TLG 0716 002 :: EROTIANUS :: Fragmenta Fragmenta Citation: Fragment — (line) | ||
1 | ἀλλο‐ φάσσοντες· ἀπορούμενοι καὶ τεθορυβημένοι, ὥς φησι Βακ‐ χεῖος. Ξενόκριτος δὲ ὁ Κῷός φησι παρὰ τοῖς Ἴωσι λέ‐ γεσθαι τὸ ἀλλοφάσσειν ἐπὶ τοῦ τῆς διανοίας παραφόρου, πι‐ | |
5 | θανῶς ἱστορῶν παρὰ τὸ ἄλλο φάσκειν καὶ ἄλλο φρονεῖν. | |
---|---|---|
5 | ||
2 | δασεῖαι γλῶσσαι· αἱ ὑπὸ ξηρότητος τοσοῦτον κεκακωμέναι, ὡς μὴ διαρθροῦν τὰ λεγόμενα. δασὺς γοῦν ἦχος καὶ φωνὴ δασεῖα λέγεται ἡ πε‐ παχυμένῳ τῷ κατὰ τὴν προφορὰν γινομένη πνεύματι. | |
4 | ||
3 | ὄμμα ἐπίχνουν οὐκ ἔστι ὀξυκίνητον, ὡς ἔνιοί φασιν, ἀλλὰ τὸ ἐναντίον δυσκίνητον καὶ κατάξηρον, εἰρημένον παρὰ τὸν χνοῦν | |
καὶ δηλοῦν τὴν περὶ τὴν μήνιγγα φλεγμονὴν καὶ ξηρασίαν. | 99 | |
4 | ἀφρῶδες ἐπάν‐ θισμα· ἀντὶ τοῦ τὸ ποικίλον. καὶ ἀνθηρὰ χρώματα τὰ ποι‐ κίλα καλεῖ. ἔνιοι δὲ τὰ πορφυρίζοντα καὶ οἷον δίαιμα ἤκου‐ σαν. | |
4 | ||
5 | ἀσαφεῖς ἀκούσωμεν εἰρῆσθαι τοὺς διαλεγομένους ἀσαφῶς ἢ διὰ τὴν τῶν διαλεκτικῶν ὀργά‐ νων βλάβην, ἣν ἐκ τῆς τῶν νεύρων κακώσεως ἔσχον, ἢ διὰ τὴν τῆς διανοίας αὐτῆς. | |
4 | ||
6 | Βακχεῖος ἐν βʹ φησὶ συνεγγίζοντα καὶ συνάπτοντα, οὐ νοήσας. ἔστι γὰρ οὐ ψιλῶς συνάπτοντα, ἀλλὰ μετὰ σκολιότητός τινος. γρῖφον γὰρ οἱ παλαιοὶ τὸ αἰνιγματῶδες καὶ σκολιὸν λέγουσι. καὶ γρῖφον | |
5 | τὸ ἁλιευτικὸν δίκτυον ἀπὸ τῆς κατὰ τὴν πλοκὴν σκολιώσεως. εἰκὸς οὖν καὶ τὸν Ἱπποκράτην τὸ συμπαθὲς τῶν νεύρων καὶ οἷον συνελκόμενον σπασμωδῶς εἰπεῖν. ‘τὰ κατ’ ὀσφὺν καὶ τὰ ὑποχόνδρια ἀλγήματα‘, ἔφησε, ‘γριφώμενα, ἀποσιτικὰ ἅμα πυρετῷ, τούτοισιν ἄλγημα κεφαλῆς ξύντονον ἐλθὸν κτεί‐ | |
10 | νει ὀξέως τρόπῳ τινὶ σπασμωδῶσ‘. | |
10 | ||
7 | φλεδονώδεα ἐκάλεσε τὰ | |
μετὰ φλυαρίας καὶ πνευματώδους ταραχῆς ἐκκρινόμενα. ἄλ‐ λοι δέ φασι μὴ δεῖν γράφειν φλεδονώδεα, ἀλλὰ φλεβονώδεα, ὡς εἶναι τὰ μετ’ ἀλγήματος οἰδήματα. οἱ δὲ τὰ μετὰ | 100 | |
5 | σφυγμοῦ οἱονεὶ φλεβονώδη, τοῦ Ἱπποκράτους μηδόλως ὀνο‐ μάσαντος ἄλγημα. ἔστιν οὖν τὰ ἐν κινήσει καί τινι ταραχῇ ὄντα. φλέβας γὰρ οἱ ἀρχαῖοι καὶ τὰς ἀρτηρίας ἐκάλουν. | |
7 | ||
8 | ἄμπωτις· κυρίως μὲν οὕτω λέγεται ἡ τῆς θαλάσσης ὑπαναχώρησις οἷον ἀνάπωσίς τις οὖσα, καταχρηστικῶς δὲ καὶ ἐπὶ τῶν ἡμετέρων σωμάτων τὴν ἐκ τῆς ἐπιφανείας εἰς τὸ βάθος τῶν χυμῶν ὑποχώρησιν ἄμ‐ | |
5 | πωτιν ὠνόμασεν. | |
5 | ||
9 | Ἐπικλῆς μέν φησιν ἐκ‐ πεπυωμένα καὶ ἐκχυμωθῆναι τὸ ἐκπυωθῆναι, 〈οὐ〉 νοήσας, ὡς οἶμαι. ἐκχύμωσις γὰρ κυρίως λέγεται, ὅταν ὁ κατὰ μέρος χυμὸς ἐκτὸς τοῦ ἰδίου γένηται ἐλύτρου. συμβαίνει γὰρ τοῦτο | |
5 | οὐκ ἐπὶ τῶν ἀφισταμένων σωμάτων, ἀλλὰ καὶ τῶν περιτεθλασ‐ μένων, ὅταν ἀγγείου ῥήξεως γενομένης ἡ τοῦ αἵματος σύνοδος εἰς τὰ τῆς σαρκὸς ἀραιώματα πελιώσῃ. | |
7 | ||
10 | ὀργασμός· μαλαγμός. μέμνη‐ ται τῆς λέξεως καὶ Σοφοκλῆς ἐν Πανδώρᾳ λέγων· | |
καὶ πρῶτον ἄρχου πηλὸν ὀργάζειν χεροῖν. καὶ Ἀττικοὶ δὲ ἰδίως λέγουσι ὀργάσαι τὸ τὰ ὑγρὰ τοῖς ξηροῖς | 101 | |
5 | μεῖξαι καὶ ἀναφυρᾶσαι καὶ οἷον πηλὸν ποιεῖν. | |
5 | ||
11 | ὀργᾶν· ὀρέγεσθαι, ἐπιθυμεῖν πρὸς συνουσίαν. ὀργὰς γὰρ τοὺς τρόπους ἐκάλουν οἱ ἀρχαῖοι, ὡς καὶ Ἀλκμάν φησιν· ‘ἐν μὲν ἀνθρώπῳ ὀργαὶ κεκριμέναι μυρίαι‘. | |
4 | ||
12 | γυιῶσαι· βλάψαι, κακῶσαι. καὶ Ὅμηρος· γυιώσω μέν σφωϊν ὑφ’ ἅρμασιν ὠκέας ἵππους. | |
3 | ||
13 | τέρμινθός ἐστιν ἀπόστημα περὶ τὴν ἐπιφάνειαν γινόμενον μετὰ φλυκταινώσεως, ἧς ῥαγεί‐ σης ἰχώρ τις ἀπορρεῖ καὶ ἡ ὑποκειμένη σὰρξ κατατετρημένη φαίνεται. | |
4 | ||
14 | βληστρισμός· ῥιπτασμός. οὕτω Βακχεῖος τίθησιν. ἐν ἐνίοις δὲ ἀντιγράφοις εὕρομεν βλητρισμὸν χωρὶς τοῦ ς. ὄντως δὲ τὸν ῥιπτασμὸν σημαίνει, καθὼς καὶ Ξενοφάνης ὁ Κολο‐ φώνιός φησιν· ‘†ἐγὼ δ’ ἐμαυτὸν πόλιν ἐκ πόλεως φέρων | |
5 | ἐβλήστριζον‘, ἀντὶ τοῦ ἐρριπταζόμην. | 102 |
15 | ἔν τισιν ἀντιγράφοις εὕρομεν πλευμώδεα, οὐκ ὀρθῶς. βλεννώδη γάρ ἐστι τὰ μυξώδη, καὶ βλέννα ἡ μύξα. | |
3 | ||
16 | ἐβλιμάσθη· ἐπτίσθη, ἐμαλάχθη, ἐθλίβη. εἴρηται δὲ παρὰ τὸ βλίσσειν, ὅ ἐστι μα‐ λάττειν, ὡς Ἀριστοφάνης ἐν Ὄρνισί φησιν· εἶτα λαβόντες πωλοῦς’ ἀθρόους· | |
5 | οἱ δ’ ὠνοῦνται βλιμάζοντες. ὁμοίως καὶ Σοφοκλῆς μέμνηται τῆς λέξεως ἐν Πανδώρᾳ. | |
6 | ||
17 | κοχώνην· οἱ μὲν τὸ ἱερὸν ὀστοῦν. οἱ δὲ τὰς κοτύλας τῶν ἰσχίων, ἐξ ὧν ἐστιν Ἀριστο‐ φάνης ὁ γραμματικός. Γλαυκίας δὲ καὶ Ἰσχόμαχος καὶ Ἱππῶναξ τὰ ἰσχία. οὐ γάρ, ὥς τινες ἔφασαν, αἱ ὑπο‐ | |
5 | γλουτίδες εἰσὶ κοχῶναι, ἀλλὰ τὰ σφαιρώματα καλούμενα. σάρκες δ’ εἰσὶν αὗται περιφερεῖς, ἐφ’ αἷς καθήμεθα. ὡς καὶ Ἀριστοφάνης ὁ κωμικὸς ἐν Τριφάλητί φησι· †τίς δὲ εἷς ὁ λοιπὸς ἐγγύτατα τὰς ὀσφύας ἐπὶ τῶν κοχωνῶν ἀργὸς αὐτὸς οὑτοσί; | |
10 | καὶ Εὔπολις ἐν Κόλαξιν· ὃς καλῶς μὲν τυμπανίζεις καὶ ἐπικινεῖς ταῖς κοχώναις καὶ πείθεις ἄνω σκέλη. καὶ ἐν Βάπταις· | 103 |
15 | καὶ τὸν Κέκροπα τὰ ἄνωθεν ἀνδρός φας’ ἔχειν μέχρι τῶν κοχωνῶν, τὰ δὲ κάτωθεν θυννίδος. καὶ Κράτης ἐν Σαλαμινίοις· ἔπαιξαν 〈αἱ〉 γυναῖκες ἅμα τ’ ὀρχηστρίδες καλαί, ἐπὶ κοχωνῶν τὰς τρίχας καθειμέναι. | |
20 | μέμνηται καὶ Στράττις ἐν Χρυσίππῳ καὶ Εὔβουλος ἐν Σκυτεῖ. | |
21 | ||
18 | τῷ ἐσφακέλισεν ἐν πολλοῖς τόποις κέχρηται ὁ Ἱπποκράτης, ὅπερ ... ὁ δὲ Βακχεῖος ὀδύνην καὶ ἄλγημα καὶ φλεγμονήν φησιν εἶναι τὸν σφακελισμόν, παραθέμενος Εὐριπίδου λέξεις ἐκ Τημένου καὶ Ἱππολύτου, | |
5 | ἀγνοήσας τῆς λέξεως τὸ ποικίλον. κοινῶς γὰρ ὁ Ἱπποκράτης τὸν σφακελισμὸν ἐπί τινος βλάβης τίθησιν, ἰδίως 〈δὲ〉 ὁτὲ μὲν ἐπ’ ὀδύνης, ὁτὲ δὲ ἐπὶ σήψεως, ἐνίοτε δὲ ἐπὶ βρεγμοῦ καὶ συγκι‐ νήσεως. πῶς γάρ, εἴπερ ἐπ’ ὀδύνης μόνης ἔταττε τὴν λέξιν, ὀστᾶ σφακελίζειν ἔλεγε τὰ μηδεμιᾶς ἀλγηδόνος αἰσθανόμενα; | |
10 | μήποτε οὖν ἐπ’ ὀστέου τίθησι τὴν λέξιν [τὸν σφακελισμὸν] ἀντὶ τῆς σήψεως. ἔστιν ἰδεῖν καὶ Ἡρόδοτον ἐν τῇ βʹ τῶν Ἱστοριῶν λέγοντα τοῦτον τὸν τρόπον· ‘μετὰ δὲ ταῦτα ὡς ἐσ‐ φακέλισε τὸ ὀστέον, ὁ μυελὸς τάχιστα ἐνεσάπη‘. ἀμέλει καὶ τὸν Ἱπποκράτην ἔστι θεάσασθαι τὸ αὐτὸ λέγοντα ἐν Ἐπι‐ | 104 |
15 | δημιῶν εʹ οὕτως· ‘καὶ τὴν ἡμέραν δὲ μέχρι δορπίου τοῦ Ἀρί‐ στωνος δούλης ὁ ποὺς αὐτόματος ἐσφακέλισεν ἔσωθεν ἐκ πλα‐ γίου καὶ τὰ ὀστέα ῥαγέντα ἀνεσάπη καὶ διεξῄει κατὰ μι‐ κρά‘. | |
18 | ||
19 | δέρτρον· Ἐπικλῆς μὲν τὸν ἐπίπλουν. ἔνιοι δὲ τὸ περιτόναιον. Μητρόδωρος δὲ τὸ ἐπιγάστριον, ὡς καὶ Ὅμηρός φησι· γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον, | |
5 | δέρτρον ἔσω δύνοντες. | |
5 | ||
20* | ἀπορία, ἀμηχανία, ῥιπτασ‐ μός. | |
2 | ||
21 | ἐγγαστρίμυθοι· ἃς πύθωνάς τινες καλοῦσιν. ἔστι δὲ τῶν ἅπαξ εἰρημένων. | |
2 | ||
22 | ἀργής· λευκός, ὡς καὶ Ὅμη‐ ρός φησιν· | |
αἰετὸς ἀργὴν χῆνα φέρων ὀνύχεσσι πέλωρον. | 105 | |
23 | ἔβρυξε· μετά τινος βίας ἐψόφησε τοῖς ὀδοῦσιν. ὁ δ’ Ἱπποκράτης καταχρηστικῶς ἀντὶ τοῦ μετὰ βίας καὶ στεναγμοῦ φωνῆσαι τέταχε τὴν λέ‐ ξιν. | |
4 | ||
24 | καρδιαλγεῖν λέγεται τὸ μετὰ ναυτίας καὶ ὀδύνης ἀνιᾶσθαι τὸν στόμαχον. | |
2 | ||
25 | Βακχεῖος μὲν ἐν αʹ φη‐ σὶν ἀργεῖν, σχολάζειν, λέγων, ὅτι Ἠλεῖοι μὲν ἐλινύειν τὸ σχο‐ λάζειν λέγουσι, Θύμβριοι δὲ τὸ ἀργεῖν. ὁ δὲ Ταραντῖνος Ἡρακλείδης ἐν τῷ βʹ πρὸς Βακχεῖον Περὶ τῶν Ἱππο‐ | |
5 | κράτους λέξεών φησιν εἰλῆφθαι τὸ ἐλινύειν ἀπὸ τῆς εἵλης. αὕτη δέ ἐστιν ἡ θέρμη τοῦ ἡλίου καὶ αὐγή, ὅθεν καὶ ἀλέαν λέγουσι. καὶ ἀλεανθὲς ἔλαιον τὸ ἐν ἡλίῳ λευκανθέν. ἐπεὶ οὖν οἱ ἀλεαινόμενοι πρὸς ἡσυχίαν ἄγονται, τὸ ἡσυχάζειν ἐλι‐ νύειν εἶπον. ἐμοὶ δοκεῖ τὸ ἐλινύειν περιττῶς μὲν παρὰ τοῦ | |
10 | Ἡρακλείδου ἐτυμολογεῖσθαι, ἀκριβῶς δὲ ὑπὸ τοῦ Βακχείου παραδεδόσθαι. ἔστι γὰρ τὸ ἀργεῖν καὶ σχολάζειν, ὡς αὐτὸς Ἱπποκράτης ἐμφαίνει λέγων· ‘ἐλινύειν οὐ συμφέρει, ἀλλὰ γυμνασίη‘, δηλονότι ἀντιδιαστέλλων τῇ κινήσει τὴν ἀργίαν. | |
13 | ||
26 | δακνώδεες πυρετοί· οἱ ἐκ βάθους ἀναφερόμενοι καὶ δριμεῖς πρὸς τὴν ἁφήν, ἀφ’ ὧν †κινηθεὶς θέμις καὶ πάντας τοὺς πυρετοὺς | |
ἀπὸ τῆς ἐκ βάθους ἀναφερομένης τέταχε θερμασίας. | 106 | |
27 | πεμφιγώδεες· οἱ μετὰ φλυκταινώσεως γινόμενοι. λέγονται δὲ οὕτως αἱ ἐν τοῖς ὑετοῖς ἐπανιστάμεναι πομφόλυγες, ὡς καὶ Νίκανδρος ἐν Θηριακοῖς φησι· | |
5 | φλύκταιναι πέμφιξιν ἐειδόμεναι ὑετοῖο. | |
5 | ||
28 | στενυγρῶσαι· ἀπο‐ στεγνῶσαι καὶ πυκνῶσαι τὸν τόπον, ἐν ᾧ ἡ ὑγρασία ἐστίν. | |
2 | ||
29 | γογγρῶναι· οἱ μὲν τὰ ἐν τῷ τραχήλῳ γινόμενα παραμήκη ἐπάρματα, οἱ δὲ τὰς βρογ‐ χοκήλας, ἄλλοι δὲ τὰς γαγγραίνας. ὁ δὲ Εὐφορίων τὰς χοιράδας οἴεται καλεῖσθαι. εἴρηται γάρ, φησί, παρὰ τὸν | |
5 | γόγγρον, ὅς ἐστιν ἰχθὺς περιφερὴς καὶ ἐπιμήκης. Θεόφρα‐ στος δὲ ἐν τοῖς Φυτικοῖς γόγγρους φησὶν εἶναι τὰς ὀζώδεις ἐκφύσεις τῆς ἐλαίας. ἔστι δὲ ἰχθὺς θαλάττιος, ὡς εἰρήκα‐ μεν, ὁ γόγγρος. | |
8 | ||
30 | ὀδαξησμοὶ ἢ ἀδαξησ‐ μοί· ἔν τισι γὰρ τῶν ἀντιγράφων οὕτως εὕρομεν. εἰσὶ γὰρ κνησ‐ μοὶ μετ’ ἐρεθισμοῦ, ὡς καὶ Μένανδρος ἐν Πλοκίῳ φησί· †τομῇ τὰς τρίχας αἴρων καὶ τὸν ῥύπον διδοὺς | |
5 | πιεῖν ἀνηδαξᾶτο, ὥστε μὴ πιεῖν. | 107 |
31* | τί ἔστι ῥαγή· ἀκμή, ὁρμή, βία. | |
2 | ||
32* | βύζην· ἀντὶ τοῦ ἀθρόως. | |
1 | ||
33 | θεῖόν τινές φασι τὴν ἱερὰν νόσον. ταύτην γὰρ εἶναι θεόπεμπτον ἱεράν τε λέγεσθαι ὡς θείαν οὖσαν. ἕτεροι δὲ ὑπέλαβον τὴν δεισι‐ δαιμονίαν. ‘ἐξεταστέον γάρ‘, φασί, ‘ποταπῷ χρῆται τύπῳ ὁ | |
5 | νοσῶν, ἵνα, εἰ μὲν Ἰουδαῖός τις ᾖ, τὰ χοίρεια ἐπ’ αὐτῷ πα‐ ρατηρώμεθα, εἰ δ’ Αἰγύπτιος, τὰ προβάτεια ἢ αἴγεια‘. ἄλλοι δὲ θεῖόν φασι τὸ ἐνθουσιαστικὸν πάθος. Βακχεῖος δὲ καὶ Καλλίμαχος Φιλῖνός τε καὶ ὁ Ταραντῖνος Ἡρακλείδης θεῖον ὑπέλαβον τὸ λοιμικὸν πάθος διὰ τὸ τοὺς λοιμοὺς ἐκ θεοῦ | |
10 | δοκεῖν εἶναι. ὁ δὲ Ξενοφῶν ὁ Πραξαγόρου γνώριμος θεῖον ἔφη τὸ τῶν κρισίμων ἡμερῶν γένος. ‘καθάπερ γάρ‘, φησι, ‘τοῖς ἐν πελάγει χειμαζομένοις οἱ Διόσκουροι φανέντες σωτηρίαν ἐπιφέρουσι θεοὶ ὄντες, τοῦτο καὶ αἱ κρίσιμοι ἡμέραι γενόμεναι πολλάκις σωτηρίαν ἤνεγκαν‘. γνωστέον οὖν, ὅτι ὁ | |
15 | Ξενοφῶν ἁμαρτάνει θεῖον φήσας τὴν κρίσιμον ἡμέραν. εἰ γὰρ κατὰ τὸν Ἱπποκράτην πᾶσα ἡμέρα κρίσιμός ἐστι διὰ | |
τὸ ποτὲ μὲν τὰς ἀρτίας ὑπ’ αὐτοῦ ὡς κρισίμους ὁρίζεσθαι, πλειστάκις δὲ τὰς περιττάς, δεήσει ἐπὶ τῶν καμνόντων περὶ πασῶν ἡμερῶν σκέπτεσθαι. πρὸς τούτοις τί δήποτε πλει‐ | 108 | |
20 | στάκις περὶ κρισίμων λαλήσας εἰς ἕνα μόνον τόπον θεῖον ὠνόμασε τὴν κρίσιμον ἡμέραν; καὶ οἱ τὴν ἐπιληψίαν θεῖον οἰόμενοι εἰρῆσθαι οὐκ ἀνέγνωσαν τὸν ἄνδρα. ῥητῶς γὰρ αὐτὸς ἐνθάδε μέμφεται τοὺς θεόπεμπτον ὀνομάζοντας τὸ πάθος δι’ ὧν φησιν· ‘οὐδέν τί μοι τῶν ἄλλων νούσων δοκέει θειοτέρη | |
25 | εἶναι οὐδ’ ἱερωτέρη, ἀλλὰ φύσιν ἔχει ἣν καὶ τὰ λοιπὰ νοσή‐ ματα‘. οἵ τε τὴν δεισιδαιμονίαν οἰόμενοι εἰρῆσθαι σφόδρα εἰσὶν εὐήθεις. οὐ γὰρ ἔμελεν Ἱπποκράτει περὶ προγνώ‐ σεως γράφοντι μεμνῆσθαι τῶν διὰ τὰς τροφὰς νοσούντων, ἀλλ’ οὐδὲ τὴν μανίαν οὐδὲ τὸ ἐνθουσιαστικὸν πάθος. τοὺς | |
30 | δὲ λέγοντας τὸν ἔρωτα θεῖον εἰρῆσθαι πιθανῶς λέγειν καὶ εὐλόγως τὸν Ἱπποκράτην παρεγγυᾶν, ἵνα παρατηρῶμεν, μὴ ἄρα τὰ παρεπόμενα συμπτώματα δι’ ἐρωτικήν τινα συμπά‐ θειαν γίνεται. | |
33 | ||
34 | βρυχῶνται· βαρὺ καὶ ἀσα‐ φὲς καὶ ἀδιάρθρωτον φθέγγωνται. | |
2 | ||
35 | λαγανίζει· χρωματίζει. | |
λάγανον γὰρ εἶδος πλακοῦντος. | 109 | |
36 | ἐμπορευο‐ μένοις· καθοδοιποροῦσι κέρδους ἀνελευθέρου χάριν. Ὅμηρός φησιν· ἔμπορος· οὐ γὰρ νηὸς ἐπήβολος οὐδ’ ἐρετάων. | |
4 | ||
37 | Βακχεῖός φησι τὰ ἐναρμόζοντα, οὐκ ὀρθῶς. ἄρμενα γὰρ ἰδίως λέγεται τὰ πρὸς τὴν ἰατρικὴν χρείαν ἐπιτήδεια ἐργαλεῖα, οἷον σμιλία, φλε‐ βοτόμα καὶ τἆλλα τὰ τούτοις ὅμοια. | |
4 | ||
38 | καταπρη‐ νεῖ· καταπεπτωκότι ἐπὶ πρόσωπον καὶ οἷον κάτω πρηνεῖ γε‐ νομένῳ, ὡς καὶ Ὅμηρός φησι· πρίν με καταπρηνὲς βαλέειν Πριάμοιο μέλαθρον, | |
5 | δηλῶν τὸ κατεστραμμένον. | |
5 | ||
39 | μύλῃ· τῇ ἐπιγονα‐ τίδι, ὡς καὶ Ὅμηρος· | |
μύλης ἔπι μήλοπα καρπόν. | 110 | |
40 | ἐπιμυ‐ λίδα· Βακχεῖος ἐν βʹ καὶ Πασικράτης ἐν τῷ Ἐξηγητικῷ τοῦ Μοχλικοῦ ἐπιγονατίδα. Διονύσιος δὲ Νικάτορα τὸν καὶ Σέλευκον ἱστορῶν φησι· | |
5 | †τάδ’ εἰς τοὔμπροσθεν ἀδυνατεῖ μύλης ὕπο. καὶ Ὅμηρος· αἱ μὲν ἀλετρεύουσι μύλης ἔπι μήλοπα καρπόν. ἐμοὶ δὲ δοκεῖ τὸ ἐπικείμενον τῇ ἐπιγονατίδι δέρμα ἐπιμυλίδα εἰρηκέναι διὰ τὸ ἐπὶ τῇ μύλῃ εἶναι. ἔνιοι δ’ ἐπιμυλίδας | |
10 | φασὶν εἶναι τὰς πλατείας ἐπιφύσεις. ἐπιγουνὶς δὲ τὸ ἀνώτε‐ ρον μέρος τοῦ γόνατος, 〈ὡς καὶ Ὅμηρος·〉 οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει. | |
12 | ||
41 | καμ‐ πυλώτατον. ῥαιβὸν γὰρ καὶ γαῦσον τὸ στρεβλὸν λέγεται. καὐτὸς δέ πού φησι· “καμπυλώταται δὲ πλευραὶ ἀνθρώπου εἰσί, ῥαιβοειδέα τρόπον”. †πλασίων δ’ ἐπὶ τοῦ κατά τι | |
5 | μὲν κοίλου, κατά τι δὲ καμπύλου, ὡς Κινησίας τάττει τὴν | |
λέξιν. | 111 | |
42 | βαλβιδῶδες· βαθμῶδες, ὥς φησι Βακχεῖος. βαλβὶς γὰρ ὁ βαθμός. καὶ γάρ ἐστι τὸ κατ’ ἀγκῶνα μέρος τοῦ βραχίονος διὰ τὸ ὡς βαθμῷ ἐπικεῖσθαι αὐτῷ τὸ τοῦ πήχεως ἐμπρόσθιον κῶλον. Ἐπικλῆς δὲ βαλβῖδα λέγει ἓν ἀνθ’ ἑ‐ | |
5 | νὸς οἷον ἔρεισμα. Νίκανδρος δὲ βαλβιδῶδές φησιν εἶναι τὸ πλατὺ καὶ ἡρμοσμένον. αἱ γὰρ βαλβῖδες ἕδραι εἰσὶ καὶ ἐπι‐ βάσεις. | |
7 | ||
43 | ῥοικοὶ μηροί· Βακχεῖός φησιν ἐξώγλουτοι, 〈οὐκ ὀρθῶς.〉 ῥοικοὶ γὰρ οἱ καμπύλοι, ὡς Ἀρχίλοχός φησιν· ἀλλά μοι σμικρός 〈τισ〉 εἴη καὶ περὶ κνήμας ἰδεῖν | |
5 | ῥοικός, ἀσφαλέως βεβηκὼς ποσσίν. Ἡρακλείδης δὲ ὁ Ταραντῖνος ῥοικόν φησιν εἶναι τὸ ἔσω νεῦον καὶ σκαμβόν. | |
7 | ||
44 | γαῦσον λέγεται κατὰ μὲν Βακχεῖον πᾶν τὸ σκαμβόν, οὐκ ὀρθῶς. ἔστι γὰρ τὸ εἰς τὸ ἔσω ἢ εἰς τὸ ἔξω ἀποκεκλικός, καθὼς καὶ ἐν τῷ Περὶ ἀγμῶν ὁ Ἱπποκράτης τάττων ἐπὶ μέρους τὴν | |
5 | λέξιν φησίν· ‘ὁ δὲ μηρὸς εἰς τὸ ἔξω μέρος μᾶλλον ἢ εἰς τὸ | |
ἔσω γαῦσός ἐστιν‘. | 112 | |
45 | Βακχεῖος ἐν τρίτῳ φησὶ λυγγώδεις, Ἐπικλῆς δὲ σπασμώδεις. εἰσὶ γὰρ μᾶλλον λυγγώδεις οἱ μετὰ λύγγους, τουτέστι λυγμοῦ γι‐ γνόμενοι, οἷς ἕπεται μετὰ σπασμοῦ τινος ἀποτελεῖσθαι. κεῖται | |
5 | καὶ ἐν τῷ Περὶ ἀγμῶν. | |
5 | ||
46 | πε‐ ριωτειλοῦται· περιουλοῦται. ὠτειλὴ γὰρ ἡ οὐλὴ λέγεται συνεχῶς, σπανίως δὲ τὸ ἕλκος. ἐν μὲν γὰρ τῷ Περὶ ἀγμῶν καὶ Περὶ ἄρθρων ὠτειλάς φησιν ὁτὲ μὲν τὰ ἕλκη, ὁτὲ δὲ τὰς | |
5 | οὐλάς, ἐνθάδε μόνον τὰς οὐλάς. ὁ μέντοι Βακχεῖος ἐν αʹ τὰς οὐλὰς ἕλκη καὶ τραύματα οἴεται εἶναι, πλανηθεὶς οἶμαι ἀπὸ τῆς Ὁμηρικῆς συνηθείας, ἔνθα φησί· καδδῦσαι κατὰ χαλκοτύπους ὠτειλάς. | |
8 | ||
47 | ἕλκεα· νῦν μὲν τὰ πρόσφατα, ἐν δὲ τῷ Περὶ τραυμάτων καὶ βελῶν τὰ χρόνια οὕτω καλεῖ. | |
2 | ||
48 | μυδῶσα· ἐκρέουσα. μυδᾶν γὰρ λέγεται τὸ ἐκρεῖν τὰ στερεὰ σώματα καὶ οἷον μαδᾶν | |
ὥσπερ τριχῶν ἀποπιπτόντων 〈ἀπὸ〉 τῶν σωμάτων. | 113 | |
49 | σοφιζόμενοι· περιεργαζόμενοι. ἐν δὲ τῷ Περὶ ἄρθρων τεχναζόμενοι. εἴρη‐ ται δὲ παρὰ τὸ σόφισμα, ὡς Ἀριστοφάνης ἐν Νεφέλαις καὶ ἐν Δαιταλεῦσί φησι· | |
5 | †σοὶ γὰρ σοφίσματ’ ἐστίν, ἁγὼ ’κτησάμην. οὐκ εὐθὺς ἀπεδίδρασκες ἐκ διδασκάλου; | |
6 | ||
50 | ἡμιτύ‐ βιόν ἐστι λινοῦν τι ἔνδυμα ἢ σινδόνιον δίκροσσον. | |
2 | ||
51 | τί ἔστι τύρ‐ σις· ἢ πύργος ἢ προμαχών. | |
2 | ||
52 | τί ἔστιν ἀέτωμα· ἡ στεφάνη τοῦ δώματος. | |
2 | ||
53 | ἐμβαλών. | 114 |
54 | κέδμα· ἡ χρονία περὶ τὰ ἄρθρα νοσώδης διάθεσις. τινὲς δὲ καὶ τὴν περὶ τὰ γεννη‐ τικὰ μόρια. | |
3 | ||
55* | ἐλέγοντο βλητοί, ὅσοι ἀπὸ ὀξέων νοσημάτων αἰφνιδίως ἐτελεύτων. | |
2 | ||
56* | κοτίς ἐστι τῆς κεφαλῆς ἡ κορυφή. | |
2 | ||
57* | τερηδὼν λέγεται σκώληξ ξυλοτρώκτης οἰκῶν ἐν ξύλῳ. | |
2 | ||
58* | κύαρ· τὸ τῆς ῥαφίδος τρῆμα. καὶ τὸ τῆς κώπης τοῦ μύλου. | |
2 | ||
59* | τετελεσμένον. | 115 |
60 | οἱ μὲν τοῖς γονεῦσιν, οἱ δὲ συγ‐ γενέσιν, οὕτως Ἀττικῶν λεγόντων, ὡς καὶ Φιλήμων ἐν Κό‐ λακί φησιν· ἀλλ’ οὐδὲ γεννήτην δύναμαι εὑρεῖν οὐδένα | |
5 | ὄντων τοσούτων, ἀλλ’ ἀπείλημμαι μόνος. καὶ Εἰρηναῖος ἐν τῷ Περὶ τῆς Ἀττικῆς συνηθείας φησίν· ‘οἱ μὲν οὖν ἐκ τῆς αὐτῆς φυλῆς ὄντες φυλέται λέγονται, οἱ δὲ ἐκ τῆς αὐτῆς φρατρίας φράτορες, οἱ δὲ ἐκ τοῦ αὐτοῦ γένους γεννῆται‘. τοιαῦται μὲν λέξεις εἰσίν, ἃς συναγαγεῖν ἠδυνήθημεν καὶ | |
10 | ἀναπλώσεως καὶ ἐπικρίσεως ἀξιῶσαι. καίπερ δυσχεροῦς τῆς ἐπιβολῆς οὐκ ἰατροῖς μόνον οὔσης, ἀλλὰ καὶ γραμματικοῖς, οἷς μέλει πάσης συγγραφῆς τὰς ῥήσεις ἐξηγεῖσθαι, οὐκ ἔλατ‐ τον ἡμεῖς ἐπίστασθαι ἐπειράθημεν, θαυμαστότατε Ἀνδρό‐ μαχε. διό, κἂν ἀμελῶς σοί τινα ἡρμηνεῦσθαι δόξῃ, μὴ | |
15 | ὀκνήσῃς ἡμῖν ἐμφανὲς ποιῆσαι, ἐπεὶ καὶ τὸ πρᾶγμα δυσεπί‐ | |
τευκτον καὶ αὐτοὶ οὐκ ἔνδοξοι πρὸς τὸ μαθεῖν ἃ μὴ ἴσμεν. | 116 | |
61 | Βακχεῖός φησιν τὰ ἐναρμόζοντα, οὐκ ὀρθῶς. ἄρμενα γὰρ ἰδίως λέγεται τὰ πρὸς τὴν ἰατρικὴν χρείαν ἐπιτήδεια ἐργαλεῖα, οἷον σμιλία, φλεβοτόμα καὶ τὰ τούτοις ὅμοια. | |
4 | ||
62 | περιεσταλμέ‐ νως; περιεσταλμένως. | |
3 | ||
63 | συμφερόντως. | |
1 | ||
64 | εὐπρεπῶς. | |
1 | ||
65 | εἶδός ἐστι χιεσμοῦ, ὅτι ὁ ἐπίδεσμος πλάγιος ἐπιδεθῇ. | |
2 | ||
66 | ἐπιδέσμου | |
ὄνομα. | 117 | |
67 | ἑδράσθαι. | |
1 | ||
68 | ἰδίως τὰς συμ‐ β〈ολὰσ〉 τῶν ὀστῶν κα〈λεῖ〉. | |
2 | ||
69 | αἱ ἐμφερό‐ μεναι τοῖς ἐπιδέσμοις κατὰ τὰς ἕλικας κρόκαι. | |
2 | ||
70 | ἀνειλῆ‐ φθαι; ἀνειλημένου. | |
3 | ||
71 | ἀπροκρέμαται. | |
1 | ||
72 | τῷ ἱμάντι. | |
1 | ||
73 | καταθέσεις. | |
1 | ||
74 | τὰ | |
μὴ κατὰ τάξιν [ὄντα] γινόμενα, ὡς ἀστέρες πλανῆται. | 118 | |
75* | κακῶς; κακούς. | |
2 | ||
76 | βίαν. | |
1 | ||
77 | περι‐ σφάλλουσαι. | |
2 | ||
78* | καλῶς. | |
1 | ||
79 | δοκίδα. | |
1 | ||
80 | δίφρος Θε〈σσα〉λι‐ 〈κ〉ὸς ἀνακ〈λισμὸν ἔχων〉. | |
2 | ||
81 | πάντα τὰ τετράποδα. | |
1 | ||
82 | τὰ ἄνωθεν | |
καὶ κάτω ὠδοντισμένα. | 119 | |
83 | ἀναπιέζει; ἀναπιέζειν. | |
2 | ||
84 | λιπαρῶς ἐμβρέχειν. | |
2 | ||
85 | ἐμπλέουσα. | |
1 | ||
86* | ἐπι‐ φορώτερον. | |
2 | ||
87 | ἔγγιστα. | |
1 | ||
88 | ὀθονίου ξύσμα. | |
2 | ||
89 | εὐθερά‐ πευτα. | |
2 | ||
90 | ἐμβαλών. | 120 |
91 | τεῦχος· τὸ ἀγγεῖον ἀκουστέον τὸ περιέχον τὰς σάρκας καὶ τὰ νεῦρα. δέρμα δὲ τὸ κάλυμμα τοῦ τεύχους ὀνομαστέον. | |
3 | ||
92 | ἐχῖνον και‐ νόν· χύτραν καινήν. ἔστι γὰρ ἐχῖνος χύτρας εἶδος μεγαλοστόμου καὶ μεγάλης. μέμνηται τῆς λέξεως καὶ Εὔπολις καὶ Μέ‐ νανδρος ἐν Ἐπιτρέπουσι καὶ Φιλήμων ἐν Μυρμιδόσι. | |
4 | ||
93 | σκυλά‐ κια σιαλώδεα· κύνεια κρέα λιπαρά. | |
2 | ||
94 | ἡμιε‐ κτέον· τὸ ἥμισυ τοῦ ἑκτέως. ἑκτεὺς δὲ λέγεται Ἀττικὸν μέ‐ τρον ἔχον χοίνικας ὀκτώ, ὥς φησι Μένανδρος ἐν Βοιωτίᾳ· οὐκ ἔστιν ἑκτεὺς τοῦτο, μὰ τὸν Ἀσκληπιόν. | |
5 | καὶ Ἀριστοφάνης φησί· | |
ἑκτεὺς δὲ 〈γ’〉 ἐστὶν ἑξαχοίνικον μέτρον. | 121 | |
95* | μαλακόν· τὸ τρυφερόν. | |
1 | ||
96* | μιστύλην δὲ τὸν κοῖλον ἄρτον καλοῦσι. | |
1 | ||
97* | καὶ τὸ δημόσιον ἐπιδήμιον. | |
1 | ||
98* | τὸν μυλῶνα ζώτειον. | 122 |