TLG 0716 001 :: EROTIANUS :: Vocum Hippocraticarum collectio Vocum Hippocraticarum collectio Citation: Klein page — (line) | ||
29(1t) | ΕΡΩΤΙΑΝΟΥ | |
2t | ΤΩΝ ΠΑΡ ΙΠΠΟΚΡΑΤΕΙ ΛΕΞΕΩΝ ΣΥΝΑΓΩΓΗ | |
---|---|---|
3 | Τὴν Ἱπποκράτους πραγματείαν, ἀρχιατρὲ Ἀνδρόμαχε, οὐκ ὀλίγα συμβαλλομένην πᾶσιν ἀνθρώποις ὁρῶν, ὅσοιγε λο‐ | |
5 | γικῆς ἀντιποιοῦνται παιδείας, καὶ τούτων ἐξαιρέτως τοῖς ἰα‐ τροῖς (οἳ δὴ τὴν ἀρχαίαν ἱστορίαν οὐκ ἀποκηρύττουσι τῆς τέχνης, φιλοτίμως δὲ καὶ σφόδρα ἐπιπόνως ἅ τε οὐκ ἴσασι μαθεῖν ἐπιθυμοῦσιν ἅ τε καὶ ἤδη μεμαθήκασι κρίνειν σπου‐ δάζουσι, τὸ μὲν ἀδίδακτον ὡς ἐνδεὲς τὸ δὲ ἄκριτον ὡς ἄπιστον | |
10 | παραπέμποντες), εἰκότως ἠβουλήθην τὰς ἐμφερομένας αὐτοῦ τοῖς συγγράμμασιν ἀσαφεῖς καὶ κατὰ πολὺ τῆς κοινῆς ἀνα‐ κεχωρηκυίας ὁμιλίας ἐξηγήσασθαι λέξεις (αἳ δὴ ἀγνοούμεναι μὲν ἱκανῶς ἀφαιροῦνται τῆς διανοίας τὸ πρὸς ἐπίστασιν ἕτοι‐ μον, ἐξαπλωθεῖσαι δὲ καὶ ἐπὶ τὸ τηλαυγέστερον ἀχθεῖσαι | |
15 | πολὺ παρέξονται φῶς πρὸς τὸ εὐκατάληπτον τῆς ἐν τῇ διανοίᾳ συνθέσεως), καὶ μάλιστα ἐπεὶ πολλοὶ τῶν ἐκ τοῦ ῥᾴστου πάντα | |
30 | γινώσκειν ἐθε|λόντων ἰατρῶν οἱ μὲν οὐδόλως μετὰ χεῖρας ἔχοντες σπουδάζουσι τὴν πραγματείαν, ... τινὸς χλεύης τελω‐ νοῦντες, ὡς ἐπετήδευσεν Ἱπποκράτης ἀσαφὴς φανῆναι καὶ διὰ τοῦτο ἀνακεχωρηκυίας εὐπορῆσαι λέξεως ἐσπούδασεν, καὶ | |
5 | ταῦτα ‘μακρὰν μὲν τὴν τέχνην, βραχὺν δὲ τὸν βίον‘ οἰόμενος διὰ τὸ σαφῆ ποιῆσαι τὴν ὁμιλίαν καὶ πᾶσι φανεράν. δέδοται γὰρ ἡμῖν ὑπὸ τῆς φύσεως λόγος πρὸς 〈τὸ〉 τὰς κατὰ διάνοιαν γεννηθείσας φαντασίας τοῖς πέλας ἐκτυποῦν. λελήθασι δὲ οἱ ταῦτα περὶ τοῦ ἀνδρὸς ἐπὶ τῶν μειρακίων φλυαροῦντες, ὡς | 3 |
10 | οὐ μᾶλλον καθ’ Ἱπποκράτους ταῦτα ἀποφαίνονται, ὅσον τὴν αὑτῶν ἀμαθίαν εἰς ὕπαιθρον ἄγουσιν. εἰ μὲν γὰρ πρῶτος ἢ μόνος ἐπεπλάκει τὰς φωνάς, ἴσως αὐτοῦ τὸ περίεργον ἐμέμ‐ ψατο ἄν τις. ἐπεὶ δὲ πάλαι αἱ συνήθειαι ταύτῃ κέχρηνται τῇ περὶ τὴν διάλεκτον φορᾷ (ἐξ ὧν οἵ τε περὶ τὴν ἀρχαίαν | |
15 | κωμῳδίαν καταγινόμενοι ἐμφαίνουσι· καὶ τῶν μὲν φιλοσόφων Δημόκριτος, τῶν δὲ ἱστορικῶν Θουκυδίδης καὶ Ἡρόδοτος καὶ σχεδὸν ὁ σύμπας τῶν ἀρχαίων χορὸς συγγραφέων), τί δή‐ ποτε τὸ πᾶσι τοῖς ἀρχαίοις εἰρημένον συμβεβηκὸς τοῦτο κα‐ θ’ Ἱπποκράτους κεκομίκασι μόνου; δειχθήσεται γὰρ ἐν τῇ | |
20 | κατὰ μέρος ἐξηγήσει τὸ περὶ τὴν τοιαύτην ὁμιλίαν τῶν ἀρ‐ | |
31 | χαίων ὁμονοοῦν, ἐπεὶ γέγονεν ἁνὴρ Ὁμηρικὸς τὴν | φράσιν καὶ τὴν ὀνοματοποιΐαν εὐχερὴς περιγράψαι τε διάνοιαν ἱκανὸς καὶ τῆς κοινῆς καὶ εἰς πολλοὺς πιπτούσης λέξεως ἐκλέξασθαι τὴν κυριωτέραν, ἵνα καθάπερ τινὲς τύποι καὶ σφραγῖδες αἱ | |
5 | τὴν ἑρμηνείαν πεπιστευμέναι τεθῶσι λέξεις. παρὰ ταύτην γέ τοι τὴν αἰτίαν πολλοὶ τῶν ἐλλογίμων οὐκ ἰατρῶν μόνον, ἀλλὰ καὶ γραμματικῶν ἐσπούδασαν ἐξηγήσασθαι τὸν ἄνδρα καὶ τὰς λέξεις ἐπὶ τὸ κοινότερον τῆς ὁμιλίας ἀγαγεῖν. Ξενόκριτος γὰρ ὁ Κῷος, γραμματικὸς ὤν, ὥς φησιν ὁ Ταραν‐ | |
10 | τῖνος Ἡρακλείδης, πρῶτος ἐπεβάλετο τὰς τοιαύτας ἐξαπλοῦν φωνάς. ὡς δὲ καὶ ὁ Κιτιεὺς Ἀπολλώνιος ἱστορεῖ, καὶ Καλ‐ | |
λίμαχος ὁ ἀπὸ τῆς Ἡροφίλου οἰκίας. μεθ’ ὅν φασι τὸν Ταναγραῖον Βακχεῖον ἐπιβαλεῖν τῇ πραγματείᾳ καὶ διὰ τριῶν συντάξεων πληρῶσαι τὴν προθεσμίαν, πολλὰς παραθέ‐ | 4 | |
15 | μενον εἰς τοῦτο μαρτυρίας ποιητῶν, ᾧ δὴ τὸν ἐμπειρικὸν συγ‐ χρονήσαντα Φιλῖνον διὰ ἑξαβίβλου πραγματείας ἀντειπεῖν, καίπερ Ἐπικλέους τοῦ Κρητὸς ἐπιτεμομένου τὰς Βακχείου λέξεις διὰ .. συντάξεων, Ἀπολλωνίου τε τοῦ Ὄφεως ταὐτὸ ποιήσαντος, καὶ Διοσκορίδου τοῦ Φακᾶ πᾶσι τούτοις ἀντει‐ | |
32 | πόντος | δι’ ἑπτὰ βιβλίων, Ἀπολλωνίου τε τοῦ Κιτιέως ὀκτω‐ καίδεκα πρὸς τὰ τοῦ Ταραντίνου τρία πρὸς Βακχεῖον δια‐ γράψαντος, καὶ Γλαυκίου τοῦ ἐμπειρικοῦ δι’ ἑνὸς πολυστίχου πάνυ καὶ κατὰ στοιχεῖον πεποιημένου ταὐτὸ ἐπιτηδεύσαντος | |
5 | πρός τε τούτοις Λυσιμάχου τοῦ Κῴου κʹ βιβλίων ἐκπονήσαν‐ τος πραγματείαν μετὰ τοῦ τρία μὲν γράψαι πρὸς Κυδίαν τὸν Ἡροφίλειον, τρία δὲ πρὸς Δημήτριον. τῶν δὲ γραμμα‐ τικῶν οὐκ ἔστιν ὅστις ἐλλόγιμος φανεὶς παρῆλθε τὸν ἄνδρα. καὶ γὰρ ὁ ἀναδεξάμενος αὐτὸν Εὐφορίων πᾶσαν ἐσπούδασε | |
10 | λέξιν ἐξηγήσασθαι διὰ βιβλίων ϛʹ, περὶ ὧν γεγράφασιν Ἀρι‐ στοκλῆς καὶ Ἀριστέας οἱ Ῥόδιοι. ἔτι δὲ Ἀρίσταρχος | |
καὶ μετὰ πάντας Ἀντίγονος καὶ Δίδυμος οἱ Ἀλεξανδρεῖς. ὅθεν ἐπεί τινες 〈τὰ〉 τῶν ἀρχαίων οὐκ ἀποδοχῆς, ἀλλὰ μέμψεως ἀξιοῦσι, δι’ αὐτὸ τοῦτο μετὰ τοὺς ἥρωας καὶ αὐτοὶ | 5 | |
15 | τετολμήκαμεν περὶ τοῦ ἀνδρὸς συντάξαι. εὔλογον οὖν ἡγοῦμαι προειπεῖν τοῦτο, ὅτι πολλαὶ τῶν ἐπὶ τὰς γραφὰς ὁρμώντων | |
33 | γεγόνασιν ὑπολήψεις. | ἢ γὰρ ὅσα τινὲς εὗρον ἐσπούδασαν φι‐ λανθρώπως ἀναγράψαι ἢ ὅσα εὑρόντες οὐκ ἔφθασαν ἐμφανῆ ποιῆσαι, ταῦτά τινες ἕτεροι δείξαντες τῆς ἀμισοῦς μεταδόσεως ἱκανὴν ἀπηνέγκαντο μαρτυρίαν. ἢ καὶ τὰ μὴ συμφερόντως | |
5 | ἱστορηθέντα διορθοῦν ἐσπούδασαν 〈καὶ〉 κατηγορικὴν οὐκ ὀλί‐ γοι πεποίηνται συντάξεως ἀφορμήν. οἷς πάλιν ἀντειπόντες ἕτεροι σφόδρα που τὸ Ὁμηρικὸν ἐξεπλήρωσαν· ὁπποῖόν κ’ εἴπῃσθα ἔπος, τοῖόν κ’ ἐπακούσαις. ὧν ἀντικατηγόρησάν τινες, ἐμφρόνως εἰδότες· | |
10 | ἄνδρ’ ἐπαμύνασθαι, ὅτε τις πρότερον χαλεπήνῃ. 〈ἢ〉 πολλοὶ καὶ τὰ σποράδην τισὶν εἰρημένα ἐφ’ ἓν συναγα‐ γόντες, οὐκ ἀκάρπου γραφῆς ἐπινοίας ηὐπόρησαν καὶ τὰ ἀνα‐ ποδείκτως ἱστορηθέντα μετὰ λόγου παραθέμενοι. †οἱ δὲ καὶ τὸ ἀσαφῶς λεγόμενον ἐξαπλῶσαι καὶ τοῦτο ἂν μακρῶς συντο‐ | |
15 | μώτερον ἀποστεῖλαι καὶ τὰ ἀμφιβόλως εἰρημένα ἑρμηνεῦσαι εὔλογον δόξαν ἀπενεικαμένους†. τῶν δὲ εἰρημένων χαρακτή‐ | |
ρων εἰ ἕκαστος εὐλόγου τετύχηκεν ἐπαίνου, πῶς οὐ μειζό‐ | 6 | |
34 | νων ἀξιοῦσθαι δικαία τυγχάνει | τῆς παρούσης γραφῆς ἡ ὑπόσχε‐ σις, διὰ πάντων τῶν εἰρημένων ἰδιωμάτων κεχωρηκυῖα; καὶ γὰρ εὑρήσεως ἕνεκα πολὺν εἰσφέρεται πόνον καὶ κριτικῶς παρατί‐ θεται τὴν ἐν ταῖς φωναῖς ἀλήθειαν, διορθουμένη τὰ μὴ κατὰ | |
5 | τρόπον ἀναγεγραμμένα, στρογγυλώτερον δὲ ἀπαγγέλλουσα τὰ καινοτέρως εἰρημένα, τοῦ σαφοῦς καὶ τεταγμένου πολὺν ἔχουσα λόγον μετὰ τοῦ τὰ σποράδην πολλοῖς εἰρημένα ὑφ’ ἓν συναγαγεῖν. τοιαύτης οὖν τάξεως καταβαλόμενοι πληθὺν οἱ μὲν ἕνεκα ταύτης δικαίως οὐδεμίαν ἀπηνέγκαντο δόξαν, ἐπεὶ προσκο‐ | |
10 | ρὲς ἰδίως πᾶν τὸ πολύ, οἱ δὲ διὰ τὸ ἄγαν ἀκριβὲς μα‐ ταίως ἐξηγούμενοι, τί ἐστι γένυς καὶ τί τὸ πλατὺ καὶ τί τὸ ἀστρονομικὸν καὶ τί τὸ ἀκροκώλιον καὶ στενωπὸς καὶ τὰ ἔτι τούτων φανερώτερα ῥήματα. εἰ γὰρ μέλλοιμεν τὰς πᾶσι γινωσκομένας ἐξαπλοῦν φωνάς, ἤτοι πάσας ὀφειλήσομεν | |
15 | ἐξηγήσασθαι ἤ τινας. ἀλλὰ πάσας μὲν ἀδύνατον, τινὰς δὲ δίκαιον. ἢ γὰρ διὰ συνήθων ἐξαπλώσομεν αὐτὰς ῥημάτων ἢ διὰ τῶν μὴ συνήθων. ἀλλ’ αἱ μὲν ἀσυνήθεις εἰς τοῦτο ἀφυεῖς φαίνονται (δεκτὸν γὰρ τὰ ἧττον γινωσκόμενα διὰ τῶν μᾶλλον γινωσκομένων ἐξαπλοῦν), αἱ δὲ συνήθεις τῷ ἐπ’ ἴσης εἶναι | |
20 | φανεραὶ πρὸς τὸ δηλωτικὸν τῆς ἑρμηνείας οὐκ ἔσονται, ὥς φησιν Ἐπίκουρος. ἀπόλλυται γὰρ ἰδίως τῆς ἑρμηνείας τὸ φανερόν, ὅθ’ ὑπὸ λόγου καθάπερ τινὸς οἰκείου μαγγανεύηται φαρμάκου. τῶν δὲ ἄλλων Ἐπικλῆς μέν, ὁ κατὰ στοιχεῖον | |
ποιησάμενος τὴν ἀναγραφήν, ματαίου συντομίας ἐγένετο ζηλω‐ | 7 | |
35 | τής. πρὸς τῷ γὰρ μὴ πάσας ἐξη|γήσασθαι, ἔτι καὶ τὰ συν‐ τάγματα, ἐν οἷς αὐτῶν ἑκάστη κατεγέγραπτο, σιωπῆς ἱκανῆς αἴτιον ἐγένετο τοῖς ἀναγινώσκουσι. πάλιν γὰρ ἐδέησε κα‐ θ’ ἑκάστην γραφὴν ἐξηγεῖσθαι μὴ τὴν ἀνάγνωσιν, εἰ νοητή τίς | |
5 | ἐστιν, ἀλλὰ καὶ τὴν λέξιν, ᾗ κατατέτακται. Γλαυκίας τε ὁμοίως τὸ κατὰ στοιχεῖον ζηλώσας μακρότερος ἐφάνη κα‐ θ’ ἑκάστην φωνὴν παρατιθέμενος τὰς ἐν αἷς καταγεγραμμέναι τυγχάνουσιν αἱ γλῶτται συντάξεις. διόπερ ἡμεῖς καθ’ ἑκάστην γραφὴν ἐκλεξάμενοι τὰς κατα‐ | |
10 | γεγραμμένας λέξεις διὰ μὲν τοῦ συγγράμματος δηλώσομεν, ὁποῖαι τυγχάνουσι κείμεναι ἐν ὅσαις τε βίβλοις ἱστοροῦνται αἱ μὴ συνή‐ θεις, διὰ δὲ τῆς ἐξαπλώσεως ἐμφανίσομεν πόσα σημαίνουσι, μιμνῃσκόμενοι καὶ τῶν ἅπαξ εἰρημένων καὶ τὰς ἀνακεχωρη‐ κυίας διδύμοις πιστούμενοι μαρτυρίαις, τὰς δὲ οὐχ οὕτως ἀσαφεῖς | |
15 | εἰς τὸ 〈ἕν〉 ἀνθ’ ἑνὸς δηλούμενον ὑπάγοντες, προσεξαπλοῦντες δὲ καὶ τὰς παρὰ τοῖς ἄλλοις τέλεον παραλελειμμένας. τό τε γὰρ τέρθρον τοῦ πάθους οὐδεὶς αὐτῶν ἐξηγεῖται καὶ τὰς αἰθόλικας καὶ τὸ κερχνῶδες καὶ τὰς τερμίνθους τό τε θηριῶδες καὶ τὸ σκορδίνημα καὶ τὸν σκῖρον καὶ τὴν ἐκνυπὴν μήτραν καὶ τὸ | |
20 | ἐπηλυγάζεσθαι τά τε αἱμόκερχνα καὶ τὸ φολλικῶδες καὶ τὸ ἔναιμον νεῦρον καὶ τὸ ἴκταρ καὶ ἄλλας πλείους λέξεις, ὑπὲρ ὧν ἐν | |
36 | τοῖς κατὰ μέρος | ἐροῦμεν. ὅθεν καὶ ἐπεὶ τῶν ἀληθῶς κομιζομένων συνταγμάτων ἔστι 〈ἃ〉 μὲν σημειωτικά, ἃ δὲ φυσικὰ καὶ αἰτιολογικά, ἔνια δ’ εἰς τὸν περὶ τέχνης συντείνοντα λόγον, καὶ τῶν θεραπευτικῶν ἃ | 8 |
5 | μὲν διαιτητικά, ἃ δὲ χειρουργούμενα καὶ πάντως μικτά, δίκαιον ἡγοῦμαι προϊστορήσας τὸν τῶν βιβλίων ἀριθμὸν τηνικαῦτα ἐπὶ τὴν τῶν λέξεων ἀνάπλωσιν ἥκειν. σημειωτικὰ μὲν οὖν ἐστι ταῦτα· Προγνωστικόν, Προρ‐ ρητικὸν αʹ καὶ βʹ (ὡς οὐκ ἔστιν Ἱπποκράτους, ἐν ἄλλοις | |
10 | δείξομεν), Περὶ χυμῶν. αἰτιολογικὰ δὲ καὶ φυσικά· Περὶ φυσῶν, Περὶ φύσεως ἀνθρώπου, Περὶ ἱερᾶς νόσου, Περὶ φύσεως παιδίου, Περὶ τόπων καὶ ὡρῶν. θεραπευτικὰ δέ· τῶν μὲν εἰς χειρουργίαν ἀνηκόντων· Περὶ ἀγμῶν, Περὶ ἄρθρων, Περὶ ἑλ‐ κῶν, Περὶ τραυμάτων καὶ βελῶν, Περὶ τῶν ἐν κεφαλῇ τραυ‐ | |
15 | μάτων, Κατὰ ἰητρεῖον, Μοχλικόν, Περὶ αἱμορροΐδων καὶ συρίγ‐ γων. εἰς δίαιταν· Περὶ νούσων αʹ βʹ, Περὶ πτισάνης, Περὶ τόπων τῶν κατὰ ἄνθρωπον, Γυναικείων αʹ βʹ, Περὶ τροφῆς, Περὶ ἀφόρων, Περὶ ὑδάτων. ἐπίμικτα δέ ἐστι ταῦτα· Ἀφορισ‐ μοί, Ἐπιδημίαι ζʹ. τῶν δ’ εἰς τὸν περὶ τέχνης τεινόντων | |
20 | λόγον· Ὅρκος, Νόμος, Περὶ τέχνης, Περὶ ἀρχαίας ἰατρικῆς. Πρεσβευτικὸς γὰρ καὶ Ἐπιβώμιος φιλόπατριν μᾶλλον ἢ ἰατρὸν ἐμφαίνουσι τὸν ἄνδρα. ὥστ’ ἐπεὶ ταύτας τινὰς βεβαίως Ἱπποκράτους λέγομεν εἶναι, διδασκαλίας εὐσήμου ἕνεκεν ἀρκτέον οὖν ἂν εἴη ἀπὸ | |
25 | τῶν σημειωτικῶν, ἐπειδὴ πάσης αἰτιολογίας καὶ θεραπείας προηγεῖσθαι ὀφείλει σημείωσις. λοιπὸν ἀρξώμεθα ἀπὸ τοῦ | |
Προγνωστικοῦ. | | 9 | |
37(1t) | ΑΡΧΗ ΤΟΥ Α | |
2 | ἀλυσμόν· ἀπορίαν, ἀμηχανίαν. ὡς καὶ Ὅμηρος ἐν τῇ εʹ τῆς Ἰλιάδος ἐπὶ τῆς Ἀφροδίτης τετρωμένης φησίν· ὣς ἔφαθ’, ἡ δ’ ἀλύους’ ἀπεβήσετο, | |
5 | ἀντὶ τοῦ ἀποροῦσα καὶ ῥιπταζομένη. Βακχεῖος μέντοι ἐν τῷ αʹ τῶν Λέξεών φησι· ‘τό ἀλύειν ἀδυνατεῖν, πλανᾶσθαι, ἄχθε‐ σθαι‘. οὐκ ὀρθῶς· οὐ γὰρ εἴ τις ἄχθεται, πλανᾶται ἢ ἀδυ‐ νατεῖ πάντως καὶ ἀλύει. οἱ γοῦν ἀλύοντες ἄχθονται μὲν ἐν τῷ ὀδυνᾶσθαι, οὐκ ἀλύουσι δὲ οἱ πλανώμενοι. ἀλλ’ ὡς εἰκὸς | |
10 | ἐπλάνησεν αὐτὸν Ἡρόφιλος συνώνυμον θεὶς τὸ ἀλύειν τῷ πλα‐ νᾶσθαι. κεῖται ἐν τετάρτῳ Ἐπιδημιῶν καὶ ἐν αʹ Γυναικείων καὶ ἐν Ἀφορισμοῖς. ἀπεδείξαμεν· ἐποιήσαμεν. ἄλλη κοιλίη· ἀντὶ τοῦ ἡ λοιπή. πολλαχοῦ γὰρ αὐτὸς | |
15 | τὸ ἄλλο ἐπὶ τοῦ λοιποῦ τίθησιν, ὡς κἀν τῷ Περὶ ἄρθρων. ἀτρεκέως· Βακχεῖος μὲν ἐν τῷ αʹ φησὶν ἀληθῶς, αὐτάρκως, ἀκριβῶς, Φιλῖνος δὲ μόνον ἀκριβῶς, Ἐπικλῆς δὲ σαφῶς, εἰλικρινῶς. ὁ μέντοι Ἱπποκράτης οὐ καθ’ ἑνὸς σημαι‐ | |
38 | νομένου φαίνεται τάττων | τὴν λέξιν, ἀλλὰ πλεονάκις μὲν ἐπὶ | |
τοῦ ἀκριβῶς, σπανιάκις δὲ ἐπὶ τοῦ ἀληθῶς λέγων· “οὐ δύναται ὅλῃσιν ἡμέρῃσι τουτέων οὐδὲν ἀριθμεῖσθαι ἀτρεκέως”, ἀντὶ τοῦ ἀκριβῶς. ὁμοίως κἀν τῷ Περὶ ἄρθρων, ὅταν λέγῃ· “κληῒς δὲ | 10 | |
5 | 〈κατεαγεῖσα〉, ἢν μὲν ἀτρεκέως ἀποκαυλισθῇ, εὐιητοτέρη ἐστίν· ἢν δὲ παραμηκέως, δυσιητοτέρη”. νῦν γὰρ τὴν ῥαφανηδὸν διαφυὴν καὶ οἷον καυληδὸν τῇ σχιδακηδὸν ἀντιτάξας, τὸ ἀτρε‐ κὲς ἐπὶ τοῦ διὰ τάχους καὶ πρὸς ἀκρίβειαν διῃρημένου ὀστέου τίθησιν, ὡς κἀν τῷ Περὶ ἀρχαίας ἰητρικῆς φησι· ‘χαλεπὸν δὲ | |
10 | μὴ τοιαύτης ἀκριβείης ἐούσης περὶ τὴν τέχνην, τυγχάνειν τοῦ ἀτρεκεστάτου. πολλὰ δ’ εἴδεα κατ’ ἰητρικήν ἐστιν ἐς τοιαύτην ἀκριβείην‘. ὁμοίως κἀνταῦθα τῷ ἀληθεῖ ἀντιδιαστέλλων. μαρτυρεῖ δὲ καὶ Ὅμηρος λέγων· ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο | |
15 | πάντα μάλ’ ἀτρεκέως ἀγορευέμεν. καὶ πάλιν· ἐγώ 〈τοι〉 πάντα μάλ’ ἀτρεκέως ἀγορεύσω. καὶ Εὐριπίδης ἐν Κρησί φησιν· | | |
39 | ἥκω ζαθέους ναοὺς προλιπών, οὓς αὐθιγενὴς στεγανοὺς παρέχει | |
Χαλύβῳ πελέκει τμηθεῖσα δοκοὺς καὶ ταυροδέτῳ κόλλῃ ζευχθεῖς’ | 11 | |
5 | ἀτρεκεῖς ἁρμούς. οὐκ εἶπεν ἀληθεῖς ἁρμοὺς, ἀλλ’ ἀκριβεῖς. ἐν δὲ τῷ Περὶ τόπων τῶν κατὰ ἄνθρωπον καὶ ἐν Γυναικείων αʹ ἀντὶ τοῦ ἀληθῶς χρῆται τῇ λέξει. ἀλλοφάσσοντες· ἀπορρύμενοι καὶ τεθορυβημένοι, ὥς | |
10 | φησι Βακχεῖος. Ξενόκριτος δὲ ὁ Κῷός φησι παρὰ τοῖς Ἴωσι λέγεσθαι τὸ ἀλλοφάσσειν ἐπὶ τοῦ τῆς διανοίας παραφό‐ ρου, πιθανῶς ἱστορῶν παρὰ τὸ ἄλλο φάσκειν καὶ ἄλλο φρο‐ νεῖν. ἀραιά· Βακχεῖος μὲν ἤκουσε τὰ λεπτά. τινὲς δὲ | |
15 | τὰ πυκνὰ καὶ στενά, ὡς παρ’ Ὁμήρῳ· ἀραιὴ δ’ εἴσοδός ἐστι. καί· λάψαντες γλώσσῃσιν ἀραιῇσι μέλαν ὕδωρ. ἀγνοοῦσι δὲ οἱ ταῦτα λέγοντες, ὅτι ἡ λέξις οὐχ ἓν δηλοῖ παρὰ | | |
40 | τῷ ἀνδρί, ἀλλ’ ἐνθάδε μὲν καὶ ἐν αʹ Ἐπιδημιῶν ἀραιὸν λέγει τὸ ἐκ διαστήματος καὶ μὴ ἐπιταχῦνον. καὶ ἐνθάδε μὲν ἄλ‐ γημα σημαίνει, ἐκεῖ δὲ πνεῦμα. ἐν δὲ τῷ Περὶ ἄρθρων φησὶν “ἀραιὰ ὀστᾶ” τὰ διεστῶτα ἀλλήλων. ἐν δὲ αʹ Γυναικείων | |
5 | κἀν τῷ Περὶ ἀρχαίης ἰητρικῆς φησι ‘σώματα ἀραιὰ καὶ | |
†εὔμενα‘. ἅλις· ἀρκούντως. ἀπολελαμμένοι· Βακχεῖος μὲν ἐν βʹ οἱ πλήρεις ὄντες, ὁ δ’ Ἐπικλῆς τροφῆς γέμοντες ἢ καθῃρημένοι ἢ | 12 | |
10 | ἀπειλημμένοι. φαίνεται δὲ ἡ λέξις οὐχ ἓν δηλοῦσα, ἀλλ’ ἐν‐ θάδε μὲν καὶ ἐν αʹ Γυναικείων, ὅταν εἴπῃ· ‘ἀπολελαμμέναι κοιλίαι‘, ἐν ἴσῳ τῷ ἀπειλημμέναι καὶ ἐστεγνωμέναι. ἐν δὲ τῷ Περὶ ἄρθρων, ὅταν ἐπὶ τοῦ σπονδύλου τάττων εἴπῃ τὸ “ἀπο‐ λελαμμένον”, ἀντὶ τοῦ ἀπειλημμένον καὶ ἐσφηνωμένον. | |
15 | ἀχλυῶδες· ἀχλὺς λέγεται ποιά τις ἀμαύρωσις καὶ σκοτία περὶ τοὺς ὀφθαλμούς, ὡς καὶ Ὅμηρος ἐν τῇ εʹ τῆς Ἰλιάδος φησίν· ἀχλὺν δ’ αὖ τοι ἀπ’ ὀφθαλμῶν ἕλον, ἣ πρὶν ἐπῆεν. ἀσήμως ῥᾳστωνήσαντα· ἀντὶ τοῦ χωρὶς φανερᾶς | |
20 | ἐπικουρίας εἰς τὸ βέλτιον ἀποκλίναντα. ἀσκαρίδες· λεπτὰ ἑλμίνθια, ὡς ἐπίπαν ἐν τοῖς τῶν | |
41 | ἀδηφάγων | παιδίων διαχωρήμασιν εὑρισκόμενα. οἱ γὰρ ἐλλο‐ γιμώτατοι τῶν συγγραφέων εἶδος αὐτὰ σκωλήκων ἱστοροῦσι τῶν ἐπὶ τοῖς σαπροῖς ὕδασιν εὑρισκομένων. ἀπαρτί· ἀντὶ τοῦ ἀπηρτισμένως καὶ παντελείως καὶ | |
5 | ὁλοκλήρως· αὐασμόν· ξηρασμόν. καὶ αὖον λέγεται τὸ ξηρόν, ὡς Ὅμηρος· | |
ξύλον [τ’] αὖον ὅσον τ’ ὀργυιήν. αἴρεται· ἐπαίρεται. | 13 | |
10 | ἀκτῆ· βοτάνης ὄνομα. ἀέκουσιν· οὐ βούλονται. ἀνθεῖν· ἀκμάζειν. ἀρκτοῦρος· ὅν τινες ἀρκτοφύλακα προσαγορεύουσιν. οὖροι γὰρ οἱ φύλακες καλοῦνται. ἔστι δὲ οὗτος λαμπρὸς ἀστὴρ | |
15 | ἐν τῇ ζώνῃ τοῦ βοώτου κείμενος. ἀρχαίη φύσις· ἡ πρὸ τοῦ νοσεῖν καὶ κατὰ φύσιν οὖσα. ἁμαρτωλίην· τὴν τῶν ἁμαρτημάτων εἴδησιν. ἀλύκη· ἀπορία μετὰ χάσμης. | | |
42 | ἀφθώδεα· ἄφθα λέγεται ἐξανθημάτων εἶδος, περὶ τὰ τῶν παιδίων στόματα μάλιστα γινομένη. ἄναυδος· ἄφωνος. αὐδὴ γὰρ ἡ φωνή. ὡς Ὅμηρός φησιν· | |
5 | αὐδήεντα δ’ ἔθηκε θεὰ γλαυκῶπις Ἀθήνη. ἀνεκάς· ἀντὶ τοῦ ἀνωτάτω. σύγκειται γὰρ ἐκ τοῦ ἄνω καὶ τοῦ ἑκάς. ὡς καὶ Ἀριστοφάνης ἐν Δαιδάλῳ φησίν· ὁ μηχανοποιός, ὁπότε βούλει τὸν τροχὸν ἐλᾶν ἀνεκάς, λέγε, χαῖρε φέγγος ἡλίου. | |
10 | αἱμόκερχνα· τὰ μετὰ τοῦ δίαιμα εἶναι καὶ κατά‐ | |
ξηρα. κέρχνον γὰρ ἔλεγον οἱ Ἀττικοὶ τὸ ξηρόν. ἀκολαστότατον· ἀναιδέστατον. ἀνάπλοον· τὸ κοῦφον καὶ ἔχον εὐρυχωρίαν τινά. ἀπόξεα· τὰ ἀπόξυρα καὶ ἀποκεκομμένα λέγεται τὰ | 14 | |
15 | ἐκ πλάτους εἰς στενὸν ἠγμένα. | | |
43 | ἀκμὴ πάθους· ἡ τῶν τὸ μέγεθος δηλούντων ση‐ μείων παρουσία. ἀπαυδῆσαι· οἷον ἄφωνον γενέσθαι. ἀμφιδέξιος· Βακχεῖός φησιν ἀμφοτεροδέξιος, ὡς | |
5 | ἀμφήκης ὁ ἀμφοτέρωθεν ἠκονημένος. σαφὲς δ’ αὐτὸ ποιεῖ Εὐριπίδης ἐν Ἱππολύτῳ λέγων· “ἀμφιδέξιον σίδηρον”, ἀντὶ τοῦ ἑκατέρωθεν τέμνοντα. ὁ δὲ Ἱπποκράτης οὐκ ἐπὶ τοῦ ἀμφήκους, ἀλλ’ ἐπὶ τοῦ εὐχρήστου τίθεται κατὰ ἀμφότερα τὰ μέρη. διδάσκει δὲ καὶ ὁ ποιητής, τὸ μὴ καθ’ ἓν μόνον | |
10 | μέρος εὔχρηστον περιδέξιον λέγων· ἥρως Ἀστεροπαῖος, ἐπεὶ περιδέξιος ἦεν. ὁμοίως καὶ ὁ Ἱππῶνάξ φησιν· ἀμφιδέξιος γάρ εἰμι καὶ οὐχ ἁμαρτάνω κόπτων. μέμνηται καὶ Ἡρόδοτος τῆς λέξεως. δεῖ οὖν ἀκούειν τοῦ | |
15 | Ἱπποκράτους λέγοντος, ὅτι γυνὴ κατ’ ἀμφότερα τὰ μέρη τοῦ σώματος οὐκ ἔστιν εὔχρηστος. οὐ γὰρ εὔχρηστος ἐν τῷ ἐνεργεῖν ἐστι, καθάπερ πολλοὶ τῶν ἀνδρῶν. ὁ δὲ Γλαυκίας φησίν, ὅτι τὸ ἀμφιδέξιον οὕτω χρὴ ἀκούειν, ὡς εἰς τὰ δεξιὰ μέρη τῆς ὑστέρας οὐ γίνεται γυναικεῖον σῶμα διὰ τὸ τὰ μὲν | |
20 | ἄρρενα ἐν τοῖς δεξιοῖς, τὰ δὲ θήλεα ἐν τοῖς ἀριστεροῖς. πλὴν οὐκ ὀρθῶς ἀπεφήνατο. πῶς γὰρ ἦν δίδυμα ἢ τρίδυμα γεν‐ νᾶν τὴν γυναῖκα; | | 15 |
44 | ἀμόργης· ὡς ἐπίπαν ἡ ὑποστάθμη τοῦ ἐλαίου. εἴρη‐ ται δὲ οὕτω καὶ ὁ ὀρός. ἀμαλδύνεται· ἀφανίζεται καὶ ἀμαυροῦται, ὡς ἐν βʹ Γυναικείων φησίν· ‘ὄμματ’ ἀμαλδύνεται‘. | |
5 | ἁρμῷ· ἡσυχῇ, μικρῷ. ὡς καὶ Φερεκράτης ἐν Μεταλλεῦσιν. ἀρυσθέντι· ἀντληθέντι. ἀπαυρίσκεται· ἀπολαύεται. ἀσκαρίζει· ἀντὶ τοῦ σκαρίζει. ὡς ἀσταφίς καὶ στα‐ | |
10 | φίς, ἄσταχυς καὶ στάχυς. ἀτεράμνοις· δυσμεταβλήτοις. ἀναλδέες· ἀναυξεῖς. ἀναλκές· ἔνιοι μὲν τὸ ἄνανδρον καὶ ἀδύνατον. βέλ‐ τιον δέ ἐστιν ἀκούειν τὸ ἀβοήθητον. ἀλκὴ γὰρ παρ’ αὐτῷ λέ‐ | |
15 | γεται ἡ βοήθεια. ἀρή· ἡ βλάβη. | | |
45 | ἀργά· ἀγύμναστα ἢ λευκά. ἀήρ· τετραχῶς λέγεται· ὅ τε κοινῶς φαινόμενος καὶ | |
λεγόμενος. ἥ τε ὁμίχλη, καθ’ ὃ λέγεται παρ’ Ὁμήρῳ· ἀὴρ γὰρ περὶ νηυσὶ βαθεῖ’ ἦν· οὐδὲ σελήνη | 16 | |
5 | οὐρανόθεν προὔφαινεν. καὶ τὸ ἐν ἡμῖν δὲ πνεῦμα. καὶ ἡ δι’ ἕδρας δυσώδης πνοή. ἀναΐσσοντας· ἀνορμῶντας· ἀΐσσειν γὰρ τὸ ὁρμᾶν λέγεται. ἀλαζόνες· εἴρηται παρὰ τὸ ἀπὸ ἄλης ζῆν. ἄλη δὲ | |
10 | ἡ πλάνη. καὶ ἀλήτην τὸν πλανήτην. λέγονται δ’ οὕτω καὶ οἱ ψεῦσται. Ἀνταῖον θεόν· τὸν βλάβης ὑπονοούμενον αἴτιον ἔσεσθαι ἀνθρώποις. ἀνταῖον δ’ ἐκάλουν οἱ παλαιοὶ τὸν †σώφρονα, ὡς καὶ Σοφοκλῆς ἐν Κλυταιμήστρᾳ λέγων· | |
15 | τὸν δὲ Ἀνταῖον περιδινέοντα οὐχ ὁρᾶτε | | |
46 | καὶ δεῖμα προσπνέοντ’ ἀπ’ Ἀνταίας θεοῦ. ἀλάστορες· Βακχεῖος μὲν ἐν πρώτῳ φονεῖς φησιν †ἐκ τῆς ἐν Εὐριπίδου Μελανίππης λέγοντος ἴσως†· †ἀλάστορας οὐκ ἐτόλμησε κτανεῖν. | |
5 | ἔνιοι δὲ τοὺς ἀνόσιόν τι καὶ μιαρὸν εἰργασμένους, κἂν μὴ ὦσι φονεῖς, οἷον ἄληστά τινα καθ’ ὁδοὺς διαπραττόμενοι παρὰ | |
τὸ ἀλιτεῖν καλοῦνται, ὅπερ ἐστὶν ἁμαρτεῖν. αἰόνησις· κατάντλησις. Βακχεῖος δέ φησι πρόσ‐ κλυσις. | 17 | |
10 | αἰθόλικες· αἱ περὶ τὴν ἐπιφάνειαν τοῦ σώματος γινόμεναι φλύκταιναι, εἴτε ὑπὸ πυρὸς ἢ ἄλλης αἰτίας, ἀπὸ τοῦ αἴθειν ὠνομασμέναι. ἄλλοι δὲ αἰθόλικας εἶπον τὰ στρογ‐ γυλούμενα κατὰ τὴν ἐπιφάνειαν φύματα. ταῦτα δὲ ὑπὸ θερ‐ μοῦ μὲν γίνεται, ὑπὸ ψυχροῦ δὲ ἀποκρούεται. τοῦτο δὲ Ἱππο‐ | |
15 | κράτης οὐ βούλεται λέγειν. τὸ γὰρ θερμὸν οὐ γίνεται στρογ‐ γύλον, ἂν μὴ ἄγαν ἐκζέσαν ᾖ· κἂν τοιοῦτον ᾖ, οὐ γίνεται στρογγύλον, ἀλλὰ μᾶλλον σκληρύνει. ἔνιοι δὲ εἶπον τὰς κατὰ | |
47 | τὴν ἐπιφάνειαν ἐκζέσεις, αἳ δὴ | ὡς ἐπίπαν στρογγυλοῦνται. Γλαυκίας μέντοι γε ἀγνοήσας οὐκ ὀλίγα γέγραφεν, λέγων αἰθόλικας εἶναι τὰ ἐν ταῖς θερμολουσίαις ἐπανιστάμενα ἐρυ‐ θήματα. | |
5 | ἄλητον· ἄλευρον. ἀλέξασθαι· βοηθῆσαι. ὅθεν καὶ τὸ ἀλεξιφάρμακον. ἄρδει· βρέχει. ἀνακῶς· ἐπιμελῶς καὶ πεφυλαγμένως. ἔστι δὲ ἡ λέξις Δωρική. | |
10 | ἀρροίη· ἀρρωστία. ἀπεσυριγγώθη· ἀπεφυσήθη, καθάπερ αἱ πνευμα‐ τούμεναι σύριγγες. ἄργεμον· πάθος τι περὶ τοὺς ὀφθαλμοὺς λευκωμα‐ | |
τῶδες, ὃ δὴ ἐκ τῆς παρεπομένης λευκότητος ὠνομάσθη. | 18 | |
15 | ἀψυχέειν· λειποθυμεῖν. ἀορτέων· Βακχεῖος μὲν ἐν τῇ τρίτῃ φησὶν ἀρτη‐ ριῶν κοινῶς, Ἐπικλῆς δὲ καὶ Λύκος ὁ Νεαπολίτης τὰ ἐν τῷ πνεύμονι καὶ τῇ τραχείᾳ ἀρτηρίᾳ βρόγχιά φησιν οὕτω καλεῖσθαι. βέλτιον δέ ἐστιν ἀρτηρίας ἀκούειν, ὡς Βακχεῖος | |
48 | εἶπεν, οἷον | ἀεροτηρίας τινὰς οὔσας κατ’ ἐθνικὴν στοιχείων ἐναλλαγὴν οὕτως ὠνομάσθαι φησίν. ἄρθρα· ἰδίως τὰς συμβολὰς τῶν ὀστῶν ἄρθρα καλεῖ, δι’ ὧν φησιν· ‘αἱ δὲ χεῖρες ἄρθρα ἔχουσι πολλά. ὁκόσα γὰρ | |
5 | ὀστέοισι ξυμβάλλουσι, πάντα ἄρθρα ποιέουσι‘. ποτὲ δ’ ἑκάτε‐ ρον μέρος ὀστέου τὸ μέλλον συμβάλλεσθαι, ὅταν λέγῃ· ‘ἐν τοῖ‐ σιν ἰσχίοισιν ἄρθρα δύο εἰσὶν αἱ κοτύλαι καλεόμεναι‘. ἀπτίστων· ἀλεπίστων. πτίσσειν γὰρ λέγεται τὸ λε‐ πίζειν καὶ κόπτειν. | |
10 | ἄραδον· ταραχώδη κίνησιν καὶ σάλον. ἀσκητέον· ἀθλητέον. τοὺς γὰρ ἀθλητὰς ἀσκητὰς οἱ Ἀττικοὶ καλοῦσι. ἀκέσιας· τὰς ἰάσεις. καὶ ἀκεστὰ τὰ ἰάσιμα. καὶ οἱ Ἀττικοὶ τὰς ῥαφίδας ἀκεστρίας καλοῦσι, παρὰ τὸ ἀκεῖσ‐ | |
15 | θαι καὶ ὑγιῆ ποιεῖν τὰ ἱμάτια. ἀδιαρροίη· ἡ τῶν διαρρεόντων παντελὴς ἐποχή. | |
ἀγαθῶς· συμφερόντως. ἀθέλγηται· Βακχεῖός φησι θηλάζηται ἢ ἐπισπᾶ‐ ται, Ἐπικλῆς δὲ ἐκπιέζηται καὶ ἐκθλίβηται, ὡς καὶ Νίκαν‐ | 19 | |
20 | δρος ἐξηγεῖται. | | |
49 | ἀναλελάφθαι· ἀνειλῆφθαι. ἅλις· Βακχεῖος ἐν βʹ ἀρκούντως, ἱκανῶς. ὡς καὶ Ὅμηρος λέγων· ἀφνειὸς βιότοιο, ἅλις δέ οἱ ἦσαν ἄρουραι. | |
5 | ἀνοκώχησις· Βακχεῖος ἐν αʹ φησὶ σύμπτωσις. Γλαυκίας δὲ ἀναπίεσις καὶ ἀνοχή, οὐ κατὰ τρόπον, ὡς οἶμαι, ἱστάμενος. τὰς γάρ τοι ναῦς, ὁπόταν ἐπὶ μετεώρου σαλεύωνται, ἀνοκωχεῖσθαι λέγομεν, ὅπερ ἐστὶν ἄνω χωρεῖν. ὁ μέντοι Ἐπικλῆς φησιν ἀνοκωχεῖν τὸ συμπεπτωκέναι, συνα‐ | |
10 | μαρτάνων τῷ Βακχείῳ. σαφῶς δὲ ὁ Ἱπποκράτης ἐν τῷ Περὶ ἄρθρων φησὶν οὕτως λέγων· ‘ἐντιθέναι δὲ εἰς τὴν μασ‐ χάλην καθαρὸν ἔριον ἑλίσσοντα καὶ ἐκπλήρωμα τοῦ κοίλου ποιέοντα, ἵνα ᾖ στήριγμα ἐν τῇ ἐπιδέσει, ἀνοκωχῇ δὲ τὸ ἄρ‐ θρον‘, τουτέστιν ἀνέχηται καὶ ἀνακρατῆται. | |
15 | αἰών· ὁ νωτιαῖος μυελός. φησὶ γάρ· ‘ἐσφακελίσθη τὸν αἰῶνα‘. κἀν τῷ Περὶ βελῶν καὶ τραυμάτων φησί· ‘τὸν αἰῶνα νοσήσας τις ἑβδομαῖος ἀπέθανεν‘. καὶ Πίνδαρος ἐν | |
Ὑπορχήμασι λέγων· | | 20 | |
50 | ἐνέπισε κεκραμένα ἐν αἵματι, πολλὰ δ’ ἔμβαλ’ ἕλκεα νωμῶν τραχὺ ῥόπαλον, τέλος δὲ ἀείρας †πρὸς στιβαρὰς σπάραξε πλευράς, | |
5 | αἰὼν δὲ δι’ ὀστέων ἐραίσθη. ἄχη· λύπας. ἀσήμοις τόποις· κατὰ ἀντίφρασιν πολυσήμοις, ὡς καὶ ἀγαλάκτοις πολυγαλάκτοις καὶ ἀξύλῳ ὕλῃ. πολυσήμους δὲ λέγει τόπους ἐπί τε φλεβῶν καὶ ἀρτηριῶν καὶ νεύρων. | |
10 | αὐτίκα· Βακχεῖος ἐν αʹ φησὶν ἤδη, Ἐπικλῆς δ’ εὐθέως. ἔστι δέ που καὶ ἀντὶ τοῦ μετὰ ταῦτα λεγομένη ἡ λέξις. ἀποκεκάρπωκεν· ἀποβεβλάστηκεν, ἀπογεγέννηκεν. ἀποσυριγγώσασα τὴν χολήν· οἷον ἀποφυσήσασα. | |
15 | ἄχνη ὀθονίου· τὸ παρ’ ἡμῖν λεγόμενον ξύσμα, ἐξ οὗ γίνεται ὁ καλούμενος μοτός [ξυσμός]. ἄγχιστα· ἔστι μὲν ἔγγιστα. αὐτὸς δὲ ἀντὶ τοῦ μάλι‐ στα τίθησι τὴν λέξιν. ἀναγαλλίς· βοτάνης ὄνομα. | | |
51 | ἄρμη· πᾶσα σύνοδος τραυμάτων. εἴρηται δὲ παρὰ τὸ | |
ἡρμόσθαι. αἰάζειν· θρηνεῖν. ἄλθεσθαι· ὑγιάζεσθαι. | 21 | |
5 | ἀγκυρομήλη· τὸ ἄγκιστρον. ἀψόρροον· τὸ εἰς τοὐπίσω ῥέον. ἀναχελύσσεται· ἀναπνεῖ. ἀνδρεῖος οἶνος· ἢ ὁ εὔτονος ἢ ὁ ἀπὸ Ἄνδρου τῆς νήσου, ὡς Λέσβιος ὁ ἀπὸ Λέσβου. [οὕτω καὶ Ἄνδριος ὁ ἀπὸ | |
10 | Ἄνδρου.] ἀπορέγει· ἀποτείνει. ἀλλόκοτον· ἐξηλλαγμένον. ἀκάματος· ἀκοπίατος. ἀναψύχειν· γυμνοῦν. | |
15 | ἀποτανύσας· ἐκτείνας. ἀνάθλασις· ἔκθλιψις. ἀπολύσιας· ἢ τὰς τῶν ἐπιδέσμων ἀνέσεις ἢ τὰς τῶν ἄρθρων ἀπολύσεις. ἀσηρόν· ἄσης ποιητικόν. | | |
52 | ἀρκέει· βοηθεῖ. ἀποργέστερον· ἀπηνέστερον. | |
ἀπαιωρέεται· ἀποκρέμαται. ἀτρεμέοντα· ἠρεμοῦντα. | 22 | |
5 | ἀποπαλήσει· σαλεύσει καὶ σφοδρᾷ κινήσει. ἀποκαυλισθῇ· οἷον καυληδὸν κλασθῇ. ἀναγνῶσαι· μεταπεῖσαι, μεταδιδάξαι. ἀνάγκη· Βακχεῖος ἐν τρίτῳ ἀντὶ τῆς βίας φησὶ κεῖσθαι τὴν λέξιν. | |
10 | ἀμφισφάλλουσαι· περισφάλλουσαι. ἄμβην· Στράτων μὲν ὁ Ἐρασιστράτειός φησι τὴν ἄμ‐ βην μοχλὸν σφαιροειδῆ εἶναι. Φιλῖνος δὲ ξυστροειδῆ ὑπεροχήν. Ἀσκλατίων δὲ γωνίαν. Ζήνων δ’ ὁ Ἡροφίλειος ὑπεροχὴν τῶν θυρῶν μανδάλῳ ὁμοίαν. Ἀπολλώνιος δ’ ὁ πρεσβύτερος | |
15 | ὑπεροχὴν στρογγύλην σφαίρᾳ ὁμοίαν. Μενεσθεὺς δὲ ὁ Στρα‐ τονικεὺς τὴν ἔρεισιν. Ἐρασίστρατος ὑπεροχὴν ἐξ ἐπαγωγῆς ἀπὸ τοῦ ὑποκάτω μέρους καὶ περιφεροῦς. Διοκλῆς δ’ ἐν τῷ Κατ’ ἰητρεῖον ὑπόκοιλόν τινα χώραν. Ἀπολλώνιος δ’ ὁ Μεμφίτης ἐν τῷ Περὶ ἄρθρων ὑπεροχὴν παρὰ τὸ λοιπὸν | |
53 | ξύλον. Ἀπολλώνιος δ’ ὁ Θὴρ ἐξοχήν. ὁ | δὲ Κιτιεὺς Ἀπολ‐ λώνιος ἐν τῷ Περὶ ἄρθρων σιγματοειδῆ ἐκκοπήν. Περιγέ‐ νης δὲ ὁ ὀργανικὸς ἐν τρίτῳ Μηχανικῶν μοχλῷ ὅμοιόν φησι τὸ σχῆμα ἔχειν τὴν ἄμβην, οὗ τὸ μὲν πλάτος δακτύλου ἑνός | |
5 | ἐστι, τὸ δὲ μῆκος ἡμίσους. ἡμεῖς δὲ τούτους πάντας παραιτη‐ σάμενοι Βακχείῳ συγκατατιθέμεθα, ὃς ἐν τῷ τρίτῳ φησὶν | |
ἄμβην καλεῖσθαι τὴν ὀφρυώδη ἐπανάστασιν. καὶ γὰρ οἱ Ῥό‐ διοι ἄμβωνας καλοῦσι τὰς ὀφρυώδεις τῶν ὀρῶν ἀναβάσεις. μέμνηται τῆς λέξεως καὶ Αἰσχύλος καὶ Ἀριστοφάνης ὁ | 23 | |
10 | γραμματικὸς ἐν ταῖς Ἀττικαῖς λέξεσι. Ἐπιθέρσης δ’ ἐν βʹ τῶν Λέξεων ἄμβωνά φησι χεῖλος εἶναι σκεύους καὶ τῆς ἀσπί‐ δος τὸ πρὸς αὐτῇ τῇ ἴτυι. Ἀριστοφάνης δὲ ὁ κωμικὸς ἐν Αὐτολύκῳ φησίν· ἐπὶ καινοτέρας ἰδέας ἀσεβῶν βίον, ὦ μοχθηρός, ἔτριβες. | |
15 | πῶς ὦ πολλῶν 〈ἤδη〉 λοπάδων τοὺς ἄμβωνας περιλείξας; τουτέστι τὰ περὶ τοὺς ἄμβωνας χείλη. λέγεται δὲ οἷον ἀνάβη τις οὖσα. | | |
54 | ἀγωνιστικόν· ὀχλικόν. καὶ γὰρ ὁ ἀγὼν ἀπὸ τῆς ὀχλήσεως. ἀνακλισμοῦ· ἀνακλιντηρίου. ἀπολιπόντα· διεστῶτα. | |
5 | ἀγάλλεται· Βακχεῖος ἐν δευτέρῳ φησὶ τέρπεται, οὐκ ὀρθῶς. ἔστι γὰρ γαυριᾷ, ὡς καὶ Ὅμηρος· μηδ’ ἐπαγαλλόμενος πολέμῳ. ἀμφώδοντα· τὰ ἄνωθεν καὶ κάτωθεν ὀδόντας ἔχοντα. ἄκρην· ἄκρως ἔχουσαν. | |
10 | ἀπὸ συρμαϊσμοῦ· συρμαΐα λέγεται ἡ ἐπιμήκης ῥαφάνη, ἥν τινες μεθ’ ἅλμης ἐσθίοντες καθαίρονται. καὶ καλεῖται συρμαϊσμὸς ὁ τοιοῦτος τῆς καθάρσεως τρόπος. ἀπόπτωσιν· τὴν τῶν ἐπιδέσμων ἄνεσιν. ἀντικονταίνουσι· πρὸς τὸ ἐναντίον βιάζονται. | 24 |
15 | ἀπόπατοι· αἱ ἀφοδεύσεις. ἀέτωμα· ἡ στεφάνη τοῦ δώματος. ἀπὸ τόκου νοσημάτων· ἀπὸ γεννήσεώς φησι. ἀλθέξεσι· θεραπείαις. ἄνουδον· βαθμὸν καὶ οἷον οὐδόν, ἣν καὶ φλιὰν | |
20 | καλοῦμεν. | | |
55 | ἀπομυλλήνῃ· τοῦτο γίνεται, ὅταν διαστροφὴ καὶ οἷον σπάσμα περὶ τὴν γένυν μετὰ παρέσεως σχῇ, μάλιστα δ’ ἐκ πληγῆς. ἀνήκεστον· ἀθεράπευτον, ἀνυπομόνητον. | |
5 | ἀρβύλαι· ὑποδήματος εἶδος. ἁνδάνει· ἀρέσκει. ἀριθμούς· τὰ ὀνόματα οὕτω καλεῖ. ἄκεσιν· ἰάμασιν. | |
ἀνάκεστον· ἀνίατον. | 25 | |
10 | ἀκρόπλοα· τὰ ἐξ ἐπιπολῆς ἐμπλέοντα. ἀφραίνοντος· ἀφρονοῦντος. ἀεικές· αἰσχρόν, καταγέλαστον. ἀναΐσσει· ἀνορμᾷ. ἀείρειν· προσφέρειν. | |
15 | ἀρτίως· ἀπηρτισμένως. ἀχιλληΐδες· κριθῶν εἶδος, ὧν μέμνηται καὶ Ἀρι‐ στοφάνης καὶ Σοφοκλῆς. ἀθέρα· τὰ ἄνω τῆς κριθῆς λεπτότατα. ἀλυκτέει· οὐκ ἠρεμεῖ. | | |
56 | ἄναλτον ἄλφιτον· τὸ μικρὸν καὶ ἀναυξές. ἄρτον ἐγκρυφίαν· παρ’ Ἀττικοῖς οὕτως ὀνομάζε‐ ται ὁ συντιθέμενος ἔκ τε φοινίκων λιπαρῶν καὶ ἀλεύρου καὶ ὕδατος. εἰκὸς δὲ λέγειν τὸν ἐν θερμοσποδιᾷ ἐγκρυβέντα ὀπτη‐ | |
5 | θῆναι, ὃν 〈Ῥωμαῖοι〉 τοῦρταν καλοῦσι. ἀνδράπαξ· βοτάνης ὄνομα. ἀνάσσυτος· ἀνόρμητος. ἄναυδος· ἄφωνος. αὐδὴ γὰρ ἡ φωνή. ἄρδαλον· ῥύπον ἢ μολυσμόν. καὶ γὰρ τὸ μολῦναι | |
10 | ἢ ῥυπᾶναι ἀρδαλῶσαι λέγεται καὶ ἄρδαλος ἄνθρωπος ὁ μὴ καθαρῶς ζῶν. μέμνηται τῆς λέξεως καὶ Φερεκράτης ἐν Θαλάττῃ καὶ Φιλήμων ἐν Πανηγύρει. ἀναίνονται· ἀπαρνοῦνται. ἀγρησθῶσιν αἱ μῆτραι· τουτέστιν ἄγρας χρῄζουσιν, | 26 |
15 | ἀντὶ τοῦ συλλήψεως ἀπὸ τῆς ἐμμήνου καθάρσεως. οὕτω δὲ | |
57 | ἀκουστέον | καὶ τὸ ὀδαξησθῶσι. πεποίηται δὲ ἀπὸ τῶν ἀγρευο‐ μένων ζῴων. ἄλφιτα προκώνια· τὰ γινόμενα ἐκ τῶν ἀφρύκτων κριθῶν οὕτως Ἀττικοὶ καλοῦσι. | |
5 | ἀμφίδιον· τὸ πέριξ τοῦ τῆς μήτρας τραχήλου. αἰολᾶται· πλανᾶται. ἄγνου· λύγου. ἔστι δὲ ὄνομα φυτοῦ. ὡς καὶ Νίκαν‐ δρος ἐν Θηριακοῖς λέγων· ἄγνου τε βρύα λευκὰ καὶ ἐμπρίοντ’ ὀνόγυρον. | |
10 | ἀγλαΐζηται· καλλωπίζηται. καὶ ἀγλαὸν τὸ καλόν. ἀρικύμων· μεγαλοκύμων. ἀχώρ· ἐξανθήματος εἶδος, καθ’ ὃ συμβαίνει κολ‐ λώδη ὑγρασίαν καὶ οἷον πιτυρώδεις λεπίδας ἐπιφέρεσθαι. μά‐ | |
λιστα δὲ περὶ τὴν κεφαλὴν εἴωθε γίνεσθαι. | 27 | |
15t | ΑΡΧΗ ΤΟΥ Β | |
16 | βιούμενον· βιοῦντα. βαιόν· τὸ ὀλίγον. | | |
58 | βοθρίοις· τοῖς ἐν τοῖς ὀφθαλμοῖς κοίλοις ἕλκεσι νῦν λέγει. βόλβιτα· τὰ μικρὰ βόλβια. βρύχιον· τὸ οἱονεὶ βύθιον καὶ κατὰ βάθους κείμενον. | |
5 | βηχίου· βοτάνης εἶδος, ὃ βηκίαν καὶ βήκιον καλοῦμεν. βρυγμός· ἰδίωμα ποιοῦ ψόφου. βλιχῶδες· οἱ δὲ γλισχρῶδες. Ἐπικλῆς μέν φησι τὸ λελιπασμένον μετὰ γλοιώδους ὑγρασίας ἀκαθάρτου, Εὐφο‐ ρίων δὲ τὸ ἐκπεπιεσμένον καὶ κατάξηρον. Βακχεῖος δὲ καὶ | |
10 | Λυσίμαχος διὰ τοῦ π γράφουσι πλιχῶδες, σημᾶναι θέλοντες τὸ ἐξεπτυγμένον. βλακεύειν· ὀλιγωρεῖν. ἀλλά γε τὸ ἐπὶ πλεῖστον δια‐ τρίβειν οὕτως εἴρηται. ἔστι γὰρ εἶδος ἰχθύος λεγομένου βλα‐ κός, ὃς ἐν τῷ συνουσιάζειν δυσαπολύτως ἔχει. οὗ μέμνηται | |
15 | καὶ Ἀριστοφάνης ἐν Ὄρνισι. λέγεται δὲ κατ’ εὐθεῖαν πτῶσιν βλάξ. βλακεύειν δέ ἐστι τὸ μετὰ νωθρείας καὶ ὀλι‐ γωρίας τι πράττειν, ὡς καὶ Πλάτων ἐν δʹ Πολιτείας φησί· | |
‘βλακικὸν δὲ ἡμῖν τὸ πάθοσ‘, ἀντὶ τοῦ νωθρὸν καὶ ὀλίγωρον. | | 28 | |
59 | βομβυλιοῦ· ἔστι μὲν τὸ βομβυλιὸν εἶδος μελίσσης. σημαίνει δὲ καὶ τὸν αὐλητήν, παρὰ τὸ τοῖς αὐλοῖς βομβεῖν. ἔστι δὲ καὶ βικίου εἶδος στενοστόμου. βρύξαι τοὺς ὀδόντας· ἤγουν βιαίως ἐνερεῖσαι, ὡς | |
5 | ἦχόν τινα γενέσθαι τῶν κάτω πρὸς τοὺς ἄνω κρουόντων. βύζην· ἀθρόως βδελύξειν· στυγήσειν, μισήσειν. βάκχαρις· εἶδος βοτάνης καὶ μύρου, οὗ καὶ Ἀρι‐ στοφάνης μέμνηται. | |
10 | βδελλάζεται· ἀμέλγεται. εἴρηται δὲ παρὰ τὰς βδέλλας. βολβόν· βοτάνης ὄνομα. βατίδες· ἰχθύων ὄνομα. βρίσῃ· βαρύνῃ. | | |
14 | ||
60(1t) | ΑΡΧΗ ΤΟΥ Γ | |
2 | γαργαρεών· τὸ κύριον ὄνομα. τὸ ὑπὸ τὴν ὑπερῴαν νῦν λέγει. ἡ γὰρ σταφυλὴ καὶ ἡ κιονὶς καὶ ἡ ἱμὰς πάθη εἰσὶ τοῦ γαργαρεῶνος. γαργαρεὼν δὲ ὠνομάσθη παρὰ τὸν | |
5 | γινόμενον γαργαλισμὸν τῇ τραχείᾳ ἐξ αὐτοῦ ἀρτηρίᾳ. | |
γονίμη ἡμέρα· ἀντὶ τοῦ περιττή. ἐπειδὴ αἱ περιτταὶ ἡμέραι ὡς ἐπίπαν κρίσιμοι τυγχάνουσι καὶ γεννητικαί τινος ὠφελίμου. ὅθεν καὶ γόνιμον μῆνα τὸν περιττὸν καλοῦσιν. γονοειδές· τὸ ὅμοιον γόνῳ, τουτέστι σπέρματι. αὐτὸς | 29 | |
10 | γὰρ ἐν τῷ Περὶ τόπων τῶν κατ’ ἄνθρωπόν φησι· ‘γονοειδὲς οὖν οὖρον τὸ λευκὸν καὶ παχύ‘. ἐὰν δὲ τονοειδὲς γράφῃ, τὸ πνεῦμα τὸ μετὰ πόνου καί τινος συντονίας ἀναπνεόμενον λέγει. γονή· ὁτὲ μὲν τὸ σπέρμα δηλοῖ, ὁτὲ δὲ τὴν μήτραν. κεῖται ἐν πολλοῖς παρ’ Ἱπποκράτει. | |
15 | γλῶσσα λιγνυώδης· μέλαινα καὶ τεφρώδης. ὠνόμα‐ σται δὲ παρὰ τὴν λιγνύν, ἥτις ἐστὶ καπνώδης αἰθάλη. γίνε‐ ται δὲ τοιαύτη διὰ τὴν ὑπερβάλλουσαν φλόγωσιν. φησὶ γάρ· ‘πελιὴ δὲ γεγονυῖα, ἤγουν λιγνυώδησ‘. γλισχρόχροα· τὰ μετά τινος κολλώδους ἐπαφῆς πα‐ | |
20 | ρατετηρημένα τὴν χροιὰν ἐπὶ τὸ χαλεπώτερον. | | |
61 | γῆν μεταμείβειν. ἤγουν πορεύεσθαι. ἀμείβειν γὰρ τὸ ἀλλάσσειν καὶ μεταπορεύεσθαι. γυῖον· Βακχεῖος ἐν αʹ σῶμά φησιν ἢ μέλος, οὐκ ὀρθῶς φήσας. κατὰ γὰρ τῶν μελῶν ἰδίως τέτακται, ὡς καὶ | |
5 | Ὅμηρος· γυῖα δ’ ἔθηκεν ἐλαφρά. γαργαλισμόν· γάργαλος καὶ γαργάλη λέγεται ἐρεθισ‐ μός, ἀπὸ τῶν πασχητιωσῶν γυναικῶν εἰλημμένης τῆς λέξεως. | |
ὡς καὶ Ἀριστοφάνης Γηρυτάδῃ καὶ Δίφιλος ἐν Δαναΐσι. | 30 | |
10 | γογγυλίδια· τὰ μικρὰ καταπότια. εἴρηται δὲ ἀπὸ τῆς κατὰ τὸ σχῆμα ὁμοιότητος. γάλακτι τέγγειν· ἀντὶ τοῦ λιπαρῶς ἐμβρέχειν. | |
12 | ||
13t | ΑΡΧΗ ΤΟΥ Δ | |
14 | δυσάνιος· δυσθύμως καὶ δυσκόλως τὰς ἀνίας φέρουσα. | |
15 | διόπῳ· τῷ τῆς νηὸς ἐπιμελητῇ, παρὰ τὸ διοπτεύειν. | |
62 | Ἀττικὴ δὲ | ἡ λέξις, κειμένη καὶ παρὰ Ἀριστοφάνει ἐν Ἀττικαῖς λέξεσι καὶ παρὰ Αἰσχύλῳ ἐν Σισύφῳ καὶ Εὐρι‐ πίδῃ ἐν Ἱππολύτῳ. δορπηστοῦ· τοῦ τῆς ἑσπέρας καιροῦ, παρὰ τὸ δόρυ | |
5 | παύειν. ὃ γὰρ ἡμεῖς ἄριστον καλοῦμεν, οἱ παλαιοὶ δεῖπνον ὀνομάζουσι, μεθ’ ὃ δεῖ πονεῖν. δίκραια· τὰ διῃρημένα εἰς δύο καὶ οἷον δίχηλα καὶ δικόρυφα. κεῖται κἀν τῷ Περὶ τόπων. διαρθροῦν· διατυποῦν. | |
10 | διαδέσμους· διαφύσεις. διεβλήθησαν· παρελογίσθησαν, ὡς καὶ Εὐριπίδης | |
ἐν Ἱππολύτῳ φησί· τί δὲ ἢν λυθείς με διαβάλῃς, παθεῖν σε δεῖ; μέμνηται τῆς λέξεως καὶ ἐν Πολυΐδῳ καὶ ἐν Ὀρέστῃ. | 31 | |
15 | δίκαιον· ἐνθάδε μὲν εὔλογον, ἐν δὲ τῷ Περὶ ἄρθρων τὸ ὅμοιον, ὅταν φῇ· ‘ἐπειδὴ δίκαιον ἔχουσιν οἱ ἄνθρωποι τό τε ἄλλο σῶμα καὶ τὰς χεῖρας καὶ τὰ σκέλη, παραδείγματι | |
63 | χρῆσθαι ὑγιεῖ | πρὸς τὸ μὴ ὑγιέσ‘. ἐπὶ δὲ τοῦ ἴσου καὶ τοῦ συμφέροντος, ὅταν λέγῃ· ‘παρὰ πολὺ κράτιστος ἐμβολῆς ὤμου· δικαιότατον μὲν μοχλεύειν, ἢν μοῦνον ἐσώτερον τῆς κεφαλῆς ᾖ τοῦ βραχίονος δικαιόταται δὲ αἱ ἀντιρροπαί, ἀσ‐ | |
5 | φαλέες 〈δὲ τῷ〉 ὀστέῳ‘. ἐπὶ δὲ μόνου τοῦ συμφέροντος ἐν τῷ Περὶ ἀγμῶν φησιν· “ἐχρῆν τὸν ἰητρὸν τῶν ἐκπτωσίων καὶ κατηγμάτων ὡς ἰθύτατα τὰς κατατάσιας ποιεῖσθαι. αὕτη γὰρ ἡ δικαιοτάτη φύσις”. 〈καί〉· “ὥσπερ νόμος δίκαιος”. ἐν δὲ τῷ Περὶ ἄρθρων ἐπὶ τοῦ ἰσχυροῦ φησιν· ‘τί γὰρ δικαίη μό‐ | |
10 | χλευσις οὐκ ἂν κινήσειεν‘; ἀντὶ τοῦ ἰσχυρά. μόνον γὰρ τὸ δίκαιον καὶ εὔλογόν ἐστι καὶ ἁπλοῦν καὶ ἰσχυρὸν καὶ συμ‐ φέρον. | |
διαφραδές· σαφές. διαρόγχας· τὰς τῶν ἐπιδέσμων διαπνοὰς καὶ τὰ | 32 | |
15 | μεταξὺ τούτων διαστήματα. εἴρηται δὲ παρὰ τὴν ῥέγχην, ἥτις ἐστὶν εἶδος ἀναπνοῆς. δῖνος· σκότωσις, ὡς φέρεσθαι δοκεῖν τὰ ὁρώμενα. | |
64 | ἔστι δὲ καὶ | εἶδος ὀρχήσεως. καὶ ὁ σκοτόδινος δὲ ταὐτὸν ση‐ μαίνει καὶ ἡ σκοτοδινία. διατρίβειν· ἐγχρονίζειν. διεβίβασκον· διεβίβαζον. | |
5 | διαμπερές· διαμπάξ. δακρυῶδες ἕλκος· τὸ δίυγρον καὶ ἰχωρορροοῦν. δυσθεσίην· δυσαρέστησιν ἢ δυσαποκατάστασιν. δίκλειδος· δίκλειδες ἰδίως λέγονται θύραι αἱ δίχα τετμημέναι, ὡς δύνασθαι μέρους τινὸς κεκλεισμένου τὸ λοιπὸν | |
10 | ἀνεῷχθαι. διαφανέσι· διαπύροις. †διαίρησαι· διελθεῖν. δῆθεν· δήπουθεν. | |
διακναισθέν· διαφθαρέν. | 33 | |
15 | δοχμοί· πλάγιοι. οἶνον αὐτίτην· τὸν ἀπαράχυτον. ὡς καὶ Πολύζη‐ λος ἐν Δημοτυνδάρεῴ φησιν· | | |
65 | †ἀμαθῶς γὰρ αὐτίτης πᾶσί τε θεοξενίης ἐγίνετο. διαπτερώσιες· διακαθάρσεις ὤτων. χρώμεθα γὰρ πτεροῖς ἐνίοτε διακαθᾶραι ὦτα βουληθέντες, ὡς καὶ οἱ αὐλη‐ ταὶ τοὺς αὐλούς. | |
5 | δειμώδεος· φοβεροῦ. καὶ δεῖμα ὁ φόβος. Ἀττικὴ δὲ ἡ λέξις. δαῦκος· ἔνιοι τὴν δάφνην ἐνόμισαν, οὐκ ὀρθῶς. ἔστι γὰρ βοτάνης εἶδος. διειπετὴς ὁ γόνος· ἀντὶ τοῦ διαυγὴς καὶ καθαρός, | |
10 | ὡς καὶ Εὐριπίδης ἐν Φοίνικι λέγων· †δμῶσιν δ’ ἐμοῖσιν εἶπον ὡς ταυτηρίαις πυρίδες καὶ διειπετῆ κτεῖναι†. δελφύϊ· τῇ μήτρᾳ. δέτιδα· τὴν λαμπάδα, παρὰ τὸ δεσμεύεσθαι. | |
15 | δρακόντιον· βοτάνης εἶδος. οὕτω δὲ καλεῖται καὶ ὁ τοῦ ἄρου καυλὸς παρὰ τὴν πρὸς τὸ ζῷον ὁμοιότητα. | |
διαρκεῦντες· βοηθοῦντες. | | 34 | |
66(1t) | ΑΡΧΗ ΤΟΥ Ε | |
2 | ἐπανερέσθαι· ἐπερωτῆσαι. εὐπετέστερον· ῥᾳότερον. εὐηθέστατοι· οἱ μὴ κακοήθεις. | |
5 | εἰρύεται· ἕλκεται. ὡς καὶ Ὅμηρος· νεκρόν γ’ αὖ ἐρύοντα. ἐκχλοιούμενα· Βακχεῖος ἐν βʹ ἔνωχρα, οὐ νοήσας. πεποίηται γὰρ ἀπὸ τῆς χλόης, ἥτις ἐστὶ περιαγωγὴ φυτώδης. ἔρειψις· πτῶσις. καὶ ἐρείπειν τὸ καταπεσεῖν. οὕτω | |
10 | κεῖται καὶ τὸ ἐξήρειπεν. εἶρος· οἱ μὲν σχηματισμὸν τῆς περὶ τὸν σπλῆνα σκι‐ ρώδους ὀγκώσεως εἶναί φασιν, οἱ δὲ τὴν περὶ ὅλον τὸ σῶμα κάκωσιν. οὐ καλῶς ἀμφότεροι. ἔστι γὰρ ὁ εἶρος πυρετοῦ εἶδος. | |
15 | ἕρπει· ἠρέμα βαδίζει. καὶ ἑρπετὰ τὰ εἰς τὴν ἔραν βαδίζοντα, ἤγουν τὴν γῆν. ἕλκεα περιμάδαρα· τὰ ἀνώμαλα καὶ ἄτροφα. | | |
67 | ἔπαφρα· τὰ διάλευκα καὶ οἷον ἀφρώδη. ἔκρουν· τὸ πονηρόν. ἢ τὴν ἔκκρισιν. | |
ἐνυδρέονται· καθυγραίνονται. ἐκθύματα· ἐκζέματα, ὥς φησι Βακχεῖος. καὶ | 35 | |
5 | ἐκθύσεις αἱ ἐξανθήσεις. ἐπαναιώρημα ἐπινέφελον· τὸ ἐφιστάμενον τοῖς οὔροις καὶ τοῖς διαχωρήμασι καὶ οἷον ἐπικρεμάμενον, ποικίλῳ χρώματι κεχρημένον. νεφέλας γὰρ ἰδίως καλεῖ τὰς τοιαύτας ἐφιστάσεις. | |
10 | ἐλάπαξεν· ἐμάλαξεν. ἐξέρυθρον οἱ μὲν ἐξεδέξαντο τὸ λίαν ἐρυθρόν, οἱ δὲ τὸ ἔξω γινόμενον ἐρύθημα. ἐξ ὧν καὶ Φιλωνίδης ὁ Σικελός. ἔμυξεν· ἐστέναξεν. μέμνηται τῆς λέξεως καὶ Μέναν‐ δρος ἐν Ἀσπίδι. | |
15 | ἐλατήρια· κοινῶς τὰ τὴν κάτω κοιλίαν καθαίροντα φάρμακα. ἐπίδυεν· ἐπεδιέρρει καὶ διεπήδα. ἐτιταίνετο· ἐνεπήγνυτο. | | |
68 | ἐκθήλυνσις· ἔκτηξις καὶ ἰσχνότης. Νίκανδρος δὲ ἀντὶ τῆς ἐκμαλθάξεως αὐτὴν τέθεικεν. ἐπίθημα ἔχειν· ἀντὶ τοῦ πῶμα ἔχειν. ἰδίως γὰρ οἱ Ἀττικοὶ ἐπίθημα τὸ πῶμα καλοῦσι. | |
5 | ἐκλαπήσεται· ἀντὶ τοῦ ἐκγλυφθήσεται καὶ ἐκγεννη‐ | |
θήσεται, ὡς καὶ Ἀριστοφάνης ἐν Γηρυτάδῃ φησί· †φήμαις οὖν ἐγὼ βροτῶν ἅπαντας ἐκλαπῆναι. ἅπαξ εἴρηται καὶ παρ’ ἡμῶν ἐξήγηται μόνον. ἐναυλιζόμενον· ἐμμένον. | 36 | |
10 | εὐπετίην· εὐχέρειαν. ἐξαυαίνεται· ξηραίνεται. ἐκπεπταμένα· ἐξεπτυγμένα καὶ ἐξηπλωμένα. ἕρματα· στηρίγματα. εὐσταλέως· περιεσταλμένως. | |
15 | ἕδρῃ· Βακχεῖος ἐν τρίτῃ ἐπιμονῇ. Ἐπικλῆς δὲ | |
69 | ἐγκαθισμῷ | χρονίῳ καὶ ἐπιμόνῳ. ἑκάτεροι δὲ ὡς οἶμαι ἁμαρ‐ τάνουσιν. οὐ γὰρ ἓν δηλοῖ ἡ λέξις, ἀλλ’ ἐνθάδε μὲν τὴν καθέδραν σημαίνει. ἔνθεν γὰρ καὶ δίεδρα λέγεται τὰ ἐφ’ οἷς καθήμεθα. ἐν γοῦν τῷ Περὶ τῶν ἐν κεφαλῇ τραυμάτων | |
5 | αὐτὸς ἐξηγεῖται λέγων· ‘διακοπὴ δὲ καὶ ἕδρη ταὐτόν ἐστιν. φλᾷ δὲ οὐ μάλα‘. καὶ πολλάκις. ὁμοίως κἀν τῷ Μοχλικῷ φησι· “καταναγκάσαι δὲ τὰ ὑπερέχοντα ἐς ἕδρην πτέρνῃ ἢ θέναρι”, τουτέστιν εἰς τὸν οἰκεῖον τόπον. | |
ἐξήρειπεν· ἐξέπεσεν. | 37 | |
10 | ἐξαρύεται· Βακχεῖος ἐν γʹ ἐκθλίβεται, ἐξαντλεῖται, ἐκπιέζεται. ἐξάστις· αἱ ἐμφερόμεναι τοῖς ἐπιδέσμοις κατὰ τὰς ἕλικας κρόκαι ἐξάστεις παρ’ αὐτῷ καλοῦνται. ἐκθήλυνσις· ἔκτηξις καὶ ἰσχνασία. | |
15 | ἐσματτευόμενον· Βακχεῖος ἐν βʹ ἐμβάλλον ἢ ζη‐ τοῦν ἢ ἐμπῖπτον. μᾶλλον δὲ ἐνερεῖδον ἂν εἴη. ἔστι δὲ ἡ λέ‐ ξις Ἀττικὴ καὶ διὰ τῶν δύο τ γραφομένη τε καὶ ἐκφωνου‐ μένη. | | |
70 | ἕδος· θρόνος ἢ δίφρος, ὡς Βακχεῖος ἐν αʹ. εἴρηται δὲ παρὰ τὸ ἐπ’ αὐτῷ ἕζεσθαι. μαρτυρεῖ δὲ Ἱπποκράτης ἐν τῷ Περὶ ἄρθρων λέγων· ‘πάνυ μὲν ἱκανῶς ἔχει καὶ περὶ μέγα ἕδος Θεσσαλικόν‘, ἀντὶ τοῦ περὶ δίφρον Θεσσαλικόν. πᾶς γὰρ | |
5 | δίφρος ἀνακλισμὸν ἔχων Θεσσαλικὸς παρὰ τοῖς παλαιοῖς λέ‐ γεται. ἐδικραιώθη· εἰς δύο διῃρέθη. ἐνεκρίκωσεν· ἐνέδησεν. ἐνεφλεβοτόμησε· Βακχεῖος ἐν τρίτῃ φησίν, ὅτι | |
10 | διεῖλεν εἰς πλείους τόπους τὰς φλέβας καὶ οἷον ἐμέρισεν. | |
ἐξαμελγόμεναι· ἐκθηλαζόμεναι. ἕλκος †μυκονοειδές· οἱ μὲν τὸ κάθυγρον καὶ μυ‐ ξῶδες, ἐπεὶ τοιοῦτοι οἱ μυκτῆρες. ἐπίδοξοι· προσδόκιμοι. | 38 | |
15 | ἐκπεπλιγμένον· ἐξεπτυγμένον. ἐγγωνίῳ πήχει· ἐγγώνιος πῆχυς λέγεται, ὅταν καμ‐ | |
71 | φθεὶς γωνιοποιηθῇ κατὰ τὸν ἀγκῶνα. | εὐθυωρίαν· εὐθύτητα. εἱσάσθω· ἀντὶ τοῦ καθισάτω. εὐθετισάμενος· καταστείλας. | |
5 | ἐθανατώθη· ἐνεκρώθη. ἐτιταίνετο· ἀντὶ τοῦ ἔτεινεν, ὡς καὶ Ὅμηρος· ἐτιταίνετο καμπύλα τόξα. ἐπεσοφίσαντο· περιειργάσαντο. ἐκλαυνοῦν· ἐξαπατᾶν καὶ μετεωρίζειν. | |
10 | εὐαλθέα· εὐθεράπευτα. καὶ ἄλθεξις ἡ ἴασις καὶ ἡ θεραπεία. ἐπίστανται· δύνανται, ὡς καὶ Ὅμηρος· | |
ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν. ἐπιεικῶς· ἱκανῶς. καὶ ἐπιεικῆ τὸν ἱκανὸν οἱ Ἀττι‐ | 39 | |
15 | κοὶ λέγουσιν. ἐγκύρσαι· ἐγκυράσαι. ἐπουλωθείη· κατουλωθείη. εἰθυλόρδη· εἰς ἰθὺ σκολιά. ἐπιτροχώτερον· εὐφορώτερον. | | |
72 | ἐλύτροισιν· ἔλυτρα λέγονται τὰ περιεκτικὰ τῶν σω‐ μάτων, οἷον σκεπάσματα. ἐσμασάμενος· ἐμβαλών. ἐπιστορέσαι· ἐπιστρῶσαι. | |
5 | ἐκπαλήσαντος· ἐκπαλοῦς γενομένου. ἐγχρίμπτουσι· πελάζουσι. ἐπικαρσίην· πλαγίαν. ἔμπηροι· πηρὸν λέγει Βακχεῖος τὸν χωλόν. δυνα‐ τὸν δὲ ἀκούειν πάντα τὸν περὶ τὰς φυσικὰς ἐνεργείας ἐμπο‐ | |
10 | διζόμενον. ἐσκεδασμένη· σκορπισθεῖσα. εὐφρόνας· τὰς νύκτας. | |
ἐκλέψας· ἀπολεπίσας. ἐμυλώθη· ἀντὶ τοῦ ἐτυλώθη. μύλον γὰρ καλοῦ‐ | 40 | |
15 | σιν οἱ ἰατροὶ τὸν ἐν τῇ ὑστέρᾳ γινόμενον σκῖρον. εὐλῶν· τῶν σκωλήκων. ἔλαιον ὑός· τὸ ὕειον στέαρ. ἐκτόμου· Διοκλῆς φησιν οὕτω καλεῖσθαι τὸν μέ‐ λανα ἐλλέβορον. | | |
73 | ἐκθέωσιν· ἐκτρέχωσι. ἐγχρίμπτειν· ἐμπηδᾶν. ἐκθύει· ἐξορμᾷ. ἐπηλυγάζονται τὰ ἐπιμήνια· ἀντὶ τοῦ ἐμποδίζον‐ | |
5 | ται. ἠλύγη γὰρ παρ’ Ἀττικοῖς ἡ σκιὰ λέγεται. καὶ Θουκυδίδης ἐν ϛʹ φησί· ‘τῷ κοινῷ φόβῳ τὸ σφέτερον ἐπη‐ λυγάζονται‘. ἐσαφάσῃς τῷ δακτύλῳ· ἀντὶ τοῦ ἐφάψῃ. εἴρη‐ ται δὲ παρὰ τὸ ἐπαφᾶσθαι. | |
10 | ἐκπατίως· ἐκτρόπως. καὶ .... ὁδοῦ ἀγνοοῦντες. ἔνιοι δὲ γράφουσιν ἐκπάγλως. ἐχῖνον καινόν· χύτραν καινήν. ἔστιν ἐχῖνος χύ‐ | |
τρας εἶδος μεγαλοστόμου καὶ μεγάλης. μέμνηται τῆς λέξεως καὶ Εὔπολις καὶ Μένανδρος ἐν Ἐπιτρέπουσι καὶ Φιλήμων | 41 | |
15 | ἐν Μυρμιδόσι. | | |
74 | ἐναγίζειν· τοῖς κατοιχομένοις ἢ τοῖς καταχθονίοις θύειν. ἐρυμάτων· στηριγμάτων. εἶργεν· ἐκώλυεν. | |
5 | ἐξίτηλος· ἀσθενής. | |
5 | ||
6t | ΑΡΧΗ ΤΟΥ Ζ | |
7 | ζώνη· ὁ τόπος, εἰς ὃν ζωννύμεθα. ἔνιοι δὲ τὴν ὀσ‐ φὺν ἐνόμισαν. | |
8 | ||
9t | ΑΡΧΗ ΤΟΥ Η | |
10 | ἥπατος ζύμωσις· οἰδηματώδης ὄγκος. ἠπιαλώδεες πυρετοί· οἱ μετὰ φρίκης καὶ ῥίγους γινόμενοι. ἤρκεσεν· ἐβοήθησεν. ἡδύσμασι· τοῖς χλωροῖς καὶ ξηροῖς ἀρτύμασι. Ἀτ‐ | |
15 | τικὴ δὲ ἡ λέξις, ὡς καὶ Ἀριστοφάνης ἐν Ἱππεῦσι καὶ Εὔπολις ἐν Εἱλώταις καὶ Μένανδρος ἐν Δαρδάνῳ. ἔν‐ θεν καὶ στέαρ ἡδὺ λέγει ἐν βʹ Γυναικείων τὸ ἠρτυμένον. ἡμίτομος· ἐπιδέσμου ὄνομα. | | 42 |
75 | ἥρμοσται· ἕδρασται, ἐστήρικται. ἡ μεταφορὰ ἀπὸ τῶν ἑρμασμάτων τῶν τὸν ἱστὸν τῆς νεὼς διακρατούντων, οὐ φορτίου τάξιν ἐπεχόντων, ἀλλὰ τὸ στηρίζειν μόνον. ἕρμα οὖν καὶ ἕρμασμα καὶ ἕρμασις τὸ αὐτὸ δηλοῖ. | |
5 | ἠγκίστρευται· ἀγκιστροειδῶς συμπέφυκεν. ἠγκυροβόλησε· κατήντησεν. ἡ μεταφορὰ ἀπὸ τῶν καθορμιζομένων πλοίων εἴρηται. ἡμιμοίριον· τὸ ἥμισυ τῆς δραγμῆς. ἠρύγγη, πόλιον· βοτανῶν ὀνόματα. | |
10 | ἠνάγκαζεν· ἐβιάζετο. ἠδελφισμένα· ὡμοιωμένα. Ἡρακλείης νόσου· τῆς ἐπιληψίας, διὰ τὸ ἰσχυρὸν τοῦ νοσήματος καὶ δυσκαταμάχητον, ὡς μαρτυρεῖ καὶ Ἀρι‐ στοτέλης ἐν τοῖς Κωμικοῖς. ἔνιοι δέ φασι τὴν μανίαν | |
15 | εἰρῆσθαι, ἐπειδὴ τούτῳ τῷ πάθει μόνῳ ὁ ἥρως ἑάλω. | | |
76 | ἡμιεκτέον· τὸ ἥμισυ τοῦ ἑκτέως. ἑκτεὺς δὲ λέγε‐ ται Ἀττικὸν μέτρον ἔχον χοίνικας ὀκτώ, ὥς φησι Μέναν‐ δρος ἐν Βοιωτίᾳ· οὐκ ἔστιν ἑκτεὺς τοῦτο, μὰ τὸν Ἀσκληπιόν. | 43 |
5 | καὶ Ἀριστοφάνης· ἑκτεὺς δέ 〈γ’〉 ἐστὶν ἑξαχοίνικον μέτρον. | |
6 | ||
7t | ΑΡΧΗ ΤΟΥ Θ | |
8 | θωρῆξαι· οἰνοποτῆσαι. ἐπεὶ καὶ ἡ οἰνοποσία θώ‐ ρηξις ὑπ’ αὐτοῦ λέγεται καὶ μέχρι νῦν τοὺς μὴ ἐπὶ πλέον | |
10 | οἰνωμένους ἀκροθώρηκας καλοῦμεν. θαμινά· πυκνά. κεῖται καὶ ἐν τῷ Περὶ αἱμορ‐ ροΐδων. θερμωλή· ὁ πυρετός. μήποτε καὶ πᾶσα θερμασία ὑπ’ αὐτοῦ θερμωλὴ λέγεται; | |
15 | θαλάμαι· αἱ καταδύσεις. θράσσει· Βακχεῖός φησι κινεῖ, νύττει, Ἡρακλεί‐ | |
77 | δης ὁ Ταραντῖνος | ἐρεθίζει. ἔστι δὲ ὀχλεῖ, ὡς καὶ Σοφο‐ κλῆς ἐν Ἑλένης ἀπαιτήσει φησί· γυναῖκα δ’ ἐξελόντες, ἣ θράσσει γένυν | |
τε ὡς τοῦ μὲν ἕωλον γραφίοις ἐνημμένοις. | 44 | |
5 | θύσσειν· μαίνεσθαι, ὡς καὶ Ἀριστοφάνης ὁ γραμ‐ ματικός. τινὲς δέ φασι τὸ κατὰ ψυχήν ἐξίστασθαι. θυημάτων· ἀρωμάτων. θύνων· ὁρμῶν, ὡς καὶ Ὅμηρος· θῦνε γὰρ ἂμ πεδίον ποταμῷ πλήθοντι ἐοικώς. | |
10 | θεωρούς· θεωροὶ λέγονται οἱ εἰς θεοὺς πεμπόμενοι χρησμῶν ἐπισκέψεως χάριν. | |
11 | ||
12t | ΑΡΧΗ ΤΟΥ Ι | |
13 | ἰητρείην· θεραπείαν. ἴσχειν· συλλαμβάνειν. | |
15 | ἰδίειν. ἱδροῦν. | | |
78 | ἰπνοῦ· καμίνου, οἱ δὲ φούρνου. καὶ γὰρ ὁ φοῦρνος ἰπνὸς λέγεται, ὡς καὶ Ἀριστοφάνης ἐν Σφηξίν· εἰς τὸν ἰπνὸν ἐχ’ ἡμῖν πλησίον τοὐπιστάτου. ἱμείρομαι· ἐπιθυμῶ. ἵμερος γὰρ ἡ ἐπιθυμία, ὡς | |
5 | Ὅμηρος· ὥς σεο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ. | |
ἰκέλη· ὁμοία. ἰκμαλέα· τὰ δίυγρα καὶ ἱκανὴν ἔχοντα ἰκμάδα. ἰχθύημα· ῥίνημα ἢ πρίσμα. | 45 | |
10 | ἱππάκη· ἵππιος τυρός. ἶνες· οἱ μὲν τὰ νεῦρα, οἱ δὲ τὰς συνθετικὰς τούτων κτηδόνας. ἰνηθμός· κάθαρσις κοιλίας. ἰνήσεται· καθαρθήσεται. καὶ ἴνησις ἡ κάθαρσις. | |
15 | ἰθαγενές· αὐθιγενές. ἰσάτις· βοτάνης ὄνομα. | | |
79 | ἰσοκνήμου †δι’ ἔδρυος· τοῦ ἴσου καὶ ὁμαλοῦ. ἵδρυτο· ἐνεκάθητο. Ἐπικλῆς δὲ κατέστη εὐστα‐ θῶς. ἔστι δὲ μᾶλλον ἐνεκάθητο, ὡς καὶ Ὅμηρος· πρῶτος Νεστορίδης Πεισίστρατος ἐγγύθεν ἐλθὼν | |
5 | ἀμφοτέρων ἕλε χεῖρα καὶ ἵδρυσεν παρὰ δαιτί. ἰξύϊ· ὀσφύϊ. ἰξαλῆ· τελείας αἰγὸς δέρμα, ἣν μηλωτὴν καλοῦσι. ἰδνώθη· συνεκάμφθη, ὡς καὶ Ὅμηρος· πλῆξεν. ὁ δ’ ἰδνώθη. | |
10 | ἴκταρ· ἐγγὺς παρὰ τοῖς Ἀττικοῖς, ὡς καὶ Αἰσχύλος ἐν Εὐμενίσι φησί· χαίρετε Ἀττικὸς λεώς, | |
ἴκταρ ἥμενοι Διός. μέμνηται ὁ αὐτὸς τῆς λέξεως καὶ ἐν Ἠδωνοῖς. οἱ δὲ περὶ | 46 | |
15 | Ἰσχόμαχον καὶ Κυδίαν τὸν Μυλασέα ἔγραψαν ἴκμαρ. αἴτιον δὲ τούτου ἡ τῆς λέξεως ἄγνοια. | | |
16 | ||
80(1t) | ΑΡΧΗ ΤΟΥ Κ | |
2 | καμπύλον· τὸ μὴ ὀρθόν, ἀλλὰ σκολιῶς συγκεκαμμέ‐ νον. εἴρηται ἀπὸ τῶν κεκαμπυλωμένων ξύλων. καρδαμύσσειν· καὶ σκαρδαμύσσειν γράφεται. ἔστι | |
5 | δὲ τὸ συνεχῶς τὰ βλέφαρα κινεῖν καὶ εἰς ἐπίμυσιν ἄγειν. ἰδίως οἱ Ἀττικοὶ λέγουσι. εἴρηται δὲ ἀπὸ τοῦ καρδάμου, ὃ ἄν τις προσενέγκηται, συνεχῶς τὰ βλέφαρα ἐπιμύει. κόσμου· τάξεως. Ἀττικὴ δὲ ἡ λέξις. καὶ γὰρ κοσμίους λέγομεν τοὺς εὐτάκτους καὶ κοσμητὰς τοὺς τῆς | |
10 | ἐφήβων εὐταξίας προνοοῦντας. καρδιώσσειν· καρδίαν ἐκάλουν οἱ παλαιοὶ καὶ τὸ τῆς γαστρὸς στόμα, ὃν καὶ στόμαχον κοινῶς καλοῦμεν. καρ‐ διώττειν οὖν καὶ καρδιαλγεῖν λέγεται τὸ μετὰ ναυτίας καὶ ὀδύνης ἀνιᾶσθαι τὸν στόμαχον. καὶ καρδιωγμὸς ἐντεῦθεν | |
15 | ἀντὶ τοῦ ὁ τοῦ στομάχου δηγμός. ἔστι δὲ καὶ ἕτερος καρ‐ διωγμὸς ὁ τῆς καρδίας κυρίως τοῦ σπλάγχνου δηγμός, τουτέ‐ στιν ἀθρόως καὶ σφοδρῶς [καὶ] παλμὸς ἐν αὐτῷ γινόμενος. κωματώδεες· οἱ μετὰ κώματος καταφερόμενοι. κῶμα | |
81 | γὰρ ὁ ὕπνος | καὶ οἷον κοίμημα. οἱ οὖν μετά τινος νωθρείας ἐν καταφορᾷ ὄντες κωματώδεις καλοῦνται. κλαγγώδη· Δημήτριος μὲν ὁ Ἐπικούρειος κλαγ‐ | |
γώδη ὄμματα ἐνόμισε τὰ εὐκίνητα, δεινῶς ἁμαρτάνων. οὐ | 47 | |
5 | γὰρ κατὰ τῶν ὀμμάτων εἴρηται κλαγγή, ποιά τις οὖσα ἐκφώ‐ νησις, ὁποίαν μάλιστα ἐργάζεται ἔμετος ἀσώδης. ἔστι δὲ ἡ ἀρχομένη ἀπὸ βαρείας καὶ λήγουσα εἰς ὀξὺ ὥσπερ ἀπαυδῶν‐ τός τινος. Βακχεῖος δέ φησι κλαγγώδη εἶναι φωνὴν τὴν συνεχῆ καὶ ἀδιάλειπτον. ὁ δὲ Κιτιεὺς Ἀπολλώνιος τὴν | |
10 | μετ’ ἐγκοπῆς καὶ ἀνωμαλίας, ἔτι δὲ ἀσαφείας, ὁποία μάλι‐ στα συμβαίνει τοῖς μεθύουσι. καρῶδες· καρηβαρικὸν ἢ καρωτικόν. κερχνώδεα· οἱ δὲ καρυκώδεα γράφουσι καὶ κερκώ‐ δεα. ἔστι δὲ τὰ τραχείας ἐπαναστάσεις ἔχοντα. καὶ παρὰ | |
15 | τοῖς Ἀττικοῖς κερχνώδη ἀγγεῖα λέγεται τὰ τραχείας ἀνωμα‐ λίας ἔχοντα, ὡς καὶ Σοφοκλῆς περὶ τῆς ἀποταυρουμένης φησὶν Ἰοῦς· τραχὺς †ᾧ χελώνης κέρχνος ἐξανίσταται. | | |
82 | κορδίνημα· γράφεται καὶ σκορδίνημα. καρηβαρίαν δὲ σημαίνει παρὰ τὸ τὸ κάρα δινεῖσθαι, ὡς καὶ Ἀριστο‐ φάνης ἐν Ἀχαρνεῦσι. κόλλικες· ἀρτίσκων εἶδος ὡς πλακούντων, ὧν καὶ | |
5 | Ἀριστοφάνης ἐν Ἀχαρνεῦσι μέμνηται λέγων· ὦ χαῖρε, κολλικοφάγε. τινὲς δὲ τὰ ἴτρια ἐνόμισαν. | |
καρφαλέον· κατάξηρον. κενέβρεια· τὰ νεκριμαῖα κρέα οὕτω καλοῦνται, ὡς | 48 | |
10 | καὶ Ἀριστοφάνης· οὐκ ἔσθω κενέβρειον· ὅταν θύῃς τι, κάλει με. καὶ ἡ ἀγορὰ δέ, ὅπου πωλεῖται τὰ τοιαῦτα, κενέβρειον λέ‐ γεται. καρυκοειδέα· καρύκη εἶδός ἐστιν ὑποτρίμματος ἐκ | |
15 | πλειόνων ἀρτυμάτων συντιθέμενον. καρυκεύειν δὲ τὸ ταράτ‐ τειν. ἣν καρύκην φασὶν αἱματώδη τὴν χροιὰν ἔχουσαν. | |
83 | ἔνιοι δὲ τὴν παρ’ ἡμῖν | καλουμένην αἱματείαν καρύκην ὠνό‐ μασαν, οὐκ ὀρθῶς. ὅτι δὲ τρίμματός ἐστιν εἶδος ἐξ ἀρτυ‐ μάτων, μαρτυρεῖ καὶ Φιλοκράτης ὁ Σάμιος καὶ ἄλλοι. κοιλίης ταραχὴ ἠλεκτρώδης· ἀντὶ τοῦ λαμπρὰ | |
5 | καὶ στίλβουσα. εἴρηται δὲ παρὰ τὸ ἤλεκτρον ἠλεκτρώδης ἡ τοιαύτη ἔκκρισις. κέδματα· κέδματα λέγονται αἱ χρόνιαι περὶ τὰ ἄρ‐ θρα διαθέσεις. κυκεών· πόμα μετ’ ἀλφίτου τεταραγμένον. καὶ | |
10 | κυκᾶν τὸ ταράττειν. κοτυληδόνας· ταύτας οὐ μόνον Ἱπποκράτης, ἀλλὰ καὶ Διοκλῆς ἱστορεῖ παρ’ ἑκάτερον μέρος τοῦ τῆς μή‐ τρας .... εἶναι κοιλότητάς τινας καμαροειδεῖς, ἐν αἷς φησι τὴν ἀνατροφὴν τοῦ ἐμβρύου γίνεσθαι. ὅτι δὲ ψεῦδος παρα‐ | |
15 | δεδώκασιν, ἀλλαχόσε δείξομεν. κλαυθμώδεες ἀναπνοαί· ἀντὶ τοῦ συνεχεῖς. ἡ μεταφορὰ ἀπὸ τῶν κλαιόντων παιδίων. κύσσαρον· τὸν κυσόν. καταμηνίων λύσιν· ἀντὶ τοῦ ἐπέλευσιν. | | 49 |
84 | κοιλίη πυρετώδης· ἡ θερμοτάτη. κατεφρόνεε· κατενόει. φρονεῖν γὰρ ἔλεγον οἱ πα‐ λαιοὶ τὸ νοεῖν, ὡς καὶ Εὐριπίδης ἐν Ἀντιόπῃ φάσκει· φρονῶ δ’ ὃ πάσχω, καὶ τόδ’ οὐ μικρὸν κακόν. | |
5 | μέμνηται καὶ Σοφοκλῆς ἐν †Ἀχαιάδι καὶ ἐν Ἀμφιαράῳ. κανονίαι· Ἐπικλῆς φησι μακροὶ καὶ εὐμεγέθεις. εἰσὶ δὲ μᾶλλον οἱ ὄρθιοι καὶ λεπτοί. †κατέρυθ..· κατὰ φύσιν, κατὰ μέγεθος. κωφοῖ· λύει, παύει τὰς ὀδύνας. | |
10 | κωφωθῇ· βλαβῇ, παρεμποδισθῇ. κίθαρος· παρὰ Δωριεῦσιν οὕτως ὁ θώρηξ καλεῖται. κυβίτῳ· Βακχεῖός φησι κυβοειδεῖ ὀσταρίῳ, τῇ πτέρνῃ. οἱ δὲ πλείους τῷ ἀγκῶνι. κατακρούειν· κατασχίζειν. | |
15 | κνιπότητα· ξηροφθαλμίαν. | | 50 |
85 | καμμάρῳ· αὕτη ἡ λέξις τῶν ἅπαξ εἰρημένων ἐστὶ περιέχουσα οὕτως· ‘τὰς πυρώσιας μὲν τοῖσι ποτοῖσι καὶ ῥοφή‐ μασιν, ὡς τὸν πυρετὸν ψυκτηρίῳ φαρμάκῳ 〈ἐκλύειν ἢ καμ‐ μάρῳ ἢ ἄλλῳ τοιούτῳ· καὶ ἐπὴν μὴ λύσῃς τῷ ψυκτηρίῳ φαρ‐ | |
5 | μάκῳ,〉 θερμαντηρίῳ χρῶ‘. Ζεῦξις μὲν οὖν ἐν τῷ βʹ τῶν Ἐξηγητικῶν (τούτου δὲ τὸ βιβλίον) φάρμακόν τί φησιν οὕτως καλούμενον ψυκτικόν. Διοσκουρίδης δὲ ἐν τῷ εʹ τῶν Ὑλικῶν φησι τὸ ἀκόνιτον εἰρῆσθαι ὑπό τινων κάμμαρον ὡς θηλυφόνον. Λύκος δὲ ὁ Νεαπολίτης ἐν τῷ βʹ τοῦδε τοῦ | |
10 | συγγράμματος Ἐξηγητικῷ διὰ τοῦ ἑνὸς μ φησὶ γράφεσθαι τὴν λέξιν, ὡς εἶναι καμάρῳ, ὅ ἐστιν ἀλειπτηρίῳ, πυριατηρίῳ, ἐσχηματισμένου τοῦ λεξειδίου ἀπὸ τῆς κατὰ τὸ πλεῖστον κα‐ μαρωτοῦ σκευασίας. ὑποτίθεται οὖν ὁ Ἱπποκράτης λέ‐ γων· ‘ἐὰν μή, τὰ ψύχοντα προσάγειν‘. ἐφ’ ἱδρῶσι δὲ | |
15 | παραλαμβάνει .... Στράττιν ἐν †Κυνηγοῖς λέγοντα· ... | |
86 | Διόδωρος ὁ γραμματικὸς τὸ κάμορον καὶ | Ζήνων ὁ Ἡροφί‐ λειος κάμμορον ἢ κάμαρόν φησι καλεῖν τὸ κώνειον τοὺς ἐν Ἰταλίᾳ Δωριέας, οἷον κακόμορόν τι ὄν. ἄμεινον δὲ οἶμαι ἀναγεγραφέναι τοὺς περὶ τὸν Ζεῦξιν, εἶτα καὶ Ζήνωνα. | |
5 | εἰκὸς γὰρ τὸ κάμμορον φάρμακόν τι ψυκτικὸν εἶναι ἢ τάχα τὸ κώνειον. καὶ γὰρ τοῦτο τῶν ψυχόντων ἐστὶ καταπλασ‐ μάτων. ὁ γὰρ Λύκος τέλεον πεπλάνηται, τοῦ Ἱπποκρά‐ | |
τους ὡς εἶδος τῶν ψυχόντων τὸ κάμμορον εἰπόντος. προσ‐ θεὶς γὰρ καὶ τὰς κοιλίας καὶ τὰ ῥοφήματα ἐπήνεγκεν, ὡς | 51 | |
10 | τὸν πυρετὸν ψυκτηρίῳ φαρμάκῳ ἐκλύειν ἢ καμμόρῳ ἢ ἄλλῳ τοιούτῳ, ὡς τοῦ καμμόρου ἐν τοῖς ψυκτικοῖς ὄντος. ὁ γὰρ σύνδεσμος οὐκ ἄνευ διαζευκτικοῦ κεῖται. προσθεὶς γὰρ τὸ ψυκτηρίῳ ἢ καμμόρῳ, πέρας οὐ παύεται, ἀλλ’ ἐπιφέρει· ‘καὶ ἐπὴν μὴ λύσῃς τῷ ψυκτηρίῳ φαρμάκῳ, θερμαντηρίῳ χρῶ‘. | |
15 | ἔδει γάρ, εἰ τὸ κάμμορον ἔλεγεν, ἐπενεγκεῖν· οἷον καμμόρῳ. τίνα δὲ λόγον ἔχει ἐπὶ πυρετῶν ἀλειπτηρίας παραλαβεῖν, αὐτὸ τῆς Λύκου φρενὸς ἔργον εἰπεῖν. καλῶς· ἀντὶ τοῦ εὐπρεπῶς. κενεών· τὸ ἀπὸ τῶν πλευρῶν μέρος ἕως τῶν λαγό‐ | |
20 | νων. κάπετος· ὄρυγμα, τάφος. ἐπὶ μέντοι τοῦ ὀργάνου τὸ ὄρυγμα δηλοῖ. κοιλίη· πᾶσα ἡ ὑπὸ τὸ διάφραγμα εὐρυχωρία, καὶ ἡ τοῦ θώρακος δὲ ἐνίοτε. καὶ ἡ γαστὴρ αὐτή. καὶ ἡ | |
25 | τῶν ἑλκῶν κοιλότης. κράδης· οἱ μὲν τὰ τῆς συκῆς φύλλα, οἱ δὲ τοὺς κλάδους. | | |
87 | κατατάσιας· τὰς καταθέσεις. †κεάξαι· δῆσαι. κυκλέοντα· περιειλοῦντα καὶ περιερχόμενον. κατατανύσεις· κατατείνεις. | |
5 | κατηπορήθη· ἠδυνατώθη. κρεμᾷ· κρεμάσει. κομψευόμενος· πανουργευόμενος, ἐπεὶ καὶ οἱ Ἀττι‐ κοὶ τὴν πανουργίαν κομψίαν καλοῦσι καὶ τὸ στρεβλὸν κομ‐ ψόν, ὡς καὶ Εὐριπίδης. | 52 |
10 | κατατεῖναι· οὐκ ἐπὶ τῆς τάσεως ὁ Ἱπποκράτης τίθησιν, ἀλλ’ ἐπὶ τῆς καταθέσεως· ἐξ ὧν φησι· ‘τὸν δὲ ἄνθρω‐ πον πυρίην γε ἢν ἐνδέχηται πολλῷ θερμῷ λοῦσαι. κἄπειτα πρηνῆ κατατεταμένον‘, τουτέστι κατακεκλιμένον. μικρὸν δὲ ὑποβάς φησιν· “ἔπειτα αἱ ἀρχαὶ πρὸς ξύλον ὑπεροειδές τι | |
15 | προσδεδέσθωσαν, ἁρμόζουσαι τὸ μῆκος τῷ ὑποτεταμένῳ”, τουτέστι τῷ ὑποκειμένῳ. καὶ ἐν τῷ Περὶ ἀγμῶν, ὅταν λέγῃ· “γνώῃ δ’ ἄν τις τὴν ἑαυτοῦ χεῖρα κατατείνας, ὡς ἐπώδυνον τὸ σχῆμα”. καὶ νῦν τὸ κατατείνας ἀντὶ τοῦ σχηματίσας τέθεικε καὶ τοῦ καταθεὶς ὑπτίαν αὐτήν. τάσιν γὰρ ἐπιτη‐ | |
20 | δείας χειρὸς οὐκ ἂν εὐχερῶς δύναται ποιῆσαι. | | |
88 | καταναισιμοῦται· καταναλίσκεται. καταναγκάζεται· ἐκβιάζεται. κιγκλισμὸς ἀκρωμίης· ἀντὶ τοῦ κίνησις τοῦ ἀκρω‐ μίου. κίγκλος δέ ἐστιν ὀρνέου εἶδος πολυκινήτου καὶ πολυ‐ | |
5 | ταράχου. | |
κραίνουσι· κυριεύουσι, βασιλεύουσι. κυφοῦται ῥάχις· κυρτοῦται. κλέπτεται ἡ ῥαφή· ἀντὶ τοῦ παραλογίζεται, ὡς καὶ ἐν εʹ Ἐπιδημιῶν φησιν· ‘ἔκλεψαν δέ μου τὴν γνώμην αἱ | 53 | |
10 | ῥαφαὶ τοῦ βέλεος ἐν ἑαυταῖς τὸ σίνος ἔχουσαι‘. καμπυλεύεσθαι· κάμπτεσθαι. κατάπηροι· καταβεβλαμμένοι. πηροὶ γὰρ λέγονται οἱ ἐπισινεῖς. κόκκαλος· ὁ στρόβιλος. | |
15 | κεκρυφάλῳ· κροκυφάντῳ. ἔστι δὲ τοῦτο κεφαλο‐ δέσμου εἶδος, ὡς καὶ Ὅμηρος· ἄμπυκα κεκρύφαλόν τε ἰδὲ πλεκτὴν ἀναδέσμην. | | |
89 | κεκρᾶκται· φωνητικοὶ καὶ κραύγασοι. Κάσιον οἶνον· ἴσως τὸν Συριακὸν λέγει, καλούμενον ἀπὸ Κασίου ὄρους. καταιγίζωσι· τρέπωσι. καταιγίζειν γὰρ τὸ τρέ‐ | |
5 | πειν λέγεται. μήποτε δὲ μᾶλλον ἐπὶ τοῦ ὁρμήσωσι τακτέον τὴν λέξιν, παρὰ τὸν αἰγίοχον; κηριῶν· κηρίαι λέγονται αἱ πλατεῖαι ἕλμινθες. κατηπέδανον· κατησθενηκός, ὡς καὶ Ὅμηρος· | |
ἠπεδανὸς δέ 〈νύ〉 τοι θεράπων, βραδέες δέ τοι ἵπποι. | 54 | |
10 | κυρκανᾶται· ταράττεται. κραμβίον· Σικελοὶ τὸ κώνειον οὕτω καλοῦσι. κώφωσις ὀφθαλμῶν· νῦν τὴν κώφωσιν ἀντὶ τοῦ παρεμποδισμοῦ τέταχεν. κυρίως γὰρ ἐπὶ τῆς ἀκοῆς τέταχε. κνήστρου· κνηστῆρος. Νίκανδρός φησι· | |
15 | σιλφίου, ἣν κνηστῆρι κατατρίψαιεν ὀδόντας. κυρβασίην· τὴν λεγομένην τιάραν. Ἑκαταῖος δέ φησιν, ὅτι πῖλον βαρβαρικὸν οἱ κωμικοὶ λέγουσι. | | |
90 | κρησέρης· κρησέραν λέγει ῥάκος χονδρὸν καὶ ἀραιόν, δι’ οὗ διηθοῦσί τινα ὡς δι’ ἠθμοῦ. μέμνηται καὶ Ἀρι‐ στοφάνης ἐν Ἀττικαῖς λέξεσι. κακήθεα· τὰ κακοήθη. | |
5 | κλισίην· τὴν κλίνην, παρὰ τὸ ἐν αὐτῇ κατακλί‐ νεσθαι. κυρηβίων· τῶν ἀχύρων καὶ πιτύρων. Ἀττικὴ δ’ ἡ λέξις. κεάσει· σχίσει. | |
10 | καρκινοῦσθαι· σκληρύνεσθαι. κρημνοί· τὰ χείλη τοῦ γυναικείου αἰδοίου. κόνυζα· λάχανον ὅμοιον σελίνῳ, φυόμενον ἐγγὺς θα‐ λάσσης. κεδρίνῳ ἐλαίῳ· τῇ κεδρίᾳ. | 55 |
15 | κάτοπτρον· ἡ μηλωτίς. κρήγυον· ἀληθές. οἱ δὲ ἀγαθόν, ὡς καὶ Ὅμηρος· μάντι κακῶν, οὔ πώ ποτέ μοι τὸ κρήγυον εἶπας. | |
17 | ||
18t | ΑΡΧΗ ΤΟΥ Λ | |
19 | λέγων· διακρίνων, καταριθμούμενος, ὡς καὶ Ὅμη‐ | |
20 | ρος· αἱμασιάς τε λέγων καὶ δένδρεα μακρὰ φυτεύων. | | |
91 | καὶ πάλιν· ἐν δ’ ἡμέας πρώτους λέγε κήτεσι. λιμῶδές τι ἔχει αὐτόν· ἀντὶ τοῦ μεγάλη τροφῆς ἀπορία. | |
5 | λαπάσσουσαι· μαλάττουσαι, κενοῦσαι. εἰκὸς δὲ ἀπὸ τοῦ λαπάθου εἰρῆσθαι τὴν λέξιν, ὅπερ ἐστὶ τῆς κοιλίας μα‐ λακτικόν. | |
λαπάρην· τὴν πλευράν. Λιβύῃ, Δήλῳ, Σκυθίῃ· νῦν Ἱπποκράτης ἠθέλησε | 56 | |
10 | τὰ τρία κλίματα τῆς οἰκουμένης δηλῶσαι. Λιβύην μὲν ἄντι‐ κρυς εἰπών, τὴν δὲ Ἀσίαν διὰ τῆς Δήλου, τὴν Εὐρώπην δὲ διὰ τῆς Σκυθίας. λύγγος· λυγμός. λαπῶδες. Βακχεῖος ἐν βʹ φησὶ τὸ λαμπρὸν καὶ | |
15 | καθαρόν, διὰ τοῦ μ γράφων τὴν πρώτην συλλαβήν, ἵν’ ᾖ λαμπῶδες, οὐ δεόντως ἱστάμενος. λάπη γὰρ λέγεται τὸ ἐφι‐ στάμενον τῆς δεδολωμένης οἴνης ἐν τῷ ὄξει, ἔτι δὲ κολυμβά‐ σιν ἐλαίαις οἷόν τι λίπος κολλῶδες. ἔνθεν οὖν λαπώδη ῥητέον τὰ ἔχοντά τινα ἐφιστάμενα ὅμοια λάπῃ. | | |
92 | λαιλαπώδης· λαίλαψ λέγεται ὄμβρος μετὰ σφοδροῦ ἀνέμου γινόμενος. λοποί· λεπίσματα παρὰ τὸ λέπεσθαι εἰρημένα. λείως· τελείως. | |
5 | λαπαρά· ἁπαλά. λοχείη κάθαρσις· ἡ μετὰ τὸν τόκον γινομένη. λειμακωδέστεροι· λειμακώδεις λέγονται οἱ λιμνώδεις καὶ κατάφυτοι καὶ ὁμαλοὶ τόποι. λιβρῷ· σκοτεινῷ καὶ μέλανι. | |
10 | λείβονται· σπένδονται. λάπτει· Βακχεῖος γράφει λάζεται. ἔστι δὲ λαμβάνει. | |
λέμμα· ἡ ἐπιδερματὶς καλουμένη. λοπῷ· φλοιῷ, λεπίσματι. λελυγισμένα· συνεστραμμένα. Ἐπικλῆς δὲ ἐπι‐ | 57 | |
15 | πεπλεγμένα. ἔστι δὲ μᾶλλον, ὥς φησι Βακχεῖος, συγκεκαμ‐ μένα. πεποίηται δὲ ἡ λέξις ἀπὸ τῶν λύγων, ἅπερ ἐστὶν εὔκαμπτα φυτά. | | |
93 | λωτοῦ ἰχθυήματα· ἀντὶ τοῦ ῥινίσματα ἢ πρίσ‐ ματα. λορδότατον· τὸ ἀποσεσιμωμένον καὶ ἐναντίον τῷ κυρτῷ λορδὸν καλεῖται, ὃ δὴ καὶ κυφὸν καλεῖ. | |
5 | λάσιον· ὀθόνιον, ὡς Θεόπομπος ἐν Ὀδυσσεῖ. καὶ Ἀρτεμίδωρος ὁ γραμματικὸς ἐν ταῖς Λέξεσί φησι λινοῦν ὕφος δασὺ εἶναι. λεσχηνευομένου· ὁμιλοῦντος. λύματα· καθάρματα. | |
10 | λεβηρίδος· ὑμενώδους ἀποσύρματος, ὅπερ ἐστὶ τὸ τῶν ὄφεων λεγόμενον γῆρας, ὡς καὶ Ἀριστοφάνης ἐν Ἀμ‐ φιαράῳ καὶ Στράττις ἐν Φοινίσσαις. Πολέμαρχος δὲ ὁ γραμματικὸς εὐηθέστερόν φησι δυσαγωνίστου καὶ λιμοποιοῦ ζῴου μικροῦ ὄνομα εἶναι τὴν λεβηρίδα μικρῷ λαγωῷ ὁμοίου, | |
15 | ὃ Ῥωμαῖοι μὲν κουνίκλουν καλοῦσι, Μασσαλιῶται δὲ λεβηρίδα. | | |
94 | λαπηρόν· ὑγρόν. λείριον· βοτάνης εἶδος, ἣν κρίνον ὀνομάζομεν. Νίγρος ἐν τῷ Περὶ ὕλης φησὶ καὶ τὸν νάρκισσον παρ’ ἐνίοις λείριον καλεῖσθαι. | 58 |
4 | ||
5t | ΑΡΧΗ ΤΟΥ Μ | |
6 | μαρμαρυγαί· λαμπηδόνες πυκναὶ καὶ οἷον ἀστραπαὶ πυκναί, αἰφνίδιοι, πυρώδεις, ὡς καὶ Ὅμηρος· μαρμαρυγὰς θηεῖτο ποδῶν. †Μηριοχάνη· ὄνομα γυναικός. | |
10 | μειοῦσιν· ἐλαττοῦσι. μυττωτόν· οἱ μὲν Ἀττικοὶ ὑπότριμμά τι μετὰ σκορό‐ δου γινόμενον λέγουσι. Εὔπολις δ’ ἐν Λάκωσι τὸ ἄμυλον λέγων φησί· τὰ σκευάρι’ ἐποίησε μυττωτόν πολύν. | |
15 | ἔνιοι δὲ πλακοῦντα διὰ λαχάνου συντεθέντα. οἱ δὲ τὸν λεγόμενον ζῦθον. ἡμεῖς μέντοι γε συγκατατιθέμεθα τοῖς λέγουσιν μυττωτὸν εἶναι τὸ διὰ σκορόδου τρίμμα. εἴρηται δὲ παρὰ τὸ μυσάττεσθαι τὴν δυσωδίαν, ὡς εἶναι μυσσωτόν. | | |
95 | μεγαλόσπλαγχνον· τὸν διὰ φλεγμονὴν ἐν ἐπάρσει τὰ σπλάγχνα ἔχοντα. Μοδοσαέως· ὄνομα τόπου. μεθίησιν· Ἐπικλῆς μέν φησιν ἐμπίπτει. ἔστι δὲ | |
5 | μᾶλλον ἀφίησι. μεμιασμένον· λοιμῶδες γεγονός. μᾶσσον· Βακχεῖος μέν φησιν ἔλασσον, Ἡρακλεί‐ δης δ’ ὁ Ταραντῖνος πλεῖον. μεῖον· ἔλαττον. | 59 |
10 | μᾶζα· φύραμα ἐξ ἀλφίτου γινόμενον, πινόμενον ποτὲ μὲν μετ’ ὀξυμέλιτος, ποτὲ δὲ μετ’ ὀξυκράτου ἢ ὑδρομέλιτος ἢ μεθ’ ὕδατος. ἔστι δὲ τρόφιμον. μανδραγόρου ῥίζαν· περιφραστικῶς τὸν μανδρα‐ γόραν. | |
15 | ματεῖσθαι· ζητεῖσθαι. καὶ μάτος ἡ ζήτησις λέ‐ γεται. μωμητέον· μεμπτέον. καὶ μῶμος ἡ μέμψις. μεμινυθήκασι· κατισχνάνθησαν. μεμαθήκασι· εἰώθασι. καὶ γὰρ ἡ μάθησις ἔθους | |
20 | ἐστὶν ἄσκησις. μεσσεγγύ· ἐν μέσῳ. | | |
96 | μετεξέτεροι· Βακχεῖος ἐν τρίτῳ φησὶν ἕτεροι. ἔστι δὲ μᾶλλον ἔνιοι, ὡς καὶ Ἡρόδοτος ἐν βʹ φησὶ· “τὰς ζειὰς μετεξέτεροι καλέουσι”. | |
μελέτη· ἐνέργεια. | 60 | |
5 | μελεδώνης· θεραπείας. μετάρσιον· ὑψηλόν. μύρον Αἰγύπτιον· οἱ μὲν ἐδέξαντο τὸ λεγόμενον ἀπὸ σκάφης. ἔστι γὰρ θερμαντικόν. οἱ δὲ τὸ μαλαβάθρι‐ νον. οἱ δὲ τὸ μενδήσιον. καὶ γὰρ ἐν βʹ Γυναικείων τὸ | |
10 | αὐτό φησιν ἔλαιον Αἰγύπτιον. μώλυζα· σκορόδου κεφαλὴ βωλοειδὴς καὶ μὴ διαλε‐ λυμένη εἰς ἄγλιθας. μαρίλην· οἱ φρυγανώδεις καὶ μικροὶ ἄνθρακες οὕτως ὑπό τινων καλοῦνται. μᾶλλον δὲ ἡ θερμοσποδιὰ μαρίλη λέ‐ | |
15 | γεται, ὡς καὶ Ἀριστοφάνης ἐν Ἀχαρνεῦσί φησιν· ὑπὸ τοῦ δέους δὲ τῆς μαρίλης μοι συχνὴν ὁ λάρκος ἐνετίλησεν ὥσπερ σηπία. καὶ Ἱππῶνάξ φησι· πολλὴν μαρίλην ἀνθράκων. | | |
97 | μαράσσει· ψοφεῖ. μήλην· οὕτω καλεῖ τὴν μηλωτίδα. ἣν γὰρ ἡμεῖς μήλην καλοῦμεν, αὐτὸς ὑπάλειπτρον καλεῖ. μελεδωνέων· μεριμνῶν, θεραπειῶν. μελεδαίνειν γὰρ | |
5 | λέγεται τὸ μεριμνᾶν καὶ θεραπεύειν. †μνῶται· κινεῖται ἢ κτείνεται. καὶ γὰρ οὕτως εὕρομεν γεγραμμένην τὴν λέξιν. | 61 |
7 | ||
8t | ΑΡΧΗ ΤΟΥ Ν | |
9 | νείαιρα γαστήρ· Βακχεῖός φησι τὸ κῶλον, ὅ τινες | |
10 | κάτω κοιλίαν προσαγορεύουσι. νεφέλαι· τὰ ἐφιστάμενα τοῖς διαχωρήμασιν ὑπολίπαρα, ὁτὲ μὲν ὠχρά, ὁτὲ δὲ ξανθὰ ἤ πως ἄλλως κεχρωσμένα. μεταφορικῶς ἀπὸ τῶν ἐν οὐρανῷ νεφελῶν κληθεῖσαι. ναρκώδεις· οἱ ἀπεσκληρυμμένοι καὶ ἀναισθητοῦντες. | |
15 | εἴρηται δὲ ἀπὸ τῆς παθητικῆς γιγνομένης νάρκης. | | |
98 | νίωπον· τὸ ἐκ καρύων πικρῶν ἔλαιον, καθὼς καὶ Πετρώνιος ἐν Ὑλικοῖς καὶ Διόδοτος ἐν βʹ Μυρολογιῶν φη‐ σιν. ἔνιοι μὲν οὖν νίωπον ἐπιμελέστατα ποιοῦσιν οὕτως· χοίνικας καρύων πικρῶν δʹ λαβόντες Ἀττικὰς θλῶσί τε καὶ | |
5 | ξηραίνουσι τὰ ἐν μέσῳ καλῶς, διαδιδόασί τε εἰς ὅλμον καὶ κόπτουσι. δύναμιν δ’ ἔχει τὸ νίωπον τήνδε. ὄνομα δὲ τὸ τῶν πικρῶν ἀμυγδάλων ἔλαιον. ναρκῶσαι· πραῧναι καὶ οἱονεὶ εἰς ἀναισθησίαν ἀγα‐ γεῖν τῆς ἀλγηδόνος. | |
10 | νυκτοειδές· ἀντὶ τοῦ μέλαν. νεύρου ἐναίμου· ἀντὶ τοῦ τῆς φλεβός. νόμον· τὸν λόγον. ἢ τὴν νέμεσιν. ἢ τὸ ἦθος. νηδύν· οὕτω καλεῖ πᾶσαν κοιλότητα λέγων· ‘ὁκόσα γὰρ τῶν μελέων ἔχει σάρκα περιφερῆ, ἣν μῦν καλέουσι, πάντα | 62 |
15 | νηδὺν ἔχει. πᾶν γὰρ τὸ ξύμφυτον, ἤν τε δέρματι ἤν τε σαρκὶ καλύπτηται, κοῖλόν ἐστι‘. | | |
99 | νόμος δίκαιος· λόγος συμφέρων. νεοχμόν· νεώτατον. ὡς καὶ Ἀλκμὰν ἐν αʹ Μελῶν. | |
2 | ||
3t | ΑΡΧΗ ΤΟΥ Ξ | |
4 | ξυντεκμαίρεσθαι· συσσημειοῦσθαι. τέκμαρ γὰρ | |
5 | καὶ τεκμήριον ἰδίως τὸ σημεῖον λέγεται. ξυσμῷ· κνησμῷ. φησὶ γὰρ οὕτως Ἱπποκράτης· ‘ὑποβὰς γὰρ ἐς Μῆλον ἐς θερμὰ λοετρὰ τοῦ μὲν κνησμοῦ ἐπαύσατο καὶ τῆς παχυδερμίασ‘. κεῖται ὁ ξυσμὸς καὶ ἐν Ἀφορισμοῖς. | |
10 | ξυνιέναι· συνεπινοεῖν. κεῖται καὶ ἐν τῷ Περὶ πτι‐ σάνης. ξενοπρεπές· ἐξηλλαγμένον. ἔστι δὲ τοῦ Περὶ ἀγμῶν. ξύντασις ὑπολάπαρος· ἀντὶ τοῦ ὑφάπαλος καὶ χωρὶς | |
βίας. | 63 | |
15t | ΑΡΧΗ ΤΟΥ Ο | |
16 | ὀρφνῶδες· σκοτεινόν. ὄρφνη γὰρ λέγεται ἡ σκοτία. ὀγκυλωμένη· ὀγκύλεσθαι μὲν Ἀττικοὶ λέγουσι τὸ μέγα καὶ ἐπηρμένον φρονεῖν. ὁ δ’ Ἱπποκράτης ὀγκυλω‐ μένην λέγει κοιλίαν τὴν ταχέως εἰς ὄγκον αἰρομένην. | | |
100 | ὀξυρεγμίην· τὴν τοῖς ἀπεπτοῦσι παρακολουθοῦσαν ἐποξίζουσαν ἐρυγήν. ὁμαλῶς· ὁμοίως. ἔστι δὲ τοῦ δʹ Ἐπιδημιῶν ἡ λέξις. οὔρει αἱμαλῶδες· ἐν ἐνίοις ἀντιγράφοις εὕρομεν οὐρέει | |
5 | αἱματῶδες, ἐν δὲ τοῖς πλείστοις αἱμαλῶδες, ὃ καὶ αὐτὸ ἐν ἴσῳ κεῖται τῷ αἱματῶδες. εἴρηται γὰρ παρὰ τὸν αἱμάλωπα, ὅ ἐστι συγγραφὴ ὕφαιμος, ὡς ἐπίπαν ἐκ πληγῆς περὶ τὸν κερα‐ τοειδῆ χιτῶνα γινομένη. Οἰνιάδαι· πόλις Αἰτωλίας, κειμένη παρὰ ταῖς Ἀχε‐ | |
10 | λῴου τοῦ ποταμοῦ πηγαῖς. οὐρεύς· ὁ ἡμίονος, ὡς καὶ Ὅμηρος· οὐρῆας μὲν πρῶτον ἐπῴχετο. ὄμματα ἐνδεδινημένα· Ἐπικλῆς τὸ ἐνδεδινημένον ἐπὶ τοῦ ἐσκοτωμένου καὶ τὴν κεφαλὴν ἀλγοῦντος τάσσει, οὐ | |
15 | νοήσας. ὁ γὰρ Ἰπποκράτης οὐκ ἐπ’ ἀνθρώπου καθόλου τέταχε τὴν λέξιν. ἐν γὰρ ϛʹ Ἐπιδημιῶν φανερὸν ποιεῖ, ἰδίως ἐπὶ μέρους ὀφθαλμοῦ τάττων αὐτήν. πῶς οὖν καλῶς ἄν τις τὰ ἐνδεδινημένα ἀντὶ τοῦ ἐξεστραμμένα παραλάβοι; πεποίηται | |
γὰρ παρὰ τὴν δίνησιν, ἥτις ἐστὶ κυκλοτερὴς περιστροφή. | 64 | |
20 | ὀργίσασθαι· τὸ ὁρμὴν ἔχειν πρός τι. καὶ ὀργᾶν | |
101 | τὴν | γῆν πρὸς τὴν ἐκβολὴν τοῦ καρποῦ. ὀργίσασθαι οὖν εἶπε τὸ εἰς παράστασιν ἀγαγεῖν τὰ ὑγρὰ καὶ πρὸς ἔκκρισιν ἑτοιμάζειν. οἰκείης· δούλης, οἱ δὲ ἰδίας. κεῖται ἐν τῷ Περὶ | |
5 | φύσεως παιδίου ἡ λέξις. ὁμιλίη· σημαίνει τρία. ἐνθάδε μὲν τὴν τῶν ἀν‐ θρώπων ἀναστροφήν, παρὰ τὸ ὁμοῦ εἰλεῖσθαι. ἐν δὲ τῷ Περὶ ἄρθρων ἁπλῶς τὴν παράθεσιν καὶ γειτνίασιν, ὅτε φησίν· ‘ὁμιλέει δὲ βραχίων τῇ κοτύλῃ τῆς ὠμοπλάτησ‘. τὴν δὲ | |
10 | τριβήν, ὅτε φησί· ‘ταύτην τὴν τέχνην οὐ μόνον λόγῳ ἀσκεῖν χρή, ἀλλὰ καὶ ὁμιλίῃ‘. ἔστι δὲ τοῦ Περὶ ὡρῶν καὶ τόπων. ὁλκάδες· τὰ φορτηγὰ πλοιάρια. ὀδύνας ναρκοῖ· ἀντὶ τοῦ μειοῖ· ἐπειδὴ ἡ νάρκη θλῖψις αἰσθήσεώς ἐστιν. | |
15 | ὀτίδος· ὀρνέου εἶδός ἐστιν, ὅ τινες ὠτίδα καλοῦσιν. ὄϊος στόμαχος· γοῦλα προβάτου. ὄϊς γὰρ τὸ πρό‐ βατον. κοινῶς δὲ τοῦ ἀνθρώπου. | | |
102 | ὅριον· τὸν περιορισμόν. ὀκχῇ· καὶ ὀκχεῖν δὲ εὕρομεν. ἔστι δὲ τὸ φέρειν, | |
ὡς Βακχεῖος. ὄκλασις· ὀκλάσαι λέγεται τὸ ἐπὶ τὰς κνήμας καὶ | 65 | |
5 | τὰς πτέρνας κάμψαντα τὰ γόνατα καθίσαι. ὀκνέειν· μὴ δύνασθαι. φησὶ γάρ· “οὗτοι κατο‐ κνέουσιν ὀρθοῦσθαι”, ἀντὶ τοῦ οὐ δύνανται. ὄνος· ὁ ἄξων. ἴσως διὰ τὸ κυκλικὸν τῆς κινήσεως. ὀρὸν πίσσης· τὸ ὑγρότατον τῆς πίσσης. ἐν δὲ αʹ | |
10 | Γυναικείων κἀν τῷ Περὶ πτισάνης τὸν τοῦ γάλακτος ὀρὸν ἀκουστέον, ὃς ἐφίσταται τοῖς ἀποτυρουμένοις. ὀκνήθη· ηὐλαβήθη. ὀρρωδέειν· ἀγωνιᾶν, φοβεῖσθαι. οἶνος Ἄνδριος· ὁ εὔτονος, ἢ ὁ ἀπὸ Ἄνδρου τῆς | |
15 | νήσου, ὡς Λέσβιος ὁ ἀπὸ Λέσβου. οὔλῳ ἐρίῳ· τῷ μαλακῷ. ὀξύϊ· ὀσφύϊ. ὀχλώδεα· ὀχληρά. οἶδος· οἴδημα. | |
20 | ὀνεύεσθαι· τείνειν. | | |
103 | ὄπωπα· εἶδον. οὐλομελείης· ὅλης φύσεως. ὄκρις· τραχύτης. ἀλλ’ οὐχ, ὥς φησι Βακχεῖος, | |
γωνία. | 66 | |
5 | ὅπλα· Βακχεῖός φησι τὰ στύππινα σχοινία, οὐκ εὖ. ἔστι γὰρ κοινῶς τὰ ἐν τῇ νηῒ διακρατοῦντα ὀρθὸν τὸν ἱστὸν σχοινία. ὀχετούς· τὰς ἐκχύσεις τῶν ὑδάτων, ὡς καὶ Ὅμηρος· ὡς δ’ ὅτ’ ἀνὴρ ὀχετηγὸς ἀπὸ κρήνης μελανύδρου. | |
10 | οἷον ὀρόβιον πυρρόν· τὸ 〈ὀρόβιον οἱ μὲν ...,〉 οἱ δὲ τὴν ἰσομεγέθη ὀρόβῳ ἀκροχορδόνην. οἶνον οἰνώδεα· οὐχ, ὥς τινες, τὸν ἁπαλὸν καὶ μόνην ἔμφασιν οἴνου παρέχοντα, ἀλλὰ μᾶλλον τὸν αὐστηρὸν καὶ εὔτονον. φησὶ γάρ· “γλυκὺν δὲ οἶνον καὶ οἰνώδεα καὶ λευ‐ | |
15 | κὸν καὶ μέλανα”. ἀντιδιαστελλόμενος δέ φησιν· “ὁ μὲν γλυκὺς ἧσσόν ἐστι καρηβαρικὸς τοῦ οἰνώδεος”. οἴνῳ σιραίῳ· τῷ ἑψήματι λεγομένῳ. ὀλοφλυκτίδες· αἱ φλύκταιναι. οἱ δὲ περινυκτίδες. οἱ δὲ δοθιῆνες. οἱ δὲ ἐξανθήματα ἰόνθοις ὅμοια. | | |
104 | οὐλάς· κριθάς. οὐ παιδοκτιστήσει· οὐ παιδοποιήσει. κτίσαι γὰρ τὸ ποιῆσαι. οἰναρίδες· τὰ κλήματα τῶν ἀμπέλων οὕτως Ἀττικοὶ | |
5 | καλοῦσιν. οἴναρα δὲ τὰ τῆς ἀμπέλου φύλλα. οἰσύπη αἰγός· οἰσύπη κυρίως λέγεται τὸ διαχώρημα τοῦ προβάτου. καὶ γὰρ ὄϊς τὸ πρόβατον. πλὴν αὐτὸς κατα‐ χρηστικῶς οἰσύπην ἐκάλεσε καὶ τὸ τῆς αἰγὸς διαχώρημα, διὰ τοῦτο καὶ οἰσυπηρὰ ἔρια τὰ μετέχοντα τῆς οἰσύπης ἢ τοῦ | 67 |
10 | οἰσύπου. ἑκατέρως γὰρ λέγεται. οἱ πικρόχολοι τὰ ἄνω· ἀντὶ τοῦ οἱ καχέκται, διὰ τοῦτο ὀξεῖς καὶ εὐκίνητοι. οἱ γὰρ χολῶδες ἔχοντες τὸ παρα‐ κείμενον βλάπτονται ὑπὸ τῆς ἀσιτίας τὸν στόμαχον. οἰνάδος· τῆς βρυωνίας καλουμένης. ἔστι δὲ ἀγρίας | |
15 | ἀμπέλου εἶδος. οἶνος ἀνθοσμίας· ὁ εὐώδης καὶ ἡδύς, ὡς Ἀριστο‐ φάνης ἐν Βατράχοις καὶ ἐν Θεσμοφοριαζούσαις. ὄργια· μυστήρια. | |
18 | ||
19t | ΑΡΧΗ ΤΟΥ Π | |
20 | προπετής· προπίπτων. καὶ αὕτη ἡ λέξις μεταφορι‐ κῶς εἴρηται· καὶ γὰρ ἐν τῷ βίῳ προπετεῖς ἀνθρώπους λέγο‐ | |
105 | μεν τοὺς μὴ | κατέχοντας ἑαυτῶν, ἀλλ’ οἷον πρὸ καιροῦ προ‐ πίπτοντας ταῖς πράξεσι. πνεῦμα· νῦν ἡ ἀναπνοή, δι’ ὧν φησι· “πνεῦμα πυ‐ κνὸν μὲν ἐὸν πόνον σημαίνει”. | |
5 | περιεστικόν· σωτήριον. | |
πελάσει· ἐγγίσει. πέλας γὰρ τὸ ἐγγὺς λέγεται. προαπαυδησάντων· προαφωνησάντων, ἐξ οὗ δηλοῦ‐ ται τὸ κεκακωμένον τῆς δυνάμεως. φησὶ γάρ· ‘προαπαυ‐ δησάντων παραφροσύναι κάκισται‘, ἀντὶ τοῦ ἐπ’ ἀσθενεῖ τῇ | 68 | |
10 | δυνάμει γενόμεναι φρενίτιδες κακόν. παρενεχθέντι· ὑπενεχθέντι εἰς παρακοπήν. παρακρουστικόν· παρακοπτικόν. παρακρούειν γὰρ κυρίως ἔλεγον οἱ ἀρχαῖοι τὸ ἐπ’ ὀλίγον παραφρονεῖν. πεπασμός· κυρίως μὲν ἐπὶ τῶν ἀκροδρύων εἴρηται, | |
15 | ὅταν ἐξ ὠμότητος πέπειροι οἱ καρποὶ γίνωνται, καταχρηστι‐ κῶς δὲ καὶ ἐπὶ τῶν ἡμετέρων σωμάτων, ὅταν οἱ χυμοὶ πε‐ πανθῶσι. πινώδεσι· ῥυπαροῖς. πίνος γὰρ ὁ ῥύπος. καὶ πι‐ νηρὰ ἔρια ὅταν φῇ, τὰ οἰσυπηρὰ ἀκουστέον. ἐν ἐνίοις δὲ | |
20 | ὑπομνήμασιν εὕρομεν πίνον λεγόμενον τὸν σπίλον. | | |
106 | πρωῒ τοῦ ἦρος· ἀντὶ τοῦ πρὸ τοῦ ἦρος [ὁρᾶν]. πῦρ· τουτέστιν ὁ πυρετός. Ἀττικὴ δὲ ἡ λέξις. πλάδος· ἡ οἷον ἔκχαυνος καὶ ὑπόσομφος καὶ δίυγρος τοῦ σώματος διάθεσις καὶ μὴ στερεᾷ κεχρημένη σαρκί. | |
5 | πρωϊαίτερον· πρὸ τοῦ δέοντος καιροῦ. παρελύθη· παράλυσιν κυρίως καλεῖ τὴν περὶ τὸ δεξιὸν μέρος τοῦ σώματος μάλιστα γιγνομένην. παλιγκοτωτάτοις· φιλυποστρόφοις νοσήμασι. πέπλος· βοτάνης εἶδος, ἣν ἔνιοι πέπλιον ὀνομάζουσιν. | |
10 | οἱ δὲ σύμφυτον. πτερυγώδεες· οἱ μακροτράχηλοι καὶ ἐπὶ πολὺ πλατέα ἔχοντες τὰ στήθη καὶ ἐξέχοντα. παρέλεγε· παρέκοπτε. πνεῦμα μινυθῶδες· τὸ ἀσθενὲς καὶ ὀλίγον. | 69 |
15 | πρόσω· ἀντὶ τοῦ ἔμπροσθεν. παρθένος· παρθένον νῦν τὴν θυγατέρα λέγει. πόνος καταιγίζων· ἀντὶ τοῦ σφοδρῶς ἐμπίπτων. | |
107 | εἴρηται δὲ | ἀπὸ τῆς καταιγίδος, ἥτις ἐστὶ βιαία καὶ αἰφνίδιος ἀνέμου ἔμπτωσις. πτοιώδεσι· τὴν πτοίαν οἱ μὲν δέχονται τὸν κίνδυ‐ νον, οἱ δὲ τὴν ταραχήν, οἱ δὲ τὸν φόβον. | |
5 | πόνοι· αἱ ἐνέργειαι. περιμάδαρα ἕλκεα· ἄτροφα καὶ ἀνώμαλα. προσάρματα· τροφαί. πόνοι σιτίων ἡγείσθωσαν· ὁ πόνος τρία σημαίνει. ἐνθάδε μὲν τὰ γυμνάσια, ἔνθα φησίν· “ἄσκησις ὑγιείης, ἀκο‐ | |
10 | ρίη τροφῆς, ἀοκνίη πόνων”. ἀντὶ δὲ ὀδύνης, ὅταν φῇ· “δύο πόνων ἅμα γινομένων μὴ κατὰ τὸν αὐτὸν τόπον”. ἐπὶ δὲ τῆς βλάβης, ὅταν εἴπῃ· “ἐν ᾧ νοσήματι ὕπνος πόνον ποιέει, θανάσιμον· ἢν δὲ ὕπνος ὠφελέῃ, οὐ θανάσιμον”. μὴ ἐπιστήσας δὲ Ἀσκληπιάδης τοῦ ἥρωος μὴ ἐξηγουμένου, ἐξ | |
15 | ὧν ἐπιφέρει· “ἢν δὲ ὕπνος ὠφελέῃ, οὐ θανάσιμον”, φησί· ‘πῶς δύναται τοῦτο εἶναι ἀληθές, τοῦ μὲν πόνου κατ’ ἐπίτα‐ σιν αἰσθήσεως γιγνομένου, τοῦ δὲ ὕπνου κατ’ ἔκλυσιν‘; πῖαρ· τὸ λιπαρώτατον καὶ νοστιμώτατον. καὶ πιε‐ ρὸν τὸ λιπαρόν. | | 70 |
108 | πίλοισι· πῖλοι καλοῦνται παρὰ Λάκωσι τὰ σκέπης καὶ σκιᾶς χάριν πεποιημένα. πρόβατα· οὕτω καλεῖ κοινῶς πάντα τὰ τετράποδα νῦν. | |
5 | παραμπεχόμενοι· παρακαλυπτόμενοι. εἴρηται δὲ παρὰ τὴν ἀμπεχόνην, ἥτις ἐστὶ παρακάλυψις. παιδικὸν πάθος· παιδείαν νῦν τὴν παιδοτροφίαν. ὅθεν καὶ Σοφοκλῆς ἐν Πελίᾳ φησί· λευκὴν 〈γὰρ〉 αὐτὴν ὧδ’ ἐπαίδευσεν γάλα. | |
10 | †πέρονα· διάτροπιν†. πλάτας· τὰς ὠμοπλάτας. παρήκουσι· παρατέτανται. πιπίσκοντα· ποτίζοντα. περόνας· τὰς κονδυλώδεις τῶν ὀστῶν ἐπαναστάσεις. | |
15 | οὕτω κεῖται νῦν, ὁτὲ δὲ ἀντὶ τῆς κερκίδος τάττει τὴν λέξιν. Διαγόρας δὲ ὁ Κύπριός φησι τὰ προαιρετικὰ νεῦρα περόνας | |
αὐτὸν καλεῖν. | | 71 | |
109 | πλανωδέστατα· τὰ μὴ κατὰ τάξιν γινόμενα. ὅθεν καὶ πλάνητες πυρετοὶ λέγονται οἱ μὴ κατὰ τάξιν φοιτῶντες. πλήμνας· τὰς χοινικίδας τοῦ τροχοῦ, δι’ ὧν ὁ ἄξων στρέφεται. | |
5 | περαιωθεῖσαι εἰς ἀλλήλας· συννεύσασαι, ὡς ἑκα‐ τέραν λαβεῖν τέλος. πελλόν· ὑπόφαιον. ἀγνοοῦντες δέ τινες γράφουσι πελιόν. ὡς καὶ Σοφοκλῆς ἐν Ποιμέσι καὶ ἐν Ἀμφιαράῳ φησί· | |
10 | κυνὸς πελλῆς τε μηκάδος βοὸς ῥινέων. προμηθέεσθαι· προβουλεύεσθαι, φροντίζειν. περκνόν· μέλαν. προβουλεύοντες· προγιγνώσκοντες καὶ προφυλαττό‐ μενοι. | |
15 | †πηχέδεον· τὸν ταῦρον. οἱ δὲ τὸ περίνεον. Βακ‐ χεῖος δὲ διάβασίν τινα. | | |
110 | πελάσει· ἐγγίσει. πισσηρὴν κηρωτήν· τὴν τετραφάρμακον καλου‐ μένην. | |
πυκινή· πυκνή. | 72 | |
5 | πλοώδης· Ἐπικλῆς φησιν εὐρύχωρον χάλασμα ἔχουσα καὶ οἷον ἐμπλέουσα. περιρρηδές· ἑκατέρωθεν ἐγκεκλιμένον μηνοειδῶς. ἔνιοι δὲ περιφερές. περιτενές· περιτεταμένον. | |
10 | πρόσαρσιν· προσφοράν. πρήγματα· κτήματα. ποταίνια· Βακχεῖος ἐν βʹ φησὶ τὰ πρόσφατα. πυθμενόθεν· Βακχεῖος ἐν βʹ φησὶν ἐξ ἀρχῆς. ἔστι δὲ μᾶλλον κάτωθεν καὶ οἷον ἐκ βάθους. εἴρηται γὰρ ἀπὸ | |
15 | τοῦ πυθμένος. πεντάφυλλον· βοτάνης ὄνομα. πικερίῳ· βουτύρῳ. ὡς καὶ Ἀριστοτέλης ἐν τοῖς | |
111 | Ὑπομνήμασί | φησιν, ὅτι Θόας ὁ Ἰθακήσιος ἱστορεῖ παρὰ Φρυξὶ πικέριον καλεῖσθαι τὸ βούτυρον. πηρῖνα· τὸν ὄσχεόν φησιν οὕτω καλεῖσθαι Ἀντί‐ γονος ὁ γραμματικὸς παρὰ τὸ ὡς ἐν πήρᾳ 〈εἶναι. ὡς καὶ | |
5 | Νίκανδρος ἐν Θηριακοῖσ〉 φησι· | |
καὶ ἐξ ἐλάφοιο 〈ταμὼν〉 πηρῖνα θοραίην. παλύνων· ἐπιπάσσων. ὡς καὶ Ὅμηρός φησιν· ἐπὶ δ’ ἄλφιτα λευκὰ πάλυνεν. πίσσα ἡδυντή· ἡδυντὴν πίσσαν λέγει τὴν ἠρτυ‐ | 73 | |
10 | μένην. πάλη ἀλφίτου· πάλη λέγεται τὸ λευκότατον καὶ λεπτότατον τοῦ ἀλφίτου. πολφοί· βολβοί, ὡς Μεταγένης φησί· ῥαφανῖδος, | |
15 | ἀμύλου, λεκίθων, καρύων, ζωμοῦ, πολφῶν, οἴνου, κολοκύνθης. οἱ δὲ βρῶμά τι πολτῶδές φασιν εἶναι. | | |
112 | πρόμαλον φώξας· πρόμαλόν ἐστιν εἶδος φυτοῦ, οὗ μέμνηται καὶ Εὔπολις ἐν Αἰξί. πωρωθῆναι· παχυνθῆναι καὶ παγῆναι. Πύλας· τόπος Θεσσαλίας, ἐν ᾧ καὶ τὸ τῆς Πυλαίας | |
5 | Δήμητρος ἱερὸν ἵδρυται. περνάς· πωλῶν, ὡς καὶ Ὅμηρός φησι· κτείνων καὶ περνὰς νήσων ἔπι τηλεδαπάων. προξένους· οὕτως ἐκάλουν οἱ παλαιοὶ τοὺς ἐν ἄλλαις πόλεσι μένοντας καὶ εἰς ξενίαν ἐπιδεχομένους καὶ φροντίζον‐ | |
10 | τας φίλων μέν, οὐκ ὄντων δὲ πολιτῶν. | 74 |
11t | ΑΡΧΗ ΤΟΥ Ρ | |
12 | ῥέγχος· ὁ ῥωχμός, ὡς κἀν τῷ Περὶ πτισάνης. ῥὶς ὀνυχογραφηθεῖσα· ῥὶς ὑπ’ ὄνυχος ξεσθεῖσα. γράψαι γὰρ λέγεται τὸ ξέσαι, ὡς καὶ Ὅμηρός φησι· | |
15 | νῦν δέ μ’ ἐπιγράψας ταρσὸν ποδός. ῥινός· τὸ δέρμα. ῥόμβος· ἐπιδέσμου ὄνομα. | | |
113 | ῥαιβοειδέστατον· καμπυλώτατον. ῥαιβὸν γὰρ καὶ γαῦσον τὸ στρεβλὸν λέγεται. καὐτὸς δέ πού φησι· “καμπυ‐ λώταται δὲ ἀνθρώπου πλευραί εἰσι, ῥαιβοειδέα τρόπον”. †πλα‐ σίων 〈δ’〉 ἐπὶ τοῦ κατά τι μὲν κοίλου, κατά τι δὲ καμπύλου, | |
5 | ὡς Κινησίας τάσσει τὴν λέξιν. ῥοώδεα ὀστέα· τὰ χωριζόμενα ἀπ’ ἀλλήλων, μετα‐ φορικῶς ἀπὸ τοῦ ῥεῖν εἰρημένα. | |
ῥοικώδεα· ἅπερ καὶ γαῦσα καὶ στρεβλὰ ἐκάλεσεν. ῥίζη ἀλθαίης· τῆς ἀγρίας δηλονότι μαλάχης. ἣν | 75 | |
10 | Ῥωμαῖοι ἰβίσκον καλοῦσι. ῥοιβοειδέα τρόπον· ἀντὶ τοῦ ἀγκυλοειδῶς. ῥοιβὸν γὰρ τὸ τοιοῦτον σχῆμα καλεῖται. | | |
12 | ||
114(1t) | ΑΡΧΗ ΤΟΥ Σ | |
2 | συχνόν· Βακχεῖος ἐν γʹ φησὶ πολύ, οὐκ ὀρθῶς. ἔστι γὰρ τὸ συνεχές. σπληνὸς κατ’ ἴξιν· Βακχεῖος ἐν αʹ φησὶ κατὰ | |
5 | συνέχειαν, ὁ δὲ Γλαυκίας κατ’ εὐθυωρίαν. ἑκάτεροι δὲ ἐλλιπῶς ἔγραψαν, ἐπειδὴ ἡ λέξις οὐ τῶν ἓν δηλουσῶν ἐστιν, ἀλλ’ ἐνθάδε μὲν τὴν συνέχειαν, ἐν δὲ τῷ Κατ’ ἰητρεῖον κἀν τῷ Περὶ καταγμάτων φησὶν ἴξιν τοῦ ἕλκεος ἢ τοῦ κατάγμα‐ τος τὸ πέρας, παρὰ τὴν ἄφιξιν κληθεῖσαν, ἥτις ἐστὶ πέρας | |
10 | κινήσεως. ἐν δὲ τῷ βʹ καὶ δʹ τῶν Ἐπιδημιῶν τὴν ἴξιν ἀντὶ τῆς εὐθυωρίας τάττει. σιαλόχοι· οἱ σίαλον πυκνὸν ἀθροίζοντες. | |
σπαργᾷ· ἀντὶ τοῦ ὀρέγεται, ἐπιθυμεῖ. σκορδίνημα· γράφεται καὶ κορδίνημα. οὕτω δ’ ἔλε‐ | 76 | |
15 | γον οἱ ἀρχαῖοι τὸ καρηβαρεῖν, ὡς καὶ Ἀριστοφάνης. σήψ· σηπεδών. σπόγγοι· 〈οἰδήματοσ〉 εἶδος. οὕτως καλεῖ τὰς περὶ τὰ παρίσθμια γιγνομένας φλεγμονὰς μετά τινος χαυνοτάτου | |
115 | πυρετοῦ. ἔνιοι δὲ καὶ τὰ ἐν | τῇ κεφαλῇ πιτυρώδη ἕλκη. οἱ δὲ τὰ ἐν αὐτῇ γινόμενα ὑπόσομφα οἰδήματα καί τινας ἔχοντα κατατρήσεις. στεγγίδα· Ἡρακλείδης μὲν ὁ Ταραντῖνος διὰ τοῦ | |
5 | ρ γράψας στρεγγίδα ἐν βʹ Ἐξηγητικῷ τῆς δʹ Ἐπιδημίας χρυσᾶ φησι ταινίδια εἶναι, οἷς χρῶνταί τινες τῶν θεωρῶν, οὐ κατὰ λόγον νοήσας. οὐ γὰρ διὰ τοῦ ρ, ἀλλὰ διὰ τοῦ λ γράφεται. καὶ οὐκ ἔστι χρυσοῦν ταινίδιον, ὡς αὐτὸς οἴεται, ἀλλ’ ἡ συνήθης ξύστρα, καθὼς καὶ Μένανδρος μέμνηται | |
10 | καὶ οἱ λοιποὶ τῶν ἀρχαίων. σκεθρή· †ὁμοία. σαπρά· σεσηπότα, ὡς καὶ Ἱππῶναξ ἐν αʹ Ἰάμβων φησί· μαδῶντα δὴ καὶ σαπρόν. | |
15 | σῖτος πονηρός· νῦν τὸν σῖτον ἀντὶ κοπρίου τέταχεν. στενυγρῶσαι· ἀποστεγνῶσαι καὶ πυκνῶσαι τόπον | |
τινά, ἐν ᾧ ἡ ὑγρασία ἐστί. σκελιφρούς· τοὺς λεπτοὺς καὶ σκελετώδεις. στόμαχος κύστεως· οὕτω καλεῖ τὸν τῆς κύστεως | 77 | |
20 | τράχηλον. καὶ τὸν τῆς μήτρας ἐν αʹ Γυναικείων στόμαχον καλεῖ. | | |
116 | συνασκήσει· συναρμόσει. στριφνούς· πυκνούς. καὶ Ἀριστοφάνης ἐν Ἀχαρ‐ νεῦσί φησι· ‘στριφνοὶ γέροντες, πρίνινοι, ἀτέραμνοι, Μαραθω‐ νομάχαι καὶ σφενδάμνινοι‘. | |
5 | σομφόν· τὸ χαῦνον. πῖσαι· ποτίσαι. σικυώνην· τὴν ἄγριον συκῆν. σοφίην· ὁτὲ μὲν τὴν τέχνην, ὁτὲ δὲ τὴν περιεργίαν. νῦν μέντοι τὴν τέχνην δηλῶν φησι· ‘σοφίην παιδεύεται‘. | |
10 | σκέπαρνος· εἶδός ἐστι δεσμοῦ ὁ σκέπαρνος, ὅταν ὁ ἐπίδεσμος πλάγιος δεθῇ. μαρτυρεῖ δὲ Ἀσκληπιάδης ἐν τῷ Ἐξηγητικῷ τοῦ Κατ’ ἰητρεῖον λέγων· ‘ἔστι γὰρ ὁ σκέπαρνος, ὅταν ὁ ἐπίδεσμος ἐπιβάλλων αὐτὸς ἑαυτῷ καὶ χιεζόμενος κλά‐ | |
σιν τινὰ ποιῇ καὶ γωνίαν, οἷον ὅταν ὀρθόλοξος ἐπιδεθῇ‘. | 78 | |
15 | συνοκωχή· συνοχὴ καὶ σύνοδος, καὶ οἷον σύμπτωσίς | |
117 | τις. ὡς καὶ | Ὅμηρός φησι· κυρτώ, ἐπὶ στῆθος συνοχωκότε. σίδης· τοῦ τῆς ῥοιᾶς λέμματος. σαυρίδιον· ἣν ἔνιοι καρδαμίδα καλοῦσι, καρδάμῳ | |
5 | ἐοικυῖαν. ἔστι δὲ θερμαντικὸν τὴν δύναμιν. σκύτα· τὸ μεταξὺ τῶν τενόντων [καὶ] τοῦ τραχήλου, ὡς Πετρώνιος †ἐν κάρῃ φησίν· ‘†αἰγάδες ὑπέκνεον καὶ πάλαι τὰ σχήματα εὐθὺς ἰδὼν καὶ τὰ σκύτα‘. καὶ Ἀρχί‐ λοχος λέγων· | |
10 | πῶς †ἀπέπρησεν τὰν σκύταν. τινὲς δέ φασι σκύτα λέγεσθαι τὸν νωτιαῖον μυελόν. οἱ δὲ τὸ ἰνίον. οἱ δὲ τὸν μεταξὺ τοῦ μετώπου καὶ τῶν ὀφρύων τόπον, ὅπερ ἐπισκύνιον καλοῦμεν. τινὲς δὲ σκύτα εἶπον τὸ τῆς κεφαλῆς δέρμα. παρ’ ὃ καὶ ἡ 〈κεφαλὴ〉 σκύτος εἴρηται. | |
15 | σκηρὸν καὶ σπογγῶδες· ἀντὶ τοῦ χαυνόσομφον. σπερχνόμενος· οἱ δὲ χωρὶς τοῦ ν σπερχόμενος. ἔστι δὲ ἐπειγόμενος. | | |
118 | συριγγῶδες· κατατετρημένον. σάφα· σαφῶς, ὡς Εὐριπίδης ἐν Ὀρέστῃ φησί· μέν’, ὦ ταλαίπωρε, ἀτρέμα σοῖς ἐν δεμνίοις. ὁρᾷς γὰρ οὐδὲν ὧν δοκεῖς σάφ’ εἰδέναι. | |
5 | σκίλλης τὸ νηρῶδες· ἀντὶ τοῦ τῆς ῥίζης τὸν χυλόν. | |
συκῆς ἐρριμμένου· τῆς ἀγρίας συκῆς. σπουδή· κακοπάθεια, ὡς καὶ Ὅμηρος· σπουδῇ τ’ ἐξήλασσαν, ἐπεί τ’ ἐκορέσσατο φορβῆς. σειρῇ· τῷ ἱμάντι. | 79 | |
10 | σκύτινον ὑποκεφάλαιον· δερμάτινον προσκεφά‐ λαιον, ὅπερ καὶ πούλβιον. σίναιτο· μέμψαιτο. καὶ διαβάλοι. καὶ βλάψαι. σαπριοῖ· σεσήποι. σεσάπρισται· σέσηπται, ἔφθαρται. | |
15 | συνθεῖν· συντρέχειν. στρωτῆρα· δοκίδα. | | |
119 | σαρκάζειν· οἱ μὲν σαρκοῦν, οἱ δὲ περιτείνειν τὴν ἄνω γνάθον. τῷ εἴδει δὲ κέχρηται ἀντὶ τοῦ γένους. ἔστι γὰρ εἶδος περιτάσεως τὸ σαρκάζειν. στερρωθείη· ὀρθωθείη φησὶ Βακχεῖος ἐν γʹ. | |
5 | συμπορσύνοι· συνδῷ. συγκλέπτεται ἡ ῥαφή· ἀντὶ τοῦ παραλογίζεται, ὡς καὶ ἐν εʹ Ἐπιδημιῶν φησιν· ‘ἔκλεψαν δέ μου τὴν γνώ‐ μην αἱ ῥαφαὶ τοῦ βέλεος ἐν ἑαυταῖς ἔχουσαι τὸ σίνοσ‘. | |
σιναρόν· σίνος ἔχον καὶ βλάβην. | 80 | |
10 | σινόμωρα· πονηρά. εἴρηται δὲ παρὰ τὸ σινομε‐ μωρῆσθαι. σκεθροτέρης· Βακχεῖος ἐν αʹ φησὶν ἀληθεστέρας, ἀλλ’ οὐκ ὀρθῶς. κεῖται δὲ ὁτὲ μὲν ἀντὶ τοῦ ἀληθοῦς, ὁτὲ δὲ ἀντὶ τοῦ ἀκριβοῦς λογισμοῦ τὸ σκεθρόν. ὡς καὶ | |
15 | Εὐριπίδης ἐν Ἀλκμαίωνί φησι· γυναῖκες, ὁρμήθητε μηδ’ ἀθυμία σχέθῃ τις ὑμᾶς. ταῦτα γὰρ σκεθρῶς ὁρᾶν ἡμᾶς ἀνάγκη τοὺς νομίζοντας τέχνην. | | |
120 | σχάσματα· σπάσματα τὰ ἐκ πληγῆς περὶ τὴν γένυν γιγνόμενα καὶ οἷον στρεβλώματα. σποράδες νοῦσοι· αἱ μὴ ὅμοιαι μηδὲ συνεχῶς ἐν πολλοῖς τόποις καὶ ἀνθρώποις γιγνόμεναι. | |
5 | σπατίλη· τῶν ἅπαξ εἰρημένων. κεῖται δὲ ἐπὶ διαρροίας. σησαμοειδές· Διοκλῆς οὕτω φησὶ καλεῖσθαι τὸν ἐν Ἀντικύρᾳ ἐλλέβορον. ἕτεροι δὲ πόαν τινὰ ἑτέραν. σπαδών· σπασμὸς σώματος. | |
10 | σικύου πάλης· τοῦ ἐκ σικύου γινομένου λεπτοῦ | |
ἀλεύρου. σκυρωθῶσι· σκληρυνθῶσιν καὶ οἷον σκιρωθῶσιν. ἐπειδὴ τὸν σκῖρον σκῦρον ὀνομάζει, ὅτε φησί· ‘καὶ ἢν σκυ‐ ρωθέωσι, ἄρειον τὰ δριμέα προστιθέναι. ὀδάξοντα γὰρ καὶ | 81 | |
15 | λεπτὰ καὶ πυρώδη ἐόντα τὸν σκύρον διαχέει. ἢν δὲ λα‐ παχθῇ, μαλακοῖσιν ἰήσασθαι‘. σφαδάζει· χαλεπαίνει, δυσφορεῖ. ἡ λέξις Ἀττική. | | |
121 | σελαχίοισι· τοῖς μικροῖς ἰχθυδίοις ἢ τοῖς ὀστρακο‐ δέρμοις, οἷον καράβοις, καρκίνοις, κήρυξι. μέμνηται τῆς λέξεως καὶ Εὔπολις ἐν Αἰξὶ λέγων· ὡς δή ποτ’ αὐτῶν ἢν κάμῃ τις, εὐθέως | |
5 | ἐρεῖ· [πρὸς αὐτὸν] πρίω μοι σελάχι’. ἤν τ’ ἴδῃ λύκον, κεκράξεται φράσει τε πρὸς τὸν αἰπόλον. στέατι μηλείῳ· ἀντὶ τοῦ προβατείῳ. μῆλα γὰρ τὰ πρόβατα. σικύου λέμματος· λεπίσματος. | |
10 | σφυγμοὶ πρὸς χεῖρα ψαίροντες· οἱ μὴ εὔτονοι, ἀλλ’ ἐκ διαλειμμάτων ἀσθενῶς πλήττοντες. εἴρηται δὲ ἀπὸ τῶν ψαιρόντων ἀρμένων, ἃ δὴ οὐχ ὁμαλῶς ὑπὸ τῶν ἀνέμων | |
φυσώμενα ὁτὲ μὲν χαλαροῦνται, ὁτὲ δὲ πληροῦνται. σπερχνόν· συνεχές. | 82 | |
15 | σκόρδιον· βοτάνης ὄνομα. στέαρ ὄϊος· τὸ τοῦ προβάτου. | | |
122 | σκαφίδα· τὴν ποιμενικὴν σκάφην οὕτω καλοῦσιν Ἀττικοί. σκυτίνην· πεπιλημένην καὶ πεπυκνωμένην. συναρθμοῦται· συναρμόζεται καὶ συνενοῦται. ἀρ‐ | |
5 | θμὸς γὰρ λέγεται ἡ εὔνοια καὶ ἡ φιλία, ὡς καὶ Καλλίμα‐ χός φησιν· ἀρθμὸν δ’ ἀμφοτέροις καὶ φιλίαν ἔταμον. σμηκτρίδα γῆν· τὴν κιμωλίαν. σκορόδου φύσιγγα· τὸ ἔξωθεν λέμμα. | |
10 | σκυλάκια σιαλώδεα· κύνεια κρέα λιπαρά. συνέβησε· συνεβίβασεν. | |
11 | ||
12t | ΑΡΧΗ ΤΟΥ Τ | |
13 | τολμᾶν· ὑπομένειν. ὅθεν καὶ τολμηροὺς τοὺς πάντα ὑπομένοντας λέγομεν. | |
15 | τρύζειν· οἱ δὲ στρύζειν. ἔστι δὲ τὸ μετὰ ἀσήμου ψόφου διαχωρεῖν. εἴρηται δὲ ἀπὸ τῆς τρυγόνος, ὅτι ἀσήμως | |
καὶ γογγυστικῶς φθέγγεται, ὡς καὶ Ὅμηρός φησιν· ὡς μή μοι τρύζητε παρήμενοι ἄλλοθεν ἄλλος, | | 83 | |
123 | ἀντὶ τοῦ ἀσήμως καὶ γογγυστικῶς λαλῆτε. ὁ μέντοι Βακ‐ χεῖος ἐν βʹ φησὶ τρύζειν εἶναι τὸ μετά τινος στροφώδους περιωδυνίας καὶ προθυμίας διαχωρεῖν. τροφιωδέων· σποδιωδῶν. τροφιὰ γὰρ ἡ σποδιὰ λέ‐ | |
5 | γεται. τὸ θηριῶδες· οἱ μὲν ἔφασαν αὐτὸν ἐπὶ τῶν κακοή‐ θων ἑλκῶν τεταχέναι τὴν λέξιν, ἅπερ θηριώματα λέγεται, ἃ δὴ ὡς ἐπίπαν ἐν φθινοπώρῳ αὔξεται διὰ τὴν τοῦ ἀέρος ἀνω‐ μαλίαν. οἱ δὲ ἐπὶ τῶν μικρῶν ἑλμίνθων ἐνόμισαν. τότε | |
10 | γὰρ καὶ αὗται γεννῶνται. ἔνιοι δὲ τὴν φθίσιν ἐνόμισαν. τόνοι· τὰ περιτεταμένα σώματα ταῖς σαρξίν, οἷον φλέ‐ βας, νεῦρα καὶ τὰ ὅμοια, τόνους ὀνομάζει ἀπὸ τοῦ περιτετάσ‐ θαι, ἐνίοτε δὲ τὰ νεῦρα μόνον. ἔνιοι δὲ τοὺς ὑμένας ἔφασαν. τίτανος· ἡ κονία. | |
15 | τυφώδεες· τυφώδεις λέγονται πυρετοὶ οἱ μετὰ νω‐ θρείας γιγνόμενοι καὶ μετ’ ἐπιτάσεως ἐξιστάμενοι. τριταιοφυεῖς· ὁ μὲν Ἱπποκράτης Ἴων τριταιο‐ | |
124 | φυεῖς φησι λέγεσθαι | τοὺς τριταίους εὐφωνίας χάριν. Φιλω‐ νίδης δὲ ὁ Σικελὸς τοὺς ἐν συνεχείᾳ παρανομίαν ἐμφαίνον‐ τας. τὸ δὲ παρανομίαν ἐπισημαίνειν, ἐν εἰλικρινείᾳ γενομέ‐ νης τῆς διαλείψεως, ἴδιον ἦν τριταίου. τοὺς 〈δὲ〉 εὐλόγως | |
5 | μὲν παρανομίαν ἐπισημαίνοντας, μὴ ἔχοντας δὲ εἰλικρινὲς τὸ μεταξὺ διάλειμμα οὕτως ὠνόμασεν, ἐπειδὴ πολλὴν ὁμοιότητα πρὸς τὸν τριταῖον ἔχουσιν. εἰσὶ δὲ οἱ λεγόμενοι μικροὶ ἡμι‐ τριταῖοι. τεῦχος· τὸ ἀγγεῖον ἀκουστέον τὸ περιέχον τὰς σάρκας | |
10 | καὶ τὰ νεῦρα. δέρμα δὲ τὸ κάλυμμα τοῦ τεύχους ὀνομαστέον. τέγξις· διάβρεξις. τὰ φήρεα· οἱ μὲν συνεσταλμένως ἀναγινώσκοντες ῥίζαν φασὶν εἶναι πυκνωτικήν, οἱ δὲ ἐξέτειναν τὸ ἔσχατον α, ἵν’ ᾖ ὄνομα Αἰολικὸν τοῦ τὰ φηρία. ἰδίως δὲ τὰ φήρεα λέ‐ | 84 |
15 | γει ἀντὶ τοῦ φάρεα, ἅπερ εἰσὶν ἱμάτια. τετάρσωται· πεπλάτυται, ἐκτέταται. τράμιν· τὸν ὄρρον, ὅνπερ καὶ ὑποταύριον καλοῦμεν. ὡς καὶ Ἱππῶνάξ φησιν· | | |
125 | ἐκτίλλοι τις αὐτοῦ τὴν τράμιν ὑποργάσαι. μέμνηται καὶ Ἀρχίλοχος. Λυσίμαχος δὲ τὸν σφιγκτῆρα. τεθραμμένον· πεπηγότα. θρέψαι γὰρ Ἀττικοὶ τὸ πῆξαι ἔλεγον. καὶ τρόφαλιν τὸν πεπηγότα τυρόν. | |
5 | τάχα· ταχέως. τύρβη· ταραχή. τιμωρέουσα· βοηθοῦσα. ὡς καὶ Εὐριπίδης ἐν Οἰνεῖ φησιν. ἐγὼ δὲ πατρὸς αἷμ’ ἐτιμωρησάμην | |
10 | σὺν τοῖς ἐφηβήσασι [καὶ] τῶν ὀλωλότων. τυχασάμενον· στοχασάμενον. τηλοτέρω· μακροτέρω. τύρσις· Βακχεῖος ἐν αʹ φησὶ σκηνὴ ἢ πύργος ἢ | |
προμαχών. | 85 | |
15 | τρυχίων ἐρινέων· ἐρινέων ῥακῶν. ταλαιπωρίῃσιν· ἐνεργείαις. | | |
126 | τέκμαρσις· σημείωσις. τέτραμος· ὁ τρόμος. †τάφις· ἡ σταφίς. τρυλισμός· ὀνοματοπεποίηται ἡ λέξις ἀπό τινος ποιοῦ | |
5 | ψόφου. τὸ χρῶμα ἀφυῶδες καὶ τὸ πρόσωπον μετάρ‐ σιον· ἀφυῶδες μὲν χρῶμα λέγεται τὸ λευκοπέλιον ἀπὸ τῆς ἀφύης τοῦ ἰχθυδίου ὠνομασμένον. μετάρσιον δὲ κυρίως μὲν τὸ ὑψηλὸν λέγεται, καταχρηστικῶς δὲ καὶ τὸ ἐπηρμένον εἰς | |
10 | ὄγκον ὠνόμασεν. τοὺς ὀδόντας ἐρήρεισται· ἀντὶ τοῦ ἐνηρεικότας καὶ ἐσφιγμένους τοὺς ὀδόντας ἔχειν. τὸ τέρθρον τοῦ πάθεος· ἀντὶ τοῦ τὸ τέλος. τέρ‐ θρον γὰρ ἔλεγον οἱ παλαιοὶ τὸ ἔσχατον καὶ ἐπὶ τέλει, ὡς καὶ | |
15 | Εὐριπίδης ἐν Εὐρυσθεῖ ποιεῖ τὸν Ἡρακλέα λέγοντα οὕτως· πέμψεις δ’ ἐς Ἅιδου ζῶντα καὶ οὐ τεθνηκότα καί μοι τὸ τέρθρον δῆλον εἰσπορεύομαι. | |
καὶ Ἀπολλόδωρος ὁ τοὺς Ὕμνους γράψας φησί· τίς τοιῇδ’ ὥρῃ | 86 | |
20 | ἦλθεν ἐπὶ τέρθρον θυράων; | | |
127 | ἀντὶ τοῦ ἐπὶ τέλει τῶν θυρῶν. καὶ 〈οἱ〉 περὶ ναῦν ἔμπειροι τερθρίους κάλους ὀνομάζουσι τοὺς ἐπὶ τέλει τοῦ ἱστοῦ. τὰ λέγνα τῆς ὑστέρης· ἀντὶ τοῦ τὰ πέριξ. λέγνα γὰρ ἐκάλουν οἱ ἀρχαῖοι τὰς τῶν ἱματίων ὤας, ὡς καὶ Καλ‐ | |
5 | λίμαχός φησι λέγων· †τὸν τῶν κανόνων ἐσιπερὶξ λεγνότων χιτῶνα. ἐντεῦθεν δηλῶν, ὡς τὸ λέγνον τὴν ᾤαν σημαίνει καὶ οἷον τὸ πέρας. τὰ ἐπιμήνια ἐπηλυγάζονται· ἀντὶ τοῦ ἐπέχονται | |
10 | καὶ ἐμποδίζονται. ἠλύγη γὰρ παρ’ Ἀττικοῖς ἡ σκιὰ λέγεται, ὡς καὶ Θουκυδίδης ἐν ϛʹ φησίν· ‘ἵνα τῷ κοινῷ φόβῳ τὸ σφέτερον ἐπηλυγάζωνται‘, ἀντὶ τοῦ συσκιάζωνται. τάμισον· τὴν πιτύαν, ὡς καὶ Νίκανδρος ἐν Θηρια‐ κοῖς. | |
15 | τριχιάσηται· τριχίασις λέγεται ἡ περὶ τοὺς μαστοὺς ἀπόστασις. | |
τὰ διαφανέα σιδήρια· τὰ διάπυρα καυτήρια. | | 87 | |
128(1t) | ΑΡΧΗ ΤΟΥ Υ | |
2 | ὑποφάσιας· τὰς ὑποφαινομένας ὀφθαλμῶν κινήσεις. ὕσματα· ἀντὶ τοῦ ὕματα, ὅ ἐστι βρέγματα. ὕειν γὰρ τὸ βρέχειν. τέτακται δὲ ἡ λέξις ἀπὸ τοῦ ὑετοῦ. | |
5 | ὑπόβρυχα· τὰ κατὰ βάθος κείμενα καὶ οἷον ὑποβύ‐ θια. εἴρηται δὲ ἀπὸ τῶν καταδυομένων πλοίων. ὑδατόχροα οὖρα· τὰ ὕδατος ἔχοντα χροιάν. ὑδαταινούσῃσιν· ὑδρωπιώσαις. ὑπερινωμένος· ὑπερκαθαιρόμενος. ἴνησις γὰρ ἡ | |
10 | κάθαρσις λέγεται. ὑδεροῦν· τὸν ὕδερον. Ἐπικλῆς δέ φησι τὸ ὑδρη‐ λὸν χωρίον εἰρῆσθαι, οὐ νοήσας, ὅτι ἐπὶ τοῦ ὑδρωποῦ τάσσει τὴν λέξιν. ὑγιηρὸς γόνος· ἀντὶ τοῦ ὑγιηρὸν σπέρμα. | |
15 | ὑπερτέρη· ὑπερβάλλουσα καὶ ὑπεράγουσα. ὕποφρον· κρυφαῖον, ὥς φησιν ὁ Ταραντῖνος. μαρ‐ τυρεῖ γὰρ ὁ Σοφοκλῆς ἐν Ἠριγόνῃ λέγων· νῦν δ’ εἰρὴ ὕποφρος ἐξ αὐτῶν ἕως ἀπώλεσέν τε καὶ αὐτὸς ἐξαπώλετο. | | |
129 | μέμνηται ὁ αὐτὸς καὶ ἐν Ἰφιγενείᾳ. καὶ Ἱπποκράτης δὲ | |
σαφὲς ποιεῖ λέγων· ‘οὐθὲν ὅτι καὶ ὕποφρον καὶ ἔχον περὶ αὐτὸ θαλάμασ‘. εἰ οὖν αἱ καταδύσεις θαλάμαι λέγονται, εἰκό‐ τως πᾶν τὸ σκεπόμενον κρυφαῖόν ἐστι καὶ ὕποφρον. | 88 | |
5 | ὑπόξηρα· τὰ ἐκ πλάτους εἰς μύουρον ἠγμένα. ὑπονησαμένη· ὑποσωρεύσασα, ὑπελθοῦσα. ὑποκρίνεται· ἀφίσταται καὶ διανίσταται. ὑπένερθεν· ἀντὶ τοῦ κάτωθεν. ὕπομβρον ὀστέον· ὑπόνομον καὶ κάθυγρον γεγονός. | |
10 | ὑπηλάτῳ· τῷ τὴν κάτω κοιλίαν καθαίροντι. παρὰ τὸ ὑπελαύνειν εἰρημένον. ὑποκρινέσθω· ἀποκρινέσθω. ὑποτεῖναι· ὑποθεῖναι. καὶ ὑποτεταμένον τὸ ὑπο‐ κείμενον ξύλον, τὸ οἷον βάθρον, ὡς καὶ Φρύνιχος ἐν Κρόνῳ | |
15 | φησί· | | |
130 | κείνη μεμνήσθω με ξύλον ὑποτεταμένον. ὑπενέγκασθαι· ὑποβιβάσαι. ὑποτοπέεσθαι· ὑπονοεῖν. ὑπαείροντας· μετακινοῦντας. | |
5 | ὑποφθάλμιον· τὸ κύλον τοῦ ὀφθαλμοῦ. ὑπίλλει· ὑποστρέφει. ὡς καὶ Εὐριπίδης ἐν Οἰδίποδί φησιν· | |
οὐρὰν ὑπίλλει ὑπὸ λεοντόπουν βάσιν. | 89 | |
9t | ΑΡΧΗ ΤΟΥ Φ | |
10 | φῦσαν· νῦν μὲν 〈καὶ〉 ἐν Ἀφορισμοῖς καὶ ἐν αʹ καὶ δʹ Ἐπιδημιῶν τὴν δι’ ἕδρας δυσώδη πνοὴν λέγει. ἐν δὲ τῷ Περὶ φυσῶν καὶ ἐν τῷ Περὶ ἀρχαίης ἰητρικῆς τὰ ἐν ἡμῖν πνεύματα. ἐν δὲ τῷ Περὶ χυμῶν τὸ ἐμφύσημα λέγει. | | |
131 | φακῶν ἐρέγματα· ἀντὶ τοῦ διαιρήματα. καὶ γὰρ ἐρεγμὸς κυρίως λέγεται ὁ δίχα διῃρημένος κύαμος. φλεδονώδεα· φλεδονώδεα οὖν ἐκάλεσε τὰ μετὰ φλυα‐ ρίας καὶ πνευματώδους ταραχῆς ἐκκρινόμενα. ἄλλοι δέ φασι | |
5 | μὴ δεῖν γράφειν φλεδονώδεα, ἀλλὰ φλεβονώδεα, ὡς εἶναι τὰ μετ’ ἀλγήματος οἰδήματα. οἱ δὲ τὰ μετὰ σφυγμοῦ, οἱονεὶ φλεβονώδη εἶναι, τοῦ Ἱπποκράτους μηδόλως ὀνομάσαντος ἄλγημα. ἔστιν οὖν τὰ ἐν κινήσει καί τινι ταραχῇ ὄντα. φλέβας γὰρ οἱ ἀρχαῖοι καὶ τὰς ἀρτηρίας ἐκάλουν. φησὶ γὰρ | |
10 | αὐτός· ‘τὰ οὖν γινόμενα ῥίγεα μεθ’ ἡμέρην καὶ κατὰ νύκτα ἐπιπαροξυνόμενα ἀγρυπνίην ποιέει, καὶ τὰς φλέβας δονέει καὶ ταράσσει, καὶ πυκνότερον καὶ σφοδρότερον τὸ κίνημα ποιέει‘. φλέβας δὲ οὐ τὰς συνήθως λεγομένας, ἀλλὰ τὰς ἀρτηρίας ὠνόμασε. καὶ ὁ Δημόκριτος δὲ φλεβοπαλίην | |
15 | καλεῖ τὴν τῶν ἀρτηριῶν κίνησιν. | |
φλαῦρος· πανταχοῦ τὸ φλαῦρον ἐπὶ τοῦ κακοῦ τάσσει. | | 90 | |
132 | φωναὶ κατείλλουσαι· ἀντὶ τοῦ κατεχόμεναι. εἴλλειν γὰρ τὸ συνέχειν καὶ συγκλείειν οἱ Ἀττικοὶ λέγουσιν. ὁ δὲ Βακχεῖος οὐ καλῶς ἐξηγήσατο τὴν λέξιν, παρεγκεκλιμένας φήσας. ὁ δὲ Φακᾶς Διοσκουρίδης κατείλλειν φησὶν εἶναι | |
5 | τὸ καθείργειν καὶ κατακλείειν, ὡς δηλοῦσθαι τὸ βραχὺ τῆς φωνῆς καὶ μόλις ἀκουόμενον. φολλικώδεα· τὰ ἐφηλώδη καὶ λεπρώδη. οἱ γὰρ παλαιοὶ φόλλικας ἐκάλουν τὰς ψωρώδεις τραχύτητας. φλεγμονὴ ὑπολάπαρος· ἡ χωρὶς συντάσεως γινο‐ | |
10 | μένη. φοξοί· οἱ ὀξυκέφαλοι καὶ προμέτωποι. φλυδᾶν· διαχεῖσθαι καὶ διαπηδᾶν καὶ διαπίπτειν. φαρμάκῳ ἰσχυτηρίῳ· ἀντὶ τοῦ ἰσχαίμῳ. φρένας· ἐκάλουν οἱ ἀρχαῖοι τὸ διάφραγμα. | |
15 | φιλεῖ· εἴωθεν. | | |
133 | φολίδα χαλκοῦ· τὴν λεπίδα. φαλακροῖσι· περιφερέσι. φαρμάκοισι πλατυοφθάλμοις· οὕτω φησὶ καλεῖσ‐ | |
θαι Ἐπικλῆς τὸ στίμι καὶ Νίγρος. | 91 | |
5 | φλιαί· τὰ ἑκατέρωθεν τοῦ βάθρου ὄρθια ξύλα, ἐν οἷς οἱ ἄξονες περιέχονται. φορίνης· πυρίνης. φησὶν οὕτως Ἀριστοφάνης ὁ γραμματικός. φλαύρως ξυναλθέεται· κακῶς ὑγιάζεται. | |
10 | φῷδες· ἔστι μὴν ἡ λέξις Δωρική, καλοῦσι δὲ φῷδας τὰ ἐκ τοῦ πυρὸς γινόμενα, μαλίστα δὲ ὅταν ἐκ ψύχους ἐν τῷ ποδὶ καθίσωσι, στρογγύλα ἐπιφλογίσματα. ἐσχημάτισται δὲ ἡ λέξις ἀπὸ τοῦ φωτὸς καὶ ἐρεύθους, ὡς Διοκλῆς ὁ Καρύ‐ στιός φησιν· ‘ὁτὲ δὲ καὶ ἐξανθήματα φοινικᾶ οἷον φῷδες περὶ | |
15 | τὸν θώρακά που γινόμενα‘. καὶ Ἱππῶναξ δέ φησι· | | |
134 | πρὸς τὴν μαρίλην τοὺς πόδας θερμαίνων 〈φῷδας τ’ ἔχων〉 οὐ παύεται. καὶ Ἀριστοφάνης ἐν Κωκάλῳ φησί· †παρέσο, κατέτριβεν ἱμάτια κἄπειτά πως | |
5 | φῷδας τοσαύτας εἶχε τὸν χειμῶν’ ὅλον. ἔνιοι δὲ τὰς φλυκτίδας ἐξεδέξαντο. φθοΐσκους καὶ φθοῖς· ἔστι δὲ ποπάνων ἢ πλα‐ κούντων εἶδος, οὕτω καλουμένων παρ’ Ἀττικοῖς, ᾧ χρῶνται | |
εἰς τὰς θυσίας. ἔστι δὲ τῷ σχήματι ὅμοιον καρδάμῃ. | 92 | |
10 | φαρκιδῶδες· ῥυτιδῶδες. φαρκὶς γὰρ λέγεται ἡ ῥυτίς. ψώρας ἐλαίης· τῆς μὴ πεπείρου, ἀλλὰ δι’ ὠμότητα τραχείας. | | |
13 | ||
135(1t) | ΑΡΧΗ ΤΟΥ Χ | |
2 | χλοώδει· χλωρῷ καὶ ἰκτερώδει. πεποίηται ἡ λέξις ἀπὸ τῆς χλόης. χάριτες· αἱ χαραί, ὡς καὶ Σοφοκλῆς ἐν ἐλεγείᾳ | |
5 | μέμνηται. καὶ Ἀπολλόδωρος ἐν βʹ Περὶ θεῶν φησι κληθῆναι [δὲ] αὐτὰς ἀπὸ μὲν τῆς χαρᾶς Χάριτας .... καὶ γὰρ πολλάκις οἱ ποιηταὶ τὴν χάριν χαρὰν καλοῦσιν. ἔνιοι δὲ χάριτας εἶπον τὰς πιθανότητας, λέγοντες, ὅτι ἄχρι νῦν οἱ Ἀττικοὶ τὸ ἀπειθεῖν ἀχαριστεῖν λέγουσι. | |
10 | χλοός· χλωριάσεως. χεδροπά· τὰ ὄσπρια οὕτω καλοῦσιν οἱ Ἀττικοί. ἔνιοι δὲ διὰ τοῦ κ γράφουσι κεδροπά. Ἀριστοφάνης ὁ γραμ‐ ματικὸς διὰ τοῦ χ γράφων φησὶν χεδροπὰ τὰ παρ’ ἄλλοις ὄσπρια. εἴρηται γὰρ παρὰ τὸ τῇ χειρὶ αὐτὰ δρέπεσθαι, ὡς | |
136 | καὶ Νίκανδρος ἐν Γεωρ|γικοῖς φησι· | |
χειροδρόποι δ’ ἵνα φῶτες ἄνευ δρεπάνοιο λέγονται. χαλκίον· χαλκοῦν ἀγγεῖον ἢ ἄρμενον. χαραδρωθῶσιν· ἀντὶ τοῦ τελματωθῶσιν. χαράδραι | 93 | |
5 | γὰρ λέγονται οἱ τελματώδεις τόποι. χοληγόν· χολῆς ἀγωγόν. χρηστῶς· καλῶς. χώλωμα· χάλασμά φησιν Ἀπολλόδωρος. χαμαιζήλου· ταπεινῆς, ὡς καὶ Νίκανδρος ἐν Θη‐ | |
10 | ριακοῖς φησι· φράζεσθαι δ’ ἐπέοικε χαμαιζήλοιο κονύζης. χλαίνας· τὰ †καινὰ ἱμάτια. χῖαι· Ἐπικλῆς φησι †ψυχαί, οὐκ ὀρθῶς. χῖαι | |
137 | γὰρ εἰσὶν ὑποδήματος | γυναικείου εἶδος, καθά φησιν Ἐρα‐ τοσθένης καὶ Καλλίστρατος ἐν ϛʹ Συμμίκτων. χελίσκον· τρύβλιον. | |
χειρωνάκται· χειροτέχναι. | 94 | |
5 | χηραμύδα· τὴν κοίλην κόγχην, ἣν μύακα καλοῦμεν. παρὰ τὸν χηραμὸν δ’ εἴρηται, ὅσπερ ἐστὶ κοῖλος τόπος. ὡς καὶ Νίκανδρος ἐν Θηριακοῖς φησι· τοῖς δὴ χηραμὰ κοῖλα καὶ ὑληώρεας εὐνάς. χυτλάζηται· ἀλείφηται. χύτλα γὰρ λέγονται τὰ | |
10 | μετὰ πολλοῦ ὕδατος καὶ ἐλαίου ἀλείμματα. | |
10 | ||
11t | ΑΡΧΗ ΤΟΥ Ψ | |
12 | ψαυόμενον· ἁπτόμενον. | | |
138 | ψάγδᾳ· μύρου εἶδος, οὗ μέμνηται καὶ Εὔπολις ἐν Μαρικᾷ. | |
2 | ||
3t | ΑΡΧΗ ΤΟΥ Ω | |
4 | ὤϊξα· ἀνέῳξα, ἔτεμον. ὡς καὶ Ὅμηρός φησι· | |
5 | πᾶσαι δ’ ὠΐγνυντο πύλαι, ἐκ δ’ ἔσσυτο λαός. καὶ πάλιν· ὤϊξεν δὲ θύρας θαλάμου πύκα ποιητοῖο. †ὡρέοντα· χρονίζοντα. ὧρος γὰρ ὁ χρόνος καὶ ὡρο‐ | |
γράφοι οἱ περὶ χρόνου γράψαντες. | 95 | |
10 | ὠτίδος καὶ ὀτίδος· ἑκατέρως γὰρ γράφεται. ἔστι δὲ ὀρνέου εἶδος, ὃ πλεῖστον μάλιστα ἐν Θρᾴκῃ καὶ Μακεδο‐ | |
νίᾳ εὑρίσκεται. | 96 |