TLG 0693 001 :: ALBINUS :: Epitome doctrinae Platonicae sive Διδασκαλικός ALBINUS Phil., vel Alcinous Scholia: Cf. ARETHAS Philol. et Scr. Eccl. (2130) Epitome doctrinae Platonicae sive Διδασκαλικός Source: Louis, P. (ed.), Albinos. Épitomé. Paris: Les Belles Lettres, 1945: 3–173. Citation: Chapter — section — (line) | ||
t1 | ΑΛΒΙΝΟΥ ΕΠΙΤΟΜΗ ΤΩΝ ΠΛΑΤΩΝΟΣ ΔΟΓΜΑΤΩΝ | |
1.1 | Τῶν κυριωτάτων Πλάτωνος δογμάτων τοιαύτη τις ἂν διδασκαλία γένοιτο. Φιλοσοφία ἐστὶν ὄρεξις σοφίας, ἢ λύσις καὶ περιαγωγὴ ψυχῆς ἀπὸ σώματος, ἐπὶ τὰ νοητὰ ἡμῶν τρεπο‐ μένων καὶ τὰ κατ’ ἀλήθειαν ὄντα σοφία δ’ ἐστὶν ἐπιστήμη θείων | |
5 | καὶ ἀνθρωπίνων πραγμάτων. | |
---|---|---|
5 | ||
1.2 | Φιλόσοφος δ’ ἐστὶν ὁ παρωνύμως ὠνομασμένος ἀπὸ τῆς φιλοσοφίας, ὡς ὁ μουσικὸς ἀπὸ τῆς μουσικῆς· πεφυκέναι δὲ τοῦτον χρὴ πρῶτον μὲν πρὸς τὰ μαθήματα, ὅσα δύναται προσοικειοῦν καὶ προσάγειν αὐτὸν τῇ γνώσει τῆς νοητῆς οὐσίας καὶ μὴ πλανωμένης | |
5 | τε καὶ ῥευστῆς ἔπειτα δὲ πρὸς τὴν ἀλήθειαν ἔχειν ἐρωτικῶς καὶ μηδαμῇ προσδέχεσθαι τὸ ψεῦδος, ἐπὶ τούτοις δὲ καὶ φύσει πως | |
σώφρονα εἶναι καὶ κατὰ τὸ παθητικὸν τῆς ψυχῆς φυσικῶς κατεσ‐ ταλμένον· ὁ γὰρ ἐφιέμενος μαθημάτων περὶ τὰ ὄντα καὶ ἐπὶ ταῦτα τρέπων ἑαυτοῦ τὴν ὄρεξιν οὐ θαυμάζοι ἂν τὰς ἡδονάς. | 3 | |
9 | ||
1.3 | Δεῖ δὲ καὶ ἐλευθέριον εἶναι τῇ γνώμῃ τὸν μέλλοντα φιλο‐ σοφεῖν· ἐναντιώτατον γὰρ μικρολογία ψυχῇ μελλούσῃ θεωρεῖν τὰ θεῖα καὶ ἀνθρώπινα. Καὶ πρὸς δικαιοσύνην δὲ πεφυκέναι χρὴ αὐτόν, εἴγε καὶ πρὸς ἀλήθειαν καὶ πρὸς ἐλευθερίαν καὶ πρὸς | |
5 | σωφροσύνην, προσεῖναι δὲ αὐτῷ καὶ εὐμάθειαν καὶ μνήμην· εἰδοποιεῖ γὰρ καὶ ταῦτα τὸν φιλόσοφον. | |
6 | ||
1.4 | Αὗται δὲ αἱ εὐφυΐαι παιδείας μὲν ὀρθῆς καὶ τροφῆς τῆς προσηκούσης τυχοῦσαι τέλεον ἀποφαίνουσι πρὸς ἀρετήν, ἀμελη‐ θεῖσαι δὲ μεγάλων κακῶν αἴτιαι γίνονται· ταύτας δὲ καὶ ὁμωνύμως ταῖς ἀρεταῖς εἴωθεν ὀνομάζειν ὁ Πλάτων, σωφροσύνῃ | |
5 | τε καὶ ἀνδρείᾳ καὶ δικαιοσύνῃ. | |
5 | ||
2.1 | Διττοῦ δ’ ὄντος τοῦ βίου, τοῦ μὲν θεωρητικοῦ τοῦ δὲ πρακτικοῦ, τοῦ μὲν θεωρητικοῦ τὸ κεφάλαιον ἐν τῇ γνώσει τῆς ἀληθείας κεῖται, τοῦ πρακτικοῦ δὲ ἐν τῷ πρᾶξαι τὰ ὑπαγορευό‐ μενα ἐκ τοῦ λόγου. Τίμιος μὲν δὴ ὁ θεωρητικὸς βίος, ἑπόμενος | |
5 | δὲ καὶ ἀναγκαῖος ὁ πρακτικός· ὅτι δὲ τοῦτο οὕτως ἔχει, ἐντεῦθεν | |
ἂν γένοιτο δῆλον. | 5 | |
2.2 | Ἔστι τοίνυν ἡ θεωρία ἐνέργεια τοῦ νοῦ νοοῦντος τὰ νοητά, ἡ δὲ πρᾶξις ψυχῆς λογικῆς ἐνέργεια διὰ σώματος γινομένη. Ἡ ψυχὴ δὴ θεωροῦσα μὲν τὸ θεῖον καὶ τὰς νοήσεις τοῦ θείου εὐπαθεῖν τε λέγεται, καὶ τοῦτο τὸ πάθημα αὐτῆς φρόνησις ὠνό‐ | |
5 | μασται, ὅπερ οὐχ ἕτερον εἴποι ἄν τις εἶναι τῆς πρὸς τὸ θεῖον ὁμοιώσεως· ὅθεν καὶ προηγούμενον καὶ τίμιον ἂν εἴη τὸ τοιοῦτον καὶ εὐκταιότατον καὶ οἰκειότατον ἀκώλυτόν τε καὶ ἐφ’ ἡμῖν κείμενον καὶ τοῦ προκειμένου τέλους ἡμῖν αἴτιον. Ἡ μέντοι πρᾶξις καὶ τὸ πρακτικὸν διὰ τοῦ σώματος περαινόμενα κωλυθῆναί | |
10 | τε δύναται καὶ πράττοιτο ἂν ἀπαιτούντων τῶν πραγμάτων, ἃ κατὰ τὸν θεωρητικὸν βίον ὁρᾶται, μελετῆσαι εἰς ἀνθρώπων ἤθη. | |
11 | ||
2.3 | Ἥξει γὰρ ὁ σπουδαῖος ἐπὶ τὰ κοινά, ὁπόταν εἰδῇ κακῶς διοικούμενα πρὸς τινῶν αὐτά, περιστατικὰ μὲν οὕτως ἡγούμενος τὸ στρατηγεῖν, τὸ δικάζειν, τὸ πρεσβεύειν, ἄριστα δ’ ἐν πράξει καὶ ὡς ἐν ταύτῃ προηγούμενα τὸ περὶ νομοθεσίας καὶ πολιτείας | |
5 | κατάστασιν καὶ παιδείαν νέων. Πρέπει δὴ ἐκ τῶν εἰρημένων τῷ φιλοσόφῳ μηδαμῶς τῆς θεωρίας ἀπολείπεσθαι, ἀλλ’ ἀεὶ ταύτην τρέφειν καὶ αὔξειν, ὡς ἑπόμενον δὲ καὶ ἐπὶ τὸν πρακτικὸν | |
χωρεῖν βίον. | 7 | |
3.1 | Ἡ δὲ τοῦ φιλοσόφου σπουδὴ κατὰ τὸν Πλάτωνα ἐν τρισὶν ἔοικεν εἶναι· ἔν τε τῇ θέᾳ τῇ τῶν ὄντων, καὶ ἐν τῇ πράξει τῶν καλῶν, καὶ ἐν αὐτῇ τῇ τοῦ λόγου θεωρίᾳ· καλεῖται δὲ ἡ μὲν τῶν ὄντων γνῶσις θεωρητική, ἡ δὲ περὶ τὰ πρακτέα | |
5 | πρακτική, ἡ δὲ περὶ τὸν λόγον διαλεκτική. | |
5 | ||
3.2 | Διαιρεῖται δὲ αὕτη εἴς τε τὸ διαιρετικὸν καὶ τὸ ὁριστικὸν καὶ τὸ ἐπαγωγικὸν καὶ τὸ συλλογιστικόν, τοῦτο δὲ εἰς τὸ ἀπο‐ δεικτικόν, ὅπερ ἐστὶ περὶ τὸν ἀναγκαῖον συλλογισμόν, καὶ εἰς τὸ ἐπιχειρηματικόν, ὃ θεωρεῖται περὶ τὸν ἔνδοξον συλλογισμόν, | |
5 | καὶ εἰς τρίτον τὸ ῥητορικόν, ὅπερ ἐστὶ περὶ τὸ ἐνθύμημα, ὃ καλεῖται ἀτελὴς συλλογισμός, καὶ προσέτι τὰ σοφίσματα· ὅπερ προηγούμενον μὲν οὐκ ἂν εἴη τῷ φιλοσόφῳ, ἀναγκαῖον δέ. | |
7 | ||
3.3 | Τῆς δὲ πρακτικῆς τὸ μὲν θεωρεῖται περὶ τὴν τῶν ἠθῶν ἐπιμέλειαν, τὸ δὲ περὶ τὴν τοῦ οἴκου προστασίαν, τὸ δὲ περὶ πόλιν καὶ τὴν ταύτης σωτηρίαν· τούτων τὸ μὲν πρῶτον ἠθικὸν | |
κέκληται, τὸ δὲ δεύτερον οἰκονομικόν, τὸ δὲ λοιπὸν πολιτικόν. | 9 | |
3.4 | Τοῦ δὲ θεωρητικοῦ τὸ μὲν περὶ τὰ ἀκίνητα καὶ τὰ πρῶτα αἴτια καὶ ὅσα θεῖα θεολογικὸν καλεῖται, τὸ δὲ περὶ τὴν τῶν ἄστρων φορὰν καὶ τὰς τούτων περιόδους καὶ ἀποκαταστάσεις καὶ τοῦδε τοῦ κόσμου τὴν σύστασιν φυσικόν, τὸ δὲ θεωρούμενον διὰ | |
5 | γεωμετρίας καὶ τῶν λοιπῶν μαθημάτων μαθηματικόν. | |
5 | ||
3.5 | Τῆς δὴ διαιρέσεως τοιαύτης οὔσης καὶ τοῦ μερισμοῦ τῶν τῆς φιλοσοφίας εἰδῶν, περὶ τῆς διαλεκτικῆς θεωρίας πρότερον ῥητέον τῆς ἀρεσκούσης τῷ Πλάτωνι, καὶ πρώτιστα περὶ κριτηρίου. | |
4 | ||
4.1 | Ἐπεὶ οὖν ἔστι τι τὸ κρῖνον, ἔστι δὲ καὶ τὸ κρινό‐ μενον, εἴη ἄν τι καὶ τὸ ἐκ τούτων ἀποτελούμενον, ὅπερ εἴποι ἄν τις κρίσιν. Κυρίως μὲν δὴ τὴν κρίσιν ὀνομάσαι ἄν τις κριτήριον, κοινότερον δὲ καὶ τὸ κρῖνον· τοῦτο δ’ ἐστὶ διττόν, τὸ μὲν ὑφ’ | |
5 | οὗ κρίνεται τὸ κρινόμενον, τὸ δὲ δι’ οὗ, ὧν τὸ μὲν εἴη ἂν ὁ ἐν ἡμῖν νοῦς, τὸ δὲ δι’ οὗ ὄργανον φυσικὸν κριτικὸν προηγουμένως μὲν τῶν ἀληθῶν, ἑπομένως δὲ καὶ τῶν ψευδῶν· τοῦτο δὲ οὐκ | |
ἄλλο τί ἐστιν ἢ λόγος φυσικός. | 11 | |
4.2 | Σαφέστερον δ’ ἐπιόντων κριτὴς μὲν ἂν λέγοιτο ὁ φιλόσοφος, ὑφ’ οὗ τὰ πράγματα κρίνεται, κριτὴς δὲ καὶ ὁ λόγος, δι’ οὗ τὸ ἀληθὲς κρίνεται, ὃ καὶ ὄργανον ἔφαμεν εἶναι. Διττὸς δ’ ἐστὶν ὁ λόγος· ὁ μὲν γάρ ἐστι παντελῶς ἄληπτός τε καὶ ἀτρεκής, ὁ δὲ | |
5 | κατὰ τὴν τῶν πραγμάτων γνῶσιν ἀδιάψευστος, τούτων δὲ ὁ μὲν πρότερος θεῷ δυνατός, ἀνθρώπῳ δὲ ἀδύνατος, ὁ δὲ δεύτερος καὶ ἀνθρώπῳ δυνατός. | |
7 | ||
4.3 | Διττὸς δὲ καὶ οὗτος, ὁ μὲν περὶ τὰ νοητά, ὁ δὲ περὶ τὰ αἰσθητά· ὧν ὁ μὲν περὶ τὰ νοητὰ ἐπιστήμη τέ ἐστι καὶ ἐπιστημονικὸς λόγος, ὁ δὲ περὶ τὰ αἰσθητὰ δοξαστικός τε καὶ δόξα. Ὅθεν ὁ μὲν ἐπιστημονικὸς τὸ βέβαιον ἔχει καὶ μόνιμον, | |
5 | ἅτε περὶ τῶν βεβαίων καὶ μονίμων ὑπάρχων. ὁ δὲ πιθανὸς καὶ δοξαστικὸς πολὺ τὸ εἰκὸς διὰ τὸ μὴ περὶ τὰ μόνιμα εἶναι. | |
6 | ||
4.4 | Ἐπιστήμης δὲ τῆς περὶ τὰ νοητὰ καὶ δόξης τῆς περὶ τὰ αἰσθητὰ ἀρχαὶ νόησίς τε καὶ αἴσθησις. Ἡ μὲν οὖν αἴσθησίς ἐστι πάθος ψυχῆς διὰ σώματος ἀπαγγελτικὸν προηγουμένως τῆς πεπονθυίας δυνάμεως· ὁπόταν δὲ ἐν τῇ ψυχῇ διὰ τῶν αἰσθητη‐ | |
5 | ρίων κατὰ τὴν αἴσθησιν τύπος ἐγγένηται, ὅπερ ἐστὶν αἴσθησις, ἔπειτα οὗτος μὴ διὰ χρόνου πλῆθος ἐξίτηλος γένηται, ἀλλ’ | |
ἔμμονος καὶ σωζόμενος, ἡ τούτου σωτηρία μνήμη καλεῖται. | 13 | |
4.5 | Δόξα δέ ἐστι συμπλοκὴ μνήμης καὶ αἰσθήσεως. Ὁπόταν γὰρ ἐντύχωμεν αἰσθητῷ τινι πρῶτον καὶ ἀπ’ αὐτοῦ αἴσθησις ἡμῖν γένηται καὶ ἀπὸ ταύτης μνήμη, ἔπειτα ἐντύχωμεν τῷ αὐτῷ πάλιν αἰσθητῷ, τὴν προϋποκειμένην μνήμην συντίθεμεν τῇ | |
5 | ἐκ δευτέρου γενομένῃ αἰσθήσει καὶ ἐν ἑαυτοῖς λέγομεν φέρε Σωκράτης, ἵππος, πῦρ, καὶ ὅσα τοιαῦτα· καὶ τοῦτο καλεῖται δόξα, συνθέντων ἡμῶν τὴν προϋποκειμένην μνήμην τῇ νεωστὶ γενομένῃ αἰσθήσει· καὶ ὅταν μὲν συμφωνήσῃ ταῦτα κατ’ ἄλληλα γενόμενα, ἀληθὴς γίνεται δόξα, ὅταν δὲ παραλλάξῃ, ψευδής. | |
10 | Ἂν γὰρ ἔχων τις μνήμην Σωκράτους ἐντυχὼν Πλάτωνι οἰηθῇ κατά τινα ὁμοιότητα Σωκράτει πάλιν ἐντυγχάνειν, ἔπειτα τὴν ἀπὸ Πλάτωνος αἴσθησιν ὡς ἀπὸ Σωκράτους λαβὼν συνθείη ᾗ ἔχει περὶ Σωκράτους μνήμῃ, ψευδὴς γίνεται ἡ δόξα· ἐν ᾧ δὲ γίνεται ἡ μνήμη καὶ ἡ αἴσθησις, τοῦτο κηρίνῳ ἐκμαγείῳ ὁ | |
15 | Πλάτων ἀπεικάζει. Ὅταν δὲ τὰ δοξασθέντα ἐξ αἰσθήσεως καὶ μνήμης ἀναπλάσασα ἡ ψυχὴ τῇ διανοίᾳ ἀποβλέπῃ εἰς ταῦτα ὥσπερ εἰς ἐκεῖνα, ἀφ’ ὧν ἐγένετο, ἀναζωγράφησιν τὸ τοιοῦτον ὁ Πλάτων καλεῖ, ἔσθ’ ὅτε δὲ καὶ φαντασίαν· τὴν δὲ διάνοιάν φησι τὸν αὐτῆς τῆς ψυχῆς πρὸς αὑτὴν διάλογον, λόγον δὲ τὸ | |
20 | ἀπ’ ἐκείνης ῥεῦμα διὰ τοῦ στόματος χωροῦν μετὰ φθόγγου. | 15 |
4.6 | Νόησις δ’ ἐστὶ νοῦ ἐνέργεια θεωροῦντος τὰ πρῶτα νοητά· αὕτη διττὴ ἔοικεν εἶναι, ἡ μὲν πρὸ τοῦ ἐν τῷδε τῷ σώματι γενέσθαι τὴν ψυχήν, θεωρούσης αὐτῆς τὰ νοητά, ἡ δὲ μετὰ τὸ ἐμβιβασθῆναι εἰς τόδε τὸ σῶμα· τούτων δὲ ἡ μὲν πρὸ τοῦ ἐν | |
5 | σώματι γενέσθαι τὴν ψυχὴν αὐτὸ τοῦτο νόησις ἐκαλεῖτο, γενο‐ μένης δὲ αὐτῆς ἐν σώματι ἡ τότε λεγομένη νόησις νῦν ἐλέχθη φυσικὴ ἔννοια, νόησίς τις οὖσα ἐναποκειμένη τῇ ψυχῇ. Ὅταν οὖν φῶμεν τὴν νόησιν ἀρχὴν εἶναι τοῦ ἐπιστημονικοῦ λόγου, οὐχὶ τὴν νῦν λεγομένην φαμέν, ἀλλὰ τὴν ὅτε χωρὶς τοῦ σώμα‐ | |
10 | τος ἦν ἡ ψυχή, ἥτις, ὡς ἔφαμεν, τότε μὲν νόησις ἐλέγετο, νῦν δὲ φυσικὴ ἔννοια, καλεῖται δὲ ὑπ’ αὐτοῦ ἡ φυσικὴ ἔννοια καὶ | |
ἐπιστήμη ἁπλῆ καὶ πτέρωμα ψυχῆς, ἐσθ’ ὅτε δὲ καὶ μνήμη. | 17 | |
4.7 | Ἐκ δὲ τούτων ἁπλῶν οὐσῶν ἐπιστημῶν ὁ φυσικὸς καὶ ἐπισ‐ τημονικὸς συνέστηκε λόγος, φύσει ἐνυπάρχων· οὐκοῦν ὄντος καὶ ἐπιστημονικοῦ λόγου καὶ δοξαστικοῦ, οὔσης δὲ καὶ νοήσεως καὶ αἰσθήσεως, ἔστι καὶ τὰ τούτοις ὑποπίπτοντα, οἷον τὰ νοητὰ καὶ | |
5 | αἰσθητά· καὶ ἐπεὶ τῶν νοητῶν τὰ μὲν πρῶτα ὑπάρχει, ὡς αἱ ἰδέαι, τὰ δὲ δεύτερα, ὡς τὰ εἴδη τὰ ἐπὶ τῇ ὕλῃ ἀχώριστα ὄντα τῆς ὕλης, καὶ νόησις ἔσται διττή, ἡ μὲν τῶν πρώτων, ἡ δὲ τῶν δευτέρων. Καὶ πάλιν ἐπεὶ τῶν αἰσθητῶν ἐστὶ τὰ μὲν πρῶτα, ὡς αἱ ποιότητες, οἷον χρῶμα, λευκότης, τὰ δὲ κατὰ συμβεβηκός, | |
10 | οἷον τὸ λευκόν, τὸ κεχρωσμένον, μετὰ δὲ ταῦτα τὸ ἄθροισμα, οἷον πῦρ, μέλι, οὕτω δὴ καὶ αἴσθησις ἡ μέν τις ἔσται τῶν πρώτων πρώτη λεγομένη, ἡ δὲ τῶν δευτέρων δευτέρα. Τὰ μὲν δὴ πρῶτα νοητὰ νόησις κρίνει οὐκ ἄνευ τοῦ ἐπιστημονικοῦ λόγου, περιλήψει τινὶ καὶ οὐ διεξόδῳ, τὰ δὲ δεύτερα ὁ ἐπιστημονικὸς | |
15 | λόγος οὐκ ἄνευ νοήσεως· τὰ δὲ πρῶτα αἰσθητὰ καὶ τὰ δεύτερα ἡ αἴσθησις κρίνει οὐκ ἄνευ τοῦ δοξαστικοῦ λόγου, τὸ δὲ ἄθροισμα | |
ὁ δοξαστικὸς λόγος οὐκ ἄνευ τῆς αἰσθήσεως. | 19 | |
4.8 | Τοῦ νοητοῦ δὲ κόσμου πρώτου ὄντος νοητοῦ, τοῦ δ’ αἰσ‐ θητοῦ ἀθροίσματος, τὸν μὲν νοητὸν κόσμον κρίνει νόησις μετὰ λόγου, τουτέστιν οὐκ ἄνευ λόγου, τὸν δὲ αἰσθητὸν ὁ δοξαστικὸς λόγος οὐκ ἄνευ αἰσθήσεως. Οὔσης δὲ θεωρίας καὶ | |
5 | πράξεως, ὁ ὀρθὸς λόγος οὐχ ὁμοίως κρίνει τὰ τῇ θεωρίᾳ ὑποπί‐ πτοντα καὶ τὰ πρακτά, ἀλλ’ ἐν μὲν τῇ θεωρίᾳ ἐπισκοπεῖ τὸ ἀληθὲς καὶ τὸ μὴ οὕτως ἔχον, ἐν δὲ τοῖς πρακτοῖς, τί τὸ οἰκεῖον καὶ τί τὸ ἀλλότριον καὶ τί τὸ πραττόμενον. Τῷ γὰρ ἔχειν ἔννοιαν φυσικὴν καλοῦ καὶ ἀγαθοῦ τῷ λόγῳ χρώμενοι καὶ ἀναφέροντες | |
10 | ἐπὶ τὰς φυσικὰς ἐννοίας ὡς ἐπὶ μέτρα τινὰ ὡρισμένα κρίνομεν, εἴτε οὕτως ἔχει τάδε τινά, εἴτε καὶ ἑτέρως. | |
11 | ||
5.1 | Τῆς διαλεκτικῆς δὲ στοιχειωδέστατον ἡγεῖται πρῶτον μὲν τὸ τὴν οὐσίαν ἐπιβλέπειν παντὸς ὁτουοῦν, ἔπειτα περὶ τῶν συμβεβηκότων· ἐπισκοπεῖ δὲ αὐτὸ μὲν ὅ | |
ἐστιν ἕκαστον ἢ ἄνωθεν διαιρετικῶς καὶ ὁριστικῶς ἢ κάτω‐ | 21 | |
5 | θεν ἀναλυτικῶς, τὰ δὲ συμβεβηκότα καὶ ὑπάρχοντα ταῖς οὐσίαις ἢ ἐκ τῶν περιεχομένων δι’ ἐπαγωγῆς ἢ ἐκ τῶν περιεχόντων διὰ συλλογισμοῦ· ὡς κατὰ λόγον εἶναι τῆς διαλεκτικῆς τὸ μὲν διαιρετικόν, τὸ δὲ ὁριστικόν, τὸ δὲ ἀναλυτικόν, καὶ προσέτι ἐπαγωγικόν τε καὶ συλλογιστικόν. | |
9 | ||
5.2 | Διαίρεσις μὲν τοίνυν ἐστὶν ἡ μὲν γένους εἰς εἴδη τομή, ἡ δὲ ὅλου εἰς μέρη· ὡς ἡνίκα τέμνομεν τὴν ψυχὴν εἴς τε τὸ λογικὸν καὶ εἰς τὸ παθητικόν, καὶ αὖ πάλιν τὸ παθητικὸν εἴς τε τὸ θυμικὸν καὶ τὸ ἐπιθυμητικόν· ἡ δὲ φωνῆς τομὴ εἰς σημαινό‐ | |
5 | μενα, ὡς ὅταν ἓν καὶ ταὐτὸν ὄνομα εἰς πλείω πράγματα ἕλκηται· ἡ δὲ συμβεβηκότων εἰς ὑποκείμενα, ὡς ὅταν φῶμεν τῶν ἀγαθῶν τὰ μὲν περὶ ψυχήν, τὰ δὲ περὶ σῶμα, τὰ δὲ ἐκτός· ἡ δὲ ὑπο‐ κειμένων εἰς συμβεβηκότα, ὡς ὅταν φῶμεν τῶν ἀνθρώπων τοὺς μὲν ἀγαθοὺς εἶναι, τοὺς δὲ κακούς, τοὺς δὲ μέσους. | |
9 | ||
5.3 | Τῇ τοίνυν τοῦ γένους πρῶτον εἰς εἴδη τομῇ χρῆσθαι δεῖ ὑπὲρ τοῦ διαγινώσκειν αὐτὸ ἕκαστον ὅ ἐστι κατὰ τὴν οὐσίαν· τοῦτο δὲ ἄνευ ὅρου οὐκ ἂν γένοιτο, ὁ δὲ ὅρος ἐκ διαιρέσεως γεννᾶται τοῦτον τὸν τρόπον· τοῦ μέλλοντος ὅρῳ ὑποπίπτειν | |
5 | πράγματος δεῖ τὸ γένος λαβεῖν, ὡς τοῦ ἀνθρώπου τὸ ζῷον, ἔπειτα τοῦτο τέμνειν κατὰ τὰς προσεχεῖς διαφορὰς κατιόντας μέχρι τῶν εἰδῶν, οἷον εἰς λογικὸν καὶ ἄλογον καὶ θνητὸν καὶ ἀθάνατον, ὥστε εἰ συντεθεῖεν αἱ προσεχεῖς διαφοραὶ τῷ γένει τῷ ἐξ αὐτῶν, ὅρον ἀνθρώπου γίνεσθαι. | 23 |
9 | ||
5.4 | Ἀναλύσεως δὲ εἴδη ἐστὶ τρία· ἡ μὲν γάρ ἐστιν ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ πρῶτα νοητὰ ἄνοδος, ἡ δὲ διὰ τῶν δεικνυμένων καὶ ὑποδεικνυμένων ἄνοδος ἐπὶ τὰς ἀναποδείκτους καὶ ἀμέσους προτάσεις, ἡ δὲ ἐξ ὑποθέσεως ἀνιοῦσα ἐπὶ τὰς | |
5 | ἀνυποθέτους ἀρχάς. | |
5 | ||
5.5 | Ἡ μὲν δὴ πρώτη τοιάδε τίς ἐστιν, οἷον ἂν ἀπὸ τοῦ περὶ τὰ σώματα καλοῦ μετίωμεν ἐπὶ τὸ ἐν ταῖς ψυχαῖς καλόν, ἀπὸ δὲ τούτου ἐπὶ τὸ ἐν τοῖς ἐπιτηδεύμασιν, εἶτα ἀπὸ τούτου ἐπὶ τὸ ἐν τοῖς νόμοις, εἶτ’ ἐπὶ τὸ πολὺ πέλαγος τοῦ | |
5 | καλοῦ, ἵνα οὕτω μετιόντες εὕρωμεν λοιπὸν τὸ αὐτὸ τοῦτο καλόν. Τὸ δὲ δεύτερον εἶδος τῆς ἀναλύσεως τοιοῦτόν τί ἐστιν· ὑποτί‐ θεσθαι δεῖ τὸ ζητούμενον, καὶ θεωρεῖν τίνα ἐστὶ πρότερα αὐτοῦ, καὶ ταῦτα ἀποδεικνύειν ἀπὸ τῶν ὑστέρων ἐπὶ τὰ πρότερα ἀνιόντα, ἕως ἂν ἔλθωμεν ἐπὶ τὸ πρῶτον καὶ ὁμολογούμενον, ἀπὸ τούτου | |
10 | δὲ ἀρξάμενοι ἐπὶ τὸ ζητούμενον κατελευσόμεθα συνθετικῷ τρόπῳ· οἷον ζητῶν εἰ ἀθάνατός ἐστιν ἡ ψυχή, ὑποθέμενος αὐτὸ τοῦτο, ζητῶ εἰ ἀεικίνητος, καὶ τοῦτο ἀποδείξας ζητῶ εἰ τὸ | |
ἀεικίνητον αὐτοκίνητον, καὶ πάλιν τοῦτο ἀποδείξας σκοπῶ εἰ τὸ αὐτοκίνητον ἀρχὴ κινήσεως· εἶτα εἰ ἡ ἀρχὴ ἀγένητος, ὅπερ | 25 | |
15 | τίθενται ὡς ὁμολογούμενον, τοῦ ἀγενήτου καὶ ἀφθάρτου ὄντος· ἀφ’ οὗ ἀρξάμενος ἐναργοῦς ὄντος συνθήσω τοιαύτην ἀπόδειξιν· εἰ ἡ ἀρχὴ ἀγένητον, καὶ ἄφθαρτον, ἀρχὴ κινήσεως, τὸ αὐτοκί‐ νητον, τὸ αὐτοκίνητον δὲ ψυχή, ἄφθαρτος ἄρα καὶ ἀγένητος καὶ ἀθάνατος ἡ ψυχή. | |
19 | ||
5.6 | Ἡ δὲ ἐξ ὑποθέσεως ἀνάλυσίς ἐστι τοιαύτη· ὁ ζητῶν τι ὑποτίθεται αὐτὸ ἐκεῖνο, εἶτα τῷ ὑποτεθέντι σκοπεῖ τί ἀκολουθεῖ, καὶ μετὰ τοῦτο εἰ δέοι λόγον ἀποδιδόναι τῆς ὑποθέσεως, ἄλλην ὑποθέμενος ὑπόθεσιν, ζητεῖ εἰ τὸ πρότερον ὑποτεθὲν πάλιν ἐστὶν | |
5 | ἀκόλουθον ἄλλῃ ὑποθέσει, καὶ τοῦτο μέχρις οὗ ἂν ἐπί τινα ἀρχὴν ἀνυπόθετον ἔλθῃ ποιεῖ. | |
6 | ||
5.7 | Ἐπαγωγὴ δ’ ἐστὶ πᾶσα ἡ διὰ λόγων μέθοδος ἡ ἀπὸ τοῦ ὁμοίου ἐπὶ τὸ ὅμοιον μετιοῦσα ἢ ἀπὸ τῶν καθέκαστα ἐπὶ τὰ καθόλου· χρησιμωτάτη δὲ ἡ ἐπαγωγὴ εἰς τὸ ἀνακινεῖν τὰς | |
φυσικὰς ἐννοίας. | 27 | |
6.1 | Τοῦ δὲ λόγου, ὃν καλοῦμεν πρότασιν, δύο ἐστὶν εἴδη, τὸ μὲν κατάφασις, τὸ δὲ ἀπόφασις. Κατάφασις μὲν τὸ τοιοῦτον· Σωκράτης περιπατεῖ· ἀπόφασις δὲ τὸ τοιοῦτον· Σωκράτης οὐ περιπατεῖ. Τῆς δὲ ἀποφάσεως καὶ καταφάσεως ἡ | |
5 | μέν ἐστι καθόλου, ἡ δὲ ἐπὶ μέρους, ἐπὶ μέρους μὲν καταφατικὴ ἡ τοιαύτη· τὶς ἡδονὴ ἀγαθόν· ἀποφατικὴ δὲ τοιαύτη· τὶς ἡδονὴ οὐκ ἀγαθόν· καθόλου δὲ καταφατικὴ μὲν ἡ τοιαύτη· πᾶν τὸ αἰσχρὸν κακόν· ἀποφατικὴ δὲ ἡ τοιαύτη· οὐδὲν τῶν αἰσχρῶν ἀγαθόν. | |
9 | ||
6.2 | Τῶν δὲ προτάσεων αἱ μὲν κατηγορικαί εἰσιν, αἱ δὲ ὑποθετικαί· κατηγορικαὶ μὲν αἱ ἁπλαῖ, οἷον· πᾶν δίκαιον καλόν· ὑποθετικαὶ δέ εἰσιν αἱ ἀκολουθίαν δηλοῦσαι ἢ μάχην. | |
3 | ||
6.3 | Χρῆται δὲ ὁ Πλάτων καὶ τῇ τῶν συλλογισμῶν πραγματείᾳ ἐλέγχων τε καὶ ἀποδεικνύων, ἐλέγχων μὲν διὰ ζητήσεως τὰ ψευδῆ, ἀποδεικνύων δὲ διά τινος διδασκαλίας τἀληθῆ. Ἔστι δὲ ὁ συλλογισμὸς λόγος, ἐν ᾧ τεθέντων τινῶν ἕτερόν τι τῶν | |
5 | κειμένων δι’ αὐτῶν τῶν τεθέντων ἐξ ἀνάγκης συμβαίνει· τῶν δὲ συλλογισμῶν οἱ μέν εἰσι κατηγορικοί, οἱ δὲ ὑποθετικοί, οἱ δὲ μικτοὶ ἐκ τούτων· κατηγορικοὶ μέν, ὧν καὶ τὰ λήμματα καὶ τὰ συμπεράσματα ἁπλαῖ προτάσεις ὑπάρχουσιν, ὑποθετικοὶ δὲ οἱ ἐξ | |
ὑποθετικῶν προτάσεων, μικτοὶ δὲ οἱ τὰ δύο συνειληφότες. | 29 | |
6.4 | Χρῆται δὲ ὁ ἀνὴρ τοῖς μὲν ἀποδεικτικοῖς ἐν τοῖς ὑφηγητικοῖς διαλόγοις, τοῖς δὲ ἐνδόξοις πρὸς τοὺς σοφιστάς τε καὶ νέους, τοῖς δὲ ἐριστικοῖς πρὸς τοὺς ἰδίως λεγομένους ἐριστικούς, οἷον Εὐθύδημον φέρε καὶ Ἱππίαν. | |
4 | ||
6.5 | Τῶν δὲ κατηγορικῶν σχημάτων ὄντων τριῶν, καὶ τοῦ μὲν πρώτου, ἐν ᾧ ὁ κοινὸς ὅρος τοῦ μὲν κατηγορεῖται, τῷ δὲ ὑπόκειται, τοῦ δὲ δευτέρου, ἐν ᾧ ὁ κοινὸς ὅρος ἀμφοτέρων κατηγορεῖται, τοῦ δὲ τρίτου, ἐν ᾧ ὁ κοινὸς ὅρος ἀμφοτέροις | |
5 | ὑπόκειται (ὅρους δέ φημι τὰ μέρη τῶν προτάσεων, οἷον ἐπὶ τῆς· ὁ ἄνθρωπος ζῷον, τὸν ἄνθρωπον ὅρον φαμὲν καὶ τὸ ζῷον), καὶ κατὰ τὸ πρῶτον σχῆμα ἐρωτᾷ λόγους πολλάκις ὁ Πλάτων καὶ κατὰ τὸ δεύτερον καὶ κατὰ τὸ τρίτον. Κατὰ μὲν τὸ πρῶτον οὕτως ἐν Ἀλκιβιάδῃ· τὰ δίκαια καλά, τὰ καλὰ ἀγαθά, τὰ | |
10 | δίκαια ἄρα ἀγαθά· κατὰ δὲ τὸ δεύτερον ὡς ἐν Παρμενίδῃ οὕτως· ὃ μὴ ἔχει μέρη, οὔτε εὐθύ ἐστιν οὔτε στρογγύλον, τὸ μετέχον σχήματος ἢ εὐθύ ἐστιν ἢ στρογγύλον, ὃ ἄρα μὴ ἔχει μέρη, οὔδε σχήματος μετέχει· κατὰ δὲ τὸ τρίτον οὕτως ἐν τῷ αὐτῷ βιβλίῳ· τὸ μετέχον σχήματος ποιόν ἐστι, τὸ μετέχον σχήματος | |
15 | πεπεράτωται, τὸ ἄρα ποιὸν πεπεράτωται. | 31 |
6.6 | Τοὺς δὲ ὑποθετικοὺς ἐν πολλοῖς βιβλίοις εὑρήσομεν ἐρω‐ τωμένους ὑπ’ αὐτοῦ, μάλιστα δ’ ἐν τῷ Παρμενίδῃ τοιούτους εὕροιμεν ἂν λόγους· εἰ μὴ ἔχει μέρη τὸ ἕν, οὔτε ἀρχὴν οὔτε μέσον οὔτε τελευτὴν ἔχει· εἰ μήτε ἀρχὴν μήτε μέσον μήτε | |
5 | τελευτὴν ἔχει, οὐδὲ πέρας ἔχει· εἰ μὴ ἔχει πέρας, οὐδὲ σχή‐ ματος μετέχει· εἰ ἄρα μὴ ἔχει μέρη τὸ ἕν, οὐδὲ σχήματος μετέχει. Κατὰ δὲ τὸ δεύτερον ὑποθετικὸν σχῆμα, ὃ οἱ πλεῖστοι τρίτον φασί, καθ’ ὃ ὁ κοινὸς ὅρος ἀμφοτέροις τοῖς ἄκροις ἕπεται, οὕτως ἐρωτᾷ· εἰ μὴ ἔχει μέρη τὸ ἕν, οὔτε εὐθύ ἐστιν οὔτε | |
10 | στρογγύλον· εἰ μετέχει σχήματος, ἢ εὐθύ ἐστιν ἢ στρογγύλον· εἰ ἄρα μὴ ἔχει μέρη, οὐ μετέχει σχήματος· καὶ μὴν καὶ κατὰ τὸ τρίτον σχῆμα, πρός τινων δὲ δεύτερον, καθ’ ὃ ὁ κοινὸς ὅρος ἀμφοτέρων ἡγεῖται, ἐν τῷ Φαίδωνι οὕτως ἐρωτᾷ δυνάμει· εἰ λαβόντες τὴν τοῦ ἴσου ἐπιστήμην μὴ ἐπιλελήσμεθα, ἐπιστάμεθα, | |
15 | εἰ δὲ ἐπιλελήσμεθα, ἀναμιμνησκόμεθα. | 33 |
6.7 | Καὶ τῶν μικτῶν δὲ μέμνηται, τῶν μὲν ἐξ ἀκολουθίας κατασκευαστικῶν οὕτως· εἰ τὸ ἓν ὅλον ἐστὶ καὶ πεπερασμένον, τοῦτο ἀρχὴν καὶ μέσα καὶ τελευτὴν ἔχον καὶ σχήματος μετέχει· τὸ δὲ ἡγούμενον· τὸ ἄρα λῆγον. | |
4 | ||
6.8 | Τῶν δὲ ἐξ ἀκολουθίας ἀνασκευαστικῶν οὕτω πως τὰς διαφορὰς κατὰ τοῦτο θεωρεῖσθαι. Ὅταν οὖν τις ἀκριβῶς κατίδῃ τὰς τῆς ψυχῆς δυνάμεις καὶ τὰς τῶν ἀνθρώπων διαφοράς, καὶ τὰ εἴδη τῶν λόγων, ἃ προσαρμόττει τῇδε ἢ τῇδε | |
5 | τῇ ψυχῇ, ὀξέως τε αἰσθάνηται καὶ ὁποῖος ὑπὸ τίνων λόγων καὶ ὁποίων πείθεσθαι δύναται, οὗτος, εἰ προσλάβοι καὶ τὸν καιρὸν τῆς χρήσεως τὸν προσήκοντα, τέλεος ἔσται ῥήτωρ καὶ ἡ ῥητο‐ ρικὴ αὐτοῦ, δικαίως ἂν λέγοιτο ἐπιστήμη τοῦ εὖ λέγειν. | |
8 | ||
6.9 | Καὶ τὴν τῶν σοφισμάτων δὲ μέθοδον εὕροιμεν ἂν ὑπὸ τοῦ Πλάτωνος ὑπογεγραμμένην ἐν τῷ Εὐθυδήμῳ, εἰ ἀκριβῶς ἐντύ‐ χοιμεν τῷ βιβλίῳ, ὥστε ἐν αὐτῷ ὑποδεδεῖχθαι, τίνα μὲν παρὰ τὴν φωνήν ἐστι σοφίσματα, τίνα δὲ παρὰ τὰ πράγματα, καὶ τὰς | |
5 | λύσεις αὐτῶν. | 35 |
6.10 | Καὶ μὴν τὰς δέκα κατηγορίας ἔν τε τῷ Παρμενίδῃ καὶ ἐν ἄλλοις ὑπέδειξε, τὸν ἐτυμολογικόν τε τόπον ὅλον ἐν τῷ Κρατύλῳ διεξέρχεται· ἁπλῶς δὲ ἱκανώτατος ὁ ἀνὴρ καὶ θαυμαστὴς τῆς τε ὁριστικῆς καὶ διαιρετικῆς πραγμα‐ | |
5 | τείας, αἳ πᾶσαι δείκνυνται μάλιστα τὴν δύναμιν τῆς διαλεκτικῆς. Τὰ δὲ ἐν τῷ Κρατύλῳ τοιοῦτον ἔχει νοῦν· ζητεῖ γάρ, πότερον φύσει τὰ ὀνόματά ἐστιν ἢ θέσει, ἀρέσκει δὲ αὐτῷ, θέσει ὑπάρχειν τὴν ὀρθότητα τῶν ὀνομάτων, οὐ μὴν ἁπλῶς οὐδὲ ὡς ἔτυχεν, ἀλλὰ ὥστε τὴν θέσιν γενέσθαι ἀκόλουθον τῇ τοῦ πράγματος | |
10 | φύσει· μὴ γὰρ ἄλλο τὴν ὀρθότητα εἶναι τοῦ ὀνόματος ἢ τὴν σύμφωνον τῇ φύσει τοῦ πράγματος θέσιν. Μήτε γὰρ τὴν θέσιν τὴν ὁποιάνποτε τοῦ ὀνόματος αὐτάρκη εἶναι καὶ ἀποχρῶσαν πρὸς ὀρθότητα, μήτε τὴν φύσιν καὶ τὴν πρώτην ἐκφώνησιν, ἀλλὰ τὸ ἐξ ἀμφοῖν, ὥστε εἶναι παντὸς ὄνομα κατὰ τὸ οἰκεῖον τῇ τοῦ | |
15 | πράγματος φύσει κείμενον· οὐ γὰρ δήπου ἂν τὸ τυχὸν τῷ τυχόντι τεθῇ, σημανεῖ τὸ ὀρθόν, οἷον εἰ ἵππον θείμεθα ἀνθρώπῳ ὄνομα. Καὶ γάρ τοι τὸ λέγειν μία δή τίς ἐστι τῶν πράξεων, ὥστε οὐχ ὁ ὁπωσδήποτε λέγων ὀρθῶς ἂν λέγοι, ἀλλ’ εἰ οὕτω | |
λέγοι, ᾗ τὰ πράγματα πέφυκεν· ἐπεὶ δὲ τοῦ λέγειν μέρος ἐστὶ | 37 | |
20 | τὸ ὀνομάζειν, ὡς καὶ τοῦ λόγου μέρος τὸ ὄνομα, τὸ ὀρθῶς καὶ μὴ ὀρθῶς ὀνομάζειν οὐ κατὰ θέσιν ὁποιανοῦν γένοιτ’ ἄν, ἀλλὰ κατὰ τὴν φυσικὴν τοῦ ὀνόματος οἰκειότητα πρὸς τὸ πρᾶγμα, καὶ οὗτος ἂν εἴη ὀνοματοθέτης ἄριστος, ὁ σημαίνων δι’ ὀνόματος τὴν φύσιν τοῦ πράγματος. Ἔστι γὰρ τὸ ὄνομα ὄργανον πράγ‐ | |
25 | ματος οὐχ ὃ ἔτυχεν, ἀλλὰ τὸ κατάλληλον τῇ φύσει· καὶ διὰ τούτου διδάσκομεν ἀλλήλους τὰ πράγματα καὶ διακρίνομεν αὐτά, ὥστε εἶναι τὸ ὄνομα διδασκαλικόν τι καὶ διακριτικὸν τῆς ἑκάστου οὐσίας ὄργανον, ὡς ἡ κερκὶς τοῦ ὑφάσματος. | |
28 | ||
6.11 | Περὶ τὸ διαλεκτικὸν δὴ καὶ τοῦτο ὑπάρξει τὸ τοῖς ὀνόμασιν ὀρθῶς χρῆσθαι· ὡς γὰρ κερκίδι χρήσαιτ’ ἂν ὑφαντικὸς ἀνήρ, εἰδὼς αὐτῆς τὸ προσῆκον ἔργον, τέκτονος αὐτὴν δημιουρ‐ γήσαντος, οὕτω καὶ ὁ διαλεκτικός, ὀνοματοθέτου θέντος τοὔνομα, | |
5 | χρήσαιτ’ ἂν αὐτῷ κατὰ τρόπον καὶ προσφόρως. Καὶ γὰρ τοῦ | |
τέκτονος μὲν τὸ ποιῆσαι πηδάλιον, κυβερνήτου δὲ τὸ χρήσασθαι καλῶς· οὕτω γάρ τοι καὶ αὐτὸς ὁ ὀνοματοθέτης καλῶς ἂν χρήσαιτο τῇ θέσει, εἰ ὡς διαλεκτικοῦ παρόντος ποιοῖτο τὴν θέσιν, τὴν φύσιν τῶν ὑποκειμένων ἐπισταμένου. | 39 | |
9 | ||
7.1 | Τὸ μὲν δὴ διαλεκτικὸν ἐπὶ τοσοῦτον ὑπογε‐ γράφθω· ἑξῆς δὲ περὶ τοῦ θεωρητικοῦ λέγωμεν. Τούτου τοίνυν τὸ μὲν εἴπομεν εἶναι θεολογικόν, τὸ δὲ φυσικόν, τὸ δὲ μαθημα‐ τικόν· καὶ ὅτι τοῦ μὲν θεολογικοῦ τέλος ἡ περὶ τὰ πρῶτα | |
5 | αἴτια καὶ ἀνωτάτω τε καὶ ἀρχικὰ γνῶσις, τοῦ δὲ φυσικοῦ τὸ μαθεῖν, τίς ποτ’ ἐστὶν ἡ τοῦ παντὸς φύσις καὶ οἷόν τι ζῷον ὁ ἄνθρωπος καὶ τίνα χώραν ἐν κόσμῳ ἔχων, καὶ εἰ θεὸς προνοεῖ τῶν ὅλων καὶ εἰ ἄλλοι θεοὶ τεταγμένοι ὑπὸ τούτῳ, καὶ τίς ἡ τῶν ἀνθρώπων πρὸς τοὺς θεοὺς σχέσις· τοῦ δὲ μαθηματικοῦ | |
10 | τὸ ἐπεσκέφθαι τὴν ἐπίπεδόν τε καὶ τριχῇ διεστηκυῖαν φύσιν, | |
περί τε κινήσεως καὶ φορᾶς ὅπως ἔχει. | 41 | |
7.2 | Προκείσθω δὲ ἡ τοῦ μαθηματικοῦ θεωρία ἐπὶ κεφαλαίων. Αὕτη τοίνυν καὶ πρὸς ὀξύτητα διανοίας παρελήφθη ὑπὸ τοῦ Πλάτωνος, θήγουσα τὴν ψυχὴν καὶ πρὸς ἐπίσκεψιν τῶν ὄντων ἀκρίβειαν παρεχομένη· τό τε περὶ τοὺς ἀριθμοὺς μόριον ὂν τοῦ | |
5 | μαθηματικοῦ οὐχ ἣν ἔτυχεν οἰκειότητα ἐμποιεῖ πρὸς τὴν τοῦ ὄντος ἐπάνοδον, ἀλλὰ σχεδόν τι τῆς περὶ τὰ αἰσθητὰ πλάνης καὶ ἀγνοίας ἀπαλλάττει ἡμᾶς, συνεργοῦν πρὸς τὴν τῆς οὐσίας γνῶ‐ σιν, πρός τε πολέμους εὔθετον ὑπάρχει διὰ τὴν τῶν τακτικῶν θεωρίαν· τό γε μὴν κατὰ τὴν γεωμετρίαν ἐπιτηδειότατον καὶ | |
10 | αὐτὸ πρὸς τὴν τοῦ ἀγαθοῦ γνῶσιν, ὅταν γέ τις μὴ πράξεως ἕνεκα μετίῃ γεωμετρίαν, ἀλλὰ προσχρώμενος αὐτῇ ὡς ἐπὶ τὸ ὂν ἀεὶ ἀνιέναι καὶ μὴ διατρίβειν περὶ τὸ γινόμενον καὶ ἀπολλύμενον. | |
12 | ||
7.3 | Καὶ μὴν ἡ στερεομετρία χρησιμωτάτη· μετὰ γὰρ τὴν δευ‐ τέραν αὔξησιν ἀκόλουθος ἡ καθ’ αὑτὴν θεωρία τρίτην αὔξησιν ἔχουσα· χρήσιμον δὲ ὥσπερ τι τέταρτον μάθημα καὶ ἡ ἀστρονομία, καθ’ ἣν ἐν τῷ οὐρανῷ θεασόμεθα ἄστρων τε φορὰς καὶ οὐρανοῦ καὶ | |
5 | τὸν δημιουργὸν νυκτὸς καὶ ἡμέρας, μηνῶν τε καὶ ἐνιαυτῶν· ἐξ ὧν κατά τινα οἰκείαν ὁδὸν καὶ τὸν ἁπάντων δημιουργὸν ζητήσομεν, μετιόντες ἀπὸ τούτων τῶν μαθημάτων ὥσπερ τινὸς | |
ὑποβάθρας καὶ στοιχείων. | 43 | |
7.4 | Καὶ μουσικῆς δὲ ἐπιμελησόμεθα, ἐπὶ τὰ αὐτὰ τὴν ἀκοὴν ἀναφέροντες· ὡς γὰρ πρὸς ἀστρονομίαν ὄμματα συνέστηκεν, οὕτως ἀκοὴ πρὸς τὸ ἐναρμόνιον· καὶ ὥσπερ ἀστρονομίᾳ τὸν νοῦν προσέχοντες ἀπὸ τῶν ὁρωμένων ἐπὶ τὴν ἀόρατον καὶ | |
5 | νοητὴν οὐσίαν ποδηγούμεθα, οὕτω καὶ τῆς ἐναρμονίου φωνῆς κατακούοντες ἀπὸ τῶν ἀκουστῶν ἐπὶ τὰ αὐτῷ τῷ νῷ θεωρούμενα κατὰ ταὐτὰ μεταβαίνομεν· ὡς εἰ μὴ οὕτω μετίοιμεν ταῦτα τὰ μαθήματα, ἀτελής τε καὶ ἀνόνητος καὶ οὐδενὸς λόγου ἀξία ἡ περὶ τούτων σκέψις γένοιτ’ ἂν ἡμῖν. Δεῖ | |
10 | γὰρ ὀξέως ἀπὸ τῶν ὁρατῶν καὶ ἀπὸ τῶν ἀκουστῶν μεταβαίνειν ἐπ’ ἐκεῖνα, ἃ ἔστιν ἰδεῖν μόνῳ τῷ τῆς ψυχῆς λογισμῷ. Ἔστι γὰρ ἡ τῶν μαθημάτων ἐπίσκεψις ὡς ἂν προοίμιόν τι πρὸς τὴν τῶν ὄντων θεωρίαν· ἐφιέμεναι γὰρ τοῦ ὄντος λαμβάνεσθαι γεωμετρία τε καὶ ἀριθμητικὴ καὶ αἱ ταύταις ἑπόμεναι ὀνειρώτ‐ | |
15 | τουσι μὲν περὶ τὸ ὄν, ὕπαρ δὲ αὐτὸ ἀδυνατοῦσιν ἰδεῖν, ἀγνοοῦσαι τάς τε ἀρχὰς καὶ τὰ ἐκ τῶν ἀρχῶν συγκείμενα, οὐδὲν δὲ ἧττον | |
χρησιμώταται οὖσαι τυγχάνουσι κατὰ τὰ εἰρημένα. | 45 | |
7.5 | Ὅθεν οὐδὲ ἐπιστήμας ταῦτα τὰ μαθήματα ἔφησεν ὁ Πλάτων· ἡ μέντοι διαλεκτικὴ μέθοδος ἀπὸ τῶν γεωμετρικῶν ὑποθέσεων ἐπὶ τὰ πρῶτα καὶ ἀρχικὰ καὶ ἀνυπόθετα ἀνιέναι πέφυκεν· ὅθεν τὴν μὲν διαλεκτικὴν ἐπιστήμην προσεῖπε, τὰ δὲ μαθήματα οὔτε δόξαν | |
5 | διὰ τὸ ἐναργέστερα εἶναι τῶν αἰσθητῶν, οὔτε ἐπιστήμην διὰ τὸ ἀμυδρότερα εἶναι τῶν πρώτων νοητῶν· ἀλλὰ δόξαν μὲν τῶν σωμάτων φησίν, ἐπιστήμην δὲ τῶν πρώτων, διάνοιαν δὲ τῶν μαθημάτων. Τίθεται δὲ τὶ καὶ πίστιν καὶ εἰκασίαν, τούτων δὲ τὴν μὲν πίστιν τῶν αἰσθητῶν, τὴν δὲ εἰκασίαν τῶν εἰκόνων καὶ | |
10 | εἰδώλων· ἐπεὶ δὲ ἡ διαλεκτικὴ ἰσχυρότατον τῶν μαθημάτων, ἅτε καὶ περὶ τὰ θεῖα καὶ βέβαια γινομένη, διὰ τοῦτο καὶ ἀνω‐ τέρω τῶν μαθημάτων τάττεται, ὥσπερ θριγκός τις ὑπάρχουσα ἢ φυλακὴ τῶν λοιπῶν. | |
13 | ||
8.1 | Μετὰ δὲ ταῦτα ἑπομένως περὶ τῶν ἀρχῶν τὲ καὶ τῶν θεολογικῶν λέγωμεν θεωρημάτων, ἄνωθεν ἀπὸ τῶν πρώτων ἀρχόμενοι καὶ ἀπ’ αὐτῶν κατίοντες καὶ ἐπισκοποῦντες τὴν τοῦ κόσμου γένεσιν, τελευτῶντες δὲ εἰς ἀνθρώπων γένεσιν | |
5 | καὶ φύσιν. Καὶ πρῶτόν γε περὶ ὕλης λέγωμεν. | 47 |
8.2 | Ταύτην τοίνυν ἐκμαγεῖόν τε καὶ πανδεχὲς καὶ τιθήνην καὶ μητέρα καὶ χώραν ὀνομάζει καὶ ὑποκείμενον ἁπτόν τε μετ’ ἀναισθησίας καὶ νόθῳ λογισμῷ ληπτόν· ἰδιότητα δ’ ἔχειν τοιαύ‐ την, ὥστε πᾶσαν γένεσιν ὑποδέχεσθαι τιθήνης λόγον ἐπέχουσαν | |
5 | τῷ φέρειν αὐτὰς καὶ ἀναδέχεσθαι μὲν αὐτὴν πάντα τὰ εἴδη, αὐτὴν δὲ καθ’ αὑτὴν ἄμορφόν τε ὑπάρχειν καὶ ἄποιον καὶ ἀνεί‐ δεον, ἀναματτομένην δὲ τὰ τοιαῦτα καὶ ἐκτυπουμένην καθάπερ ἐκμαγεῖον καὶ σχηματιζομένην ὑπὸ τούτων, μηδὲν ἴδιον σχῆμα ἔχουσαν μηδὲ ποιότητα. Οὐ γὰρ γένοιτ’ ἄν τι εὖ παρεσκευασ‐ | |
10 | μένον πρὸς ποικίλας ἐκτυπώσεις καὶ μορφάς, εἰ μὴ ἄποιον αὐτὸ ὑπάρχοι καὶ ἀμέτοχον ἐκείνων τῶν εἰδῶν, ἃ δεῖ αὐτὸ δέξασθαι· ὁρῶμεν δὲ καὶ τοὺς τὰ ἀλείμματα ἐξ ἐλαίου κατασκευάζοντας τὰ εὐώδη ἀοσμοτάτῳ τούτῳ χρωμένους, καὶ τοὺς τὰς μορφὰς δημιουργεῖν βουλομένους ἐκ κηροῦ ἢ πηλοῦ προλεαίνοντας | |
15 | ταῦτα καὶ ὡς ἐνδέχεται ἀσχημάτιστα παρέχοντας. | 49 |
8.3 | Προσήκει δὴ καὶ τῇ πανδεχεῖ ὕλῃ, εἰ μέλλει κατὰ πᾶν δέχεσθαι τὰ εἴδη, τῷ μηδεμίαν αὐτῶν φύσιν ἔχειν ὑποκεῖσθαι, ἀλλ’ ἄποιόν τε εἶναι καὶ ἀνείδεον πρὸς ὑποδοχὴν τῶν εἰδῶν· τοιαύτη δ’ οὖσα οὔτε σῶμα ἂν εἴη οὔτε ἀσώματον, δυνάμει | |
5 | δὲ σῶμα, ὡς καὶ τὸν χαλκὸν ὑπακούομεν δυνάμει ἀνδριάντα, διότι τὸ εἶδος δεξάμενος ἀνδριὰς ἔσται. | |
6 | ||
9.1 | Ἀρχικὸν δὲ λόγον ἐπεχούσης τῆς ὕλης, ἔτι καὶ ἄλλας ἀρχὰς παραλαμβάνει, τήν τε παραδειγματικήν, τουτέστι τὴν τῶν ἰδεῶν, καὶ τὴν τοῦ πατρός τε καὶ αἰτίου πάντων θεοῦ. Ἔστι δὲ ἡ ἰδέα ὡς μὲν πρὸς θεὸν νόησις αὐτοῦ, | |
5 | ὡς δὲ πρὸς ἡμᾶς νοητὸν πρῶτον, ὡς δὲ πρὸς τὴν ὕλην μέτρον, ὡς δὲ πρὸς τὸν αἰσθητὸν κόσμον παράδειγμα, ὡς δὲ πρὸς αὑτὴν ἐξεταζομένη οὐσία. Καθόλου γὰρ πᾶν τὸ γινόμενον κατ’ ἐπίνοιαν πρός τι ὀφείλει γίνεσθαι, οὗ ὥσπερ εἰ ἀπό τινός τι γένοιτο, ὡς ἀπ’ ἐμοῦ ἡ ἐμὴ εἰκών, δεῖ τὸ παράδειγμα προϋ‐ | |
10 | ποκεῖσθαι· εἴτε καὶ μὴ εἴη ἔξω τὸ παράδειγμα, πάντη πάντως ἕκαστος ἐν αὐτῷ τὸ παράδειγμα ἴσχων τῶν τεχνιτῶν τὴν τούτου | |
μορφὴν τῇ ὕλῃ περιτίθησιν. | 51 | |
9.2 | Ὁρίζονται δὲ τὴν ἰδέαν παράδειγμα τῶν κατὰ φύσιν αἰώνιον. Οὔτε γὰρ τοῖς πλείστοις τῶν ἀπὸ Πλάτωνος ἀρέσκει τῶν τεχνικῶν εἶναι ἰδέας, οἷον ἀσπίδος ἢ λύρας, οὔτε μὴν τῶν παρὰ φύσιν, οἷον πυρετοῦ καὶ χολέρας, οὔτε τῶν κατὰ μέρος, | |
5 | οἷον Σωκράτους καὶ Πλάτωνος, ἀλλ’ οὐδὲ τῶν εὐτελῶν τινός, οἷον ῥύπου καὶ κάρφους, οὔτε τῶν πρός τι, οἷον μείζονος καὶ ὑπερέχοντος· εἶναι γὰρ τὰς ἰδέας νοήσεις θεοῦ αἰωνίους τε καὶ αὐτοτελεῖς. | |
8 | ||
9.3 | Ὅτι δέ εἰσιν αἱ ἰδέαι, καὶ οὕτω παραμυθοῦνται· εἴτε γὰρ νοῦς ὁ θεὸς ὑπάρχει εἴτε νοερόν, ἔστιν αὐτῷ νοήματα, καὶ ταῦτα αἰώνιά τε καὶ ἄτρεπτα· εἰ δὲ τοῦτο, εἰσὶν αἱ ἰδέαι· καὶ γὰρ εἰ ἄμετρος ὑπάρχει ἡ ὕλη κατὰ τὸν ἑαυτῆς λόγον, παρ’ | |
5 | ἑτέρου τινὸς κρείττονος, καὶ ἀΰλου, τῶν μέτρων ὀφείλει τυγχάνειν· τὸ δὲ ἡγούμενον, τὸ ἄρα λῆγον· εἰ δὲ τοῦτο, εἰσὶν αἱ ἰδέαι μέτρα τινὰ ἄϋλα ὑπάρχουσαι. Ἔτι γε μὴν εἰ ὁ κόσμος μὴ ἐκ ταὐτομάτου τοιοῦτός ἐστιν, οὐ μόνον ἔκ τινός ἐστι γεγονώς, ἀλλὰ καὶ ὑπό τινος, καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ | |
10 | πρός τι· τὸ δὲ πρὸς ὃ γέγονε τί ἂν ἄλλο εἴη ἢ ἰδέα; ὥστε | |
εἶεν ἂν αἱ ἰδέαι. | 53 | |
9.4 | Ἀλλὰ μὴν καὶ εἰ νοῦς διαφέρει δόξης ἀληθοῦς, καὶ τὸ νοητὸν ἦν τοῦ δοξαστοῦ διαφέρον· εἰ δὲ τοῦτο, ἔστι νοητὰ ἕτερα τῶν δοξαστῶν· ὥστε εἴη ἂν καὶ πρῶτα νοητά, ὡς καὶ πρῶτα αἰσθητά· εἰ δὲ τοῦτο, εἰσὶν αἱ ἰδέαι· ἀλλὰ μὴν διαφέρει | |
5 | νοῦς δόξης ἀληθοῦς· ὥστε εἶεν ἂν αἱ ἰδέαι. | |
5 | ||
10.1 | Ἑξῆς δὲ περὶ τῆς τρίτης ἀρχῆς ποιητέον τὸν λόγον, ἣν μικροῦ δεῖν καὶ ἄρρητον ἡγεῖται ὁ Πλάτων· ἐπαχθείημεν δ’ ἂν περὶ αὐτῆς τοῦτον τὸν τρόπον. Εἰ ἔστι νοητά, ταῦτα δὲ οὔτε αἰσθητά ἐστιν οὔτε μέτοχα τῶν αἰσθητῶν, | |
5 | ἀλλὰ πρώτων τινῶν τῶν νοητῶν, ἔστι πρῶτα νοητὰ ἁπλᾶ, ὡς καὶ πρῶτα αἰσθητά· τὸ δ’ ἡγούμενον, τὸ ἄρα λῆγον. Ἄνθρωποι μὲν δὴ ἅτε τοῦ τῆς αἰσθήσεως πάθους ἐμπιπλάμενοι, ὥστε καὶ ὁπότε νοεῖν προαιροῖντο τὸ νοητόν, ἐμφανταζόμενον ἔχειν τὸ αἰσθητόν, ὡς καὶ μέγεθος συνεπινοεῖν καὶ σχῆμα καὶ χρῶμα | |
10 | πολλάκις, οὐ καθαρῶς τὰ νοητὰ νοοῦσι, θεοὶ δὲ ἀπηλλαγμένως | |
τῶν αἰσθητῶν εἰλικρινῶς τε καὶ ἀμιγῶς. | 55 | |
10.2 | Ἐπεὶ δὲ ψυχῆς νοῦς ἀμείνων, νοῦ δὲ τοῦ ἐν δυνάμει ὁ κατ’ ἐνέργειαν πάντα νοῶν καὶ ἅμα καὶ ἀεί, τούτου δὲ καλλίων ὁ αἴτιος τούτου καὶ ὅπερ ἂν ἔτι ἀνωτέρω τούτων ὑφέστηκεν, οὗτος ἂν εἴη ὁ πρῶτος θεός, αἴτιος ὑπάρχων τοῦ ἀεὶ ἐνεργεῖν | |
5 | τῷ νῷ τοῦ σύμπαντος οὐρανοῦ. Ἐνεργεῖ δὲ ἀκίνητος, αὐτὸς ὢν εἰς τοῦτον, ὡς καὶ ὁ ἥλιος εἰς τὴν ὅρασιν, ὅταν αὐτῷ προσβλέπῃ, καὶ ὡς τὸ ὀρεκτὸν κινεῖ τὴν ὄρεξιν ἀκίνητον ὑπάρχον· οὕτω γε δὴ καὶ οὗτος ὁ νοῦς κινήσει τὸν νοῦν τοῦ σύμπαντος οὐρανοῦ. | |
9 | ||
10.3 | Ἐπεὶ δὲ ὁ πρῶτος νοῦς κάλλιστος, δεῖ καὶ κάλλιστον αὐτῷ νοητὸν ὑποκεῖσθαι, οὐδὲν δὲ αὐτοῦ κάλλιον· ἑαυτὸν ἂν οὖν καὶ τὰ ἑαυτοῦ νοήματα ἀεὶ νοοίη, καὶ αὕτη ἡ ἐνέργεια αὐτοῦ ἰδέα ὑπάρχει. Καὶ μὴν ὁ πρῶτος θεὸς ἀίδιός ἐστιν, | |
5 | ἄρρητος, αὐτοτελὴς τουτέστιν ἀπροσδεής, ἀειτελὴς τουτέστιν ἀεὶ τέλειος, παντελὴς τουτέστι πάντη τέλειος· θειότης, οὐσιότης, ἀλήθεια, συμμετρία, ἀγαθόν. Λέγω δὲ οὐχ ὡς χωρίζων ταῦτα, ἀλλ’ ὡς κατὰ πάντα ἑνὸς νοουμένου. Καὶ ἀγαθὸν μέν ἐστι, διότι πάντα εἰς δύναμιν εὐεργετεῖ, παντὸς | |
10 | ἀγαθοῦ αἴτιος ὤν· καλὸν δέ, ὅτι αὐτὸς τῇ ἑαυτοῦ φύσει τέλεόν ἐστι καὶ σύμμετρον· ἀλήθεια δέ, διότι πάσης ἀληθείας ἀρχὴ ὑπάρχει, ὡς ὁ ἥλιος παντὸς φωτός· πατὴρ δέ ἐστι τῷ αἴτιος εἶναι πάντων καὶ κοσμεῖν τὸν οὐράνιον νοῦν καὶ τὴν ψυχὴν τοῦ κόσμου πρὸς ἑαυτὸν καὶ πρὸς τὰς ἑαυτοῦ νοήσεις. | 57 |
15 | Κατὰ γὰρ τὴν ἑαυτοῦ βούλησιν ἐμπέπληκε πάντα ἑαυτοῦ, τὴν ψυχὴν τοῦ κόσμου ἐπεγείρας καὶ εἰς ἑαυτὸν ἐπιστρέψας, τοῦ νοῦ αὐτῆς αἴτιος ὑπάρχων· ὃς κοσμηθεὶς ὑπὸ τοῦ πατρὸς διακοσμεῖ σύμπασαν φύσιν ἐν τῷδε τῷ κόσμῳ. | |
18 | ||
10.4 | Ἄρρητος δ’ ἐστὶ καὶ νῷ μόνῳ ληπτός, ὡς εἴρηται, ἐπεὶ οὔτε γένος ἐστὶν οὔτε εἶδος οὔτε διαφορά, ἀλλ’ οὐδὲ συμβέβηκέ τι αὐτῷ, οὔτε κακόν (οὐ γὰρ θέμις τοῦτο εἰπεῖν), οὔτε ἀγαθόν (κατὰ μετοχὴν γάρ τινος ἔσται οὗτος καὶ μάλιστα ἀγαθότητος), | |
5 | οὔτε ἀδιάφορον (οὐδὲ γὰρ τοῦτο κατὰ τὴν ἔννοιαν αὐτοῦ), οὔτε ποιόν (οὐ γὰρ ποιωθέν ἐστι καὶ ὑπὸ ποιότητος τοιοῦτον ἀποτε‐ τελεσμένον), οὔτε ἄποιον (οὐ γὰρ ἐστέρηται τοῦ ποιὸν εἶναι ἐπιβάλλοντός τινος αὐτῷ ποιοῦ)· οὔτε μέρος τινός, οὔτε ὡς ὅλον ἔχον τινὰ μέρη, οὔτε ὥστε ταὐτόν τινι εἶναι ἢ ἕτερον· | |
10 | οὐδὲν γὰρ αὐτῷ συμβέβηκε, καθ’ ὃ δύναται τῶν ἄλλων χωρισ‐ | |
θῆναι· οὔτε κινεῖ οὔτε κινεῖται. | 59 | |
10.5 | Ἔσται δὴ πρώτη μὲν αὐτοῦ νόησις ἡ κατὰ ἀφαίρεσιν τούτων, ὅπως καὶ σημεῖον ἐνοήσαμεν κατὰ ἀφαίρεσιν ἀπὸ τοῦ αἰσθητοῦ, ἐπιφάνειαν νοήσαντες, εἶτα γραμμήν, καὶ τελευταῖον τὸ σημεῖον. Δευτέρα δέ ἐστιν αὐτοῦ νόησις ἡ κατὰ ἀναλογίαν | |
5 | οὕτω πως· ὃν γὰρ ἔχει λόγον ὁ ἥλιος πρὸς τὴν ὅρασιν καὶ τὰ ὁρώμενα, οὐκ ὢν αὐτὸς ὄψις, παρέχων δὲ τῇ μὲν τὸ ὁρᾶν, τοῖς δὲ τὸ ὁρᾶσθαι, τοῦτον ἔχει τὸν λόγον ὁ πρῶτος νοῦς πρὸς τὴν ἐν τῇ ψυχῇ νόησιν καὶ τὰ νοούμενα· οὐ γὰρ ὢν ὅπερ ἐστὶν ἡ νόησις, παρέχει αὐτῇ τὸ νοεῖν καὶ τοῖς νοητοῖς τὸ νοεῖσθαι, | |
10 | φωτίζων τὴν περὶ αὐτὰ ἀλήθειαν. | |
10 | ||
10.6 | Τρίτη δὲ νόησις τοιαύτη τις ἂν εἴη· θεωρῶν γάρ τις τὸ ἐπὶ τοῖς σώμασι καλόν, μετὰ τοῦτο μέτεισιν ἐπὶ τὸ τῆς ψυχῆς κάλλος, εἶτα τὸ ἐν ἐπιτηδεύμασι καὶ νόμοις, εἶτα ἐπὶ τὸ πολὺ πέλαγος τοῦ καλοῦ, μεθ’ ὃ αὐτὸ τὸ ἀγαθὸν νοεῖ καὶ τὸ ἐραστὸν | |
5 | καὶ ἐφετὸν ὥσπερ φῶς φανὲν καὶ οἷον ἐκλάμψαν τῇ οὕτως ἀνιούσῃ ψυχῇ· τούτῳ δὲ καὶ θεὸν συνεπινοεῖ διὰ τὴν ἐν τῷ | |
τιμίῳ ὑπεροχήν. | 61 | |
10.7 | Ἀμερῆ τε διὰ τὸ μὴ εἶναι πρότερόν τι αὐτοῦ· τὸ γὰρ μέρος καὶ τὸ ἐξ οὗ, πρότερον ὑπάρχει τούτου, οὗ μέρος· καὶ γὰρ τὸ ἐπίπεδον πρότερον ἢ τὸ σῶμα, καὶ ἡ γραμμὴ πρότερον ἢ τὸ ἐπίπεδον· μέρη γε μὴν οὐκ ἔχων ἀκίνητος ἂν εἴη κατὰ | |
5 | τόπον καὶ ἀλλοίωσιν. Εἰ γὰρ ἀλλοιωθήσεται, ἢ ὑφ’ αὑτοῦ ἢ ὑφ’ ἑτέρου· εἰ μὲν οὖν ὑφ’ ἑτέρου, ἐκεῖνο αὐτοῦ ἰσχυρότερον ἔσται, εἰ δὲ ὑφ’ ἑαυτοῦ, ἤτοι ἐπὶ τὸ χεῖρον ἀλλοιωθείη ἂν ἢ ἐπὶ τὸ βέλτιον· ἄμφω δὲ ἄτοπα· ἐξ ὧν ἁπάντων ἀναφαίνεται καὶ τὸ ἀσώματον αὐτὸ εἶναι. Ὅπερ κἀκ τούτων ἀποδειχθήσεται· εἰ | |
10 | γὰρ σῶμα ὁ θεός, ἐξ ὕλης ἂν εἴη καὶ εἴδους· διὰ τὸ πᾶν σῶμα συνδύασμά τι εἶναι ἔκ τε ὕλης καὶ τοῦ σὺν αὐτῇ εἴδους, ὅπερ ἐξομοιοῦται ταῖς ἰδέαις καὶ μετέχει αὐτῶν δύσφραστον δή τινα τρόπον· ἄτοπον δὲ τὸν θεὸν ἐξ ὕλης εἶναι καὶ εἴδους· οὐ γὰρ ἔσται ἁπλοῦς οὐδὲ ἀρχικός· ὥστε ἀσώματος ἂν εἴη ὁ θεός. | |
14 | ||
10.8 | Καὶ αὐτόθεν δέ· εἰ σῶμά ἐστιν, ἐξ ὕλης ἂν ὑπάρχοι· ἢ πῦρ ἂν οὖν εἴη ἢ ὕδωρ ἢ γῆ ἢ ἀὴρ ἤ τι ἐκ τούτων· ἀλλ’ ἕκαστόν γε τούτων οὐκ ἀρχικόν. Καὶ ἄλλως δὲ ὕστερον γενή‐ | |
σεται τῆς ὕλης, εἰ ἐξ ὕλης ὑπάρχοι· ὧν ἀτόπων ὄντων ἀσώ‐ | 63 | |
5 | ματον αὐτὸν ὑποληπτέον· καὶ γάρ, εἰ σῶμά ἐστι, καὶ φθαρτὸς ἔσται καὶ γενητὸς καὶ μεταβλητός· ἕκαστον δὲ τούτων ἄτοπον ἐπ’ αὐτοῦ. | |
7 | ||
11.1 | Καὶ μὴν καὶ αἱ ποιότητες τοῦτον τὸν τρόπον δεικνύοιντ’ ἂν ἀσώματοι. Πᾶν σῶμα ὑποκείμενόν ἐστιν, ἡ δὲ ποιότης οὐχ ὑποκείμενον, ἀλλὰ συμβεβηκός· οὐκ ἄρα σῶμα ἡ ποιότης. Πᾶσα ποιότης ἐν ὑποκειμένῳ, οὐδὲν δὲ σῶμα ἐν ὑπο‐ | |
5 | κειμένῳ, οὐκ ἄρα σῶμα ἡ ποιότης· ἔτι ποιότης ποιότητι ἐναν‐ τίον, οὐ μὴν καὶ σῶμα σώματι, σῶμά τε σώματος καθόσον σῶμα οὐδενὶ διαφέρει, ποιότητι δὲ διαφέρει καὶ οὐ μὰ Δία σώματι· οὐκ ἄρα σώματα αἱ ποιότητες. Εὐλογώτατόν τε, ὡς ἡ ὕλη ἄποιος, τὴν ποιότητα ἄϋλον εἶναι· εἰ δὲ ἡ ποιότης ἄϋλος, | |
10 | ἀσώματος ἂν εἴη ἡ ποιότης. Εἴ γε μὴν σώματα καὶ αἱ ποιότητες, δύο καὶ τρία σώματα ἔσται ἐν τῷ αὐτῷ τόπῳ, ἀτοπωτάτου τούτου ὑπάρχοντος· εἰ δὲ αἱ ποιότητες ἀσώματοι, καὶ τὸ δημιουργικὸν τούτων ἀσώματον. | |
13 | ||
11.2 | Ἔτι τὰ ποιοῦντα οὐκ ἂν ἄλλα εἴη ἢ τὰ ἀσώματα· παθητὰ | |
γὰρ τὰ σώματα καὶ ῥευστὰ καὶ οὐκ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντα, οὐδὲ μόνιμα καὶ ἔμπεδα, ἅ γε καὶ ἐν οἷς δοκεῖ τι ποιεῖν πολὺ πρόσθεν εὑρίσκεται πάσχοντα· ὥσπερ οὖν ἔστι | 65 | |
5 | τι παθητικὸν εἰλικρινῶς, οὕτως ἀναγκαῖόν τι εἶναι καὶ ἀτρεκῶς ποιητικόν· οὐκ ἄλλο δὲ εὕροιμεν ἂν τοῦτο ἢ ἀσώματον. | |
6 | ||
11.3 | Ὁ μὲν δὴ περὶ τῶν ἀρχῶν λόγος τοιοῦτος ἄν τις εἴη θεολογικὸς λεγόμενος· ἐπὶ δὲ τὸν καλούμενον φυσικὸν τόπον ἑξῆς χωρητέον ἐντεῦθέν ποθεν ἀρξαμένους. | |
3 | ||
12.1 | Ἐπεὶ γὰρ τῶν κατὰ φύσιν αἰσθητῶν καὶ κατὰ μέρος ὡρισμένα τινὰ δεῖ παραδείγματα εἶναι τὰς ἰδέας, ὧν καὶ τὰς ἐπιστήμας γίνεσθαι καὶ τοὺς ὅρους· παρὰ πάντας γὰρ ἀνθρώπους ἄνθρωπόν τινα νοεῖσθαι καὶ παρὰ πάντας ἵππους | |
5 | ἵππον, καὶ κοινῶς παρὰ τὰ ζῷα ζῷον ἀγένητον καὶ ἄφθαρτον, ὂν τρόπον σφραγῖδος μιᾶς ἐκμαγεῖα γίνεται πολλὰ καὶ ἑνὸς ἀνδρὸς εἰκόνες μυρίαι ἐπὶ μυρίαις, τῆς ἰδέας οὔσης αἰτίας ἀρχὴν τοῦ εἶναι ἕκαστον τοιοῦτον, οἷον αὐτὴ ὑπάρχει· ἀναγκαῖον καὶ τὸ κάλλιστον κατασκεύασμα τὸν κόσμον ὑπὸ τοῦ θεοῦ δεδη‐ | |
10 | μιουργῆσθαι πρός τινα ἰδέαν κόσμου ἀποβλέποντος, παράδειγμα ὑπάρχουσαν τοῦδε τοῦ κόσμου ὡς ἂν ἀπεικονισμένου ἀπ’ ἐκείνης, πρὸς ἣν ἀφομοιωθέντα ὑπὸ τοῦ δημιουργοῦ αὐτὸν ἀπειργάσθαι κατὰ θαυμασιωτάτην πρόνοιαν καὶ δίαιταν ἐλθόντος ἐπὶ τὸ | |
δημιουργεῖν τὸν κόσμον, διότι ἀγαθὸς ἦν. | 67 | |
12.2 | Ἐκ τῆς πάσης οὖν ὕλης αὐτὸν ἐδημιούργει· ἣν ἀτάκτως καὶ πλημμελῶς κινουμένην πρὸ τῆς οὐρανοῦ γενέσεως ἐκ τῆς ἀταξίας παραλαβὼν πρὸς τὴν ἀρίστην ἤγαγε τάξιν, ἀριθμοῖς πρέπουσι τὰ μέρη κοσμήσας αὐτοῦ καὶ σχήμασιν, ὥστε διακρῖναι | |
5 | ὅπως νῦν ἔχει πῦρ τε καὶ γῆ πρὸς ἀέρα τε καὶ ὕδωρ, ἴχνη μὲν τέως ἔχοντα καὶ τὸ δεκτικὸν τῆς τῶν στοιχείων δυνάμεως, ἀλόγως δὲ καὶ ἀμέτρως σείοντά τε τὴν ὕλην καὶ πρὸς ταύτης σειόμενα. Ἐξ ἑκάστου γὰρ ὅλου τῶν τεττάρων αὐτὸν στοιχείων ἐγέννησε, πυρός τε παντὸς καὶ γῆς ὕδατός τε καὶ ἀέρος, οὐδὲν | |
10 | μέρος οὐδενὸς ἀπολιπὼν οὐδὲ δύναμιν, διανοηθεὶς πρῶτον μὲν ὅτι σωματοειδὲς χρὴ τὸ γενόμενον εἶναι καὶ πάντως ἁπτόν τε καὶ ὁρατόν, χωρὶς δὲ πυρὸς καὶ γῆς οὐχ οἷόν τε οὔτε ὁρατόν τι εἶναι οὔτε ἁπτόν· κατὰ δὴ τὸν εἰκότα λόγον ἐκ γῆς αὐτὸν καὶ πυρὸς ἐποίησεν· ἐπεὶ δὲ καὶ δεσμὸν ἔδει τινὰ συναγωγὸν ἀμφοτέρων | |
15 | ἐν μέσῳ γενέσθαι, θεῖος δὲ δεσμὸς ὁ τῆς ἀναλογίας, ὃς ἑαυτόν τε καὶ τὰ συνδούμενα πέφυκεν ἓν ποιεῖν, ἐπίπεδός τε οὐκ ἦν ὁ | |
κόσμος—ἀπέχρη γὰρ ἂν αὐτῷ μία μεσότης—σφαιροειδὴς δέ, δυοῖν ἐδέησεν αὐτῷ μεσοτήτων εἰς συναρμογήν· διὰ τοῦτο πυρὸς ἐν μέσῳ καὶ γῆς ἀήρ τε καὶ ὕδωρ ἐτάχθη κατὰ τὸν τῆς | 69 | |
20 | ἀναλογίας τρόπον· ὥστε ὡς ἔχει πῦρ πρὸς ἀέρα, οὕτως ἔχειν ἀέρα τε πρὸς ὕδωρ καὶ τοῦτο πρὸς γῆν καὶ ἀνάπαλιν. | |
21 | ||
12.3 | Τῷ δὲ μηδὲν ἔξωθεν ὑπολείπεσθαι καὶ μονογενῆ τὸν κόσμον ἐποίησε καὶ κατὰ τὸν ἀριθμὸν τῇ ἰδέᾳ εἰκασμένον μιᾷ οὔσῃ, πρός τε τούτοις ἄνοσον καὶ ἀγήρω, ἅτε αὐτῷ μηδενὸς προσιόντος τοῦ κηραίνειν πεφυκότος, αὐτάρκη τε καὶ οὐδενὸς | |
5 | ἔξωθεν δεόμενον· σχῆμα δ’ αὐτῷ περιέθηκε τὸ σφαιροειδές, εὐμορφότατον σχημάτων καὶ πολυχωρότατον καὶ εὐκινητότατον· καὶ ἐπεὶ οὔτε ὁράσεως ἐδεῖτο οὔτε ἀκοῆς οὔτε μὴν ἄλλου | |
τοιούτου τινός. οὐ προσῆψεν αὐτῷ τοιαῦτα ὄργανα πρὸς ὑπηρεσίαν, ἀφελόμενος δὲ τὰς λοιπὰς κινήσεις μόνην αὐτῷ | 71 | |
10 | δέδωκε τὴν κυκλοφορητικήν, νοῦ καὶ φρονήσεως οἰκείαν ὑπάρχουσαν. | |
11 | ||
13.1 | Ἐξ ὧν δὲ συνέστηκεν ὁ κόσμος, δύο ὑπαρχόντων, σώματος καὶ ψυχῆς, ὧν τὸ μὲν ὁρατὸν καὶ ἁπτόν, ἡ δὲ ἀόρατός τε καὶ ἀναφής, ἑκατέρου ἡ δύναμις καὶ ἡ σύστασις διάφορος οὖσα τυγχάνει. Τὸ μὲν γὰρ σῶμα αὐτοῦ ἐκ πυρὸς γέγονε καὶ | |
5 | γῆς ὕδατός τε καὶ ἀέρος· ταῦτα δὴ τὰ τέτταρα συλλαβὼν ὁ δημιουργὸς τοῦ κόσμου οὐ μὰ Δία στοιχείων τάξιν ἐπέχοντα διεσχημάτισε πυραμίδι καὶ κύβῳ καὶ ὀκταέδρῳ καὶ εἰκοσαέδρῳ καὶ ἐπὶ πᾶσι δωδεκαέδρῳ· καὶ καθὸ μὲν πυραμίδος σχῆμα ἔλαβεν ἡ ὕλη, πῦρ ἐγένετο, τμητικωτάτου τοῦ σχήματος ὄντος | |
10 | καὶ ἐξ ἐλαττόνων τριγώνων, ταύτῃ δὲ καὶ μανοτάτου· καθὸ δὲ ὀκταέδρου, τὴν ἀέρος ποιότητα ἀπέλαβε, καθὸ δὲ εἰκοσαέδρου τύπον, τὴν ὕδατος ποιότητα ἔσχε, τὸ δὲ τοῦ κύβου σχῆμα ἀπε‐ δίδου τῇ γῇ, στερεωτάτῃ ὑπαρχούσῃ καὶ ἑδραιοτάτῃ· τῷ δὲ | |
σχήματι τῷ δωδεκαέδρῳ πρὸς τὸ πᾶν κατεχρήσατο. | 73 | |
13.2 | Πάντων δὲ τούτων ἀρχικωτέρα φύσις ἡ τῶν ἐπιπέδων· τῶν γὰρ στερεῶν προηγεῖται τὰ ἐπίπεδα· τῆς δὲ ἐπιπέδου φύσεως ὥσπερ τινὰ πρόγονα δύο ὑπάρχει τρίγωνα τὰ κάλλιστα ὀρθογώνια ὄντα, τὸ μὲν σκαληνόν, τὸ δὲ ἰσοσκελές· τοῦ σκα‐ | |
5 | ληνοῦ μίαν μὲν γωνίαν ὀρθὴν ἔχοντος, μίαν δὲ διμοίρου, τὴν δὲ καταλειπομένην τρίτου. Τὸ μὲν δὴ πρότερον, λέγω δὲ τὸ σκαληνὸν τρίγωνον, πυραμίδος καὶ ὀκταέδρου καὶ εἰκοσαέδρου στοιχεῖον γίνεται, τῆς μὲν πυραμίδος ἐκ τεττάρων ἰσοπλεύρων τριγώνων συνεστώσης, εἰς ἓξ τρίγωνα σκαληνὰ τὰ εἰρημένα | |
10 | ἑκάστου διαιρουμένου· τοῦ δὲ ὀκταέδρου ἐξ ὀκτὼ ὁμοίως διαιρουμένου ἑκάστου εἰς ἓξ σκαληνά, τὰ δὲ εἰκοσαέδρου ἐξ εἴκοσι. Τὸ δὲ ἕτερον, λέγω δὲ τὸ ἰσοσκελές, συστατικὸν τοῦ κύβου γίνεται· τέτταρα γὰρ ἰσοσκελῆ τρίγωνα συνελθόντα τετράγωνον ποιεῖ, ἐξ ὁποίων ἓξ τετραγώνων ὁ κύβος συνίσταται· | |
15 | τῷ δὲ δωδεκαέδρῳ εἰς τὸ πᾶν ὁ θεὸς κατεχρήσατο, διότι ζῴδιά | |
τε ἐν οὐρανῷ θεωρεῖται δώδεκα ἐν τῷ ζῳδιακῷ κύκλῳ καὶ ἕκαστον αὐτῶν εἰς μοίρας τριάκοντα διαιρεῖται, παραπλησίως καὶ ἐπὶ τοῦ δωδεκαέδρου ἐκ πενταγώνων ὄντος δώδεκα, διαιρου‐ μένων εἰς πέντε τρίγωνα, ὥστε ἕκαστον δι’ ἓξ τριγώνων εἶναι, | 75 | |
20 | ἐν ὅλῳ τῷ δωδεκαέδρῳ τριακοσίων ἑξήκοντα εὑρισκομένων τριγώνων, ὁπόσαι καὶ ἐν τῷ ζῳδιακῷ μοῖραι οὖσαι τυγχάνουσι. | |
21 | ||
13.3 | Τούτοις οὖν ὑπὸ τοῦ θεοῦ ἡ ὕλη τυπωθεῖσα ἐκινεῖτο μὲν τὸ πρῶτον τοῖς ἴχνεσιν ἀτάκτως, εἶτα ὑπὸ τοῦ θεοῦ πρὸς τάξιν ἤχθη, ἁρμοσθέντων πάντων ἀναλογίᾳ πρὸς ἄλληλα· οὐ μένει δὲ ταῦτα διακριθέντα κατὰ χώραν, ἄπαυστον δὲ ἔχει σεισμὸν | |
5 | καὶ τῇ ὕλῃ παρέχει, διότι τῇ τοῦ κόσμου περιφορᾷ σφιγγόμενα συνωθεῖται καὶ συνελαυνόμενα πρὸς ἄλληλα φέρεται τὰ λεπτο‐ μερέστερα εἰς τὰς τῶν ἁδρομερεστέρων χώρας. Διὰ τοῦτο δὲ μηδὲν κενὸν ὑπολείπεται σώματος ἔρημον, καὶ ἡ ἀνωμαλότης δὲ διαμένουσα τὸν σεισμὸν παρέχεται· ὑπό τε γὰρ τούτων ἡ ὕλη | |
10 | σείεται καὶ ταῦτα ὑπ’ ἐκείνης. | 77 |
14.1 | Τὰ μὲν δὴ σώματα 〈συν〉ιστάς, 〈ἐκ〉 τῶν ἐμφαινομένων ἐν τῇ ψυχῇ δυνάμεων τὴν διδασκαλίαν αὐτῆς πεποίηται. Ἐπεὶ γὰρ ἕκαστα τῶν ὄντων κρίνομεν τῇ ψυχῇ, τὰς ἁπάντων τῶν ὄντων ἀρχὰς εἰκότως ἐγκατέταξεν αὐτῇ, ἵν’ ἀεὶ τῶν | |
5 | ὑποπιπτόντων ἕκαστον κατὰ τὸ συγγενὲς καὶ παραπλήσιον θεωροῦντες σύμφωνον τοῖς ἔργοις καὶ τὴν οὐσίαν αὐτῆς ὑποστη‐ σώμεθα. | |
7 | ||
14.2 | Λέγων οὖν εἶναί τινα νοητὴν οὐσίαν ἀμέριστον, καὶ ἄλλην περὶ τὰ σώματα μεριστὴν ὑπεστήσατο, ἐμφαίνων ὅτι ἑκατέρας τῶν οὐσιῶν ἐφάπτεσθαι δύναται τῇ νοήσει· ὁρῶν δὲ καὶ ἐπὶ τῶν νοητῶν ταυτότητά τε καὶ ἑτερότητα, καὶ ἐπὶ τῶν μεριστῶν, ἐκ | |
5 | πάντων τούτων συνηράνικε τὴν ψυχήν· ἢ γὰρ τῷ ὁμοίῳ τὸ ὅμοιον γνωρίζεται, ὡς τοῖς Πυθαγορείοις ἀρέσκει, ἢ τῷ ἀνο‐ | |
μοίῳ τὸ ἀνόμοιον, ὡς Ἡρακλείτῳ τῷ φυσικῷ. | 79 | |
14.3 | Ὅταν δὲ εἴπῃ γενητὸν εἶναι τὸν κόσμον, οὐχ οὕτως ἀκουστέον αὐτοῦ, ὡς ὄντος ποτὲ χρόνου, ἐν ᾧ οὐκ ἦν κόσμος· ἀλλὰ διότι ἀεὶ ἐν γενέσει ἐστὶ καὶ ἐμφαίνει τῆς αὑτοῦ ὑποστά‐ σεως ἀρχικώτερόν τι αἴτιον· καὶ τὴν ψυχὴν δὲ ἀεὶ οὖσαν τοῦ | |
5 | κόσμου οὐχὶ ποιεῖ ὁ θεός, ἀλλὰ κατακοσμεῖ, καὶ ταύτῃ λέγοιτ’ ἂν καὶ ποιεῖν, ἐγείρων καὶ ἐπιστρέφων πρὸς αὑτὸν τόν τε νοῦν αὐτῆς καὶ αὐτὴν ὥσπερ ἐκ κάρου τινὸς βαθέος ἢ ὕπνου, ὅπως ἀποβλέπουσα πρὸς τὰ νοητὰ αὐτοῦ δέχηται τὰ εἴδη καὶ τὰς μορφάς, ἐφιεμένη τῶν ἐκείνου νοημάτων. | |
9 | ||
14.4 | Δῆλον οὖν ὅτι ζῷον ἂν εἴη ὁ κόσμος καὶ νοερόν· ἄριστον γὰρ αὐτὸν βουλόμενος ποιῆσαι ὁ θεὸς ἀκολούθως καὶ ἔμψυχον αὐτὸν ἐποίησε καὶ νοερόν· τό τε γὰρ ἔμψυχον ἀποτέλεσμα τοῦ μὴ ἐμψύχου ὅλον ὅλου κρεῖττον καὶ τὸ νοερὸν τοῦ μὴ νοεροῦ, | |
5 | ἴσως οὐχ οἵου τε ὄντος νοῦ ἄνευ ψυχῆς ὑποστῆναι· τῆς δὲ ψυχῆς ταθείσης ἐκ τοῦ μέσου ἐπὶ τὰ πέρατα, συνέβη αὐτὴν τὸ σῶμα τοῦ κόσμου κύκλῳ διὰ παντὸς περιέχειν καὶ περικαλύψαι, | |
ὥστε ὅλῳ τῷ κόσμῳ αὐτὴν παρεκτεῖναι καὶ τοῦτον τὸν τρόπον αὐτὸν συνδεῖν τε καὶ συνέχειν, κρατεῖν μέντοι τὰ ἐκτὸς αὐτῆς | 81 | |
10 | τῶν ἐντός. Ἡ μὲν γὰρ ἐκτὸς ἄσχιστος ἔμεινεν, ἡ δὲ ἐντὸς εἰς ἑπτὰ κύκλους ἐτμήθη ἐξ ἀρχῆς νεμηθεῖσα κατὰ διπλάσια καὶ τριπλάσια διαστήματα· ἔστι τε ἡ μὲν περιεχομένη ὑπὸ τῆς ἀσχίστου μεινάσης σφαίρας ταὐτῷ παραπλησία, ἡ δὲ σχισθεῖσα θατέρῳ. | |
14 | ||
14.5 | Ἡ μὲν γὰρ τοῦ πάντα περιέχοντος οὐρανοῦ κίνησις ἀπλανὴς οὖσα μία τέ ἐστι καὶ τεταγμένη, ἡ μέντοι τῶν ἐντὸς ποικίλη καὶ ἀνατολαῖς τε καὶ δύσεσιν ἀλλοία, διὸ καὶ πλανῆτις καλεῖται· φέρεται δὲ ἡ μὲν ἐκτὸς ἐπὶ τὰ δεξιὰ ἀπ’ ἀνατολῆς | |
5 | ἐπὶ δύσιν κινουμένη, ἡ δ’ ἐντὸς ἀνάπαλιν ἐπὶ τὰ ἀριστερά, ἀπὸ | |
δύσεως ἐπ’ ἀνατολὴν ὑπαντιάζουσα τῷ κόσμῳ. | 83 | |
14.6 | Ἐδημιούργησε δὲ ὁ θεὸς καὶ ἀστέρας τε καὶ ἄστρα, καὶ τούτων τὰ μὲν ἀπλανῆ, κόσμον οὐρανοῦ τε καὶ νυκτός, πάμ‐ πολλα ὄντα τῷ πλήθει, τὰ δὲ εἰς γένεσιν ἀριθμοῦ καὶ χρόνου καὶ δεῖξιν τῶν ὄντων, ἑπτὰ ὄντα. Καὶ γὰρ τὸν χρόνον ἐποίησε | |
5 | τῆς κινήσεως τοῦ κόσμου διάστημα, ὡς ἂν εἰκόνα τοῦ αἰῶνος, ὅς ἐστι μέτρον τοῦ αἰωνίου κόσμου τῆς μονῆς. Τὰ δὲ μὴ ἀπλανῆ τῶν ἄστρων τῇ δυνάμει οὐχ ὅμοια. Ἥλιος μὲν γὰρ ἡγεμονεύει πάντων, δεικνύς τε καὶ φαίνων τὰ σύμπαντα· σελήνη δὲ ἐν τάξει δευτέρᾳ θεωρεῖται ἕνεκα τῆς δυνάμεως, οἱ δὲ ἄλλοι | |
10 | πλανῆται ἀναλόγως κατὰ μοῖραν ἕκαστος ἰδίαν. Καὶ σελήνη μὲν μηνὸς μέτρον ποιεῖ, ἐκπεριελθοῦσα τὸν ἑαυτῆς κύκλον καὶ καταλαβοῦσα τὸν ἥλιον ἐν τοσούτῳ· ἥλιος δὲ ἐνιαυτῷ· περι‐ ελθὼν γὰρ τὸν ζῳοφόρον κύκλον πληροῖ τὰς ὥρας τοῦ ἔτους· οἵ τε ἄλλοι καθ’ ἕνα ἕκαστον περιόδοις ἰδίαις κέχρηνται, αἵτινες | |
15 | θεωρηταὶ οὐ τοῖς τυχοῦσιν εἰσίν, ἀλλὰ τοῖς πεπαιδευμένοις· ἐκ δὲ πασῶν τῶν περιόδων ὁ τέλειος ἀριθμὸς καὶ χρόνος συμπεραι‐ οῦται ὁπόταν ἐπὶ τὸ αὐτὸ σημεῖον πάντες οἱ πλανῆται ἐλθόντες ταύτην τὴν τάξιν λάβωσιν, ὥστε εὐθείας νοηθείσης ἀπὸ τῆς ἀπλανοῦς σφαίρας ἐπὶ τὴν γῆν νευούσης κατὰ κάθετον τὰ κέντρα | |
20 | αὐτῶν ἐπὶ ταύτης θεωρεῖσθαι. | 85 |
14.7 | Ἑπτὰ τοίνυν σφαιρῶν οὐσῶν ἐν τῇ πλανωμένῃ σφαίρᾳ, ἑπτὰ σώματα ὁ θεὸς δημιουργήσας ὁρατὰ ἐκ πυρώδους τῆς πλείστης οὐσίας ἐφήρμοσε ταῖς σφαίραις ὑπαρχούσαις ἐκ τοῦ θατέρου κύκλου καὶ πλανωμένου. Σελήνην μὲν δὴ τῷ μετὰ γῆν | |
5 | ἐπέθηκε κύκλῳ τῷ πρώτῳ, ἥλιον δὲ εἰς τὸν δεύτερον ἔταξε, ἑωσφόρον δὲ καὶ τὸν ἱερὸν Ἑρμοῦ λεγόμενον ἀστέρα εἰς τὸν ἰσοταχῆ μὲν ἡλίῳ κύκλον ἰόντα, τούτου δὲ ἀφεστῶτα· ὕπερθεν δὲ τοὺς ἄλλους κατὰ σφαῖραν οἰκείαν· τὸν μὲν βραδύτατον αὐτῶν ὑπὸ τῇ τῶν ἀπλανῶν κείμενον σφαίρᾳ, ὃν Κρόνου τινὲς | |
10 | ἐπονομάζουσιν ἀστέρα, τὸν δὲ βραδυτῆτι δεύτερον μετὰ τοῦτον Διὸς ἐπώνυμον, ὑφ’ ὃν τὸν Ἄρεως· ὀγδόη δὲ πᾶσιν ἡ ἄνωθεν δύναμις περιβέβληται. Πάντες δὲ οὗτοι νοερὰ ζῷα καὶ θεοὶ | |
καὶ σφαιρικὰ τοῖς σχήμασιν. | 87 | |
15.1 | Εἰσὶ δὲ καὶ ἄλλοι δαίμονες, οὓς καὶ καλοίη ἄν τις γενητοὺς θεούς, καθ’ ἕκαστον τῶν στοιχείων, οἱ μὲν ὁρατοί, οἱ δὲ ἀόρατοι, ἔν τε αἰθέρι καὶ πυρὶ ἀέρι τε καὶ ὕδατι, ὡς μηδὲν κόσμου μέρος ψυχῆς ἄμοιρον εἶναι μηδὲ ζῴου κρείττονος | |
5 | θνητῆς φύσεως· τούτοις δὲ ὑποτέτακται τὰ ὑπὸ σελήνην πάντα καὶ τὰ ἐπίγεια. | |
6 | ||
15.2 | Ὁ μὲν γὰρ θεὸς τοῦ τε παντὸς ὑπάρχει ποιητὴς αὐτὸς καὶ τῶν θεῶν τε καὶ δαιμόνων, ὃ δὴ πᾶν λύσιν οὐκ ἔχει κατὰ τὴν ἐκείνου βούλησιν· τῶν δὲ ἄλλων οἱ ἐκείνου παῖδες ἡγοῦνται, κατὰ τὴν ἐκείνου ἐντολὴν καὶ μίμησιν πράττοντες ὅσα | |
5 | πράττουσιν, ἀφ’ ὧν κληδόνες καὶ ὀττεῖαι καὶ ὀνείρατα καὶ χρησμοὶ καὶ ὅσα κατὰ μαντείαν ὑπὸ θνητῶν τεχνιτεύεται. | |
6 | ||
15.3 | Κεῖται δὲ ἡ μὲν γῆ τῶν ὅλων μέση, περὶ τὸν διὰ παντὸς τεταμένον σφιγγομένη πόλον, ἡμέρας φύλαξ καὶ νυκτός, πρεσβυ‐ τάτη τῶν ἐντὸς οὐρανοῦ θεῶν μετά γε τὴν ψυχὴν τοῦ κόσμου, τροφὴν ἡμῖν παρέχουσα δαψιλῆ· περὶ ἣν ὁ κόσμος πολεῖται, | |
5 | ἄστρον τι καὶ αὕτη ὑπάρχουσα, μένουσα δὲ διὰ τὸ ἰσόρροπόν | |
τι εἶναι χρῆμα ἐν μέσῳ κείμενον, ὁμοίων τῶν περιεχόντων. | 89 | |
15.4 | Ὁ δὲ αἰθὴρ ἐξωτάτω διῃρημένος εἴς τε τὴν τῶν ἀπλανῶν σφαίραν καὶ εἰς τὴν τῶν πλανωμένων· μεθ’ ἃς ἡ τοῦ ἀέρος ὑπάρχει, καὶ ἐν μέσῳ ἡ γῆ σὺν τῷ ἑαυτῆς ὑγρῷ. | |
3 | ||
16.1 | Ἐπεὶ δὲ διεκεκόσμητο αὐτῷ τὰ πάντα, τρία δὲ τὰ λοιπὰ γένη ζῴων ἔλειπεν, ἅπερ ἔμελλε θνητὰ ἔσεσθαι, τό τε πτηνὸν καὶ τὸ ἔνυδρον καὶ τὸ πεζόν, τοῖς ἐκγόνοις αὑτοῦ θεοῖς ἐπέταξε τὴν τούτων ποίησιν, ὅπως μὴ ὑπ’ αὐτοῦ πλασ‐ | |
5 | θέντα ἀθάνατα γένοιτο. Αὐτοὶ δὴ δανεισάμενοι ἀπὸ τῆς πρώτης ὕλης μόρια ἄττα πρὸς ὡρισμένους χρόνους, ὡς εἰς αὐτὸ πάλιν ἀποδοθησόμενα, ἐδημιούργουν τὰ θνητὰ ζῷα. | |
7 | ||
16.2 | Ἐπεὶ δὲ περὶ τοῦ ἀνθρωπείου γένους ὡς συγγενεστάτου θεοῖς πάλιν φροντὶς ἦν τῷ τε πατρὶ πάντων καὶ τοῖς τούτου ἐκγόνοις θεοῖς, κατέπεμψεν ἐπὶ γῆν τὰς τούτου τοῦ γένους ψυχὰς ὁ τῶν ὅλων δημιουργὸς ἰσαρίθμους τοῖς ἄστροις· | |
5 | ἐμβιβάσας τε ὡς εἰς ὄχημα ἄστρον τὸ σύννομον ἁπάσας νόμους τοὺς εἱμαρμένους εἶπεν αὐταῖς νομοθέτου τρόπον, ὅπως αὐτὸς ἀναίτιος ᾖ· ὅτι τὰ πάθη ἀπὸ σώματος προσφύσεται θνητά· πρῶτα μὲν αἰσθήσεις, ἔπειτα δὲ ἡδονὴ καὶ λύπη, φόβος τε καὶ θυμός, ὧν κρατήσασαι καὶ μηδαμῶς βιασθεῖσαι αἱ μὲν δίκῃ | 91 |
10 | βιώσονται καὶ εἰς τὸ σύννομον ἄστρον ἀφίξονται, αἱ δὲ κρατηθεῖσαι ὑπὸ ἀδικίας εἰς γυναικὸς ἐν τῇ δευτέρᾳ γενέσει βίον ἐλεύσονται, μὴ παυόμεναι δὲ τὸ τελευταῖον εἰς θηρίων φύσιν· τέλος δὲ αὐταῖς τῶν πόνων ἔσται τὸ νικῆσαι μὲν τὰ προσφύντα, εἰς δὲ τὴν οἰκείαν ἕξιν ἐλθεῖν. | |
14 | ||
17.1 | Οἱ δὴ θεοὶ ἔπλασαν μὲν προηγουμένως τὸν ἄνθρωπον ἐκ γῆς καὶ πυρὸς καὶ ἀέρος καὶ ὕδατος, μοίρας τινὰς δανειζόμενοι εἰς ἀπόδοσιν, συνθέντες δὲ ἀοράτοις γόμφοις ἕν τι σῶμα ἐργασάμενοι, τῆς καταπεμφθείσης ψυχῆς τὸ κύριον ἐνέδησαν | |
5 | εἰς τὴν κεφαλήν, ὥσπερ ἄρουραν ὑποθέντες τὸν ἐγκέφαλον, περί τε τὸ πρόσωπον ἔθεσαν τὰ τῶν αἰσθητηρίων ὄργανα, ὑπηρεσίαν | |
ἐκτελέσοντα τὴν προσήκουσαν· συνέθεσαν δὲ τὸν μὲν μυελὸν ἐκ τῶν λείων τε καὶ ἀστραβῶν τριγώνων, ἐξ ὧν τὰ στοιχεῖα ἐγένετο, σπέρματος γένεσιν ἐσόμενον· τὸ δὲ ὀστοῦν ἐκ γῆς | 93 | |
10 | καὶ μυελοῦ δευθέντων καὶ πολλάκις ὕδατι καὶ πυρὶ βαφέντων· τὰ δὲ νεῦρα ἐξ ὀστοῦ καὶ σαρκός· αὐτὴ δὲ ἡ σὰρξ ἐγένετο ἔκ τε ἁλμυροῦ καὶ ὀξέος οἷον ζυμώματος. | |
12 | ||
17.2 | Περιέθηκαν δὲ μυελῷ μὲν τὸ ὀστοῦν, τοῖς δὲ ὀστοῖς πρὸς σύνδεσιν αὐτῶν νεῦρα· καὶ διὰ νεύρων μὲν κάμψεις ἐγένοντο καὶ ἄρθρων συνδέσεις, διὰ δὲ σαρκὸς σκέπη αὐτοῖς ὥσπερ ἐπιπλασσομένης πῃ μὲν λευκῆς πῃ δὲ πελιᾶς, πρὸς αὐτὸ τὸ | |
5 | εὔχρηστον τῷ σώματι. | |
5 | ||
17.3 | Ἐκ τούτων δὲ καὶ τὰ ἐντὸς συνεπλέχθη σπλάγχνα καὶ κοιλία τε καὶ περὶ ταύτην ἔντερα ἑλιχθέντα, ἄνωθέν τε ἀπὸ στόματος ἀρτηρία καὶ φάρυγξ, ἡ μὲν εἰς στόμαχον, ἡ δὲ εἰς πνεύμονα ἰοῦσα. Διοικεῖται δὲ τὰ σιτία κατὰ τὴν γαστέρα | |
5 | πνεύματί τε καὶ θερμῷ τεμνόμενα καὶ μαλαττόμενα καὶ οὕτως ἐπὶ πᾶν τὸ σῶμα χωροῦντα κατὰ τὰς οἰκείας μεταβολάς· δύο δὲ φλέβες παρὰ τὴν ῥάχιν ἰοῦσαι τὴν κεφαλὴν ἐναντίως κατα‐ πλέκουσιν ἀλλήλαις ἀπαντῶσαι, σχίζονταί τε τοὐντεῦθεν ἐπὶ πολλά. | 95 |
9 | ||
17.4 | Ἐργασάμενοι δὲ οἱ θεοὶ τὸν ἄνθρωπον καὶ ἐνδήσαντες τῷ σώματι αὐτοῦ τὴν ψυχὴν δεσπόσουσαν αὐτοῦ, ταύτης τὸ ἡγεμονικὸν κατὰ λόγον περὶ τὴν κεφαλὴν καθίδρυσαν, ἔνθα μυελοῦ τε ἀρχαὶ καὶ νεύρων καὶ κατὰ τὰς πείσεις παραφροσύναι, | |
5 | περικειμένων καὶ τῶν αἰσθήσεων τῇ κεφαλῇ, ὥσπερ δορυφορου‐ σῶν τὸ ἡγεμονικόν. Ἐν τούτῳ καὶ τὸ λογιστικὸν τῷ τόπῳ καὶ τὸ κρῖνόν τε καὶ τὸ θεωροῦν· τὸ δὲ παθητικὸν τῆς ψυχῆς κατωτέρω ἐποίησαν, τὸ μὲν θυμικὸν περὶ τὴν καρδίαν, τὸ δὲ ἐπιθυμητικὸν περὶ τὸ ἦτρον καὶ τοὺς περὶ τὸν ὀμφαλὸν τόπους, | |
10 | περὶ ὧν ὕστερον εἰρήσεται. | 97 |
18.1 | Ἱδρύσαντες δὲ περὶ τὸ πρόσωπον τὰ φωσφόρα ὄμματα καθεῖρξαν ἐν αὐτοῖς τοῦ πυρὸς τὸ φωτοειδές, ὅπερ λεῖον ὑπάρχον καὶ πυκνὸν ἀδελφὸν ᾤοντο εἶναι τοῦ μεθημερινοῦ φωτός. Τοῦτο δὴ ῥᾷστα δι’ ὅλων μὲν τῶν ὀφθαλμῶν, μάλιστα | |
5 | δὲ κατὰ τὸ μέσον αὐτῶν διεκθεῖ, τὸ καθαρώτατόν τε καὶ εἰλικρι‐ νέστατον· ὃ γινόμενον συμπαγὲς τῷ ἔξωθεν, ὅμοιον ὁμοίῳ, ὁρατικὴν αἴσθησιν παρέχεται· ὅθεν καὶ τοῦ φωτὸς νύκτωρ ἀπιόντος ἢ σκοτωθέντος οὐκέτι προσφύεται τὸ ἀφ’ ἡμῶν ῥεῦμα τῷ πλησίον ἀέρι, συνεχόμενον δὲ ἐντὸς ὁμαλύνει τε καὶ διαχεῖ | |
10 | τὰς ἐν ἡμῖν κινήσεις, ἐπαγωγὸν ὕπνου γινόμενον, παρ’ ὃ καὶ μύει τὰ βλέφαρα. | |
11 | ||
18.2 | Πολλῆς μὲν δὴ ἡσυχίας γενομένης βραχυόνειροι ὕπνοι ἐμπίπτουσιν, ὑπολειφθεισῶν δέ τινων κινήσεων φαντάσματα συχνὰ γίνεται περὶ ἡμᾶς· καὶ τὰς μὲν ὕπαρ τε καὶ ὄναρ κατ’ εὐθυωρίαν γινομένας φαντασίας ὡδὶ συνίστασθαι· ταύταις | |
5 | δὲ ἑπομένως καὶ τὰς κατὰ τῶν κατόπτρων εἰδωλοποιΐας καὶ τῶν ἄλλων ὅσα διαφανῆ καὶ λεῖα οὐκ ἄλλως ἢ κατὰ ἀνάκλασιν συντελεῖσθαι, ὡς ἂν ἔχῃ τὸ κάτοπτρον κυρτότητος ἢ κοιλότητος | |
ἢ μήκους· διάφοροι γὰρ ἔσονται φαντασίαι, ἀνταπωθουμένων τῶν φώτων πρὸς τὰ μέρη τὰ ἕτερα, ἀπολισθαινόντων μὲν τῆς | 99 | |
10 | κυρτότητος, εἰς δὲ τὴν κοιλότητα συνιόντων. Οὕτω γὰρ ἐφ’ ὧν μὲν ἐξ ἐναντίων τὸ λαιὸν καὶ τὸ δεξιὸν ὁρᾶται, ἐφ’ ὧν δὲ κατὰ ἴσον, ἐφ’ ὧν δὲ τὰ κάτω πρὸς τὰ ἄνω καὶ ἔμπαλιν μεταπίπτει. | |
12 | ||
19.1 | Ἀκοὴ δὲ γέγονε πρὸς φωνῆς γνῶσιν, ἀρχομένη μὲν ἀπὸ τῆς περὶ τὴν κεφαλὴν κινήσεως, τελευτῶσα δὲ περὶ ἥπατος ἕδραν· ἡ δὲ φωνή ἐστιν ἡ δι’ ὤτων ἐρχομένη ἐγκεφάλου τε καὶ αἵματος, διαδιδομένη δὲ μέχρι ψυχῆς πληγή, ὀξεῖα μὲν | |
5 | ἡ ταχέως κινουμένη, βαρεῖα δὲ ἡ βραδέως, καὶ μεγάλη μὲν ἡ | |
πολλή, μικρὰ δὲ ἡ ὀλίγη. | 101 | |
19.2 | Τούτοις δὲ ἑπομένως ἡ τῶν μυκτήρων δύναμις πρὸς τὴν τῶν ὀσμῶν αἴσθησιν συνέστη· ἔστι δὲ ἡ ὀσμή τι κατιὸν ἀπὸ τῶν ἐν τοῖς μυκτῆρσι φλεβίων πάθος μέχρι τῶν περὶ τὸν ὀμφαλὸν τόπων· εἴδη δὲ ταύτης οὐχ ὑπάρχει κατωνομασμένα | |
5 | ἔξω δυοῖν τοῖν γενικωτάτοιν, εὐώδους τε καὶ δυσώδους, ἅπερ τὴν τοῦ ἀλγεινοῦ τε καὶ ἡδέος ἔχει πρόσρησιν. Πᾶσαν δὲ τὴν ὀσμὴν ἀέρος μὲν εἶναι παχυτέραν, ὕδατος δὲ λεπτοτέραν· σημεῖον δέ, ἐν οἷς εἰκότως λέγεται τὸ τῆς ὀσμῆς γένος, ὅτι τούτων ἐστὶ τῶν οὐδέπω μεταβολὴν τελείαν εἰληφότων, ἀλλὰ | |
10 | κοινωνίαν ἐχόντων ἀέρος τε καὶ ὕδατος, ταῦτα δὲ εἶναι κατὰ καπνόν τε καὶ ὁμίχλην· τούτων γὰρ εἰς ἄλληλα ἀμειβόντων ἡ τῆς ὀσφρήσεως αἴσθησις συντελεῖται. | |
12 | ||
19.3 | Τήν γε μὴν γεῦσιν ποικιλωτάτων χυμῶν ἐπιγνώμονα κατεσκεύασαν οἱ θεοί, φλεβία διατείναντες ἀπὸ γλώττης μέχρι καρδίας, δοκίμια ἐσόμενα καὶ κριτήρια τῶν χυμῶν· ταῦτα δὲ συγκρινόμενα καὶ διακρινόμενα κατὰ τὰς προσπτώσεις τῶν | |
5 | χυμῶν διορίζει τὴν ἐν τούτοις παραλλαγήν. | |
5 | ||
19.4 | Εἰσὶ δὲ χυμῶν διαφοραὶ ἑπτά· γλυκύς, ὀξύς, στρυφνός, αὐστηρός, ἁλμυρός, δριμύς, πικρός· τούτων δὲ τὸν μὲν γλυκὺν | |
ἐναντίαν φύσιν ἔχειν τοῖς ἄλλοις ἅπασι συμβέβηκε, διαχέοντα οἰκείως τὴν περὶ τὴν γλῶτταν ὑγρότητα· τοὺς δὲ λοιπούς, τοὺς | 103 | |
5 | μὲν κυκῶντάς τε καὶ σπαράττοντας ὀξεῖς, τοὺς δὲ ἐκθερμαί‐ νοντας καὶ εἰς τὰ ἄνω θέοντας δριμεῖς, τοὺς δὲ τὸ ῥυπτικὸν ἔχοντας σφοδρὸν ὥστε συντήκειν πικρούς, τοὺς δὲ ἠρέμα καθαί‐ ροντάς τε καὶ ῥύπτοντας ἁλμυρούς, τῶν δὲ συναγόντων τοὺς πόρους καὶ συγκρινόντων τοὺς μὲν τραχυτέρους στρυφνοὺς εἶναι, | |
10 | τοὺς δ’ ἧττον τοῦτο ἐργαζομένους αὐστηρούς. | |
10 | ||
19.5 | Ἁπτικὴν δ’ εἶναι δύναμιν κατεσκευασμένην ὑπὸ θεῶν ἀντι‐ ληπτικὴν θερμῶν τε καὶ ψυχρῶν μαλακῶν τε καὶ σκληρῶν, κούφων τε καὶ βαρέων λείων τε καὶ τραχέων, ὡς κρίνειν καὶ τὰς ἐν τούτοις διαφοράς. Εἴκοντα μὲν δή φαμεν τὰ παραδεχό‐ | |
5 | μενα τὴν ἁφήν, ἀντίτυπα δὲ ἃ οὐκ εἴκει· τοῦτο δὲ συμβαίνει παρὰ τὰς βάσεις αὐτῶν τῶν σωμάτων· τὰ μὲν γὰρ ἔχοντα μείζονας μόνιμα καὶ ἑδραῖα, τὰ δὲ ἐπὶ μικροῦ βεβῶτα εὔεικτα καὶ μαλακὰ καὶ εὐμετάβολα ὄντα τυγχάνει. Τραχὺ δὲ εἴη ἂν τὸ ἀνώμαλον μετὰ σκληρότητος, λεῖον δὲ τὸ ὁμαλὸν μετὰ πυκνοῦ· | |
10 | τό γε μὴν ψυχροῦ καὶ θερμοῦ πάθος ἐναντιώτατα ὄντα ἐναντίοις αἰτίοις συνίσταται. Τὸ μὲν γὰρ ὀξύτητι τῶν μερῶν καὶ τραχύτητι διατέμνον τὸ θερμὸν πάθος ποιεῖ, τὸ δὲ ψυχρὸν ἁδρομερέστερον τῇ εἰσόδῳ, ἐξωθούντων μὲν τὰ ἐλάττονα καὶ μικρά, βιαζομένων δὲ ἐλθεῖν εἰς τὴν ἐκείνων ἕδραν· σεισμὸς γάρ τις καὶ τρόμος | |
15 | τότε συνίσταται, καὶ τὸ ἐπὶ τούτῳ πάθος ἐν τοῖς σώμασι ῥῖγος | |
ὑπάρχει. | 105 | |
20.1 | Βαρὺ δὲ καὶ κοῦφον τῷ μὲν ἄνω καὶ κάτω οὐδαμῶς ὁρίζειν προσήκει· οὐδὲν γὰρ εἶναι τὸ μὲν ἄνω τὸ δὲ κάτω. Τοῦ γὰρ παντὸς οὐρανοῦ σφαιροειδοῦς ὄντος καὶ ἀπηκριβωμένου ὁμαλῶς κατὰ τὴν ἐκτὸς ἐπιφάνειαν, οὐκ ἐν δίκῃ τὸ μὲν ἄνω τὸ | |
5 | δὲ κάτω τινὰς ὀνομάζειν· ἄλλα γὰρ εἶναι βαρὺ μὲν τὸ χαλεπῶς εἰς τὸν παρὰ φύσιν τόπον ἑλκόμενον, κοῦφον δὲ τὸ ῥᾳδίως· καὶ προσέτι βαρὺ μὲν τὸ ἐκ πλειόνων μερῶν συγκείμενον, ἐλαφρὸν δὲ τὸ ἐξ ὀλιγίστων. | |
8 | ||
21.1 | Ἀναπνέομεν δὲ τούτῳ τῷ τρόπῳ· περιέστηκε μὲν ἡμῖν ἔξωθεν ἀὴρ πολύς, οὗτος δὲ διὰ τοῦ στόματος καὶ τῶν ῥινῶν καὶ διὰ τῶν ἄλλων τοῦ σώματος πόρων καὶ τῷ λόγῳ θεωρητῶν εἴσω χωρεῖ, θερμανθεὶς δὲ εἰς τὰ ἔξω πρὸς τὸ συγ‐ | |
5 | γενὲς σπεύδει· καὶ καθ’ ὃ ἂν μέρος ἐξίῃ, ἀντιπεριωθεῖ τὸν ἔξωθεν ἀέρα πάλιν εἰς τὰ ἐντός, οὕτω τε ἀπαύστως τούτου τοῦ | |
κύκλου συντελουμένου ἡ εἰσπνοή τε καὶ ἐκπνοὴ συνίσταται. | 107 | |
22.1 | Νόσων δὲ αἰτίας εἶναι πολλάς· πρῶτον μὲν τὴν τῶν στοιχείων ἔνδειαν καὶ ὑπερβολὴν μετάστασίν τε εἰς ἄλλους οὐκ οἰκείους τόπους· δεύτερον δὲ τὴν τῶν ὁμογενῶν ἀνάπαλιν γένεσιν, οἷον ἐκ σαρκὸς εἰ γένοιτο αἷμα ἢ χολὴ ἢ φλέγμα· | |
5 | πάντα γὰρ ταῦτα οὐδὲν ἄλλο ἢ σύντηξιν εἶναι. Τὸ μὲν γὰρ φλέγμα ὑπάρχειν νέας σαρκὸς σύντηξιν· ἱδρῶτα δὲ καὶ τὸ δάκρυον ὥσπερ ὀρόν τινα φλέγματος· τὸ δὲ φλέγμα ἔξω μὲν ἀπολειφθὲν λεύκας καὶ ἀλφοὺς ἀπογεννᾷ, εἴσω δὲ κερασθὲν χολῇ μελαίνῃ τὴν καλουμένην ἱερὰν νόσον ἐπάγει, τὸ δὲ ὀξὺ καὶ | |
10 | ἁλμυρὸν φλέγμα τῶν ἐν ῥύσει παθῶν αἴτιον· πάντα δὲ τὰ φλεγμαίνοντα ὑπὸ χολῆς τοῦτο πέπονθε· τὰ γὰρ μυρία πάθη καὶ πολύτροπα χολή τε καὶ φλέγμα ἀπεργάζεται. Τὸν μὲν δὴ συνεχῆ πυρετὸν γίνεσθαι τοῦ πυρὸς πλεονάσαντος, τὸν δὲ ἀμφη‐ | |
μερινὸν τοῦ ἀέρος, τριταῖον δὲ ὕδατος, τεταρταῖον δὲ γῆς. | 109 | |
23.1 | Ἑξῆς δὲ περὶ ψυχῆς ῥητέον, ἐντεῦθέν ποθεν ἀναλαβόντας τὸν λόγον, εἰ καὶ δόξομεν παλιλλογεῖν. Ψυχὴν γὰρ παραλαβόντες ἀνθρωπίνην ἀθάνατον οὖσαν, ὡς δείξομεν, παρὰ τοῦ πρώτου θεοῦ οἱ τὰ θνητὰ γένη δημιουργοῦντες θεοὶ | |
5 | δύο αὐτῇ προσέθεσαν μέρη θνητά· ὡς δὲ μὴ τῆς φλυαρίας τῆς θνητῆς ἀναπιμπλάμενον ᾖ τὸ θεῖον αὐτῆς καὶ ἀθάνατον, κατῴ‐ κισαν ἐπὶ τοῦ σώματος ἐπὶ τῆς οἷον ἀκροπόλεως, ἄρχον καὶ βασιλεῦον ἀποφήναντες οἴκησίν τε ἀπονείμαντες αὐτῷ τὴν κεφα‐ λήν, σχῆμα ἔχουσαν μιμούμενον τὸ τοῦ παντός, ὑπέθεσαν δὲ τὸ | |
10 | ἄλλο σῶμα πρὸς ὑπηρεσίαν ὡς ὄχημα προσφύσαντες, καὶ αὐτοῖς δὲ τοῖς θνητοῖς αὐτῆς μέρεσιν οἴκησιν ἄλλην ἄλλῳ ἀπένειμαν. | |
11 | ||
23.2 | Τὸ μὲν γὰρ θυμικὸν ἔταξαν ἐν καρδίᾳ, τὸ δὲ ἐπιθυμητικὸν ἐν τῷ μεταξὺ τόπῳ τοῦ τε πρὸς τὸν ὀμφαλὸν ὅρου καὶ τῶν φρενῶν, καταδήσαντες ὥσπερ τι οἰστροῦν καὶ ἄγριον θρέμμα· τὸν πνεύμονα δὲ ἐμηχανήσαντο τῆς καρδίας χάριν μαλακόν τε | |
5 | καὶ ἄναιμον σηραγγώδη τε καὶ σπόγγῳ παραπλήσιον ὅπως ἔχοι τι μάλαγμα πηδῶσα ἡ καρδία κατὰ τὴν ζέσιν τοῦ θυμοῦ. Τὸ δὲ | |
ἧπαρ πρὸς τὸ διεγείρειν τὸ ἐπιθυμητικὸν τῆς ψυχῆς καὶ πρὸς τὸ καταπραΰνειν ἔχον γλυκύτητά τε καὶ πικρότητα· καὶ μὴν πρὸς τὸ δηλοῦν τὴν διὰ τῶν ὀνείρων μαντικήν· ἐμφαίνεσθαι γὰρ ἐν | 111 | |
10 | αὐτῷ διὰ τὸ λεῖον καὶ πυκνὸν καὶ λαμπρὸν τὴν ἐκ τοῦ νοῦ φερο‐ μένην δύναμιν· τὸν δὲ σπλῆνα τοῦ ἥπατος χάριν, ὅπως καθαίρῃ τε αὐτὸ καὶ παρέχῃ λαμπρόν· τὰς γοῦν ἐπιγινομένας ἔκ τινων νόσων περὶ τὸ ἧπαρ διαφθορὰς εἰς αὐτὸν δέχεσθαι. | |
13 | ||
24.1 | Ὅτι δὲ τριμερής ἐστιν ἡ ψυχὴ κατὰ τὰς δυνάμεις, καὶ κατὰ λόγον τὰ μέρη αὐτῆς τόποις ἰδίοις διανενέ‐ μηται, μάθοιμεν ἂν ἐντεῦθεν. Πρῶτον μὲν δὴ τὰ φύσει χωρι‐ ζόμενα ἕτερα ὑπάρχει· φύσει δὲ χωρίζεται τὸ παθητικὸν καὶ | |
5 | λογιστικόν, εἴ γε τὸ μὲν περὶ τὰ νοητά ἐστι, τὸ δὲ περὶ τὰ λυπηρὰ καὶ ἡδέα, προσέτι τοῦ παθητικοῦ καὶ περὶ τὰ ζῷα ὄντος. | |
6 | ||
24.2 | Ἔπειτά γε μὴν ἕτερα ὄντα τῇ φύσει τό τε παθητικὸν | |
καὶ τὸ λογιστικὸν καὶ τόποις ὀφείλει κεχωρίσθαι. Εὑρίσκεται γὰρ μαχόμενα ἀλλήλοις, οὔτε αὐτοῦ τινὸς πρὸς αὑτὸ μάχεσθαι δυναμένου οὔτε τῶν ἐναντιουμένων πρὸς ἄλληλα περὶ τὸ αὐτὸ | 113 | |
5 | κατὰ τὸν αὐτὸν χρόνον δυναμένων συστῆναι. | |
5 | ||
24.3 | Ὁρᾶται δέ γε ἐπὶ μὲν τῆς Μηδείας ὁ θυμὸς λογισμῷ μαχόμενος· λέγει γοῦν τὸ Καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά, Θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων· | |
5 | ἐπὶ δὲ τοῦ Λαίου τὸν Χρύσιππον ἁρπάζοντος ἐπιθυμία λογισμῷ μαχομένη· λέγει γὰρ οὕτως· Αἲ αἲ τόδ’ ἤδη θεῖον ἀνθρώποις κακόν, Ὅταν τις εἰδῇ τἀγαθόν, χρῆται δὲ μή. | |
8 | ||
24.4 | Ἔτι δὲ τὸ ἕτερον εἶναι τὸ λογιστικὸν τοῦ παθητικοῦ παρίσ‐ ταται κἀκ τοῦ ἑτέραν μὲν ἐπιμέλειαν εἶναι τοῦ λογιστικοῦ, ἑτέραν δὲ τοῦ παθητικοῦ· τοῦ μὲν διὰ διδασκαλίας, τοῦ δὲ διὰ | |
τῆς ἔθους ἀσκήσεως. | 115 | |
25.1 | Τὴν δὲ ψυχὴν ἀθάνατον ἀποφαίνει τοῦτον ἐπιὼν τὸν τρόπον. Ἡ ψυχὴ ὅτῳ ἂν προσγένηται, ἐπιφέρει τούτῳ τὸ ζῆν ὡς σύμφυτον ὑπάρχον ἑαυτῇ· τὸ δὲ ἐπιφέρον τινὶ τὸ ζῆν ἀνεπίδεκτόν ἐστι θανάτου· τὸ δὲ τοιοῦτον ἀθάνατον. Εἰ δὲ | |
5 | ἀθάνατον ἡ ψυχή, καὶ ἀνώλεθρον ἂν εἴη· ἀσώματος γάρ ἐστιν οὐσία, ἀμετάβλητος κατὰ τὴν ὑπόστασιν καὶ νοητὴ καὶ ἀειδὴς καὶ μονοειδής· οὐκοῦν ἀσύνθετος, ἀδιάλυτος, ἀσκέδαστος· τὸ δὲ σῶμα πᾶν τοὐναντίον αἰσθητόν, ὁρατόν, σκεδαστόν, συντεθόν, πολυειδές. Καὶ γὰρ δὴ καὶ ἡ ψυχὴ διὰ μὲν τοῦ σώματος πρὸς | |
10 | τῷ αἰσθητῷ γινομένη ἰλιγγιᾷ τε καὶ ταράττεται καὶ οἷον μεθύει, πρὸς δὲ τῷ νοητῷ αὐτὴ καθ’ αὑτὴν γινομένη καθίσταται καὶ ἠρεμεῖ· πρὸς ᾧ δὴ γινομένη ταράττεται, τούτῳ οὐκ ἔοικεν· ὥστε μᾶλλον τῷ νοητῷ ἔοικε, τὸ δὲ νοητὸν ἀσκέδαστον τῇ φύσει καὶ ἀνώλεθρον. Καὶ μὴν ἡγεμονεύει ἡ ψυχὴ φύσει· τὸ δὲ τῇ | |
15 | φύσει ἡγεμονικὸν τῷ θείῳ ἔοικεν· ὥστε ψυχὴ τῷ θείῳ ἐοικυῖα | |
ἀνώλεθρος ἂν εἴη καὶ ἄφθαρτος. | 117 | |
25.2 | Τά τε ἄμεσα ἐναντία καὶ μὴ καθ’ αὑτὰ ἀλλὰ κατὰ συμ‐ βεβηκὸς πέφυκεν ἐξ ἀλλήλων γίνεσθαι· ἐναντίον δὲ τοῦτο, ὃ καλοῦσιν οἱ ἄνθρωποι ζῆν, τῷ τεθνάναι· ὡς οὖν ὁ θάνατος διάκρισις ψυχῆς ἀπὸ σώματος, οὕτω καὶ ἡ ζωὴ σύνοδος ψυχῆς, | |
5 | οὔσης δηλονότι πρόσθεν, καὶ σώματος· εἰ δὲ καὶ ἔσται μετὰ θάνατον καὶ ἦν πρὸ τοῦ περιπεσεῖν σώματι, πιθανώτατον ἀίδιον αὐτὴν εἶναι, οὐ γὰρ οἷόν τέ τι τὸ φθεροῦν αὐτὴν νοῆσαι. | |
7 | ||
25.3 | Εἴ γε μὴν αἱ μαθήσεις ἀναμνήσεις εἰσίν, ἀθάνατος ἂν εἴη ψυχή· ὅτι δὲ αἱ μαθήσεις ἀναμνήσεις, τοῦτον ἂν ἐπαχθείημεν τὸν τρόπον· οὐ γὰρ ἂν ἄλλως μάθησις ὑποσταίη, ἢ κατὰ ἀνά‐ μνησιν τῶν πάλαι γνωσθέντων. Εἰ γὰρ ἀπὸ τῶν κατὰ μέρος | |
5 | ἐνενοοῦμεν τὰς κοινότητας, πῶς ἂν τὰ κατὰ μέρος διωδεύσαμεν ἄπειρα ὑπάρχοντα, ἢ πῶς ἀπ’ ὀλίγων; διεψεύσθημεν γὰρ ἄν, οἷον φέρε κρίναντες τὸ ἀναπνοῇ χρώμενον μόνον ζῷον εἶναι· ἢ πῶς ἂν τὸ ἀρχικὸν εἶεν αἱ ἔννοιαι; ἀναμνηστικῶς οὖν νοοῦμεν ἀπὸ μικρῶν αἰθυγμάτων, ἀπό τινων κατὰ μέρος ὑποπεσόντων | |
10 | ἀναμιμνησκόμενοι τῶν πάλαι ἐγνωσμένων, ὧν λήθην ἐλάβομεν | |
ἐνσωματωθέντες. | 119 | |
25.4 | Ἔτι τε ἡ ψυχὴ οὐ φθείρεται ὑπὸ τῆς ἰδίας κακίας, οὐδὲ ὑπὸ τῆς ἄλλου φθείροιτ’ ἄν, οὐδ’ ἁπλῶς ὑπ’ ἄλλου, οὕτω δὲ ἔχουσα ἄφθαρτον ἂν εἴη. Τό γε μὴν αὐτοκίνητον ἀρχικῶς ἀεικί‐ νητον, τὸ δὲ τοιοῦτον ἀθάνατον· αὐτοκίνητον δὲ ἡ ψυχή, τὸ δὲ | |
5 | αὐτοκίνητον ἀρχὴ πάσης κινήσεως καὶ γενέσεως, ἀρχὴ δὲ ἀγέ‐ νητον καὶ ἀνώλεθρον· ὥστε ἥ τε τῶν ὅλων ψυχὴ τοιαύτη ἂν εἴη καὶ ἡ ἀνθρωπίνη. τοῦ αὐτοῦ γε κράματος ἀμφότεραι μετα‐ λαβοῦσαι. Αὐτοκίνητον δέ φησι τὴν ψυχήν, ὅτι σύμφυτον ἔχει τὴν ζωὴν ἀεὶ ἐνεργοῦσαν καθ’ αὑτήν. | |
9 | ||
25.5 | Ὅτι μὲν οὖν αἱ λογικαὶ ψυχαὶ ἀθάνατοι ὑπάρχουσι κατὰ τὸν ἄνδρα τοῦτον, βεβαιώσαιτ’ ἄν τις· εἰ δὲ καὶ αἱ ἄλογοι, τοῦτο τῶν ἀμφισβητουμένων ὑπάρχει. Πιθανὸν γὰρ τὰς ἀλόγους ψυχάς, ψιλῇ τε φαντασίᾳ ἐλαυνομένας καὶ οὔτε λογισμῷ οὔτε | |
5 | κρίσει χρωμένας, οὔτε θεωρήμασι καὶ τῇ τούτων συναγωγῇ οὔτε καθολικαῖς διαλήψεσι, παντελῶς δὲ ἀνεννοήτους οὔσας καὶ τῆς νοητῆς φύσεως, μήτε τῆς αὐτῆς οὐσίας εἶναι ταῖς λογικαῖς, θνητάς τε καὶ φθαρτὰς ὑπάρχειν. | 121 |
8 | ||
25.6 | Τῷ δὲ ἀθανάτους εἶναι τὰς ψυχὰς λόγῳ ἠκολούθησε τὸ εἰσκρίνεσθαι αὐτὰς τοῖς σώμασι, παρεμφυομένας ταῖς τῶν ἐμβρύων διαπλαστικαῖς φύσεσι, καὶ διαμείβειν πολλὰ σώματα καὶ ἀνθρώ‐ πινα καὶ οὐκ ἀνθρώπινα, ἢ ἀριθμοὺς μενούσας ἢ βουλήσει θεῶν | |
5 | ἢ δι’ ἀκολασίαν ἢ διὰ φιλοσωματίαν· ἔχει δέ πως οἰκειότητα πρὸς ἄλληλα σῶμα καὶ ψυχή, ὡς πῦρ καὶ ἄσφαλτος. | |
6 | ||
25.7 | Καὶ ἡ θεῶν δὲ ψυχὴ κέκτηται καὶ αὐτὴ τό τε κριτικόν, ὃ καὶ γνωστικὸν ἂν καλοῖτο, καὶ μὴν τὸ ὁρμητικόν τε, ὃ καὶ παραστατικὸν ἄν τις ὀνομάσειε, καὶ τὸ οἰκειωτικόν· αἵτινες δυνάμεις οὖσαι καὶ ἐν ταῖς ἀνθρωπίναις ψυχαῖς μετὰ τὸ ἐνσω‐ | |
5 | ματωθῆναι οἷον μεταβολὴν λαμβάνουσιν, ἡ μὲν οἰκειωτικὴ εἰς | |
τὸ ἐπιθυμητικόν, ἡ δὲ ὁρμητικὴ εἰς τὸ θυμοειδές. | 123 | |
26.1 | Περὶ δὲ εἱμαρμένης τοιαῦτά τινα τῷ ἀνδρὶ ἀρέσκει. Πάντα μέν φησιν ἐν εἱμαρμένῃ εἶναι, οὐ μὴν πάντα καθειμάρθαι. Ἡ γὰρ εἱμαρμένη νόμου τάξιν ἐπέχουσα οὐχ οἷον λέγει, διότι ὅδε μὲν τάδε ποιήσει, ὅδε δὲ τάδε πείσεται· εἰς | |
5 | ἄπειρον γὰρ τοῦτο, ἀπείρων μὲν ὄντων τῶν γεννωμένων, ἀπείρων δὲ τῶν περὶ αὐτοὺς συμβαινόντων· ἐπεὶ καὶ τὸ ἐφ’ ἡμῖν οἰχήσεται καὶ ἔπαινοι καὶ ψόγοι καὶ πᾶν τὸ τούτοις παραπλήσιον· ἀλλὰ διότι ἥτις ἂν ἕληται ψυχὴ τοιοῦτον βίον καὶ τάδε τινὰ πράξῃ, | |
τάδε τινὰ αὐτῇ ἕψεται. | 125 | |
26.2 | Ἀδέσποτον οὖν ἡ ψυχὴ καὶ ἐπ’ αὐτῇ μὲν τὸ πρᾶξαι ἢ μή, καὶ οὐ κατηνάγκασται τοῦτο, τὸ δὲ ἑπόμενον τῇ πράξει καθ’ εἱμαρμένην συντελεσθήσεται· οἷον τῷ· Πάρις ἁρπάσει τὴν Ἑλένην, ἐπ’ αὐτῷ ὄντι, ἀκολουθήσει τό· πολεμήσουσι περὶ τῆς | |
5 | Ἑλένης οἱ Ἕλληνες. Οὕτω γὰρ καὶ ὁ Ἀπόλλων τῷ Λαΐῳ προεῖπεν· Εἰ γὰρ τεκνώσεις παῖδ’, ἀποκτενεῖ ς’ ὁ φύς· ἐν τῷ θεσμῷ δὴ περιέχεται μὲν καὶ ὁ Λάϊος καὶ τὸ φῦσαι αὐτὸν παῖδα, καθείμαρται δὲ τὸ ἑπόμενον. | |
9 | ||
26.3 | Ἡ δὲ τοῦ δυνατοῦ φύσις πέπτωκε μέν πως μεταξὺ τοῦ τε ἀληθοῦς καὶ τοῦ ψεύδους, ἀορίστῳ δὲ ὄντι αὐτῷ τῇ φύσει ὥσπερ ἐποχεῖται τὸ ἐφ’ ἡμῖν· ὃ δ’ ἂν ἑλομένων ἡμῶν γένηται, τοῦτο ἔσται ἢ ἀληθὲς ἢ ψεῦδος· τὸ δὲ δυνάμει τοῦ καθ’ ἕξιν καὶ κατ’ | |
5 | ἐνέργειαν λεγομένου διήνεγκε. Τὸ μὲν γὰρ δυνάμει ἐπιτηδειό‐ τητά τινα ἀποσημαίνει πρός τινα οὔπω τὴν ἕξιν ἔχοντα· ὡς ὁ παῖς δυνάμει ῥηθήσεται καὶ γραμματικὸς καὶ αὐλητὴς καὶ τέκτων, ἔσται δὲ τὸ τηνικάδε ἐν ἕξει ἑνός τινος ἢ δυοῖν τούτων, ὁπόταν μάθῃ καὶ κτήσηταί τινα τῶν ἕξεων· κατ’ ἐνέργειαν δὲ | |
10 | ὁπόταν ἐνεργῇ ἀπὸ τῆς ἕξεως ἐκείνης, ἣν κέκτηται· τὸ δὲ δυνατὸν οὐδὲν τούτων, ἀορισταῖνον δὲ τῷ ἐφ’ ἡμῖν κατὰ τὴν ἐφ’ | |
ὁπότερον ῥοπὴν λαμβάνει τὸ ἀληθεύειν ἢ μή. | 127 | |
27.1 | Ἑξῆς δ’ ἐπὶ κεφαλαίων περὶ τῶν ἠθικῶς τῷ ἀνδρὶ εἰρημένων ῥητέον. Τὸ μὲν δὴ τιμιώτατον καὶ μέγιστον ἀγαθὸν οὔτε εὑρεῖν ᾤετο εἶναι ῥᾴδιον οὔτε εὑρόντας ἀσφαλὲς εἰς πάντας ἐκφέρειν· πάνυ γοῦν ὀλίγοις τῶν γνωρίμων καὶ τοῖς | |
5 | γε προσκριθεῖσι τῆς περὶ τοῦ ἀγαθοῦ ἀκροάσεως μετέδωκε· τὸ μέντοι ἡμέτερον ἀγαθόν, εἴ τις ἀκριβῶς αὐτοῦ τὰ συγγράμματα ἀναλάβοι, ἐτίθετο ἐν τῇ ἐπιστήμῃ καὶ θεωρίᾳ τοῦ πρώτου ἀγα‐ θοῦ, ὅπερ θεόν τε καὶ νοῦν τὸν πρῶτον προσαγορεύσαι ἄν τις. | |
8 | ||
27.2 | Πάντα γὰρ τὰ ὁπωσοῦν παρ’ ἀνθρώποις ἀγαθὰ νομιζόμενα ταύτης ὑπελάμβανε τυγχάνειν τῆς προσρήσεως τῷ ὁπωσοῦν μετέχειν ἐκείνου τοῦ πρώτου καὶ τιμιωτάτου, ὅνπερ τρόπον καὶ τὰ γλυκέα καὶ τὰ θερμὰ κατὰ μετουσίαν τῶν πρώτων τὴν | |
5 | ἐπωνυμίαν ἔχειν· μόνα δὲ τῶν ἐν ἡμῖν ἐφικνεῖσθαι αὐτοῦ τῆς ὁμοιότητος νοῦν καὶ λόγον, διὸ καὶ τὸ ἡμέτερον ἀγαθὸν καλὸν εἶναι καὶ σεμνὸν καὶ θεῖον καὶ ἐράσμιον καὶ σύμμετρον καὶ δαιμονίως προσκαλούμενον. Τῶν δὲ λεγομένων ὑπὸ τῶν πολλῶν ἀγαθῶν, οἷον ὑγιείας κἄλλους τε καὶ ἰσχύος καὶ πλούτου καὶ | |
10 | τῶν παραπλησίων μηδὲν εἶναι καθάπαξ ἀγαθόν, εἰ μὴ τύχοι τῆς | |
ἀπὸ τῆς ἀρετῆς χρήσεως· χωρισθέντα γὰρ ταύτης ὕλης μόνον ἐπέχειν τάξιν, πρὸς κακοῦ γινόμενα τοῖς φαύλως αὐτοῖς χρωμένοις· ἔσθ’ ὅτε δὲ αὐτὰ καὶ θνητὰ ὠνόμαζεν ἀγαθά. | 129 | |
13 | ||
27.3 | Τὴν δὲ εὐδαιμονίαν οὐκ ἐν τοῖς ἀνθρωπίνοις ἡγεῖτο εἶναι τοῖς ἀγαθοῖς ἀλλ’ ἐν τοῖς θείοις τε καὶ μακαρίοις· ὅθεν δὴ καὶ μεγάλων τε καὶ θαυμασίων τὰς τῷ ὄντι φιλοσόφους ψυχὰς ἔφασκεν ἀναμέστους καὶ μετὰ τὴν τοῦ σώματος διάλυσιν συνεσ‐ | |
5 | τίους θεοῖς γινομένας καὶ συμπεριπολούσας καὶ τὸ τῆς ἀληθείας πεδίον θεωμένας, ἐπείπερ καὶ ἐν τῷ ζῆν ἐφίεντο τῆς ἐπιστήμης αὐτοῦ καὶ τὴν ἐπιτήδευσιν αὐτοῦ προετίμων, ἀφ’ ἧς ὥσπερ τι ὄμμα ψυχῆς ἐκκαθηραμένους καὶ ἀναζωπυρήσαντας ἀπολλύμενόν τε καὶ ἀποτυφλούμενον κρεῖττον ὂν σώζεσθαι μυρίων ὀμμάτων, | |
10 | δυνατοὺς γίνεσθαι ἐπορέξασθαι τῆς τοῦ λογικοῦ παντὸς φύσεως. | 131 |
27.4 | Ὡμοιῶσθαι γὰρ τοὺς ἄφρονας τοῖς ὑπὸ γῆν ἀνθρώποις κατῳκισμένοις καὶ φῶς μὲν μηδέποτε λαμπρὸν ἑωρακόσιν, ἀμυδρὰς δέ τινας σκιὰς ὁρῶσι τῶν παρ’ ἡμῖν σωμάτων, οἰομένοις δὲ σαφῶς ἀντιλαμβάνεσθαι τῶν ὄντων. Ὡς γὰρ τούτους, τυχόντας | |
5 | τῆς ἐκ τοῦ ζόφου ἀνόδου καὶ εἰς τὸ καθαρὸν φῶς προελθόντας, εὐλόγως καταγνώσεσθαι τῶν τότε φανέντων καὶ πολὺ πρόσθεν αὐτῶν ὡς ἐξηπατημένων· οὕτω δὴ καὶ τοὺς ἀπὸ τοῦ βιωτικοῦ ζόφου μεταβαίνοντας ἐπὶ τὰ κατ’ ἀλήθειαν θεῖα καὶ καλὰ τῶν μὲν πάλαι θαυμασθέντων αὐτοῖς καταφρονῆσαι, τῆς δὲ τούτων | |
10 | θεωρίας σφοδροτέραν ἕξειν ὄρεξιν· οἷς συνῳδόν ἐστι τὸ λέγειν, αὐτὸ μόνον εἶναι τὸ καλὸν ἀγαθόν, καὶ τὴν ἀρετὴν αὐτάρκη πρὸς εὐδαιμονίαν, καὶ διότι μὲν τὸ ἀγαθὸν ἐν ἐπιστήμῃ τοῦ πρώτου καὶ καλόν ἐστι, δι’ ὅλων συντάξεων δεδήλωται, τὰ δὲ κατὰ μετοχὴν ἐν τῷ πρώτῳ τῶν Νόμων οὕτω πως· Διττὰ δὲ ἀγαθά | |
15 | ἐστι, τὰ μὲν ἀνθρώπινα, τὰ δὲ θεῖα, καὶ τὰ ἑξῆς τούτοις. Εἰ δέ τι κεχωρισμένον καὶ τοῦ πρώτου τῆς οὐσίας ἀμέτοχον ὑπάρχει, καὶ τοῦτο ὑπὸ τῶν ἀνοήτων ἀγαθὸν ὠνόμασται, τοῦτο δέ φησι | |
μεῖζον εἶναι τῷ ἔχοντι κακὸν ἐν Εὐθυδήμῳ. | 133 | |
27.5 | Ὅτι δὲ καὶ τὰς ἀρετὰς ἡγεῖτο εἶναι δι’ αὑτὰς αἱρετάς, ὡς ἀκόλουθόν γε ληπτέον τῷ μόνον αὐτὸν ἡγεῖσθαι τὸ καλὸν ἀγαθόν· καὶ δὴ ἐν πλείστοις τοῦτο αὐτῷ ἐπιδέδεικται καὶ μάλιστα ἐν ὅλῃ τῇ Πολιτείᾳ. Τὸν μὲν γὰρ ἐπιστήμην ἔχοντα τὴν | |
5 | προειρημένην εὐτυχέστατον εἶναι καὶ εὐδαιμονέστατον, οὐχ ἕνεκα τῶν τιμῶν, ὧν τοιοῦτος ὢν λήψεται, οὐδὲ μισθῶν ἕνεκα, ἀλλὰ κἂν πάντας λανθάνῃ ἀνθρώπους κἂν τὰ λεγόμενα κακὰ εἶναι οἷον ἀτιμίαι καὶ φυγαὶ καὶ θάνατοι συμβαίνωσι· τὸν δὲ χωρὶς ταύτης τῆς ἐπιστήμης τὰ νομιζόμενα ἀγαθὰ πάντα κεκτημένον, οἷον | |
10 | πλοῦτον καὶ βασιλείαν μεγάλην καὶ σώματος ὑγείαν καὶ εὐρωσ‐ τίαν καὶ κάλλος, μηδέν τι μᾶλλον εἶναι εὐδαίμονα. | |
11 | ||
28.1 | Οἷς πᾶσιν ἀκόλουθον τέλος ἐξέθετο ὁμοίωσιν θεῷ κατὰ τὸ δυνατόν· ποικίλως δὲ τοῦτο χειρίζει. Ποτὲ μὲν γὰρ ὁμοίωσιν θεῷ λέγει τὸ φρόνιμον καὶ δίκαιον καὶ ὅσιον εἶναι, ὡς ἐν Θεαιτήτῳ· διὸ καὶ πειρᾶσθαι χρῆναι ἐνθένδε ἐκεῖσε | |
5 | φεύγειν ὅτι τάχιστα· φυγὴ δὲ ὁμοίωσις θεῷ κατὰ τὸ δυνατόν· ὁμοίωσις δὲ δίκαιον καὶ ὅσιον μετὰ φρονήσεως γενέσθαι· ποτὲ δὲ τὸ μόνον δίκαιον εἶναι, ὡς ἐν τῷ τελευταίῳ τῆς Πολιτείας· οὐ γὰρ δὴ ὑπὸ θεῶν ποτὲ ἀμελεῖται, ὃς ἂν προθυμεῖσθαι θέλῃ δίκαιος γενέσθαι καὶ ἐπιτηδεύων ἀρετὴν εἰς ὅσον δυνατὸν ἀνθρώπῳ | 135 |
10 | ὁμοιοῦσθαι θεῷ. | |
10 | ||
28.2 | Ἐν δὲ τῷ Φαίδωνι ὁμοίωσιν θεῷ λέγει τὸ σώφρονα ἅμα καὶ δίκαιον γενέσθαι, οὕτω πως· οὐκοῦν εὐδαιμονέστατοι, ἔφη, καὶ μακάριοί εἰσι καὶ εἰς βέλτιστον τόπον ἰόντες οἱ τὴν δημο‐ τικήν τε καὶ πολιτικὴν ἀρετὴν ἐπιτετηδευκότες, ἣν δὴ καλοῦσι | |
5 | σωφροσύνην τε καὶ δικαιοσύνην. | |
5 | ||
28.3 | Ποτὲ μὲν δὴ τὸ τέλος ὁμοιωθῆναι θεῷ λέγει, ποτὲ δ’ ἕπεσθαι, ὡς ὁπόταν εἴπῃ· ὁ μὲν δὴ θεός, ὥσπερ ὁ παλαιὸς λόγος, ἀρχήν τε καὶ τελευτὴν καὶ τὰ τούτοις ἑξῆς· ποτὲ δὲ ἀμφότερα, ὡς ὁπόταν φῇ· τὴν δὲ θεῷ ἑπομένην τε καὶ εἰκασ‐ | |
5 | μένην ψυχὴν καὶ τὰ τούτοις ἑξῆς. Καὶ γάρ τοι τῆς ὠφελείας ἀρχὴ τὸ ἀγαθόν, τοῦτο δὲ ἐκ θεοῦ εἴρηται· ἀκόλουθον οὖν τῇ | |
ἀρχῇ τὸ τέλος εἴη ἂν τὸ ἐξομοιωθῆναι θεῷ, θεῷ δηλονότι τῷ ἐπουρανίῳ, μὴ τῷ μὰ Δία ὑπερουρανίῳ, ὃς οὐκ ἀρετὴν ἔχει, ἀμείνων δ’ ἐστὶ ταύτης· ὅθεν ὀρθῶς ἄν τις φαίη, τὴν μὲν | 137 | |
10 | κακοδαιμονίαν τοῦ δαίμονος εἶναι κάκωσιν, τὴν δὲ εὐδαιμονίαν τοῦ δαίμονος εὐεξίαν. | |
11 | ||
28.4 | Ἐφικοίμεθα δ’ ἂν τοῦ γενέσθαι ὅμοιοι θεῷ φύσει τε χρη‐ σάμενοι τῇ προσηκούσῃ, ἔθεσί τε καὶ ἀγωγῇ καὶ ἀσκήσει τῇ κατὰ νόμον, καὶ τὸ κυριώτατον λόγῳ καὶ διδασκαλίᾳ καὶ θεωρη‐ μάτων παραδόσει ὥστε ἐξίστασθαι μὲν τὰ πολλὰ τῶν ἀνθρωπίνων | |
5 | πραγμάτων, ἀεὶ δὲ εἶναι πρὸς τοῖς νοητοῖς· προτέλεια δὲ καὶ προκαθάρσια τοῦ ἐν ἡμῖν δαίμονος, εἰ μέλλει τὰ μείζονα μυεῖσθαι μαθήματα, εἴη ἂν τὰ διὰ μουσικῆς· καὶ ἀριθμητικῆς τε καὶ ἀστρονομίας· καὶ γεωμετρίας, συνεπιμελουμένων ἡμῶν καὶ τοῦ σωμάτος· διὰ γυμναστικῆς, ἥτις καὶ πρὸς πόλεμον καὶ πρὸς | |
10 | εἰρήνην εὔθετα τὰ σώματα παρασκευάσει. | 139 |
29.1 | Θείου δὲ χρήματος τῆς ἀρετῆς ὑπαρχούσης, αὐτὴ μέν ἐστι διάθεσις ψυχῆς τελεία καὶ βελτίστη, εὐσχήμονα καὶ σύμφωνον καὶ βέβαιον παρέχουσα τὸν ἄνθρωπον ἐν τῷ λέγειν καὶ πράττειν καθ’ ἑαυτὸν καὶ πρὸς ἄλλους· τὰ δὲ ἐν εἴδει | |
5 | αὐτῆς· λογικαὶ δὴ καὶ αἱ περὶ τὸ ἄλογον ψυχῆς μέρος συνισ‐ τάμεναι, οἷον ἀνδρία καὶ σωφροσύνη, περὶ μὲν τὸ θυμικὸν τῆς ἀνδρίας συνισταμένης, περὶ δὲ τὸ ἐπιθυμητικὸν τῆς σωφροσύνης. Ἑτέρου γὰρ ὄντος τοῦ τε λογιστικοῦ καὶ θυμικοῦ καὶ ἐπιθυμη‐ τικοῦ, διάφορος εἴη ἂν καὶ ἡ ἑκάστου τελειότης· τοῦ μὲν δὴ | |
10 | λογιστικοῦ μέρους τελειότης ἐστὶν ἡ φρόνησις, τοῦ δὲ θυμικοῦ ἡ ἀνδρία, τοῦ δὲ ἐπιθυμητικοῦ ἡ σωφροσύνη. | |
11 | ||
29.2 | Ἡ μὲν δὴ φρόνησίς ἐστιν ἐπιστήμη ἀγαθῶν καὶ κακῶν καὶ οὐδετέρων, ἡ δὲ σωφροσύνη τάξις περὶ τὰς ἐπιθυμίας καὶ τὰς ὀρέξεις καὶ τὴν εὐπείθειαν αὐτῶν πρὸς τὸ ἡγεμονικόν, τοῦτο δὲ εἴη ἂν τὸ λογιστικόν· ὅταν δὲ φῶμεν τάξιν τινὰ εἶναι καὶ | |
5 | εὐπείθειαν τὴν σωφροσύνην, τοιοῦτόν τι παρίσταμεν, ὅτι δύναμίς τίς ἐστι, καθ’ ἣν τεταγμένως καὶ εὐπειθῶς ἔχουσιν αἱ ὀρέξεις | |
πρὸς τὸ φύσει δεσποτικόν, τουτέστι τὸ λογιστικόν. | 141 | |
29.3 | Ἡ δὲ ἀνδρία ἐστι δόγματος ἐννόμου σωτηρία 〈περὶ τοῦ〉 δεινοῦ τε καὶ μὴ δεινοῦ, τουτέστι διασωστικὴ δύναμις δόγματος ἐννόμου. Ἡ δὲ δικαιοσύνη ἐστὶ συμφωνία τις τούτων πρὸς ἄλληλα, δύναμις οὖσα, καθ’ ἣν ὁμολογεῖ καὶ συμφωνεῖ πρὸς | |
5 | ἄλληλα τὰ τρία μέρη τῆς ψυχῆς καὶ ἕκαστον πρὸς τῷ οἰκείῳ γίνεται καὶ ἐπιβάλλοντι κατ’ ἀξίαν, ὡς ἂν παντέλειά τις οὖσα τῶν τριῶν ἀρετῶν, φρονήσεως, ἀνδρίας, σωφροσύνης· ἄρχοντος μὲν τοῦ λογισμοῦ, τῶν δὲ λοιπῶν μερῶν τῆς ψυχῆς κατ’ οἰκείαν ἰδιότητα κατεσταλμένων ὑπὸ τοῦ λογισμοῦ καὶ πειθηνίων αὐτῷ | |
10 | γεγενημένων, ὅθεν καὶ ἀντακολουθεῖν ἡγητέον τὰς ἀρετάς. | |
10 | ||
29.4 | Ἡ γὰρ ἀνδρία δόγματος ἐννόμου διασωστικὴ ὑπάρχουσα λόγου ὀρθοῦ διασωστική ἐστι, τὸ γὰρ ἔννομον δόγμα ὀρθός τίς ἐστι λόγος· ὁ δὲ ὀρθὸς λόγος ἀπὸ φρονήσεως γίνεται. Καὶ μὴν καὶ ἡ φρόνησις μετὰ ἀνδρίας ὑφίσταται· ἐπιστήμη γάρ ἐστιν | |
5 | ἀγαθῶν· οὐδεὶς δὲ δύναται τὸ ἀγαθὸν ὁρᾶν ὑπὸ δειλίας ἐπισκο‐ τούμενος καὶ τῶν συνακολουθούντων τῇ δειλίᾳ παθῶν, παρα‐ πλησίως οὐδὲ μετὰ ἀκολασίας φρόνιμός τις δύναται εἶναι, καὶ καθόλου ἐάν τις διὰ τοῦ ἡττᾶσθαι ὑπὸ πάθους ποιῇ τι παρὰ τὸν | |
ὁρθὸν λόγον, ὑπὸ ἀμαθίας καὶ ἀφροσύνης τοῦτο πάσχειν φησὶν | 143 | |
10 | αὐτὸν ὁ Πλάτων· ὥστε οὐκ ἂν δύναιτό τις φρόνησιν ἔχειν ἀκόλαστος ὢν καὶ δειλός. Ἀχώριστοι οὖν εἰσὶν αἱ ἀρεταὶ ἀλλήλων αἱ τέλειαι. | |
12 | ||
30.1 | Λέγονται γὰρ καὶ ἄλλως ἀρεταί, αἱ οἷον εὐφυίαι καὶ προκοπαὶ πρὸς ταύτην, ὁμωνυμοῦσαι ταῖς τελειότησι κατὰ τὴν ὁμοιότητα τὴν πρὸς αὐτάς. Οὕτω γοῦν καὶ στρατιώτας ἀνδρείους τινὰς καλοῦμεν, καί φαμεν ἐνίοτε ἀνδρείους τινὰς | |
5 | ὄντας ἄφρονας ὑπάρχειν, περὶ τῶν οὐ τελείων ἀρετῶν ποιούμενοι τὸν λόγον. Αἱ δὴ τέλειαι ἀρεταὶ δῆλον ὅτι οὔτε ἐπιτείνονται οὔτε ἀνίενται, αἱ μέντοι γε κακίαι καὶ ἐπίτασιν δέχονται καὶ ἄνεσιν· ἄλλος γὰρ ἄλλου ἀφρονέστερος καὶ ἀδικώτερος· ἀλλ’ οὐδὲ συνέπονται αἱ κακίαι ἀλλήλαις· εἰσὶ γάρ τινες ἐναντίαι, | |
10 | αἳ οὐκ ἂν εἶεν περὶ τὸν αὐτόν. Οὕτω γὰρ ἔχει θρασύτης πρὸς δειλίαν, καὶ ἀσωτία πρὸς φιλαργυρίαν, καὶ ἄλλως ἀδυνάτου ὄντος τοῦ ὑφεστάναι τινὰ ἄνθρωπον πάσῃ κακίᾳ συνεχόμενον· οὐδὲ γὰρ σῶμα οἷόν τε εἶναι ἔχον πάσας τὰς τοῦ σώματος κακίας | |
ἐν ἑαυτῷ. | 145 | |
30.2 | Παραδεκτέον δὲ καὶ μεταξύ τινα διάθεσιν μητὲ φαύλην μητὲ σπουδαίαν· οὐδὲ γὰρ πάντας ἀνθρώπους ἢ σπουδαίους εἶναι ἢ φαύλους. Τοὺς γὰρ ἐφ’ ἱκανὸν προκόπτοντας τοιούτους εἶναι· οὐ γὰρ ῥᾴδιον εὐθέως ἀπὸ κακίας ἐπ’ ἀρετὴν μεταβῆναι· | |
5 | πολλὴν γὰρ εἶναι τὴν διάστασιν πρὸς ἄλληλα τῶν ἄκρων καὶ ἐναντίωσιν. | |
6 | ||
30.3 | Ἡγητέον δὲ καὶ τῶν ἀρετῶν τὰς μὲν εἶναι προηγουμένας, τὰς δὲ ἑπομένας· ἡγουμένας μὲν τὰς ἐν τῷ λογιστικῷ, ἀφ’ ὧν καὶ αἱ λοιπαὶ τὸ τέλειον λαμβάνουσιν, ἑπομένας δὲ τὰς ἐν τῷ παθητικῷ. Αὗται γὰρ πράττουσι τὰ καλὰ κατὰ λόγον, οὐ τὸν ἐν | |
5 | αὑταῖς· οὐ γὰρ ἔχουσιν· ἀλλὰ κατὰ τὸν ὑπὸ τῆς φρονήσεως ἐνδιδόμενον αὐταῖς, ἐξ ἔθους ἐγγινόμενον καὶ ἀσκήσεως· καὶ ἐπεὶ οὔτε ἐπιστήμη οὔτε τέχνη ἐν ἄλλῳ μέρει τῆς ψυχῆς συνίσταται ἢ ἐν μόνῳ τῷ λογιστικῷ, αἱ μὲν περὶ τὸ παθητικὸν ἀρεταὶ οὐχ ὑπάρχουσι διδακταί, ὅτι μήτε τέχναι μήτε ἐπιστῆμαι εἰσίν· οὐδὲ | |
10 | γὰρ ἴδιον θεώρημα ἔχουσιν· ἡ μέντοι φρόνησις, ἐπιστήμη ὑπάρ‐ χουσα, τὰ οἰκεῖα ἑκάστῃ ἐνδίδωσιν, ὡς καὶ ὁ κυβερνήτης τοῖς ναύταις τινὰ ὑπαγορεύει ὑπ’ αὐτῶν μὴ ὁρώμενα, οἱ δὲ πείθονται | |
αὐτῷ· ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ στρατιώτου καὶ ἐπὶ στρατηγοῦ. | 147 | |
30.4 | Ἐπιτεινομένων δὲ καὶ ἀνιεμένων τῶν κακιῶν, οὐδὲ τὰ ἁμαρτήματα ἴσα ἂν εἴη. ἀλλὰ τὰ μὲν μείζω, τὰ δὲ ἐλάττω, οἷς ἀκολούθως καὶ παρὰ τῶν νομοθετῶν τὰ μὲν μᾶλλον κολάζονται, τὰ δὲ ἧττον. Καίτοι γε ἀκρότητες αἱ ἀρεταὶ ὑπάρχουσαι διὰ τὸ | |
5 | τέλειαι εἶναι καὶ ἐοικέναι τῷ εὐθεῖ, κατ’ ἄλλον τρόπον μεσότητες ἂν εἶεν, τῷ ὁρᾶσθαι περὶ πάσας ἢ τάς γε πλείστας καθ’ ἑκάστην ἑκατέρωθεν δύο κακίας, τὴν μὲν καθ’ ὑπερβολήν, τὴν δὲ κατ’ ἔνδειαν, ὡς ἐπὶ τῆς ἐλευθεριότητος ὁρᾶται ἐπὶ θάτερα μὲν μικρολογία, ἐπὶ θάτερα δὲ ἀσωτία. | |
9 | ||
30.5 | Γίνεται γὰρ ἐν τοῖς πάθεσιν ἀμετρία κατὰ τὸ ὑπερβάλλειν τὸ προσῆκον ἢ ἐλλείπειν· οὔτε γὰρ ὁ μηδὲ γονέων ὑβριζομένων ὀργιζομένος εὐπαθὴς ἄν τις εἴη, οὔτε ὁ ἐπὶ πᾶσι καὶ τοῖς τυχοῦσι μετριοπαθής, ἀλλὰ πᾶν τοὐναντίον· πάλιν δὲ ὁμοίως | |
5 | γονέων τελευτησάντων ὁ μὲν μὴ λυπούμενος ἀπαθής, ὁ δ’ ὥστε καὶ καταφθίνειν ὑπὸ τῆς λύπης, ὑπερπαθής τε καὶ ἀμετροπαθής, | |
ὁ δὲ λυπούμενος μέν, μετρίως δὲ τοῦτο πάσχων, μετριοπαθής. | 149 | |
30.6 | Καὶ μὴν ὁ πάντα φοβούμενος, καὶ πέρα τοῦ μετρίου, δειλός, ὁ δὲ μηδὲν φοβούμενος θρασύς, ἀνδρεῖος δὲ ὁ μετρίως ἔχων περί τε θάρρη καὶ φόβους· καὶ ἐπὶ τῶν ἄλλων ὁ αὐτὸς λόγος. Ἐπεὶ οὖν τὸ μὲν μέτριον ἐν τοῖς πάθεσι τὸ βέλτιστόν | |
5 | ἐστιν, οὐκ ἄλλο δέ ἐστι τὸ μέτριον ἢ τὸ μέσον ὑπερβολῆς καὶ ἐλλείψεως, διὰ τοῦτο διὰ μεσότητος αἱ τοιαῦται ἀρεταί, διότι μέσως ἔχοντας ἡμᾶς ἐν τοῖς πάθεσι παρέχονται. | |
7 | ||
31.1 | Ἐπεὶ δὲ καί, εἴ τι ἄλλο ἐφ’ ἡμῖν ἐστι καὶ ἀδέσποτον, καὶ ἡ ἀρετὴ τοιοῦτον ὑπάρχει· οὐδὲ γὰρ ἂν ἐπαινετὸν ἦν τὸ καλόν, εἰ ἐκ φύσεως ἤ τινος θείας μοίρας παρεγίνετο· καὶ ἑκούσιον ἂν εἴη ἡ ἀρετή, καθ’ ὁρμήν τινα συνισταμένη | |
5 | διάπυρον καὶ γενναίαν καὶ ἔμμονον· τῷ δὴ τὴν ἀρετὴν ἑκούσιον εἶναι ἕπεται τὸ τὴν κακίαν ἀκούσιον ὑπάρχειν. Τίς γὰρ ἂν ἑκὼν ἐν τῷ καλλίστῳ ἑαυτοῦ μέρει καὶ τιμιωτάτῳ ἕλοιτο ἔχειν τὸ μέγιστον τῶν κακῶν; εἰ δέ τις ἐπὶ κακίαν ὁρμᾷ, πρῶτον μὲν οὐχ ὡς ἐπὶ κακίαν αὐτὴν ὁρμήσει, ἀλλ’ ὡς ἐπ’ ἀγαθόν· εἰ δὲ | |
10 | καὶ παραγίνεταί τις ἐπὶ κακίαν, πάντως ὁ τοιοῦτος ἐξηπάτηται, | |
ὡς δι’ ἐλάττονός τινος κακοῦ ἀποικονομησόμενος μεῖζον ἀγαθόν, καὶ ταύτῃ ἀκουσίως ἐλεύσεται· ἀδύνατον γὰρ ὁρμᾶν τινὰ ἐπὶ κακὰ βουλόμενον ἔχειν αὐτά, οὔτε ἐλπίδι ἀγαθοῦ οὔτε φόβῳ μείζονος κακοῦ. | 151 | |
14 | ||
31.2 | Καὶ ὅσα δὴ ἀδικεῖ ὁ φαῦλος, ἀκούσια ὑπάρχει· τῆς γὰρ ἀδικίας ἀκουσίου οὔσης πολὺ μᾶλλον τὸ ἀδικεῖν ἀκούσιον ἂν εἴη, ὅσῳ καὶ μεῖζον κακὸν ἂν τυγχάνοι τὸ ἐνεργεῖν αὐτὸν κατὰ ἀδικίαν τοῦ ἔχειν αὐτὴν ἠρεμοῦσαν. Καίτοι δὲ ἀκουσίων ὄντων | |
5 | τῶν ἀδικημάτων. κολαστέον τοὺς ἀδικοῦντας καὶ διαφόρως· αἵ τε γὰρ βλάβαι διάφοροι. καὶ τὸ ἀκούσιον ἐν ἀγνοίᾳ τινὶ ἢ πάθει κεῖται. ἅπαντα δὲ τὰ τοιαῦτα ἔξεστιν ἀποτρίψασθαι καὶ λόγῳ καὶ ἤθεσιν ἀστείοις καὶ μελέτῃ. | |
8 | ||
31.3 | Τοσοῦτον δὲ κακὸν ἀδικία, ὥστε φευκτότερον εἶναι τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι· τὸ μὲν γὰρ πονηροῦ ἔργον, τὸ δὲ ἀδικεῖσθαι πάθος ἀσθενοῦς. Αἰσχρὸν μὲν δὴ ἑκάτερον, τὸ δὲ ἀδικεῖν τοσούτῳ κάκιον, ὅσῳπερ καὶ αἴσχιον· λυσιτελεῖ δὲ τῷ | |
5 | ἀδικοῦντι ὑποσχεῖν δίκην, ὡς καὶ τῷ νενοσηκότι ὑποσχεῖν ἰατρῷ τὸ σῶμα εἰς θεραπείαν· πᾶσα γὰρ κόλασις ἰατρεία τίς ἐστιν | |
ἡμαρτηκυίας ψυχῆς. | 153 | |
32.1 | Ἐπεὶ δὲ αἱ πλεῖσται ἀρεταὶ περὶ πάθη γίνον‐ ται, διοριστέον καὶ περὶ τοῦ πάθους, ὁποιόν τι ὑπάρχει. Ἔστι τοίνυν πάθος κίνησις ἄλογος ψυχῆς ὡς ἐπὶ κακῷ ἢ ὡς ἐπ’ ἀγαθῷ. Ἄλογος μὲν οὖν εἴρεται κίνησις, ὅτι οὐ κρίσεις τὰ πάθη οὐδὲ | |
5 | δόξαι, ἀλλὰ τῶν ἀλόγων τῆς ψυχῆς μερῶν κινήσεις· ἐν γὰρ τῷ παθητικῷ τῆς ψυχῆς συνίσταται, καὶ τὰ ἡμέτερα ἔργα οὐδ’ ἐφ’ ἡμῖν. Ἄκουσι γοῦν ἐν ἡμῖν ἐγγίνεται πολλάκις καὶ ἀντιτεί‐ νουσιν· ἔσθ’ ὅτε δὲ καὶ γινώσκοντες ὅτι οὐ λυπηρὰ τὰ προσ‐ πεπτωκότα οὐδὲ ἡδέα οὐδὲ μὴν φοβερά, οὐδὲν ἧττον ἀγόμεθα | |
10 | ὑπ’ αὐτῶν, οὐκ ἂν παθόντες ταῦτα, εἰ κρίσεσι τὰ αὐτὰ ἦν· ταύτας γὰρ ἀποβάλλομεν καταγνόντες αὐτῶν, εἴτε δεόντως εἴτε μὴ δεόντως. Ἐπ’ ἀγαθῷ δὲ ἢ καὶ ἐπὶ κακῷ, ἐπειδὴ κατ’ ἔμφασιν ἀδιαφόρου πράγματος οὐ κινεῖται πάθος· πάντα γὰρ συνίσταται ἢ κατὰ ἀγαθοῦ ἔμφασιν ἢ κατὰ κακοῦ. Ἀγαθὸν γὰρ ἐὰν μὲν | |
15 | παρεῖναι ὑπολάβωμεν, ἡδόμεθα, ἐὰν δὲ μέλλειν, ἐπιθυμοῦμεν· καὶ κακὸν ἐὰν μὲν παρεῖναι ὑπολάβωμεν, λυπούμεθα, τὸ δὲ | |
μέλλον φοβούμεθα. | 155 | |
32.2 | Ἔστι δὲ πάθη ἁπλᾶ καὶ στοιχειώδη δύο, ἡδονή τε καὶ λύπη, τἆλλα δ’ ἐκ τούτων πέπλασται. Οὐ γὰρ συναριθμητέον τούτοις φόβον καὶ ἐπιθυμίαν ὡς ἀρχικὰ ὑπάρχοντα καὶ ἁπλᾶ. Ὅ τε γὰρ φοβούμενος οὐ παντελῶς ἐστέρηται ἡδονῆς· οὐδὲ γὰρ | |
5 | τὸν τυχόντα ἄν τις διαγένοιτο χρόνον, ἀπογινώσκων ἀπαλλαγὴν ἢ κουφισμὸν τοῦ κακοῦ· πλεονάζει μέντοι ἐν τῷ λυπεῖσθαι καὶ ὀχλεῖσθαι, καὶ διὰ τοῦτο συνῆπται τῇ λύπῃ· ὅ τε ἐπιθυμῶν ἐν προσδοκίᾳ μένων τοῦ τεύξεσθαι ἥδεται, οὐ παντελῶς δὲ θαρρῶν οὐδ’ ἔχων βέβαιον τὴν ἐλπίδα ἄχθεται. | |
9 | ||
32.3 | Ἐπιθυμίας δὴ καὶ φόβου μὴ ὄντων ἀρχικῶν, ἀνενδοιάστως συγχωρηθήσεται τὸ μηδὲ τῶν ἄλλων τι παθῶν ἁπλοῦν εἶναι, οἷον ὀργὴν λέγω καὶ πόθον καὶ ζῆλον καὶ ὅσα τοιαῦτα· ἐν τούτοις γὰρ ἐνορᾶται ἡδονὴ καὶ λύπη ὡς ἂν ἐκ τούτων μεμιγμένοις. | |
4 | ||
32.4 | Τῶν δὲ παθῶν τὰ μέν ἐστιν ἄγρια, τὰ δὲ ἥμερα· καὶ ἥμερα μὲν ὅσα κατὰ φύσιν ὑπάρχει τῷ ἀνθρώπῳ ἀναγκαῖά τε καὶ οἰκεῖα· οὕτω δὲ ἔχει, ἕως ἂν σύμμετρα ὑπάρχῃ· προσελ‐ | |
θούσης δὲ αὐτοῖς ἀμετρίας, ἡμαρτημένα ὑπάρξει. Τοιαῦτά ἐστιν | 157 | |
5 | ἡδονή, λύπη, θυμός, ἔλεος, αἰσχύνη· οἰκεῖον γὰρ τὸ ἡσθῆναι ἐπὶ τοῖς κατὰ φύσιν, λυπηθῆναι δὲ ἐν τοῖς ἐναντίοις· καὶ ὁ μὲν θυμὸς πρὸς τὸ ἀμύνεσθαι καὶ τιμωρεῖσθαι τοὺς ἐχθροὺς ἀναγ‐ καῖος, ὁ δὲ ἔλεος οἰκεῖος φιλανθρωπίᾳ, αἰσχύνη δὲ πρὸς ἀναχώ‐ ρησιν ἀπὸ τῶν αἰσχρῶν ἐπιτήδειος. Ἄλλα δ’ ἄγριά ἐστι πάθη, | |
10 | ἅπερ παρὰ φύσιν ἐστίν, ἐκ διαστροφῆς συστάντα καὶ ἐθῶν μοχθηρῶν· ταῦτα δ’ ὑπάρχει γέλως καὶ ἐπιχαιρεκακία καὶ μισαν‐ θρωπία, ἃ καὶ ἐπιτεινόμενα καὶ ἀνιέμενα καὶ ὁπωσποτοῦν ἔχοντα διημαρτημένα ὄντα τυγχάνει, μετριότητα μὴ δεχόμενα. | |
13 | ||
32.5 | Περὶ δὲ ἡδονῆς καὶ λύπης φησὶν ὁ Πλάτων, ὅτι ταῦτα τὰ πάθη φύσει πως ἀρχῆθεν ἐν ἡμῖν κινηθέντα φέρεται, τῆς μὲν λύπης καὶ τῆς ἀλγηδόνος ἐπιγινομένων παρὰ φύσιν κινουμένοις, τῆς δὲ ἡδονῆς εἰς τὸ κατὰ φύσιν ἀποκαθισταμένοις· οἴεται δὲ | |
5 | κατὰ φύσιν κατάστημα εἶναι τὸ μέσον ἀλγηδόνος τε καὶ ἡδονῆς, οὐθετέρῳ ἐκείνων ὂν τὸ αὐτό, ἐν ᾧ καὶ τὸν πλείω χρόνον | |
ὑπάρχομεν. | 159 | |
32.6 | Διδάσκει δὲ καὶ διότι πολλά ἐστιν εἴδη ἡδονῶν, τὰ μὲν διὰ τοῦ σώματος, τὰ δὲ διὰ τῆς ψυχῆς· τῶν δὲ ἡδονῶν τὰς μὲν μίγνυσθαι τοῖς ἐναντίοις, τὰς δὲ παραμένειν καθαράς τε καὶ εἰλικρινεῖς· καὶ τὰς μὲν ἀναμνηστικάς, τὰς δὲ μετ’ ἐλπίδος | |
5 | γινομένας· καὶ τὰς μὲν αἰσχράς, ὅσαι ἀκόλαστοί τε καὶ μετὰ ἀδικίας, τὰς δὲ μετρίας καὶ ἁμωσγέπως μετεχούσας τοῦ ἀγαθοῦ, οἷον τήν τε εὐφροσύνην τὴν ἐπὶ τοῖς ἀγαθοῖς καὶ τὰς ἐν ταῖς ἀρεταῖς ἡδονάς. | |
8 | ||
32.7 | Πεφυκυιῶν δὲ πολλῶν ἀδοκίμων ἡδονῶν, οὐ ζητητέον εἰ τῶν ἁπλῶς ἀγαθῶν δύναται εἶναι· ἐξίτηλος γὰρ φαίνεται καὶ οὐδενὸς ἀξία, ἐπιγεννηματικὴ τῇ φύσει ὑπάρχουσα καὶ οὐδὲν οὐσιῶδες οὐδὲ προηγούμενον ἔχουσα, συνυπάρχουσά τε τῷ | |
5 | ἐναντίῳ· μίγνυται γὰρ ἡδονὴ καὶ λύπη, οὐκ ἂν δὲ συνέβαινε | |
τοῦτο, εἰ τὸ μὲν ἁπλῶς ἦν ἀγαθόν, θάτερον δὲ κακόν. | 161 | |
33.1 | Φιλία δὲ ἡ μάλιστα καὶ κυρίως λεγομένη οὐκ ἄλλη τίς ἐστι τῆς συνισταμένης κατ’ εὔνοιαν ἀντίστροφον· αὕτη δὲ ὑφίσταται, ὅταν ἐπίσης ἑκάτερος βούληται τὸν πλησίον καὶ ἑαυτὸν εὖ πράττειν. Ἡ δὲ ἰσότης αὕτη οὐκ ἄλλως σώζεται | |
5 | ἢ κατὰ τὴν τοῦ ἤθους ὁμοιότητα· τὸ γὰρ ὅμοιον τῷ ὁμοίῳ μετρίῳ ὄντι φίλον ὑπάρχει, τὰ δὲ ἄμετρα οὔτε ἀλλήλοις οὔτε τοῖς συμμέτροις δύναται ἐφαρμόσαι. | |
7 | ||
33.2 | Εἰσὶ δέ τινες καὶ ἄλλαι νομιζόμεναι φιλίαι, οὐ μὴν καὶ οὖσαι, ὑπὸ τῆς ἀρετῆς ὥσπερ ἐπικεχρωσμέναι· ἥ τε φυσικὴ τῶν γονέων πρὸς τὰ ἔκγονα καὶ ἡ τῶν συγγενῶν πρὸς ἀλλήλους καὶ ἡ λεγομένη πολιτικὴ καὶ ἡ ἑταιρική, αὗται δὲ οὐκ ἀεὶ | |
5 | ἔχουσι τὸ ἀντίστροφον τῆς εὐνοίας. | |
5 | ||
33.3 | Εἶδος δέ πως φιλίας ἐστὶ καὶ τὸ ἐρωτικόν· ἔστι δὲ ἐρω‐ τικὴ ἡ μὲν ἀστεία, ἡ τῆς σπουδαίας ψυχῆς, ἡ δὲ φαύλη, ἡ τῆς κακῆς, μέση δὲ ἡ τῆς μέσως διακειμένης. Ὥσπερ οὖν τρεῖς εἰσὶν ἕξεις ψυχῆς λογικοῦ ζῴου, ἡ μὲν ἀγαθή, ἡ δὲ φαύλη, | |
5 | τρίτη δὲ τούτων μέση, οὕτω καὶ τρεῖς ἐρωτικαὶ εἶεν ἂν κατ’ | |
εἶδος ἀλλήλων διαφέρουσαι· τὸ δ’ εἶναι τρεῖς αὐτὰς δηλοῦσι μάλιστα οἱ σκοποὶ διαφέροντες ἀλλήλων. Ἡ μὲν γὰρ φαύλη μόνου τοῦ σώματός ἐστι, τοῦ ἡδέος ἡττωμένη καὶ ταύτῃ βοσκη‐ ματώδης ὑπάρχουσα· ἡ δὲ ἀστεία ψιλῆς τῆς ψυχῆς ἕνεκεν, ᾗ | 163 | |
10 | ἐνορᾶται ἐπιτηδειότης πρὸς ἀρετήν· ἡ δὲ μέση τοῦ συναμφοτέρου, ὀρεγομένη μὲν τοῦ σώματος, ὀρεγομένη δὲ καὶ τοῦ κάλλους τῆς ψυχῆς. | |
12 | ||
33.4 | Ὁ δὲ ἀξιέραστος καὶ αὐτὸς μέσος τις ὑπάρχει οὔτε φαῦλος ὢν οὔτε ἀστεῖος, ὅθεν καὶ τὸν σωματοποιούμενον Ἔρωτα δαίμονά τινα μᾶλλον φατέον ἤπερ θεὸν μηδέποτε ἐν γηΐνῳ σώματι γεγε‐ νημένον, διαπορθμεύοντα τὰ παρὰ θεῶν ἀνθρώποις καὶ ἀνάπαλιν. | |
5 | Κοινῶς δὲ τῆς ἐρωτικῆς εἰς τὰς τρεῖς ἰδέας διῃρημένης τὰς προειρημένας, ἡ τοῦ ἀγαθοῦ τοίνυν ἐρωτικὴ ἀπηλλαγμένη πάθους τεχνική τις ὑπάρχει, ὅθεν καὶ ἐν τῷ λογιστικῷ συνίσταται τῆς ψυχῆς· θεωρήματα δ’ αὐτῆς τὸ γνῶναί τε τὸν ἀξιέραστον καὶ κτήσασθαι καὶ χρήσασθαι· ἐπικρίνει δὲ αὐτὸν ἐκ τῶν προθέσεων | |
10 | αὐτοῦ καὶ ὁρμῶν, εἰ εὐγενεῖς, εἰ ἐπὶ τὸ καλὸν γινόμεναι, εἰ σφοδραί τε καὶ διάπυροι· κτήσεται δὲ αὐτὴν ὁ κτώμενος οὐ θρύπτων οὐδ’ ἐπαινῶν τὰ παιδικά, ἀλλὰ μᾶλλον κωλύων καὶ ἐνδεικνύμενος ὅτι οὐ βιωτὸν αὐτῷ οὕτως ἔχοντι ὡς νῦν ἔχει· ὅταν δ’ ἕλῃ τὸν ἐρώμενον, χρήσεται αὐτῷ παρεγγυῶν ταῦτα, | |
15 | δι’ ὧν ἀσκηθεὶς ἔσται τέλειος, τέλος δὲ αὐτοῖς τὸ ἀντὶ ἐραστοῦ | |
καὶ ἐρωμένου γενέσθαι φίλους. | 165 | |
34.1 | Τῶν δὲ πολιτειῶν φησι τὰς μὲν ἀνυποθέτους εἶναι, ἃς ἐν τῇ Πολιτείᾳ διεξῆλθεν· ἐν γὰρ ταύτῃ προτέραν μὲν ὑπέγραψε τὴν ἀπόλεμον, δευτέραν δὲ τὴν φλεγμαίνουσαν καὶ πολεμικήν, ζητῶν τίνες ἂν εἶεν αἱ βέλτισται τούτων καὶ πῶς | |
5 | ἂν συσταῖεν. Ἔστι δέ που παραπλησίως τῇ διαιρέσει τῆς ψυχῆς καὶ ἡ πολιτεία διῃρημένη τριχῇ, εἴς τε τοὺς φρουροὺς καὶ εἰς τοὺς ἐπικούρους καὶ εἰς τοὺς δημιουργούς, ὧν τοῖς μὲν τὸ βουλεύεσθαι καὶ ἄρχειν ἀποδίδωσι, τοῖς δὲ τὸ προπολεμεῖν εἰ δέοι, οὓς κατὰ τὸ θυμικὸν τακτέον ὥσπερ συμμαχοῦντας τῷ | |
10 | λογιστικῷ· τοῖς δὲ τὰς τέχνας καὶ τὰς ἄλλας ἐργασίας· τοὺς δὲ ἄρχοντας ἀξιοῖ φιλοσόφους εἶναι καὶ θεωρητικοὺς τοῦ | |
πρώτου ἀγαθοῦ. | 167 | |
34.2 | Μόνως γὰρ οὕτως κατὰ τρόπον διοικήσειν αὐτοὺς πάντα· οὐ γάρ ποτε κακῶν λήξειν τὰ πράγματα τὰ ἀνθρώπινα, εἰ μὴ οἱ φιλόσοφοι βασιλεύσειαν ἢ οἱ λεγόμενοι βασιλεῖς ἀπό τινος θείας μοίρας ὄντως φιλοσοφήσειαν. Ἄριστα γὰρ καὶ μετὰ | |
5 | δικαιοσύνης ἐπανάξειν τὰς πόλεις τὸ τηνικάδε, ὅταν ἕκαστον μέρος αὐτονομῇ, ὥστε προβουλεύειν μὲν τοὺς ἄρχοντας τοῦ λαοῦ, τοὺς δὲ συμμάχους τούτοις ὑπηρετεῖν καὶ τούτων προμά‐ χεσθαι, τούτοις δὲ εὐπειθῶς συνέπεσθαι τοὺς λοιπούς. | |
8 | ||
34.3 | Πέντε δέ φησιν εἶναι πολιτείας, τήν τε ἀριστοκρατικήν, ὁπόταν οἱ ἄριστοι ἄρχωσι. καὶ δευτέραν τὴν τιμοκρατικήν, φιλοτίμων ὄντων τῶν ἀρχόντων, καὶ τρίτην τὴν δημοκρατικὴν καὶ μετὰ ταύτην τὴν ὀλιγαρχικήν, τελευταίαν δὲ τὴν τυραννίδα, | |
5 | χειρίστην ὑπάρχουσαν. | |
5 | ||
34.4 | Ὑπογράφει δὲ καὶ ἄλλας πολιτείας ἐξ ὑποθέσεως, ὧν ἐστὶν ἥ τε ἐν Νόμοις καὶ ἡ ἐκ διορθώσεως ἐν Ἐπιστολαῖς, ᾗ χρῆται πρὸς τὰς νενοσηκυίας πόλεις τὰς ἐν τοῖς Νόμοις, ἤδη καὶ τόπον ἀφωρισμένον ἐχούσας καὶ ἀνθρώπους λογάδας ἀπὸ | |
5 | πάσης ἡλικίας, ὥστε κατὰ τὰς διαφορὰς τῆς φύσεως αὐτῶν καὶ τῶν τόπων παιδείας τε οἰκείας δεῖσθαι καὶ ἀγωγῆς καὶ ὁπλίσεως. Οἱ μὲν γὰρ παραθαλάττιοι καὶ ναυτίλλοιντο ἂν καὶ ναυμαχοῖεν, | |
οἱ δὲ ἐν μεσογαίᾳ οἰκοῦντες πρὸς πεζομαχίαν ἁρμόττοιντο ἂν καὶ ὅπλισιν ἢ κουφοτέραν, ὡς οἱ ὄρειοι, ἢ βαρυτέραν, ὡς ἐν | 169 | |
10 | γεωλόφοις οἰκοῦντες πεδίοις· ἔνιοι δ’ αὐτῶν καὶ ἱππασίαν ἂν ἐπασκοῖεν. Ἐν ταύτῃ δὲ τῇ πόλει οὐδὲ κοινὰς εἶναι τὰς γυναῖκας νομοθετεῖ. | |
12 | ||
34.5 | Ἔστιν οὖν ἡ πολιτικὴ ἀρετὴ θεωρητική τε καὶ πρακτικὴ καὶ προαιρετικὴ τοῦ ἀγαθὴν ποιεῖν πόλιν καὶ εὐδαίμονα καὶ ὁμονοοῦσάν τε καὶ συμφωνοῦσαν, ἐπιτακτική τις οὖσα καὶ ἔχουσα ὑποβεβλημένας πολεμικήν τε καὶ στρατηγικὴν καὶ δικαστικήν· | |
5 | σκέπτεται γὰρ ἡ πολιτικὴ ἄλλα τε μυρία καὶ δὴ καὶ αὐτὸ τοῦτο, εἴτε πολεμητέον, εἴτε μή. | |
6 | ||
35.1 | Ὁποῖος δέ ἐστιν ὁ φιλόσοφος προειρημένου, τούτου διαφέρει ὁ σοφιστὴς τῷ μὲν τρόπῳ, ὅτι μισθαρνίᾳ τῶν νέων καὶ τῷ μᾶλλον νομίζεσθαι βούλεσθαι ἢ εἶναι καλὸς καὶ ἀγαθός· τῇ δὲ ὕλῃ, ὅτι ὁ μὲν φιλόσοφος περὶ τὰ ἀεὶ κατὰ τὰ | |
5 | αὐτὰ καὶ ὡσαύτως ἔχοντα καταγίνεται, ὁ δὲ σοφιστὴς περὶ τὸ μὴ ὂν πραγματεύεται, ἀναχωρῶν εἰς τόπον διὰ τὸ σκοτεινὸν δυσδιόρατον. Τῷ γὰρ ὄντι οὐκ ἀντίκειται τὸ μὴ ὄν· τοῦτο γὰρ ἀνύπαρκτον καὶ ἀνεννόητον καὶ μηδεμίαν ἔχον ὑπόστασιν, ὃ καὶ εἴ τις εἰπεῖν ἢ νοῆσαι βιάζοιτο, περιτραπήσεται διὰ τὸ μάχην | 171 |
10 | αὐτὸ ἐν ἑαυτῷ περιέχειν. | |
10 | ||
35.2 | Ἔστι δὲ τὸ μὴ ὄν, καθ’ ὃ ἐξακούεται, οὐ ψιλὴ ἀπόφασις τοῦ ὄντος, ἄλλα μετὰ συνεμφάσεως τῆς πρὸς ἕτερον ὅπερ καί τῳ τρόπῳ ὄντι παρέπεται· ὡς εἰ μὴ καὶ αὐτὰ μετελάμβανε τοῦ μὴ ὄντος, οὐκ ἂν ἐχωρίζετο τῶν ἄλλων· νῦν δὲ ὅσαπερ ἐστὶ | |
5 | τὰ ὄντα, τοσαυταχῶς καὶ τὸ μὴ ὄν· τὸ γὰρ μὴ τὶ ὂν οὐκ ἔστιν ὄν. | |
6 | ||
36.1 | Τοσαῦτα ἀπαρκεῖ πρὸς εἰσαγωγὴν εἰς τὴν Πλάτωνος δογματοποιΐαν εἰρῆσθαι· ὧν ἴσως τὰ μὲν τεταγμένως εἴρηται, τὰ δὲ σποράδην τε καὶ ἀτάκτως· ὥστε μέντοι ἀπὸ τῶν εἰρημένων θεωρητικούς τε καὶ εὑρετικοὺς ἐξ ἀκολουθίας καὶ | |
5 | τῶν λοιπῶν αὐτοῦ δογμάτων γενέσθαι. | 173 |