TLG 0698 002 :: ALEXANDER :: Fragmenta et titulus

ALEXANDER Rhet.
(Ephesius: 1 B.C.)

Fragmenta et titulus

Source: Lloyd–Jones, H., Parsons, P. (eds.), Supplementum Hellenisticum. Berlin: De Gruyter, 1983: 10, 12–15.

frr. 20–21, 25–34, 36–38

Citation: Fragment — (line)

20

(t)

Φαινόμενα

21

ὑψοῦ δ’ ἄλλοθεν ἄλλος ὑπέρτερον ἔλλαχε κύκλον· ἀγχοτάτη μὲν δῖα Σεληναίη περὶ γαῖαν, δεύτερος αὖ Στίλβων χελυοξόου Ἑρμείαο, τῷ δ’ ἔπι Φωσφόρος ἐστὶ φαεινότατος Κυθερείης,
5τέτρατος αὐτὸς ὕπερθεν ἐπ’ Ἠέλιος φέρεθ’ ἵπποις, πέμπτος δ’ αὖ Πυρόεις φονίου Θρήϊκος Ἄρηος, ἕκτος δ’ αὖ Φαέθων Διὸς ἀγλαὸς ἵσταται ἀστήρ, ἕβδομος 〈αὖ〉 Φαίνων Κρόνου ἀγχόθι τέλλεται ἄστρον· πάντες δ’ ἑπτατόνοιο λύρης φθόγγοισι συνῳδὸν
10ἁρμονίην προχέουσι, διαστάσει ἄλλος ἐπ’ ἄλλῃ· γαῖα μὲν οὖν ὑπάτη τε βαρεῖά τε μεσσόθι ναίει· ἀπλανέων δὲ σφαῖρα συνημμένη ἔπλετο νήτη· μέσσην δ’ Ἠέλιος πλαγκτῶν θέσιν ἔσχεθεν ἄστρων· τοῦ δ’ ἀπὸ δὴ ψυχρὸς μὲν ἔχει διὰ τέσσαρα κύκλος·
15κείνου δ’ ἡμίτονον Φαίνων ἀνίησι χαλασθείς, τοῦ δὲ τόσον Φαέθων ὅσον ὄβριμος Ἄρεος ἀστήρ· Ἠέλιος δ’ ὑπὸ τοῖσι τόνον τερψίμβροτος ἴσχει, αἴγλης δ’ Ἠελίοιο τριημίτονον Κυθέρεια· ἡμίτονον δ’ ὑπὸ τῷ Στίλβων φέρεθ’ Ἑρμείαο,
20τόσσον δὲ χρωσθεῖσα φύσιν πολυκαμπέα Μήνη· κέντρου δ’ Ἠελίοιο θέσιν διὰ 〈πέντ’〉 ἔλαχε χθών· αὕτη πεντάζωνος ἀπ’ ἠέρος εἰς φλογόεν πῦρ ἁρμοσθεῖς’ ἀκτῖσι πυρὸς κρυερῇσί τε πάχναις οὐρανοῦ ἑξατόνου τόνον ἔσχεθε τὸν διὰ πασῶν.
25τοίην τοι σειρῆνα Διὸς πάϊς ἥρμοσεν Ἑρμῆς,
ἑπτάτονον κίθαριν, θεομήστορος εἰκόνα κόσμου·10

25-28

(t)

Εὐρώπη

25

Δυσραχίου τ’ Ἐπίδαμνος ἐπ’ ἀγχιάλου χθονὸς ἀκτῆς12

26

Ἐλίμειον

27

Ἑρκύνιον

28

Τυρακή

29-33(+34-7?)

(t)

Ἀσία

29

Δῶρός τ’ ἀγχίαλός τ’ Ἰόπη προύχουσα θαλάσσης

30

Μελίταια

31

Σάταλα13

32

εἰς Ὑρκανίδα λίμνην

33

μεσσοβαθὴς δ’ ἄρα νῆσος ἁλὸς κατὰ βένθος Ἐρυθρῆς Ὤγυρις, ἔνθα τε τύμβος ἁλὸς μεδέοντος Ἐρύθρα κέκληται

34

Βήλου δ’ αὖ Κίτιόν τε καὶ ἱμερόεσσα Λάπηθος14

36

νῆσος τετράπλευρος, ἁλιστέφανος Ταπροβάνη, θηρονόμος πέπληθεν ἐϋρρίνων ἐλεφάντων.

37

(t)

Ἀσία καὶ Λιβύη
1†οἱ δὲ κάτω Πελασγίδα Χαονίην†

38

χαλκείῳ δὲ λέβητι μέγαν διενήξατο πόντον15