TLG 0708 002 :: 〈AMMONIUS〉 :: De impropriis (= Περὶ ἀκυρολογίας) (quoque sub nominibus Anonymi et Herennii Philonis et Herodiani) 〈AMMONIUS〉 Gramm., fiq Ammonius Hist. De impropriis (= Περὶ ἀκυρολογίας) (quoque sub nominibus Anonymi et Herennii Philonis et Herodiani) Citation: Section — (line) | ||
t | ΠΕΡΙ ΑΚΥΡΟΛΟΓΙΑΣ | |
p | Ἀκυρολογία ἐστὶ λέξεων τῶν περὶ τὸν αὐτὸν τόπον ἀναστρε‐ φομένων οὐ προσεχὴς χρῆσις. γίνεται δὲ ἀκυρολογία, ὅταν τις ἀκύρῳ φωνῇ χρήσηται παρεὶς τὴν κυριωτέραν, οἷον ἐάν τις εἴπῃ ῥύγχος ἀνθρώπου ἀντὶ τοῦ πρόσωπον. | |
1 | ῥύγχος μὲν γὰρ ἐπὶ τῶν τετραπόδων ζῴων τάσσεται, ῥάμφος δὲ ἐπὶ τῶν πτηνῶν, ὄψις δὲ καὶ πρόσωπον ἐπὶ ἀνθρώπου. διαφέρει δὲ ῥύγχος καὶ πρόσωπον ὥσπερ τοῦ φωνεῖν τὸ ὠρύε‐ | |
5 | σθαι καὶ τοῦ γῆμαι τὸ γήμασθαι καὶ τοῦ τεκεῖν τὸ γεννῆσαι | |
---|---|---|
καὶ τὸ σφάξαι τοῦ θῦσαι καὶ τὸ διαπονεῖσθαι τοῦ ἀγανα‐ κτεῖν· τὸ ὑπάγειν τοῦ πορεύεσθαι· τὸ ἰχθυᾶσθαι τοῦ κυν‐ ηγεῖν· τὸ τρίβων τοῦ ῥάκους· τὸ λίβανος τοῦ λιβανωτός· τὸ πτωχὸς τοῦ πένης· τὸ οὐλὴ τοῦ ὠτειλή· τὸ νεαρὸν τοῦ προσ‐ | 138 | |
10 | φάτου· τὸ βίος τοῦ ζωή· τὸ φωλεὸς τοῦ κοίτη· τὸ ἕνεκα τοῦ χάριν· τὸ θράσος τοῦ θάρσους· τὸ Σικελὸς τοῦ Σικελιώτου· τὸ πρότερος τοῦ πρώτου· τὸ ἕτερος τοῦ ἄλλος· τὸ ἑκάτερος τοῦ ἕκαστος· τὸ τίς τοῦ πότερος· τὸ δύο τοῦ δεύτερος· τὸ ἑαυτοὺς τοῦ ἀλλήλους· τὸ ὅλος τοῦ πᾶς. τὸ μέγας τοῦ πολύς· | |
15 | τὸ μικρὸς τοῦ ὀλίγος· τὸ τηλικοῦτος τοῦ τοσοῦτος· τὸ ποῖος τοῦ πόσος· τὸ στρατὸς καὶ τὰ στρατεύματα τοῦ στρατοπέ‐ δου· τὸ ἐπιμαχία τοῦ συμμαχία. | |
2 | διαφέρει μὲν οὖν τὸ φωνεῖν τοῦ ὠρύεσθαι, ὅτι τὸ μὲν φωνεῖν ἐπὶ ἀνθρώπου, τὸ δὲ ὠρύεσθαι ἐπὶ λύκων. παρα‐ τηρητέον οὖν καὶ ἐπὶ τῶν λοιπῶν τὸ οἰκεῖον ἑκάστου ὄνομα οἷον μηκᾶσθαι ἐπὶ αἰγῶν, βληχᾶσθαι ἐπὶ προβάτων, | |
5 | μυκᾶσθαι ἐπὶ βοῶν, βρωμᾶσθαι ἐπὶ ὄνων, χρεμετί‐ | |
ζειν ἐπὶ ἵππων, βρυχᾶσθαι ἐπὶ λεόντων, ἀρρίζειν ἐπὶ κυνῶν παρ’ Ἀθηναίοις ἀπὸ τῆς αρ φωνῆς, παρ’ †ἡμῶν† τούτοις τὸ ὑλακτεῖν λέγεται. καὶ ἐπὶ τῶν πτηνῶν κρώ‐ ζειν μὲν ἐπὶ κορωνῶν καὶ κοράκων, κοκκύζειν δὲ ἐπὶ ἀλεκ‐ | 139 | |
10 | τρυόνων καὶ κοκκύγων, τρύζειν δὲ ἐπὶ τρυγόνων. καὶ τὰ λοιπὰ ὁμοίως. | |
3 | τὸ δὲ γῆμαι τοῦ γήμασθαι διαφέρει, ὅτι γαμεῖ μὲν ὁ ἀνήρ, γαμεῖται δὲ ἡ γυνή. καὶ Ὅμηρος τὴν διαφορὰν τετήρη‐ κεν αὐτῶν ἐπὶ τοῦ γήμασθαι εἰπών (λ 273 sq.)· ‘γημαμένη ᾧ υἱῷ· ὁ δ’ ὃν πατέρ’ ἐξεναρίξας | |
5 | γῆμε‘, καὶ Ἀνακρέων (P.M.G. 424 Page = fr. 87 D.2) διασύρων τινὰ ἐπὶ θηλύτητι ‘καὶ θάλαμος ἐν ᾧ κεῖνος οὐκ ἔγημεν ἀλλ’ ἐγήματο‘, καὶ Αἰσχύλος ἐν Ἀμυμώνῃ (fr. 131 Mette = fr. 13 N.2)· | |
10 | ‘σοὶ μὲν γαμεῖσθαι μόρσιμον, γαμεῖν δ’ ἐμοί‘. | |
4 | τὸ τεκεῖν τοῦ γεννῆσαι διαφέρει, ὅτι τὸ μὲν γεννῆσαι ἐπὶ πατρός, τὸ δὲ τεκεῖν ἐπὶ μητρός. ὅθεν οὐ κυρίως εἴρη‐ κεν Ὅμηρος (Ξ 434 Φ 2 Ω 693)· ‘Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύσ‘, | 140 |
5 | καὶ (Φ 188) ‘τίκτε{ι} μ’ ἀνὴρ πολλοῖσιν ἀνάσσων‘. | |
5 | σφάξαι τοῦ θῦσαι διαφέρει, ὅτι θῦσαι μὲν τὸ θυμιά‐ σαι—θύει γὰρ τὰ ἀρώματα—, σφάξαι δὲ τὸ ἱερουργῆσαί τι ζῷον. καὶ Ὅμηρος τὴν διαφορὰν αὐτῶν τετήρηκεν ἐπὶ μὲν τοῦ θῦσαι εἰπών (Ι 219)· | |
5 | ‘θεοῖσι δὲ θῦσαι ἀνώγει‘, καὶ (Ι 220) ‘ὁ δ’ ἐν πυρὶ βάλε θυηλάσ‘, ἐπὶ δὲ τοῦ σφάξαι (Α 459 Β 422)· ‘αὖ ἔρυσαν μὲν πρῶτον καὶ ἔσφαξαν καὶ ἔδειραν‘. | |
6 | διαπονεῖσθαι τοῦ ἀγανακτεῖν διαφέρει, ὅτι τὸ ἀγα‐ νακτεῖν μέν ἐστι τὸ ὀργίζεσθαι, διαπονεῖσθαι δὲ τὸ περί τι καταγίνεσθαι καὶ ἐνεργεῖν. καὶ Ὅμηρος (Ε 84. 627 Η 442)· ‘ὣς οἱ μὲν πονέοντο‘ | 141 |
5 | τουτέστιν ἐπόνουν καὶ ἐνήργουν. καὶ τὸ σύνθετον διεπονοῦντο. | |
7 | ὑπάγειν τοῦ πορεύεσθαι διαφέρει, ὅτι πορεύεσθαι μὲν τὸ βαδίζειν, ὑπάγειν δὲ τὸ ὑπὸ ζυγὸν ἄγειν βόας ἢ ἵππους ἤ τι τῶν ὁμοίων. καὶ Ὅμηρος (Π 148)· ‘ὕπαγε ζυγὸν ὠκέας ἵππουσ‘. | |
5 | οἱ δὲ βοηθοῦντες τῇ λέξει φασίν, ὅτι ὑπάγειν λέγομεν ἀντὶ τοῦ προάγειν ὥσπερ ὑπογραμμὸν ἀντὶ τοῦ προγραμμὸν καὶ ὑφηγητὴν ἀντὶ τοῦ προηγητὴν καὶ ὑφηγεῖσθαι ἀντὶ τοῦ προ‐ ηγεῖσθαι, ὥς φησιν Ἀριστοφάνης ὁ κωμικός (II p. 1188 M. = fr. 652 K.)· | |
10 | ‘ἐγὼ δ’ ὑπερῶ τὸν ὅρκον‘, †παντὶ προείς†. καὶ οὕτως ὑπάγειν λέγομεν ἀντὶ τοῦ προ‐ άγειν, τουτέστιν εἰς τὸ ἔμπροσθεν πορεύεσθαι. καὶ κέχρηται τῇ λέξει Εὔπολις ἐν Βάπταις (II p. 447 M. = fr. 79 K.)· ‘σὺ δ’ ὕπαγ’ εἰς τοὔμπροσθεν‘. | 142 |
8 | τὸ ἰχθυᾶσθαι τοῦ κυνηγετεῖν διαφέρει. κυνηγετεῖν μὲν γάρ ἐστι τὸ διὰ κυνῶν θηρία λαμβάνειν, ἰχθυᾶσθαι δὲ τὸ ἰχθύας λαμβάνειν. ὁ οὖν λέγων ‘ἐκυνηγέτησα τοὺς ἰχθύασ‘ ἀκυρολογεῖ. | |
9 | τρίβων τοῦ ῥάκους διαφέρει. τρίβων μέν ἐστι τὸ ἤδη ἀποβεβληκὸς τὰς κροκύδας παρὰ τὸ ἤδη τετρῖφθαι, ῥάκος δὲ τὸ | |
διερρωγὸς ἱμάτιον, παρὰ τὸ διαρρεῖσθαι, ὡς Ὅμηρος (ξ 512)· ‘ἠῶθέν γε τὰ σὰ ῥάκεα δνοπαλίξεισ‘, | 143 | |
5 | τουτέστι διὰ χειρῶν ἄξεις, περιβάλλεσθαι μὴ δυνάμενος. | |
10 | λίβανος τοῦ λιβανωτοῦ διαφέρει, ὅτι λίβανος μὲν αὐτὸ τὸ δένδρον καὶ ὁ τόπος, λιβανωτὸς δὲ ὁ καρπὸς αὐτοῦ, τὸ θυόμενον. ὁ οὖν λέγων ‘λίβανον ἐπιτεθυκέναι θεοῖσ‘ ἀκυ‐ ρολογεῖ, δέον γὰρ λέγειν λιβανωτόν. | |
11 | τὸ πτωχὸς τοῦ πένης διαφέρει, ὅτι πένης μέν ἐστιν ὁ διὰ τῆς πενίας τὰ πρὸς τὴν τροφὴν πορίζων· πένεσθαι γὰρ τὸ ἐνεργεῖν, ὡς Ὅμηρος (Ε 84. 627 Η 442)· ‘ὣς οἱ μὲν πονέοντο‘, | |
5 | τουτέστιν ἐπόνουν καὶ ἐνήργουν. πτωχὸς δὲ ὁ δι’ ἔνδειαν τῶν πρὸς τὴν τροφὴν πτώσσων, ὡς Ὅμηρος (ρ 226—228)· ‘ἀλλ’ ἐπειδὴ οὖν ἔργα κάκ’ ἔμαθεν, οὐκ ἐθελήσει ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσειν κατὰ δῆμον | |
βούλεται, αἰτίζων βόσκειν ἣν γαστέρ’ ἄναλτον‘. | 144 | |
12 | τὸ οὐλὴ τοῦ ὠτειλὴ διαφέρει, ὅτι οὐλὴ μέν ἐστιν ἡ ὑγιασμένη σὰρξ ἐκ τραύματος παλαιοῦ, ὡς Ὅμηρος (τ 393 ψ 74)· ‘οὐλὴν τήν ποτέ μιν σῦς ἤλασεν‘, | |
5 | ὠτειλὴ δὲ τὸ πρόσφατον τραῦμα, παρὰ τὸ οὐτᾶσθαι. καὶ Ὅμηρος μὲν τετήρηκεν τὴν διαφορὰν εἰπών (Δ 140)· ‘αὐτίκα δ’ ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆσ‘. | |
13 | τὸ νεαρὸν τοῦ πρόσφατον διαφέρει, ὅτι νεαρὸν μέν ἐστι τὸ νεωστὶ ἀρυσθὲν ὕδωρ, πρόσφατον δὲ τὸ κρέας τοῦ νεωστὶ πεφασμένου ζῴου. φάσαι γὰρ τὸ φονεῦσαι, ὡς Ὅμηρος (Ν 447)· | |
5 | ‘τρεῖς ἑνὸς ἀντὶ πεφάσθαι‘. ὁ οὖν λέγων ‘νεαρὸν τὸ κρέασ‘ καὶ ‘πρόσφατον τὸ ὕδωρ‘ ἀκυρολογ†ία†. | |
14 | τὸ βίος τοῦ ζωὴ διαφέρει, ὅτι βίος μὲν ἐπὶ λογι‐ | |
κῶν τάσσεται ζῴων, τουτέστιν ἐπὶ ἀνθρώπων, ζωὴ δὲ ἐπὶ ἀνθρώπων καὶ {οὒ} ζῴων ἀλόγων. ὅθεν καὶ Ἀριστοτέλης (fr. deest Rose) τὸν βίον ὡρίσατο οὕτως· ‘βίος 〈ἐσ〉τὶ λογικοῖσ‘. | 145 | |
15 | φωλεὸς τοῦ κοίτη διαφέρει, ὅτι φωλεὸς μὲν ἐπὶ τῶν ἑρπετῶν ζῴων τάσσεται, κοίτη δὲ ἐπὶ ἀνθρώπων. ὥστε ἐπὶ μὲν τῶν ἀνθρώπων ῥητέον τὸ κοιτάζειν, ἐπὶ δὲ τῶν ἑρπε‐ τῶν τὸ φωλεύειν, ἐπὶ δὲ τῶν πτηνῶν τὸ νοσσεύειν. ὁ οὖν | |
5 | λέγων ‘νοσσιὰν τέκνων‘ (tragic. fr. ad. 189 N.2) ἀκυρολογεῖ. τέκνα γὰρ κυρίως ἐπὶ ἀνθρώπων, νεοσσοὶ δὲ ἐπὶ ὀρνίθων, σκύλακες δὲ ἐπὶ κυνῶν, νεβροὶ δὲ ἐπὶ ἐλάφων, σκύμνοι δὲ ἐπὶ λεόντων. παρατηρητέον δὲ καὶ ἐπὶ τῶν λοιπῶν τὰ οἰκεῖα ἑκάστου ὀνόματα. | |
16 | τὸ ἕνεκα τοῦ χάριν διαφέρει περὶ τὴν τῶν προσ‐ ώπων διαφοράν· τὸ μὲν γὰρ ἐπὶ τῶν ἐχθρῶν καὶ ἐναντίων, τὸ | |
δὲ ἐπὶ τῶν οἰκείων καὶ φίλων· ὥστε ἄν τις εἴπῃ ‘Ὀδυσσεὺς ἐστράτευσεν εἰς Ἴλιον χάριν Ἀλεξάνδρου‘ ἀκυρολογεῖ· τὸ | 146 | |
5 | γὰρ ὀρθὸν οὕτως ἔχον ἐστίν· ‘ἕνεκεν Ἀλεξάνδρου, χάριν δὲ Μενελάου καὶ Ἀγαμέμνονοσ‘. | |
17 | τὸ θράσος τοῦ θάρσους διαφέρει ὡς ἀρετὴ κακίας. τὸ μὲν γὰρ ἐπ’ ἀγαθοῦ λαμβάνεται, τὸ δὲ ἐπὶ κακοῦ· καὶ τὸ μὲν θαρσεῖν ἐπὶ τοῦ ἀνδρείου τάσσεται, τὸ δὲ θρασύνεσθαι ἐπὶ κακοῦ καὶ ῥιψοκινδύνου. διὸ καὶ αὐτὸ οἱ παλαιοὶ ὡρίσαντο | |
5 | οὕτως· ‘θάρσος ἐστὶ τὸ τῆς ψυχῆς παράστημα μετὰ λογι‐ σμοῦ, θράσος δὲ ἀλόγιστος τόλμα‘. ὅθεν Εὐριπίδης ἁμαρ‐ τάνει λέγων (Med. 469 sq.)· ‘οὔτι θράσος τόδ’ ἐστὶν οὐδ’ εὐτολμία φίλους κακῶς δράσαντ’ ἐναντίον βλέπειν‘. | |
18 | τὸ δὲ Σικελὸς τοῦ Σικελιώτου διαφέρει, ὅτι Σικελοὶ μέν εἰσιν οἱ ἐν τῇ Σικελίᾳ οἰκοῦντες βάρβαροι, οἱ ἀπὸ Σικελοῦ τοῦ Ἰταλοῦ βασιλέως κατοικήσαντες τὴν νῆσον, Σικελιῶται δὲ οἱ ἀπὸ Ἑλλήνων πόλεων μετοικήσαντες εἰς | |
5 | Σικελίαν. | 147 |
19 | τὸ πρότερος τοῦ πρώτου διαφέρει, ὅτι τὸ πρότερος ἐπὶ δυοῖν τάσσεται, ὡς Ὅμηρος ἐπὶ Τληπολέμου καὶ Σαρπη‐ δόνος (Ε 632)· ‘τὸν καὶ Τληπόλεμος πρότερος πρὸς μῦθον ἔειπε‘, | |
5 | τὸ δὲ πρῶτος ἐπὶ πλειόνων, ὡς Ὅμηρος ἐπὶ τῶν ἐννέα ἀριστέων (Η 162)· ‘ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Ἀγαμέμνων‘. | |
20 | τὸ δ’ ἕτερος τοῦ ἄλλος διαφέρει. τὸ μὲν γὰρ ἕτερος ἐπὶ δυοῖν τάσσεται, ὡς Ὅμηρος (Β 217)· ‘φολκὸς ἔην, χωλὸς δ’ ἕτερον πόδα‘, τὸ δὲ ἄλλος ἐπὶ πλειόνων ὡς Ὅμηρος (Γ 103 sq.)· | |
5 | ‘οἴσετε δ’ ἀρνόν, ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν, Γῇ τε καὶ Ἠελίῳ· Διὶ δ’ ἡμεῖς οἴσομεν ἄλλον‘. | |
21 | τὸ δὲ ἑκάτερος τοῦ ἕκαστος διαφέρει, ὅτι τὸ μὲν ἑκάτερ〈οσ〉 ἐπὶ δυοῖν τάσσεται, τὸ δὲ ἕκαστος ἐπὶ πλειόνων, οἷον ‘ἑπτὰ ἦσαν οἱ ἐπὶ Θήβας στρατεύσαντες· τούτων | |
ἕκαστος †μὲν πόλιν† κατέσχε‘. | 148 | |
22 | τὸ μὲν πότερος ἐπὶ δυοῖν τάσσεται οἷον· ‘πότερος ἀν‐ δρειότερος, Αἴας ἢ Ἕκτωρ;‘ τὸ δὲ τίς ἐπὶ πλειόνων, οἷον· ‘τίς ἀνδρειότερος τῶν ἐπ’ Ἰλίῳ στρατευσάντων;‘ | |
23 | τὸ δύο τοῦ δεύτερος διαφέρει, ὅτι τὸ μὲν δύο ἐπὶ προσώπων τάσσεται, οἷον ‘δύο ἦσαν οἱ Διόσκουροι‘, τὸ δὲ δεύτερος ἐπὶ τάξεως, οἷον ‘πρῶτοι παρετάξαντο Θηβαῖοι, δεύτεροι Πλαταιεῖσ‘. τὸ δὲ ὅμοιον παρατηρητέον καὶ ἐπὶ τοῦ | |
5 | τρεῖς· καὶ τρίτοι ἀντὶ τοῦ τρεῖς καὶ τέταρτον ἀντὶ τοῦ τέσ‐ σαρα ἀκυρολογία περὶ τὴν τάξιν τῶν ἀριθμῶν. {τινὸς ἀντὶ ἀλλήλοις}. | |
24 | τὸ δ’ ἑαυτοὺς καὶ ἀλλήλους διαφέρει, ὅτι τὸ μὲν ἑαυτοὺς ἐπὶ τῶν καθ’ ἑαυτοὺς λεγομένων τάσσεται, οἷον ‘Αἴας ὁ Τελαμώνιος καὶ Μενοικεὺς ὁ †κρέων† ἑαυτοὺς ἀπέ‐ κτειναν‘, τουτέστιν ἑκάτερος ἑαυτὸν. τὸ δὲ ἀλλήλους | |
5 | ἐπὶ τῶν συμπεπλεγμένων, οἷον ‘Ἐτε{ρ}οκλῆς καὶ Πολυνεί‐ κης ἀλλήλους ἀπέκτειναν‘, τουτέστιν ὁ ἕτερος τὸν ἕτερον. ὅθεν καὶ Μένανδρος ὁ κωμικὸς ἀκυρολογεῖ λέγων (fr. 711 Koerte2)· | |
‘οὐκ †ὀρίσαμεν αὐτοῖς† ἤδη εἰμὶ σῶσ‘. | 149 | |
25 | τὸ ὅλος τοῦ πᾶς διαφέρει, ὅτι τὸ μὲν ὅλος ἐφ’ ἑνὸς τάσ‐ σεται, οἷον ‘ὅλος κατατέτρωται ὁ ἄνθρωποσ‘. τὸ δὲ πᾶς ἐπὶ ποσότητος καὶ πλειόνων, ὅταν λέγωμεν ‘ὁ πᾶς ἄνθρωπος κατατέτρωται‘. | |
26 | τὸ μέγας τοῦ πολὺς διαφέρει, ὅτι τὸ μὲν μέγας ἐπὶ πηλικότητος τάσσεται, τὸ δὲ πολὺς ἐπὶ ποσότητος· ὁ μέν‐ τοι Ὅμηρος καὶ αὐτὸς ἐναλλάσσει †καὶ† τὰς ἐμφάσεις (Η 156)· | |
5 | ‘πολὺς γάρ τε ἔκειτο παρήορος ἔνθα καὶ ἔνθα‘, ἀντὶ τοῦ μέγας. | |
27 | τὸ μικρὸς τοῦ ὀλίγος διαφέρει· τὸ μικρὸς ἐπὶ πηλι‐ κότητος, τὸ ὀλίγος ἐπὶ ποσότητος, ὅθεν ὁ λέγων ‘μικρὸν ὕδωρ‘, ἀντὶ τοῦ ὀλίγον, ἀκυρολογεῖ. | |
28 | τὸ τηλικοῦτος τοῦ τοσοῦτος διαφέρει, ὅτι τὸ μὲν τηλικοῦτος ἐπὶ πηλικότητος τάσσεται, τὸ δὲ τοσοῦτος ἐπὶ ποσότητος. Ὅμηρος μέντοι καὶ ταῦτα ἐναλλάσσει διὰ τὰς ἐμφάσεις (Ι 485)· | 150 |
5 | ‘καί σε τοσοῦτον ἔθηκα, θεοείκελ’ Ἀχιλλεῦ‘, ἀντὶ τοῦ τηλικοῦτον. | |
29 | τὸ ποῖος τοῦ πόστου διαφέρει, ὅτι τὸ μὲν ποῖος ἐπὶ ποιότητος τάσσεται, τὸ δὲ πόστος ἐπὶ ποσότητος· ὅθεν ὁ λέγων ‘ποία ἐστὶν ὥρα;‘ ἀκυρολογεῖ, ἀντὶ τοῦ πόστη. | |
30 | στρατὸς καὶ στράτευμα τοῦ στρατόπεδον δια‐ φέρει, ὅτι στρατὸς καὶ στράτευμα τὸ πλῆθος, στρατόπεδον δὲ ὁ τόπος ἔνθα ἵστανται οἱ στρατοί. | |
31 | τὸ δὲ ἐπιμαχία τοῦ συμμαχία διαφέρει, ὅτι ἐπι‐ μαχία μὲν τὸ πολεμοῦντι, συμμαχία δὲ καὶ τὸ πολεμοῦντι καὶ τὸ πολεμουμένῳ. | |
32 | δυσωπεῖσθαι τὸ ὑφορᾶσθαι μόνον ἐστίν, οὐ τὸ αἰδεῖ‐ σθαι καὶ ὀκνεῖν. | |
33 | θέσις καὶ ὑπόθεσις διαφέρει. θέσις μὲν ὑποθήκην λα〈β〉εῖν, ὑπόθεσις δὲ ὑποθήκην δοῦναι. | |
34 | δίκη γρα〈φῆς〉 διαφέρει. δίκη μὲν ἡ περὶ τῶν ἰδίων, | |
γραφὴ δὲ ἡ περὶ τῶν κοινῶν, 〈εὐθύνη δὲ ἡ ἐπὶ τῶν ἀρξάντων〉. | 151 | |
35 | †εὐθύνη† ζήλου διαφέρει. †εὐθύνη ἡ [...] τῶν ἀρ‐ ξάντων†, ζῆλος δὲ ἡ μίμησις. | |
36 | εὐφραίνειν τοῦ τέρπειν διαφέρει. εὐφραίνειν τὸ μετὰ ὠφελείας ψυχαγωγεῖν, τέρπειν δὲ τὸ μετὰ χαρᾶς. | |
37 | ἐπιστεῖλαι τοῦ ἐπισκῆψαι διαφέρει. ἐπιστεῖλαι μὲν διὰ γραμμάτων, ἐπισκῆψαι δὲ διὰ λόγων. | |
38 | βοὸς ποὺς καὶ βόειος διαφέρει. βοὸς ποὺς ἐπὶ ζῶντος, βόειος δὲ ἐπὶ τεθνεῶτος. | |
39 | εὐεργεσία χάριτος διαφέρει. εὐεργεσία ἐπὶ μεγάλοις, χάρις ἐπὶ μικροῖς. | |
40 | εἰπεῖν τοῦ διαλεχθῆναι διαφέρει. εἰπεῖν ἐν δυσ(ὶ) ῥή(μασι) τάσσεται, διαλεχθῆναι ἐπὶ πλέοσι. | |
41 | καταδουλοῦσθαι τοῦ καταδουλοῦν διαφέρει. κατα‐ δουλοῦσθαι ἑαυτῷ, καταδουλοῦν ἑτέρῳ. | |
42 | τὸ μ[ν̣ηστε]ύειν τ[ο̣ῦ̣ μνηστεύε]σθαι δ[ια]φέρει. μν[ηστεύειν] αὑτῷ, μνηστεύεσθαι ἑτέρῳ. | |
43 | ἄρχειν τοῦ κρατεῖν διαφέρει. ἄρχειν μετὰ λόγ(ου), κρατεῖν τῆς ἰσχύος. | |
44 | χρήματα καὶ χρῆμα διαφέρει. χ[ρήματα .........] χρῆμα δὲ τὸ [..........] | |
45 | τὸ παρέχειν τοῦ παρέχεσθαι διαφέρει. παρέχειν οἷον ἐσθῆτα ἢ ἔκπομα, παρέχεσθαι δὲ τὰς τῆς ψυχῆς διαθέ‐ σεις. | |
46 | νηνεμία εὐδίας διαφέρει. νηνεμία ἐπὶ ἀνέμων, εὐδία ἐπὶ ἀέρος. ἡ δὲ γαλήνη ἐπὶ θαλάσσης. | |
47 | ἐπιβάτης ἀναβάτου διαφέρει. ἐπιβάτης ἅρματος, | |
ἀναβάτης ἵππου. | 152 | |
48 | ἀναστῆναι τοῦ ἐγερθῆναι διαφέρει. ἀναστῆναι ἐγρηγορότως, ἐγερθῆναι τὸ ἐξ ὕπνου. | |
49 | ἔπαινος ἐγκωμίου διαφέρει. ἔπαινος τὸ βραχύ, ἐγκώ‐ μιον τὸ πολύ. | |
50 | πότε καὶ πηνίκα διαφέρει. τὸ μὲν γὰρ πότε ἐπὶ χρόνου, τὸ δὲ πηνίκα ἐπὶ ὥρας. | |
51 | χορηγεῖν τὸ ἀφ’ ἑαυτοῦ καὶ χωρὶς ἀνάγκης καταβάλ‐ | |
λειν, εἰσφέρειν δὲ τὸ κατὰ ἀνάγκην καταβαλλόμενον. | 153 |