TLG 0693 002 :: ALBINUS :: Introductio in Platonem ALBINUS Phil., vel Alcinous Scholia: Cf. ARETHAS Philol. et Scr. Eccl. (2130) Introductio in Platonem Citation: Section — (line) | ||
t | ΑΛΒΙΝΟΥ εἰσαγωγὴ εἰς τοὺς Πλάτωνος διαλόγους. | |
1 | Ὅτι τῷ μέλλοντι ἐντεύξεσθαι τοῖς Πλάτωνος διαλόγοις προσήκει πρότερον ἐπίστασθαι αὐτὸ τοῦτο, τί ποτέ ἐστιν ὁ διά‐ λογος. οὔτε γὰρ ἄνευ τέχνης τινὸς καὶ δυνάμεως γεγραμμένοι εἰσίν, οὔτε τεχνικῶς γνωρίσαι ῥᾴδιον τῷ γε θεωρίας ἀπείρως | |
5 | ἔχοντι. ἀρέσκει δὲ τῷ φιλοσόφῳ περὶ παντὸς οὑτινοσοῦν τὴν σκέψιν ποιούμενον τὴν οὐσίαν τοῦ πράγματος ἐξετάζειν, ἔπειτα τί τοῦτο δύναται καὶ τί μή, πρὸς ὅ τί τε χρήσιμον πέφυκε καὶ πρὸς ὃ μή. λέγει δὲ ὧδε· περὶ παντός, ὦ παῖ, μία ἀρχὴ τοῖς μέλλουσι καλῶς βουλεύεσθαι· εἰδέναι δεῖ περὶ οὗ ἂν ἡ βουλὴ | |
---|---|---|
10 | ᾖ, ἢ παρὰ τοῦτο ἁμαρτάνειν ἀνάγκη· τοὺς δὲ πολλοὺς λέλη‐ θεν, ὅτι οὐκ ἴσασι τὴν οὐσίαν ἑκάστου· ὡς οὖν [οὐκ] εἰδότες οὐ διομολογοῦνται ἐν ἀρχῇ τῆς σκέψεως, προελθόντες δὲ τὸ εἰκὸς ἀποδιδόασιν· οὔτε γὰρ ἑαυτοῖς οὔτ’ ἄλλοις ὁμολογοῦσιν. ἵνα οὖν μὴ τοῦτο πάθωμεν ἐντυγχάνοντες τοῖς Πλάτωνος δια‐ | |
15 | λόγοις, αὐτὸ τοῦτο, ὅπερ ἔφην, σκεψώμεθα, τί ποτ’ ἔστιν ὁ διάλογος. ἔστι τοίνυν οὐκ ἄλλο τι ἢ λόγος ἐξ ἐρωτήσεως καὶ ἀποκρίσεως συγκείμενος περί τινος τῶν πολιτικῶν καὶ φιλοσό‐ φων πραγμάτων, μετὰ τῆς πρεπούσης ἠθοποιΐας τῶν παραλαμ‐ βανομένων προσώπων καὶ τῆς κατὰ τὴν λέξιν κατασκευῆς. | |
2 | Λόγος μὲν οὖν λέγεται ὁ διάλογος καθάπερ ὁ ἄνθρω‐ πος ζῶον· ἐπεὶ δὲ ὁ λόγος ἐστὶν ὁ μὲν ἐνδιάθετος ὁ δὲ προ‐ φορικός, ἀκουσόμεθα τοῦ προφορικοῦ· καὶ ἐπεὶ τούτου ὁ μέν ἐστι κατὰ διέξοδον λεγόμενος, ὁ δὲ κατ’ ἐρώτησιν καὶ ἀπόκρι‐ | |
5 | σιν, ἴδιον τοῦ διαλόγου ἐρωτήσεις καὶ ἀποκρίσεις· ὅθεν ὁ λό‐ γος ἐξ ἐρωτήσεως εἶναι λέγεται. τὸ δὲ περί τινος τῶν φιλοσόφων καὶ πολιτικῶν πραγμάτων πρόσκειται, διότι οἰκείαν εἶναι δεῖ τὴν ὑποκειμένην ὕλην τῷ διαλόγῳ· αὕτη δέ ἐστιν ἡ πολιτικὴ | |
καὶ φιλόσοφος. ὡς γὰρ τῇ τραγῳδίᾳ καὶ ὅλως τῇ ποιήσει οἰκεία | 147 | |
10 | ὕλη ὑποβέβληται τῶν μύθων, οὕτως τῷ διαλόγῳ ἡ φιλόσοφος. τουτέστι τὰ πρὸς φιλοσοφίαν. τὸ δὲ μετὰ τῆς πρεπούσης ἠθο‐ ποιΐας τῶν παραλαμβανομένων προσώπων, *διότι* διαφόρων ἐν τοῖς λόγοις ὄντων τὸν βίον, τῶν μὲν φιλοσόφων, τῶν δὲ σοφι‐ στικῶν, τὰ οἰκεῖα ἤθη δεῖ ἑκάστῳ ἀνατιθέναι, τῷ μὲν φιλοσό‐ | |
15 | φῳ τὸ γενναῖον καὶ τὸ ἁπλοῦν καὶ τὸ φιλάληθες, τῷ δὲ σοφι‐ στικῷ τὸ ποικίλον καὶ τὸ παλίμβολον καὶ τὸ φιλόδοξον, τῷ δὲ ἰδιωτικῷ τὸ οἰκεῖον. ἐπὶ τούτοις φησὶ καὶ τῆς κατὰ τὴν λέξιν κατασκευῆς· καὶ μάλα εἰκότως· ὡς γὰρ τῇ τραγῳδίᾳ καὶ τῇ κωμῳδίᾳ τὸ οἰκεῖον μέτρον δεῖ παρεῖναι καὶ τῇ λεγομένῃ ἱστο‐ | |
20 | ρίᾳ τὸ πλάσμα, οὕτως καὶ τῷ διαλόγῳ τὴν οἰκείαν λέξιν καὶ σύνθεσιν, ἔχουσαν τὸ Ἀττικόν, τὸ εὔχαρι, τὸ ἀπέριττον, τὸ ἀνενδεές. εἰ δέ τις λεγόμενος λόγος μὴ καθάπερ εἶπον εἰδοποι‐ ούμενος, ἀλλ’ ἐνδεὴς ὢν τούτων λέγοιτο εἶναι διάλογος, οὐκ ὀρθῶς ἂν λέγοιτο. οὕτω τὸ παρὰ Θουκυδίδῃ λεγόμενον [τῶν | |
25 | δυνάμεων] εἰδοποιεῖν τὴν ἰδιότητα τῶν διαλόγων οὐ φήσομεν εἶναι διάλογον, ἀλλὰ μᾶλλον δύο δημηγορίας κατ’ ἐνθύμησιν ἀλλήλαις ἀντιγεγραμμένας. | |
3 | Ἐπεὶ οὖν ὅ τί ποτέ ἐστιν ὁ διάλογος τεθεωρήκαμεν, περὶ τῆς διαφορᾶς αὐτοῦ τοῦ κατὰ Πλάτωνα διαλόγου ἴδωμεν, τουτέστι περὶ τῶν χαρακτήρων, πόσοι τέ εἰσιν οἱ ἀνωτάτω καὶ πόσοι ἐκείνων ὑποδιαιρεθέντες εἰς τοὺς ἀτόμους ἐστήσαντο. | |
5 | περὶ μὲν οὖν χαρακτήρων ἐν τοῖς ἑξῆς τελεώτατα μετὰ ὑπο‐ γραφῆς εἰρήσεται, ἐνθάδε δὲ γνωστέον τοσοῦτον περὶ τῶν ἀνω‐ τάτω χαρακτήρων, ὅτι δύο ὄντων, ὑφηγητικοῦ καὶ ζητητικοῦ, ὁ μὲν ὑφηγητικὸς ἥρμοσται πρὸς διδασκαλίαν καὶ πρᾶξιν καὶ ἀπόδειξιν τοῦ ἀληθοῦς, ὁ δὲ ζητητικὸς πρὸς γυμνασίαν καὶ | |
10 | ἀγῶνα καὶ ἔλεγχον τοῦ ψεύδους· καὶ ὅτι ὁ μὲν ὑφηγητικὸς τῶν πραγμάτων στοχάζεται, ὁ δὲ ζητητικὸς τῶν προσώπων. τῶν μὲν οὖν Πλάτωνος διαλόγων ὑπάγονται τῷ μὲν φυσικῷ ὁ Τίμαιος, τῷ δὲ ἠθικῷ ἡ Ἀπολογία, τῷ δὲ λογικῷ Θεάγης, Κρατύλος, Λύσις, Σοφιστής, Λάχης, Πολιτικός, τῷ δὲ ἐλεγκτι‐ | |
15 | κῷ Παρμενίδης, Πρωταγόρας· τῷ δὲ πολιτικῷ Κρίτων, Πο‐ λιτεία, Φαίδων, Μίνως, Συμπόσιον, Νόμοι, Ἐπιστολαί, Ἐπινο‐ μίς, Μενέξενος, Κλειτοφῶν, Φίληβος· τῷ δὲ πειραστικῷ Εὐ‐ θύφρων, Μένων, Ἴων, Χαρμίδης· τῷ δὲ μαιευτικῷ Ἀλκιβιάδης, | |
τῷ δὲ ἀνατρεπτικῷ Ἱππίας, Εὐθύδημος, Γοργίας. | 148 | |
4 | Ἐπεὶ οὖν τεθεωρήκαμεν τὴν διαφορὰν αὐτῶν ὡς πέφυκε γίγνεσθαι καὶ τοὺς χαρακτῆρας, ἐπὶ τούτοις λέγωμεν, ἀπὸ ποίων διαλόγων δεῖ ἀρχομένους ἐντυγχάνειν τῷ Πλάτω‐ νος λόγῳ. διάφοροι γὰρ δόξαι γεγόνασιν· οἱ μὲν ἀπὸ τῶν Ἐπι‐ | |
5 | στολῶν ἄρχονται, οἱ δὲ ἀπὸ τοῦ Θεάγους· εἰσὶ δὲ οἱ κατὰ τε‐ τραλογίαν διελόντες αὐτοὺς καὶ τάττουσι πρώτην τετραλογίαν περιέχουσαν τὸν Εὐθύφρονα καὶ τὴν Ἀπολογίαν καὶ τὸν Κρί‐ τωνα καὶ τὸν Φαίδωνα· τὸν μὲν οὖν Εὐθύφρονα, ἐπεὶ καὶ ἐπαγ‐ γέλλεται τῷ Σωκράτει ἐν αὐτῷ ἡ δίκη, τὴν δὲ Ἀπολογίαν, | |
10 | ἐπειδὴ ἀναγκαῖον αὐτῷ ἀπολογήσασθαι, ἐπὶ τούτοις τὸν Κρίτωνα διὰ τὴν ἐν τῷ δεσμωτηρίῳ διατριβήν, ἔπειτα τὸν Φαίδωνα, ἐπεὶ ἐν αὐτῷ τέλος τοῦ βίου λαμβάνει ὁ Σωκράτης. ταύτης τῆς δόξης εἰσὶ Δερκυλλίδης καὶ Θράσυλλος, δοκοῦσι δέ μοι προσώποις καὶ βίων περιστάσεσιν ἠθεληκέναι τάξιν ἐπιθεῖναι· | |
15 | ὅ ἐστι μὲν ἴσως χρήσιμον πρὸς ἄλλο τι, οὐ μὴν πρὸς ὃ ἡμεῖς νῦν βουλόμεθα, βουλόμεθα δὲ ἀρχὴν καὶ διάταξιν διδασκαλίας τῆς κατὰ σοφίαν εὑρεῖν. φαμὲν οὖν Πλάτωνος λόγου μὴ εἶ‐ ναι μίαν καὶ ὡρισμένην ἀρχήν· ἐοικέναι γὰρ αὐτὸν τέλειον ὄντα τελείῳ σχήματι κύκλου· ὥσπερ οὖν κύκλου μία καὶ ὡρι‐ | |
20 | σμένη οὐκ ἔστιν ἀρχή, οὕτως οὐδὲ τοῦ λόγου. | |
5 | Οὐ μὴν διὰ τοῦτο ὁπωσοῦν ὡς ἔτυχεν ἐντευξόμεθα αὐτῷ· οὐδὲ γὰρ εἰ δέοι κύκλον γράφειν, ἀφ’ οὑτινοσοῦν ση‐ μείου ἀρχόμενός τις γράφει τὸν κύκλον· ἀλλ’ ἀφ’ ἧς ἂν ἕκα‐ στος ἡμῶν σχέσεως ἔχῃ πρὸς τὸν λόγον ἀρχόμενος ἐντεύξεται | |
5 | τοῖς διαλόγοις. σχέσεις δὲ πλείους καὶ διάφοροί εἰσιν ἡμῶν πρὸς τὸν λόγον. ἡ μὲν γάρ ἐστι κατὰ φύσιν, οἷον εὐφυὴς ἀφυ‐ ής· ἡ δὲ κατὰ τὴν ἡλικίαν, οἷον ὥραν ἔχων τοῦ φιλοσοφεῖν ἢ παρηβηκώς· ἡ δὲ κατὰ προαίρεσιν, οἷον φιλοσοφίας ἢ ἱστο‐ ρίας ἕνεκα· ἡ δὲ κατὰ ἕξιν, οἷον προτετελεσμένος ἢ ἀμαθής· | |
10 | ἡ δὲ κατὰ τὴν ὕλην, οἷον ἐνασχολῶν φιλοσοφίᾳ ἢ περιελκόμε‐ νος ὑπὸ τῶν περιστάσεων. ὁ μὲν οὖν κατὰ φύσιν εὖ πεφυκώς, καὶ κατὰ τὴν ἡλικίαν ὥραν ἔχων τοῦ φιλοσοφεῖν, καὶ κατὰ τὴν προαίρεσιν ἕνεκα τοῦ ἀρετὴν ἀσκῆσαι προσιὼν τῷ λόγῳ, καὶ κατὰ τὴν ἕξιν προτετελεσμένος τοῖς μαθήμασι, καὶ ἀφει‐ | |
15 | μένος ἀπὸ τῶν πολιτικῶν περιστάσεων, ἄρξεται ἀπὸ τοῦ Ἀλκι‐ βιάδου πρὸς τὸ τραπῆναι καὶ ἐπιστραφῆναι καὶ γνῶναι οὗ δεῖ | |
τὴν ἐπιμέλειαν ποιεῖσθαι. *εἶθ’* ὥσπερ πρὸς παράδειγμα καλὸν ἰδεῖν, τίς ἐστιν ὁ φιλόσοφος καὶ τίς αὐτοῦ ἡ ἐπιτήδευσις καὶ ἐπὶ ποίᾳ ὑποθέσει ὁ παρ’ αὐτῷ λόγος προσάγεται, δεήσει τῷ | 149 | |
20 | Φαίδωνι ἑξῆς ἐντυγχάνειν· λέγει γὰρ ἐν τούτῳ, τίς ἐστι φιλό‐ σοφος, καὶ τίς ἐστιν ἥ γε ἐπιτήδευσις, καὶ ἐπὶ ὑποθέσει τοῦ ἀθάνατον εἶναι τὴν ψυχὴν δίεισι τὸν περὶ αὐτοῦ λόγον. μετὰ τοῦτο τῇ Πολιτείᾳ δέοι ς’ ἐντυγχάνειν· ἀρξάμενος γὰρ ἀπὸ τῆς πρώτης γενέσεως ὑπογράφει πᾶσαν τὴν παιδείαν, ᾗ χρώμενος | |
25 | ἀφίκοιτο ἄν τις ἐπὶ τὴν τῆς ἀρετῆς κτῆσιν. ἐπεὶ δὲ δεῖ καὶ ἐν γνώσει τῶν θείων γενέσθαι, ὡς δύνασθαι κτησάμενον τὴν ἀρε‐ τὴν ὁμοιωθῆναι αὐτοῖς, ἐντευξόμεθα τῷ Τιμαίῳ· αὐτῇ γὰρ τῇ περὶ τὴν φύσιν ἱστορίᾳ ἐντυγχάνοντες καὶ τῇ λεγομένῃ θεολο‐ γίᾳ καὶ τῇ τῶν ὅλων διατάξει ἀντοψόμεθα τὰ θεῖα ἐναργῶς. | |
6 | Ἔτι δέ τις καὶ ἐν κεφαλαίῳ δύναιτ’ ἂν κατιδεῖν τὴν προσήκουσαν τάξιν τῶν διαλόγων τῇ κατὰ Πλάτωνα διδασκα‐ λίᾳ τῷ τὰ Πλάτωνος αἱρουμένῳ. ἀναγκαίου γὰρ ὄντος θεατὰς γενέσθαι καὶ τῆς ἑαυτοῦ ψυχῆς καὶ τῶν θείων καὶ τῶν θεῶν | |
5 | αὐτῶν καὶ τοῦ καλλίστου νοῦ τυχεῖν, δεῖ πρῶτον μὲν ἐκκα‐ θᾶραι τὰς ψευδεῖς δόξας τῶν ὑπολήψεων· οὐδὲ γὰρ οἱ ἰατροὶ νενομίκασι, πρότερον τῆς προσφερομένης τροφῆς ἀπολαῦσαι τὸ σῶμα δύνασθαι, εἰ μὴ τὰ ἐμποδίζοντα ἐν τούτῳ τις ἐκβάλλει. μετὰ δὲ τὸ ἐκκαθᾶραι ἐπεγείρειν καὶ προκαλεῖσθαι δεῖ τὰς | |
10 | φυσικὰς ἐννοίας, καὶ ταύτας ἐκκαθαίρειν καὶ εὐκρινεῖς ἀπο‐ φαίνειν ὡς ἀρχάς. ἐπὶ τούτοις ὡς προκατεσκευασμένης τῆς ψυχῆς δεῖ αὐτῇ τὰ οἰκεῖα ἐμποιεῖν δόγματα, καθ’ ἃ τελειοῦται, ταῦτα δέ ἐστι φυσικὰ καὶ θεολογικὰ καὶ τὰ ἠθικὰ καὶ πολιτικά· ἵνα *δὲ* τὰ δόγματα μένῃ ἐν τῇ ψυχῇ ἀναπόδραστα, δεήσει αὐτὰ | |
15 | δεθῆναι τῷ τῆς αἰτίας λογισμῷ, ἵνα τις βεβαίως ἔχηται τοῦ προκειμένου σκοποῦ. ἐπὶ τούτοις δεῖ πεπορίσθαι τὸ ἀπαραλό‐ γιστον, ἵνα μὴ ὑπό τινος σοφιστοῦ παρενεχθέντες τρέψωμεν ἐπὶ τὰ χείρω τὴν ἑαυτῶν ἔξιν. ἵνα οὖν ἐκβάλλωμεν τὰς ψευδεῖς δόξας, δεήσει ἐντυγχάνειν Πλάτωνος τοῖς τοῦ πειραστικοῦ χα‐ | |
20 | ρακτῆρος διαλόγοις, ἔχουσι τὸ ἐλεγκτικὸν καὶ τὸ λεγόμενον καθαρτικόν· ἵνα δέ τις τὰς φυσικὰς ἐννοίας εἰς φῶς προκαλέ‐ σαιτο, τοῖς τοῦ μαιευτικοῦ χαρακτῆρος διαλόγοις δεήσει ἐντυγ‐ χάνειν· τοῦτο γάρ ἐστιν αὐτοῖς ἴδιον. ἵνα δέ τις τὰ οἰκεῖα δόγ‐ ματα παραλάβῃ, τοῖς τοῦ ὑφηγητικοῦ χαρακτῆρος διαλόγοις | |
25 | δεήσει ἐντυγχάνειν· τοῦτο γάρ ἐστιν αὐτῶν ἴδιον, εἴ γε ἐν τού‐ τοις ἐστὶ μὲν τὰ φυσικὰ δόγματα, ἐστὶ δὲ καὶ τὰ ἠθικὰ καὶ τὰ πολιτικὰ καὶ οἰκονομικά, ὧν τὰ μὲν ἐπὶ θεωρίαν καὶ τὸν θεω‐ ρητικὸν βίον ἔχει τὴν ἀναφοράν, τὰ δ’ ἐπὶ πρᾶξιν καὶ τὸν πρακτικὸν βίον, ἄμφω δὲ ταῦτα ἐπὶ τὸ ὁμοιωθῆναι θεῷ. ἵνα | 150 |
30 | δὲ τὰ δεθέντα ἄφυκτα ἡμῖν ὑπάρχῃ, τοῖς τοῦ λογικοῦ χαρα‐ κτῆρος διαλόγοις, ὄντος καὶ αὐτοῦ ζητητικοῦ, δεήσει ἐντυγχά‐ νειν· ἔχουσι γὰρ τάς τε διαιρετικὰς καὶ ὁριστικὰς μεθόδους καὶ πρός γε ἀναλυτικὰς καὶ συλλογιστικάς, δι’ ὧν τὰ μὲν ἀλη‐ θῆ ἀποδείκνυται, τὰ δὲ ψευδῆ ἐλέγχεται. πρὸς δὲ τούτοις ἐπεὶ | |
35 | καὶ δεῖ ἀπαραλογίστους ἀπὸ σοφιστῶν εἶναι, τοῖς τοῦ ἐπιδεικτι‐ κοῦ καὶ ἀνατρεπτικοῦ χαρακτῆρος διαλόγοις ἐντευξόμεθα· ἐν οἷς ἔστιν ἐκμαθεῖν, ὅπως τε δεῖ ἐπαΐειν τῶν σοφιστῶν καὶ ὅπως αὐτοῖς καὶ ὅντινα τρόπον προσφέρεσθαι κακουργοῦσι περὶ τοὺς | |
λόγους. | 151 |