TLG 0714 002 :: ANAXARCHUS :: Fragmenta

ANAXARCHUS Phil.
(Abderita: 4 B.C.)

Fragmenta

Source: Diels, H., Kranz, W. (eds.), Die Fragmente der Vorsokratiker, vol. 2, 6th edn. Berlin: Weidmann, 1952 (repr. Dublin/Zurich: Weidmann, 1966): 239–240.

frr. 1–2

Citation: Fragment — (line)

tit

ΑΝΑΞΑΡΧΟΥ ΠΕΡΙ ΒΑΣΙΛΕΙΑΣ

1

CLEM. Str. I 36 [II 23, 22 St.] εὖ γοῦν καὶ Ἀ. ὁ Εὐδαιμονικὸς ἐν τῶι Περὶ βασιλείας γράφει· ‘πολυμαθείη ... δεξιὸν ὄντα ... ὅρος. ὅσοι δὲ καὶ θύρηισιν ἀείδουσιν ἢ ἤν πηι πεπνυμένην ἀείδωσιν οὐ τιθέ‐ μενοι ἐν σοφίηι, γνώμην δ’ ἔχουσι μωρίησ. STOB. III (Flor.) 34, 19 H.
5Ἀναξάρχου· ‘πολυμαθίη ... δεξιὸν ἄνδρα ... ὅρος. οἱ δὲ ἔξω καιροῦ ῥῆσιν μουσικὴν πεπνυμένως ἀείσουσιν, οὐ παραδέχονται ἐν ἀργίηι γνώμην αἰτίην δ’ ἔχουσι μωρίασ‘. πολυμαθίη κάρτα μὲν ὠφελε, κάρτα δὲ βλάπτει τὸν ἔχοντα· ὠφελεῖ μὲν τὸν δεξιὸν ἄνδρα, βλάπτει δὲ τὸν
10ῥηϊδίως φωνεῦντα πᾶν ἔπος κἠν παντὶ δήμωι. χρὴ δὲ καιροῦ μέτρα εἰδέναι· σοφίης γὰρ οὗτος ὅρος. οἳ δὲ ἔξω καιροῦ ῥῆσιν ἀείδουσιν, κἢν πεπνυμένην ἀείδωσιν, οὐ τιθέμενοι ἐν σοφίηι γνώμην αἰτίην ἔχουσι μωρίης.239

2

AEL. V. Hist. IV 14 καὶ Ἀνάξαρχος ἐν τῶι Περὶ βασιλείας φησὶ χαλεπὸν χρήματα συναγείρασθαι, χαλεπώ‐
τερον δὲ φυλακὴν τούτοις περιθεῖναι.240