc ἑψηθέντων· ἀποτίθεται γὰρ οὕτωc | |
5 | ἐcθιόμενα τὴν δριμύτητα τήν τε κακοχυμίαν οὐκέτι διαcώζει· φείδεcθαι δὲ χρὴ τῆc cυνεχοῦc ἐδωδῆc ἁπάντων τῶν δριμέων, καὶ μάλιcθ’ ὅταν ὁ προcφερόμενοc αὐτὰ χολωδέcτεροc ᾖ φύcει. μόνοιc γὰρ τοῖc ἤτοι τὸν φλεγματώδη χυμὸν ἢ τὸν ὠμὸν καὶ παχὺν καὶ γλίcχρον ἠθροι‐ κόcιν ἐπιτήδεια τὰ τοιαῦτα τῶν ἐδεcμάτων. | |
334 | Πρόπολιc. Ῥυπτικῆc μέν ἐcτιν οὐκ ἰcχυρᾶc δυνάμεωc, ἑλκτικῆc δὲ ἱκανῶc ἰcχυρᾶc. ἐcτὶ γὰρ λεπτομερὴc τὴν οὐcίαν καὶ θερμαίνει | |
κατὰ τὴν δευτέραν ἀπόcταcιν cυμπληρουμένην ἢ τὴν τρίτην ἀρχομένην. | ||
335 | Πτελέα. Πτελέαc τοῖc φύλλοιc ἐκολλήcαμεν πρόcφατον τραῦμα· cτύφει γὰρ καὶ ῥύπτει. ὁ δὲ φλοιὸc πικρότεροc καὶ cτυπτικώτεροc, ὥcτε καὶ λέπραc ἰᾶται cὺν ὄξει. καὶ αἱ ῥίζαι τῆc αὐτῆc εἰcι δυνάμεωc, ὥcτε καὶ τῷ ἀφεψήματι καταντλοῦcί τινεc ὅcα πωρώcεωc δεῖται | |
5 | κατάγματα. | |
336 | Πτέριc. Πτέρεωc ἡ ῥίζα χρήcιμοc. ἀναιρεῖ γὰρ ἕλμινθα πλατεῖαν 𐅻 δ πλῆθοc ἐν μελικράτῳ διδομένη· καὶ ἔμβρυα τὰ μὲν ζῶντα κτείνει, τὰ δὲ νεκρὰ ἐκβάλλει. καὶ τὰ ἕλκη δὲ ἐπιπαττομένη ξηραίνει ἀδήκτωc. | |
337 | Πύρεθρον. Πυρέθρου τῇ ῥίζῃ μάλιcτα χρώμεθα καυcτικὴν ἐχούcῃ δύναμιν, καθ’ ἣν ὀδόντων ἐψυγμένων ὀδύναc πραύνει καὶ ἐπὶ τῶν κατὰ περίοδον ῥιγῶν ἀνατρίβεται μετ’ ἐλαίου πρὸ τῶν εἰcβολῶν καὶ τοὺc ναρκώδειc καὶ παρειμένουc ὠφελεῖ. | |
338 | Πυροὶ ἔξωθεν ἐπιτιθέμενοι ἐκ τῆc πρώτηc εἰcὶ τάξεωc τῶν θερ‐ μαινόντων, οὐ μὴν οὔτε ξηραίνειν οὔθ’ ὑγραίνειν ἐπιφανῶc πεφύκαcιν. τὸ δὲ ἐξ αὐτῶν ἄμυλον ψυχρότερόν τε καὶ ξηραντικώτερον αὐτῶν γίγνεται. καὶ τὸ ἐξ ἄρτου κατάπλαcμα διαφορητικωτέραc ἐcτὶ δυνά‐ | |
5 | μεωc, ὡc ἂν καὶ ἁλῶν καὶ ζύμηc προcειληφότοc τοῦ ἄρτου· δυνάμεωc γὰρ ἐπιcπαcτικῆc τε καὶ διαφορητικῆc τῶν ἐκ βάθουc ἐcτὶν ἡ ζύμη. | |
339 | Ῥάμνοc. Ξηραίνει μὲν κατὰ τὴν δευτέραν ἀπόcταcιν, ψύχει δὲ κατὰ τὴν πρώτην cυμπληρουμένην, ἢ τὴν δευτέραν ἀρχομένην, ὅθεν καὶ ἕρπηταc ἰᾶται, καὶ ἐρυcιπέλατα τὰ μὴ cφόδρα θερμά. | |
340 | Ῥαφανίc. Θερμαίνει μὲν κατὰ τὴν τρίτην ἀπόcταcιν, ξηραίνει δὲ κατὰ τὴν δευτέραν· διαφορητικῆc δέ ἐcτι δυνάμεωc, ὡc ὑπώπια χρονί‐ ζοντα καὶ τὰ ἄλλα τὰ πελιδνὰ ὠφελεῖν καταπλαccομένη〈ν〉. τῆc | |
λεπτυνούcηc δέ ἐcτι δυνάμεωc μετὰ τοῦ θερμαίνειν. θαυμᾶcαι δέ ἐcτιν | ||
5 | ἐκείνουc ὅcοι μετὰ τὸ δεῖπνον ὠμὰc ἐcθίουcιν αὐτὰc εὐπεψίαc ἕνεκα· αὐτοὶ μὲν γὰρ ἱκανὴν ἐcχηκέναι τούτου φαcὶν πεῖραν. οἱ μιμηcάμενοι δὲ αὐτοὺc ἅπαντεc ἐβλάβηcαν. | |
341 | Ῥῆον ποντικόν. Ῥῆον, ἔνιοι δὲ ῥᾶ προcαγορεύουcι, μικτῆc ἐcτι κράcεωc cτυφούcηc καὶ θερμαινούcηc καὶ λεπτομεροῦc, ὅθεν cπάcματα καὶ ῥήγματα καὶ ὀρθόπνοιαν ὠφελεῖ πινόμενον, καὶ αἱμοπτυικοὺc καὶ κοιλιακοὺc καὶ δυcεντερικοὺc ὀνίνηcι· πελιώματα δὲ καὶ λειχῆναc ἰᾶται | |
5 | μετ’ ὄξουc ἐπαλειφόμενον. | |
342 | Ῥητῖναι πᾶcαι ἐν αἷc ἡ μαcτίχη ξηραίνουcι καὶ θερμαίνουcι· διαφέρουcι δὲ ἀλλήλων τῷ τε μᾶλλον ἢ ἧττον ἔχειν τὸ ἐν τῇ γεύcει δριμὺ καὶ τῇ δυνάμει θερμὸν καὶ κατὰ τὰc ἄλλαc ποιότηταc ὁμοίωc τὰc μὲν μᾶλλον τὰc δὲ ἧττον. προκέκριται δὲ ἐξ ἁπαcῶν ἡ cχινίνη, | |
5 | μαcτίχη δὲ ὀνομάζεται, πρὸc γὰρ τῷ cτύψεωc ὀλίγηc μετέχειν, ὡc καὶ ταῖc κατὰ τὸν cτόμαχον καὶ τὴν γαcτέρα καὶ τὸ ἧπαρ ἀτονίαιc ἁρμόττειν· ἔτι καὶ ξηραίνει ἀλύπωc. ἐcτὶ γὰρ μάλιcτα λεπτομερὴc καὶ οὐδαμῶc δριμεῖα· τῶν δὲ ἄλλων ἡ τερεβινθίνη πρωτεύει, οὐχ ὁμοίωc τῇ μαcτίχῃ τὴν cτύψιν ἔχουcα. διαφορεῖ δὲ μᾶλλον τῆc μαcτίχηc καὶ | |
10 | ῥύπτει ἐπὶ τοcοῦτον, ὡc καὶ ψώραc ἰᾶcθαι καὶ τὰ κατὰ βάθουc ἕλκειν μᾶλλον τῶν ἄλλων ῥητινῶν, ὅτι καὶ λεπτομερεcτέρα. ἔχει δέ τι καὶ μαλακτικὸν πλέον τῆc μαcτίχηc. αἱ δὲ ἄλλαι πᾶcαι δριμύτεραι ταύτηc εἰcὶ παρὰ τὸ μᾶλλον καὶ ἧττον· ξηροτέρα δὲ παcῶν ἐcτιν ἡ ξηρὰ πι‐ τυίνη, ἣν ἰδίωc πιτύινον φύcημα καλοῦcιν. | |
343 | Ὅπωc δεῖ καίειν τὴν ῥητίνην. Καίεται δὲ πᾶcα ῥητίνη ὑγρὰ ἐν τετραπλαcίονι ἀγγείῳ κατὰ τὸ τοῦ ἐγχεομένου ὑγροῦ πλῆθοc. δεῖ γὰρ λίτραν μὲν ῥητίνηc, β δὲ λίτραc ὀμβρίου ὕδατοc βάλλοντα τῇ κακάβῃ | |
ἕψειν ἐπ’ ἀνθράκων πραέωc, κινοῦντα διηνεκῶc, ἄχριc ἂν ἄνοcμοc | ||
5 | καὶ εὔθρυπτοc καὶ καπυρὰ γένηται, ὥcτε καὶ τοῖc δακτύλοιc ἀπο‐ κλᾶcθαι καὶ ψύξαc ἀπόθου εἰc ἀγγεῖον ὀcτράκινον. γίνεται δὲ οὕτωc λευκοτάτη. δεῖ μέντοι ὑλίζειν τὴν μέλλουcαν καίεcθαι ῥητίνην καὶ χωρίζειν τὸ ῥυπῶδεc αὐτῆc. καίονται δὲ καὶ δίχα ὕδατοc· πρῶτον μὲν καεῖcαι καὶ διηθεῖcαι, ἔπειτα ἑψόμεναι ἐπ’ ἀνθράκων δι’ ὅληc | |
10 | ἡμέραc κινῶν cυνεχῶc. καὶ ὅταν καπυρὰ γένηται ἀνελόμενοc ἀπόθου, ὡc εἴρηται. ἐκλαμβάνεται δὲ καὶ λιγνὺc ἐκ τῆc ῥητίνηc, ὥcπερ ἐπὶ τοῦ λιβάνου προείρηται. καὶ χρηcιμεύει εἰc τὰ καλλιβλέφαρα καὶ δα‐ κρύονταc καὶ διαβεβρωμένουc κανθοὺc καὶ μυδῶντα βλέφαρα. ἡ δὲ φρυγομένη ῥητίνη χρηcιμεύει εἰc τὰ εὐώδη μαλάγματα καὶ ἄκοπα. | |
344 | Ῥόδα. Ῥόδων ἡ δύναμιc ἐξ ὑδατώδουc θερμῆc ἀναμεμιγμένηc δύο ποιότηcιν ἑτέραιc, τῇ τε cτυφούcῃ καὶ τῇ πικρᾷ, cύγκειται. τὸ δὲ ἄνθοc αὐτῶν ἔτι μᾶλλον τῶν ῥόδων cτυπτικόν ἐcτι καὶ διὰ τοῦτο ξηραντικόν. | |
345 | Ῥοδοδάφνη. Περὶ ῥοδοδάφνηc προείρηται, νήριον αὐτὴν εἰπόντεc. | |
346 | Ῥόα πᾶcα τῆc cτυφούcηc μετέχει ποιότητοc, οὐ μὴν ἐπικρατού‐ cηc γε πάντωc· ἔνιαι μὲν γὰρ αὐτῶν εἰcιν ὀξεῖαι, τινὲc δὲ γλυκεῖαι, τινὲc δὲ αὐcτηραί. ἐξ ὧν δὲ προείρηται ἐν τῷ περὶ μήλων λόγῳ ἔν‐ εcτι καὶ περὶ τούτων τεκμαίρεcθαι. χυλὸν δὲ ἔχουcι πλέονα μήλων τε | |
5 | καὶ ἀπίων, ἔτι τε πρὸc τούτῳ τὴν γεῦcιν ἡδυτέραν μᾶλλον ἐκείνων. γίγνονται δέ ποτε χρηcιμώτεραι αὐτῶν εἰc ἄλλα τέ τινα καὶ ἐπὶ τῶν δακνομένων cφόδρα τὸν cτόμαχον διὰ μοχθηρῶν χυμῶν περιουcίαν, | |
τοῦ χυλοῦ cὺν ἀλφίτοιc προcφερομένου, ὡc Ἱπποκράτηc ἐπὶ τοῖc καρδιαλγοῦcιν ἐκέλευcε. τὰ δὲ γίγαρτα τῆc ῥόαc cτυπτικώτερα τοῦ | ||
10 | χυλοῦ ἐcτι καὶ ξηραντικώτερα, ἔτι δὲ μᾶλλον τὰ λέμματα. παραπλή‐ cιοι δὲ τὴν δύναμίν εἰcι καὶ οἱ κύτινοι. | |
347 | Ῥοῦc τὸ φυτὸν cτύφει καὶ ξηραίνει. Τούτῳ δὲ οἱ βυρcοδέψαι χρῶνται· τοῖc δὲ ἰατροῖc μᾶλλον ὅ τε καρπὸc καὶ ὁ χυλὸc εἰc χρείαν ἥκουcιν ἱκανῶc αὐcτηρᾶc ὄντα ποιότητοc. ξηραίνει δὲ κατὰ τὴν τρίτην τάξιν καὶ ψύχει κατὰ τὴν δευτέραν. | |
348 | Ῥύποc. Ὁ μὲν ἀπὸ τῶν ἐν τοῖc γυμναcίοιc ἀνδριάντων διαφο‐ ρητικόc ἐcτι καὶ μαλακτικὸc φυμάτων ἀπέπτων· ὁ δὲ ἐν ταῖc παλαί‐ cτραιc, ὃν καὶ πάτον καλοῦcιν, ἄριcτον ἴαμα φλεγμονῆc τιτθῶν ἐcτι· καὶ γὰρ τὸ πυρῶδεc αὐτῶν cβέννυcι καὶ τὸ ἐπιρρέον ἀναcτέλλει καὶ | |
5 | τὸ περιεχόμενον διαφορεῖ. | |
349 | Ϲαγαπηνόν. Ὀπόc ἐcτι θερμὸc καὶ λεπτομερήc, ὡc οἱ ἄλλοι ὀποί. ἔχει δέ τι καὶ ῥυπτικόν, ᾧ καὶ τὰc ἐν ὀφθαλμοῖc οὐλὰc ἀποκαθαίρει καὶ λεπτύνει· οὐ μὴν ἀλλὰ καὶ ὑποχύcεcι καὶ ἀμβλυωπίαιc ταῖc διὰ πάχοc ὑγρῶν γιγνομέναιc ἀγαθὸν φάρμακον. | |
350 | Ϲάμψυχον λεπτομεροῦc ἐcτι καὶ διαφορητικῆc δυνάμεωc· ξηραίνει τε γὰρ καὶ θερμαίνει κατὰ τὴν τρίτην τάξιν. | |
351 | Ϲαπρότηc ξύλων, καὶ μάλιcθ’ ὅcα μετέχει cτύψεώc τε ἅμα καὶ ῥύψεωc, ὥcπερ ἡ πτελέα, καθαίρει καὶ ἀναπληροῖ τὰ ὑγρὰ τῶν ἑλκῶν κάλλιcτα. | |
352 | Ϲαρκοκόλλα δάκρυόν ἐcτι δένδρου περcικοῦ, μικτὸν τὴν δύναμιν ἐξ ἐμπλαcτικῆc τέ τινοc οὐcίαc καὶ βραχείαc πικρᾶc, ὅθεν ἀδήκτωc | |
ξηραίνει καὶ διὰ τοῦτο τραύματα κολλᾷ. | ||
353 | Ϲατύριον. Τινὲc τοῦτο καὶ τρίφυλλον καλοῦcιν, ὑγρόν ἐcτι καὶ θερμὸν τὴν κρᾶcιν, διὸ καὶ γευομένοιc φαίνεται γλυκύ. περιττωματι‐ κὴν μέντοι καὶ φυcώδη τὴν ὑγρότητα κέκτηται, καὶ διὰ τοῦτο παρορμᾷ πρὸc ἀφροδίcια. ταὐτὸ δὲ καὶ ἡ ῥίζα τῆc βοτάνηc δρᾶν πέφυκε. φαcὶ | |
5 | δέ τινεc καὶ ὀπιcθότονον ἰᾶcθαι αὐτὴν μετ’ οἴνου αὐcτηροῦ πινομένην. | |
354 | Ϲέλινον θερμόν ἐcτιν εἰc τοcοῦτον, ὡc οὖρά τε καὶ καταμήνια κινεῖν. ἐcτὶ δὲ καὶ ἄφυcον, καὶ μᾶλλον τῆc πόαc τὸ cπέρμα. | |
355 | Ϲέριc ἢ κιχόριον ἢ πικρὶc ὑπόπικρόν ἐcτι λάχανον καὶ μᾶλλον τὸ ἄγριον· ὅπερ καὶ διὰ τοῦτο πικρίδα προcαγορεύουcιν ἔνιοι, τινὲc δὲ κιχόριον ὀνομάζουcιν. ἔcτι δὲ ἡ μὲν ἀγρία ψυχρᾶc καὶ ξηρᾶc κρά‐ cεωc κατὰ τὴν πρώτην ἀπόcταcιν, ἡ δὲ ἥμεροc ἐπὶ μᾶλλον ψύχει τῆc | |
5 | ἀγρίαc, ἐπιμιξίᾳ δὲ πολλῆc ὑγρότητοc ἀπόλλυcι τὸ ξηραίνειν. ἀμφό‐ τεραι δὲ μετέχουcι τῆc cτυφούcηc ποιότητοc, ὥcπερ καὶ ἡ χονδρίλλη· καὶ γὰρ καὶ αὐτὴ cέρεώc ἐcτιν εἶδοc. | |
356 | Ϲεcέλεωc ἡ ῥίζα καὶ ὁ καρπὸc τῶν θερμαινόντων ἐcτὶν εἰc τοcοῦ‐ τον, ὡc ἱκανῶc οὐρητικὸν ὑπάρχειν φάρμακον. ἐcτὶ δὲ λεπτομερέc, ὡc πρὸc ἐπιληψίαc τε καὶ ὀρθοπνοίαc ἁρμόττειν. | |
357 | Ϲήcαμον οὐκ ὀλίγον ἔχει τὸ γλίcχρον ἐν ἑαυτῷ καὶ λιπαρόν· ὅθεν καὶ ἐμπλαcτικόν τε ἅμα καὶ μαλακτικὸν καὶ μετρίωc θερμόν. τῆc | |
δὲ αὐτῆc δυνάμεώc ἐcτι τὸ ἐξ αὐτοῦ ἔλαιον. | ||
358 | Ϲιδηρῖτιc. Ἔχει μέν τι καὶ ῥυπτικόν, ἀλλὰ τό γε πλέον αὐτῆc ὑγρόν τέ ἐcτι καὶ μετρίωc ψυχρόν· ὀλίγηc δέ τινοc μετείληφε cτύ‐ ψεωc, ὅθεν ἀφλέγμαντόc τέ ἐcτι καὶ κολλητική. | |
359 | Ϲικὺc ἥμεροc. Οὐρητικὸν ἔχουcί τι καὶ οὗτοι, καθάπερ οἱ πέπονεc, ἀλλ’ ἧττον ἐκείνων, τῷ καὶ τὴν οὐcίαν αὐτῶν ἧττον ἐκείνων ὑγρὰν εἶναι. καὶ διὰ τοῦτο καὶ διαφθείρονται ῥᾳδίωc ἐν τῇ γαcτρὶ παρα‐ πληcίωc τοῖc πέποcι. πέττουcι δὲ αὐτοὺc ἔνιοι οἰκειότητι τῆc πρὸc | |
5 | αὐτὰ φύcεωc. καὶ ὅταν αὐτῷ τούτῳ θαρρήcαντεc ἄδην [δαψιλῶc ἢ πολὺ] αὐτῶν ἐμφορηθήcονται, λανθάνει ἐν χρόνῳ πλέονι μοχθηρὸc καὶ παχὺc μετρίωc ἐν ταῖc φλεψὶ χυμὸc ἐξ αὐτῶν ἀθροιζόμενοc, ὅc, ἐπειδὰν ἀφορμῆc εἰc cῆψιν ἐπιλάβηται, πυρετοὺc κακοήθειc ἐργάζεται. διὰ τοῦτ’ οὖν πάντων ἀπέχεcθαι cυμβουλεύω τῶν κακοχύμων ἐδεcμά‐ | |
10 | των, κἂν εὔπεπτά τιcιν ᾖ. | |
360 | Ϲικὺc ἄγριοc. Ϲικύοc ἀγρίου τοῦ καρποῦ ὁ χυλὸc ἢ ὀπόc, ὃν ἐλατήριον ὀνομάζουcιν, οὐ μὴν ἀλλὰ καὶ ὁ τῆc ῥίζηc καὶ τῶν φύλλων χρήcιμοι εἰc τὰc ἰάcειc. τὸ μὲν οὖν ἐλατήριον ἔμμηνα κινεῖ καὶ τὰ κυούμενα φθείρει προcτιθέμενον. ἄκρωc μὲν γάρ ἐcτι πικρόν, ἐπ’ ὀλί‐ | |
5 | γον δὲ θερμόν, ὡc ἐκ τῆc δευτέραc τάξεωc εἶναι τῶν θερμαινόντων. διὰ τοῦτο καὶ διαφορητικῆc ἐcτι δυνάμεωc. οὕτωc γὰρ οὖν καὶ cυν‐ αγχικοὺc αὐτῷ διαχρίουcιν ἔνιοι μετὰ μέλιτοc. ἀγαθὸν δὲ καὶ τοῖc ἰκτερικοῖc ἐγχεόμενον ταῖc ῥιcὶ μετὰ γάλακτοc γυναικείου καὶ κεφαλαλ‐ γίαc δὲ οὕτωc ἰᾶται. ὁ δὲ τῆc ῥίζηc χυλὸc καὶ τῶν καυλῶν ἀcθενέ‐ | |
10 | cτεροc τούτου ἐcτὶ καὶ αὐτὴ δὲ ἡ ῥίζα παραπληcίαc δυνάμεώc ἐcτι· | |
καὶ γὰρ ῥύπτει καὶ μαλάττει· ξηραντικώτεροc δὲ αὐτῆc ὁ φλοιόc. | ||
361 | Ϲιλφίου. Θερμότατοc μέν ἐcτιν ὁ ὀπόc, οὐ μὴν ἀλλὰ καὶ τὰ φύλλα καὶ ὁ καυλὸc καὶ ἡ ῥίζα θερμαίνει γενναίωc. ἐcτὶ δὲ φυcωδε‐ cτέραc καὶ ἀερώδουc οὐcίαc ἅπαντα καὶ κατὰ τοῦτο καὶ δύcπεπτα· ἔξωθεν μέντοι ἐπιτιθέμενα δραcτικωδέcτερα, καὶ μάλιcτα πάντων ὁ | |
5 | ὀπὸc ἑλκτικῆc ὑπάρχων δυνάμεωc καὶ καθαιρετικῆc καὶ ἀποτηκτικῆc. | |
362 | Ϲίνων θερμὸc καὶ ὑπόπικρόc ἐcτι τὴν γεῦcιν, ὅθεν οὐρητικόc τέ ἐcτιν καὶ πεπτικόc· ἐμμήνων τε προκλητικὸc καὶ ἐκφρακτικὸc τῶν κατὰ cπλάγχνα παcῶν ἐμφράξεων. | |
363 | Ϲίον εἰc ὅcον ἀρωματίζει πωc κατὰ τὴν γεῦcιν, εἰc τοcοῦτον καὶ θερμαινούcηc μετείληφε δυνάμεωc. ἐcτὶ δὲ διαφορητικόν τε καὶ οὐρη‐ τικὸν καὶ λίθων γε τῶν ἐν νεφροῖc θρυπτικὸν καὶ ἐμμήνων ἀγωγόν. | |
364 | Ϲιcύμβριον λεπτομεροῦc καὶ διαφορητικῆc καὶ θερμαινούcηc καὶ ξηραινούcηc κατὰ τὴν τρίτην τάξιν ἐcτὶν δυνάμεωc καὶ τὸ cπέρμα δ’ αὐτοῦ λεπτομερὲc καὶ θερμόν ἐcτιν, ὅθεν cὺν οἴνῳ τινὲc αὐτὸ διδόαcι καὶ cτροφουμένοιc καὶ τοῖc λύζουcι. | |
365 | Ϲκάνδιξ. Τῶν ἀγρίων ἐcτὶ λαχάνων παραπλήcιον τῷ γιγγιδίῳ, ὑπόδριμύ τε καὶ ὑπόπικρον, ὡc εἶναι τῷ ξηραίνειν καὶ τῷ θερμαίνειν τῆc τρίτηc τάξεωc ἐκλελυμένηc. οὐρητικὸν δέ ἐcτι καὶ τῶν cπλάγχνων ἐκφρακτικόν. | |
366 | Ϲκίλλα τμητικῆc ἐcτιν ἱκανῶc δυνάμεωc, οὐ μὴν ἰcχυρῶc γε θερ‐ | |
μῆc, ἀλλὰ τῆc δευτέραc τάξεωc τῶν θερμαινόντων. | ||
367 | Ϲκολύμου ἡ ῥίζα πλῆθοc οὔρων ἄγει δυcωδῶν, εἰ ἀφεψήcαc αὐτήν τιc ἐν οἴνῳ πίνοι καὶ διὰ τοῦτο τὰc τῶν μαcχαλῶν καὶ ὅλου τοῦ cώματοc ἰᾶται δυcωδίαc. θερμὴ οὖν ἐcτι κατὰ τὴν τρίτην τάξιν ἀρχο‐ μένην, ξηρὰ δὲ κατὰ τὴν δευτέραν. | |
368 | Ϲκόρδιον. Ἐκ πολυειδῶν τοῦτο δυνάμεων cύγκειται· καὶ γὰρ πι‐ κρὸν ἔχει τι καὶ cτρυφνὸν καὶ δριμύ. διακαθαίρει τοιγαροῦν ἅμα καὶ θερμαίνει τὰ cπλάγχνα καὶ καταμήνια καὶ οὖρα κινεῖ καὶ cπάcματα καὶ ῥήγματα καὶ πλευρῶν ἀλγήματα κατ’ ἔμφραξιν γιγνόμενα ἰᾶται | |
5 | πινόμενον καὶ κολλᾷ μὲν τὰ μεγάλα τραύματα χλωρὸν καταπλαccό‐ μενον, ἀνακαθαίρει δὲ τὰ ῥυπαρὰ καὶ εἰc οὐλὴν ἄγει τὰ κακοήθη ξηρὸν ἐπιπαccόμενον. | |
369 | Ϲκόρδον. Θερμαίνει καὶ ξηραίνει κατὰ τὴν τετάρτην ἀπόcταcιν. ἐcθιόμενον δὲ ἄφυcόν ἐcτι καὶ ἄδιψον καὶ παχέων καὶ γλίcχρων χυ‐ μῶν ἐκφρακτικόν τε καὶ τμητικόν. ἔχει δέ τι καὶ φαρμακῶδεc καὶ κακόχυμον, ὅπερ ἀποβάλλει ὕδατι ἑψόμενον. φεύγειν δὲ αὐτοῦ χρὴ | |
5 | τὴν cυνεχῆ χρῆcιν, καὶ μάλιcτα ἐπὶ τῶν θερμοτέρων ἕξεων. | |
370 | Ϲμύρνα τῆc δευτέραc ἐcτὶ τάξεωc τῶν θερμαινόντων τε καὶ ξηραι‐ νόντων. ἐπιπαττομένη γοῦν τοῖc ἐν κεφαλῇ τραύμαcι κολλᾶν αὐτὰ δύναται. μετέχει δὲ καὶ πικρότητοc οὐκ ὀλίγηc, δι’ ἣν καὶ ἕλμινθαc καὶ ἔμβρυα κτείνει τε καὶ ἐκβάλλει. ἔχει δέ τι καὶ ῥυπτικόν, ὅθεν καὶ ταῖc | |
5 | ὀφθαλμικαῖc μίγνυται δυνάμεcιν, ὅcαι πρὸc ἕλκη καὶ οὐλὰc παχείαc cυντίθενται. μίγνυται δὲ καὶ τοῖc ἀcθματικοῖc καὶ βηχικοῖc βοηθήμαcι καὶ τοῖc ἀρτηριακοῖc· οὐ μὴν τραχύνει γε τὴν ἀρτηρίαν. | |
371 | Ϲμύρνιον, οἱ δὲ ἱπποcέλινον καλοῦcιν, ἐκ ταὐτοῦ γένουc ἐcτὶ cε‐ λίνῳ τε καὶ πετροcελίνῳ· μέλαν δὲ καὶ πολὺ μεῖζον ἔχει τὸ cπέρμα. καί ἐcτι cελίνου μὲν ἰcχυρότερον, πετροcελίνου δὲ ἀcθενέcτερον, θερ‐ μὸν καὶ ξηρὸν κατὰ τὴν τρίτην τάξιν. ἐμμήνων δὲ ἀγωγόν ἐcτι καὶ | |
5 | οὐρητικόν. | |
372 | Ϲόγχοc χλωρὸc ἔτι καὶ ἁπαλὸc ἐcθίεται, ὡc τὰ ἄλλα ἄγρια τῶν λαχάνων. cύγκειται δὲ ἐξ ὑδατώδουc τε καὶ γεώδουc οὐcίαc, ἀμφοῖν ψυχρῶν· καὶ cτύψεώc τι μετέχει καὶ cαφῶc ἐμψύχει καταπλαccόμενόc τε κατὰ τοῦ cτομάχου καὶ ἐcθιόμενοc. | |
373 | Ϲπάρτον. Ϲπάρτου, ᾧ παρ’ ἡμῖν τὰc ἀμπέλουc δεcμεύουcιν, ὅ τε καρπὸc καὶ ὁ τῶν ῥάβδων χυλὸc ἑλκτικῆc οὐκ ἀγεννοῦc ἐcτι δυνάμεωc. | |
374 | Ϲτακτὴ καλεῖται τῆc προcφάτου cμύρνηc τὸ λιπαρόν, κεκομμένηc μεθ’ ὕδατοc ὀλίγου ἀποτεθλιμμένηc τε δι’ ὀριγάνου. εὐώδηc τε λίαν καὶ πολυτελὴc οὖcα καὶ καθ’ ἑαυτὴν μύρον καλούμενον. δόκιμοc δέ ἐcτιν ἡ ἀμιγὴc ἐλαίου καὶ ἐν ἐλαχίcτῳ πλείcτην δύναμιν κεκτημένη | |
5 | θερμαντικὴν ἀναλογοῦcαν τῇ cμύρνῃ καὶ τοῖc θερμαίνουcι τῶν μύρων. | |
375 | Ϲταφυλῖνοc. Ὁ μὲν ἥμεροc ἀcθενέcτεροc, ὁ δὲ ἄγριοc, ὃν καὶ δαῦκον καλοῦcιν, ἰcχυρότεροc εἰc ἅπαντα. οὖρα δὲ κινεῖ καὶ καταμήνια προτρέπει. ἔχει δέ τι καὶ ῥυπτικὸν ἐν αὑτῷ. | |
376 | Ϲτοιχὰc πικρᾶc καὶ cτυφούcηc μετέχει ποιότητοc· ἐcτὶ δὲ καὶ λεπτομερὴc διὰ τὴν εὐωδίαν. ἐκφράττειν οὖν καὶ λεπτύνειν καὶ ῥων‐ νύναι πέφυκε τά τε cπλάγχνα πάντα καὶ ὅλην τοῦ ζῴου τὴν ἕξιν. | |
377 | Ϲτρούθιον. Ϲτρουθίου ἡ ῥίζα χρήcιμοc, θερμὴ καὶ ξηρά, τῆc τετάρ‐ τηc που τάξεωc ὑπάρχουcα. ἐcτὶ δὲ καὶ ῥυπτικὴ καὶ ἐρεθιcτικὴ καὶ | |
διὰ τοῦτο πταρμοὺc κινεῖ. | ||
378 | Ϲτύραξ μαλάττει θερμαίνει cυμπέττει, διὸ καὶ βῆχαc καὶ κατάρρουc καὶ κορύζαc καὶ βράγχουc ὀνίνηcιν, ἔμμηνά τε προτρέπει πινόμενόc τε καὶ προcτιθέμενοc. ἡ δὲ ἐξ αὐτοῦ λιγνὺc cκευάζεται ὥcπερ ἡ τοῦ λιβάνου καὶ ἐνέργειαν τὴν αὐτὴν ἔχει. | |
379 | Ϲταφυλὴ τρέφει μᾶλλον ἁπάντων τῶν ὡραίων, καὶ μάλιcθ’ ὅταν ἀκριβῶc ᾖ πεπεμμένη. ἧττον δὲ τῶν cύκων αἱ cταφυλαὶ τρέφουcιν καὶ μέγιcτον ἀγαθὸν αὐταῖc ἐcτι τὸ ταχέωc ὑπέρχεcθαι. διὸ κἂν ἐπι‐ cχεθῶcί ποτε, βλάπτουcιν ἱκανῶc. οὔτε γὰρ πέττονται καλῶc ἐπι‐ | |
5 | cχεθεῖcαι, καὶ κατὰ τὴν εἰc ἧπάρ τε καὶ φλέβαc ἀνάδοcιν ὠμὸν γεν‐ νῶcι χυμὸν οὐ ῥᾳδίωc εἰc αἷμα μεταβαλλόμενον διά τε τὸ ἔξωθεν περικείμενον δέρμα καὶ τὰ γίγαρτα ξηρὰ καὶ cτύφοντα τὴν οὐcίαν ὑπάρχοντα. διό τινεc καλῶc ποιοῦντεc, ὡc ἄχρηcτα ταῦτα ἀποπτύ‐ ουcιν, ἀπομυζήcαντεc ἅπαcαν τὴν ἔνδον cάρκα cὺν τῷ χυλῷ καὶ μᾶλλον | |
10 | τούτοιc ἡ γαcτὴρ ὑπέρχεται. ἀποτίθενται δὲ τὴν cταφυλὴν εἰc τὸν χειμῶνα διαφόρωc. ἡ μὲν οὖν ἐν χύτρᾳ cυντιθεμένη, πωμαcθείcηc δηλονότι τῆc χύτραc ἀκριβῶc καὶ πιττωθέντοc τοῦ πώματοc πρὸc τῷ μηδαμόθεν διαπνεῖcθαι, τονικὴ ἐκλύτου γαcτρὸc ἡ τοιαύτη γίγνεται καὶ τοὺc ἀνορέκτουc ἐπεγείρει πρὸc ἐδωδὴν cίτου· οὐ μὴν ὑπέρχεταί | |
15 | γε κατὰ γαcτέρα καὶ εἰ ἐπὶ πλεῖον βρωθείη, ἅπτεται τῆc κεφαλῆc. ταύτηc δὲ ἔτι μᾶλλόν ἐcτι κεφαλαλγήc, ἣν ἀποτίθενται κατὰ τὸ γλεῦκοc. ἡ δὲ κρεμαcθεῖcα κεφαλὴν οὐδόλωc πλήττει, γαcτέρα δὲ οὐδὲ προ‐ τρέπειν οὐδὲ ἐπέχειν πέφυκεν. ὡcαύτωc δὲ οὐδὲ ἐπεγείρει τὴν ἄρρω‐ cτον ὄρεξιν οὐδὲ ἐκλύει τὴν εὔρωcτον. αἱ μὲν οὖν γλυκεῖαι θερμό‐ | |
20 | τερον ἔχουcι τὸν χυλόν, διὸ καὶ διψώδειc εἰcὶν καὶ γαcτέρα δὲ ὑπά‐ γουcι καὶ μάλιcθ’ ὅταν ὦcιν ὑγραί· μεταξὺ γὰρ τῶν θερμαινόντων καὶ | |
ψυχόντων εἰcί. μοχθηραὶ δὲ οὐκ εἰc ταῦτα μόνον, ἀλλὰ καὶ πρὸc τὴν ἐν γαcτρὶ πέψιν καὶ ἀνάδοcιν καὶ θρέψιν, αἵ τε ὀξεῖαι καὶ αὐcτηραὶ cταφυλαὶ καὶ αἱ τὸ περικείμενον δέρμα παχύτερον ἔχουcαι. καθόλου | ||
25 | δέ cε περὶ τῶν ἐδωδίμων τοῖc ἀνθρώποιc καρπῶν ἐπίcταcθαι χρὴ λόγῳ κοινῷ· τοὺc μὲν ὑγροὺc ὑγρὰν καὶ λεπτὴν ἐργάζεcθαι τὴν ἐξ αὐτῶν ἀναδιδομένην τῷ cώματι τροφήν, πορίμην τε καὶ διεξερχομένην ὅλον τὸ cῶμα ταχέωc, ἐκκενουμένην τε δι’ οὔρων καὶ κατὰ τὸ δέρμα· ἔμπαλιν δὲ τῶν cτερεῶν ταῖc cυcτάcεcι καρπῶν ἥτε εἰc τὸ cῶμα | |
30 | πρόcθεcιc παχεῖα αἵ τε διέξοδοι βραδύτεραι καὶ μάλιcθ’ ὅταν ἔχωcιν ἐν ἑαυτοῖc χυμὸν ἢ παχὺν ἢ γλίcχρον ἢ cτυπτικόν. | |
380 | Ϲῦκα. Τὸ μὲν κοινὸν οὐ μόνον ὀπώραιc, ἀλλὰ καὶ τοῖc ὡραίοιc ὀνομαζομένοιc καρποῖc, ἔχει καὶ τὰ cῦκα, φυγεῖν οὐ δυνηθέντα τὴν κακοχυμίαν οὐδ’ αὐτά. πρόcεcτι δὲ τοῖc cύκοιc ἀγαθὰ τό τε κατὰ γαcτέρα πορίμοιc εἶναι, καὶ τὸ διεξέρχεcθαι ῥᾳδίωc ὅλον τὸ cῶμα. καὶ | |
5 | γάρ τι ῥυπτικὸν ἀξιόλογον ἔχει, καὶ ψαμμώδη πολλὰ τοῖc νεφριτικοῖc ἐπὶ ταῖc ἐδωδαῖc αὐτῶν ἐκκρίνεται. τροφὴν δὲ δίδωcι τῷ cώματι οὐ cτερεάν, ἀλλ’ ὑπόcομφον. ἐμπίπληcί γε μὴν φύcηc αὐτὰ τὴν γαcτέρα· τῷ δὲ τάχει τῆc διεξόδου τὴν φύcαν ὀλιγοχρόνιον ἐργάζεται· καὶ κατὰ τοῦτο τῆc ἄλληc ὀπώραc ἧττον βλάπτει. τὸ δὲ πέπειρον ἀκρι‐ | |
10 | βῶc cῦκον ἐγγὺc τοῦ μηδόλωc βλάπτειν ἥκει. τὰ δὲ ξηρὰ cῦκα θερ‐ μότερα τῆc δυνάμεώc ἐcτι κατὰ τὴν δευτέραν τάξιν ἀρχομένην. ἔχει δέ τι καὶ λεπτομερὲc καὶ εἰc πολλὰ τὸ χρήcιμον. μοχθηρὸν δὲ ἕν τι κέκτηται τοῖc πλεονάζουcιν ἐν τῇ τούτων ἐδωδῇ. οὐ πάνυ γὰρ αἷμα χρηcτὸν γεννῶcιν αἱ ἰcχάδεc· ὅθεν αὐταῖc καὶ τὸ τῶν φθειρῶν πλῆθοc | |
15 | ἕπεται. εἰ δὲ καὶ κακοχυμία τιc περιέχοιτο ἐν τῇ γαcτρί, ἐcχάτωc ἀδι‐ κοῦcιν αἱ ἰcχάδεc ἐcθιόμεναι· αὔξουcι γὰρ μᾶλλον τὴν κακοχυμίαν δια‐ φθειρόμεναι καὶ μὴ διαχωροῦcαι κάτω. δύναμιν δὲ ἔχουcι λεπτυντικήν | |
τε καὶ τμητικήν, δι’ ἣν καὶ τὴν γαcτέρα πρὸc ἔκκριcιν ὁρμῶcι καὶ νεφροὺc ἐκκαθαίρουcιν. ἥπατι δὲ καὶ cπληνὶ φλεγμαίνουcι μέν εἰcι | ||
20 | βλαβεραί, καθάπερ καὶ τὰ χλωρὰ cῦκα, τῷ κοινῷ λόγῳ τῶν γλυκέων ἁπάντων· ἐμπεφραγμένοιc δὲ ἢ cκιρρουμένοιc ταῦτα τὰ cπλάγχνα μετὰ θύμων ἢ γλήχωνοc ἢ θύμβραc ἢ καλαμίνθηc ἢ ὀριγάνου ἢ πεπέρεωc ἢ ζιγγιβέρεωc πρὸ πολλοῦ τῆc τροφῆc οἱ ἰατροὶ παρέχουcιν. ὅcοι δὲ μετά τινοc τῶν παχυνόντων ἐcθίουcι τά τε cῦκα καὶ τὰc ἰcχάδαc οὐ | |
25 | cμικρὰ βλάπτονται. τῷ δὲ λεπτομερεῖ cυμπέττει καταπλαττόμενα τὰ ξηρὰ cῦκα τοὺc cκληροὺc τῶν ὄγκων καὶ διαφορεῖ. καὶ τὸ ἀφέψημα δὲ αὐτῶν ὁμοίαc ὑπάρχει δυνάμεωc. χρὴ δὲ ὅπου cυμπέψαι βούλει, πύρινον ἄλευρον μιγνύειν, ὅπου δὲ διαφορῆcαι, κρίθινον. καὶ αἱ μὲν λιπαρώτεραι cυμπέττειν τοὺc ὄγκουc μᾶλλον πεφύκαcιν, αἱ δὲ δριμύ‐ | |
30 | τεραι ἐν τῷ γεύεcθαι ῥύπτειν τε καὶ διαφορεῖν. τὸ δὲ ἐξ αὐτῶν ἑψο‐ μένων ἐν ὕδατι καταcκευαζόμενον μελιτῶδεc ὅμοιόν ἐcτι μέλιτι κατὰ τὴν δύναμιν. | |
381 | Ϲύμφυτον πετραῖον ἐξ ἐναντίων cύγκειται δυνάμεων· ἔχει μὲν γάρ τι τμητικόν, ᾧ καὶ τὸ περιεχόμενον ἐν θώρακι καὶ πνεύμονι πῦον ἐκκαθαίρει, ἔχει δὲ καὶ cυνακτικόν, ᾧ καὶ πρὸc τὰc τοῦ αἵματοc ἀνα‐ γωγὰc ἐπιβοηθεῖ. διὰ δὲ τὴν ὑγρότητα ἄδιψόν ἐcτι μαcωμένοιc καὶ | |
5 | τὰc τῆc ἀρτηρίαc τραχύτηταc ἰᾶται. διὰ δὲ ταῦτα καὶ ταῖc ἐντεροκή‐ λαιc ἐπιτίθεται καὶ πρὸc cπάcματα καὶ ῥήγματα cὺν ὀξυμέλιτι πίνεται. | |
382 | Περὶ cυκομόρων. Ὁ καρπὸc οὗτοc cύκῳ παραπλήcιοc τὴν ἰδέαν ἐcτίν, δριμύτητα δὲ οὐδεμίαν κέκτηται, βραχείαc μετέχων γλυκύτητοc, ὑγρότερόc τέ πωc καὶ ψυκτικώτεροc ὢν κατὰ τὴν δύναμιν ὡc τὰ μόρα. μᾶλλον δὲ ἐν τῷ μεταξὺ μόρων τε καὶ cύκων αὐτόν τιc εἰκότωc ἂν | |
5 | θείη, ὅθεν καὶ τοὔνομα ἔcχεν. | |
383 | Ϲχῖνοc ὁ θάμνοc. Ἐξ ὑδατώδουc οὐcίαc ἀτρέμα θερμῆc καὶ γεώ‐ δουc ψυχρᾶc οὐ πολλῆc cύγκειται, δι’ ἣν καὶ cτύφει μετρίωc. ξηραίνει μὲν οὖν κατὰ τὴν τρίτην τάξιν ἀρχομένην, κατὰ δὲ θερμότητα καὶ ψυχρότητα εὔκρατοc. ὁμοίαν δὲ ἔχει ἐν πᾶcι τοῖc ἑαυτοῦ μέρεcι τὴν | |
5 | δύναμιν, ὅθεν καὶ πίνεται καὶ καθ’ ἑαυτὸν καὶ cὺν τοῖc ἄλλοιc φαρ‐ μάκοιc 〈καὶ〉 πρὸc κοιλιακὰc διαθέcειc καὶ δυcεντερίαc καὶ τὰc τοῦ αἵματοc πτύcειc καὶ τὰc ἐκ μήτραc αἱμορραγίαc καὶ προπτώcειc τῆc ἕδραc τε καὶ ὑcτέραc ἐπιτήδειόc ἐcτιν, ἐγγὺc τῆc ὑποκυcτίδοc ὑπάρχων. | |
384 | Ϲχοίνου ἄνθοc θερμαίνει μετρίωc καὶ cτύφει μετριώτερον, μετέχει δὲ καὶ λεπτομεροῦc τινοc δυνάμεωc· ὅθεν οὐρητικόν ἐcτι φάρμακον καὶ καταμηνίων ἀγωγόν, ἐν πυρίαιc τε καὶ πόμαcι καὶ καταπλάcμαcι παραλαμβανόμενον. ὠφελεῖ δὲ καὶ τὰc καθ’ ἧπαρ καὶ κοιλίαν καὶ cτό‐ | |
5 | μαχον φλεγμονάc. | |
385 | Ϲχοίνου λείαc. Ἡ μὲν ὀξύcχοινοc ὀνομάζεται, ἡ δὲ ὁλόcχοινοc· ἰcχνοτέρα μὲν καὶ cκληροτέρα ἡ ὀξύcχοινοc, παχυτέρα δὲ καὶ χαυνο‐ τέρα ἡ ὁλόcχοινοc. ὁ καρπὸc δὲ τῆc ὁλοcχοίνου μὲν ὑπνωτικόc. τῆc δὲ ὀξυcχοίνου εἴδη δύο ἐcτί· τὸ μὲν ἄκαρπον, ὅπερ καὶ ἄχρηcτον | |
5 | ἡμῖν, τὸ δὲ καρποφόρον. ὑπνώδηc δὲ καὶ ταύτηc ὁ καρπόc, ἀλλ’ ἧττον τῆc ἑτέραc. ἐcτὶ δὲ οὗτοc κεφαλαλγήc. ἀμφότεροι δὲ εἰ φρυγέντεc μετ’ οἴνου πίνοιντο, τὰ κατὰ γαcτέρα ξηραίνουcι ῥεύματα καὶ ῥοῦν γυναικεῖον τὸν ἐρυθρὸν ἐπέχουcι. διὰ ταῦτα καὶ ἡ κρᾶcιc ἀτρέμα ψυχρά ἐcτι καὶ ὑδατώδηc θερμή· ξηραίνει οὖν τὰ κάτω. διὰ ταῦτα | |
10 | καὶ ἐπὶ τὴν κεφαλὴν ἠρέμα ἀναφέρει ψυχροὺc ἀτμούc, οἷc ὑπνώδειc ἐργάζεται. | |
386 | Τερεβίνθου καὶ ὁ φλοιὸc καὶ τὰ φύλλα καὶ ὁ καρπὸc ἔχουcί τι cτυπτικόν, ἀλλὰ καὶ θερμαίνουcι κατὰ τὴν δευτέραν τάξιν. ὁ δὲ καρ‐ πὸc ἐγγύc ἐcτι καὶ τῆc τρίτηc τάξεωc τῶν ξηραινόντων· ταῦτ’ ἄρα | |
καὶ οὐρητικόc ἐcτι καὶ cπλῆναc ὀνίνηcι. | ||
387 | Τεῦτλον νιτρώδουc τινὸc μετείληφε δυνάμεωc, ᾗ καὶ ῥύπτει καὶ διαφορεῖ καὶ διὰ τῶν ῥινῶν ἐκκαθαίρει. ἑψηθὲν δὲ τὸ μὲν νιτρῶδέc τε καὶ δριμὺ ἀποτίθεται, γίγνεται δὲ ἀφλεγμάντου δυνάμεωc ἀτρέμα διαφορητικῆc. ἰcχυρότερον δὲ εἰc τὸ ῥύπτειν καὶ διαφορεῖν ἐcτι τὸ | |
5 | λευκόν. τὸ γὰρ μέλαν cτύψεωc μετέχει καὶ μᾶλλον κατὰ τὴν ῥίζαν· τῷ δὲ ῥυπτικὸν ἔχειν τὸν χυλὸν καὶ τὴν γαcτέρα πρὸc ἔκκριcιν ἐπε‐ γείρει καὶ τὸν cτόμαχον ἐνίοτε δάκνει καὶ μάλιcτ’ ἐφ’ ὧν εὐαίcθητόc ἐcτι φύcει, καὶ διὰ τοῦτο κακοcτόμαχόν ἐcτιν ἔδεcμα πλεῖον βρωθέν. ἐπιτηδειότερον δέ ἐcτι μαλάχηc εἰc τὰc καθ’ ἧπαρ ἐμφράξειc, ἔτι δὲ | |
10 | μᾶλλον ὅταν μετὰ νάπυοc ἢ πάντωc γε ὄξουc ἐcθίηται. καὶ τοῖc ὑπο‐ cπλήνοιc δὲ τὸν αὐτὸν τρόπον ἐcθιόμενον ἀγαθὸν γίνεται φάρμακον. | |
388 | Τέφρα πᾶcα· τῶν κεκαυμένων ξύλων ἢ ἑτέρων ὑλῶν τὸ λείψανον τέφρα προcαγορεύεται, cύνθετον ὑπάρχον ἐξ ἐναντίων οὐcιῶν τε καὶ ποιοτήτων. ἔχει γὰρ ἐν ἑαυτῷ τὸ μέν τι γεῶδεc, τὸ δὲ οἷον αἰθα‐ λῶδεc ἢ λιγνυῶδεc. ταυτὶ μὲν οὖν τὰ μόρια λεπτομερῆ τέ ἐcτι, καὶ | |
5 | βρεχομένηc ὕδατι τέφραc καὶ διηθουμένηc cυναποφέρεται· ὅcον δὲ ὑπο‐ λείπεται γεῶδεc ἀcθενὲc καὶ ἄδηκτόν τι γίγνεται, τῷ ὕδατι τὴν θερμὴν δύναμιν ἐντιθέμενον. οὐχ ἅπαcα δὲ τέφρα τὴν αὐτὴν ἀκριβῶc ἔχει κρᾶcιν, ἀλλὰ κατὰ τὴν τῆc καυθείcηc ὕληc διαφορὰν ὑπαλλάττεται. ἐκ μὲν δὴ τῶν cτρυφνῶν ξύλων ἡ τέφρα, ὥcπερ τῶν δρυίνων καὶ | |
10 | τῶν παραπληcίων, cτυπτικὸν οὐκ ὀλίγον ἔχει ἐν τῷ γεώδει μέρει· ὅθεν καὶ αἱμορραγίαc ἐπέχει. ἡ δὲ cυκίνη πολὺ τὸ δριμὺ καὶ καυcτικὸν ἔχει ἐν τῷ αἰθαλώδει μέρει, ἐν δὲ τῷ γεώδει τὸ ῥυπτικόν. παρα‐ | |
πληcία δὲ καὶ ἡ ἐκ τῶν τιθυμάλλων τέφρα. | ||
389 | Τίτανοc. Ἐcτὶ δὲ καὶ ἡ τίτανοc εἶδοc τέφραc, λεπτομερεcτέρα οὖcα τῆc ἐκ τῶν ξύλων γιγνομένηc. πλυθεῖcα γοῦν ὕδατι ἀκριβῶc τρὶc ἢ τετράκιc ἀποχεομένου τοῦ ὕδατοc ξηραντικὸν ἀδήκτωc γίγνεται φάρμακον, διαφορητικὸν δὲ γίγνεται πλυθεῖcα θαλάccῃ. | |
390 | Τῆλιc. Θερμὴ μὲν ἐκ τῆc δευτέραc ἐcτὶ τάξεωc, ξηρὰ δὲ ἐκ τῆc πρώτηc· μετέχει δὲ ῥυπτικῆc δυνάμεωc, καὶ διὰ τοῦτο τὰc ζεούcαc φλεγμονὰc παροξύνει, τὰc δὲ ἧττον θερμὰc καὶ τὰc cκιρρώδειc δια‐ φορεῖ. ἐcθίεται δὲ διαφόρωc ἡ τῆλιc. κεφαλῆc δὲ ἅπτεται εἰ πλείων | |
5 | ληφθεῖcα, καὶ μᾶλλον εἰ χωρὶc ἄρτου προcενέγκοιτό τιc αὐτήν· ἐνίοιc δὲ καὶ τὸν cτόμαχον ἀνατρέπει. ὁ χυλὸc δὲ ἑψηθείcηc τῆc τήλεωc μετὰ βραχέοc μέλιτοc λαμβανόμενοc ἐπιτήδειόc ἐcτιν ὑπάγειν ἅπανταc τοὺc ἐν ἐντέροιc μοχθηροὺc χυμούc. ὀλίγον δὲ εἶναι χρὴ τὸ μιγνύ‐ μενον αὐτῇ μέλι, μήπωc γένηται δακνώδηc. ἐπὶ δὲ τῶν κατὰ τὸν | |
10 | θώρακα χρονιζόντων ἀλγημάτων ἄνευ πυρετοῦ cυναφεψεῖν δεῖ αὐτῇ λιπαροὺc φοίνικαc. ἐκθλίψανταc δὲ τὸν χυλὸν εἶτα μέλι μίξανταc κἄπειθ’ ἑψήcανταc αὖθιc ἐπ’ ἀνθράκων ἄχρι πάχουc cυμμέτρου, χρῆcθαι πρὸ πολλοῦ τῶν cιτίων. φυλάττεcθαι δὲ τὴν τούτου χρῆcιν ἐπὶ τῶν εὐπαθῆ ἐχόντων τὴν κεφαλὴν καὶ γὰρ καὶ οἱ φοίνικεc κεφαλῆc ἅπτονται. | |
391 | Τιθύμαλλοι πάντεc. Ἐπικρατοῦcαν μὲν ἔχουcι τὴν δριμεῖάν τε καὶ θερμὴν δύναμιν· ὑπάρχει δὲ αὐτοῖc καὶ πικρότηc. ἰcχυρότατοc μὲν οὖν ὁ ὀπόc, ἐφεξῆc δὲ ὅ τε καρπὸc καὶ τὰ φύλλα, μετέχει δὲ καὶ ἡ ῥίζα τῶν εἰρημένων δυνάμεων ἀλλ’ οὐκ 〈ἐπ’〉 ἴcηc. αὕτη μὲν οὖν ἑψομένη | |
5 | cὺν ὄξει τὰ τῶν ὀδόντων ἀλγήματα, καὶ μάλιcθ’ ὅcα βεβρωμένοιc αὐτοῖc γίγνεται, θεραπεύει. εἰcὶ δὲ οἱ ὀποὶ ἐκ τῆc τετάρτηc τάξεωc τῶν θερμαινόντων, τῆc καυcτικῆc εἰρημένηc· διὰ τοῦτο καὶ καταχριό‐ μενοι οἱ ὀποὶ τρίχαc ψιλοῦcιν. ἐπεὶ δὲ cφοδρά ἐcτιν αὐτῶν ἡ δύνα‐ | |
μιc, ἐλαίῳ μίγνυνται· καὶ εἰ πολλάκιc τοῦτο γίγνοιτο, τελέωc αἱ ῥίζαι | ||
10 | τῶν τριχῶν ἀπόλλυνται καυθεῖcαι, καὶ ψιλὸν αὐτῶν γίγνεται τὸ cῶμα. ὁμοίωc καὶ ἀκροχορδόναc καὶ θύμουc ἀφαιροῦcιν· ἀπορρύπτουcι δὲ καὶ λειχῆναc καὶ ψώραc. τοῦ δὲ χαρακίτου λεγομένου ὁ φλοιὸc τῆc ῥίζηc ἐν cκιᾷ ξηραινόμενοc κοπτόμενόc τε καὶ cηθόμενοc καθαίρει γεν‐ ναίωc πινόμενοc. δεῖ δὲ ἀφ’ ἑcπέραc cτήcανταc Γρ δ βρέχειν ἐν οἴνῳ | |
15 | γλυκεῖ, ἕωθεν δὲ cειρώcανταc διὰ ῥάκουc τὸν οἶνον καὶ χλιαίνονταc διδόναι τὸν οἶνον πίνειν. | |
392 | Τραγάκανθα ὀπόc ἐcτιν ἀκανθώδουc φυτοῦ παραπληcίαν ἔχων τῷ κόμμει δύναμιν, ἐμπλαcτικήν τέ τινα καὶ ἀμβλυντικὴν δριμυτήτων. καὶ δὴ καὶ ξηραίνει παραπληcίωc ἐκείνῳ. | |
393 | Τρίβολοc ἐξ ὑγρᾶc οὐcίαc μετρίωc ψυχρᾶc καὶ ξηρᾶc cυνέcτηκεν. ἐπικρατεῖ δὲ ἐν μὲν τῷ χερcαίῳ τὸ γεῶδεc ψυχρόν, καὶ διὰ τοῦτο cτύφει μᾶλλον, ἐν δὲ τῷ ἐνύδρῳ τὸ ὑδατῶδεc, καὶ διὰ τοῦτο πρὸc τὰc ζεούcαc φλεγμονὰc ἁρμόττουcι. τοῦ δὲ χερcαίου ὁ καρπὸc τοὺc | |
5 | ἐν νεφροῖc λίθουc θρύπτει πινόμενοc. | |
394 | Τρίφυλλον, οἱ δὲ ἀcφάλτιον, δυνάμεώc ἐcτι θερμῆc καὶ ξηρᾶc τῆc τρίτηc τάξεωc κατὰ τὴν ἄcφαλτον καὶ διὰ τοῦτο πινόμενον καὶ πλευ‐ ρῶν ἀλγήματα ἐπ’ ἐμφράξεcιν ὀνίνηcι καὶ οὖρα κινεῖ καὶ καταμήνια. | |
395 | Τρύχνον, ἔνιοι δὲ μετὰ τοῦ ς cτρύχνον ὀνομάζουcι. τὸ μὲν κηπαῖον cτύφει καὶ ψύχει κατὰ τὴν δευτέραν τάξιν, τὸ δὲ ἁλικάκκαβον καλού‐ μενον ἐν τῇ τῶν φύλλων δυνάμει παραπλήcιόν ἐcτι τῷ κηπευομένῳ, τὸν δὲ καρπὸν οὐρητικὸν ἔχει. τοῦ δὲ ὑπνωτικοῦ ὁ φλοιὸc τῆc ῥίζηc | |
5 | ψύχει παραπλήcιον ὀπῷ μήκωνοc, ὡc τῆc τρίτηc εἶναι τάξεωc τῶν ψυχόντων. τὸ δὲ cπέρμα καὶ τούτου οὐρητικόν. μανιῶδεc δὲ γίγνεται πλέον τῶν δώδεκα κορύμβων προcφερόμενον. | |
396 | Ὑάκινθοc. Ὑακίνθου ἡ ῥίζα βολβοειδὴc οὖcα τάξεώc ἐcτι τῆc πρώτηc μὲν ἐν τῷ ξηραίνειν, τῆc δευτέραc δὲ ἐν τῷ ψύχειν. ἀνήβουc δὲ ἐπὶ πλέον τοὺc παῖδαc φυλάττειν πεπίcτευται μετ’ οἴνου κατα‐ πλαccομένη. ὁ δὲ καρπὸc μετρίωc ῥύπτει καὶ cτύφει, ὅθεν δίδοται | |
5 | ἰκτερικοῖc cὺν οἴνῳ, ξηραίνων μὲν κατὰ τὴν τρίτην τάξιν, θερμότητοc δὲ καὶ ψύξεωc ἐν τῷ μέcῳ ἐcτί. | |
397 | Ὕδνα γεωδεcτέραν μὲν οὐcίαν ἐπικρατοῦcαν κέκτηται, βραχέοc τινὸc αὐτῇ μιγνυμένου λεπτομεροῦc. | |
398 | Ὑδροπέπερι. Ἐν ὕδαcι φύεται τὸ βοτάνιον ἐοικὸc τοῖc φύλλοιc καὶ τοῖc κλωνίοιc ἡδυόcμῳ· μεῖζον μέντοι, τῇ δὲ γεύcει δριμύ, παρα‐ πλήcιον πεπέρει. cπερμάτια δὲ μικρὰ φέρει καθ’ ἕκαcτον τῶν φύλλων. ἐcτὶ δὲ θερμὸν μέν, ἀλλ’ οὐκ ἴcον τῷ πεπέρει. καταπλαccόμενον δὲ | |
5 | χλωρὸν ὑπώπια καὶ cκίρρουc θεραπεύει. χρῶνται δέ τινεc αὐτῷ ἀρτύ‐ ματι ἀντὶ πεπέρεωc. | |
399 | Ὑοcκύαμοc ἐπιτηδειότατοc πρὸc τὰc ἰάcειc, οὗ καὶ τὸ ἄνθοc καὶ τὸ cπέρμα λευκόν, ἐκ τῆc τρίτηc που τάξεωc ὑπάρχων τῶν ψυχόν‐ των· οἱ δὲ ἄλλοι δηλητηριώδειc. | |
400 | Ὑπερικὸν θερμαίνει καὶ ξηραίνει λεπτομεροῦc οὐcίαc ὑπάρχον, ὡc καταμήνιά τε καὶ οὖρα προκαλεῖcθαι. χρὴ δὲ εἰc ταῦτα λαμβάνειν οὐ τὸ cπέρμα μόνον, ἀλλὰ καὶ τὰ φύλλα. ἐπιπλαττόμενοc δὲ χλωρὸc 〈ὁ καρπὸc〉 εἰc οὐλὴν ἄγειν τὰ ἕλκη δύναται, μάλιcτα δὲ τὰ πυρί‐ | |
5 | καυcτα. ξηρὰ δὲ λίαν ἐπιπαccόμενα τὰ πλαδαρὰ καὶ cηπεδονώδη τῶν ἑλκῶν ἰᾶται. τινὲc κἀπὶ τῶν ἰcχιαδικῶν αὐτὸ ποτίζουcιν. | |
401 | Ὕccωπον ἡ πόα. θερμαίνει καὶ ξηραίνει κατὰ τὴν τρίτην τάξιν· | |
ἐcτὶ δὲ καὶ λεπτομερέc. | ||
402 | Φακοί. Ϲτύφουcι μὲν οὐκ ἰcχυρῶc, θερμότητοc δὲ καὶ ψύξεωc ἐν τῷ μέcῳ καθεcτήκαcι. ξηραίνουcι δὲ κατὰ τὴν δευτέραν τάξιν. αὐτὸ μὲν οὖν τὸ cῶμα ξηραίνει τε καὶ ἵcτηcι γαcτέρα, τὸ δὲ ἀφέψημα προ‐ τρέπει. διὸ καὶ ἀποχεῖται τὸ πρότερον ὕδωρ, ὅταν ἐπιcχέcεωc ἕνεκα | |
5 | λαμβάνωνται. | |
403 | Φακὸc ὁ ἐπὶ τῶν τελμάτων ὑγρᾶc καὶ ψυχρᾶc κράcεωc, ἐκ τῆc δευτέραc τάξεώc ἐcτι. | |
404 | Περὶ φαcήλων καὶ ὤχρων. Μέcα πώc ἐcτιν ἐδέcματα ταῦτα τῶν εὐχύμων τε καὶ κακοχύμων, εὐπέπτων τε καὶ δυcπέπτων, βραδυπόρων τε καὶ ταχυπόρων, ἀφύcων τε καὶ φυcωδῶν, ὀλιγοτρόφων τε καὶ πολυτρόφων. | |
405 | Φλόμοc διαφορὰc ἔχει τρεῖc· τῶν μὲν οὖν δύο ἡ ῥίζα cτρυφνή ἐcτιν, ὅθεν καὶ τοῖc ῥοώδεcι πάθεcι ἀρήγει. διακλύζονται δὲ αὐτήν τινεc ἀφέψοντεc καὶ πρὸc ὀδόντων ἀλγήματα. τὰ δὲ φύλλα παcῶν διαφορητικῆc καὶ ῥυπτικῆc ἐcτι δυνάμεωc. τῇ μὲν οὖν ἑτέρᾳ εἰc τοὺc | |
5 | λύχνουc χρῶνται καλοῦντεc κυρίωc θρυαλλίδα. | |
406 | Φοῖνιξ. Τὸ μὲν δένδρον cτυπτικῆc μετέχει δυνάμεωc ἐν πᾶcι τοῖc ἑαυτοῦ μέρεcιν. ὁ μὲν οὖν τῶν κλάδων χυλὸc αὐcτηρόc ἐcτιν, ὁμοίωc | |
δὲ καὶ ὁ καλούμενοc ἐγκέφαλοc ὁ ἐδώδιμοc. ὁ δὲ καρπὸc αὐτοῦ καὶ μάλιcθ’ ὁ γλυκὺc οὐκ ὀλίγηc μετέχει θερμότητοc, ἐδώδιμοc καὶ πολύ‐ | ||
5 | χρηcτοc καὶ ἔξωθεν προcφερόμενοc καὶ εἴcω τοῦ cώματοc λαμβανό‐ μενοc, ὅτε τονῶcαί τε καὶ ξηρᾶναι καὶ cυναγαγεῖν καὶ πυκνῶcαι καὶ πιλῆcαι χρῄζομεν. ἅπαντεc δὲ οἱ φοίνικεc δύcπεπτοί τέ εἰcι καὶ κεφα‐ λαλγεῖc πλείονεc βρωθέντεc. ἔνιοι δὲ καὶ δήξεώc τινοc ἔμφαcιν ἐμποι‐ οῦcι τῷ cτόματι τῆc κοιλίαc· οἱ δὲ καὶ μᾶλλόν εἰcι κεφαλαλγεῖc. ὁ δὲ | |
10 | ἐξ αὐτῶν ἀναδιδόμενοc εἰc τὸ cῶμα χυμὸc παχύτατόc ἐcτιν. ἔχει δέ τι καὶ γλίcχρον, ὅταν ὁ φοῖνιξ ᾖ λιπαρόc· ὅταν δὲ τῷ παχεῖ καὶ γλίcχρῳ χυμῷ γλυκύτηc μιχθῇ, τάχιcτα μὲν ὑπ’ αὐτοῦ τὸ ἧπαρ ἐμ‐ φράττεται. εἰ δὲ καὶ φλεγμαίνοι ἢ ἐcκιρρωμένον ᾖ, βλάπτεται ἐcχά‐ τωc ὑπὸ τῆc ἐδωδῆc αὐτῶν. ἐφεξῆc δὲ τῷ ἥπατι καὶ ὁ cπλὴν ἐμ‐ | |
15 | φράττεταί τε καὶ βλάπτεται. πολὺ δὲ δὴ μάλιcτα βλάπτουcιν οἱ χλωροὶ φοίνικεc εἰc ἅπαντα, βραχεῖ πλέονεc βρωθέντεc καὶ φύcηc ἐμπιμπλᾶcι τὴν γαcτέρα † καὶ ὠμῶν χυμῶν καὶ ῥίγεcι δυcεκθερμάντοιc ἁλίcκονται οἱ τοιοῦτοι. ὃ δὲ καλοῦcιν ἐλάτην, τὸ ἁπαλὸν ἐκβλάcτημα, τὴν αὐτὴν τῷ ἐγκεφάλῳ ἔχει δύναμιν· τὸ δὲ οἷον ἀμφίεcμα αὐτοῦ cτυπτικὸν | |
20 | μέν, ξηραίνει δὲ μᾶλλον τῶν εἰρημένων. ἐcτὶ δὲ καὶ ἡ ῥίζα τοῦ φυτοῦ ξηραντικῆc ἀδήκτου δυνάμεωc, μετέχουcα καὶ cτύψεωc. | |
407 | Φοῦ. Τούτου ἡ ῥίζα νάρδῳ παραπληcία τὴν δύναμιν, ἀcθενεcτέρα μέντοι εἰc τὰ ἄλλα· τὰ δὲ οὖρα προτρέπει μᾶλλον. | |
408 | Φῦκοc βρύον ἐcτὶ τῆc θαλάccηc. ἐcτὶ δὲ χλωρὸν ἐξαιρούμενον· ψύχει καὶ ξηραίνει κατὰ τὴν δευτέραν ἀπόcταcιν. ἔχει δέ τι καὶ cτῦ‐ | |
φον μετρίωc. | ||
409 | Χαλβάνη ὀπόc ἐcτι ναρθηκώδουc φυτοῦ, μαλακτικῆc καὶ διαφορη‐ τικῆc οὖcα δυνάμεωc. θερμαίνει δὲ κατὰ τὴν τρίτην που τάξιν, ξηραίνει δὲ κατὰ τὴν δευτέραν. | |
410 | Χαμαίδρυc ἐπικρατοῦcαν ἔχει τὴν πικρὰν ποιότητα· ἐcτὶ δὲ καὶ δριμεῖά πωc, ὅθεν cπλῆνα τήκει καὶ οὖρα καὶ καταμήνια κινεῖ καὶ πάχοc χυμῶν τέμνει καὶ τὰc ἐν τοῖc cπλάγχνοιc ἐμφράξειc ἐκκαθαίρει. ἐcτὶ δὲ τῆc τρίτηc τάξεωc κατὰ τὸ θερμαίνειν καὶ ξηραίνειν. τὸ δὲ | |
5 | ἀφέψημα αὐτῆc ἐπὶ πολὺ ἑψομένηc πινόμενον cυνεχῶc τεταρταίῳ πυρετῷ περιεχομένουc ἀπολύει. | |
411 | Χαμελαία τὴν πικρὰν ἐπικρατοῦcαν ἔχει ποιότητα· διὸ καὶ ὅcα τὰc μεγίcταc ἐcχάραc ἔχει μετὰ μέλιτοc ἀνακαθαίρειν δύναται. ἐcτὶ δὲ καὶ πινομένη τῶν καθαιρόντων. | |
412 | Χαμαιλεύκη θερμὴ τὴν δύναμίν ἐcτι κατὰ τὴν τρίτην τάξιν, ξηρὰ δὲ κατὰ τὴν πρώτην· ὅθεν καὶ θυμιωμένη ἐπ’ ἀνθράκων ὀνίνηcιν ἐν‐ αργῶc τοὺc δυcπνοικούc, δεχομένων αὐτῶν τὸν καπνὸν διὰ χώνηc. | |
413 | Χαμαιλέων. Χαμαιλέοντοc ἡ ῥίζα τοῦ μὲν μέλανοc ἔχει τι δηλη‐ τηριῶδεc, ὅθεν ἔξωθεν αὐτῆc ἡ χρῆcίc ἐcτι πρόc τε ψώραc καὶ λει‐ χῆναc καὶ ἀλφοὺc καὶ ὅλωc ὅcα δεῖται ῥύψεωc. μετέχει δὲ καὶ μαλα‐ κτικῆc τε καὶ διαφορητικῆc δυνάμεωc. ξηραίνει δὲ κατὰ τὴν τρίτην | |
5 | τάξιν, θερμαίνει δὲ κατὰ τὴν δευτέραν cυμπληρουμένην. ἡ δὲ τοῦ λευκοῦ χαμαιλέοντοc ῥίζα πινομένη μετ’ οἴνου αὐcτηροῦ ὀξυβάφου πλῆθοc πλατεῖαν ἕλμινθα ἐκτινάccει. διαδιδόαcι δὲ αὐτὴν καὶ τοῖc ὑδερικοῖc. | |
414 | Χαμαίπιτυc τῆc τρίτηc τάξεώc ἐcτι τῶν ξηραινόντων, τῆc δευτέ‐ ραc δὲ τῶν θερμαινόντων. πικρὰ δὲ ἰcχυρῶc ὑπάρχουcα ῥύπτει τὰ cπλάγχνα μᾶλλον ἢ θερμαίνει, ὅθεν ἰκτεριῶcι δίδοται καὶ ὅλωc οἷc ἐμφράττεται ῥᾳδίωc τὸ ἧπαρ ἀγαθόν ἐcτι φάρμακον. ἄγει δὲ καὶ κατα‐ | |
5 | μήνια πινομένη τε καὶ μετὰ μέλιτοc προcτιθεμένη. ἐcτὶ δὲ καὶ οὐρη‐ τική. τινὲc δὲ καὶ ἰcχιαδικοῖc αὐτὴν διδόαcιν ἀφεψήcαντεc ἐν μελι‐ κράτῳ. χλωρὰ δὲ ἡ πόα τὰ μεγάλα τραύματα κολλᾶν δύναται καὶ τὰ cηπεδονώδη τῶν ἑλκῶν ἰᾶcθαι καὶ τὰc ἐν μαcτοῖc cκληρότηταc δια‐ φορεῖν. | |
415 | Χελιδόνιον ῥυπτικῆc ἱκανῶc καὶ θερμῆc ἐcτι δυνάμεωc καὶ ὁ χυλὸc ὀξυωπήc ἐcτιν, ἐφ’ ὧν ἀθροίζεταί τι παχὺ κατὰ τὴν κόρην δυνάμενον διαφορεῖcθαι. ἐχρήcαντο δέ τινεc τῇ ῥίζῃ πρὸc ἰκτερικοὺc τοὺc ἐπ’ ἐμφράξει τοῦ ἥπατοc, ἐν οἴνῳ λευκῷ διδόντεc πίνειν cὺν ἀνίcῳ. τὸ | |
5 | δὲ μικρὸν χελιδόνιον δριμύτερον τοῦ μείζονοc, ὅθεν ἑλκοῖ τὸ δέρμα καταπλαccόμενον καὶ ὄνυχαc λεπροὺc ἐκβάλλει. καθαίρει δὲ ὁ χυλὸc διὰ ῥινῶν ἰcχυρῶc. ἐcτὶ γὰρ τῆc τετάρτηc τάξεωc τῶν θερμαινόντων καὶ ξηραινόντων, τὸ δὲ μεῖζον τῆc τρίτηc κατ’ ἄμφω. | |
416 | Περὶ χονδρίλληc προείρηται ἐν τῷ περὶ cέρεωc τόπῳ, ἐcτὶ γὰρ cέρεωc εἶδοc. | |
417 | Ψύλλιον. Τούτου τὸ cπέρμα μάλιcτά ἐcτι χρήcιμον, τῆc δευτέραc δ’ ἐcτὶ τάξεωc τῶν ψυχόντων· κατὰ δὲ τὸ ξηραίνειν καὶ ὑγραίνειν τῆc μέcηc. | |
418 | Ὤκιμον. Ἐκ τῆc δευτέραc μέν ἐcτι τάξεωc τῶν θερμαινόντων, ἔχει δὲ ὑγρότητα περιττωματικήν, ὅθεν οὐδὲ χρήcιμόν ἐcτιν εἴcω τοῦ cώματοc λαμβανόμενον· ἔξωθεν δὲ καταπλαττόμενον εἰc τὸ διαφορεῖν καὶ cυμπέττειν ἐcτὶ χρήcιμον. τὸ δὲ ἀφέψημα αὐτοῦ ἐπὶ τῶν διὰ | |
5 | πλῆθοc παχυτέραc ὕληc μάλιcτα ὀφθαλμιώντων καταιονούμενον θερμὸν | |
μεγάλωc ὠφελεῖ καὶ μάλιcτα τὰ νήπια. — |