TLG 0708 001 :: 〈AMMONIUS〉 :: De adfinium vocabulorum differentia (= Περὶ ὁμοίων καὶ διαφόρων λέξεων) (fort. epitome operis sub auctore Herennio Philone) 〈AMMONIUS〉 Gramm., fiq Ammonius Hist. De adfinium vocabulorum differentia (= Περὶ ὁμοίων καὶ διαφόρων λέξεων) (fort. epitome operis sub auctore Herennio Philone)
Citation: Lexical entry — (line) | ||
t | ΑΜΜΩΝΙΟΥ ΠΕΡΙ ΟΜΟΙΩΝ ΚΑΙ ΔΙΑΦΟΡΩΝ ΛΕΞΕΩΝ | |
1-91n | Α | |
1 | ἄβαξ καὶ ἀβάκιον διαφέρει. ἄβαξ μὲν γάρ, ἐφ’ οὗ τὰ πράγματα παρατιθέασιν· ἀβάκιον δέ, ἐφ’ οὗ ψηφίζουσιν. | |
2 | ἀβέβηλα καὶ βέβηλα διαφέρουσιν, ἄμφω ἐπ’ ἀγαθῷ λαμβανόμενα. ἀβέβηλα μὲν γὰρ τὰ ἱερὰ καὶ ἄψαυστα καὶ μὴ βάσιμα· βέβηλα δὲ τὰ ὅσια μέν, οὐχ ἱερὰ δέ, οἷον βάσιμα ὄντα. καὶ τοῦτο μέν, ὡς ἐρρήθη, εἰ ἐπ’ ἀγαθῷ ἄμφω λαμβά‐ | |
5 | νοιντο· ἡ γὰρ κοινὴ χρῆσις τοῦ βεβήλου τὴν ἐναντιωτάτην ἔχει καὶ τῷ ἀβεβήλῳ διαφοράν. | |
---|---|---|
3 | ἄγγελος καὶ ἐξάγγελος καὶ αὐτάγγελος διαφέρου‐ σιν. ἄγγελος μὲν γὰρ πᾶς ὁ ἀγγέλλων τὰ ἔξωθεν. ἐξάγγελος δὲ ὁ τὰ ἔνδοθεν τοῖς ἔξω διαγγέλλων, ὃν Θουκυδίδης (7, 73, 3) διάγγελον εἴρηκεν· ‘ἦσαν γάρ τινες τῷ Νικίᾳ διάγγελοι‘. αὐτ‐ | |
5 | άγγελος δὲ ὁ †τὰ† ἀφ’ ἑαυτοῦ διαγγέλλων καὶ μὴ ὑφ’ ἑτέρου. | 1 |
4 | ἄγειν καὶ φέρειν διαφέρει. ἄγεται μὲν γὰρ τὰ ἔμψυχα· φέρεται δὲ τὰ ἄψυχα. Ὅμηρος (δ 622)· ‘οἱ δ’ ἦγον 〈μὲν μῆλα〉, φέρον δ’ εὐήνορα οἶνον‘. | |
5 | ἀγχιστεῖς καὶ συγγενεῖς καὶ οἰκεῖοι διαφέρουσιν. ἀγχιστεῖς μὲν γάρ, οἷς ἐπειδάν τις ἐκ τοῦ γένους ἀποθάνῃ συγχωρεῖ ὁ νόμος ἀντιποιεῖσθαι τῶν τούτου δικαίων· συγ‐ γενεῖς δὲ οἱ ὄντες ἐκ τοῦ αὐτοῦ γένους, οὐ καλούμενοι δὲ ὑπὸ | |
5 | τῶν νόμων ἐπὶ τὰ ἀγχιστικὰ δίκαια· οἰκεῖοι δὲ οἱ κατ’ ἐπι‐ γαμίαν ἐπιμιχθέντες τῷ οἴκῳ. | |
6 | ἀγροῖκος καὶ ἄγροικος διαφέρει. προπερισπωμένως μὲν ὁ ἐν ἀγρῷ κατοικῶν, προπαροξυτόνως δὲ ὁ σκαιὸς τοὺς τρόπους. | |
7 | ἄγριος καὶ ἀγρεῖος διαφέρει. ἄγριος μὲν γάρ ἐστιν ὁ ὠμός, ἀγρεῖος δὲ ὁ ἀγροῖκος. | |
8 | ἀγνοεῖν καὶ ἀμφιγνοεῖν διαφέρει. ἀγνοεῖν μὲν γάρ ἐστι τὸ καθόλου μηδὲν εἰδέναι, ἀμφιγνοεῖν δὲ τὸ ἔν τισιν | |
ἐπιδιστάζειν. | 2 | |
9 | ἀγωνοθέται μὲν ἐπὶ τῶν σκην〈ικ〉ῶν λέγονται, ἀ‐ θλοθέται δὲ ἐπὶ τῶν γυμνικῶν. | |
10 | ἀγρονόμος ἐὰν μὲν παροξύνωμεν ἔσται ὁ ἐν ἀγροῖς νέμων, ἐὰν δὲ προπαροξύνωμεν ἔσται ὁ ἐν ἀγροῖς νεμόμενος. τὰ γὰρ προπαροξυνόμενα χαίρουσιν ἀναλύεσθαι εἰς πάθη. | |
11 | ἀγόραιος καὶ ἀγοραῖος διαφέρει. ἀγόραιος ἐὰν προπαροξυτόνως σημαίνει τὸν πονηρὸν τὸν ἐν ἀγορᾷ τεθραμ‐ μένον, ἐὰν δὲ προπερισπωμένως τὸν ἐν ἀγορᾷ τιμώμενον. | |
12 | ἀδεὴς καὶ ἀδαὴς διαφέρει. διὰ μὲν γὰρ τοῦ ε ὁ ἄφο‐ βος, διὰ δὲ τοῦ α ὁ ἀμαθής. | |
13 | ἄελλα καὶ θύελλα διαφέρει. ἄελλα μὲν ἄημα συν‐ εστραμμένον, θύελλα δὲ ἄελλα θύουσα καὶ ὁρμῶσα. | |
14 | ἆθλος καὶ ἆθλον διαφέρει. ἀρσενικῶς μὲν γὰρ τὸν ἀγῶνα δηλοῖ, οὐδετέρως δὲ τὸ ἔπαθλον· | |
‘οὗτος μὲν δὴ ἄεθλος ἀ〈ά〉ατος ἐκτετέλεσται‘ (χ 5), ἐπὶ δὲ τῶν ἐπάθλων. | 3 | |
5 | ‘ἀέθλια πός’ ἀνελόντεσ‘ (Ψ 736). | |
15 | Ἀθῆναι καὶ Ἀττικὴ διαφέρει. Ἀθῆναι μὲν γὰρ ἡ πό‐ λις ἐστίν, Ἀττικὴ δὲ ἥ τε πόλις καὶ ἡ χώρα. | |
16 | αἰτῶ καὶ αἰτοῦμαι διαφέρει. τὸ μὲν γὰρ αἰτῶ ἐπὶ το⸤ῦ⸥ εἰσάπαξ τι λαβεῖν καὶ μὴ ἀποδοῦναι, τὸ δ’ αἰτοῦμαι ἐπὶ τῷ χρήσασθαι εἰς ἀπόδοσιν. Μένανδρος ἐν τῷ Ὕμνιδι (fr. 410 Koerte2) διαστέλλει· | |
5 | ‘οὐ πῦρ γὰρ †αἰτῶ† οὐδὲ λοπάδ’ †αἰτοῦμα醑. | |
17 | αἰδὼς καὶ αἰσχύνη διαφέρει, ὅτι ἡ μὲν αἰδώς ἐστιν ἐντροπὴ πρὸς ἕκαστον ὧν σεβασμίως τις ἔχει, αἰσχύνη δ’ ἐφ’ οἷς ἕκαστος ἁμαρτὼν αἰσχύνεται ὡς μὴ δέον τι πράξας. καὶ αἰδεῖται μέν τις τὸν πατέρα, αἰσχύνεται δὲ ὃς μεθύσκεται. | |
5 | διαστέλλει δὲ καὶ Ἀριστόξενος ὁ μουσικὸς (fr. 42a Wehrli) τὴν διαφορὰν ἐν τῷ πρώτῳ Νόμω〈ν〉 παιδευτικῶν. φησὶ γὰρ διαφορὰν τήνδε νομιστέον αἰδοῦς τε καὶ αἰσχύνης, ὅτι ἡ | |
μὲν αἰδὼς πρὸς ἡλικίαν, πρὸς ἀρετήν, πρὸς ἐμπειρίαν, πρὸς εὐδοξίαν. ὁ γὰρ ἐπιστάμενος αἰδεῖσθαι πρὸς ἑκάστην τῶν | 4 | |
10 | εἰρημένων ὑπεροχῶν προσέρχεται οὕτω διακείμενος οὐ διὰ τὸ ἡμαρτηκέναι τι, ἀλλὰ διὰ τὸ σέβεσθαι καὶ τιμᾶν τὰς εἰρη‐ μένας ὑπεροχάς. ἡ δ’ αἰσχύνη πρῶτον μὲν πρὸς πάντα ἄνθρω‐ πον, ἔπειτα ἐπὶ τοῖς νομιζομένοις αἰσχροῖς. | |
18 | αἶνος καὶ παροιμία διαφέρει. ὁ μὲν γὰρ αἶνός ἐστι λόγος κατὰ ἀναπόλησιν μυθικὴν ἀπὸ ἀλόγων ζῴων ἢ φυτῶν πρὸς ἀνθρώπ†ους† εἰρημένος, ὥς φησι Λούκιος Τάρραιος ἐν τῷ πρώτῳ Περὶ παροιμιῶν (fr. 1 p. 75 Linnenkugel), οἷον | |
5 | ἀπὸ μὲν ἀλόγων ζῴων ὡς παρ’ Ἀρχιλόχῳ (fr. 89 D.3)· ‘αἶνός τις ἀνθρώπων ὅδε, ὡς ἆρ’ ἀλώπηξ {τε} κἀετὸς ξυνωνίην ἔθεντο‘, καὶ τὰ ἑξῆς. καὶ πάλιν ὅταν λέγῃ (fr. 81, 1—2)· | |
10 | ‘ἐρέω τιν’ ὑμῖν αἶνον, ὦ Κηρυκίδη, ἀχνυμένη σκυτάλη‘, | |
εἶτ’ ἐπιφέρει (fr. 81, 3—6)· ‘πίθηκος ᾔει θηρίων ἀποκριθείς μοῦνος ἀν’ ἐσχατιήν. | 5 | |
15 | τῷ δ’ ἆρ’ ἀλώπηξ κερδαλῆ συνήντετο πυκνὸν ἔχουσα νόον‘. καὶ Ἡσίοδος (opp. 202sq.) ‘νῦν δ’ αἶνον βασιλεῦσιν ἐρέω νοέουσι καὶ αὐτοῖς· ὧδ’ ἵρηξ προσέειπεν ἀηδόνα ποικιλόδειρον‘. | |
20 | ἀπὸ δὲ φυτῶν, ὡς παρὰ Καλλιμάχῳ (fr. 194, 6—8 Pf.) ‘ἄκουε δὴ τὸν αἶνον. ἔν κοτε Τμώλῳ δάφνην ἐλαίη†ν εἰκὸς† οἱ πάλαι Λυδοί λέγουσι θέσθαι‘, καὶ τὰ ἑξῆς. καὶ ἔστιν αἶνος ἐξηπλωμένη παροιμία μετὰ δι‐ | |
25 | ηγήσεως ἀπαρτίζουσα τὸ νοούμενον πρὸς παραμυθίαν τε καὶ ὠφέλειαν ἀνθρώπων· παροιμία δέ, ἣ τὴν ἀπὸ κεφαλαίου ἐπὶ τὸ χεῖρον ἀναφορὰν ἔχει ἐνδέουσαν τοῦ αἴνου, καὶ τὴν ἔξωθεν ἐκδεχομένη μετάβασιν. οἷον· ‘μένε βοῦς ποτε βοτάνη〈ν〉‘ καὶ ‘†ἄκισσος† μετ’ Ἀνθεστήρια‘. | |
19 | αἴθε καὶ ὤφελον διαφέρει. τὸ μὲν γάρ ἐστιν ἀπαρέμ‐ | |
φ⸤ατον⸥ προσώπων· τὸ δ’ ὤφελον ἐμφαίνει πρόσωπα, οἷον· ὤφελον ἐγώ, ὤφελες σύ, ὤφελεν ἐκεῖνος. διὸ τὸ αἴθε ἐστὶν ἐπίρρημα, τὸ δ’ ὤφελον ῥῆμα. | 6 | |
20 | αἰκίαι καὶ ὕβρεις διαφέρουσιν. αἰκίαι μὲν γάρ εἰσιν αἱ ἄνευ προπηλακισμοῦ πληγαί· καθὰ καὶ Δημοσθένης ὁ ῥήτωρ φησίν (or. 21, 7)· ‘ὕβρισμαι μὲν ἐγώ, προ〈πε〉πηλάκι‐ σται δὲ σῶμα τοὐμόν‘. | |
21 | αἰπόλος καὶ ποιμὴν διαφέρει. αἰπόλος μὲν γὰρ ὁ ἐπὶ τῶν αἰγῶν τεταγμένος νομεύς, ποιμὴν δὲ ὁ ἐπὶ τῶν προβάτων. | |
22 | ἀκταὶ καὶ θῖνες διαφέρουσιν. ἀκταὶ μὲν γάρ εἰσιν οἱ πετρώδεις τόποι τῆς θαλάσσης, θῖνες δὲ οἱ ἀμμώδεις. | |
23 | ἀκόντιον δόρατος διαφέρει. ἀκόντιον μὲν γὰρ τὸ ἀκον‐ τιζόμενον ἔλαττον δόρατος, δόρυ δὲ τὸ μεῖζον ᾧ ἐκ χειρὸς ἐ‐ χρῶντο. παρὰ δὲ Ὁμήρῳ καὶ τὸ δόρυ προϊέναι (Υ 438 cf. Ε 656). | |
24 | ἀκαιρία ἀσχολίας διενήνοχεν. ἀκαιρία μὲν γάρ ἐστιν ἔνδεια καιροῦ ἐπιτηδείου, ἀσχολία δὲ ἡ περί τι ἄλλο ἀνα‐ | |
στροφή. | 7 | |
25 | ἀκαρὴς σὺν τῷ ς καὶ ἀκαρῆ ἄνευ τοῦ ς διαφέρει. ἀκαρῆ μὲν γὰρ ἄνευ τοῦ ς σημαίνει τὸ βραχύ, οἷον (FCG IV 600 M. = fr. ad. 580 K.) ‘οὐδ’ ὅσον ἀκαρῆ τῆς τύχης ἐπίσταμαι‘. ἀκαρὴς δὲ σημαίνει τὸ παρὰ βραχὺ ὄν, (FCG IV 600 M. = | |
5 | fr. ad. 581 K.)· ‘κατέπεσον ἀκαρὴς τῷ δέει‘. | |
26 | ἀληθὲς καὶ ἄληθες διαφέρει. ἀληθὲς μὲν γὰρ ὀξυ‐ τόνως τὸ ἐναντίον τῷ ψεύδει, ἄληθες δὲ προπαροξυτόνως τὸ κατ’ ἐπερώτησιν λεγόμενον. | |
27 | ἁλοᾶν καὶ ἀλοιᾶν διαφέρει. ἁλοᾶν μὲν γὰρ δασέως τὸ ἐπὶ τῆς ἅλω πατεῖν καὶ τρίβειν τοὺς στάχυας, ἀλοιᾶν δὲ ψι‐ λῶς τὸ τύπτειν. Ἀριστοφάνης (ran. 149)· ‘†ἡ† μητέρ’ ἠλοίησεν †ἡ† πατρὸς †ἀγαθό톑, | |
5 | ἀφ’ οὗ καὶ μητραλοίαν φαμὲν καὶ πατραλοίαν. | |
28 | ἀλλοίωσις ἑτεροιώσεως διαφέρει. ἀλλοίωσις μὲν γὰρ οὐ μόνον μεταχαρακτηρισμός, ἀλλὰ καὶ τῆς πρότερον ὑπολήψεως οἴησις ἑτέρα· ἑτεροίωσις δέ, ὅταν ἀφ’ ἑτέρου | |
χρώματος εἰς ἕτερον μεταβάλλῃ. | 8 | |
29 | ἁλίπαστον καὶ ἁλί⸤σ⸥παρτον διαφέρει. τὸ μὲν γὰρ ἁλὶ πεπασμένον κρέας ἢ ἰχθὺν ἔλεγον ἁλίπαστον, ἁλί‐ ⸤σ⸥παρτον δὲ τὴν ἁλὶ ἐ〈σ〉παρμένην χώραν ὥς τινων φθονε‐ ρῶν τοῦτο ποιούντων. ὅθεν καὶ ὁ βίος τοὺς ᾐκισμένους καὶ | |
5 | δυσθεραπεύτως ἔχοντας τὰ σώματα ἁλι⸤σ⸥πάρτους καλεῖ. | |
30 | ἄλλος καὶ ἕτερος διαφέρει. ἕτερος μὲν γὰρ ἐπὶ δυοῖν, ἄλλος δὲ ἐπὶ πλειόνων. | |
31 | ἄλλο καὶ ἀλλοῖον διαφέρει. τὸ μὲν γὰρ ἄλλο ἐπὶ προσ‐ ώπου, τὸ δὲ ἀλλοῖον ἐπὶ φύσεως. | |
32 | ἁματροχιὰ καὶ ἁρματροχιὰ διαφέρει. ἁματροχιὰ μὲν γάρ ἐστιν ἡ ταυτοσυνδρομὴ τῶν ἁρμάτων· ‘τῇ δ’ εἶχε Μενέλαος ἁματροχιὰς ἀλεείνων‘ (Ψ 422). ἁρματροχιὰ δὲ ὁ τύπος καὶ ἡ ἐγχάραξις τοῦ τροχοῦ ἡ ἐπὶ τῆς | |
5 | γῆς· ‘οὐδέ τι πολλή | |
γίνεται ἐπισσώτρων ἁρματροχιὴ κάτω‘ (Ψ 504 sq.). | 9 | |
33 | ἀμυγδαλῆ καὶ ἀμυγδάλη διαφέρουσιν. ἀμυγδαλῆ μὲν γὰρ περισπωμένως τὸ δένδρον δηλοῖ· ἀμυγδάλη δὲ παροξυ‐ τόνως τὸν καρπόν, καθὰ καὶ Εὔπολις (II p. 525 M. = fr. 253 K.) ἐν Ταξιάρχοις φησί· | |
5 | ‘δίδου μασᾶσθαι 〈Ν〉αξίας ἀμυγδάλασ‘. | |
34 | ἅμα καὶ ὁμοῦ διαφέρει. ἅμα μὲν γάρ ἐστι χρονικὸν ἐπίρρημα, ὁμοῦ δὲ τοπικόν. Σόλων μὲν γὰρ ἅμα ἐγένετο Ἀνα‐ χάρσιδι τῷ Σκύθῃ, εἴπερ κατὰ τὸν αὐτὸν χρόνον ἤκμασαν, ὁμοῦ μέντοι οὐκέτι· οὐ γὰρ ἐν τῷ αὐτῷ τόπῳ ἐγεννήθησαν, | |
5 | ἀλλ’ ὁ μὲν Ἀθήνησιν, ὁ δὲ ἐν Σκυθίᾳ. καὶ Ὅμηρος διαστέλλει (Δ 450sq. Θ 64 sq.) ‘ἔνθα δ’ ἅμ’ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν ὀλλύντων καὶ ὀλλυμένων‘, κατὰ τὸν αὐτὸν χρόνον. καὶ (Γ 1) | |
10 | ‘αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμ’ ἡγεμόνεσσιν ἕκαστοι‘, (Ψ 362) | |
‘οἱ δ’ ἅμα πάντες ἐφ’ ἵπποιιν μάστιγας †ἀσισο톑. †ἐπιτροπικῶς† δὲ 〈τὸ〉 (ο 365)· ‘τῇ ὁμοῦ ἐτρεφόμην‘, | 10 | |
15 | καὶ πάλιν (μ 67) ‘ἄλλοθ’ ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶν‘, ἀντὶ τοῦ ἐν †αὐτῷ τῷ† τόπῳ. καὶ (Λ 126 sq.) ‘τοῦ περ δὴ δύο παῖδε λάβε κρείων Ἀγαμέμνων ἐν ἑνὶ δίφρῳ ἐόντας, ὁμοῦ δ’ ἔσχον ὠκέας ἵππουσ‘. | |
20 | ἔσθ’ ὅτε δ’ ὁ ποιητὴς τὸ ὁμοῦ καὶ ἐπὶ χρονικοῦ τάσσει ἐπιρ‐ ρήματος, ὥς φησιν Ἀσκληπιάδης· ‘εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούσ‘ (Α 61), εἰ μὴ ἄρα τις εἴποι καὶ νῦν τὸ ὁμοῦ ἐν τῷ αὐτῷ τόπῳ, οἷον ‘ἐν Τροίᾳ ὅ τε λοιμὸς καὶ ὁ πόλεμος δαμάζει τοὺς Ἀχαιούς.‘ | |
35 | ἀμφότεροι καὶ ἑκάτεροι διαφέρουσιν. ἀμφότεροι μὲν γὰρ ἐροῦμεν, ὅταν ἐν τῷ αὐτῷ κατὰ τὸ αὐτὸ πράττωσιν· ‘ἀμφότεροι τὴν δοκὸν μίαν οὖσαν φέροντεσ‘. ἑκάτεροι δέ, ἐπειδὰν χωρὶς ἑκάτερος τὸ ἑαυτοῦ πράττῃ, οἷον· ‘ἑκάτερος | |
5 | αὐτῶν δοκὸν φέρων‘, ἤτοι ὅταν ἑκάτερος αὐτῶν μίαν φέρῃ κατ’ ἰδίαν. | |
36 | ἀμύνεσθαι καὶ ἀμύνειν διαφέρει. ἀμύνεσθαι μὲν γάρ | |
ἐστι τὸ κολάζειν τοὺς προαδικήσαντας, ἀμύνειν δὲ τὸ βοηθεῖν. | 11 | |
37 | ἁμαρτάνει ὁ πλημ〈μ〉ελῶν, διαμαρτάνει δὲ ὁ ἀπο‐ τυγχάνων. | |
38 | ἄμητος καὶ ἀμητὸς διαφέρει. ἄμητος μὲν γὰρ προ‐ παροξυτόνως σημαίνει αὐτὰ τὰ θερίσματα, τοῦτ’ ἔστι τὸν καρπόν· ὀξυτόνως δὲ ὁ καιρὸς τοῦ θερισμοῦ, ὥσπερ καὶ ὁ τρυγητὸς τοῦ τρυγᾶν. | |
39 | ἄμαθος καὶ ψάμαθος διαφέρει. ἄμαθος μὲν γὰρ ἡ ἐν πεδίῳ κόνις, ψάμαθος δὲ ἡ παραθαλασσία ἄμμος. | |
40 | ἀνακεῖσθαι καὶ κατακεῖσθαι διαφέρει. ἀνάκειται μὲν γὰρ ὁ ἀνδριὰς καὶ ἡ εἰκὼν τῷδε κατὰ τιμήν, κατάκειται δὲ ὁ εὐωχούμενος. | |
41 | ἀνδραγάθημα καὶ ἀνδρία διαφέρει. ἀνδραγάθημα μὲν γάρ ἐστιν, εἰ καὶ τὴν ψυχικὴν ἀρετὴν ἔχει μαρτυροῦσαν· ἀνδρία δὲ δύναμις ἐπαινουμένη. | |
42 | ἀνοχὴ καὶ ἐπικηρυκεία διαφέρει. ἀνοχὴ μὲν γάρ ἐστιν ἡ ἐν πολέμῳ διά τινα χρείαν ἀναβολὴ ⸤τῆς μάχησ⸥ κατὰ συνθήκην κοινὴ⸤ν⸥ τοῦ ⸤μὴ⸥ ἐπιέναι ἀλλήλοις· ἐπικηρυ‐ κεία δέ, ὅταν οἱ ἕτεροι πέμπωσι τοὺς αἰτησομένους ἀνοχὰς | |
5 | ἢ σπονδὰς ἢ εἰρήνην. | |
43 | ἀνάμνησις καὶ ὑπόμνησις διαφέρει. ἀνάμνησις μὲν γάρ ἐστιν ὅταν τις ἔλθῃ εἰς μνήμην τῶν παρελθόντων, ὑπό‐ μνησις δὲ ὅταν ὑφ’ ἑτέρου εἰς τοῦτο προαχθῇ. | 12 |
44 | ἀντίρρησις καὶ ἀνασκευὴ διαφέρει. ἀντίρρησις μὲν γὰρ λέγεται ἡ μετὰ προσώπου καὶ εἰς λεπτὰ τομή, ἀνα‐ σκευὴ δὲ ὡς ἀπροσώπως ἐκφερομένη καὶ ὅλου ἀνατροπή. | |
45 | ἀναβάλλεσθαι καὶ ὑπερτίθεσθαι διαφέρει. ἀνα‐ βάλλεσθαι μὲν γάρ ἐστι τὸ προΐεσθαι καὶ παριέναι τὸν ἐπι‐ τήδειον καιρὸν τῶν πράξεων, ὑπερτίθεσθαι δὲ τὸ ἐπιμένειν τὸν ἴδιον καιρὸν τῶν πράξεων. | |
46 | ἀνακωχὴ καὶ ἀνοκωχὴ διαφέρει. ἀνακωχὴ μὲν γάρ ἐστιν ἡ ἐπὶ τῶν νεῶν ἀναχώρησις, ἡ δὲ διὰ τοῦ ο ἀνοκωχὴ ἀνοχὴ μακρὰ πολέμου· διοκωχὴ δὲ καὶ ἀκωχὴ διάλειψίς τις καὶ ἄνεσις. | |
47 | ἀνάλγητος καὶ ἀναλγὴς διαφέρει. ἀνάλγητος μὲν γάρ ἐστιν ὁ ἀνεπίστρεπτος τοῦ καθήκοντος, ἀναλγὴς δὲ ὁ μὴ ἀλγῶν. | |
48 | ἄντικρυς καὶ ἀντικρὺ διαφέρει. ἀντικρὺ μὲν γὰρ τὸ ἐπ’ εὐθείας καὶ ἐξ ἐναντίας, χωρὶς τοῦ ς ὡς τὸ καταντικρύ· ἄντικρυς δὲ τὸ διαρρήδην καὶ φανερῶς, καὶ τὸ ἐπ’ εὐθείας | |
τοπικόν. | 13 | |
49 | ἀναβάτης καὶ ἐπιβάτης διαφέρει. ἀναβάτης μὲν γὰρ ἐπὶ ἵππου, ἐπιβάτης δὲ ἐπὶ νηός. | |
50 | ἀναστῆναι καὶ ἐγερθῆναι διαφέρει. ἀναστῆναι μὲν ἐπὶ ἔργον, ἐγερθῆναι δὲ ἐξ ὕπνου. | |
51 | ἀναγόμενοι καὶ ⸤ἀναχθέντες⸥ διαφέρει. ἀνήγοντο μὲν γὰρ οἱ πλέοντες, ἀναγόμεναί τε αἱ νῆες, οὐκ ἀναχθεῖσαι· ἀνήχθησαν δέ τινες εἰς τὸ στρατηγεῖον. | |
52 | ἀνεψιοὶ καὶ ἐξανεψιοὶ διαφέρουσιν. ἀνεψιοὶ μὲν γάρ εἰσιν οἱ τῶν ἀδελφῶν παῖδες, ἐξανεψιοὶ δὲ οἱ τῶν ἀνεψιῶν παῖδες. | |
53 | ἀναγκάζειν καὶ βιάζεσθαι διαφέρει. ἀναγκάζειν μὲν γάρ ἐστιν ἐπὶ ἐμψύχου· βιάζεσθαι δὲ 〈καὶ〉 ἐπὶ ἀψύχου, οἷον ‘βιάζεσθαι τὴν ναῦν‘. | |
54 | ἄναρχον καὶ ἀναίτιον διαφέρει, ὅτι τὸ μὲν ἀναίτιον πρὸς ἕτερον λέγεται, τὸ δ’ ἄναρχον πρὸς ἑαυτό. | |
55 | ἄντρον μὲν τὸ αὐτοφυὲς κοίλωμα, σπήλαιον δὲ τὸ χειροποίητον. | |
56 | ἄνοια καὶ ἀφροσύνη διαφέρει. ἀνόητος μὲν γάρ ἐστιν | |
ὁ μηδὲν νοῶν· ἄφρων δὲ ὁ νοῶν μέν, οὐ φρονίμως δὲ διοικῶν. | 14 | |
57 | ἄξονες καὶ κύρβεις διαφέρουσιν. οἱ μὲν γὰρ ἄξονες ἦσαν τετράγωνοι, οἱ δὲ κύρβεις τρίγωνοι. καὶ οἱ μὲν ἄξονες εἶχον τοὺς ἰδιωτικοὺς νόμους ἐγγεγραμμένους, οἱ δὲ κύρβεις τὰς δημοσίας ἱεροποιΐας καὶ εἴ τι ἕτερον τοιοῦτον. | |
58 | ἀξιόχρεως μέν ἐστιν ὁ ἐπιλῦσαί τι ἱκανός, ἀξιόπι‐ στος δὲ ὁ πιστεύεσθαι ἄξιος. | |
59 | ἀξίωμα μέν ἐστι τὸ καθ’ ὑπερβολὴν διαπρέπον, ἀξία δὲ ἡ ἐκ δοκιμασίας εὐαρέστησις. | |
60 | ἀποστάσιος ἀπροστασίου διαφέρει. ἀποστασίου μὲν δίκην ἔλεγον, ὁπότε ἀπελεύθερος κρίνοιτο ὡς ἀποστὰς τοῦ δεσπότου· ἀπροστασίου δέ, ὁπότε μέτοικος ἐγκαλοῖτο ὡς μὴ ἔχων προστάτην. | |
61 | ἀποκήρυκτος καὶ ἐκποίητος διαφέρει. ἀποκήρυκτος μὲν γάρ ἐστιν ὁ ἐπὶ ἀδικήματι ὑπὸ τοῦ πατρὸς ἐκβληθεὶς τῆς οἰκίας· ἐκποίητος δὲ ὁ δοθεὶς ὑπὸ τοῦ πατρὸς εἰς υἱοθεσίαν ἄλλῳ, ὃ λέγουσιν ‘εἰσποιητὸς γέγονεν‘. | |
62 | ἀπολογεῖσθαι καὶ ἀπολογίζεσθαι διαφέρει. ἀπο‐ λογεῖσθαι μὲν γάρ ἐστι τὸ ἐπὶ τῷ λόγῳ τὴν κατηγορίαν ἀνα‐ | |
σκευάζειν, ἀπολογίζεσθαι δὲ τὸ ἀποδοῦναι τὸν λόγον τῶν δαπανημάτων. καὶ γὰρ τὸ ἁπλοῦν λογίζεσθαι· καὶ λογισταὶ | 15 | |
5 | οἱ ἀριθμηταί. | |
63 | ἀποδρᾶναι καὶ ἀποφεύγειν διαφέρει. ἀποδρᾶναι μὲν γάρ ἐστι τὸ ἀναχωρήσαντά τινα ἄδηλον εἶναι ὅπου ἐστίν· ἀποφεύγειν δὲ τὸ δῆλον μὲν εἶναι ὅπου ἐστί, μὴ δύνασθαι δὲ ἐπιληφθῆναι. λέγει δὲ Ξενοφῶν τὴν διαφορὰν ἐν τῇ Ἀναβά‐ | |
5 | σει (1, 4, 8)· ‘οὔτε ἀποδεδράκασιν—οἶδα γὰρ ὅπου οἴχονται— οὔτε ἀποπεφεύγασιν‘. | |
64 | ἀπὸ καὶ παρὰ διαφέρει. ἡ μὲν γὰρ ἀπό τίθεται ἐπὶ τῶν ἀψύχων, οἷον ‘ἀπ’ Ἀθηνῶν‘· ἡ δὲ παρά ἐπὶ τῶν ἐμψύχων, οἷον ‘παρὰ Σωκράτουσ‘. οἱ δὲ ἐναλλάσσοντες ἁμαρτάνουσιν ἢ ἀλλαγῇ προθέσεως χρῶνται, ὡς καὶ Ὅμηρος (Ξ 28)· | |
5 | ‘παρὰ νηῶν ἀνιόντε‘ ἀντὶ τοῦ ἀπὸ τῶν νηῶν. ὡς καὶ ἀλλαχοῦ (sc. Ε 700) φησι κυρίως· ‘οὔτέ ποτε προτρέποντο μελ†ε†νάων ἀπὸ νηῶν‘. | |
65 | ἀπελεύθερος καὶ ἐξελεύθερος διαφέρει. ἀπελεύθε‐ | |
ρος μὲν γάρ ἐστιν ὁ ἐκ δούλου ἠλευθερωμένος· ἐξελεύθερος δὲ ὁ γενόμενος διὰ χρέα προς†ήλυ†τος ἢ κατὰ ἄλλην τινὰ αἰτίαν δουλεύσας, εἶτα ἐλευθερωθείς. ἤδη μέντοι καὶ ἀδια‐ | 16 | |
5 | φόρως χρῶνται τοῖς ὀνόμασιν. | |
66 | ἀποφορὰ καὶ εἰσφορὰ διαφέρει. ἀποφορὰ μὲν γάρ ἐστι τὰ ὑπὸ τῶν δούλων τοῖς δεσπόταις παρεχόμενα χρήματα, ἣν καὶ ἀναφορὰν καλοῦσιν· εἰσφορὰ δὲ τὰ ὑπὸ τῶν πολιτῶν. | |
67 | ἀποκριθῆναι καὶ ἀποκρίνασθαι διαφέρει. ἀποκρι‐ θῆναι μὲν γάρ ἐστι τὸ ἀποχωρισθῆναι, ἀποκρίνασθαι δὲ τὸ ἐρωτηθέντα λόγον δοῦναι. | |
68 | ἀπονίψασθαι καὶ κατὰ χειρὸς ὕδωρ αἰτῆσαι δια‐ φέρει. ἀπονίψασθαι μὲν γάρ ἐστι μετὰ τὸ φαγεῖν, κατὰ χειρὸς δὲ ὕδωρ αἰτῆσαι πρὸ τοῦ φαγεῖν καὶ μετὰ τὸ φαγεῖν. | |
69 | ἀποφορὰ καὶ ἀναφορὰ διαφέρει. ἀποφορὰ μὲν γάρ ἐστιν ὁ νῦν καλούμενος φόρος, ἀναφορὰ δὲ ὁ ἀπὸ τῶν εὐωδῶν ἢ δυσωδῶν ἀναφερόμενος ἀτμός. | |
70 | ἀπέθανε καὶ τέθνηκε διαφέρει. ἀπέθανε μὲν νῦν, τέθνηκε δὲ πάλαι. ὡς ‘περιεπάτησε μὲν ὁ δεῖνα τήμερον, | |
περιπεπάτηκε δὲ πάλαι‘. | 17 | |
71 | ἀπόδοσις μὲν ἀψύχου λέγεται, ἀποκατάστασις δὲ ἐμψύχου καὶ ἀγομένου. | |
72 | ἄρχειν καὶ κρατεῖν διαφέρει. ἄρχειν μὲν γάρ ἐστι τό τινων ἐπ’ ὠφελείᾳ προΐστασθαι, κρατεῖν δὲ τὸ βίᾳ τινὰς ἄγειν ὑπακουομένους ἐπὶ δουλείᾳ. καθὸ καὶ τῶν θηρίων κρα‐ τεῖν, ἀλλ’ οὐκ ἄρχειν λέγεται. | |
73 | ἁρπαγὴ καὶ ἁρπάγη διαφέρει παρὰ τοῖς παλαιοῖς Ἀττικοῖς, ὥς φησι Τρύφων ἐν τῷ τρίτῳ Περὶ Ἀττικῆς προσ‐ ῳδίας (fr. 12 Vels.). ἐὰν μὲν γὰρ ὀξυτόνως προενεγκώμεθα καθάπερ ἐν τῇ συνηθείᾳ, τὴν αἰφνίδιον καὶ μετὰ βίας ἀφαίρε‐ | |
5 | σιν δηλώσει· ἐὰν δὲ βαρυτόνως ἁρπάγην ὡς Ἀνάφην, ἐν ᾗ ἐκ τῶν φρεάτων τοὺς κάδους ἐξαίρουσιν. καὶ παρὰ Μενάνδρῳ (fr. 657 Koerte2) ἀναγινώσκομεν· ‘ποτήριον, τράπεζαν, ἁρπάγην, †δεύτερον† κάδον‘. καὶ ἐν Ἡνιόχῳ (fr. 180 Koerte2)· | |
10 | ‘τὸν †παῖδα δ’ οὐ δίδομεν†, ἀλλ’ ἁρπάγην αὐτῷ κατασκευάζομεν‘. | |
74 | ἆρα καὶ ἄρα διαφέρει. ὁ μὲν γὰρ κατὰ περισπασμὸν λεγόμενος σύνδεσμος ἀπορηματικός ἐστιν, ὅτε ἀποροῦντες λέγομεν· ‘ἆρα τέλος ἕξει τὸ πρᾶγμα;‘. ὁ δὲ κατὰ συστολὴν συλλογιστικός· ‘εἰ ἡμέρα ἐστί, φῶς ἐστιν· ἀλλὰ μὴν ἡμέρα | 18 |
5 | ἐστίν. φῶς ἄρα ἐστίν‘. ‘εἰ τοῦτο συμφέρει ποιεῖν, ποιητέον ἡμῖν ἄρα ἐστίν‘. | |
75 | ἄρτι καὶ ἀρτίως διαφέρει. ἄρτι μὲν γάρ ἐστι χρονικὸν ἐπίρρημα, τὸ δ’ ἀρτίως ἐπὶ τοῦ ἀπηρτισμένου ἔργου τελείως. ὥστε ἁμαρτάνει Σαπφὼ λέγουσα (fr. 123 L.—P. cf. fr. 103, 13) ‘ἀρτίως μὲν ἁ χρυσοπέδιλος †αὖ· ὡς†‘ | |
5 | ἀντὶ χρονικοῦ ἐπιρρήματος. παρὰ δὲ τοῖς Ἀττικοῖς ἀρτίως σημαίνει αὐτῆς τῆς ὥρας. τὸ δ’ ἄρτι παρατατικῶς καὶ ἐπὶ τοῦ παρῳχηκότος. | |
76 | ἀράχνη καὶ ἀράχν†ιον† διαφέρει. ἀράχνη μὲν γὰρ θηλυκῶς τὸ ὕφασμα—καὶ οὐδετέρως, τὸ ἀράχνιον—, ἀρσενι‐ κῶς δὲ ὁ ἀράχνης τὸ ζῷον. | |
77 | ἄρνες καὶ ἀρνειοὶ διαφέρουσιν. ἄρνες μὲν γὰρ λέγονται οἱ νεογνοί· | |
‘ὡς δὲ λύκοι ἄρνεσσιν ἐπέχραον‘ (Π 352), ἀρνειοὶ δὲ οἱ προήκοντες τῇ ἡλικίᾳ· | 19 | |
5 | ‘ἀρνειῷ μιν ἔγωγε ἐΐσκω πηγεσιμάλλῳ ὅς τ’ ὀΐων μέγα πῶϋ ...‘ (Γ 197 sq.). | |
78 | ἄρρωστος καὶ ἀρρωστῶν διαφέρει. ἄρρωστος μὲν γὰρ ὁ νοσῶν· ἀρρωστῶν δέ ἐστιν ὁ ἀδυνατῶν ἐπιτελεῖν τὰ κατὰ τὰς ὀρέξεις, ὡς Ἀριστοφάνης φησίν (p. 232sq. Nauck). | |
79 | ἀρρωστεῖν τοῦ νοσεῖν διαφέρει. ἀρρωστεῖ μὲν γὰρ ὁ καχεκτῶν τῷ σώματι, νοσεῖ δὲ ὁ κλινήρης. | |
80 | ἀρρωδεῖν καὶ ὀρρωδεῖν διαφέρει. τὸ μὲν γὰρ διὰ τοῦ ο σημαίνει τὸ εὐλαβεῖσθαι· οὕτως γὰρ ἐξηγοῦνται τὴν λέξιν· ὄρρος δὲ λέγεται ὁ περὶ τοὺς γλουτοὺς τόπος ὅν τινες ταῦρον λέγουσιν· ὅθεν καὶ τῶν ὀρνέων ὁ τόπος οὗτος ὀρροπύγ⸤ι⸥ον | |
5 | καλεῖται, οὐχ, ὥς τινες ἀγνοοῦντες, ὀρθοπύγιον. ἐτύμως δ’ εἴρηται, ὅρος ὢν τῆς πυγῆς καὶ οἱονεὶ ὁροπύγιον. οἱ δ’ εὐλαβούμενοι περί τινος ἀνασπᾶν εἰώθασι τὸ αἰδοῖον, πολλά‐ | |
κις δὲ καὶ τὰ ἄλογα τῶν ζώων ὑποστέλλειν εἰώθασι τὴν οὐρὰν ὅταν εὐλαβῆται. εὐλόγως οὖν ἐκ τοῦ παρακολουθοῦντος τὸ | 20 | |
10 | ὀρρωδεῖν εἴρηται ἐπὶ τοῦ εὐλαβεῖσθαι. καὶ Εὐριπίδης τὸν Περσέα λέγοντα εἰσάγει (Andromed. fr. 130 Nauck2)· ‘τὰς γὰρ συμφορὰς τῶν κακῶς πεπραχότων οὐπώποθ’ ὕβρις’, αὐτὸς ὀρρωδῶν παθεῖν‘. καὶ τὸ μὲν ὀρρωδεῖν τοιοῦτον. τὸ δ’ ἀρρωδεῖν οἷον κατὰ στέρη‐ | |
15 | σιν, τοῦτ’ ἔστι μὴ εὐλαβεῖσθαι ἀλλὰ καταφρονεῖν καὶ τεθαρ‐ ρηκέναι. | |
81 | ἀσφόδελος καὶ ἀσφοδελὸς διαφέρει. προπαροξυ‐ τόνως μὲν γὰρ τὸ φυτόν· ὀξυτόνως δ’ ὁ τόπος ‘κατ’ ἀσφοδελὸν λειμῶνα‘ (λ 539. 573 ω 13). | |
82 | ἀστεῖος καὶ ἀστικὸς διαφέρει. ἀστεῖος μὲν γὰρ ὁ πι‐ θανὸς καὶ χαρίεις ἢ καθόλου ἐπιδέξιος ἐν πολιτικῇ ὁμιλίᾳ· | |
ἀστικὸς δὲ ὁ ἐν ἄστει διατρίβων. | 21 | |
83 | ἄστρον καὶ ἀστὴρ διαφέρει. ἄστρον μὲν γάρ ἐστι τὸ ἐκ πολλῶν ἀστέρων μεμορφωμένον ζῴδιον, οἷον ὁ Ὠρίων, ἡ Ἄρκτος. ἀστὴρ δὲ ὁ εἷς. | |
84 | ἀτέχνως καὶ ἀτεχνῶς διαφέρει. τὸ μὲν γὰρ παροξύ‐ τονον σημαίνει τὸ χωρὶς τέχνης καὶ ἀμαθῶς· τὸ δὲ περισπώ‐ μενον τίθεται ἀντὶ τοῦ ἁπλῶς καὶ ἀδόλως καὶ καθάπαξ καὶ καθόλου, ἄντικρυς. | |
85 | ἀτιμοῦται καὶ ἀτιμάζεται διαφέρει. ἀτιμοῦται μὲν γάρ τις ὑπὸ τῶν νόμων ὁλοσχερεῖ ἀτιμίᾳ, ἀτιμάζεται δὲ ὁ ὑβριζόμενος ἔν τινι πράγματι. | |
86 | ἄττα ψιλούμενον καὶ δασυνόμενον διαφέρει. ψιλούμενον μὲν γὰρ σημαίνει τὸ ‘τινά‘, δασυνόμενον δὲ τὸ ‘ἅτινα‘. | |
87 | ἀτελές καὶ ἀτέλεστον διαφέρει. ἀτελὲς μὲν γάρ ἐστι τὸ μήπω τετελεσμένον, ἀτέλεστον δὲ τὸ ἀδύνατον τελεσθῆναι. οἱ οὖν ἐναλλάσσοντες ταῦτα ἀκυρολογοῦσιν. | |
88 | αὐχὴν καὶ δέρη διαφέρει. αὐχὴν μὲν γὰρ λέγεται τὸ ὄπι‐ | |
σθεν τοῦ τραχήλου, δέρη δὲ τὸ ἔμπροσθεν καθ’ ὅ ἐστιν ἡ φάρυγξ. | 22 | |
89 | αὖθις καὶ αὖθι χωρὶς τοῦ ς διαφέρει. τὸ μὲν αὖθις ἐστὶ τὸ πάλιν ἢ μετὰ ταῦτα, τὸ δ’ αὖθι 〈τὸ〉 αὐτόθι. κακῶς οὖν Καλλίμαχός φησι (fr. 1, 35 Pf.) ‘αὖθι τὸ δ’ ἐκδύοιμι⸤, τό μοι βάροσ⸥‘ | |
5 | ἀντὶ τοῦ μετὰ ταῦτα. | |
90 | αὖτις διὰ μὲν τοῦ τ σημαίνει τὸ πάλιν, διὰ δὲ τοῦ θ τὸ ὕστερον. | |
91 | ἄχρι χωρὶς τοῦ ς χρονικὸν ἐπίρρημα, ἄχρις δὲ μετὰ τοῦ ς ἀντὶ τοῦ ἀκριβῶς. Ὅμηρος (Δ 522)· ‘ἄχρις ἀπηλοίησεν‘, οἷον ‘ἀκριβῶς ἀπέκοψεν‘. | |
92-113n | Β | |
92 | βασιλεύς, κοίρανος καὶ ἡγεμὼν διαφέρει. βασιλεὺς | |
μὲν γάρ ἐστιν ὁ πατρόθεν ἢ ἀπὸ γένους τὴν ἀρχὴν παραλαβών, κοίρανος δὲ ὁ πρὸς καιρὸν τὸ τοῦ βασιλέως ἔργον ἐπιτελῶν, οἷος ἦν πρὸ τῆς μήνιδος ὁ Ἀχιλλεύς. | 23 | |
5 | ‘ὣς ὅ γε κοιρανέων δίεπε στρατόν‘ (Β 207). ἡγεμὼν δέ ἐστιν ὁ τάξεως στρατιωτικῆς ἡγούμενος, ὡς ὁ ποιητής (Γ 1) φησιν ‘αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμ’ ἡγεμόνεσσιν ἕκαστοι‘. | |
93 | βάρβαρον καὶ βαρβαρικὸν διαφέρει. βάρβαρον μὲν γάρ ἐστιν ὄνομα τὸ οὐχ Ἑλληνικόν, βαρβαρικὸν δὲ τὸ τῶν βαρβάρων. | |
94 | βάραθρος καὶ βάραθρον διαφέρει. βάραθρος μὲν γὰρ ὁ βαράθρου ἄξιος ἄνθρωπος, βάραθρον δὲ ὄρυγμά τι Ἀθήνη‐ σιν εἰς ὃ τοὺς κακούργους ἐνέβαλλον, ὥσπερ οἱ Λακεδαιμό‐ νιοι τοὺς καταδικαζομένους ἔβαλλον εἰς τὸν †κέατον†. | |
95 | βασιλεῖα καὶ βασίλεια διαφέρει. προπερισπωμένως μὲν γὰρ ἡ βασιλέως ἀρχή, προπαροξυτόνως δὲ ἡ βασιλέως γυνή. | |
96 | βάρις μέν ἐστιν Αἰγύπτιον πλοῖον, λέγεται δὲ καὶ ἡ μεγάλη οἰκία, ὡς ὑπὸ Φιλίππου. | |
97 | βάσανος ἥ τε δοκιμασία καὶ ἡ διὰ τῶν πληγῶν. | |
98 | βασκαίνειν οὐ μόνον τὸ φθονεῖν ἀλλὰ καὶ τὸ συκοφαν‐ τεῖν, ὡς Δημοσθένης ἐν τῷ Περὶ στεφάνου (189) ‘ἄν τι δύσ‐ | |
κολον συμβῇ, τοῦτο βασκαίνουσιν‘. | 24 | |
99 | βεβλῆσθαι καὶ οὐτᾶσθαι διαφέρει. βεβλῆσθαι μὲν γάρ ἐστι τὸ ἐκ βολῆς τετρῶσθαι καὶ ἐκ τῶν ἐναντίων, οὐτᾶσθαι δὲ τὸ ἐκ χειρὸς τετρῶσθαι· †βεβολῶσθαι† δὲ τὸ τὴν βο⸤υ⸥λὴν πεπηρῶσθαι ⸤καὶ οἷον πεπλῆχθαι ὑπὸ δυσ‐ | |
5 | θυμίασ⸥. | |
100 | βιοῦν καὶ ζῆν διαφέρει. βιοῦν μὲν γὰρ ἐπὶ ἀνθρώ‐ πων μόνον λέγεται, ζῆν δὲ ἐπὶ ἀνθρώπων καὶ ἀλόγων ζῴων, ἤδη δέ ποτε καὶ ἐπὶ φυτῶν. ζωὴ μὲν γὰρ λέγεται εἶναι χρῆσις ψυχῆς, βίος δὲ †ὀλίγη† ζωή. | |
101 | βίος ζωῆς διαφέρει. βίος μὲν ἐπὶ τῶν λογικῶν τάσσε‐ ται ζῴων, τουτέστιν ἀνθρώπων μόνων, ζωὴ δὲ καὶ ἐπὶ ἀνθρώ‐ πων καὶ ἐπὶ τῶν ἀλόγων ζῴων. ἐντεῦθεν Ἀριστοτέλης (fr. om. Rose) τὸν βίον ὡρίσατο οὕτως· ‘βίος ἐστὶ λογικὴ ζωή‘. ὁ | |
5 | οὖν ἐπὶ τῶν θηρίων βίον τάσσων ἀκυρολογεῖ. | |
102 | βιῶναι μέν ἐστι τὸ ζῆν, βιοτεύειν δὲ τὸ πορίζειν τὰ πρὸς τὸν βίον. {βιοῦν μὲν φήσομεν ἀνθρώπους, ζῆν δὲ καὶ τὸ | |
ἄλογον ζῷον} | 25 | |
103 | βλέπειν καὶ θεᾶσθαι διαφέρει. βλέπειν μὲν γὰρ κυρίως τὸ ὁρᾶν τι ὁπωσοῦν, θεᾶσθαι δὲ τὸ ὁρᾶν τι τῶν τεχνι‐ κῶς γινομένων οἷον πάλην, παγκράτιον, γραφήν. | |
104 | βλέφαρα καὶ βλεφαρίδες διαφέρει. βλέφαρα μὲν γάρ ἐστιν αὐτὰ τὰ ἐπικλειόμενα δέρματα, βλεφαρίδες δὲ αἱ τρίχες αἱ ἐπὶ τῶν βλεφάρων. | |
105 | βοὸς καὶ βόειος διαφέρει. βοὸς μὲν γὰρ πούς ἐστιν ἐπὶ ζῶντος, βόειος δὲ ὁ τοῦ νεκροῦ. | |
106 | βούλει καὶ βούλῃ διαφέρει. τὸ βούλει μὲν γὰρ ὁρι‐ στικόν ἐστιν οἷον ‘βούλει σχολάσαι μ⸤ο⸥ι‘, τὸ βούλῃ δὲ δι‐ στακτικῶς οἷον ‘⸤ἐὰν⸥ βούλῃ, πορευσόμεθα‘. | |
107 | βοηθεῖ μὲν ὁ συνών, ἐπικουρεῖ δὲ ὁ ἔξωθεν εἰς βοήθειαν ἥκων, συμμαχεῖ δὲ ὁ αὐτόθεν, ὑπερμαχεῖ δὲ ὁ ἀδυνάτῳ χρησιμεύων, ἀμύνει δὲ ὁ τιμωρούμενος ὑπὲρ τοῦ ἀπολωλότος. | |
108 | βουκολεῖν καὶ ἐξαπατᾶν διαφέρει. βουκολεῖν μέν ἐστι τὸ ἐπὶ πλεῖστον καὶ ἀεὶ παραλογίζεσθαι, ἐξαπατᾶν δὲ περὶ ἑνὸς πράγματος συναρπάζειν. | |
109 | βουλεύσασθαι καὶ βουλεῦσαι διαφέρει. βουλεύ‐ | |
σασθαι μὲν γάρ ἐστι ταὐτὸν τῷ σκέψασθαι, βουλεῦσαι δὲ τὸ ἐνθυμηθῆναί τι καὶ συντάξαι κακόν. οἷον βουλεῦσαι φόνον ἢ ἱεροσυλίαν. | 26 | |
110 | βούλεσθαι μὲν ἐπὶ μόνου λεκτέον τοῦ λογικοῦ, τὸ δ’ ἐθέλειν καὶ ἐπὶ ἀλόγου ζῴου. | |
111 | βρύει καὶ βλύει διαφέρει. βρύει μὲν γὰρ ἐπὶ τοῦ ἀνθεῖ, βλύει δὲ ἐπὶ τοῦ ἀναβάλλει. | |
112 | βρύκειν καὶ βρύχειν διαφέρει. βρύκειν μὲν γὰρ διὰ τοῦ κ τὸ πρίειν τοῖς ὀδοῦσι, βρύχειν δὲ διὰ τοῦ χ ἐπὶ τοῦ λέον‐ τος τὸ βρύχεσθαι. | |
113 | βωμὸς καὶ ἑστία καὶ ἐσχάρα καὶ μέγαρον δια‐ φέρει, καθὰ καὶ Ἀμμώνιος ὁ Λαμπ†ρι†εὺς (FGHist. 361 F 1a) ἐν πρώτῳ Περὶ θυσιῶν· ‘βωμοὶ μὲν γὰρ οἱ τὰς προ〈σ〉βάσεις ἔχοντες, ἐσχάρα δ’ ἡ πρὸς βιωτικὴν γινομένη ⸤χρῆσιν⸥ ἐπὶ | |
5 | τῆς ⸤γῆσ⸥· τὰ δὲ πολυ⸤τελῆ⸥ ἑστία⸤ι⸥· τὸ δὲ μέγαρον περιοικο‐ | |
δομημένη ἑστία, ἔνθα τὰ μυστικὰ τῆς Δήμητροσ‘. παρὰ δ’ Ὁμήρῳ ἡ ἐσχάρα ἡ αὐτὴ καὶ ἑστία καλεῖται, ὁ δὲ βωμὸς καὶ τὴν βάσιν σημαίνει (η 100) ‘χρύσειοι δ’ ἄρα κοῦροι ἐυδμήτων ἐπὶ βωμῶν‘, | 27 | |
10 | ἀντὶ τοῦ ἐπὶ βάσεων· καὶ ἡ ἑστία σημαίνει καὶ τὸν οἶκον (ξ 159 ρ 156 τ 304 υ 231) ‘ἑστίη δ’ Ὀδυσσῆος ἀμύμονοσ‘, καὶ ἀνέστιος ὁ ἄοικος. παρ’ Ἡσιόδῳ (theog. 454) καὶ ἡ σω‐ ματοειδὴς θεὸς Ἑστία ἐστίν, ἣν καὶ | |
15 | ‘Δήμητρα{ν} καὶ Ἥρην χρυσοπέδιλον‘. ἰδίως δὲ Νεάνθης ὁ Κυζικηνὸς (FGHist 84 F 7) ἐν τρίτῳ τῶν Κατὰ πόλιν βωμοὺς θεῶν φησιν, ἐσχάρας δ’ ἡρώων. παρὰ δ’ Εὐριπίδῃ (fr. 628 N.2) ἐσχάρα ἀντὶ τοῦ βωμοῦ κεῖ‐ ται ἐν Πλεισθένει· | |
20 | ‘†μηλοσφάγετον† δαιμόνων ἐπ’ ἐσχάραισ‘. καὶ Σοφοκλῆς (fr. 662 N.2) ἐν Χρύσῃ. | |
114-124n | Γ | |
114 | γαμήλιος καὶ ἐπιθαλάμιον διαφέρει. ἐπιθαλάμιον μὲν γάρ ἐστι τὸ ἐπὶ τῷ θαλάμῳ τῆς γαμουμένης γραφὲν ποίημα· ὁ δὲ γαμήλιος οὐ περιώρισται χρόνῳ, τάττοιτο δ’ ἂν | |
καὶ κατὰ τῆς δωρεᾶς τῆς ἐν γάμῳ διδομένης. | 28 | |
115 | γεγενῆσθαι ἐροῦμεν τὸ ὡσανεὶ γεγενημένον, γεγο‐ νέναι δὲ τὸ ἄψυχον πρᾶγμα. | |
116 | γενέθλια καὶ γενέσια διαφέρει. ὅτι μὲν γὰρ γενέθλια τάσσεται ἐπὶ τῶν ζώντων· καὶ ἐν ᾗ ἕκαστος ἡμέρᾳ ἐγεν‐ νήθη, αὕτη καλεῖται γενέθλιος ἡμέρα. γενέσια δὲ ἐπὶ τῶν τεθνηκότων· ἐν ᾗ ἕκαστος ἡμέρᾳ τετελεύτηκε, ταύτῃ ἐπιτε‐ | |
5 | λεῖται αὐτοῦ τὰ γενέσια. ὁ οὖν λέγων ἐπὶ τῶν ζώντων γενέ‐ σια ἀκυρολογεῖ. | |
117 | γέρων καὶ πρεσβύτης καὶ προβεβηκὼς διαφέρει, Ἀλεξίων (fr. 1 Berndt) δηλοῖ ἐν τῇ ἐπιτομῇ τῶν Διδύμου (p. 378 Schmidt) Συμμίκτων λέγων οὕτως· ‘ἐκ τῶν †ἀρί‐ στωνος† Περὶ ἀνθρώπου γενέσεως καὶ αὐξήσεως ἄχρι γή‐ | |
5 | ρως. βρέφος μὲν γάρ ἐστι τὸ γεννηθὲν εὐθέως, παιδίον δὲ τὸ τρεφόμενον ὑπὸ τῆς τιθηνοῦ, παιδάριον δὲ τὸ ἤδη περιπατοῦν καὶ τῆς λέξεως ἀντεχόμενον, παιδίσκος δὲ ὁ ἐν τῇ ἐχομένῃ ἡλικίᾳ, παῖς δ’ ὁ διὰ τῶν ἐγκυκλίων μα‐ | |
θημάτων δυνάμενος ἰέναι. τὴν δ’ ἐχομένην ταύτης ἡλικίαν | 29 | |
10 | οἱ μὲν πάλλ⸤η⸥κα, οἱ δὲ βούπαιδα, οἱ δ’ ἀντίπαιδα, οἱ δὲ μελ‐ λ{ο}έφηβον καλοῦσιν. ὁ δὲ μετὰ ταῦτα ἔφηβος· ἐν δὲ Κυρήνῃ τοὺς ἐφήβους τριακατ{α}ίους καλοῦσιν, ἐν δὲ Κρήτῃ ἀποδρό‐ μους διὰ τὸ μηδέπω τῶν κοινῶν δρόμων μετέχειν. ὁ δὲ μετὰ ταῦτα μειράκιον, εἶτα μεῖραξ, εἶτα νεανίσκος, εἶτα νεανίας, εἶτα | |
15 | ἀνὴρ μέσος, εἶτα προβεβηκώς—ὃν καὶ ὠμογέροντα καλοῦσιν—, εἶτα γέρων, εἶτα πρεσβύτης, εἶτα ἐσχατό⸤γ⸥ηρως.‘ | |
118 | γελοῖον καὶ εὐτράπελον διαφέρει. γελοῖον μὲν γάρ ἐστι τὸ ἐπὶ διαχύσει τῶν ἀκροατῶν χωρίς τινος ὕβρεως, εὐτρά‐ πελον δὲ τὸ μετὰ σεμνότητος χαριέντως λεγόμενον· εἴρηται δὲ παρὰ τὸ εὖ τρέπεσθαι τὸν λόγον. | |
119 | γέλοιος καὶ γελοῖος διαφέρει. γέλοιος μὲν ὁ κατα‐ | |
γέλαστος, γελοῖος δὲ ὁ γελωτοποιός. | 30 | |
120 | γῆμαι τοῦ γήμασθαι διαφέρει, ὅτι γαμεῖ μὲν ὁ ἀνήρ, γαμεῖται δὲ ἡ γυνή. καὶ Ὅμηρος τὴν διαφορὰν τετήρηκεν αὐτῶν, ἐπὶ τοῦ γήμασθαι εἰπών (λ 273 sq.) ‘γημαμένη ᾧ υἱῷ· ὁ δ’ ὃν πατέρ’ ἐξεναρίξας | |
5 | γῆμε‘, καὶ Ἀνακρέων (P.M.G. 424 Page = fr. 87 D.2) διασύρων τινὰ ἐπὶ θηλύτητι ‘καὶ †θαλάμοις† ἐν ᾧ κεῖνος οὐκ ἔγημεν ἀλλ’ ἐγήματο‘, καὶ Αἰσχύλος (fr. 131 Mette = fr. 13 N.2) ἐν Ἀμυμώνῃ | |
10 | ‘σοὶ μὲν {γὰρ} γαμεῖσθαι μόρσιμον, γαμεῖν δὲ †μή†‘. | |
121 | γῆρας μέν ἐστιν ἡ τελευταία ἡλικία, γήρασις δὲ ἡ ἐπ’ αὐτὴν πόρευσις. μήποτε οὖν ταύτῃ καὶ γηρᾶν τοῦ γηρά‐ σκειν διαφέρει. | |
122 | γράμμα στοιχείου διαφέρει. στοιχεῖον μὲν γάρ ἐστιν αὐτὴ ἡ ἐκφώνησις καὶ ὁ φθόγγος, οὗ τὸ γράμμα σημεῖον | |
ἢ τύπος ἢ σχῆμα· ὡς ἐν τῷ ‘τρίγωνον μέν ἐστι τὸ Δ, στρογγύ‐ λον δὲ τὸ Ο‘, τύπος 〈μόνον λέγεται〉. τὸ δὲ στοιχεῖον τὸ ὁλό‐ | 31 | |
5 | κληρον οἷον α β καὶ τὰ λοιπὰ στοιχεῖα. λέγεται μέντοι καταχρηστικῶς καὶ τὰ στοιχεῖα γράμματα· ἤδη μέντοι καὶ τὰ συγγράμματα ἐκάλουν οἱ παλαιοὶ γράμματα· Καλλίμαχός πού (fr. 468 Pf.) φησιν ‘γράμματα δ’ †οὐκ εἴλισσαν† ἀπόκρυφα‘, | |
10 | τουτέστι τὰ συγγράμματα, καὶ πάλιν (ep. 23, 3—4) ‘ἀλλὰ Πλάτωνος †ἐν τῷ† περὶ ψυχῆς γράμμ’ ἀναλεξάμενοσ‘. καὶ ἐν τῇ συνηθείᾳ πολλά φαμεν εἰδέναι γράμματα τόνδε· οὐ γὰρ τὰ εἴκοσι τέσσαρα, ἀλλὰ τὸν πολλῶν ἔμπειρον συγγραμ‐ | |
15 | μάτων. | |
123 | γυμνασθῆναι καὶ γυμν〈άσ〉ασθαι διαφέρει. γυ‐ μνασθῆναι μὲν γάρ ἐστι τὸ ὑφ’ ἑτέρου, γυμν⸤άσ⸥ασθαι δὲ τὸ ὑφ’ ἑαυτοῦ. | |
124 | γυμνασία μὲν λέγεται ἡ τῶν γεγυμνασμένων ἄσκησις, ἄσκησις δὲ ἡ τῶν λεγόντων καὶ σκηνικῶν. | |
125-153n | Δ | |
125 | δαμάλης καὶ δάμαλις διαφέρει. δαμάλης μὲν γὰρ ὁ ἄρρην μόσχος, δάμαλις δὲ ἡ θήλεια. μόσχος δὲ κοινῶς | |
ἐπ’ ἀμφότερα. | 32 | |
126 | δαί· σύνδεσμος ἐρωτηματικὸς ἐκτεταμένος (α 225) ‘τίς δαὶ ὅμιλοσ‘ καὶ (Κ 408) ‘πῶς δαὶ τῶν ἄλλων Τρώων‘. | |
5 | ὁ δὲ συμπλεκτικὸς δέ συνεσταλμένος. | |
127 | δεσπότης καὶ κύριος διαφέρει. δεσπότης μὲν γὰρ ὁ τῶν ἀργυρωνήτων {καὶ} κύριος, κύριος δὲ καὶ πατὴρ υἱοῦ καὶ αὐτός τις ἑαυτοῦ. | |
128 | δέος καὶ φόβος διαφέρει. δέος μὲν γάρ ἐστι πολυχρό‐ νιος κακοῦ ὑπόνοια, φόβος δὲ παραυτίκα πτόησις. διόπερ Ἡρόδοτος ἐν τῇ τετάρτῃ (4, 115, 2)· ‘ἡμέας ἔχει φόβος τε καὶ δέοσ‘. | |
129 | δήμιος καὶ δημόκοινος διαφέρει. δήμιος μὲν γάρ ἐστιν ὁ ἀναιρῶν τοὺς καταδίκους, δημόκοινος δὲ ὁ βασανίζων. | |
130 | ‘Δήμητερ καὶ Δάματερ διαφέρει παρὰ τοῖς Ἀττι‐ κοῖσ‘, φησὶ Τρύφων (fr. 107 Vels.). ‘Δήμητερ γάρ‘, φησίν, | |
‘ἔστιν ἐπὶ τῆς θεοῦ, Δάματερ δὲ ἐπὶ θαυμασμοῦ‘. | 33 | |
131 | δῆμος καὶ δημὸς διαφέρει. δῆμος μὲν βαρυτόνως τὸ πλῆθος τῆς πόλεως, δημὸς δὲ ὀξυτόνως τὸ λίπος. | |
132 | δίσκος καὶ σόλος διαφέρει. δίσκος μὲν γάρ ἐστι λίθος τετρημένος, ὥς φησι Τρύφων (fr. 105 Vels.) ἐν πέμπτῳ Περὶ Ἑλληνισμοῦ, σόλος δὲ τὸ χαλκοῦν ὁλοσφύριον. Ὅμηρος (Ψ 826) | |
5 | ‘σόλον αὐτοχόωνον‘, καὶ ἐν ἄλλοις (θ 186) ‘λάβε δίσκον‘, εἶτ’ ἐπιφέρει (θ 193) ‘βόμβησε〈ν〉 δὲ λίθοσ‘· | |
10 | καὶ Πίνδαρος (Isthm. 1, 25) ‘λιθίνοις ποτ’ ἂν δίσκοισι‘. | |
133 | δικαστὴς καὶ διαιτητὴς διαφέρει. δικαστὴς μὲν γάρ ἐστιν ὁ κατὰ νόμον αἱρεθεὶς κριτής, διαιτητὴς δὲ ὁ κατὰ σύμφωνον αἱρεθεὶς συμβιβάσεως χάριν. Μένανδρος (fr. 316 Koerte2) ἐν Παιδίῳ | |
5 | ‘εἴ τις δικαστὴς ἢ διαιτητὴς θεῶν‘. | 34 |
134 | διέφθαρται καὶ διέφθορε διαφέρει. διέφθαρται μὲν γὰρ ὑφ’ ἑτέρου, διέφθορε δ’ ἕτερον. Ἀριστοφάνης (II p. 1173 M. = fr. 568 K.) Κόραις· ‘διέφθορας τὸν ὅρκον ἡμῶν‘. | |
5 | Μένανδρος (fr. 5 Koerte2) Ἀδελφοῖς· ‘εἰ δ’ ἔστι⸤ν οὗτοσ⸥ τὴν κόρην διεφθορώσ‘. Ὅμηρος (Ο 128) ‘φρένας, ἠλεέ, διέφθορασ‘, διεφθάρης τὰς σαυτοῦ φρένας. | |
135 | διαβόητος καὶ ἐπιβόητος διαφέρει. διαβόητος μὲν γάρ ἐστιν ὁ ἐπ’ ἀρετῇ ἐγνωσμένος· ἐπιβόητος δὲ ὁ μοχθηρὰν ἔχων φήμην. Ἀνακρέων (P.M.G. 354 Page = fr. 23 D.2) ἐν δευτέρῳ | |
5 | ‘καὶ μ’ ἐπιβόητον κατὰ γείτονας ποιήσεισ‘. | |
τοῦτον δ’ ἔνιοι τῶν ποιητῶν ἐπίσφατον καλοῦσιν. | 35 | |
136 | διαβόητος περιβοήτου διαφέρει. διαβόητος μὲν γάρ ἐστιν ὁ ἐπ’ ἀρετῇ πολυθρύλλητος, περιβόητος δὲ ὁ ἐπὶ κακίᾳ. (FCG IV p. 601 M. = fr. ad. 120 K.) ‘καὶ περιβόητον πᾶσιν ἀνθρώποις 〈ποιεῖ〉 | |
5 | αὑτὸν ἀκρατής· καὶ τοῦτο δὴ τὸ λεγόμενον “ἥττων ἑαυτοῦ”· πορνιδίῳ τρισαθλίῳ ἑαυτὸν οὕτω παραδέδωκεν.‘ | |
137 | διπλοῦν καὶ διπλάσιον διαφέρει. διπλοῦν μὲν γάρ ἐστι κατὰ μέγεθος, διπλάσιον δὲ κατὰ ἀριθμόν, ὡς τριπλά‐ σιον καὶ τετραπλάσιον· οἷον ‘διπλάσια χρήματα ἔχει‘. ἐπὶ δὲ τῶν διπλουμένων τὸ διπλοῦν, ὥσπερ ἐπὶ τῶν πτυσσομένων | |
5 | ἱματίων ‘διπλοῦν τὸ ἱμάτιον‘, οὐκέτι ‘διπλάσιον‘. | |
138 | διχότομος καὶ διχοτόμος διαφέρει. προπαροξυ‐ τόνως μὲν γὰρ ὁ εἰς δύο διῃρημένος, παροξυτόνως δὲ ὁ εἰς δύο | |
διαιρῶν. καὶ ἔστι τὸ μὲν παθητικόν, τὸ δὲ ἐνεργητικόν. | 36 | |
139 | διήγησις καὶ διήγημα διαφέρει. διήγησις μὲν γάρ, καὶ ποίησις, ἐστὶν ἡ ἐν μήκει τὸ τέλειον ἔχουσα· διήγημα δέ, καὶ ποίημα, τὸ βραχύτερον. | |
140 | διδάξω καὶ διδάξομαι διαφέρει. ‘διδάξω‘ μὲν γὰρ δι’ ἑαυτοῦ, ‘διδάξομαι‘ δὲ δι’ ἑτέρου· ὡς ‘οἰκοδομήσω‘ μὲν δι’ ἑαυτοῦ, οἰκοδομήσασθαι δὲ δι’ ἑτέρου. | |
141 | διφθέρα καὶ μηλωτὴ διαφέρει. διφθέρα μὲν γὰρ αἰγῶν, μηλωτὴ δὲ προβάτων. | |
142 | διορθοῦν καὶ ἐπανορθοῦν διαφέρει. διορθοῦν μὲν γὰρ καὶ ἐπὶ δοράτων καὶ ἐπὶ ὀβελίσκων καὶ ἐπὶ λόγων, ἐπ‐ ανορθοῦν δὲ ἐπὶ μόνων λόγων. | |
143 | διαπολιτεύεσθαι καὶ ἀντιπολιτεύεσθαι δια‐ φέρει. διαπολιτεύεσθαι μὲν γὰρ λέγουσι τοὺς ἐκ τῆς αὐτῆς πόλεως, ἀντιπολιτεύεσθαι δὲ τοὺς ἐξ ἑτέρας δι’ ἑτέρας ἀντι‐ στατοῦντας ἀλλήλοις. Θεόπομπος δὲ (FGHist 115 F 261) | |
5 | καὶ τοὺς ἐν μιᾷ πόλει φιλοτιμουμένους πρὸς ἀλλήλους ἀντι‐ πολιτεύεσθαι ἔφη. | |
144 | διδάσκαλος καὶ ἐπιστάτης διαφέρει. διδάσκαλος μὲν γάρ ἐστι λόγων, ἐπιστάτης δὲ ἔργων. | |
145 | διαλέγεται μὲν ὁ διδοὺς λόγον καὶ λαμβάνων· λαλεῖ δὲ ὁ μὴ σπουδαιολογούμενος· λέγει δὲ καὶ ὁ κατὰ διέξοδον | |
ἐπεξιὼν πρᾶγμα· φάσκει δὲ ὁ βραχυλόγος. | 37 | |
146 | δίκη· ἥ τε κρίσις καὶ ἡ τιμωρία καὶ τὸ δίκαιον. | |
147 | δοάσσατο τοῦ δοιάσσατο διαφέρει. τὸ μὲν γὰρ δοάσσατο σημαίνει τὸ ἔδοξεν, τὸ δὲ δοιάσσατο τὸ ἐδίστασε. | |
148 | δοῦλοι καὶ οἰκέται διαφέρουσι. δοῦλοι μὲν γάρ εἰσι καὶ οἱ τῶν ἡδονῶν καὶ πάντες οἱ τεταγμένοι ὑπὸ βασιλέα, οἰκέται δὲ δεσποτῶν. | |
149 | δόξα καὶ κλέος διαφέρει. δόξα μέν ἐστιν ὁ παρὰ τῶν πολλῶν ἔπαινος, κλέος δὲ ὁ παρὰ τῶν σπουδαίων. | |
150 | δύναμις καὶ ἰσχὺς διαφέρει, ὥς φησι Πλάτων ἐν Πρωτ‐ αγόρᾳ (351 a 1). οὐ γὰρ ταὐτόν †ἐστι† δύναμίν τε καὶ ἰσχύν. ἡ μὲν γὰρ δύναμις καὶ ἀπὸ ἐπιστήμης γίνεται καὶ μανίας καὶ θυ‐ μοῦ, ἡ δὲ ἰσχὺς ἀπὸ φύσεως καὶ εὐτροφίας τῶν σωμάτων. | |
151 | δυσπειθὴς καὶ ἀπειθὴς διαφέρει. δυσπειθὴς μὲν γάρ ἐστιν ὃς δυσχερῶς παραδέχεται τὸν πιστὸν λόγον, ἀπει‐ θὴς δὲ ὃς ἀποκρούεται καὶ οὐχ οἷός τέ ἐστι πείθεσθαι. | |
152 | δῶμα καὶ δωμάτιον διαφέρει. δώματα μὲν γὰρ κοι‐ νῶς φαμεν τὰ οἰκοδομήματα, δωμάτιον δὲ τὸν θάλαμον. | |
153 | δωροδοκία ἥ τε δόσις τῶν δώρων καὶ ἡ λῆψις. | 38 |
154-208n | Ε | |
154 | ἐγχρῖσαι καὶ ἐναλεῖψαι διαφέρει. ἐγχρῖσαι μὲν γὰρ ἐπὶ σκορπίου ἢ σφηκῶν ἤ τινος τοιούτου λέγουσιν, ἐναλεῖψαι δὲ ἐπὶ ὀφθαλμῶν. | |
155 | ἐγγυᾷ καὶ ἐγγυᾶται διαφέρει. ἐγγυᾷ μὲν γὰρ ὁ δι‐ δούς, ἐγγυᾶται δὲ ὁ λαμβάνων. | |
156 | ἐδίδαξε καὶ ἐδιδάξατο διαφέρει. ἐδίδαξε μὲν γὰρ ὁ καθηγητής, ἐδιδάξατο δ’ ὁ πατὴρ συστήσας. Ἀριστοφάνης φησὶν ἐν Νεφέλαις (1338) ‘ἐδιδαξάμην μέντοι 〈σε〉 νὴ Δί’, ὦ μέλεε‘. | |
157 | εἰκὼν καὶ προτομὴ διαφέρει. εἰκὼν μὲν γάρ ἐστιν ἐπ’ ἀνθρώπου, προτομὴ δὲ λέοντος καὶ ἵππου καὶ τῶν ἄλλων. | |
158 | ἐκκλησία καὶ κατάκλησις διαφέρει. ἐκκλησίαν μὲν γὰρ ἔλεγον οἱ Ἀθηναῖοι τὴν σύνοδον τῶν κατὰ τὴν πόλιν, κατάκλησιν δὲ ὁπότε καὶ τοὺς ἐκ τῶν ἀγρῶν συνεκάλουν πρὸς ἐπίσκεψιν μείζονα τῶν πραγμάτων. | |
159 | ἐκεῖ καὶ ἐκεῖσε διαφέρει. τὸ μὲν γὰρ ἐκεῖ δηλοῖ τὸ ἐν τόπῳ, τὸ δὲ ἐκεῖσε εἰς τόπον. οὕτως ἐροῦμεν ‘ἐκεῖ κατέλαβον | |
αὐτόν‘ καὶ ‘ἐκεῖσε πορεύσομαι‘. | 39 | |
160 | ἐκπολεμῶσαι καὶ ἐκπολεμῆσαι διαφέρει. ἐκπολε‐ μῶσαι μὲν γάρ ἐστι τὸ εἰς πόλεμον ἐμβαλεῖν, ἐκπολεμῆσαι δὲ τὸ πολέμων ἐξελεῖν. | |
161 | ἔκγονος καὶ ἀπόγονος διαφέρει. ἔκγονος μὲν γάρ ἐστιν ὁ υἱός. φησὶ γὰρ Ὅμηρος (γ 122 sq.) ‘εἰ ἐτεόν γε κείνου ἔκγονός ἐσσι· θάμβος μ’ ἔχει εἰσορόωντα‘, | |
5 | καὶ δι’ ὅλης τῆς ποιήσεως τετήρηκεν. ἀπόγονος δ’ ὁ ἤτοι υἱωνὸς ἢ ἔτι ἄπωθεν. καταχρῶνται δ’ ἔσθ’ ὅτε οἱ ἱστορικοὶ τῷ ἀπογόνῳ ἀντὶ τοῦ υἱοῦ. | |
162 | ἑκάτερος καὶ ἕκαστος διαφέρει. ἑκάτερος μὲν γὰρ ἐπὶ δυοῖν τάσσεται, οἷον ‘ἀναγκαῖοι δύο ἐγένοντο, ὅ τε Ἀρκὰς καὶ ὁ Σάμιος· τούτων ἑκάτερος ὑπὸ συὸς ἀνῃρέθη‘. τὸ δ’ ἕκαστος ἐπὶ πολλῶν, οἷον ‘ἑπτὰ ἦσαν οἱ ἐπὶ Θήβας στρα‐ | |
5 | τεύσαντες· τούτων ἕκαστος μίαν πύλην κατεῖχεν‘. | |
163 | ἐκμαρτυρία μαρτυρίας ἔν τινι διαφέρει, δηλοῖ †μέ†ναρχος ἐν τῷ Κατὰ Κλεομέδοντος (Dinarch. fr. LX 1 B.—S.) λέγων ‘ἀναγνώσεται δὲ τῶν μὲν ἐπιδημούντων τὰς μαρτυρίας, τῶν δὲ ἀποδημούντων ἐκμαρτυρίασ‘. | |
164 | ἕλκος ὠτειλῆς διαφέρει. ἕλκος μὲν γάρ ἐστι χρόνιον | |
πάθος μόνον ἐκ σιδήρου γινόμενον· ἔστι δ’ ὅτε καὶ ἐκ ταὐτο‐ μάτου· εἴρηται δὲ παρὰ τὸ διελκύσθαι τὴν σάρκα. ὠτειλὴ δέ ἐστιν ἡ ἐκ τοῦ σύνεγγυς ὑπὸ σιδήρου πληγή. | 40 | |
165 | ἐλέατρος καὶ ἐδέατρος διαφέρει. ἐλέατρος μὲν γάρ ἐστιν ὁ μάγειρος παρὰ τοῖς ἐλεοῖς· τράπεζαι δ’ εἰσὶ μαγειρι‐ καί. Ὅμηρος (Ι 215) ‘καὶ εἰν ἐλεοῖσιν ἔχευαν‘. | |
5 | ἐδέατρος δὲ ὁ προγεύστης, παρὰ τὰ ἐδέσματα. | |
166 | ἐμβάδες καὶ ἐμβάται διαφέρει. ἐμβάδες μὲν γὰρ τὰ κωμικὰ ὑποδήματα, ἐμβάται δὲ τὰ τραγικά. | |
167 | ἐμεῖο καὶ ἐμοῖο διαφέρει. ἐμεῖο μὲν γάρ ἐστιν ἀσύναρ‐ θρον, ὡς Ὅμηρος (ρ 153 τ 268) ‘ἐμεῖο δὲ σύνθεο μῦθον‘. τὸ δ’ ἐμοῖο σύναρθρον· ‘τοῦ ἐμοῖο παιδόσ‘. καὶ (Ω 486) | |
5 | ‘μνῆσαι πατρὸς σοῖο, θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ‘, ἀντὶ τοῦ ‘τοῦ σοῦ πατρόσ‘. | |
168 | ἐμπειρία πείρας διαφέρει. πεῖρα μὲν γὰρ ἐφ’ ἑνὸς | |
ἢ δευτέρου γνῶσίς ἐστι δοκιμαζομένη, ἐμπειρία δὲ ἡ ἐπὶ πολ‐ λῶν κατάληψις βεβαία. πάλιν δὲ τέχνη ἐμπειρίας διαφέρει· ὅτι ἡ μὲν ἐμπειρία ἐν τοῖς κανόσιν, ἡ γραμματικὴ δὲ τέχνη | 41 | |
5 | ἀδιάπτωτος ὡς καὶ ἡ ἐπιστήμη. | |
169 | ἔνδον καὶ ἔσω διαφέρει. ἔνδον μὲν γὰρ τὸ ἐν τόπῳ ση‐ μαίνει, ἔσω δὲ τὸ εἰς τόπον. ἔνδον μὲν γάρ ἐστιν ὁ παῖς, ἔσω δὲ εἰσέρχομαι. ἁμαρτάνει οὖν ὁ λέγων ‘ἔνδον εἰσέρχομαι‘ ἢ ‘ἔσω ἐστὶν ὁ παῖσ‘. Σοφοκλῆς τὴν διαφορὰν συγχεῖ· φησὶ γὰρ | |
5 | ἐν Τραχινίαις (202 sq.) ‘γυναῖκες αἵ τ’ ἔσω στέγης αἵ τ’ ἐκτόσ‘, δέον εἰπεῖν ‘γυναῖκες αἵ τ’ ἔνδον‘. καὶ Εὐριπίδης ἐν Ἡρα‐ κλείδ†ῃ† (Heraclidae 584) | |
10 | ‘καὶ τὸν γέροντα τήν τ’ ἔσω γραῖαν δόμων‘ ἀντὶ τοῦ ἔνδον. Εὔβουλος ὁ τῆς μέσης κωμῳδίας ποιητὴς ἐν Καλαθηφόροις (III p. 224 M. = fr. 40 K.) ‘ὅπως †σπεύσεσθ’ ὅτι† τις γέρων ἔσω‘, δέον εἰπεῖν ἔνδον. | |
170 | ἐνταυθοῖ καὶ ἐνταῦθα καὶ ἐνθάδε διαφέρει. ἐνταυ‐ | |
θοῖ μὲν γὰρ τὴν ἐν τόπῳ σημασίαν δηλοῖ, ἐνταῦθα δὲ καὶ τὴν ἐν τόπῳ καὶ τὴν εἰς τόπον· ὁμοίως καὶ τὸ ἐνθάδε. †ἢ† ὡς τὸ ἐνταῦθα καὶ τὸ ἐνθάδε καὶ τὴν ἐν τόπῳ καὶ τὴν εἰς τόπον· | 42 | |
5 | καὶ ἀντὶ χρονικοῦ ἐπιρρήματος τοῦ τότε. ἐπὶ μὲν οὖν τοῦ ἐνταυθοῖ (ς 105) ‘ἐνταυθοῖ νῦν ἧσο κύνας ἀπερύκων‘, ἐπὶ δὲ τοῦ ἐνταῦθα Σοφοκλῆς ἐν Ἠλέκτρᾳ (380 sq.) ‘ἐνταῦθα πέμψειν, ἔνθα μήποθ’ ἡλίου | |
10 | φέγγος κα⸤τόψει⸥‘· ἔχει γὰρ καὶ τὴν εἰς τόπον σημασίαν καὶ τὴν ἐν τόπῳ. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἐνθάδε φησὶν ἡ Καλυψώ (ε 208) ‘ἐνθάδε κ’ αὖθι μένων σὺν ἐμοὶ τόδε δῶμα φυλάσσοισ‘. Ἕκτωρ φησί (Π 836) | |
15 | ‘σὲ δέ ⸤τ’⸥ ἐνθάδε γῦπες ἔδονται‘. ταῦτα γὰρ τὴν ἐν τόπῳ σημασίαν δηλοῖ. τὰ δ’ εἰς τόπον οὕτως {τοῦ δ’ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ· (Φ 114)} ‘τοῦ δ’ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδ’ Ὀδυσσεύσ‘ | |
20 | (ξ 161). †ἀπὸ† δὲ τοῦ ἔνθα ἐν τόπῳ (γ 109) ‘ἔνθα μὲν Αἴας κεῖται ἀρήϊος, ἔνθα δ’ Ἀχιλλεύσ‘, εἰς τόπον (ι 142) ‘ἔνθα κατεπλέομεν, καί τις θεὸς ἡγεμόνευεν‘, ἀντὶ χρονικοῦ δ’ ἐπιρρήματος τοῦ τότε (Ε 1) | |
25 | ‘ἔνθ’ αὖ Τυδείδῃ Διομήδει Παλλὰς Ἀθήνη‘. | 43 |
171 | ἐνθύμημα καὶ ἐνθύμιον διαφέρει. ἐνθύμημα μὲν γάρ ἐστι ποιοῦ λόγου σχῆμα, τὸ δ’ ἐνθύμιον ἐτίθετο ἐπὶ τοῦ προσ‐ τροπαίου παρ’ Ἀττικοῖς· ὁ γοῦν Ἀντιφῶν (cf. 2 γ 10 BI.) ἐν τοῖς Φο{ι}νικοῖς φησι ‘τεθνεὼς οὗτος ὑμῖν ἐνθύμιος γενή‐ | |
5 | σεται‘. | |
172 | ἔνδοξος καὶ ἐπίδοξος διαφέρει. ἔνδοξος μὲν γάρ ἐστιν ὁ ἐπίσημος, ἐπίδοξος δὲ ὁ προσδοκώμενος καὶ ἐλπιζόμενος. | |
173 | ἕνεκα καὶ χάριν διαφέρει. ὁ μὲν γὰρ ἕνεκα ψιλὴν τὴν αἰτίαν δηλοῖ, οἷον ‘ἕνεκα Ἀλεξάνδρου καὶ ἕνεκα Ἑλένης ἐστρά‐ τευσε Μενέλαος· ὁ δὲ χάριν μετὰ τῆς αἰτίας δηλοῖ καὶ τὴν χάριν, οἷον ‘χάριν Μενελάου Ἀχιλλεὺς ἐστράτευσε‘, τουτέστι | |
5 | Μενελάῳ χαριζόμενος. | |
174 | ἐννοεῖν καὶ ἐννοεῖσθαι διαφέρει. ἐννοεῖ μὲν γὰρ ἄφνω, μὴ †ἐπιστής†· ἐννοεῖται δὲ ὁ ἀπὸ μακρὰν διαλογιζόμενος. | |
175 | ἐξόσου καὶ ἐξ †οὕτινος† διαφέρει. ἐξόσου μὲν γὰρ | |
χρόνου, ἐξότου δὲ τοῦ ἐξ οὕτινος. | 44 | |
176 | ἐξανέψιοι καὶ {ἐξ} ἀνεψιοὶ διαφέρει. καὶ ⸤ὅτι⸥ βαρυ‐ τόνως ⸤Ἀττικοὶ⸥ προφέρονται τοὔνομα φησὶ {γὰρ} Τρύφων (fr. 8 Vels.) ἐν δευτέρῳ Περὶ Ἀττικῆς προσῳδίας· ‘ἐξα‐ νέψιοι ὡς ἀμέριμνοι, ἀναστελλομένης τῆς ὀξείας ἐκ τοῦ ἀν‐ | |
5 | εψιοὶ ὀνόματος ὀξυνομένου. ‘εἰσὶ δὲ οἱ μὲν ἀνεψιοὶ τῶν ἀδελ‐ φῶν παῖδες, καθὰ καὶ ἡμεῖς ἐκδεχόμεθα· ἐξανεψιοὶ δὲ οἱ τῶν ἀνεψιῶν παῖδες. | |
177 | ἐοικότα εἰκότων διαφέρει. τὰ μὲν γὰρ πίστεως ἐχόμενα ⸤εἰκότα⸥, τὰ δ’ ἐμφερῆ ἐοικότα. | |
178 | ἐπικήδιον καὶ θρῆνος διαφέρουσιν. ἐπικήδιον μὲν γάρ ἐστι τὸ ἐπὶ τῷ κήδει, θρῆνος δὲ τὸ ἐν ⸤οἱ⸥ῳδή⸤ποτε χρόνῳ⸥· οὕτω φησὶ Τρύφων (fr. 114 Vels.). Ἀριστοκλῆς δὲ ὁ Ῥόδιος ἐν τῷ Περὶ ποιητικῆς τοὔμπαλιν· φησὶ γὰρ ‘θρῆνος | |
5 | δ’ ἐστὶν ᾠδὴ τῆς συμφορᾶς οἰκεῖον ὄνομα ἔχουσα· ὀδυρμὸν γὰρ ἔχει σὺν ἐγκωμίῳ τοῦ τελευτήσαντος. τινὲς μὲν οὖν κοι‐ νῶς πάντα εἶπον θρήνους, οἱ δὲ διαφέρειν θρῆνόν τε καὶ ἐπι‐ κήδιον τὸ τὸν θρῆνον ᾄδεσθαι παρ’ αὐτῇ τῇ συμφορᾷ πρὸ τῆς ταφῆς καὶ μετὰ τὴν ταφὴν καὶ κατὰ τὸν ἐνιαύσιον χρόνον | |
10 | τῆς κηδείας, ᾀδόμενο†ς† ὑπὸ τῶν θεραπαινίδων καὶ τῶν σὺν αὐταῖς, τὸ δ’ ἐπικήδιον ἔπαινόν τινα τοῦ τελευτήσαντος μετά | |
τινος μετρίου σχετλιασμοῦ‘. | 45 | |
179 | ἐπιστραφὴς καὶ εὐστραφὴς διαφέρει. ἐπιστραφὴς ὁ προστακτικὸς καὶ ἐπιμελής, εὐστραφὴς δὲ ὁ ἐπιδέξιος ἐν ταῖς μεταβολαῖς. | |
180 | ἐπίκουροι καὶ σύμμαχοι διαφέρουσιν. ἐπίκουροι μὲν γάρ εἰσιν οἱ τοῖς πολεμουμένοις βοηθοῦντες καὶ συλλαμβανό‐ μενοι, σύμμαχοι δὲ οἱ τῶν πολεμούντων. Ὅμηρος δι’ ὅλης ἐφύλαξε τῆς ποιήσεως τὴν διαφοράν· οὐκ ἔστιν οὖν παρ’ αὐτῷ | |
5 | ἐπικούρους Ἑλλήνων λεγομένους ⸤εὑρεῖν⸥, ἀλλὰ Τρώων. | |
181 | ἐπιστεῖλαι καὶ ἐπισκῆψαι διαφέρει. ἐπιστεῖλαι μὲν διὰ γραμμάτων, ἐπισκῆψαι δὲ διὰ λόγων. | |
182 | ἐπαγγέλλει καὶ ἐπαγγέλλεται διαφέρει. ἐπαγγέλ‐ λει μὲν τὸ προστάσσει, ἐπαγγέλλεται δὲ τὸ ὑπισχνεῖται. ὑπισχνεῖται δὲ ὁ τῷ αἰτήσαντι δώσειν ὁμολογήσας, ἐπαγ‐ γέλλεται δὲ ὁ ἀφ’ ἑαυτοῦ δώσειν ὁμολογήσας. | |
183 | ἐπιτίμιον καὶ ἐπίτιμον διαφέρει. ἐπιτίμιον μὲν γὰρ ἡ ζημία, ἐπίτιμον δὲ τὸ τῆς τιμῆς μετέχον. ὥστε οὐ δεῖ λέγειν | |
‘ἐξέτισε τὸ ἐπίτιμον‘, ἀλλ’ ‘ἐξέτισε τὸ ἐπιτίμιον‘. | 46 | |
184 | ἐπικηρύξαι καὶ ἐπικηρυκεύσασθαι διαφέρει. ἐπι‐ κηρύξαι μὲν γὰρ ἔλεγον τὸ ὑποσχέσθαι χρήματα δώσειν τῷ συλλαβόντι καὶ ἐν〈αγ〉άγοντι ἢ καὶ ἀποκτείναντί τινα τῶν καταδικασθέντων· οἱ Ἀθηναῖοι ἐπεκήρυξαν, εἰ μέν τις ζῶντα | |
5 | ἀνάγοιτο Διαγόραν τὸ〈ν〉 Μήλιον, δώσειν τάλαντον, εἰ δ’ ἀνέλοι, τὸ ἥμισυ. ἐπικηρυκεύσασθαι δὲ ἔλεγον τὸ περὶ συμ‐ βιβάσεως καὶ σπονδῶν τὰς πόλεις κήρυκας πρὸς ἀλλήλας διαπέμπεσθαι. | |
185 | ἐπίτιμος καὶ ἐπιτίμιος διαφέρει. ἐπίτιμος μὲν γὰρ ὁ ἔντιμος, ἐπιτίμιος δὲ ὁ ἐπιζήμιος καὶ ἐπίπληκτος· ἀφ’ οὗ τὴν ἐπίπληξιν ἐπιτίμησίν φαμεν καὶ ‘ἐπιτίμησον αὐτῷ‘ ἀντὶ τοῦ ἐπίπληξον. | |
186 | ἐπιχαίρειν καὶ συγχαίρειν διαφέρει. ἐπιχαίρειν μὲν γάρ ἐστι τὸ συνεπιγελᾶν τοῖς ἀλλοτρίοις κακοῖς, συγχαίρειν δὲ τὸ συνήδεσθαί τινος ἀγαθοῖς. | |
187 | ἐπιδοτικὸς μέν ἐστιν ὁ δεομένοις ἐπιδιδούς, μετα‐ δοτικὸς δὲ ὁ φίλοις. | |
188 | ἐρωτᾶν τοῦ πυνθάνεσθαι διαφέρει. πυνθάνεσθαι μὲν γάρ ἐστι τὸ κατ’ ἀκοὴν διεξοδικῶς ἀκούειν τὰ ὑπό τινος | |
λεγόμενα, αὐτὸν οὐδ’ ἐρωτῶντα· ἐρωτᾶν δὲ τὸ ἐθέλειν τινὰ κεφαλαιώδη λαβεῖν ἀπόφασιν περὶ τοῦ ὑποκειμένου πράγμα‐ | 47 | |
5 | τος. ὁ γοῦν Τηλέμαχός φησι πρὸς τὸν Νέστορα (γ 80) ‘εἴρεαι ὁππόθεν εἰμέν· ἐγὼ δέ κέ τοι καταλέξω‘, καὶ Ἀχιλλεύς φησιν (Λ 611 sq.) ‘ἀλλ’ ἴθι νῦν, Πάτροκλε Διὶ φίλε, Νέστορ’ ἔρειο, ὅντινα τοῦτον ἄγει‘. | |
10 | ὅτι δὲ τὸ πυνθάνεσθαι ἐπὶ ψιλοῦ τοῦ ἀκούειν τάσσεται, φανε‐ ρὸν ἐκ τοῦ λέγειν Τηλέμαχον (β 314 sq.) ‘νῦν δ’ ὅτε δὴ μέγας εἰμὶ καὶ ἄλλων ⸤μῦθον⸥ ἀκούων πυνθάνομαι καὶ δή μοι ἀέξεται ἔνδοθι θυμόσ‘· καὶ Ὀδυσσεύς φησι (ν 256) | |
15 | ‘πυνθανόμην Ἰθάκης δὲ καὶ ἐν Τροίῃ εὑρείῃ‘. κατὰ δὲ τοὺς φιλοσόφους ἐρώτησίς ἐστι φράσις συμβολικὴν ἀπόκρισιν ζητοῦσα οἷον †νέον† ἀμφίβολον, σαφές, ἄδηλον· αὗ‐ | |
ται γὰρ αἱ πέντε ἀποφάσεις συμβολικαὶ καλοῦνται. ἔστι μέντοι γε ὅτε οὐχ οὕτως ἀλλ’ ἑτέρως ἀποκρινόμεθα πρὸς τὰς ἐρω‐ | 48 | |
20 | τήσεις, οἷον· ‘ἡμέρα ἐστίν;‘ 〈—‘ἔστιν‘〉, καὶ οὕτως· ‘ἡμέρα ἐστίν;‘—‘ἡμέρα‘, καὶ οὕτως· ‘ἡμέρα ἐστίν‘. πεῦσις δέ ἐστι λέξις πρὸς ἣν οὐκ ἔστι συμβολικῶς ἀποκρίνασθαι, οἷον· ‘ποῦ οἰκεῖ Ἀρίστων;‘, φησὶ γὰρ ‘ἐν τῷδε τῷ τόπῳ‘· καὶ (Ζ 377) ‘πῆ ἔβη Ἀνδρομάχη;‘, | |
25 | ἡ δ’ ἀποκρίνεται ὅτι (Ζ 386 sq.) ‘ἐπὶ πύργον ἔβη μέγαν Ἰλίου, οὕνεκ’ ἄκουε τείρεσθαι Τρῶασ‘. οὐ γὰρ ἐνεχώρει ἐνταῦθα συμβολικῶς εἰπεῖν ‘ναὶ‘ ἢ ‘οὔ‘. κατά τι οὖν περὶ τῆς διαφορᾶς ταύτης φέρονται καὶ οἱ φιλό‐ | |
30 | σοφοι συμφώνως τοῖς προειρημένοις. Ποτάμων περὶ τῆς δια‐ φορᾶς φησιν οὕτως· ‘ἐρώτησις πεύσεως ⸤καὶ⸥ ἀνακρίσεως διαφέρει. ἐρώτησις μὲν γάρ ἐστι †σύντομος ἀπόκρισις†, πεῦσις δὲ μακρᾶς πράξεως ἀπαγγελία, ἀνάκρισις δ’ ὑποδεεστέρων | |
35 | †ἐξήγησις†‘. | |
189 | ἔρως καὶ πόθος διαφέρει. ἔρως μὲν γὰρ τῶν παρόν‐ | |
των, πόθος δὲ τῶν ἀπόντων. | 49 | |
190 | ἐρᾶν καὶ ποθεῖν διαφέρει. ἐρᾶν μὲν γάρ ἐστι τῶν ἐν ὄψει, ποθεῖν δὲ τοὺς ἀπόντας. διαστέλλει δὲ καὶ Ὅμηρος (Ξ 328)· ‘ὡς σέο νῦν ἔραμαι, καί με γλυκὺς ἵμερος αἱρεῖ‘, | |
5 | πρὸς τὴν Ἥραν φησὶν ὁ Ζεὺς παροῦσαν. ἐπὶ δὲ τοῦ ἀπόντος (λ 202 sq.) ‘ἀλλά με σοῦ πόθος σά τε μήδεα, φαίδιμ’ Ὀδυσσεῦ, σή τ’ ἀγανοφροσύνη μελιηδέα θυμὸν ἀπηύρα‘. φυλάσσει γὰρ ἄκρως ὁ ποιητὴς τὰς τοιαύτας διαφοράς. | |
191 | ἐρωτᾶν μέν ἐστι τὸ θέλειν κεφαλαιώδη λαβεῖν ἀπόφα‐ σιν ἢ ναὶ ἢ οὔ, πυνθάνεσθαι δὲ τὸ κατὰ διέξοδον ἀξιοῦν πρᾶγμα, οἷον ‘πῶς ἐπολεμήσατε;‘. | |
192 | ἔρως μέν ἐστιν ἐπιβολὴ φιλοποιΐας, πόθος δ’ ἀπόντος, ἵμερος δ’ ἔρως σπανίζων τῆς πρὸς τὸν ἐρώμενον χρείας. | |
193 | ἔσται τοῦ γενήσεται διαφέρει. ἔσται μὲν γὰρ τὰ καὶ νῦν ὄντα, γενήσεται δὲ τὰ γενέσεως τευξόμενα, οἷον ‘νέος πρεσβύτης ἔσται, τῷ δ’ ἀτέκνῳ παῖδες γενήσονται‘. ἄλλως· ἔσται μὲν γὰρ τὸ ὑποκείμενον, οἷον ‘ὁ παῖς ἔσται ἀνήρ‘, γε‐ | |
5 | νήσεται δὲ τὸ ἀόριστον. | 50 |
194 | ἑστιάτωρ καὶ δαιτυμὼν διαφέρει. ἑστιάτωρ μὲν γὰρ ὁ ὑποδοχεύς, δαιτυμόνες δὲ οἱ ἑστιώμενοι. | |
195 | ἑσπέρα καὶ ὀψὲ διαφέρει. ἑσπέρα μὲν γάρ ἐστι δυομέ‐ νου τοῦ ἡλίου, ὀψὲ δὲ βραδέως καὶ μεθ’ ὁντινοῦν χρόνον. διὰ τοῦτο καὶ προστιθέασιν ‘ὀψὲ τῆς ἡμέρασ‘. | |
196 | ἑταῖρος καὶ φίλος διαφέρει. ὁ μὲν γὰρ φίλος καὶ ἑταῖρος, ὁ δ’ ἑταῖρος οὐ πάντως φίλος. διὸ καὶ ἐπὶ τοῦ ἀνέμου φησὶν Ὅμηρος (λ 7 μ 149) ‘πλησίστιον ἐσθλὸν ἑταῖρον‘. | |
5 | καὶ ἄλλως· φίλοι μὲν κοινῶς λέγονται πάντες οἱ τὰ τῆς φιλίας δίκαια πρὸς ἑαυτοὺς ἔχοντες, ἑταῖροι δὲ ἰδίως οἱ καὶ τῇ ἡλι‐ κίᾳ παραπλησίως ἔχοντες καὶ ἐν συνηθείᾳ καὶ ἐν συνεργίᾳ πολὺν χρόνον γεγονότες. | |
197 | ἑτερόφθαλμος καὶ μονόφθαλμος διαφέρει. ἑτε‐ ρόφθαλμος μὲν γὰρ ὁ κατὰ περίπτωσιν πηρωθεὶς τὸν ἕτερον τῶν ὀφθαλμῶν, μονόφθαλμος δὲ ὁ μόνον ὀφθαλμὸν †ἔχων† | |
ὡς ὁ Κύκλωψ. | 51 | |
198 | ἕτερος καὶ ἄλλος διαφέρει. ἕτερος μὲν ἐπὶ δυεῖν τάσσεται, ὡς Ὅμηρος (Β 217) ‘φολκὸς ἔην, χωλὸς δ’ ἕτερον πόδα‘, τὸ δὲ ἄλλος ἐπὶ πολλῶν, ὡς αὐτὸς Ὅμηρος (Γ 104) | |
5 | ‘Διὶ δ’ ἡμεῖς οἴσομεν ἄλλον‘. | |
199 | εὐφυὴς καὶ εὐμαθὴς διαφέρει. εὐφυὴς μὲν γὰρ λέγε‐ ται παρὰ ⸤τοῖσ⸥ Ἀττικοῖς ὁ σκωπτικός, εὐμαθὴς δὲ ὁ εἰς τὸ μαθεῖν ταχύς. | |
200 | εὑρεῖν καὶ εὑρέσθαι διαφέρει. εὑρεῖν μὲν γὰρ τὸ καὶ ἐν τῇ συνηθείᾳ, εὑρέσθαι δὲ οἱονεὶ τὸ ἐκπορίσασθαι. Μέναν‐ δρος Δυσκόλῳ (489) ‘εὕρηκα κἀγὼ τούτου τέχνην‘. | |
5 | Δίφ†υ†λος (IV p. 408 M. = fr. 68 K.) ἐν Πύρρᾳ | |
‘δῶρον δ’ ἐμαυτῇ παρὰ θεῶν εὑρημέν†ο톑. | 52 | |
201 | εὔμορφος καὶ εὐειδὴς διαφέρει. εὔμορφος μὲν γὰρ ὁ τὴν μορφὴν εὖ ἔχων οἷον εὐπρόσωπος· καὶ γὰρ τὸ τὴν ὄψιν πως σχηματίζειν μορφάζειν λέγομεν. εὐειδὴς δὲ ὁ τὸ εἶδος καλῶς ἔχων, οἷον πᾶν τὸ σῶμα. | |
202 | εὐθὺς καὶ εὐθὺ καὶ εὐθέως διαφέρουσιν. εὐθὺς μὲν γὰρ ὁ κανών· εὐθὺ δὲ †τὸ γυμνάσιον†, ἀντὶ τοῦ κατ’ εὐθείαν τοῦ γυμνασίου, ἢ εὐθὺ τὸ κανόνιον· τὸ δ’ εὐθέως ἀντὶ τοῦ χρονικοῦ ἐπιρρήματος. ὁ οὖν ἐναλλάσσων ἁμαρτάνει, καθὰ | |
5 | Μένανδρος ἐν Δυσκόλῳ (50. 52) ‘τί φής; ἰδὼν ἐνθένδε †πᾶς δ’ ἐλευθερῶν† ἀπῆλθες εὐθὺς ὡς ταχύ‘. τινὲς μέντοι τῶν ἀρχαίων φασὶ καὶ τὸ εὐθὺς ἀντὶ χρονικοῦ κεῖσθαι. φασὶ γοῦν κατὰ λέξιν· ‘†τινὲς† δὲ τὸ μὲν †εὖ† λέγειν | |
10 | ἐπί τινος εὐθέ†ω†ς οἷον, ἐὰν μὲν ᾖ θηλυκὸν τοὔνομα, ‘ἡ εὐθεῖα ὁδός, ἡ εὐθεῖα βακτηρία‘, ἐὰν δὲ ἄρρεν, ‘εὐθὺς ὁ κανών‘, ἐὰν δ’ οὐδέτερον, ‘εὐθὺ τὸ ξύλον‘. οἱ δ’ ἀρχαῖοι ἐνίοτε τὸ εὐθὺ ἐτίθεσαν τὸ ἐφ’ ὁδοῦ τῆς τεινούσης ἐπί τινος τόπου· (vide FCG IV p. 601 M.) | 53 |
15 | ‘εὐθὺ τῆς στοᾶσ‘, (Eupolis com. II p. 550 M. = fr. 304, 2 K.) ‘εὐθὺ τῶν ἀρωμάτων‘. τὸ δὲ κατὰ τοὺς χρόνους οὐ λέγεται, ἀλλ’ εὐθύς, οἷον (IV p. 601 M. = com. fr. ad. 582 K.) | |
20 | ‘γήμαντος δ’ αὐτοῦ εὐθὺς ἔσομ’ ἐλεύθεροσ‘ καὶ (ibid. M. = com. fr. ad. 583 K.) ‘ὡς τοῦτ’ εἶδεν, εὐθὺς ἦν ἄνω κάτω‘. | |
203 | εὐφραίνεσθαι καὶ ἥδεσθαι διαφέρει. Πλάτων Πρωτ‐ αγόρᾳ (337 c 2—4)· ‘εὐφραίνεσθαι μὲν γάρ ἐστι μανθάνοντά τι καὶ φρονήσεως μεταλαμβάνοντα αὐτῇ τῇ διανοίᾳ, ἥδεσθαι δὲ ἐσθίοντά τι ⸤ἢ ἄλλο τι ἡδὺ πάσχοντα⸥ αὐτῷ τῷ σώματι‘. | |
204 | εὐθὺς καὶ εὐθὺ διαφέρει. τὸ μὲν γὰρ εὐθὺς χρονικόν ἐστιν ἐπίρρημα, τὸ δ’ εὐθὺ τὸ ἐξ ἐναντίας δηλοῖ. | |
205 | εὐεργεσία καὶ χάρις διαφέρει. εὐεργεσία μὲν γάρ ἐστιν ἡ μεγάλη χάρις, χάρις δὲ ἡ ἐλάττων, οἷον χιτῶνα ἢ κύνα χαρίζεται, εὐεργετεῖ δὲ οὔ. | |
206 | εὐθὺ καὶ ὀρθὸν διαφέρει. τὸ μὲν γὰρ εὐθὺ ἀντίκειται | |
τῷ στρεβλῷ, τὸ δὲ ὀρθὸν τῷ πλαγίῳ. | 54 | |
207 | εὖ τοῦ καλῶς διαφέρει. εὖ μὲν τὸ ὀρθῶς σημαίνει, καλῶς δὲ τὸ χρήσιμον. συνῃρημένον οὖν τὸ εὖ καὶ καλῶς ἐμ‐ φαίνει ὀρθῶς καὶ χρησίμως. | |
208 | ἐχθρὸς πολεμίου καὶ δυσμενοῦς διαφέρει. ἐχθρὸς μὲν γάρ ἐστιν ὁ πρότερον φίλος, πολέμιος δὲ ὁ μεθ’ ὅπλων χωρῶν πέλας, δυσμενὴς δὲ ὁ χρόνιον πρὸς τόν ποτε φίλον τὴν ἔχθραν διατηρῶν καὶ δυσδιαλλάκτως ἔχων. | |
209-215n | Ζ | |
209 | ζῆλος καὶ ζηλοτυπία διαφέρει. ζηλοτυπία μὲν γάρ ἐστιν αὐτὸ τὸ πάθος ἤγουν τὸ ἐν μίσει ὑπάρχειν· ζῆλος δὲ μίμησις καλοῦ, οἷον ζηλοῖ τὸν καθηγητὴν ὁ παῖς. ‘ζηλοῖ δέ τε γείτονα γείτων‘, | |
5 | Ἡσίοδος (opp. 23) ἐπὶ καλοῦ. ζηλοτυπεῖ δὲ ἡ δεῖνα τόνδε. | |
210 | ζηλῶσαι τοῦ ἐρίσαι διαφέρει. ζηλοῦν μὲν γάρ ἐστι τὸ | |
σὺν ἐπιθυμίᾳ μιμεῖσθαι, ἐρίζειν δὲ τὸ μετὰ μάχης φιλονεικεῖν. | 55 | |
211 | ζῆλος φθόνου διαφέρει. ζῆλος μὲν γάρ ἐστιν ἡ δι’ ἐπιθυμίαν γινομένη μίμησις δοκοῦντός τινος καλοῦ, φθό‐ νος δὲ βασκανία τις τῶν ἄλλοις μὲν προσόντων ἀγαθῶν, ἡμῖν δ’ οὔ. | |
212 | ζῆλος μέν ἐστι λύπη ἐπ’ ἀλλοτρίοις ἀγαθοῖς, οἷα καὶ ἑαυτῷ τις ἐπιθυμεῖ περιποιῆσαι. | |
213 | ζήλου τρία εἴδη. ὁ μὲν γάρ ἐστι μακαρισμός, καθ’ ὅν φησί τις ζηλωτὸν τὸν δεῖνα ἐπὶ τῷδε· δεύτερος, καθ’ ὃν ζη‐ λωτής τινος εἶναι λέγεται ὥσπερ Θησεὺς Ἡρακλέους· τρίτος δὲ ὁ φθόνῳ ὅμοιος. | |
214 | ζυγὸς ἀρσενικῶς μὲν ἐπὶ τῶν βοῶν, οὐδετέρως δὲ ἐπὶ τοῦ σταθμοῦ. | |
215 | ζώνη καὶ ζώνιον διαφέρει. ζώνη μὲν γάρ ἐστιν ἡ τοῦ ἀνδρός, ζώνιον δὲ τὸ τῆς γυναικός. | |
216-221n | Η | |
216 | ἠγέρθη καὶ ἀνέστη διαφέρει. ἠγέρθη μέν, λεκτέον, | |
ἀπὸ ὕπνου, ἀνέστη δὲ ἀπὸ κλίνης. | 56 | |
217 | ἦθος μέν ἐστιν ἀρχὴ ἐπιτηδεύματος, τρόπος δ’ ἐπί‐ στασις πράξεων κατὰ κρίσιν καὶ ἀναστροφήν. | |
218 | ἤλπισαν καὶ ἐπήλπισαν διαφέρει. ἤλπισαν μὲν γὰρ αὐτοί τινες, ἐλπίδας ἔχοντες περί τινος· ἐπήλπισαν δέ, ἕτεροι ἑτέρους εἰς ἐλπίδα ἤγαγον. | |
219 | ἡμέρα ἠοῦς διαφέρει. ἡμέρα μὲν γάρ ἐστι τὸ κατά‐ στημα μόνον ἀσώματον, ἣν Ἡσίοδος (theog. 124) Νυκτὸς γενεαλογεῖ ‘Νυκτὸς δ’ αὖτ’ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο‘. | |
5 | ἠὼς δὲ τὸ συναμφότερον, ἣν πάλιν Ἡσίοδος (theog. 371sq. 374) Θείας ὑποτίθεται ‘Θεία δ’ {αὖθ’} Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην Ἠῶ θ’, ἣ πάντεσσιν ἐπιχθονίοισι φαείνει γείνατο‘, | |
10 | ἐπὶ δὲ τῆς σωματοειδοῦς (ο 250) ‘ἀλλ’ ἤτοι † κα[.....]† χρυσόθρονος ἥρπασεν Ἠώσ‘. | |
220 | ᾖς καὶ ἦσθα καὶ ἦ διαφέρει. τὸ μὲν γὰρ ἦσθα παρῳχη‐ μένον δηλοῖ χρόνον, τὸ δὲ ᾖς τὸ μέλλοντα. Ὅμηρος (Χ 233) | |
‘Δηΐφοβ’ ἦ μέν μοι τὸ πάρος πολὺ φίλτατος ἦσθα‘· ἐπὶ δὲ τοῦ ᾖς Μένανδρος (fr. 454 Koerte2) ἐν Ψευδηρακλεῖ | 57 | |
5 | ‘ὑπὲρ μὲν οἴνου μηδὲ γρύ, τιτθή, λέγε, ἂν τἆλλα δ’ ᾖς ἄμεμπτος {εἰς τὴν} ἕκτην ἐπὶ δέκα Βοηδρομιῶνος ἐνδελεχῶς ἕξεις ἀεί‘. καὶ καθόλου πάντοτε οὕτω λέγεται ἐπὶ τοῦ μέλλοντος καὶ κατὰ τὴν ἡμετέραν συνήθειαν, οἷον ‘ἐὰν νοῇς· ἐὰν λαλῇς· | |
10 | ὅπως λαλῇς· ἐὰν ᾖς ἀγαθόσ‘. ὁ γοῦν λέγων πρός τινα ‘ἦς ποτε πλούσιοσ‘ ἀγνοήσει τὴν διαφορὰν δέον φάναι ‘ἦσθα‘. τὸ δὲ ἦ ἀντὶ τοῦ ἔφη τάσσει Ὅμηρος (Α 528 Ρ 209) ‘ἦ καὶ κυανέῃσιν‘. διαφέρει δὲ τὰ ῥήματα τῇδε, ὅτι τὸ μὲν ἐπὶ τρίτου προσώπου | |
15 | μόνον τάσσεται, τὸ δὲ ἔφη ἐπὶ ⸤τῶν⸥ τριῶν, ὡς ἔφη⸤ν⸥ μὲν ⸤ἐγώ, ἔφησ〈θα〉 δὲ σύ, ἔφη 〈δ’〉 ἐκεῖνοσ⸥. | |
221 | ἡσυχία ὁτὲ μὲν σιωπὴν σημαίνει, ὁτὲ δὲ τὴν ἐπιεί‐ κειαν, ὁπότε φαμὲν ‘ἐν πολλῇ διήγομεν ἡσυχίᾳ‘. | |
222-238n | Θ | |
222 | Θαλαμὰς ὡς ἀγαθὰς καὶ θαλάμας ὡς μεγάλας δια‐ φέρει, φησὶ Τρύφων (fr. 9 Vels.), παρὰ τοῖς Ἀττικοῖς, ἐν δευ‐ τέρῳ Περὶ Ἀττικῆς προσῳδίας. ἐὰν μὲν γὰρ ὀξυτονήσωμεν, δηλώσει τὸ τῶν Διοσκούρων ἱερόν· ἐὰν δὲ βαρυτονήσωμεν, | |
5 | τὰς καταδύσεις μηνύει. | 58 |
223 | θαυμάζω γενικῇ μὲν συνταττόμενον σημαίνει τὸ κατα‐ γινώσκω καὶ κατηγορῶ, οἷον ‘θαυμάζω τῶν ταύτην ἐχόντων τὴν γνώμην‘· αἰτιατικῇ δὲ τὸ ἐπαινῶ, οἷον ‘θαυμάζω τοὺς οὕτω φρονοῦντασ‘. | |
224 | θαυμάζειν ἐστὶ τὸ ἀπορεῖν τι ὂν αἰτία παραλόγου τινός, τερατοῦσθαι δὲ τὸ θαυμάζειν τι τέρας· ἔστι γὰρ τέρας τὸ παρὰ φύσιν σημαῖνόν τι. | |
225 | θεημαχία καὶ θεομαχία διαφέρει. θεημαχία μὲν γάρ ἐστιν ἡ πρὸς θεὸν μάχη, θεομαχία δὲ αὐτῶν τῶν θεῶν πρὸς ἀλλήλους μάχη. | |
226 | θεωρὸς καὶ θεατὴς διαφέρει. θεωρὸς μὲν γάρ ἐστιν ὁ εἰς θεοὺς πεμπόμενος, θεατὴς δὲ ὁ ἀγώνων καὶ θεάτρων. Εὐριπίδης ἐν Ἴωνι (301) ‘πότερον θεατὴς ἢ χάριν μαντευμάτων‘, | |
5 | τουτέστι θεωρός· καὶ Αἰσχύλος (fr. 598 Mette = fr. 289 N.2) ‘βοᾷς τοιοῦδε πράγματος θεωρὸς ὤν‘. ἁμαρτάνουσιν οὖν οἱ λέγοντες ‘θεωρῆσαί με δεῖ τὸν ἀγῶνα‘, δέον εἰπεῖν ‘θεάσασθαι‘. διαστέλλει δὲ τοῦτο ἐπιμελῶς Λυσιμαχίδης (FGHist. 366 F 9) ἐν τῷ πρὸς Κεκίλιον (cf. | |
10 | fr. 155 p. 168 Ofenloch) Περὶ τῶν παρὰ τοῖς Ἀττικοῖς ῥητό‐ | |
ρων, καὶ πολλῶν παραθέσεις ποιεῖται. καὶ ἔστι τὸ θεάσασθαι, ὥσπερ πρόκειται, παρὰ τὴν θέαν· τὸ δὲ θεωρεῖν, φησίν, οὐκ ἄλλο τι ἢ τὸ τῶν θεῶν ὠρεῖν, τοῦτο δὲ τὸ φροντίζειν. διὸ καὶ τοὺς τῶν θεαμάτων ἕνεκεν πεμπομένους, σὺν θυσίαις | 59 | |
15 | δὲ καὶ εὐσεβείᾳ, πάντας ὠνόμαζον θεωρούς· καὶ τὸ τοῖς Ἀθηναίοις διδόμενον θεωρικὸν οὐχὶ διὰ τὰς θέας, ὡς Κεκί‐ λιος ὑπέλαβεν, ἀλλὰ διὰ τὸ ἐν ταῖς ἑορταῖς εἰς τοὺς θεοὺς εὐσεβεῖν καὶ ἐπιθεῖν καὶ εὐφραίνεσθαι. | |
227 | θεράποντες καὶ οἰκέται διαφέρουσιν. θεράποντες μὲν γὰρ οἱ ὑποτεταγμένοι φίλοι, ὑφ’ ὧν θεραπεύονται οἱ προσ‐ ήκοντες· οἰκέται δὲ δεσποτῶν. | |
228 | θέσθαι καὶ ὑποθέσθαι διαφέρει. θέσθαι μὲν γάρ ἐστι τὸ λαβεῖν ὑποθήκην, ὑποθέσθαι δὲ τὸ δοῦναι ὑποθήκην. | |
229 | θέλειν καὶ βούλεσθαι ἐὰν λέγῃ τις, δηλώσει ὅτι ἑκου‐ σίως τε καὶ εὐλόγως ὀρέγεταί τινος. | |
230 | θερίζειν τό τε διατρίψ†ειν† τὴν τοῦ θέρους ὥραν, ὡς τὸ χειμάζειν, καὶ τὸ τοὺς Δημητριακοὺς καρποὺς συλλέξαι. | |
231 | Θηβαῖοι καὶ Θηβαγενεῖς διαφέρουσιν, καθὼς Δί‐ δυμος (p. 238 Schmidt) ἐν Ὑπομνήματι τῷ πρώτῳ τῶν παι‐ άνων Πινδάρου (fr. 66 Snell) φησίν· ‘καὶ τὸν τρίποδα ἀπὸ | |
τούτου Θηβαγενεῖς πέμπουσι τὸν χρύσεον εἰς Ἰσμήν⸤ι⸥ον | 60 | |
5 | πρῶτον‘. τίς δ’ ἐστὶ διαφορὰ Θηβαγενῶν πρὸς Θηβαίους, Ἔφορος (FGHist 70 F 21) ἐν τῇ δευτέρᾳ φησίν· ‘οὗτοι μὲν οὖν συνετάχθησαν εἰς τὴν Βοιωτίαν. τοὺς δὲ τοῖς Ἀθηναίοις ὁμόρους προσοικοῦντας ἰδίᾳ Θηβαῖοι προσηγάγοντο πολλοῖς ἔτεσιν ὕστερον {δὲ}, οἳ σύμμικτοι μὲν ἦσαν πολλαχόθεν, | |
10 | ἐνέμοντο δὲ τὴν ὑπὸ †τῶν Κιθαιρῶν† χώραν καὶ τὴν †ἀπο‐ μάντιον† τῆς Εὐβοίας· ἐκαλοῦντο δὲ Θηβαγενεῖς, ὅτι προσ‐ εγένοντο τοῖς ἄλλοις Βοιωτοῖς διὰ Θηβαίων.‘ | |
232 | θής, λάτρις, ἀμφίπολος καὶ ἄτμενος διαφέρου‐ σιν. θὴς μὲν γὰρ ὁ ἐπὶ μισθῷ δουλεύων· ‘θῆτές τε δμῶές τε‘ (δ 644). λάτρις δὲ ὁ κατὰ πολεμικὴν περίστασιν ἁλοὺς καὶ ἐπὶ δου‐ | |
5 | λείαν προσαχθείς. ἀμφίπολος δὲ κοινὸν ἄρρενος καὶ θηλείας ὄνομα δούλου. ἄτμενος δὲ οὐ μόνον ὁ δοῦλος, ἀλλὰ καὶ ὁ ὑπο‐ τεταγμένος ἐλεύθερος. | |
233 | θράσος καὶ θάρσος διαφέρει. θράσος μὲν γάρ ἐστιν | |
ἄλογος ὁρμή, θάρσος δὲ ἔλλογος ὁρμή. | 61 | |
234 | θύρα καὶ θυραία διαφέρει. θύρα μὲν γάρ ἐστιν ἡ ἐξ ἀρχῆς γενομένη· Μένανδρος (fr. 331 Koerte2) ἐν Παρακατα‐ θήκῃ ‘θύραν ἔξελε‘. | |
5 | θυραία δὲ τὸ μέλλον πρὸς ἐκκοπὴν θύρας μέγεθος. | |
235 | θύεσθαι καὶ σφάττεσθαι διαφέρει. θύεσθαι μὲν γάρ ἐστιν ἐπὶ τιμῇ θεοῦ· καὶ τὸ μαντεύεσθαι {ἐπὶ τιμῇ} διὰ σπλάγχνων θύεσθαί φαμεν. σφάττεσθαι δὲ τὸ δι’ ἥντινα οὖν αἰτίαν φονεύεσθαι. καὶ τὸ μὲν ἐπ’ ἀλόγου, τὸ δὲ 〈καὶ〉 ἐπ’ | |
5 | ἀνθρώπου τάσσεται. | |
236 | θύουσι καὶ θύονται διαφέρει. θύουσι μὲν γὰρ οἱ σφάττοντες τὰ ἱερεῖα, θύονται δὲ οἱ διὰ τῶν σπλάγχνων μαν‐ τευόμενοι. | |
237 | θύρα καὶ θύραι διαφέρουσιν. θύρα μὲν γάρ ἐστι τὸ ἐπίθεμα τὸ ἐκ τῶν σανίδων, θύραι δὲ τὸ ἄνοιγμα αὐτὸ καὶ τὰ χαλάσματα τῆς θύρας. | |
238 | θυμὸς μέν ἐστι πρόσκαιρος ὀργή, ὀργὴ δὲ ἡ πολυ‐ χρόνιος μνησικακία. | |
239-252 | Ι | |
239 | ἱερεῦσαι καὶ καθιερεῦσαι λέγουσιν ἐπὶ τῶν θυο‐ μένων ἱερείων, ἱερῶσαι δὲ καὶ καθιερῶσαι ἐπὶ τῶν ἀνα‐ τιθεμένων. | |
240 | ἱερεῖον καὶ χρηστήριον διαφέρει. ἱερεῖον μὲν γάρ | |
ἐστι κοινῶς τὸ σφαζόμενον πρὸς θυσίαν ἅπασαν, χρηστήριον δὲ τὸ ἱερὸν ᾧ χρῶνται χρηστηριαζόμενοι. Ἡρόδοτος καθάπερ ἔτι καὶ νῦν, ὅταν χρηστήρια θύωσιν ἐν τῷ ἱερῷ. | 62 | |
241 | ἱερὰ τούς τε περιβόλους τῶν ναῶν καὶ τὰ σφάγια καὶ τὰ ὀστᾶ τῶν ἀνθρώπων, ὡς Ὑπερίδης (fr. 49 Bl.) ἐν τῷ Κατὰ Ἀρχιστρατίδου, καὶ τὰ ξόανα, ὡς Θεόπομπος (FGHist 115 F 159) ἐν εἰκοστῇ ἕκτῃ. | |
242 | ἱκέσθαι καὶ ἀφικέσθαι διαφέρει, ὥς φησιν Ἡρα‐ κλείδης (fr. 5 Cohn). ἱκέσθαι μὲν γάρ ἐστι τὸ ἐλθεῖν, ἀφ‐ ικέσθαι δὲ τὸ ἐπανελθεῖν. Ὅμηρος τὴν διαφοράν φησιν (Ν 645) ‘οὐδ’ αὖτις ἀφίκετο πατρίδα γαῖαν‘ | |
5 | καὶ (η 80) ‘ἵκετο δ’ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην‘. | |
243 | Ἰουδαῖοι καὶ Ἰδουμαῖοι διαφέρουσιν, ὥς φησι Πτο‐ λεμαῖος (FGHist 199 F 1) ἐν πρώτῳ Περὶ Ἡρώδου τοῦ βασιλέως. Ἰουδαῖοι μὲν γάρ εἰσιν οἱ ἐξ ἀρχῆς φυσικοί· | |
Ἰδουμαῖοι δὲ τὸ μὲν ἀρχῆθεν οὐκ ⸤Ἰδουμαῖοι⸥ ἀλλὰ Φοίνικες | 63 | |
5 | καὶ Σύροι, κρατηθέντες δὲ ὑπ’ αὐτῶν καὶ ἀναγκασθέντες περιτέμνεσθαι καὶ συντελεῖν εἰς τὸ ἔθνος καὶ τὰ αὐτὰ νόμιμα ἡγεῖσθαι ἐκλήθησαν Ἰδουμαῖοι. | |
244 | ἶπες καὶ θρίπες καὶ κίες καὶ ἴκες διαφέρουσιν. ἶπες μὲν γὰρ λέγονται θηρίδια τὰ διαβρωτικὰ τῶν κεράτων· Ὅμηρος (φ 395) ‘μὴ κέρας ἶπες ἔδοιεν‘. | |
5 | θρίπες δὲ τὰ ἐσθίοντα τὰ ξύλα· καὶ θριπήδεστα{τα} τὰ ὑπὸ τῶν θριπῶν διαβεβρωμένα ξύλα οἷς καὶ ἀντὶ σφραγίδων ἐχρῶντο, ὅτι ἦν δυσπαράπιστα. κίες δὲ τὰ ἐν τοῖς πυροῖς καὶ ἐν ταῖς κριθαῖς θηρίδια. ἴκες δὲ τὰ διεσθίοντα τοὺς ὀφθαλ‐ μοὺς τῶν ἀμπέλων· Ἀλκμάν (P.M.G. 93 Page = fr. 54 D.) | |
10 | ‘καὶ ποικίλον ἴκα, τὸν ὀφθαλμῶν ἀμπέλων ὀλετῆρα‘. | |
245 | ἱππεὺς καὶ ἱππότης διαφέρει. ἱππεὺς μέν ἐστιν ὁ τῷ ἵππῳ χρώμενος, ἱππότης δὲ ὁ ἔφιππος. | |
246 | ἴσοι καὶ κοινοὶ διαφέρει. Πλάτων ἐν Πρωταγόρᾳ (337 a 2—6)· ‘χρὴ γὰρ τοὺς ἐν τοῖσδε λόγοις παραγινομέ‐ νους κοινοὺς μὲν εἶναι ἀμφοῖν τοῖν διαλεγομένοιν ἀκροατάς, | |
ἴσους δὲ μή. ἔστι γὰρ οὐ ταὐτόν· ⸤κοινῇ⸥ μὲν γὰρ ἀκοῦσαι | 64 | |
5 | ἀμφοτέρων χρή, μὴ ἴσον δὲ ⸤νεῖμαι⸥ ἑκατέρῳ, ἀλλὰ τῷ μὲν σοφωτέρῳ πλέον, τῷ δὲ ἀμαθεστέρῳ ⸤ἔλαττον⸥‘. | |
247 | ἰσοτελὴς καὶ μέτοικος διαφέρει. ἰσοτελὴς μὲν γὰρ ὁ τετιμημένος μέτοικος ἐν τῷ ἴσῳ τάγματι τοῖς πολίταις καὶ τὸ μὲν μετοίκιον μὴ τελῶν, πάντα δὲ ἔχων τὰ αὐτὰ τοῖς πολί‐ ταις πλὴν τοῦ ἄρχειν. μέτοικος δὲ ὁ μετοικήσας εἰς ἑτέραν | |
5 | πόλιν ἐκ τῆς ἑαυτοῦ καὶ τοῦ μὲν ξένου πλέον τι ἔχων, τοῦ δὲ πολίτου ἔλαττον. ἐτέλει δὲ ὁ μέτοικος κατ’ ἐνιαυτὸν δραχμὰς δέκα, καὶ ἐν τῇ τῶν Ἀθηναίων πομπῇ σκάφην ἔφερε κηρία ἔχουσαν. ὅθεν καὶ σκαφηφόρους ἔλεγον τοὺς μετοίκους. πολ‐ λάκις δὲ καὶ συνεστράτευον τοῖς Ἀθηναίοις. | |
248 | ἰσθμὸς καὶ πορθμὸς διαφέρει. ἰσθμὸς μὲν γάρ ἐστι γῆς στενῆς δίοδος, ἑκατέρωθεν θαλάσσῃ περιεχομένης, πορθ‐ μὸς δὲ στενὸς θαλάσσης πόρος, ἐκατέρωθεν ὑπὸ γῆς περι‐ εχόμενος. | |
249 | ἴσθι καὶ γίν⸤ου⸥ διαφέρει. ἴσθι μὲν γὰρ ἐπὶ τοῦ γίνωσκε τάσσεται· | |
‘αὐτὴ δ’ οἴη ἴσθι‘ (β 356) ἀντὶ τοῦ γίνωσκε. καὶ τὸ πλῆθος ἴς†θ†ε ἀντὶ τοῦ γινώσκετε. | 65 | |
5 | καὶ Μένανδρος ἐν Ἥρωϊ (Herois fr. 5 Koerte3) ‘εὖ ἴσθι, κἀγὼ τοῦτο συγχωρήσομαι‘. τάσσουσι δὲ ὅμως καὶ ἐπὶ τοῦ γίνου τὸ ἴσθι· Σοφοκλῆς (fr. 437 N.2) ἐν Παλαμήδ†ῃ† ‘εὔφημος ἴσθι μοῦνον ἐξορμωμένη‘, | |
10 | ἀντὶ τοῦ γίνου. | |
250 | ἱστοριογράφος συγγραφέως διαφέρει. ἱστοριο‐ γράφος μὲν γάρ ἐστιν ὁ τὰ πρὸ αὐτοῦ γεγονότα συγγραφό‐ μενος ὡς Ἡρόδοτος, συγγραφεὺς δὲ ὁ τὰ ἐφ’ ἑαυτοῦ ὡς ὁ Θουκυδίδης. | |
251 | ἱστοδόκη καὶ ἱστοπέδη διαφέρουσιν. ἱστοδόκη μὲν γάρ ἐστιν ἐφ’ ἧς ὁ ἱστὸς κατακλίνεται. Ὅμηρος (Α 434) ‘ἱστὸν δ’ ἱστοδόκῃ πέλασαν‘. | |
ἱστοπέδη δὲ ὁ ἐν μέσῳ τῆς νεῶς κοῖλος τόπος, ὅν τινες λ⸤η⸥νίδα | 66 | |
5 | καλοῦσιν, εἰς ὃν ὁ ἱστὸς ἐντίθεται· ‘ἀλλά με δεσμῷ δῆσαν τ’ ἐν ἀργαλέῳ, ὄφρ’ ἔμπεδον αὐτόθι μείνω, ὀρθὸν ἐν ἱστοπέδῃ‘ (μ 160—162). | |
252 | Ἰταλοὶ καὶ Ἰταλιῶται διαφέρει. Ἰταλοὶ μὲν γὰρ οἱ ἀρχῆθεν τὴν χώραν ᾠκηκότες, Ἰταλιῶται δ’ ὁπόσοι τῶν Ἑλλήνων ἐπῴκησαν μετὰ ταῦτα. τὸ δ’ αὐτὸ καὶ ἐπὶ τῶν Σικελῶν καὶ Σικελιωτῶν. | |
253-291n | Κ | |
253 | κατοίκισις καὶ κατοίκησις διαφέρει, ὥς φησιν Ἀπολλωνίδης ὁ Νικαεὺς ἐν τῷ τρίτῳ Περὶ κατεψευσμένων ἱστοριῶν. κατοίκισις μὲν γάρ ἐστιν ἡ ὑφ’ ἑτέρων γινομένη ἵδρυσις· κατοίκησις δὲ ὅταν αὐτοί τινες οἰκήσωσι τόπον ἢ | |
5 | πόλιν τινὰ καταλαβόντες. οἷον Ἀθηναῖοι κατῴκησαν μὲν παρὰ τὴν ἀκρόπολιν, κατῴκισαν δ’ Ἴωνας. καὶ ἔστι παρὰ μὲν τὸ κατ‐ οικεῖν ἡ κατοίκησις, παρὰ δὲ τὸ κατοικίζειν ἡ κατοίκισις. | |
254 | καταβολὴ καὶ εἰσβολὴ διαφέρει. καταβολὴ μὲν γάρ ἐστιν ἡ ἔκτισις καὶ κατάθεσις τοῦ εἰσφερομένου ἀργύρου, | |
εἰσβολὴ δὲ περίοδος τοῦ πυρετοῦ. | 67 | |
255 | κάτα†μ†μα καὶ κάταγμα διαφέρει. κάτα⸤γ⸥μα μὲν {τὸ} ἐκτεταμένως τὸ κατεαγὸς καὶ συντετριμμένον, κάταγμα δὲ βραχέως τὸ τοῦ ἐρ⸤ί⸥ου ἕλκυσμα. | |
256 | καταχύματα καὶ καταχύσματα διαφέρει. καταχύ‐ ματα μὲν γὰρ χωρὶς τοῦ ς τὰ καταχεόμενα ὕδατα ἐπὶ λουτρῶ‐ νος καὶ τῶν ὁμοίων. καταχύσματα δὲ σὺν τῷ ς αἱ ἰσχάδες καὶ τὰ ἄλλα τραγήματα τῶν νεωνήτων δούλων ἃ κατέχευον. | |
5 | Ἀριστοφάνης (Plut. 794)· ‘εἶτ’ οὐχὶ δέξῃ δὴ τὰ καταχύσματα;‘, καὶ Δημοσθένης (or. 45, 74) ‘ἀλλ’ αὐτὸς μὲν οὐκ ὤκνησε τὴν δέσποιναν γῆμαι ἣ τὰ καταχύσματα αὐτοῦ κατέχε{υ}ε τότε, ἡνίκα ἐωνήθη‘. | |
257 | κάδος καὶ καδίσκος διαφέρει. κάδος μὲν γὰρ λέγεται ᾧ ἐκ τοῦ φρέατος ἀνιμῶσι τὸ ὕδωρ, καδίσκος δὲ ἀγγεῖόν τι εἰς ὃ τὰς ψήφους ἐμβάλλουσιν ⸤οἱ δικασταί⸥. | |
258 | καθάρσια καὶ καθάρματα διαφέρει. καθάρσια μὲν γὰρ λέγεται τὰ ἱερὰ καὶ τὰ ἄλλα οἷς καθαίρονται, καθάρματα | |
δὲ τὰ μετὰ τὸ καθαρθῆναι ἀπορριπτούμενα. | 68 | |
259 | †κανθαρίζειν† καὶ τονθορίζειν διαφέρει. †καν‐ θαρίζειν† μὲν γὰρ λέγουσιν οἱ Ἀττικοὶ τὸ τρέμειν, τονθορί‐ ζειν δὲ τὸ ψιθυρίζειν καὶ γογγύζειν. | |
260 | καιρὸς καὶ χρόνος διαφέρει. καιρὸς μὲν γάρ ἐστι μέ‐ ρος χρόνου, οἷον μεμετρημένων ἡμερῶν σύστημα, χρόνος δὲ καιρῶν πολλῶν περιοχὴ καὶ σύλληψις. †ἄλλο† ὁ μὲν καιρὸς δηλοῖ ποιότητα χρόνου, οἷον ὅτε πόλεμος ἦν, χρόνος δὲ ποσό‐ | |
5 | τητα, οἷον πρὸ δέκα χρόνων ἢ μετὰ δέκα ἔτη. | |
261 | κάλλαια καὶ κάλλη διαφέρει. κάλλαια μὲν γάρ εἰσιν οἱ τῶν ἀλεκτρυόνων πώγωνες, κάλλη δὲ τὰ ἄνθη τῶν βαμμά‐ των. | |
262 | κάθησο τοῦ κάθισον διαφέρει. κάθησο μὲν γὰρ ἐροῦμεν αὐτῷ τινι περὶ ἑαυτοῦ κελεύοντες, κάθισον δὲ περὶ ἑτέρου· ‘κάθισον αὐτόν‘. | |
263 | κακὸς πονηροῦ διαφέρει ὥσπερ ὁ ἄκακος τοῦ ἀγα‐ θοῦ. κακὸς μὲν γὰρ ὁ πανοῦργος, πονηρὸς δὲ ὁ δραστικὸς κακοῦ. | |
264 | κακοήθεια μέν ἐστι κακία κεκριμ{μ}ένη, κακοτρο‐ | |
πία δὲ ποικίλη καὶ παντοδαπὴς πανουργία. | 69 | |
265 | κέλης καὶ ἐπακτροκέλης διαφέρει. κέλης μὲν γάρ ἐστι πλοιάριόν τι μικρόν, ἐπακτροκέλης δὲ κακοῦργον καὶ λῃστρικὸν σκάφος μεταξὺ ἐπακτρίδος καὶ κέλητος. Αἰσχί‐ νης (1, 191) ἐν τῷ Κατὰ Τιμάρχου· ‘ἀλλ’ αἱ προπετεῖς τοῦ | |
5 | σώματος ἡδοναὶ καὶ τὸ μηδὲν ἱκανὸν εἶναι· ταῦτα πληροῖ τὰ λῃστήρια, ταῦτα εἰς τὸν ἐπακτροκέλητα ἐμβιβάζει‘. ἐπακτῆ‐ ρες δὲ οἱ κυνηγέται καλοῦνται. | |
266 | κέλυφος, κελύφανον καὶ ἔλυτρον διαφέρει. κέλυ‐ φος μὲν γὰρ λέγεται ἐπὶ τῶν ὀστρακοδέρμων οἷον τῶν κογχυ‐ λίων, κελύφανον δὲ ἐπὶ τραγημάτων καὶ ὀσπρίων, ἔλυτρον δὲ τὸ ὑγρὸν χώρημα. | |
267 | κέδρος θηλυκῶς μὲν τὸ δένδρον, οὐδετέρως δὲ ὁ καρ‐ πός (FCG IV p. 601 M. = fr. ad. 34 K.)· ‘ἀλλὰ θύε †τοὺς κέδρους†‘. | |
268 | κηρύξαι, ἀποκηρύξαι καὶ ἐπικηρύξαι διαφέρει. κηρύξαι μὲν γὰρ καὶ ἀποκηρύξαι λέγουσιν ἐπὶ τοῦ ὑπὸ κήρυκα ἀποδίδοσθαί τι. Μένανδρος (fr. 658 Koerte2) ‘ἀπεκήρυξεν αὐτὴν ἀγαγών‘, | 70 |
5 | οἷον ὑπὸ κήρυκι ἐπώλησεν. ἐπικηρύξαι δὲ τὸ ὑποσχέσθαι χρήματα δώσειν τῷ συλλαβόντι καὶ ἀνάγοντι καὶ ἀποκτεί‐ ναντί τινα τῶν καταδικασθέντων. | |
269 | κιβωτὸς καὶ κίστη διαφέρει. κιβωτὸς μὲν γάρ ἐστιν ἡ ξυλίνη, διὸ καὶ ἀντίπηξ καλεῖται, κίστη δὲ ἡ πλεκτή. | |
270 | κίνησις περιφορᾶς διαφέρει. κίνησις μὲν γάρ ἐστι κυρίως ἡ ἐκ τόπου εἰς τόπον μετάβασις, περιφορὰ δὲ ἡ περὶ τὸν αὐτὸν τόπον στροφή. | |
271 | κίθαριν καὶ κιθάρα⸤ν⸥ διαφέρει⸤ν⸥ φησὶν Ἀριστό‐ ξενος (fr. 102 Wehrli) ἐν τῷ Περὶ ὀργάνου. κίθαριν μὲν γὰρ | |
⸤εἶναι τὴν λύραν⸥ καὶ ⸤τοὺς χρωμένουσ⸥ αὐτῇ κιθαριστ⸤άσ⸥, οὓς ἡμεῖς λυρῳδούς φαμεν, κιθάραν δὲ ᾗ χρῆται ὁ κιθαρῳ‐ | 71 | |
5 | δός. Αἰσχίνης (cf. 1, 41) ἐν τῷ Κατὰ Τιμάρχου διαστέλλει καί φησιν οὕτω· ‘περὶ αὐτῷ εἶχε κιθαριστὰς καὶ κιθαρῳ‐ δούσ‘. κιθαριστὴς μέν ἐστιν ὁ μόνον ψάλλων, κιθαρῳδὸς δὲ ὁ καὶ ᾄδων. | |
272 | κλῆσις καὶ πρό〈σ〉κλησις διαφέρει. κλῆσις μὲν γάρ ἐστιν ἡ εἰς ὁτιοῦν τῶν δικαστηρίων γινομένη, πρό〈σ〉κλησις δὲ ἡ εἰς Ἄρειον πάγον. | |
273 | κλῆμα κλίματος διαφέρει. κλῆμα μὲν γάρ ἐστιν εἶδος ἀμπέλου, κλῖμα δὲ μέρος τι τοῦ κόσμου. | |
274 | κλύσαι μὲν λέγεται ποτήριον ἢ ἀγγεῖον, νίψαι δὲ πρόσωπον ἢ πόδα, πλῦναι δ’ ἐσθῆτα. | |
275 | κόρδαξ καὶ κάρδαξ διαφέρει. κόρδαξ μὲν γάρ ἐστιν εἶδος ὀρχήσεως, κάρδαξ δέ τις ἐκαλεῖτο στρατιώτης, βάρβα‐ ρος δὲ ἡ λέξις. καλεῖται δὲ ἡ μὲν τραγικὴ ὄρχησις ἐμμέλεια, σίκινις δὲ ἡ σατυρική, κόρδαξ δὲ ἡ κωμική. | |
276 | κομιδῇ καὶ κομιδὴ διαφέρει. κομιδῇ γὰρ περισπω‐ | |
μένως ἐπίρρημα καὶ σημαίνει τὸ παντελῶς, κομιδὴ δὲ ὀξυτό‐ νως ὄνομά ⸤ἐστι καὶ σημαίνει τὴν ἐπιμέλειαν⸥, οἷον ‘οὐ σφῶιν κομιδή‘ (Ψ 411). | 72 | |
5 | λέγεται δὲ καὶ ἡ ἀπόληψίς τινος κομιδὴ παρὰ τὸ κομίσασθαι καὶ ἀπολαβεῖν. | |
277 | κόπτει καὶ ψοφεῖ διαφέρει. κόπτει μὲν γὰρ τὴν θύραν ὁ ἔξωθεν, ψοφεῖ δὲ ὁ ἔνδοθεν ἐξιών. | |
278 | κομᾶν καὶ κουριᾶν διαφέρει. κομᾶν μὲν γάρ ἐστι τὸ ἐπί τινι σεμνύνεσθαι τῶν καλῶς πεπραγμένων καὶ τρέφειν κόμην, κουριᾶν δὲ τὸ κουρᾶς ἐπιδεῖσθαι καὶ κόμην καθ〈ε〉ικέ‐ ναι. | |
279 | κόρυδος καὶ Κορύδαλος διαφέρει. κόρυδος μὲν γὰρ τὸ ὄρνεον, λέγεται δὲ Γῆς ἱερόν· Κορύδαλος δὲ δῆμος Ἀθήνη‐ σιν ἐν ᾧ Σωτείρας Κούρης ἱερόν. | |
280 | κόνις καὶ κονὶς διαφέρει. τὸ γὰρ λεπτότατον τῆς γῆς ὀξύνεται, τὸ δὲ ἐπὶ τῆς κεφαλῆς γινόμενον φθειρῶδες βαρύ‐ νεται. | |
281 | κόσμος οἰκουμένης διαφέρει. τὸ μὲν περιέχει οἰ‐ | |
κουμένην καὶ ἄστρα, τὸ δὲ γῆν μόνον τὴν φανεράν. | 73 | |
282 | κτήματα καὶ ἐ†πι†κτήματα διαφέρει. κτήματα μὲν γάρ ἐστι τὰ ἐν τῇ οἰκ〈ε〉ίᾳ, ἐ†πι†κτήματα δὲ τὰ ἐν ἀλλοτρίᾳ. | |
283 | κτῆσις μέν ἐστι πᾶσα ἡ οὐσία, κτῆμα δ’ ἕν τι. | |
284 | κραιπάλη καὶ μέθη διαφέρει. κραιπάλη μὲν γάρ ἐστιν ἡ χθεσινὴ μέθη, μέθη δὲ ἡ τῆς αὐτῆς ἡμέρας γινομένη οἴνωσις. | |
285 | κύπτειν καὶ κυπτάζειν διαφέρει. κύπτειν μὲν γὰρ τὸ ἐπικάμπτεσθαι τῷ σώματι, κυπτάζειν δέ ἐστι τὸ στραγ‐ γεύεσθαι. Ἀριστοφάνης ἐν Νεφέλαις (509) ‘χώρει, τί κυπτάζεις ἔχων περὶ τὴν θύραν;‘. | |
286 | κυβεύειν καὶ πεσσεύειν διαφέρει. κυβεύειν μὲν γάρ ἐστι τὸ διὰ ψήφων ἢ ἀστραγάλων παίζειν, πεσσεύειν δὲ τὸ διὰ ψήφων. | |
287 | κρίνειν τοῦ διακρίνειν διαφέρει. κρίνειν μὲν γὰρ τὸ κυρίως δοκιμάζειν, διακρίνειν δὲ τὸ πρᾶγμα πράγματος διϊστᾶν καὶ χωρίζειν. | |
288 | κύειν καὶ τίκτειν διαφέρει. κύειν μὲν γὰρ τὸ ἔγκυον | |
εἶναι, τίκτειν δὲ τὸ ἀπαλλάττεσθαι τοῦ κύειν. Εὐριπίδης (fr. 207 N.2) ἐν Ἀντιό⸤π⸥ῃ ‘κύουσα τίκτω‘, | 74 | |
5 | εἶπεν, ‘ἡνίκ’ ἠγόμην πάλιν‘. | |
289 | κύριος καὶ δεσπότης διαφέρει. κύριος μὲν γὰρ τῆς γυναικὸς ὁ ἀνὴρ καὶ τῶν υἱῶν ὁ πατήρ, δεσπότης δὲ ἀργυ‐ ρωνήτων τινῶν ἄλλων. | |
290 | κωφὸς καὶ ἐνεὸς ὁ αὐτὸς παρὰ τοῖς παλαιοῖς ἐλέ‐ γετο, ὁ μὴ φθεγγόμενος. Ὅμηρος (Ξ 16) ‘κύματι κωφῷ‘, τῷ μὴ ἀποτελοῦντι ἦχον. καὶ ἡ Πυθία (Parke—Wormell, | |
5 | The Delphic Oracle, II no. 52) ‘καὶ κωφοῦ ξυνίημι καὶ οὐ λαλέοντος ἀκούω‘ παραλλήλως ἔταξε. νῦν δὲ κωφὸς ὁ τὴν ἀκοὴν βεβλαμμένος. | |
291 | κωμῳδὸς καὶ τραγῳδὸς λέγεται ὁ χορευτὴς καὶ ὑποκριτής, κωμῳδοποιὸς δὲ καὶ τραγῳδοποιὸς οἱ ποιη‐ | |
ταί. ἐνίοτε δὲ συγχέουσι τὴν διαφοράν. | 75 | |
292-305n | Λ | |
292 | λαχεῖν καὶ κληρώσασθαι διαφέρει. λαγχάνει μὲν εἷς, οὗ ἂν ὁ κλῆρος ἔλθῃ· Ὅμηρος (Η 171) ‘κλήρῳ νῦν πεπάλαχθε διαμπερὲς ὥς κε λάχῃσι‘. κληροῦνται δὲ ⸤πάντεσ⸥ οἱ καθιέντες εἰς τὸν κλῆρον. καὶ | |
5 | λαχεῖν μέν ἐστι τὸ ἐκ τῶν κληρουμένων τοῦ προκειμένου τυχεῖν, κληρώσασθαι δὲ τὸ κλήρῳ χρήσασθαι. | |
293 | λαλεῖν καὶ λέγειν καὶ διαλέγεσθαι διαφέρει. λα‐ λεῖν μὲν γάρ ἐστι τὸ ἀτάκτως ἐκφέρειν τὰ ὑποπίπτοντα ῥή‐ ματα, λέγειν δὲ τὸ τεταγμένως προφέρεσθαι τὸν λόγον, δια‐ λέγεσθαι δὲ τὸ ἀμείβεσθαι καὶ λόγον ἀντὶ λόγου ἀποδοῦναι | |
5 | πρὸς τὸν διαλεγόμενον· Πλάτων ἐν Σοφιστῇ. οἱ δ’ ἄλλοι φιλόσοφοι διαιροῦσιν οὕτως· λαλεῖν μὲν τοὺς ἀτάκτως ἐκφέροντας ὁνπεροῦν λόγον, διαλέγεσθαι δὲ καὶ λέγειν τοὺς μετ’ ἐπιμελείας λέγοντας· διαφορὰν δὲ τῶν δύο τούτων λέ‐ γουσι, καὶ τὸ μὲν διεξιέναι λόγον συναίροντες λέγειν φασί, | |
10 | διαλέγεσθαι δὲ τὸ ἀμειβόμενον τοὺς λόγους κατ’ ἐρώτησιν | |
καὶ ἀπόκρισιν ποιεῖσθαι. | 76 | |
294 | λαβεῖν καὶ δέξασθαι διαφέρει. λαβεῖν μὲν γάρ ἐστι τὸ κείμενόν τι ἀνελέσθαι, δέξασθαι δὲ τὸ ἐκ χειρὸς διδόμενον. | |
295 | λέπας καὶ λεπὰς διαφέρει. λέπας μὲν γάρ ἐστι βαρυ‐ τόνως ὄρους ἀπόσπασμα, λεπὰς δὲ ὀξυτόνως ἐν ταῖς πέτραις γινόμενόν τι μικρὸν ὄστρεον. | |
296 | λέμβος καὶ λέμφος διαφέρει. λέμβος μὲν γάρ ἐστι πλοιαρίου τινὸς εἶδος, λέμφοι δὲ παρὰ Ἀττικοῖς οἱ κορυζώ‐ δεις ἐλέγοντο καὶ μυξώδεις. Μένανδρος (fr. 427 Koerte2) Ὑποβολιμαί†οις† | |
5 | ‘γέρων †ἀμέμικτ’† ἄθλιος λέμφοσ‘. | |
297 | λέχος καὶ εὐνὴ διαφέρει. λέχος μὲν γάρ ἐστιν ἡ κλίνη, εὐνὴ δὲ ἡ ἐπὶ ταύτης στρωμνή. φησὶ γοῦν Πηνελόπη (ψ 179sq.) ‘ἔνθα οἱ ἐκθεῖσαι πυκνὸν λέχος ἐμβάλετ’ εὐνήν, | |
5 | δέμνια καὶ χλαίνασ‘. | 77 |
298 | λείαν καὶ λίαν διαφέρει. λεία μὲν γὰρ διὰ διφθόγγου σημαίνει τὴν ἀπελασί⸤α⸥ν τῶν τετραπόδων· ‘ληΐδα δ’ ἐκ πεδίου συνελάσαμεν‘ (Λ 677). διὰ δὲ τοῦ ι γραφόμενον ἐπίρρημα δηλοῖ ἐπιτάσεως, ἐάν τε | |
5 | ἐκτείνηται ἐάν τε συστέλληται· ⸤ὡς παρὰ Ἀνακρέοντι (P.M.G. 430 Page = fr. 83 D.2) ‘λίην δὲ δὴ λιάζεισ‘⸥. | |
299 | λῆμα καὶ λῆμμα διαφέρει. λῆμα μὲν γάρ ἐστι δι’ ἑνὸς μ τὸ παράστημα τῆς ⸤ψ⸥υχῆς, λῆμμα δὲ διὰ δύο μμ τὸ λαμβανόμενον. | |
300 | λῃτουργεῖν διὰ τοῦ η καὶ λιτουργεῖν διὰ τοῦ ι δια‐ | |
φέρει, φησὶ Δίδυμος (p. 180 Schmidt) ἐν Ὑπομνήματι δευτέ‐ ρας Ἰλιάδος. τὸ μὲν γὰρ λῃτουργεῖν τὸ τῷ δήμῳ ὑπηρετεῖν, λῇτον γάρ φασι τὸ δημόσιον· | 78 | |
5 | ‘λήϊτον ἀμφεπένοντο‘ (fr. ad.). τὸ δὲ λιτουργεῖν κακὰ λέγειν. | |
301 | λίβανος καὶ λιβανωτὸς διαφέρει. λίβανος μὲν γὰρ κοινῶς καὶ τὸ δένδρον καὶ τὸ θυμιώμενον, λιβανωτὸς δὲ μόνον τὸ θυμιώμενον. | |
302 | λογογράφος καὶ λογοποιὸς διαφέρει. λογογράφος μὲν γάρ ἐστιν ὁ τοὺς δικανικοὺς λόγους γράφων, λογοποιὸς δὲ ὁ λόγους τινὰς καὶ μύθους συντιθείς. | |
303 | λόγος ποιήσεως διαφέρει. λόγος μὲν γάρ ἐστιν ἡ δίχα μέτρου σύνταξις, ποίησις δὲ ἡ σύνθεσις ἡ μέτρῳ κοσμουμένη. | |
304 | λυχνοῦχον καὶ λαμπτῆρά φασι τὸν ⸤νῦν φανόν⸥, φανὸν δὲ τὴν λαμπάδα, καὶ οἱ μὲν κωμικοὶ διὰ τοῦ φ, οἱ δὲ τραγικοὶ διὰ τοῦ π, πανός. λυχνεῖον δὲ ἐκάλουν τὴν λυχ‐ | |
νείαν. | 79 | |
305 | λυχνίον λυχνού〈χου〉 διαφέρει. λυχνίον μὲν γάρ ἐστιν ἡ λυχνία ὡς Ἀντιφάνης φησὶν (III p. 29 M. = fr. 55, 2 K.) ἐν Ἀφροδίτης γοναῖς, λυχν⸤οῦχ⸥ος δὲ ὁ φανός. Μένανδρος (fr. 291 Koerte2) ἐν Νομοθέταις | |
5 | ‘ἑτέρου λυχνοῦχος, ἑτέρου λήκυθοσ‘. | |
306-328n | Μ | |
306 | μάχαιρα καὶ μαχαιρὶς διαφέρει. μάχαιραν μὲν γὰρ ὁμοίως ἡμῖν λέγουσιν Ἀττικοί, μαχαιρίδας δὲ τὰς τῶν κου‐ ρέων. | |
307 | μακρολόγος καὶ πολυλόγος διαφέρει. μακρολόγος μὲν γάρ ἐστιν ὁ περὶ ὀλίγων πολλὰ λέγων, πολυλόγος δὲ ὁ περὶ πολλῶν καὶ πολλὰ λέγων. | |
308 | μασθὸς μαζοῦ διαφέρει. μασθὸς μὲν γάρ ἐστιν ὁ γυναικεῖος, κυρίως δέ, οἷον μεστὸς εἶναι γάλακτος. μαζὸς δὲ ὁ ἀνδρεῖος, ὡς καὶ ὁ ποιητής φησι (Δ 123) ‘νευρὴν μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον‘. | |
309 | μάρτυς ἐλέγχου διαφέρει. μάρτυς μὲν γὰρ ἐπ’ ἀγα‐ | |
θοῦ λαμβάνεται, ἔλεγχος δὲ ἐπὶ φαύλου. | 80 | |
310 | μάχη καὶ πόλεμος διαφέρει. μάχη μὲν γάρ ἐστιν ἡ ἐν πολέμοις ἐνέργεια, πόλεμος δὲ ὁ χρόνος καὶ ἡ πρὸς τὴν μάχην παρασκευή. | |
311 | μαρτυρία καὶ ἐκμαρτυρία διαφέρει. μαρτυρία μὲν γάρ ἐστιν ἡ τῶν ἐπιδημούντων, ἐκμαρτυρία δὲ ἡ τῶν ἀποδη‐ μούντων, ὡς διασαφεῖ Δείναρχος (fr. LX 2 B.—S.) ἐν τῷ Κατὰ Κλεομέδοντος αἰκίας λέγων· ‘πολλὰ κἀγαθά, ὦ ἄνδρες δικα‐ | |
5 | σταί, γένοιτο ὑμῖν καὶ τῷ νομοθετήσαντι ἐξεῖναι τῶν ἀπο‐ δημούντων ἐκμαρτυρίας παρέχεσθαι‘. | |
312 | μάγον τόν τε φαρμακόν, ὡς Αἰσχίνης (3, 137) ἐν τῷ Κατὰ Κτησιφῶντος, καὶ τὸν περὶ τοὺς θεοὺς ἱερουργόν, ὡς Ἡρόδοτος (passim). | |
313 | μανία μέν ἐστιν ἔκστασις λογισμοῦ, λύσσα δ’ ἐπι‐ τεταμένη μανία, οἶστρος δὲ μανιώδης ἐπιθυμία. | |
314 | μαντικὴ μέν ἐστιν ἡ τέχνη, μαντεία δὲ ὁ χρησμός. | |
315 | μέτοικος καὶ ἰσοτελὴς διαφέρει. μέτοικος μὲν γάρ ἐστιν ὁ ὑπόφορος, ἰσοτελὴς δὲ ὁ μὴ τελῶν τι ἢ ἄρχων. | |
316 | μεταβάλλεσθαι καὶ μεταμορφοῦσθαι καὶ ἀλ‐ λοιοῦσθαι καὶ ἑτεροιοῦσθαι διαφέρει. μεταβάλλεσθαι μὲν γάρ ἐστι πάθος κοινόν· καὶ γὰρ καιρῶν γίνονται ⸤μετα‐ βολαὶ⸥ καὶ πράξεων καὶ ἀφροδισίων. ὁ γοῦν Εὐριπίδης ἐν | |
5 | Ὀρέστῃ (234) παριστῶν τὴν δύναμιν τῆς λέξεώς φησι | |
‘μεταβολὴ πάντων γλυκύ‘. μεταμορφοῦσθαι δὲ μεταχαρακτηρισμὸς καὶ μετατύπωσις σώματος εἰς ἕτερον χαρακτῆρα. ἀλλοίωσις δὲ οὐ μόνον μετα‐ σχηματισμὸς χαρακτήρων, ὡς τὸ | 81 | |
10 | ‘ἀλλοῖός μοι, ξεῖν’, ἐφάνης 〈νέον〉 ἠὲ πάροιθεν‘ (π 181), ἀλλὰ καὶ τῆς προτέρας ὑπολήψεως ποίησις ἑτέρα. ἑτεροίω‐ σις δ’ ὅταν ἀφ’ ἑτέρου σώματος εἰς ἕτερον μεταβάλῃ οἷον Νιόβη εἰς λίθον. | |
317 | μεῖραξ καὶ μειράκιον καὶ μειρακίσκος διαφέρει. μειράκιον γὰρ καὶ μειρακίσκος ὁ ἄρσην, μεῖραξ δὲ ἡ θήλεια. | |
318 | μετρεῖσθαι καὶ ἵστασθαι διαφέρει. μετρεῖσθαι μὲν γὰρ ἔλεγον οἱ παλαιοὶ μέτρῳ λαμβάνειν πυρὸν ἤ τι τοιοῦτον ἐν δάνει, ἵνα ἀποδῷ. Ἡσίοδος (opp. 349) ‘εὖ μὲν μετρεῖσθαι‘, ‘εὖ δ’ ἀποδοῦναι‘, | |
5 | οὐχὶ ἀργύριον ἢ χρυσόν, οὐδέπω γὰρ ἦν νομίσματα. ἵστασθαι | |
δὲ ὡς Ὅμηρος (Ν 745 sq.) ‘δείδω μὴ τὸ χθιζὸν †ὑ†ποστήσονται Ἀχαιοὶ χρεῖοσ‘, οἷον τὸ γενόμενον αὐτοῖς ἐλάττωμα ἐν τῷ μάχεσθαι ἀντὶ | 82 | |
10 | 〈τοῦ〉 χρεολυτήσωσι καὶ ἀντιστήσονται ὡσπερεὶ ὀφειλόμενον δάνος. χρήσασθαι δ’ ἔλεγον ἱμάτιον ἢ σκεῦος. | |
319 | μεταβολὴ καὶ ἀλλοίωσις διαφέρει. μεταβολὴ μὲν γὰρ ἡ ἀπὸ τοῦ κακοῦ πρὸς τὸ κρεῖττον μεταβολή, ἀλλοίωσις δὲ ἡ ἀπὸ τοῦ καλοῦ πρὸς τὸ χεῖρον ἀλλοίωσις. | |
320 | μέμψασθαι, ἐγκαλεῖν καὶ ψέγειν διαφέρει. μέμ‐ ψις μέν ἐστιν ἀμελοῦντος κατηγορία 〈...〉, ψόγος δὲ ἐπονει‐ δίστου. | |
321 | μινυρίζειν καὶ μινύρεσθαι διαφέρει. μινυρίζειν μὲν γάρ ἐστι ἠρέμα προσᾴδειν, μινύρεσθαι δὲ τὸ θρηνεῖν· τὸ δ’ αὐτὸ καὶ κινύρεσθαί φασιν. | |
322 | μισητὴ καὶ μισήτη διαφέρει παρὰ τοῖς Ἀττικοῖς, ὥς φησι Τρύφων (fr. 10 Vels.) ἐν δευτέρῳ Περὶ Ἀττικῆς προσῳδίας. ἐὰν μὲν γὰρ ὀξυτονήσωμεν σημαίνει τὴν ἀξίαν μίσους, καθὰ καὶ ἡμεῖς ἐν τῇ συνηθείᾳ προφερόμεθα, ἐὰν δὲ | |
5 | βαρυτονήσωμεν τὴν καταφερῆ πρὸς συνουσίαν. τὴν δὲ δια‐ φορὰν τῶν σημαινομένων καὶ παρὰ Δωριεῦσί φασι φυλάττε‐ σθαι καὶ παρ’ Ἴωσιν. | |
323 | μισθὸς μισθώματος διαφέρει. μισθὸς μέν ἐστιν ὁ | |
δίκαιος μισθός, μίσθωμα δὲ τὸ ἐπονείδιστον. | 83 | |
324 | μνήμη καὶ μνεία διαφέρει. εἴ τι μὲν γὰρ μνήμη, τοῦτο οὐ πάντως καὶ μνεία· εἴ τι δὲ μνεία, τοῦτο εὐθέως καὶ μνήμη. ἔστι δὲ μνήμη γενικὴ τύπωσις ψυχῆς, μνεία δὲ λόγος κατὰ ἀνανέωσιν λεγόμενος· ὁ μὲν γὰρ μιμνησκόμενος οὐ πάντως | |
5 | καὶ μέμνηται, ὁ δὲ μεμνημένος πάντως καὶ μιμνήσκεται. καὶ ἄλλως μνήμη ἐστὶν ἡ τῷ μνημονικῷ ἀεὶ συνοῦσα, μνεία δὲ προγεγονότος τινὸς ὑπόμνησις, ὥστε ὁ τούτοις ἐναλλὰξ χρώ‐ μενος ἁμαρτήσεται. | |
325 | μνημεῖα καὶ μνήματα διαφέρει. μνημεῖα μὲν γὰρ ἔλεγον τὰ μνημόσυνα, μνήματα δὲ τοὺς τάφους. {μνήμη μὲν γίνεται νεκροῦ, μνεία δὲ ζῶντος.} | |
326 | μοχθηρός, †μοχθῆ†ρος καὶ πόνηρος διαφέρουσι. μοχθηρὸς μὲν γὰρ ὀξυτόνως ὁ τὰ ἤθη πονηρός· λέγουσι δὲ ἁπλῶς τὰ φαῦλα καὶ μοχθηρὰ πονηρά, ὡς Θουκυδίδης (cf. 7, 48, 1; 8, 24, 5)· ‘πονηρὰ τὰ πράγματα τῶν Ἀθηναίων‘, | |
5 | ἀντὶ τοῦ φαῦλα. †μοχθῆ†ρος δὲ ὁ ἐπίπονος, ὡς καὶ πόνηρος. | |
327 | μύριοι ἐπὶ ἀριθμοῦ, μυρίοι δὲ οἱ πολλοί. | 84 |
328 | μῦθος καὶ ἱστορία διαφέρει. ἱστορία μὲν γὰρ γεγο‐ νότα πράγματα περιέχει, ὁ δὲ μῦθος διαπεπλασμένα καὶ ψευδῆ. ὁ γοῦν λέγων ‘εὖ πεποίηται ἡ περὶ τὸν Κύκλωπα ἱστορία‘ ἢ ἄλλο τι τοιοῦτον οὐκ ἄγαν ὀρθοεπεῖ· μᾶλλον γὰρ | |
5 | ἁρμόζει λέγειν ‘εὖ πεποίηται ὁ περὶ τὸν Κύκλωπα μῦθοσ‘. | |
329-337n | Ν | |
329 | ναὸς καὶ σηκὸς διαφέρει. ὁ μὲν γὰρ ναός ἐστι θεῶν, ὁ δὲ σηκὸς ἡρώων. | |
330 | ναύκληροι καὶ ναύκραροι διαφέρουσιν. ναύκληροι μὲν γάρ εἰσιν οἱ ναῦς κεκτημένοι, ναύκραροι δὲ οἱ εἰσπρασ‐ σόμενοι τὰ δημόσια κτήματα. καὶ ναυκράρια οἱ τόποι ἐν οἷς ἀνέκειτο τὰ κτήματα. ἐλέγοντο δὲ ὁμοίως ναύκληροι καὶ | |
5 | οἱ μισθωτοὶ τῶν συνοικιῶν. | |
331 | ναυαγία καὶ ναυάγιον διαφέρει. ναυαγία μέν ἐστιν αὐτὴ ἡ τῆς νεὼς διαφθορά, ναυάγιον δὲ τὸ ἐξ αὐτῆς ἐκβρα‐ σθέν. | |
332 | νεαρὸν νεαλοῦς καὶ προσφάτου διαφέρει. νεαρὸν | |
μὲν γάρ ἐστι τὸ νεωστὶ κομισθὲν ὕδωρ· ἔγκειται γὰρ τῇ λέξει τὸ ἀρύειν. πρόσφατον δὲ τὸ κρέας· †ἔγκειται† γὰρ ἀπὸ τοῦ φάσαι, ὅ ἐστι φονεῦσαι· ὅθεν καὶ τὸ φάσγανον. νεαλὲς δὲ | 85 | |
5 | τὸ νεωστὶ ἑαλωκός, οἷον ἰχθύς· δύναται δὲ καὶ τὸ νεωστὶ ἁλὶ πεπασμένον. | |
333 | Νηρεΐδες Νηρέως θυγατέρων διαφέρει. Δίδυ‐ μος (p. 300 Schmidt) ὁμοίως ἐν ὑπομνήματι Βακχυλίδου Ἐπινίκων (cf. 1, 8 et 13, 123 Snell 8)· φησὶ γὰρ κατὰ λέξιν· ‘εἰσὶ τοίνυν οἵ φασι διαφέρειν τὰς Νηρεΐδας τῶν Νηρέως | |
5 | θυγατέρων, καὶ τὰς μὲν ἐκ Δωρίδος γνησίας αὐτοῦ θυγα‐ τέρας νομίζεσθαι, τὰς δὲ ἐξ ἄλλων ἤδη κοινότερον Νηρεΐδας καλεῖσθαι· καὶ τὰς μὲν γνησίας †καὶ† τὸν ἀριθμόν, πλείους δὲ τὰς ἄλλας. ταῦτα φησὶ Μνασέ†ων† (FHG III p. 154 fr. 25b) ἐν τοῖς Περὶ τῆς Εὐρώπης τὸν τρόπον τοιοῦτον.‘ εἶτα ἐκτί‐ | |
10 | θεται διὰ μακρῶν τὴν λέξιν καὶ ἐπιφέρει πιθανῶς, τὰς μὲν ἐκ μιᾶς τῆς Δωρίδος γνησιωτέρας τῶν ἄλλων οὔσας Νηρέως θυγα‐ τέρας λέγεσθαι, τὰς δὲ συμμίκτους αὐτῷ μόνον Νηρεΐδας. | |
334 | νῆες πλοίων διαφέρουσιν. Δίδυμος (p. 321 Schmidt) | |
ἐν ἑνδεκάτῳ ῥητορικῶν ὑπομνημάτων φησὶν οὕτως· ὅτι δια‐ φέρουσιν αἱ νῆες τῶν πλοίων. τὰ μὲν γάρ ἐστι στρογγύλα, αἱ δὲ κωπήρεις καὶ στρατι⸤ώ⸥τιδες. Ἀριστοτέλης δὲ (fr. 614 | 86 | |
5 | Rose) ἱστορεῖ ἐν Δικαιώμασι τῶν πόλε{μ}ων οὕτως· ‘Ἀλέξ‐ ανδρος ὁ Μολοττὸς ὑπὸ ταὐτὸν χρόνον, Ταραντίνων αὐτὸν μεταπεμψαμένων ἐπὶ τὸν πρὸς τοὺς βαρβάρους πόλεμον, ἐξέπλευσε ναυσὶ μὲν πεντεκαίδεκα, πλοίοις δὲ συχνοῖς ἱππ‐ αγωγοῖς καὶ στρατι⸤ωτι⸥κοῖσ‘. | |
335 | νοῦς μέν ἐστιν ἀπόκρυφος λογισμός, φρένες δὲ αἱ ἀγαθαὶ διάνοιαι. | |
336 | νῦν καὶ νυνὶ διαφέρει φησὶ κατά τινας Ἡρακλείδης (fr. 4 Cohn) ἐν πρώτῳ Περὶ καθολικῆς προσῳδίας. τὸ μὲν γὰρ νῦν χρονικὸν ἐπίρρημα τάσσεται ἐπὶ τῶν τριῶν χρόνων, ἐνεστῶτος, παρῳχημένου καὶ μέλλοντος, οἷον ὅτι | |
5 | ἀγὼν νῦν ἐστι, νῦν ἔσται· τὸ δὲ νυνὶ ἐπὶ μόνου ἐνεστῶτος. | 87 |
337 | νωθέστερος μέν ἐστιν ὁ βλακώδης, νωχελέστε‐ ρος δὲ ὁ ἀσθενέστερος. | |
338-340n | Ξ | |
338 | ξόανον, βρέτας, ἄγαλμα διαφέρει. ξόανον μὲν γάρ ἐστι τὸ ἐξεσμένον λίθινον ἢ ἐλεφάντινον, βρέτας δὲ τὸ βροτῷ ὅμοιον ἤτοι χαλκοῦν ἢ ἐκ τῆς ἐμφεροῦς ὕλης πεποιημένον, ἄγαλμα δὲ τὸ πώρινον ἢ ἔκ τινος ἑτέρου λίθου κατεσκευα‐ | |
5 | σμένον. | |
339 | ξενίζειν {μὲν} οὐ μόνον τὸ καταδέχεσθαι ξένον, ἀλλὰ καὶ τὸ ξένως διαλέγεσθαι, ὡς Δημοσθένης ἐν τῷ Πρὸς Βοιωτόν. | |
340 | ξυστὸν τό τε ἀκόντιον ὡς παρ’ †ἡσιόδω† ἐν τῷ πρώτῳ (Herodot. 1, 52), καὶ τὸ οἰκοδόμημα ὡς παρὰ Ξενο‐ φῶντι ἐν Οἰκονομικῷ (11, 15). | |
341-370n | Ο | |
341 | ὀβελὸς ὀβολοῦ διαφέρει. ὀβελὸς μὲν γάρ ἐστιν εἰς ἃ διαπείρονται τὰ κρέα μέλλοντα ὀπτᾶσθαι, ὀβολὸς δὲ μέρος | |
δραχμῆς. | 88 | |
342 | ὅδε καὶ ὁδὶ διαφέρει. ὅδε μὲν γὰρ ἀναφορικῶς καὶ δει‐ κτικῶς, ὁδὶ δὲ δεικτικῶς μόνον κατ’ ἐπέκτασιν. | |
343 | οἰκῆας καὶ οἰκείους διαφέρειν φασίν. οἰκεῖοι μὲν γὰρ καὶ οἱ κατ’ ἐπιγαμίαν προσήκοντες, οἰκῆες δ’ ἅπαντες οἱ ἐν τῇ οἰκίᾳ τυγχάνοντες τῇ αὐτῇ, εἴτε οἰκέται εἴτε ἐλεύθεροι. φησὶ γοῦν Ἕκτωρ (Ζ 365 sq.)· | |
5 | ‘ὄφρ’ ἴδωμεν οἰκῆας ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν‘· καὶ (Ε 413) ‘ἐξ ὕπνου γόωσα φίλους οἰκῆας ἐγείρει‘, καὶ ἐν Ὀδυσσείᾳ (ξ 4) | |
10 | ‘κήδετο οἰκήων οὓς κτήσατο δῖος Ὀδυσσεύσ‘. | |
344 | οἰκίζεται καὶ συνοικίζεται διαφέρει. οἰκίζεται μὲν γὰρ πόλις ὑπὸ τῆς πρώτης τῶν συνοικητόρων ἀθροίσεως καὶ καθιδρύσεως, συνοικίζεται δὲ ἡ ἐκ πολλῶν πόλεων εἰς μίαν πόλιν συναγομένη ὑπὲρ τοῦ πλείονα δύναμιν σχεῖν. διοικί‐ | |
5 | ζεται δὲ ἡ ἐκ μιᾶς πόλεως μεγέθει ἰσχυούσης εἰς πολλὰς καταδιαιρουμένη ὑπὸ τῶν ἐχθρῶν, ἵνα ἀσθενὴς γένηται, ὡς Λακεδαιμόνιοι τὴν ἐν Ἀρκαδίᾳ Μεγάλην πόλιν διῴκ†η†σαν. | 89 |
345 | οἰκότριψ καὶ οἰκέτης διαφέρει. οἰκότριψ μὲν γὰρ ὁ ἐν τῇ οἰκίᾳ διατρεφόμενος ὃν ἡμεῖς θρεπτὸν καλοῦμεν, οἰκέ‐ της δὲ καὶ δοῦλος ὁ ὠνητός. παρὰ δὲ Σόλωνι (De Solon. legg. p. 48 Sondhaus) ἐν τοῖς ἄ†ζω†σιν οἰκεὺς κέκληται ὁ οἰκό‐ | |
5 | τριψ. | |
346 | οἶμος οἴμης διαφέρει. οἶμος μὲν γάρ ἐστιν ἀρσενι‐ κῶς ἡ ὁδός, οἴμη δὲ ἡ ᾠδή. | |
347 | οἶκτος καὶ οἰκτισμὸς διαφέρει. οἶκτος μὲν γάρ ἐστιν οἰκτιζομένου ἔλεος, οἰκτισμὸς δὲ ὁ λόγος ὁ τοῦ οἰκτείροντος. | |
348 | οἴνη καὶ οἰνάνθη διαφέρει. οἴνη μὲν ἡ ἄμπελος, οἰνάνθη δὲ ἡ πρώτη τῶν βοτρύων ἐξάνθησις· ⸤οἴναρα⸥ δὲ τὰ φύλλα. | |
349 | οἴκαδε τοῦ εἰς οἶκον διαφέρει. οἴκαδε μὲν γὰρ τὸ εἰς | |
τὴν ἰδίαν οἰκίαν βαδίζειν, εἰς οἶκον δὲ καὶ ἐφ’ ἕτερον. | 90 | |
350 | οἶκος, οἰκία, συνοικία, οἴκημα, οἰκίσκος καὶ δῶμα διαφέρουσιν. οἶκος μὲν γὰρ λέγεται ἡ πᾶσα οὐσία, οἰκία δὲ ἡ ὑπὸ ἑνὸς ἢ δευτέρου κατοικουμένη, συνοικία δὲ ἡ πολλοῖς καὶ μισθουμένη, οἴκημα δὲ τὸ τέγος ἢ τὸ δεσμω‐ | |
5 | τήριον, οἰκίσκος δὲ τὸ μικρὸν δωμάτιον, δῶμα δὲ ὁ λεγόμενος κοιτών. | |
351 | ὄλβιος καὶ εὐτυχὴς διαφέρει. ὄλβιος μὲν γάρ ἐστιν ὁ τελείαν τὴν εὐδαιμονίαν ἔχων, εὐτυχὴς δὲ ὁ ζῶν ἡδέως καὶ ἀλύπως. | |
352 | ὀλίγον καὶ μικρὸν διαφέρει. τὸ μὲν γὰρ ὀλίγον ἐπ’ ἀριθμοῦ, τὸ δὲ μικρὸν ἐπὶ μεγέθους τάσσεται. Ἀριστόνι‐ κος (Iocus ignot.) ἐν ὑπομνήματι †ἐκάλες’ ἐπὶ στοιχείου† (Callimachi fr. 470 b Pf.) | |
5 | ‘ὀλίγην νησῖδα Καλυψοῦσ‘. φασὶ δὲ οὕτω〈σ〉 ὀλίγην μ⸤ι⸥κρὰν ὑπαλλακτικῶς. τὸ μὲν γοῦν ὀλίγον ἐπ’ ἀριθμοῦ, τὸ δὲ μικρὸν ἐπὶ μεγέθους τάσσεται· καὶ Ὅμηρος ⸤ἀδιαφόρωσ⸥ (υ 259) ‘δίφρον ἀεικέλιον παραθεὶς ὀλίγην τε τράπεζαν‘, | |
10 | τὴν μικράν. | 91 |
353 | ὄλμος ὅρμου διαφέρει. ὄλμος μέν ἐστι μυρεψικὸν σκεῦος εἰς ὃ κόπτονται τὰ εἴδη τὰ μυρεψικά, ὅρμος δέ ἐστι λιμήν. | |
354 | ὄρθρος καὶ πρωῒ διαφέρει. ὄρθος μὲν γὰρ ἡ πρὸ ἀνατολῆς ἡλίου ὥρα καθ’ ἣν ἀναστάντες ἐξ ὕπνου ὀρθοὶ γι‐ νόμεθα, πρωῒ δὲ ἡ πρὸ τοῦ καθήκοντος καιροῦ. Ὅμηρος (Θ 530 Σ 277.303)· | |
5 | ‘πρωῒ δ’ †ὑπ’ ἠοῖοι† σὺν τεύχεσι‘. καὶ Ἡσίοδος (fr. 204 Rzach3) τελευτῆσαί φησί τινα ‘πρωῒ μάλ’ ἠΐθεον‘, τουτέστι πρόωρον. καὶ πρώϊμον τὸ πρόωρον. | |
355 | ὁρᾶν τοῦ ὑπερορᾶν διαφέρει. ὁρᾶν μὲν γάρ ἐστι τὸ θεωρεῖν, ὑπερορᾶν δὲ τὸ καταφρονεῖν. | |
356 | ὀρνιθευτὴς καὶ ὀρνιθοσκόπος διαφέρει. ὀρνιθευ‐ τὴς μὲν γάρ ἐστιν ὁ θηρεύων ὄρνιθας, ὀρνιθοσκόπος δὲ ὁ | |
οἰωνοσκόπος. | 92 | |
357 | ὀροφὴ καὶ τέγος διαφέρει. ὀροφὴ μέν ἐστιν ἡ στέγη, τέγος δὲ τὸ δῶμα. | |
358 | ὅσιον καὶ ἱερὸν διαφέρει. ὅσια μὲν γὰρ τὰ ἰδιωτικὰ ὧν ἐφίεται καὶ ἔξεστι προσάψασθαι, ἱερὰ δὲ τὰ τῶν θεῶν ὧν οὐκ ἔξεστι προσάψασθαι. Δημοσθένης ἐν τῷ Κατὰ Τιμο‐ κράτους (or. 24, 9) λέγει· ‘ὥστε τίθησι τοῦτον τὸν νόμον | |
5 | δι’ οὗ τῶν μὲν ἱερῶν χρημάτων τοὺς θεούς, τῶν ὁσίων δὲ τὴν πόλιν ἀποστερεῖ‘. | |
359 | ὅτι καὶ διότι διαφέρει. τὸ μὲν γὰρ ὅτι ὁτὲ μὲν αἰτίαν δηλοῖ, ὁτὲ δὲ βεβαίωσιν· τὸ δὲ διότι αἰτίαν δηλοῖ. αὐτίκα γοῦν ὅτι μὲν ἐκλείπει ἡ σελήνη πάντες ἴσμεν, διότι δὲ οὐκέτι, ἀλλὰ μόνον οἱ ἔμπειροι. | |
360 | οὔκουν παροξυτόνως μὲν τὸ ἀποφα{ν}τικὸν ἴσον τῷ οὐχιοῦν, οἷον ‘οὔκουν ἀπιστεῖν‘ (Thuc. 1, 10, 3). περι‐ σπωμένως δὲ συλλογιστικός ἐστι σύνδεσμος καὶ σημαίνει | |
ἀπόφα〈ν〉σιν. | 93 | |
361 | οὐδὲν διὰ τοῦ δ καὶ οὐθὲν διὰ τοῦ θ διαφέρει. οὐδὲν μὲν γὰρ τὸ ἐν τῷ καθόλου, ὥς φαμεν· ‘οὐδὲν ἐν κόσμῳ κενόν‘· πᾶσα γὰρ ἡ τοῦ κενοῦ φύσις βαστάζεται. οὐθὲν δέ, ἀναλυθὲν εἰς τὸ ἴδιον ἀντίστοιχον, σημαίνει τὴν τοῦ ἑνὸς | |
5 | ἄρσιν καὶ ἐπιφορὰν ἑτέρας ἀρχῆς· ‘οὔθ’ ἓν οὔτε δύο‘. τὸ δέ διὰ τοῦ δ ἀπαρτίζει· διὸ καὶ ὁ ποιητής φησιν (ς 130)· ‘οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο‘. ὁ οὖν ἐναλλάσσων ἁμαρτάνει· διὸ καὶ Ζηνόδοτον εὐθύνουσι γράφοντα ‘οὐθὲν ἀκιδνότερον‘. | |
362 | οὕνεκα καὶ εἵνεκα διαφέρει. οὕνεκα μὲν σημαίνει τὸ ὅτι, εἵνεκα δὲ χάριν. Ὅμηρος διαστέλλει (Α 11)· ‘οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα‘, ἀντὶ τοῦ ὅτι, ⸤καὶ⸥ (Τ 325) | |
5 | ‘εἵνεκα ῥιγεδανῆς Ἑλένησ‘. ἥμαρτεν οὖν ὁ Καλλίμαχος (fr. 1, 3 Pf.) εἰπών ‘εἵνεκεν οὐχ ἓν ἄεισμα‘, ὅπερ ἄτοπον· ἔδει γὰρ εἰπεῖν οὕνεκα, ἵνα γένηται ‘ὅτι οὐχ | |
ἓν ἄεισμα‘. | 94 | |
363 | οὗτος καὶ οὑτοσὶ διαφέρει. τὸ μὲν γὰρ οὑτοσὶ δεικτι‐ κὸν μόνον, τὸ δὲ οὗτος δεικτικὸν καὶ ἀναφορικόν. δεικτικὸν μέν (Κ 341.477)· ‘οὗτός τοι, Διόμηδεσ‘, | |
5 | ἀναφορικὸν δέ (Hesiod. opp. 293)· ‘οὗτος μὲν πανάριστος, ὃς αὑτῷ πάντα νοήσει‘. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦτον καὶ τουτονί. | |
364 | οὐλὴ καὶ ὠτειλὴ διαφέρει. οὐλὴ μέν ἐστιν ἡ ὑγιασμένη σὰρξ ἐκ παλαιοῦ τραύματος, ὠτειλὴ δὲ τὸ πρόσφατον τραῦμα, παρὰ τὸ οὐτᾶσθαι. καὶ Ὅμηρος τὴν διαφορὰν τετήρηκεν, ἐπὶ μὲν τῆς οὐλῆς εἰπών (τ 393 ψ 74) | |
5 | ‘τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι‘, ἐπὶ δὲ τῆς ὠτειλῆς (cf. Δ 140 cum Ρ 86 Ξ 518) ‘αὐτίκα δ’ ἔρρεεν αἷμα κατ’ οὐταμένης ὠτειλῆσ‘. | |
365 | οὖρος καὶ οὐρὸς διαφέρει. οὖρος μὲν ὁ ἄνεμος, οὐρὸς δὲ ὁ τόπος ἤγουν τὸ νεώριον· ‘οὐρούς τ’ ἐξεκάθ†ηρο톑 (Β 153). | |
366 | ὄφλειν καὶ ὀφείλειν διαφέρει. Ἀπολλωνίδης ὁ Νι‐ | |
καεὺς ἐν ὑπομνήματι 〈τοῦ〉 Περὶ 〈τῆσ〉 παραπρεσβείας Δημοσθένους (cf. Dem. or. 19, 280sq.) ‘ὄφλει μέν τισ‘, φησίν, ‘ἐπὶ καταδίκῃ, ὀφείλει δέ τις ὡς ἡμεῖς ἐκδεχόμεθα‘. | 95 | |
367 | ὅλον τοῦ παντὸς διαφέρει. πᾶς τὴν τῶν προσώπων διαφοράν· τὸ μὲν γὰρ συνέστηκεν. ὁ οὖν λέγων ‘ὅλος ἄνθρω‐ ποσ‘ ἕνα λέγει. τὸ δὲ ‘πᾶσ‘ πλείονας λέγει. | |
368 | ὄφλημα καὶ χρέος διαφέρει. ὄφλημα μὲν γὰρ καὶ ὀφείλημα τὸ ἐκ καταδίκης τῷ δημοσίῳ ὀφειλόμενον, χρέος δὲ τὸ ἰδιωτικὸν δάνειον. | |
369 | ὄχθαι καὶ ὄχθοι διαφέρει. ὄχθαι μὲν γάρ εἰσι ποτα‐ μῶν χείλη, ὄχθοι δὲ γῆς ἐπάρματα. | |
370 | ὀψὲ καὶ ἑσπέρα διαφέρει. ἑσπέρα μὲν γὰρ ἡ μετὰ τὴν δύσιν τοῦ ἡλίου ὥρα, ὅτε †ἑσπέρας ἔλθη ὥρα† δύνοντος τοῦ ἡλίου. ὀψὲ δὲ ἡ μετὰ πολὺ τῆς δύσεως καὶ καθόλου μετὰ πολὺν χρόνον· ὡς Ὅμηρος (Η 399 Θ 30 Ι 31.432.696 η 155 υ 321)· | |
5 | ‘ὀψὲ δὲ δὴ μετέειπε‘, καὶ· ‘ὀψαρότης προαρότῃ ἰσοφαρίζει‘ (cf. Hes. opp. 490). ὀψαρότης γὰρ ὁ μετὰ πολὺ τοῦ καθήκοντος χρόνου ἀροτριῶν. | 96 |
371-423n | Π | |
371 | παρέχειν καὶ παρέχεσθαι διαφέρει. παρέχειν μὲν γὰρ λέγεται τὰ διὰ χειρὸς διδόμενα, οἷον ἐσθήματα ἢ ἐκπό‐ ματα· τὸ δὲ παρέχεσθαι λέγεται ἐπὶ τῶν τῆς ψυχῆς διαθέ‐ σεων, οἷον ἐπιθυμίαν, εὔνοιαν. Θουκυδίδης (4, 85, 4)· ‘καὶ | |
5 | πᾶν τὸ πρόθυμον παρεχόμενοι‘. Δημοσθένης ἐν Φιλιπ‐ πικοῖς (Olynth. I 8)· ‘τὴν αὐτὴν παρειχόμεθα προθυμίαν‘. | |
372 | παρειαὶ καὶ παρεῖαι διαφέρουσιν. παρειαὶ μὲν γὰρ ὀξυτόνως αἱ τοῦ ἀνθρώπου, παρεῖαι δὲ προπερισπωμένως ὄψεις τινὲς μετέωρα τὰ παρεῖα ἔχοντες· ‘ὡς παρείας ὢν ὄφισ‘ (Aristoph. Plut. 690). | |
373 | πάσασθαι βραχέος μὲν ὄντος τοῦ α τὸ γεύσασθαι δηλοῖ, ἐν ἐκτάσει δὲ τούτου τὸ κτήσασθαι. | |
374 | παραβολὴ καὶ παράδειγμα διαφέρει. παραβολὴ | |
μὲν γάρ ἐστιν ἡ οἵα τε γενέσθαι ἐπὶ πράγματος, οἷον ‘ὡς δ’ ὅτε τίς τε δράκοντα ἰδών‘ (Γ 33). παράδειγμα δὲ γεγονότος πράγματος ἀντιπαράθεσις· | 97 | |
5 | ‘οἶνος καὶ Κένταυρον ἀπώλεσεν‘ (cf. e. g. Anthol. Palat. 11, 1, 3) | |
375 | πάλτον καὶ πέλτη διαφέρει. πάλτον μὲν γάρ ἐστι τὸ δόρυ, πέλτη δὲ ἡ ἀσπὶς ἴτυν οὐκ ἔχουσα. | |
376 | παρακέκρουσται καὶ παρακέκρουται διαφέρει. τὸ μὲν γὰρ σὺν τῷ ς ἐνεργητικόν ἐστι καὶ σημαίνει τὸ ‘ἐξη‐ πάτηκε‘, τὸ δὲ χωρὶς τοῦ ς παθητικὸν καὶ σημαίνει τὸ ‘ἐξη‐ πάτηται‘. | |
377 | παῖς καὶ ἀντίπαις διαφέρει. παῖς μὲν γάρ ἐστιν ὁ ἐν τῇ παιδικῇ ἡλικίᾳ, ἀντίπαις δὲ ὁ ἐκβεβηκὼς τοῦ παιδὸς τὴν ἡλικίαν καὶ ἤδη πρόσηβος. βούπαις δὲ ὁ μέγας παῖς. | |
378 | παιδίσκη καὶ θεράπαινα διαφέρει. παιδίσκη μὲν γάρ ἐστι πᾶσα ἡ τὴν παιδικὴν ἔχουσα ἡλικίαν, ὡς καὶ παιδί‐ σκος· θεράπαινα δὲ ἡ δούλη. | |
379 | παίδευσις καὶ παιδεία διαφέρει, ὥς φησι Πλάτων ἐν Ὅροις (def. 416 a 27—28). παιδεία μὲν γάρ ἐστι δύναμις θεραπευτικὴ ψυχῆς· παίδευσις δὲ παιδείας καὶ ἀρετῆς παρά‐ | |
δοσις, καὶ ἐκ παιδὸς ⸤ἀγωγὴ⸥ ἐπ’ ἀρετὴ⸤ν⸥ ὁδηγοῦσα. | 98 | |
380 | παιδίσκη καὶ παῖς διαφέρει. παιδίσκη μὲν γὰρ ἡ ἐλευθέρα παρ’ Ἀττικοῖς, παῖς δὲ ἡ δούλη. Μένανδρος (fr. 88 Koerte2) ἐν Δακτυλίῳ ἐπὶ τοῦ †δάου†· ‘τίς οὑτοσὶ κακοδαίμων ἔφυ, | |
5 | ὃς οὐκ ἂν ἐκδοίη θυγατέρ†ας μένος† καὶ ταῦτα πεντήκοντα παιδίσκας ἔχων;‘. | |
381 | παρθενία καὶ σωφροσύνη διαφέρει καὶ παρθένος σώφρονος, καθὸ ἡ μὲν παρθένος σώφρων ἐστὶ πάντως, ἡ δὲ σώφρων οὐ πάντως παρθένος. | |
382 | πάσχειν καὶ συμπάσχειν διαφέρει ὡς πάσχων συμ‐ πάσχοντος. ὁ μὲν γὰρ πάσχων ἀλγεῖ, ὁ δὲ συμπάσχων λυπεῖ‐ ται μὲν ἐπὶ τῷ τοῦ {συμ}πάσχοντος πάθει· οὐ μέντοι συμ‐ πάσχων ἀλγεῖ καθάπερ ὁ πάσχων. οἷον· πυρέττει τις τῶν | |
5 | φίλων σφόδρα, καὶ συμπάσχομεν τούτῳ πυρέττοντι, οὐ μὴ καὶ πυρέττομεν. | |
383 | πάτρια πατρῴων καὶ πατρικῶν διαφέρει. πατρῷα μὲν γὰρ τὰ ἐκ πατέρων εἰς υἱοὺς χωροῦντα· πατρικοὶ δ’ ἢ | |
φίλοι ἢ ξένοι· πάτρια δὲ τὰ τῆς πόλεως ἔθη. | 99 | |
384 | παιδίσκη καὶ παιδισκάριον διαφέρει. παιδίσκην μὲν γὰρ λέγομεν τὴν ἐλευθέραν, παιδισκάριον δὲ τὸ δοῦλον. | |
385 | παῖδα οὐ μόνον τὸν υἱὸν ἀλλὰ καὶ τὸν δοῦλον, ὡς Δημοσθένης ἐν τῷ Πρὸς Πανταίνετον (or. 37, 50, cf. 23.40). | |
386 | πελαστὴς καὶ Πενέστης διαφέρει. πελαστὴς μὲν γὰρ ὁ πρόσφυξ, Πενέστης δὲ παρὰ Θεσσαλοῖς ὁ κατὰ πόλε‐ μον δ⸤ουλω⸥θεὶς ὡς παρὰ Λάκωσιν οἱ Εἵλωτες. | |
387 | πένης καὶ πτωχὸς διαφέρει. πένης μὲν γὰρ ὁ ἀπὸ τοῦ ἐργάζεσθαι καὶ πονεῖν ποριζόμενος τὸν βίον· πτωχὸς δὲ ὁ ἐπαίτης ὁ τοῦ ἔχειν ἐκπεπτωκώς, ἢ ἀπὸ τοῦ πτώσσειν, ὡς Ὅμηρος (ρ 220)· | |
5 | ‘πτωχὸν ἀνιηρὸν δαιτῶν ἀπολυμαντῆρα‘, καὶ ἐτυμολογῶν φησιν (cf. ρ 227 sq.) ‘ἀλλὰ πτώσσων βούλε‐ ται αἰτίζων κατὰ δῆμον βόσκειν ἣν γαστέρ’ ἄναλτον‘. | |
388 | περιμάξαι καὶ ἐκμάξαι τὸ τοὺς οἰομένους πεφαρμά‐ | |
χθαι δι’ ἐπῳδῶν καὶ καθαρμῶν προσποιεῖσθαι ἀπολύειν. | 100 | |
389 | πειραστὴς καὶ πειρατὴς διαφέρει. πειραστὴς μὲν γὰρ ὁ πειράζων, πειρατὴς δὲ ὁ θαλάσσιος λῃστής. καὶ †νεῖ‐ λος† τὰς διαλυθείσας σανίδας καταλιπόντες τοῖς πειραταῖς. | |
390 | πεῖρα καὶ πήρα διαφέρει. πεῖρα μὲν γάρ ἐστιν ἡ ἐπι‐ στήμη τε καὶ ἐμπειρία. πήρα δὲ τὸ ἰατρικὸν ἐγχειρίδιον, καὶ δέρμα τι ἀρτοφόρον ὃ ἐπὶ τῶν ὤμων φέρουσιν οἱ ποιμένες. | |
391 | πηδάλιον καὶ πλήθριον διαφέρει. πηδάλιον μὲν γὰρ νεώς, πλήθριον δὲ σχεδίας. | |
392 | πῆ καὶ ποῖ καὶ ποῦ διαφέρει. τὸ μὲν γὰρ πῆ καὶ ποῖ εἰς τόπον, οἷον· ‘πῆ ἔβη Ἀνδρομάχη;‘ (Ζ 377). τὸ δὲ ποῦ ἐν τόπῳ, οἷον· | |
5 | ‘ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα;‘ (Κ 406). ὥσθ’ ἁμαρτάνουσιν οἱ λέγοντες ‘ποῦ ἀπέρχῃ;‘ δέον ‘πῆ ἀπέρχῃ;‘. | |
393 | πλεῖν τοῦ ἀποπλεῖν καὶ παραπλεῖν καὶ περιπλεῖν | |
διαφέρει. πλεῖν μὲν γάρ ἐστι τὸ κατ’ εὐθὺ πλέειν· ἀποπλεῖν δὲ τὸ ἐκ τόπου τινὸς ἀπαίρειν· παραπλεῖν δὲ τὸ τόπον τινὰ †πλοίου† διέρχεσθαι· περιπλεῖν δὲ τὸ ἐπὶ σκάφους ἀνα‐ | 101 | |
5 | στρέφεσθαι περὶ τὸν αὐτὸν τόπον. | |
394 | πλούσιος εὐπόρου, ἀφνειοῦ, ὀλβίου καὶ εὐτυ‐ χοῦς διαφέρει. πλούσιος μὲν γὰρ ὁ πολυούσιος ὁ πολλὴν ἔχων οὐσίαν· εὔπορος δὲ ὁ πρὸς τὰς ἐπιβαλλούσας χρείας ἀνενδεής· ἀφνειὸς δὲ ὁ ἀπ’ ἐνιαυτοῦ τὴν τροφὴν συλλέγων— | |
5 | ἔνος γὰρ ὁ ἐνιαυτός· ὄλβιος δ’ ὁ τελείαν τὴν εὐδαιμονίαν ἔχων, οἷον ὁλόβιος· εὐτυχὴς δ’ ὁ ζῶν ἡδέως καὶ ἀλύπως. | |
395 | πλῆμαι καὶ πλῆμναι διαφέρει. πλῆμαι μὲν γὰρ αἱ πλημμυρίδες τῶν ποταμῶν, πλῆμναι δὲ αἱ τῶν τροχῶν σύ‐ ριγγες. | |
396 | πλῆθος καὶ ὄχλος διαφέρει. πλῆθος μὲν γάρ ἐστι σύστημά τινων, ὄχλος δὲ κυρίως ἡ ὄχλησις. | |
397 | πλοῦτος καὶ εὐπορία διαφέρει. οἱ μὲν γὰρ πλούσιοι | |
οὐ πάντως εὐποροῦνται, ἀλλ’ ἔκ τινος περιστάσεως καὶ ἀπο‐ ροῦνταί ποτε χρημάτων ἢ ἄλλου τινός. οἱ δὲ εὔποροι, κἂν μὴ πλουτῶσιν, ὧν δέονται ἔχουσιν. τινὲς δὲ εὐπορίαν μὲν τὸν | 102 | |
5 | μέτριον πλοῦτον ἡγοῦνται, πλοῦτον δὲ τὴν μεγάλην εὐπο‐ ρίαν. | |
398 | πολεμικὸς καὶ αἰχμητὴς διαφέρει. πολεμικὸς μὲν γάρ ἐστιν ὁ †ἐμπείρως πολεμῶν†, αἰχμητὴς δὲ ὁ ἐμπείρως τοῖς κατὰ πόλεμον ὅπλοις χρώμενος. | |
399 | πόμα καὶ πῶμα διχῶς λέγουσι τὸ ἁπλοῦν· ἐν δὲ συνθέτοις μόνον διὰ τοῦ ω μεγάλου, οἷον γαλακτοπωτεῖν καὶ ὑδροπωτεῖν. | |
400 | πομπὴ καὶ πομπεία διαφέρουσιν. πομπὴ μὲν γὰρ ἣν τοῖς θεοῖς πέμπουσιν, πομπεία δὲ ἡ λοιδορία. Δημοσθένης (or. 18, 11)· ‘τῆς δὲ πομπείας ταύτης ὕστερον‘. | |
401 | παρρησία καὶ παρουσία διαφέρει. παρρησία μὲν γὰρ ἡ διὰ λόγων πρός τινα οἰκείωσις, παρουσία δὲ ἡ ἐπέλευ‐ σις. | |
402 | πολίτης καὶ πατριώτης διαφέρει. πολίτης μὲν γάρ ἐστιν ὁ ἐκ τῆς αὐτῆς πόλεως, ἐλεύθερος ἐλευθέρῳ, πατριώτης δὲ ὁ ἐκ τῆς αὐτῆς χώρας, δοῦλος δούλῳ. ἡ γὰρ πατρὶς καὶ | |
ἐπὶ τῆς χώρας τάττεται, ὡς τὸ | 103 | |
5 | ‘τοῖσι δ’ ἄφαρ πόλεμος γλυκίων γένετ’ ἠὲ νέεσθαι ... φίλην ἐς πατρίδα γαῖαν‘ (Β 453 sq.). οὐ γὰρ πάντες ἐκ μιᾶς ἦσαν πατρίδος, ἀλλ’ ἐκ μιᾶς χώρας. | |
403 | πόλις καὶ ἄστυ διαφέρει. πόλις μὲν γὰρ καὶ ὁ τόπος καὶ οἱ κατοικοῦντες, ἤγουν τὸ συναμφότερον. ἄστυ δὲ μόνον ὁ τόπος. (Ρ 144)· ‘φράζεο νῦν ὅπως καὶ πόλιν καὶ ἄστυ σαώσῃσ‘. | |
404 | ποιεῖν τοῦ περιποιεῖν διαφέρει. ποιεῖν μὲν γάρ ἐστι τὸ κατασκευάζειν τι, περιποιεῖν δὲ τὸ περικτᾶσθαι ἢ κο‐ σμεῖν. | |
405 | πόνηρον βαρυτονούμενον, ὡς σόλοικον, καὶ πονηρὸν ὀξυτονούμενον, ὡς κυδοιμόν, φασὶ διαφέρειν παρὰ τοῖς Ἀττι‐ κοῖς· ὁμοίως μόχθηρον καὶ μοχθηρόν. πονηρὸς μὲν γάρ, φασίν, ὀξυτόνως ὁ κακοήθης, πόνηρος δὲ ὁ ἐπίπονος. — | |
5 | ‘ἀτόπωσ‘, φησὶ Τρύφων (fr. 15 Vels.)· ‘καὶ 〈γὰρ〉 τὰ φαῦλα | |
μόχθηρα λέγομεν. κατὰ δ’ ὀξύτητα‘, φησί, ‘καὶ ἐπ’ ἐμψύ‐ χων καὶ ἀψύχων· μοχθερᾶς γέ τοι τέχνης τὸ δημιούργημά φαμεν εἶναι. εἰ δὴ τὰ τοῦ τύπου κεκοινώνηκεν, ἄμφω ὀφείλει καὶ τῶν αὐτῶν τόνων μετέχειν, †ὅτι† ὀξυτονεῖν ἀπαιτεῖ ὁ | 104 | |
10 | λόγος βίᾳ ἀνάγκης. πᾶν γὰρ παρώνυμον εἰς ρος λῆγον παρα‐ σχηματιζόμενον τοῖς γένεσιν ὀξυτονεῖται, οἷον κάματος καμα‐ τηρός, ὄλισθος ὀλισθηρός, μέλι μελιτηρός, τόλμα τολμηρός, νόσος νοσηρός. εἰ δὴ πόνος καὶ μόχθος τὰ πρωτότυπα, πονη‐ ρὸς καὶ μοχθηρὸς ῥητέον ὀξυτόνως. εἰ δὲ οἱ Ἀττικοὶ βαρυ‐ | |
15 | τονοῦσιν, οὐ θαυμαστόν ἐστι· χαίρουσι γὰρ τῇ βαρύτητι. ἄδελφε γοῦν λέγουσι τὴν πρώτην ὀξυτονοῦντες ὡς ἄπελθε‘, φησὶν ὁ Τρύφων παρατιθέμενος Φιλήμονα τὸν †ἀγξωνέα†, ‘†ὡς† Θεττάλην ὡς Μυρτάλην· καὶ χάριεν, τὴν πρώτην συλλαβὴν ὀξυτονοῦντες. ὥστε οὐκ εἰς διαστολήν‘, φησίν, ‘τοῦ | |
20 | σημαινομένου εὗρον τὴν βαρύτητα, ἀλλ’ ὡς ἔθος ἐκπληροῦν‐ τες οὕτω προηνέγκαντο.‘ | |
406 | †ποῦ† καὶ ποῖ παρὰ τοῖς Δωριεῦσι τὴν εἰς τόπον σημασίαν δηλοῖ, †πῆ† δὲ τὴν ἐπὶ τόπῳ, πῶ δὲ τὴν ἐκ τόπου. | |
407 | πονεῖν καὶ ἀλγεῖν διαφέρει. πονεῖν μὲν γάρ ἐστι τὸ ἐνεργεῖν, ἀλγεῖν δὲ τὸ ὀδυνᾶσθαι. | |
408 | πότος βαρυτόνως καὶ ποτὸς ὀξυτόνως διαφέρει. πό‐ τος μὲν γάρ ἐστι βαρυτόνως τὸ συμπόσιον, ὡς Μένανδρος (fr. 659 Koerte2)· | |
‘πότοι συνεχεῖς κύβοι‘. | 105 | |
5 | ὀξυτόνως δὲ ποτὸς αὐτὸ τὸ ἔκπομα, ὡς Δημοσθένης (cf. or. 25, 61) ἐν τῷ Κατὰ Ἀνδροτίωνος· ‘βρωτοῦ καὶ ποτοῦ μεταλαβεῖν‘. | |
409 | πολύτιμος καὶ πολυτίμητος διαφέρει. πολύτιμος μὲν γάρ ἐστιν ὁ πολλῆς τιμῆς ἠγορασμένος ἄνθρωπος· πολυ‐ τίμητος δὲ ὁ πολλῆς τιμῆς ἄξιος, ὡς τοὺς θεοὺς πολυτιμή‐ τους λέγομεν. | |
410 | πρεσβεύεσθαι καὶ πρεσβεύειν διαφέρει. πρεσβεύε‐ σθαι μὲν γὰρ τὸ πέμπειν πρέσβεις, πρεσβεύειν δὲ τὸ πέμ‐ πε†ιν† πρεσβευτὴν οἱ Ἀττικοὶ λέγουσιν. | |
411 | πρόξενος καὶ ἰδιόξενος καὶ δορύξενος διαφέρει. πρόξενος πόλεως καὶ ἔθνους, ὡς παρὰ Θουκυδίδῃ (e. g. 2, 29, 1). ξένος δ’ ὁ εἷς ἑνός· ὁ δ’ αὐτὸς καὶ ἰδιόξενος. οὐκ ὀρθῶς οὖν Εὐριπίδης (fr. 721 N.2) ἐν Τηλέφῳ πρόξενον εἴρηκε τὸν | |
5 | ἰδιόξενον· ‘κακός τίς ἐστι προξένῳ σοι χρώμενοσ‘. δορύξενος δὲ ὁ κατὰ πόλεμον γενόμενος φίλος· ἁλοὺς γὰρ καὶ ξενίων τυχὼν ἀφείθη πρὸς τοῦ πολεμίου λύτρα λαβόντος, μνᾶ δ’ ἦν ἡ τεταγμένη. κομίσας δὲ καὶ φυλάξας τὴν πίστιν ἐγέ‐ | |
10 | νετο φίλος καὶ δορύξενος ἐκαλεῖτο. | 106 |
412 | προτέρα καὶ προτεραία διαφέρει. προτέρα μὲν γὰρ ἐπὶ τάξεως, προτεραία δὲ ἐπὶ μόνης ἡμέρας. | |
413 | πρῶτος καὶ πρότερος διαφέρει. πρῶτος μὲν γὰρ ἐπὶ πολλῶν, πρότερος δὲ ἐπὶ δύο. καὶ τῷ μὲν πρώτῳ ἀκό‐ λουθός ἐστιν ὁ ὕστατος, τῷ δὲ προτέρῳ ὁ ὕστερος. καὶ πρ†ότερος† μὲν ἐπὶ τάξεως, πρώτ⸤ω⸥ς δὲ ἐπὶ ποιότητος, ὡς | |
5 | ὅταν ἐπὶ ἀγάλματος λέγωμεν πρώτως ἔχειν τῇ τέχνῃ, οἷον ἐξόχως· Πλάτων γοῦν (cf. rep. 544c) διαιρούμενος τὰς πολι‐ τείας τὴν μὲν πρώτως ἔχειν φησί, τὴν δὲ ⸤δευ⸥τέρως· δηλον‐ ότι ἡ μὲν πρωτεύει, ἡ δὲ ἕπεται. εἰ δέ τις εἴποι ‘πρώτως ἦλθον εἰς Ἀθήνασ‘, ἁμαρτάνει· ‘πρῶτον‘ γὰρ χρή. | |
414 | πρυτανεῖα τὰ καταβαλλόμενα ὑπὸ τῶν διωκόντων τὴν δίκην· ἦν δὲ τὰ ἐπιδέκατα τοῦ τιμήματος τῆς δίκης. πρυτανεία δὲ θηλυκῶς ὁ χρόνος· διῄρητο γὰρ παρὰ τοῖς Ἀθηναίοις ὁ ἐνιαυτὸς εἰς δέκα πρυτανείας, ὅσαι καὶ φυλαὶ | |
5 | ἦσαν, καὶ ἐπρυτάνευον ἐν ἑκάστῃ φυλῇ κατ’ ἐνιαυτὸν ἅπαξ· ὅθεν καὶ τοὺς μισθοὺς καὶ τὰ ἐνοίκια κατὰ τὰς πρυτανείας, οὐ κατὰ μῆνα, ἐτέλουν. | |
415 | πρὸ μοίρας καὶ πρὸ ὥρας διαφέρει. πρὸ μοίρας μὲν | |
ὁ βιαίως ἀποθανών, πρὸ ὥρας δὲ ὁ ἐν νεότητι. | 107 | |
416 | πρεσβεύονται καὶ πρεσβεύουσι διαφέρει. πρε‐ σβεύονται μὲν γὰρ οἱ τοὺς πρέσβεις χειροτονοῦντες καὶ πέμποντες, πρεσβεύουσι δὲ οἱ χειροτονούμενοι καὶ πεμπόμε‐ νοι ἐπὶ τὴν πρεσβείαν. | |
417 | πρέσβεις οἱ πρεσβευταί. πρέσβις δὲ οὐδέποτε λέγε‐ ται· τὸ γὰρ ἑνικὸν πρεσβευτὴς ἀνέγνωσται. | |
418 | πρότερος καὶ πρῶτος διαφέρει. πρότερος μὲν ἐπὶ δυοῖν τάσσεται, ὡς Ὅμηρος ἐπὶ Τληπολέμου καὶ Σαρπηδόνος (Ε 632)· ‘τὸν καὶ Τληπόλεμος πρότεροσ‘. | |
5 | τὸ δὲ πρῶτος ἐπὶ πολλῶν (Η 162)· ‘ὦρτο πολὺ πρῶτος ἄναξ ἀνδρῶν Ἀγαμέμνων‘. | |
419 | πρωτότοκος καὶ πρωτοτόκος διαφέρει. πρωτό‐ τοκος μὲν γὰρ προπαροξυτόνως ὁ πρῶτον τεχθείς, πρωτο‐ τόκος δὲ παροξυτόνως ἡ πρῶτον τεκοῦσα. | |
420 | προσπταίειν μὲν λέγεται τοῖς κάτω μέρεσι, ποδὶ ἢ κνήμῃ· προσκρούειν δὲ τοῖς ἀνωτέρω καὶ κεφαλῇ. | |
421 | πείθεσθαι μὲν τὸ ἑκουσίως συγκατατίθεσθαι, πειθ‐ | |
αρχεῖν δὲ τὸ κελεύοντι πεισθῆναι. | 108 | |
422 | Πυθὼν θηλυκῶς καὶ ὀξυτόνως ὁ τόπος· βαρυτόνως δὲ καὶ ἀρσενικῶς ὁ δράκων. | |
423 | πῦς καὶ πεῖ καὶ ποῖ καὶ πῶ διαφέρει παρὰ τοῖς Δω‐ ριεῦσι. τὸ μὲν γὰρ πῦς καὶ ποῖ τὴν εἰς τόπον σημασίαν δηλοῖ· τὸ δὲ πεῖ τὴν ἐν τόπῳ· τὸ δὲ πῶ τὴν ἐκ τόπου, ὁμοίως δὲ καὶ †τοῦτο†. ὥσθ’ οἱ Δωρίζοντες καὶ λέγοντες ‘πεῖ πορεύῃ‘ | |
5 | ἁμαρτάνουσι· δέον γὰρ ‘πῦς πορεύῃ‘· τὸ γὰρ πεῖ τὴν ἐν τόπῳ σχέσιν δηλοῖ. Σώφρων φησί (fr. 5 Kaibel = pap. PSI 1214 a 8)· ‘πεῖ γὰρ ἁ ἄσφαλτος;‘. (fr. 5 Kaibel)· ‘†ποῖος εἰλισκοπεῖτα醑, ἀντὶ τοῦ ποῦ. ὅταν δ’ εἰς τόπον θέλῃ εἰπεῖν, φησί (fr. 75 Kaibel) ‘πῦς ἐς μυχὸν καταδύῃ;‘ τουτέστιν ἀντὶ | |
10 | τοῦ ‘εἰς τίνα μυχόν‘. | |
424-433n | Ρ | |
424 | ῥάφανο†ν† καὶ ῥαφανὶς διαφέρει. ῥάφανον μὲν γὰρ Ἀττικοὶ λέγουσι τὴν παρ’ ἡμῖν κράμβην, ῥαφανίδα δὲ τὴν | |
παρ’ ἡμῖν ῥάπανον. | 109 | |
425 | ῥέφανον καὶ ῥάφανον διαφέρει〈ν .....〉 παρ’ Ἴωσι καὶ Ἀττικοῖς. ῥέφανον εἶναι ἣν καὶ ἡμεῖς φαμεν, ῥάφανον δὲ τὴν κράμβην. | |
426 | ῥεῖθρον ῥεύματος διαφέρει. ῥεῖθρον μὲν γάρ ἐστιν ὁ τόπος δι’ οὗ φέρεται τὸ ῥεῦμα, ῥεῦμα δὲ αὐτὸ τὸ ὕδωρ. | |
427 | ῥᾴδιον μὲν τὸ εὐοδοῦν, τὸ ῥᾷστα τῇ ὁδῷ ἐπι†μ†ελού‐ μενον· εὐχερὲς δὲ τὸ ταῖν χεροῖν ταχέως ἐπιτελεσθέν· εὐπετὲς δὲ τὸ συμπεσὸν εἰς εὐμάρειαν. | |
428 | ῥὶς καὶ ῥύγχος διαφέρει. ῥὶς μὲν γὰρ λέγεται ἐπὶ ἀν‐ θρώπου, ῥύγχος δὲ ἐπὶ ἀλόγου ζῴου. | |
429 | ῥὶς καὶ μυκτὴρ διαφέρει. ῥὶς μὲν γὰρ λέγεται ἡ ἀπὸ τοῦ μεσοφρύου καταγωγὴ μέχρι τοῦ χείλους, μυκτῆρες δὲ αἱ τῶν ῥινῶν κατατρήσεις δι’ ὧν ἔξεισι τὸ ὑγρὸν ἀπομυσσομένων. | |
430 | ῥοιὰ μὲν μετὰ τοῦ ι τὸ δένδρον, ῥόα δὲ ὁ καρπός. | 110 |
431 | ῥόδον καὶ ῥοδωνιὰ καὶ ῥοδῆ διαφέρει. ῥόδον μὲν γὰρ τὸ ἄνθος, ῥοδωνιὰ δὲ ὁ τόπος, ῥοδῆ δὲ τὸ φυτόν. Ἀρχί‐ λοχος (fr. 25, 1—2 D.3)· ‘ἔχουσα θαλλὸν μυρσίνης ἐτέρπετο | |
5 | ῥοδῆς τε καλὸν ἄνθος.‘ | |
432 | ῥύεσθαι καὶ ἐρ{ρ}ύεσθαι διαφέρει. Ἀριστόξενος (fr. 113 Wehrli) ἐν τῷ πρώτῳ Τραγῳδοποιῶν περὶ νεωτέρων οὕτω φησὶ κατὰ λέξιν· ‘ῥύεσθαι καὶ ἐρ{ρ}ύεσθαι διαφορὰν ἔχει πρὸς ἄλληλα. τὸ μὲν γὰρ ῥύεσθαί ἐστιν ἐκ θανάτου | |
5 | ἕλκειν, τὸ δ’ ἐρ{ρ}ύεσθαι φυλάσσειν‘. | |
433 | ῥύγχος καὶ ὄψις διαφέρει. ῥύγχος μὲν γὰρ ἐπὶ τῶν τετραπόδων ἢ πτηνῶν, ὄψις δὲ καὶ πρόσωπον ἐπὶ τῶν ἀνθρώπων. | |
434-459n | Σ | |
434 | σταθῆναι καὶ στῆναι διαφέρει. σταθῆναι μὲν γάρ ἐστι τὸ ὑφ’ ἑτέρου, στῆναι δὲ τὸ κατ’ ἰδίαν ὁρμὴν καὶ προ‐ αίρεσιν, οἷον ἐστάθη ὁ ἀνδριὰς ὑφ’ ἑτέρου· ἐστάθη ὁ †νόσος†, | |
ἔστη δ’ ὁ ἄνθρωπος δι’ αὑτοῦ. | 111 | |
435 | στάχυς βραχέως τὸ ἑνικόν, ἐκτεταμένως τὸ πληθυν‐ τικόν. | |
436 | σταφυλὴν ὀξυτον†ητέον† ὡς ἁλυκὴν καὶ σταφύλην βαρυτόνως ὡς Μελίτην διαφέρειν φησὶ Πτολεμαῖος ὁ Ἀσκα‐ λωνίτης (p. 42 Baege) ἐν δευτέρᾳ Περὶ τῶν ἐν Ὀδυσσείᾳ προσῳδιῶν. τὸ μὲν γὰρ βαρυτονούμενον, φησίν, ὄνομα ἐπὶ | |
5 | τῆς καθιεμένης μολίβδου παρὰ τοῖς ἀρχιτέκτοσι τίθεται, τὸ δ’ ὀξυτονούμενον ἐπὶ τῆς ὀπώρας. ὁ αὐτὸς πάλιν ἐν δευτέρᾳ Τῶν ἐν Ἰλιάδι προσῳδιῶν κατὰ λέξιν φησὶν οὕτως· ‘σταφύλῃ ἐπὶ νῶτον †ἔχουσᆑ (Β 765), σταφύλη βαρυτονητέον ὡς Νιόβη· οὐ γάρ ἐστιν ὅμοιον τῷ | |
10 | συκῆ. τοῦτο γὰρ διαιρεῖται—συκέη—, ἐκεῖνο δ’ οὐ διαιρεῖ‐ | |
ται.‘ Ἡρακλείδης δ’ ὁ ἡμέτερός φησιν (fr. 6 Cohn), ‘ἡμαρτῆ‐ σθαι δοκεῖ παρὰ τοῖς Ἕλλησιν ὀξυτονούμενον τοὔνομα. οὐδὲν γὰρ τῶν εἰς η ληγόντων θηλυκῶν ὀνομάτων †μετέχον† | 112 | |
15 | γένους τοῦ οὐδετέρου, παρατελευτῶντος τοῦ υ, ὀξυτονεῖται· ἀλλὰ πάντα τὰ ὑπὲρ δύο συλλαβὰς βαρυτονεῖται κατὰ τὸ υ, μὴ ὀξυτονούμενα ἀλλὰ βαρυτονούμενον τὸ στοιχεῖον ἔχοντα, οἷον κορδύλη, Δαμύλη, Φ⸤αι⸥σύλη—δοκεῖ δ’ αὕτη μία τῶν τιθηνησαμένων τὸν Διόνυσον ἃς ὁ Λυκοῦργος | |
20 | ‘σεῦε κατ’ ἠγάθεον Νυσήϊον‘ (Ζ 133) —†ἐδύλη†· ὅθεν καὶ τὸ σταφύλη βαρυτονητέον. οἱ ὀξυτονοῦν‐ τές φασιν ὅτι ἀπὸ βαρυτόνων ἀρσενικῶν εἰς ος ληγόντων τὰ εἰς η λήγοντα θηλυκὰ ὀξυτονεῖται, ἢ, ἐὰν τὰ ἀρσενικὰ ὀξυτονῆται, τὰ θηλυκὰ βαρυτονηθήσεται. οἷον πόθος ποθή, | |
25 | νόμος νομή, ὦνος ὠνή, τῖμος τιμή, φόνος φονή· ‘ἐν ἀργαλέῃσι φονῇσι‘ (Κ 521). καὶ τοὔμπαλιν Δαναός Δανάη. ‘ἐπεὶ οὖν‘, φησί, ‘καὶ ἐπὶ τού‐ του τὸ ἀρσενικόν ἐστι Στάφυλος—οὕτως γὰρ ἐλέγετο ὁ υἱὸς Διονύσου—τὸ θηλυκὸν σταφυλὴ ὀξυτονηθήσεται. πρὸς οὓς | |
30 | ῥητέον· ἰδοῦ κόγχος κόγχη, καὶ οὐκ ὀξυτονεῖται, φίλος φίλη, μόνος μόνη, μύλος μύλη· καὶ ἐπὶ τῶν ὀξυτόνων· καλός καλή, σοφός σοφή, μυρία ἄλλα, καὶ τὰ θηλυκὰ οὐ βαρύνεται, ἀλλ’ | |
ὁμοτονεῖ τοῖς μὲν βαρυτόνοις τὰ βαρύτονα, τοῖς δ’ ὀξυτόνοις τὰ ὀξύτονα· ὅθεν οὐ παράδοξον καὶ ἀπὸ τοῦ Στάφυλος βαρυ‐ | 113 | |
35 | τόνου ὀνόματος καὶ τὸ θηλυκὸν βαρυτονεῖν σταφύλην ὡς †ἐ†δύλην.‘ Τινὲς δὲ βοηθοῦντες τῇ συνηθείᾳ καὶ ὀξυτονεῖν βουλόμενοί φασιν, ὅτι ὅσα τοῦ αὐτοῦ ἀπαραλλάκτως ἔχεται σημαινομένου ὁμοτονεῖ, ὅσα δὲ διαλλάσσει τ⸤ῷ⸥ σημαινομέν⸤ῳ⸥ οὐκέτι. | |
40 | ὁ μὲν οὖν φίλος καὶ φίλη, καὶ ξένος καὶ ξένη καὶ τὰ προκεί‐ μενα ἀπαράλλακτά ἐστιν, διὸ ὁμοτονεῖ· τὰ δὲ διαφέροντα οὐκέτι, καθάπερ γὰρ χόλος χολή, καὶ τρόπος τροπή, νόμος νομή, γόνος γονή, δόμος δομή, στρόφος στροφή, πόθος ποθή—περὶ τούτου οὖν ἐν ἄλλοις ἐντελῶς εἴρηται ὅτι δια‐ | |
45 | φέρει. εἰ οὖν ἐστι Στάφυλος ἀρσενικόν, διαφέρει δὲ τῷ σημαι‐ νομένῳ, ἡ σταφυλή—ὀπώρα δέ—ὄντως ὀξυτονεῖται. Πιθανὸς μὲν ὁ λόγος· τὸ μέντοι προκείμενον τοῦ Ἡρακλεί‐ δους παρατήρημα ἰσχυρὸν καθὰ παραγγέλλεται †ὀξυ†τονεῖν οὐ μόνον διὰ τὰ παρακολουθοῦντα ἰδιώματα τῷ ὀνόματι ἀλλ’ | |
436(50) | ὅτι καὶ ὑπὲρ δύο ἐστὶ συλλαβάς· τὰ γὰρ προκείμενα δισύλ‐ λαβα. ὥστε οὐδὲ τὴν ὀπώραν ὀξυτονεῖν ἡ ἀναλογία ἐπιτρέπει. ἀλλὰ καὶ ἡ Πτολεμαίου ἀθετεῖται παρατήρησις καθ’ ἣν δια‐ φέρειν φησὶ τοῖς τόνοις τοὔνομα καὶ τῷ σημαινομένῳ. | |
437 | σημεῖον καὶ τεκμήριον διαφέρει. Ἀντιφῶν ἐν τῇ Τέχνῃ (fr. 72 Blass = Artium script. B X fr. 8 Raderm.)· ‘τὰ παροι‐ | |
χόμενα σημείοις πιστ†εύε†σθαι, τὰ δὲ μέλλοντα τεκμηρίοισ‘. | 114 | |
438 | σισύρα καὶ †σίσυρμα† διαφέρει. σισύρα μὲν γὰρ τὸ ἐκ τῶν τετριχωμένων δερμάτων ἀναποίητον στέγαστρον, †σίσυρμα† δὲ τὸ ἐκ τῶν κροκυδίων ῥαπτόμενον ἀμπέχονον. | |
439 | σηκὸς δύο σημαίνει· θεῶν τε ναὸν καὶ προβάτων περιφράγματα. | |
440 | Σικελοὶ καὶ Σικελιῶται διαφέρουσιν. Σικελὸς μὲν γάρ ἐστιν ὁ ἐξ αὐτῆς τῆς Σικελίας ὤν, Σικελιώτης δὲ ὁ Σικε‐ λὸς μὲν μὴ ὤν, τὴν δὲ χώραν αὐτὴν οἰκῶν. | |
441 | σιωπὴ σιγῆς διαφέρει. σιωπὴ μὲν γάρ ἐστι κατά‐ σχεσις λόγου, σιγὴ δὲ στέξις λόγου. | |
442 | σκήπτεσθαι καὶ σκέπτεσθαι διαφέρει. σκήπτε‐ σθαι μὲν γάρ ἐστι τὸ προφασίζεσθαι, σκέπτεσθαι δὲ τὸ βου‐ λεύεσθαι. | |
443 | σκῶμμα γελοίου, εὐτραπέλου καὶ γεφυρισμοῦ διαφέρει. σκῶμμα μὲν γάρ ἐστι τὸ ἐπὶ διασυρμῷ τοῦ πέ‐ λας λεγόμενον οἱονεὶ σκέμμα· γελοῖον δὲ τὸ ἐπὶ διαχύσει τῶν ἀκροατῶν, χωρίς τινος ὕβρεως· εὐτράπελον τὸ μετὰ | 115 |
5 | σεμνότητος χαριέντως λεγόμενον—εἴρηται δὲ παρὰ τὸ εὖ τρέπεσθαι τὸν λόγον—· γεφυρι{α}σμὸς δὲ ἀπὸ τοῦ τοῖς Ἀθή‐ νησιν ἐπὶ τῶν γεφυρῶν ἐπιγράφειν ἤτοι ἔμμετρα ἢ καὶ δίχα μέτρων διασυρμούς τινων ⸤περιέχοντα⸥. | |
444 | σοφὸς καὶ συνετὸς διαφέρει, καθὸ ὁ σοφὸς καὶ συνετὸς πάντως, ὁ δὲ συνετὸς οὐ πάντως σοφός. | |
445 | σοῖο καὶ σεῖο παρὰ τοῖς ποιηταῖς κατὰ τοὺς ἀκριβῶς ἀναγινώσκοντας διαφέρει. σοῖο μὲν γάρ ἐστι σύναρθρος ἀντωνυμία οἷον (Ω 486)· ‘μνής†εο† πατρὸς σοῖο‘, | |
5 | σημαίνει γὰρ ‘μνῆσαι τοῦ σοῦ πατρόσ‘. ἡ δὲ σεῖο ἀσύναρθρος οἷον (Ω 686)· ‘σεῖο δέ κεν ζωοῦ καὶ τρὶς τόσα δοῖεν ἄποινα‘, ἀντὶ τοῦ ‘σοῦ ζῶντος καὶ τρὶς τοσαῦτα δοῖεν ἄποινα‘, οὐκέτι ‘τοῦ σοῦ ζῶντοσ‘. καὶ φυλάττεται ταῦτα ἄκρως παρ’ | |
10 | Ὁμήρῳ. | 116 |
446 | σπονδαὶ καὶ συνθῆκαι διαφέρουσιν. σπονδαὶ μὲν γὰρ ἃς ἐκ πολέμου συντίθενται πρὸς ἀλλήλους, †ἃς ἀναγρά‐ φονται† ἐφ’ οἷς διακρίνονται, οἷον συντιθέμενοι μὴ πολεμή‐ σειν μηδ’ ἀδικήσειν ἀλλήλους. συντίθενται δὲ εἰρήνην καὶ | |
5 | φιλίαν πρὸς ἀλλήλους, καὶ τὸ παρὰ ταύτας πραχθὲν ἀρχὴ γίνεται πολέμου. | |
447 | σπουδάζειν καὶ σπεύδειν διαφέρει. σπουδάζειν μὲν γάρ ἐστι τὸ ἐναντίον τοῦ παίζειν, σπεύδειν δὲ τὸ βοηθεῖν τινι καὶ συναίρεσθαι. | |
448 | στρατόπεδον καὶ στρατὸς διαφέρει. στρατόπεδον μὲν γὰρ ὁ τόπος ἐν ᾧ ἡ στρατεία, στρατὸς δὲ τὸ στρατιωτι‐ κὸν πλῆθος. | |
449 | στρατεία ἐκτεταμένως τὸ πρᾶγμα, στρατιὰ δὲ συνεσταλμένως τὸ τῶν στρατιωτῶν πλῆθος. ἐναλλάσσει δὲ πολλάκις ἐν τῇ χρήσει. | 117 |
450 | στρατὸς καὶ στράτευμα καὶ στρατόπεδον διαφέ‐ ρει. στρατὸς μὲν καὶ στράτευμα κυρίως τὸ πλῆθος λέγεται, στρατόπεδον δὲ ὁ τόπος ἐν ᾧ εἰσιν. | |
451 | συμμαχεῖν καὶ ἐπιμαχεῖν διαφέρει. συμμαχεῖν μὲν γὰρ λέγουσι τὸ σὺν ἑαυτοῖς, φησὶ Δίδυμος (p. 334 Schmidt), εἴτ’ αὐτοῖς ἐπίοιεν πολέμιοι ⸤εἴτε αὐτοὶ⸥ ἑτέροι⸤σ⸥ ἐπιστρατεύ‐ οιεν. ἐπιμαχεῖν δὲ ὅταν τοὺς ἐπιόντας ἀμύνωνται μόνον. δι‐ | |
5 | έσταλκε Θουκυδίδης ἐν τῇ πρώτῃ (1, 44, 1) λέγων Κερκυραίοις Ἀθηναίους συμμαχίαν μὲν οὐ ποιήσασθαι, ἐπιμαχίαν δέ. | |
452 | σύνεργος καὶ συνεργὸς διαφέρει. συνεργὸς μὲν γὰρ ὀξυτόνως ὁ περί τι ἔργον ἀνεπιτήδειον συμπονῶν, σύνεργος δὲ προπαροξυτόνως ὁ τὸ αὐτὸ μετιὼν οἷον σύντεχνος. | |
453 | σύγγραμμα καὶ σύνταγμα διαφέρει. σύγγραμμα μὲν γάρ ἐστιν ὁ δίχα μέτρου λόγος, ὁ προσαγορευόμενος πεζός· σύνταγμα δὲ πολεμικόν τι σύστημα, ἀφ’ οὗ καὶ | |
συνταγματάρχης ὁ τοῦ συστήματος αὐτοῦ ἄρχων. | 118 | |
454 | σύνθεσις συντάξεως διαφέρει. σύνθεσις μὲν γάρ ἐστιν ὁ λόγος ὁ ἔμμετρος, σύνταξις δὲ ὁ λόγος ὁ πεζός. | |
455 | συμβουλὴ παραινέσεως διαφέρει. συμβουλὴ μὲν γάρ ἐστιν εἰσήγησις ἀντιλογίαν ἐπιδεχομένη διὰ τὸ ἄδηλον τοῦ ἐκβησομένου· καὶ γὰρ ἐάν τις συμβουλεύσῃ πόλεμον, ἀμφίβολον εἰ συμφέρει· διὸ καὶ ἔχει τὸ ἐνιστάμενον. παραίνε‐ | |
5 | σις δέ ἐστι συμβουλὴ ἀντίρρησιν οὐκ ἐπιδεχομένη διὰ τὸ ἐξ αὐτῆς λεγόμενον πάντως ὁμολογεῖσθαι ἀγαθόν, ὡς εἴ τις παραινέσει σωφρονεῖν· ὅπερ ἐστὶν ὡμολογημένον ἀγαθόν. | |
456 | σφάξαι καὶ θῦσαι διαφέρει. θῦσαι μὲν γάρ ἐστι τὸ θυμιάσαι, σφάξαι δὲ τὸ ἱερουργῆσαί τι ζῷον. καὶ Ὅμηρος τὴν διαφορὰν τετήρηκεν οὕτως, ἐπὶ μὲν τοῦ θῦσαι εἰπών (Ι 219 sq.)· ‘θεοῖσι δὲ θῦσαι ἀνώγει | |
5 | Πάτροκλον ὃν ἑταῖρον· ὁ δ’ ἐν πυρὶ βάλλε θυηλάσ‘, ἐπὶ δὲ τοῦ σφάξαι (Α 459 Β 422)· | |
‘αὖ ἔρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν‘. | 119 | |
457 | στύραξ θηλυκῶς μὲν θυμίαμα, ἀρσενικῶς δὲ τὸ ξύλον τοῦ ἀκοντίου. | |
458 | σχισταὶ τὰ ὑποδήματα. Εὔπολις Φίλοις (II p. 532 M. = fr. 266 K.)· ‘οὐ δεινὰ ταῦτα δὲ Ἀργείας φέρειν σχιστὰς ἐνεργεῖν‘. | |
5 | σχιστὸς δὲ ἀρσενικῶς χιτὼν γυναικεῖος. Ἀπολλόδωρος Συν‐ εφήβοις (IV p. 453 M. = fr. 12 K.)· ‘σχιστὸν χιτωνίσκον τινὰ ἐνδέδυκασ‘. | |
459 | σχολῇ τὸ ἠρέμα, καθό φαμεν ‘σχολῇ βαδίζων‘, καὶ τὸ 〈οὐκ〉 ἐν καιρῷ, παρ’ ὃ λέγεται ‘οὐκ ἦγον σχολήν‘. καὶ διατριβὴ καὶ οἱ μαθηταί, διό φαμεν ‘λαμπρὰ σχολή‘. | |
460-481n | Τ | |
460 | τάλαν διὰ τοῦ ν τὸ ἐπίρρημα, διὰ δὲ τοῦ ς ὁ ταλαί‐ πωρος. | |
461 | τάπητες καὶ ἀμφιτάπητες διαφέρουσι. τάπητες μὲν γάρ εἰσιν οἱ ἐκ τοῦ ἑτέρου μέρους μαλλὸν ἔχοντες, ἀμφιτά‐ | |
πητες δὲ οἱ ἐξ ἀμφοτέρων. | 120 | |
462 | ταυρόκτονος ὁ ὑπὸ ταύρου ἀναιρεθείς, ταυροκτό‐ νος δὲ παροξυτόνως ὁ ταῦρον ἀποκτείνας. | |
463 | τέχνη ἐπιτηδεύματος διαφέρει. τέχνη μὲν γάρ ἐστιν ἡ ἄνευ λόγου μὴ δυναμένη εἶναι, οἷον γραμματική, ῥητορική· ἐπιτήδευμα δὲ τὸ λόγου χηρεῦον, οἷον χαλκευτική, τεκτονική. | |
464 | τεχνίτης καὶ βάναυσος διαφέρει. τεχνίτης μὲν γάρ ἐστιν ὁ λογικῆς τινος τέχνης ἔμπειρος καθεστώς, βάναυσος δὲ ὁ διὰ ἀλόγου τινὸς ἐπιτηδεύματος. | |
465 | τέτραχμον καὶ τετράδραχμον διαφέρει. τέτραχμον μὲν γάρ ἐστι τὸ νόμισμα, τετράδραχμον δὲ τὸ τεσσάρων δραχ‐ μῶν. | |
466 | τέρας σημείου διαφέρει. τὸ μὲν γὰρ τέρας παρὰ φύσιν γίνεται, τὸ δὲ σημεῖον παρὰ συνήθειαν. | |
467 | τεχνάσματα καὶ τεχνήματα διαφέρουσι. τεχνά‐ σματα μὲν γὰρ τὰ κακουργήματα, τεχνήματα δὲ αἱ τέχναι. | |
468 | τείχη καὶ τειχία διαφέρει. τείχη μὲν γάρ ἐστι τὰ | |
τῶν πόλε{μί}ων, τειχία δὲ τὰ τῶν οἰκιῶν. | 121 | |
469 | τήθη καὶ τ⸤η⸥θὶς διαφέρει. τήθη μὲν γάρ ἐστιν ἡ τοῦ παιδὸς τροφός—ταύτας δ’ ἔνιοι μαίας καὶ μάμμας καλοῦσι—, τ†ι†θὶς δ’ ἐστὶν ἡ τοῦ πατρὸς ἢ τῆς μητρὸς ἀδελφή, ἣν ἔνιοι θείαν καλοῦσιν. | |
470 | τιτθὴ καὶ τροφὸς καὶ τιθηνὸς διαφέρει. τιτθὴ μὲν γάρ ἐστιν ἡ μαστὸν παρέχουσα, τροφὸς δὲ καὶ τιθηνὸς ἡ τὴν ἄλλην ἐπιμέλειαν ποιουμένη τοῦ παιδὸς καὶ μετὰ τὸν ἀπο‐ γαλακτισμόν. | |
471 | τιμωρεῖσθαι τοῦ τιμωρεῖν διαφέρει. τιμωρεῖσθαι μὲν γάρ ἐστι τὸ κολάζειν, τιμωρεῖν δὲ τὸ βοηθεῖν τοῖς ἀδικου‐ μένοις. | |
472 | τίθησι καὶ τίθενται διαφέρει. τίθησι μὲν γὰρ τὸν νόμον ὁ νομοθέτης, τίθενται δὲ τὸν νόμον οἱ δικάζοντες καὶ αἱρούμενοι. | 122 |
473 | τοὔνεκα καὶ οὕνεκα διαφέρει. τὸ μὲν γὰρ τοὔνεκά ἐστι τούτου ἕνεκα, τὸ δὲ οὕνεκα ἀντὶ τοῦ ὅτι. ἁμαρτάνει οὖν ὁ Καλλίμαχος ἐν Ἑκάλῃ (fr. 232 Pf.) κατὰ δύο τρόπους, λέγων ‘τοὔνεκεν Αἰγέος ἔσκεν‘, | |
5 | ὅτι τε—δέον εἰπεῖν οὕνεκα—τοὔνεκεν εἶπεν, καὶ ὅτι ἀντὶ τοῦ κα κεν εἶπεν †ἀνελίστως†. | |
474 | τιμωρεῖν καὶ τιμωρεῖσθαι διαφέρει. τιμωρεῖν μὲν γάρ ἐστι τὸ βοηθεῖν τινι καὶ συναίρεσθαι, τιμωρεῖσθαι δὲ τὸ κολάζειν. καὶ συντάσσουσι τὸ μὲν ἐνεργητικὸν δοτικῇ οἷον ‘τιμωρῶ τῷ φίλῳ‘, ἤγουν βοηθῶ· τὸ δὲ παθητικὸν αἰτιατικῇ | |
5 | οἷον ‘τιμωροῦμαι τὸν ἐχθρόν‘, ἀντὶ τοῦ κολάζω. | |
475 | τιθέναι νόμον καὶ τίθεσθαι διαφέρει. τίθησι μὲν γὰρ νόμον ὁ εἰσφέρων, τίθεται δὲ ὁ κυρῶν. | |
476 | τόμος καὶ τομὸς διαφέρει. τόμος μὲν γάρ ἐστιν ὁ τε‐ | |
μνόμενος χάρτης ἢ ἄλλο τι, τομὸς δὲ ὁ τέμνων σίδηρος. | 123 | |
477 | τρίετες βαρυτόνως καὶ τριετὲς ὀξυτόνως διαφέρει, φησὶ Πτολεμαῖος ὁ Ἀσκαλωνίτης (p. 61 Baege). ἐὰν μὲν γὰρ βαρυτονήσωμεν, ἔσται ἐπὶ χρόνου· διὸ καὶ ὁ ποιητής φησιν (β 106 ω 141)· | |
5 | ‘ὡς τρίετες μὲν ἔληθε δόλῳ‘. ἐὰν δὲ ὀξυτονήσωμεν ‘τριετὲσ‘ ὡς ‘εὐφυέσ‘, ἔσται ἐπὶ ἡλι‐ κίας οἷον ‘τριετὲς τὸ παιδίον‘· ὅθεν καὶ ‘ἑξετέ’ ἀδμήτην‘ (Ψ 266. 655). καὶ χρῆν ἀναγινώσκειν ὡς ἀξιοῖ ὁ Ἀσκαλωνίτης. | |
478 | τροχοὶ ὀξυτόνως καὶ τρόχοι βαρυτόνως διαφέρουσι παρὰ τοῖς Ἀττικοῖς, φησὶ Τρύφων (fr. 11 Vels.) ἐν δευτέρᾳ Περὶ Ἀττικῆς προσῳδίας. τοὺς μὲν γὰρ περιφερεῖς τροχοὺς ὁμοίως ἡμῖν προφέρονται ὀξυτονοῦντες· τρόχους δὲ βαρυ‐ | |
5 | τόνως λέγουσι τοὺς δρόμους. ἀναγινώσκομεν γάρ, ὥς φησιν, ἐν μὲν Ἀλόπῃ Εὐριπίδου (fr. 105 N.2)· ‘ὁρῶ μὲν ἀνδρ⸤ῶ⸥ν τόνδε γυμνάδα στόλον στίχοντα θεωρὸν ἐκ τρόχων πεπαυμένον‘, ἐν δὲ Μηδείᾳ (46) | |
10 | ‘ἀλλ’ οἵδε παῖδες ἐκ τρόχων πεπαυμένοι‘. ἀναλογικώτερον δὲ τὸ βαρύνειν. τὰ γὰρ εἰς χος δισύλλαβα —παρατελεύτου ὄντος τοῦ ο—βαρυτονεῖται· οἷον †λέχος† ὄχος βρόχος κόγχος κόλχος μόσχος, οὕτω τρόχος. καὶ ἔτι τὰ παρὰ ῥήματα εἰς ω βαρύτονα καὶ αὐτὰ βαρυτονεῖται ἰσοσυλ‐ | 124 |
15 | λαβοῦντα· οἷον πλέκω πλόκος, σπείρω σπόρος, λέγω λόγος, φέρω φόρος, οὕτω καὶ τρέχω τρόχος. | |
479 | τραγῳδοὶ καὶ κωμῳδοὶ καὶ τραγῳδοποιοὶ καὶ κωμῳδοποιοὶ διαφέρουσι. τραγῳδοὶ μὲν γὰρ καὶ κωμῳδοί εἰσιν οἱ ὑποκριταὶ τῆς κωμῳδίας καὶ τραγῳδίας, τραγῳδο‐ ποιοὶ δὲ καὶ κωμῳδοποιοὶ οἱ ποιηταὶ τῶν δραμάτων. | |
480 | τύραννον οἱ ἀρχαῖοι καὶ ἐπὶ βασιλέως ἔτασσον. Ἡρόδοτος (1, 6, 1) ἐπὶ Κροίσου ‘τυράννου δ’ ἐθνέων‘, καὶ προβὰς (1, 26, 1) ‘τελευτήσαντος δ’ Ἀ〈λ〉υ〈άτ〉τεω διεδέξατο τὴν βασιλείην‘. καὶ Ἀριστοφάνης (II p. 1098 M. = fr. 357 K.) | |
5 | ἐν Λημνίαις· ‘ἐνταῦθ’ ἐτυράννευεν Ὑψιπύλης πατὴρ Θόας, βραδύτερος τῶν ἐν ἀνθρώποις δραμεῖν‘. ἔσθ’ ὅτε καὶ τὸν τύραννον βασιλέα ἔλεγον, ὡς Εὔπολις ἐν Δήμοις (II p. 474 M. = fr. 123 K.) ἐπὶ τοῦ Πεισιστράτου. | |
481 | τήθη μέν ἐστιν ἡ μάμμη, ἐπιτήθη δὲ ἡ προμάμμη, | |
τ†ι†θὶς δὲ ἡ θεία, τιτθὴ δὲ ἡ τροφός. | 125 | |
482-488n | Υ | |
482 | ὕμνος ἐγκωμίου διαφέρει. ὁ μὲν γὰρ ὕμνος ἐστὶ θεῶν, τὸ δὲ ἐγκώμιον ἀνθρώπων. | |
483 | ὕπαρ ὀνείρατος διαφέρει. ὕπαρ μὲν γάρ ἐστιν ἡ ἐναργὴς ὄψις, ὄνειρον δὲ ἡ ἐν τῷ καθεύδειν φαντασία. | |
484 | ὑπαντῆσαι καὶ ἀπαντῆσαι διαφέρει. ὑπαντῆσαι μὲν γὰρ ἐπὶ ὁδοῦ λέγουσιν· ἀπαντῆσαι δὲ τὸ περιτυχεῖν δίκῃ, οἷον ‘ἀπήντησε κατὰ τὴν δίκην‘, ἀντὶ τοῦ περιέτυχεν. | |
485 | ὑπόσχεσις καὶ ἐπαγγελία διαφέρει. ὑπισχνεῖται μὲν γὰρ ὁ τὸ ἀξιωθὲν διδόναι μέλλων· ἐπαγγέλλεται δὲ ὁ δίχα παρακλήσεως παρέχειν βουλόμενος. | |
486 | ὑποψία ὑφοράσεως διαφέρει. ὑποψία μὲν γάρ ἐστι κακοῦ τις ὑπόνοια, ὑφόρασις δὲ δόξα ἐπὶ τὸ χεῖρον. | |
487 | ὑπάρξαι τό τε γενέσθαι καὶ τὸ κατάρξασθαι. | |
488 | ὑπάγειν καὶ πορεύεσθαι διαφέρει, ὅτι τὸ πορεύε‐ | |
σθαι μέν ἐστι τὸ βαδίζειν, ὑπάγειν δὲ τὸ ὑπὸ ζυγὸν ἄγειν βοῦς ἢ ἵππους ἤ τι τοιοῦτον. ὡς καὶ Ὅμηρος (Π 148) ‘ὕπαγε ζυγὸν ὠκέας ἵππουσ‘. | 126 | |
5 | οἱ δὲ βοηθοῦντες τῇ λέξει φασίν, ὅτι ὑπάγειν λέγομεν ἀντὶ τοῦ προάγειν ὥσπερ ὑφηγητὴν ἀντὶ τοῦ προηγητὴν καὶ ὑπο‐ γραμμὸν ἀντὶ τοῦ προγραμμόν· ὥς φησι καὶ Ἀριστοφάνης (II p. 1188 M. = fr. 652 K.)· ‘ἐγὼ δὲ ὑπ†αί†ρω τὸν ὅρκον‘ | |
10 | ἀντὶ τοῦ προ†αί†ρω. οὕτως οὖν καὶ ὑπάγειν λέγομεν ἀντὶ τοῦ προάγειν, τοῦτ’ ἔστιν εἰς τοὔμπροσθεν πορεύεσθαι. κέχρη‐ ται τῇ λέξει Εὔπολις ἐν Βάπταις (II p. 447 M. = fr. 79 K.)· ‘σὺ δ’ ὕπαγε εἰς τοὔμπροσθεν‘. | |
489-508n | Φ | |
489 | φακοὺς καὶ φακῆν διαφέρειν φασίν· φακοὶ οἱ ἔτι ὠμοί, οὐχ ἑνικῶς, φακῆ δὲ ἡ ἑψημένη. τετήρηται παρὰ τοῖς παλαιοῖς ἡ διαφορά. | |
490 | φαυλία καὶ φυλία διαφέρει. φαυλία μὲν γὰρ εἶδος ἐλαίας, φυλία δὲ ἡ σχῖνος. | |
491 | φάκελος σφακέλου διαφέρει. φάκελος μὲν γάρ ἐστι φορτίον ξύλων· Θουκυδίδης (cf. 2, 77, 3)· ‘φακέλους ὕλης †ἀργείας†‘. σφάκελος δὲ ὁ μετὰ φλεγμονῆς σπασμός. | 127 |
492 | φάσκ†α†λος φασκωλίου διαφέρει. φάσκ†α†λος μὲν γάρ ἐστιν ἱματιοφορί⸤σ⸥· φασκώλιον δέ ἐστι δερμάτιον. | |
493 | φαρμακεία γοητείας διαφέρει. φαρμακεία μὲν γάρ ἐστι κυρίως ἡ βλάβη ἡ διὰ δηλητηρίου τινὸς γινομένη φαρ‐ μάκου, γοητεία δὲ ἡ ὑπὸ ἐπικλήσεώς τε καὶ ἐπαοιδῆς. | |
494 | φαρμακεὺς ὁ φάρμακος· φαρμακὸς δὲ ὀξυτόνως ὁ ἐπὶ καθάρσει τῆς πόλεως ῥιπτόμενος. | |
495 | φάσμα μέν ἐστι τὸ ὅμοιον ἀληθείᾳ, φάντασμα δὲ τὸ ἑτερόμορφον, εἴδωλον δὲ τὸ ὅμοιον τῇ σκιᾷ, τέρας δὲ τὸ ἐναργὲς σῶμα ἑτερόμορφον, βρέτας δὲ τὸ ξόανον. | |
496 | φάγαινα μὲν λέγεται ἡ μετὰ τὰς νόσους πολυφαγία, φαγέδαινα δὲ φῦμα ἀνήκεστον. | |
497 | φεύγει καὶ ἀποφεύγει διαφέρει. φεύγει μὲν γὰρ δίκην ὁ κατηγορούμενος—καὶ γὰρ ὁ κατηγορῶν διώκει—, | |
ἀποφεύγει δὲ ὁ νικήσας καὶ ἀπολυθεὶς τῆς κατηγορίας. | 128 | |
498 | Φθῖοι καὶ Φθιῶται διαφέρουσι. Φθῖοι μὲν γὰρ οἱ ὑπὸ τῷ Πρωτεσιλάῳ· φησὶ γοῦν Ὅμηρος (Ν 693)· ‘πρὸ Φθίων †τε† Μέδων τε‘, οὗτοι δ’ οὐκ ἀπὸ πόλεως οὐδ’ ἀπὸ χώρας, ἀλλ’ ἀπὸ ἀνδρὸς | |
5 | Φθίου. Φθιῶται δὲ οἱ ὑπὸ τῷ Ἀχιλλεῖ, ἀπὸ πόλεως Θεσσα‐ λικῆς Φθίας καὶ χώρας ὁμωνύμου· ‘Φθίην δ’ ἐξικόμην ἐριβώλακα‘ (Ι 479). ἠγνόησεν οὖν Καλλίμαχος (fr. 184 Pf.) ἐπὶ πόλεως εἰπών· ‘οὐδ’ ἔτι τὴν Φθίων εἶχεν ἀνακτορίην‘. | |
499 | φιλεῖν καὶ κυνεῖν διαφέρει, ὅτι τὸ μὲν κυνεῖν τὸ τοῖς χείλεσιν ἀσπάζεσθαι, φιλεῖν δὲ τὸ ἀγαπᾶν καὶ ξενίζειν. | |
500 | φίλος καὶ ἑταῖρος διαφέρει. φίλοι μὲν γὰρ κοινῶς ἅπαντες οἱ τὰ τῆς φιλίας δίκαια πρὸς ἑαυτοὺς ἔχοντες· ἑταῖροι δὲ ἰδίως οἱ καὶ τῇ ἡλικίᾳ παραπλησίως ἔχοντες, οἱ καὶ ἐν τῇ συνηθείᾳ καὶ ἐν τῇ συνεργείᾳ πολὺν χρόνον γεγο‐ | |
5 | νότες. | |
501 | φόρος καὶ φορὸς διαφέρει. φόρος μὲν γὰρ λέγεται ὁ φέρων. οὕτως καὶ φόνος ἡ ἀναίρεσις, φονὸς δὲ ὁ τόπος | |
τῆς ἀναιρέσεως. καὶ φορὸς ὁ φερόμενος. | 129 | |
502 | φράσον καὶ φράσαι διαφέρει. φράσον μὲν γάρ ἐστι τὸ εἰπέ, φράσαι δὲ ἀντὶ τοῦ διανοήθητι· ‘σὺ δὲ φράσαι, εἴ με σαώσεισ‘ (Α 83). | |
503 | φριμάττεσθαι καὶ φρυάττεσθαι διαφέρει. φρι‐ μάττεσθαι μὲν γὰρ τὸν τράγον φαμέν—καὶ φριμαγμὸς ἡ τοῦ τράγου φωνὴ ὥσπερ πταρνυμένου—, φρυάττεσθαι δὲ τὸν ἵππον τὸν φυσῶντα καὶ γαυρούμενον. | |
504 | φρονεῖν καὶ καταφρονεῖν διαφέρει. φρονεῖν μὲν γάρ ἐστι τὸ λογίζεσθαί τι καὶ ἐνθυμεῖσθαι, καταφρονεῖν δὲ τὸ εὐτελίζειν καὶ ὑπερορᾶν. | |
505 | φερνὴ μὲν ἡ προίξ, φέρνιον δὲ τὸ ἁλιευτικὸν σπυρί‐ διον. | |
506 | φύλλον καὶ φῦλον διαφέρει. φύλλον μὲν γὰρ τὸ πέταλον δένδρου, φῦλον δὲ τὸ γένος. | |
507 | φωνεῖν καὶ ὠρύεσθαι διαφέρει. φωνεῖν μὲν γὰρ ἐπὶ ἀνθρώπων τάσσεται, ὠρύεσθαι δὲ ἐπὶ λύκων. παρατηρη‐ | |
τέον δὲ ἐπὶ τῶν λοιπῶν τὸ οἰκεῖον ἑκάστῳ, ὅτι βληχᾶσθαι μὲν γὰρ λέγεται ἐπὶ τῶν προβάτων, μηκᾶσθαι δὲ ἐπὶ τῶν | 130 | |
5 | αἰγῶν διὰ τοῦ η, μυκᾶσθαι δὲ ἐπὶ βοῶν διὰ τοῦ υ, βρω‐ μᾶσθαι ἐπὶ ὄνων, βρυχᾶσθαι δ’ ἐπὶ λεόντων, χρεμετί‐ ζειν δ’ ἐπὶ ἵππων, †ἀραρίζειν† δὲ ἐπὶ κυνῶν παρ’ Ἀθη‐ ναίοις ἀπὸ τῆς αρ φωνῆς, παρ’ ἡμῖν δ’ ὑλακτεῖν λέγεται. | |
508 | φωλεὸς καὶ κοίτη διαφέρει. φωλεὸς μὲν γὰρ ἐπὶ τῶν ἑρπετῶν τάσσεται, κοίτη δ’ ἐπὶ τῶν ἀνθρώπων. ὥστε ἐπὶ μὲν ἀνθρώπων ῥητέον τὸ κοιτάζειν, ἐπὶ δὲ τῶν ἑρπετῶν τὸ φωλεύειν· ἐπὶ δὲ τῶν ὀρνέων νοσσεύειν. ὁ γοῦν λέγων | |
5 | ‘νοσσιὰν τέκνων‘ (tragic. fr. ad. 189 N.2) ἀκυρολογεῖ· τέκνα μὲν γὰρ ἀνθρώπων, νεοσσοὶ δ’ ὀρνίθων, νεβροὶ δ’ ἐλάφων, σκύμνοι δὲ λεόντων, σκύλακες δὲ κυνῶν. | |
509-520n | Χ | |
509 | χάραξ θηλυκῶς μὲν ἐπὶ τῶν τῇ ἀμπέλῳ παραδεσμου‐ μένων· ἀρσενικῶς δὲ ἐπὶ τῶν ἐν τοῖς πολέμοις περιπηγνυμέ‐ νων, ἀφ’ ὧν λέγουσι ‘χαρακώσαντεσ‘ ἀντὶ τοῦ περιφράξαντες καὶ ‘χαρακώματα‘ τὰ περιφράγματα. | |
510 | χαρὰ καὶ εὐφροσύνη καὶ τέρψις καὶ εὐθυμία καὶ | |
ἡδονὴ καὶ ἀπόλαυσις διαφέρει. χαρὰ μὲν γάρ ἐστι πρόσ‐ φατος ψυχῆς ἔπαρσις καὶ διάχυσις, εὐφροσύνη δὲ πάθος χρό‐ νιον μετὰ σωφροσύνης γινόμενον, τέρψις δὲ οἱονεὶ τρέψις καὶ | 131 | |
5 | ψυχαγωγία ἀπὸ τοῦ ἀηδοῦς ἐπὶ τὸ κρεῖσσον, εὐθυμία δὲ βραχεῖα ψυχῆς χαρά, ἡδονὴ δὲ ἐκ ψυχῆς ἀρεστία, ἀπόλαυσις δὲ ἕξις κοινῶς ἐπὶ πάσης μεταλήψεως τασσομένη ἀγαθῆς τε καὶ φαύλης. | |
511 | χειμάζειν οὐ μόνον τὸ παραχειμάζειν ἀλλὰ καὶ τὸ ἐνοχλεῖν, ὡς Μένανδρος (fr. 184 Koerte2) ἐν Ἡνιόχῳ. | |
512 | χλαῖναν καὶ χλανίδα διαφέρειν φησὶ Τρύφων (fr. 106 Vels.) ἐν τῷ πέμπτῳ Περὶ Ἑλληνισμοῦ καὶ παρατίθεται Ξενοφῶντα. χλαίνας μὲν γάρ φησι λέγεσθαι ἐπὶ τῶν ἐγκοι‐ μήτρων καὶ παχέων, διὸ καὶ Ὅμηρον φάναι (ψ 179 sq.)· | |
5 | ‘ἐνθάδε τ’ ἐκθεῖσαι πυκινὸν λέχος ἐμβάλετ’ εὐνήν, δέμνια καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα‘. χλανίδας δὲ τὰς φορουμένας καὶ μαλακωτέρας. —ἀντιπίπτει τῷ παρατηρήματι (δ 115. 154) ‘χλαῖναν πορφυρέην ἄντ’ ὀφθαλμοῖσιν ἐπισχών.‘ | |
10 | μήποτε οὖν ἄμεινον λέγειν τὰς μὲν χλαίνας ἐπὶ τῶν ἐγκοι‐ μήτρων καὶ τῶν φορουμένων, χλανίδας δὲ ἐπὶ μόνων τῶν φορουμένων—οὐκέτι δ’ ἐπὶ τῶν ἐγκοιμήτρων. | 132 |
513 | χλαμὺς καὶ χλαῖνα διαφέρουσι, καθὼς διὰ πολλῶν ἀπέδειξε Δίδυμος (p. 180 Schmidt) ἐν Ὑπομνήματι δευτέ‐ ρ†ῳ† Ἰλιάδος. ἡ μὲν γὰρ χλαῖνα ἡρωϊκὸν φόρημα· χλαμὺς δὲ Μακεδονικόν, μετὰ ἑξακόσια ἔτη τῶν ἡρωϊκῶν ὀνομα‐ | |
5 | σθεῖσα· Σαπφώ (cf. fr. 54 L.—P.) †αὕτη γὰρ† μέμνηται τῆς χλαμύδος. διαφέρειν φησὶ καὶ τῷ σχήματι· ἡ μὲν γὰρ χλαῖνα τετράγωνον, φησίν, ἱμάτιον, ἡ δὲ χλαμὺς εἰς τέλειον περὶ τὰ κάτω συνῆκται. καὶ τοὺς χρησαμένους πολὺ ἀπ’ ἀλλήλων διεστάναι. προσάγεται Ἀριστοτέλην (fr. 500 Rose), Φύλαρ‐ | |
10 | χον (FGHist 81 F 62), Πολέμωνα (fr. 99 Preller), ὅτι παρα‐ πολὺ διαφέρουσι. | |
514 | χιτώνιον καὶ χιτωνίσκος διαφέρει. χιτωνίσκος μὲν γὰρ ὁ τοῦ ἀνδρὸς καὶ χιτών· χιτώνιον δὲ τὸ τῆς γυναικὸς | |
ἔνδυμα⸤, ἔστι δὲ τοῦτο λεπτόν⸥. | 133 | |
515 | Χόας συνεσταλμένως τὴν ἑορτήν, ⸤καὶ παροξυτόνωσ⸥· Ἀριστοφάνης Ἀχαρνεῦσιν (1000)· ‘ἀκούετε λεώς, κατὰ τὰ πάτρια τοὺς †χόας†‘. χοᾶς δὲ περισπωμένως ἐπὶ τῶν μέτρων τοῦ οἴνου, ⸤καὶ ἐν | |
5 | ἐκτάσει⸥. | |
516 | χορήγιον καὶ χορ{ηγ}ὸς διαφέρει. χορήγιον μὲν τὸ διδασκαλεῖον—καὶ χορηγὸς ὁ διδάσκαλος—, χορὸς δὲ τὸ σύστημα τῶν παίδων καὶ τῶν ᾀδόντων. | |
517 | χολάδες καὶ χόλικες διαφέρει. χολάδες μὲν γὰρ τὰ ἔντερα· ‘χύντο χαμαὶ χολάδεσ‘ (Δ 526 Φ 181). χόλικες δ’ αἱ τῶν βοῶν κοιλίαι· Ἀριστοφάνης Βαβυλωνίοις | |
5 | (R p. 982 M. = fr. 82 K.)· ‘ἢ βοι{α}δαρίων τις ἀπέκτεινε ζεῦγος, χολίκων ἐπι‐ θυμῶν‘. | |
518 | χρήστας καὶ τοὺς δανειστὰς λεκτέον καὶ τοὺς χρεω‐ φειλέτας. | |
519 | χρηστήριον ὁ τόπος καὶ ὁ χρησμὸς καὶ τὸ ἱερόν. | |
520 | χύτραι καὶ χυτρεῖα διαφέρει. χύτραι μὲν γὰρ καὶ αὐτὰ τὰ σκεύη καὶ τὰ χυτροπωλεῖα, χυτρεῖα δὲ τὰ τῶν χυτρῶν | |
ὄστρακα. | 134 | |
521-522n | Ψ | |
521 | ψάλιον καὶ ψέλιον διαφέρει. ψάλιον μὲν τὸ τοῦ ἵππου, ψέλιον δὲ τὸ ἄκροις βραχίοσι περιτιθέμενον κόσμιον. οἱ Δωριεῖς ψίλιον καλοῦσι τὸ ἄκρον, ὅθεν καὶ ἡμεῖς τὴν ἐπ’ ἄκρων χειλέων λεγομένην προσῳδίαν ‘ψιλὴν‘ ἐκαλέσαμεν, | |
5 | ὥς φησι Τρύφων (fr. 108 Vels.). | |
522 | ψάμαθος καὶ ἄμαθος διαφέρει. ψάμαθον μὲν γὰρ εἶναι τὴν παραθαλασσίαν ἄμμον· ‘ἐπὶ ψαμάθοις ἁλίῃσιν‘ (γ 38)· ἄμαθον δὲ τὴν κόνιν· | |
5 | ‘τύχε γὰρ ἀμάθοιο βαθείησ‘ (Ε 587). | |
523-525n | Ω | |
523 | ὥρα δασέως τοῦ ἔτους καὶ τῆς ἡμέρας, ψιλῶς δὲ ἡ φροντίς. | |
524 | ὠνήσασθαι καὶ ἀγοράσαι διαφέρει. ὠνήσασθαι μὲν γάρ ἐστι τὸ πρίασθαί τι τῶν πωλουμένων, ἀγοράσαι δὲ τὸ καὶ ἐν ἀγορᾷ διατρῖψαι. | 135 |
525 | ὠτειλὴ καὶ οὐλὴ διαφέρει. ὠτειλὴ μὲν γάρ ἐστι τὸ πρόσφατον τραῦμα, παρὰ τὸ οὐτᾶσθαι· οὐλὴ δὲ ἡ ὑγιασμένη σὰρξ ἐκ τραύματος παλαιοῦ, ὡς Ὅμηρος (τ 393 ψ 74)· | |
‘οὐλὴν τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι‘. | 136 |