TLG 0690 001 :: ERASISTRATUS :: Testimonia et fragmenta

ERASISTRATUS Med.
(Ceus: 3 B.C.)

Testimonia et fragmenta

Source: Garofalo, I. (ed.), Erasistrati fragmenta. Pisa: Giardini, 1988: 59–102, 104–121, 123–126, 129–146, 148–149, 151–154, 156–158, 160, 162–173.

  • Vita (frr. 1a, 2b, 3–7, 10–11, 13–15, 18–20b, 22–23, 25–27c): pp. 59–70
  • Doctrina (frr. 32–35, 37, 39–40, 42a, 43–49b, 51–54, 56–66, 69–70, 72–73): pp. 70–84
  • Καθ’ ὅλου λόγοι (frr. 74–117, 119, 124–124b, 126–133, 135–152): pp. 85–102, 104–114
  • Ὑγιεινά (frr. 153, 155–159, 161–163): pp. 115–121
  • Pathologia (frr. 168–171, 173–174, 176–177, 179–180, 185, 189–190, 192): pp. 123–126, 129–131
  • Περὶ πυρετῶν (frr. 195–199, 201–206, 208, 212, 214, 216–218, 221–223, 225, 226b): pp. 131–142
  • Περὶ αἵματος ἀναγωγῆς (frr. 229–232): pp. 143–146
  • Περὶ παραλύσεως (frr. 240–243, 247): pp. 148–149, 151
  • De hydrope (frr. 248–250, 253, 256): pp. 152–154
  • Περὶ κοιλίας (frr. 259–261b): pp. 156–158
  • Περὶ δυνάμεων καὶ θανασίμων (frr. 270, 278a–282): pp. 160, 162–164
  • Panchrestos (fr. 283): pp. 164–165
  • Περὶ διαιρέσεων (frr. 284–286, 288–289): pp. 166–171
  • Ὀψαρτυτικόν (frr. 290–291): p. 172
  • Fragmentum spurium (fr. 293): p. 173

Citation: Fragment — (line)

1A

(1t)

Suidae Lexicon II 402 Adler
1 Ἐρασίστρατος. Ἰουλιήτης, ἀπὸ Ἰουλιάδος πόλεως Κέω τῆς νήσου χρηματίζει οὖν Κήιος, υἱὸς κρητοξένης. τῆς Μηδίου τοῦ ἰατροῦ ἀδελφῆς, καὶ Κλεομβρότου. Οὗτος Ἀντίοχον τὸν βασιλέα νοσοῦντα ὑπὸ τοῦ τῆς μητρυιᾶς Στρατονίκης πόθου ἰάσατο, εὑρὼν τὸ πάθος ἐκ τοῦ σχεῖν τὴν χεῖρα ἐπὶ τὴν καρδίαν αὐτοῦ καὶ τὸν παλμὸν
5συνεικάσαι. ὁσάκις γὰρ ἔβλεπεν ὁ Ἀντίοχος τὴν μητρυιὰν τυχὸν διεξερχομένην ἐπάλλετο τὴν καρδίαν μάλιστα τῷ ταύτης ἔρωτι. τέθαπται δὲ πρὸς τῷ ὄρει τῇ Μυκάλῃ καταντικρὺ Σάμου. ἔγραψεν ἰατρικὰ βιβλία θʹ.

2B

(1t)

Georgius Syncellus Ecloge chronographica 520, 16 p. 330, 13 Mosshammer
2tOlymp. 130, 2
1 Ἐρασίστρατος διαφανὴς ἰατρὸς ἐπὶ Σελεύκου ἐγνωρίζετο, ὃς διαγνοὺς Ἀντίοχον τὸν Σελεύκου παῖδα δεινῶς νοσοῦντα δι’ ἔρωτα τὸν πρὸς τὴν Σελεύκου τοῦ πατρὸς γαμετὴν θυγατέρα Δημητρίου ἐθαυμαστώθη. ὅθεν καὶ Σέλευκος τῷ πάθει περιαλγήσας
παραχωρεῖ τῷ παιδὶ Ἀντιόχῳ τὴς γαμετῆς.59

3

(1t)

Stobaeus Anthologium III 7, 57 p. 325 Hense
1 Ἐρασίστρατος ὁ Κῷος ἤδη γεραιὸς ὢν ἕλκος ἐπὶ τοῦ ποδὸς δυσίατον ἔχων “εὖγε” εἶπεν “ὅτι τῆς πατρίδος ὑπομιμνήσκομαι”, καὶ κώνειον πιὼν κατέστρεψεν.

4A

(1t)

Strabo IX 5, 6 p. 110 Lasserre
1 Ἐκ δὲ τῆς Ἰουλίδος ὅ τε Σιμωνίδης ἦν ὁ μελοποιὸς καὶ Βακχυλίδης. ἀδελφιδοῦς ἐκείνου. καὶ μετὰ ταῦτα Ἐρασίστρατος ὁ ἰατρὸς καὶ τῶν ἐκ τοῦ Περιπάτου φιλοσόφων Ἀρίστων. ὁ τοῦ Βορυσθενίτου Βίωνος ζηλωτής. Παρὰ τούτοις δὲ δοκεῖ τεθῆναί ποτε νόμος. οὗ μέμνηται καὶ Μένανδρος·
5 καλὸν τὸ Κείων νόμιμόν ἐστι. Φανία· ὁ μὴ δυνάμενος ζῆν καλῶς οὐ ζῇ κακῶς. Προσέταττε γάρ. ὡς ἔοικεν. ὁ νόμος τοὺς ὑπὲρ ἑξήκοντα ἔτη γεγονότας κωνειάζεσθαι τοῦ διαρκεῖν τοῖς ἄλλοις τὴν τροφήν.

4B

(1t)

Stephanus Byzantius Ethnica p. 335 Meineke
1 Ἰουλίς, πόλις ἐν Κέῳ τῇ νήσῳ, ἀπὸ Ἰουλίδος κρήνης. ἀφ’ ἧς Σιμωνίδης ἐστὶν ὁ μελοποιὸς καὶ Βακχυλίδης ὁ ἀδελφιδοῦς ἐκείνου καὶ Ἐρασίστρατος ἰατρὸς μετὰ ταῦτα.

5

(1t)

Sextus Empiricus Adv. math. I 258 Mau
1 Πυθιὰς δὲ ἡ Ἀριστοτέλους θυγάτηρ τρισὶν ἀνδράσιν ἐγαμήθη, πρῶτον μὲν Νικάνορι τῷ Σταγειρίτῃ, οἰκείῳ ὄντι Ἀριστοτέλους, δευτέρῳ δὲ Προκλεῖ Δημαράτου τοῦ Λακεδαιμονίων βασιλέως ἀπογόνῳ, ὃς καὶ δύο ἐξ αὐτῆς τεκνοῦται παῖδας. Προκλέα τε καὶ Δημάρατον τοὺς παρὰ Θεοφράστῳ φιλοσοφήσαντας, τρίτῳ δὲ Μητροδώρῳ ἰατρῷ,
5Χρυσίππου μὲν τοῦ Κνιδίου μαθητῇ Ἐρασιστράτου δὲ ὑφηγητῇ, ᾧ γίνεται παῖς Ἀριστοτέλης.

6

(1t)

Gal. Nat. fac. II 5, II 90 K SM III 166, 12 Helmreich
1 καὶ μὴν εἰ ταῦτα σύμπαντα τοῖς ἐκ τοῦ Περιπάτου δοκεῖ. καθάπερ οὖν δοκεῖ, μηδὲν δ’ αὐτῶν ἀρέσκει τῷ Ἐρασιστράτῳ. τί ποτε βούλεται τοῖς Ἐρασιστρατείοις ἡ πρὸς τοὺς
φιλοσόφους ἐκείνους τοῦ τῆς αἱρέσεως αὐτῶν ἡγεμόνος ὁμιλία;60

7

(1t)

Diogenes Laertius V 57 p. 228 Long
1Ἀκοῦσαι δ’ αὐτοῦ (sc. Theophrasti) καὶ Ἐρασίστρατον εἰσὶν οἱ λέγουσιν, καὶ εἰκός.

10

(1t)

Diogenes Laertius VII 186 I 381 Long
1 Γέγονε δὲ καὶ ἄλλος Χρύσιππος κνίδιος ἰατρός, παρ’ οὗ φησιν Ἐρασίστρατος τὰ μάλιστα ὠφελῆσθαι. καὶ ἕτερος υἱὸς τούτου, ἰατρὸς Πτολεμαίου, ὃς διαβληθεὶς περιήχθη καὶ μαστιγούμενος ἐκολάσθη· ἄλλος μαθητὴς Ἐρασιστράτου καί τις Γεωργικὰ γεγραφώς.61

11

(1t)

Scholia in Theocriti Idyl. XI p. 240 Wendel
1 προσδιαλέγεται δὲ ὁ Θεόκριτος Νικίᾳ τινὶ ἰατρῷ Μιλησίῳ τὸ γένος. οὗ καὶ ποιημάτιον φέρεται ἀντιγεγραμμένον πρὸς Θεοκρίτου Κύκλωπα, οὗ ἡ ἀρχή·
‘ἦν ἄρ’ ἀληθὲς τοῦτο, Θεόκριτε· οἱ γὰρ Ἔρωτες
ποιητὰς πολλοὺς ἐδίδαξαν τὸ πρὶν ἀμούσους.‘
5ἔγραψε δὲ καὶ ἐπιγράμματα ὁ αὐτός. γέγονε δὲ συμφοιτητὴς Ἐρασιστράτου τοῦ Ἰουλιήτου, ὥς φησι Διονύσιος ὁ Ἐφέσιος ἐν τῇ τῶν ἰατρῶν ἀναγραφῇ.

13

(1t)

Gal. In Hipp. Aphor. XVIII A 7, 2 K
1 ταυτὶ μὲν οὖν ὁ Ἐρασίστρατος εἶπεν, οὐκ οἶδα τί δόξαν αὐτῷ προσθεὶς τοῖς ἀπέπτοις διαχωρήμασι “αἱματώδη τε καὶ μυξώδη”. τοῦτο γὰρ οὐδεὶς προσέθηκεν οὔτε τῶν κατὰ τὸν αὐτὸν αὐτῷ γενομένων χρόνων ἐπιφανεστάτων, οἷον φυλότιμος, Ἡρόφιλος. Εὔδημος, οὔτε τῶν μετ’ αὐτὸν γενομένων τις ἄχρι τῶν νεοτέρων τούτων τῶν
5περὶ τὸν Ἀρχιγένην, οὐ μὴν οὐδ’, ὡς αὐτὸς εἶπεν, οἱ πρότερον ἰατροί, τουτέστιν ὅσοι πρεσβύτεροι τῶν Ἐρασιστράτου χρόνων.

14

(1t)

[Gal.] Introductio XIV 683, 6 K
1 Προέστησαν δὲ τῆς λογικῆς αἱρέσεως Ἱπποκράτης Κῷος, ὃς καὶ αἱρεσιάρχης ἐγένετο καὶ πρῶτος συνέστησε τὴν λογικὴν αἵρεσιν. μετὰ δὲ τοῦτον Διοκλῆς ὁ καρύστιος, Πραξαγόρας Κῷος, Ἡρόφιλος Χαλκηδόνιος, Ἐρασίστρατος Χῖος, Μνησίθεος Ἀθηναῖος, Ἀσκληπιάδης Βιθυνὸς Κιανός, ὃς καὶ Προυσίας ἐκαλεῖτο, Ἀθηναῖος Ἀτταλεὺς τῆς
5Παμφυλίας.62

15

(1t)

Codex Paris. graec. 2286 f. 104 Cramer Anecd. Paris. I 395
1Καὶ πόσοι οἱ συστησάμενοι τὴν λογικήν; πέντε. τίνες οὗτοι; Ἰπποκράτης ὁ κῶος.
Πραξαγόρας, φιλότιμος, Ἐρασίστρατος καὶ Ἀσκληπιάδης63

18

(1t)

Gal. De plac. Hipp. et Plat. V 651 M CMG V 4 1, 2 p. 480, De Lacy
1 Πρῶτοι οὗν μακρολογίας αἴτιοι κατέστησαν οἱ καταψευσάμενοι τῶν φαινομένων, οὐκ Ἱπποκράτης ἢ Ἐρασίστρατος ἢ Εὔδημος ἢ Ἡρόφιλος ἢ Μαρῖνος ὁ μετὰ τοὺς παλαιοὺς ἐν τῷ μεταξὺ χρόνῳ τὴν ἀνατομικὴν θεωρίαν ἠμελημένην ἀνακτησάμενος·

19

(1t)

Gal. In Hipp. De nat. hom. CMG V 9, 1 p. 69, 30 Mewaldt
1 οὐδεὶς δ’ ἄλλος εἶπεν ἰατρὸς ὀκτὼ φλέβας ἀπὸ 〈τῆσ〉 κεφαλῆς ἐπὶ τὰ κάτω τοῦ σώματος ἥκειν οὔτε τῶν ἧττον οὔτε τῶν μᾶλλον ἀκριβῶς ἀνατεμνόντων, οὐ Διοκλῆς, οὐ Πραξαγόρας, οὐκ Ἐρασίστρατος, οὐ Πλειστόνικος, οὐ φυλότιμος, οὐ Μνησίθεος, οὐ Διεύχης, οὐ Χρύσιππος, οὐκ Ἀριστογένης ἢ Μήδειος ἢ Εὐρυφῶν. οὐκ ἄλλος τις ἰατρὸς
5τῶν ἀρχαίων, τί 〈δὲ〉 δεῖ λέγειν ἔτι περὶ τῶν μετ’ αὐτοὺς ἐπὶ πλεῖστον αὐξησάντων τὴν
ἀνατομικὴν θεωρίαν, ὡς Ἡρόφιλός τε καὶ Εὔδημος;64

20A

(1t)

Marcellinus De pulsibus v. 45 p. 456 Schoene
1 μετὰ δὲ τοῦτο (sc. post Hippocratem) Αἰγίμιός τε καὶ Χρύσιππος, ἔπειτα Ἐρασίστρατος τελειότερον καὶ κατὰ τὴν Ἱπποκράτους γνώμην ἥψαντο σφυγμοῦ 〈.....〉 ὅθεν μοι δοκεῖ καὶ τῆς δι’ ἐκκρίσεων σημειώσεως τὰ πολλὰ καταμελήσας συνθέσθαι τῇ διὰ σφυγμῶν θεωρίᾳ.

20B

(1t)

Marcellinus De pulsibus v. 71 p. 457 Schoene
1 οὔτε Ἱπποκράτης οὔτε Αἰγίμιος, ἀλλ’ οὐδὲ Χρύσιππος οὐδὲ Ἐρασίστρατος ὡρίσαντο ὅρον σφυγμοῦ.

22

(1t)

Plutarchus De curiositate 518 C III 320 Pohlenz
1 οὕτω δ’ ἑκάστῳ λυπηρόν ἐστι ἡ τῶν περὶ αὐτὸν κακῶν ἀνακάλυψις ὥστε πολλοὺς ἀποθανεῖν πρότερον ἢ δεῖξαί τι τῶν ἀπορρήτων νοσημάτων ἰατροῖς φέρε γὰρ Ἡρόφιλον ἢ Ἐρασίστρατον ἢ τὸν Ἀσκληπιὸν αὐτόν, ὅτ’ ἦν ἄνθρωπος, ἔχοντα τὰ ὄργανα κατ’ οἰκίαν προσιστάμενον ἀνακρίνειν, μή τις ἔχει σύριγγα παρὰ δακτύλιον ἢ γυνὴ καρκίνον
5ἐν ὑστέρᾳ· καίτοι σωτήριόν ἐστι τῆς τέχνης ταύτης τὸ πολύπραγμον, ἀλλὰ πᾶς τις,
οἶμαι τὸν τοιοῦτον ἀπήλασεν.65

23

(1t)

Themistius Epitaphius in patrem 238a p. 10, 14 Schenkl—Downey
1 οἷον εἴ τις ὑγιαίνειν τὸ σῶμα αὑτῷ ἐπιθυμῶν φάρμακα μὲν συνάγοι καὶ βοτάνας, ὁπόσαι ἱκαναὶ τριβόμεναι καὶ μιγνύμεναι ἀλλήλαις βοηθεῖν τῇ τοῦ σώματος πονηρίᾳ, καὶ σιδήρια δὲ ἰατρικὰ φιλοτίμως κατασκευάζοιτο, ἔχοι δὲ λέγειν καὶ ὅσα Ἱπποκράτης ὁ Κῶος καὶ ὅσα Ἐρασίστρατος καὶ ὅσα Διοκλῆς ἐν τοῖς γράμμασιν παραγγέλλουσιν ὑπὲρ
5ὑγείας.

25

(1t)

Plutarchus Vita Demetrii 38, 2 907a p. 60, 9 Flacelière—Chambry
1 Συνέβη γάρ. ὡς ἔοικε. τὸν Ἀντίοχον ἐρασθέντα τῆς Στρατονίκης νέας οὔσης. ἤδη δὲ παιδίον ἐχούσης ἐκ τοῦ Σελεύκου. διακεῖσθαι κακῶς καὶ πολλὰ ποιεῖν τῷ πάθει διαμαχόμενον, τέλος δ’ ἑαυτοῦ καταγνόντα δεινῶν μὲν ἐπιθυμεῖν, ἀνήκεστα δὲ νοσεῖν, κεκρατῆσθαι δὲ τῷ λογισμῷ, τρόπον ἀπαλλαγῆς τοῦ βίου ζητεῖν καὶ παραλύειν ἀτρέμα
5καὶ θεραπείας ἀμελείᾳ καὶ τροφῆς ἀποχῇ τὸ σῶμα. νοσεῖν τινα νόσον σκηπτόμενον. Ἐρασίστρατον δὲ τὸν ἰατρὸν αἰσθέσθαι μὲν οὐ χαλεπῶς ἐρῶντος αὐτοῦ, τὸ δ’ οὕτινος ἐρᾷ δυστόπαστον ὂν ἐξανευρεῖν βουλόμενον ἀεὶ μὲν ἐν τῷ δωματίῳ διημερεύειν, εἰ δέ τις εἰσίοι τῶν ἐν ὥρᾳ μειρακίων ἢ γυναικῶν, ἐγκαθορᾶν τε τῷ προσώπῳ τοῦ Ἀντιόχου καὶ τὰ συμπάσχειν μάλιστα τῇ ψυχῇ τρεπομένῃ πεφυκότα μέρη καὶ κινήματα τοῦ66
10σώματος ἐπισκοπεῖν. Ὡς οὖν τῶν μὲν ἄλλων εἰσιόντων ὁμοίως εἶχε, τῆς δὲ Στρατονίκης καὶ καθ’ ἑαυτὴν καὶ μετὰ τοῦ Σελεύκου φοιτώσης πολλάκις ἐγίνετο τὰ τῆς Σαπφοῦς ἐκεῖνα περὶ αὐτὸν πάντα. Φωνῆς ἐπίσχεσις. ἐρύθημα πυρῶδες. ὄψεων ὑπολήψεις. ἱδρῶτες ὀξεῖς, ἀταξία καὶ θόρυβος ἐν τοῖς σφυγμοῖς. τέλος δὲ τῆς ψυχῆς κατὰ κράτος ἡττημένης ἀπορία καὶ θάμβος καὶ ὠχρίασις. ἐπὶ τούτοις προσλογιζόμενον
15τὸν Ἐρασίστρατον κατὰ τὸ εἰκὸς ὡς οὐκ ἂν ἑτέρας ἐρῶν βασιλέως υἱὸς ἐνεκαρτέρει τῷ σιωπᾶν μέχρι θανάτου. χαλεπὸν μὲν ἡγεῖσθαι τὸ φράσαι ταῦτα καὶ κατειπεῖν. οὐ μὴν ἀλλὰ πιστεύοντα τῇ πρὸς τὸν υἱὸν εὐνοίᾳ τοῦ Σελεύκου παρακινδυνεῦσαί ποτε καὶ εἰπεῖν ὡς ἔρως μὲν εἴη τοῦ νεανίσκου τὸ πάθος, ἔρως δ’ ἀδύνατος καὶ ἀνίατος· Ἐκπλαγέντος δ’ ἐκείνου καὶ πυθομένου πῶς ἀνίατος· “ὅτι νὴ Δία” φάναι τὸν
20Ἐρασίστρατον “ἐρᾷ τῆς ἐμῆς γυναικός.” “εἶτ’ οὐκ οὖν ἂν” εἰπεῖν τὸν Σέλευκον “ἐπιδοίης, Ἐρασίστρατε. τῷ ἐμῷ παιδὶ φίλος ὢν τὸν γάμον. καὶ ταῦθ’ ὁρῶν ἡμᾶς ἐπὶ τούτῳ μόνῳ σαλεύοντας;” “οὐδὲ γὰρ ἂν σύ” φάναι “τοῦτο πατὴρ ὢν ἐποίησας, εἰ Στρατονίκης Ἀντίοχος ἐπεθύμησε” καὶ τὸν Σέλευκον “εἶθε γάρ, ἑταῖρε.” εἰπεῖν “ταχὺ μεταστρέψαι τις ἐπὶ ταῦτα καὶ μεταβάλοι θεῶν ἢ ἀνθρώπων τὸ πάθος· ὡς ἐμοὶ καὶ τὴν
25βασιλείαν ἀφεῖναι καλὸν Ἀντιόχου περιεχομένῳ” ταῦτ’ ἐμπαθῶς σφόδρα τοῦ Σελεύκου καὶ μετὰ πολλῶν δακρύων λέγοντος. ἐμβαλόντα τὴν δεξιὰν αὐτῷ τὸν Ἐρασίστρατον εἰπεῖν ὡς οὐδὲν Ἐρασιστράτου δέοιτο· καὶ γὰρ πατὴρ ὢν καὶ βασιλεὺς αὐτὸς ἅμα καὶ ἰατρὸς εἴη τῆς οἰκίας ἄριστος.

26

(1t)

Appianus Syr. 59, 308 I 408, 12 Viereck—Roos
1 ὁ δὲ Σέλευκος τὸν υἱὸν Ἀντίοχον, περιὼν ἔτι, τῆς ἄνω γῆς βασιλεύειν ἀπέφηνεν ἀνθ’ ἑαυτοῦ. καὶ εἴ τῳ μεγαλόφρον εἶναι τόδε φαίνεται καὶ βασιλικόν, μεγαλοφρονέστερον ἔτι καὶ σοφώτερον ἤνεγκε τὸν ἔρωτα τοῦ παιδὸς καὶ τὴν εἰς τὸ πάθος αὐτοῦ σωφροσύνην. ἤρα μὲν γὰρ Ἀντίοχος Στρατονίκης, τῆς αὐτοῦ Σελεύκου
5γυναικός, μητρυιᾶς οἱ γενομένης καὶ παῖδα ἤδη τῷ Σελεύκῳ πεποιημένης, συγγινώσκων δὲ τὴν ἀθεμιστίαν τοῦ πάθους οὔτε ἐπεχείρει τῷ κακῷ οὔτε προὔφερεν, ἀλλ’ ἐνόσει καὶ παρεῖτο καὶ ἑκὼν ἐς τὸν θάνατον συνήργει. οὐδ’ ὁ περιώνυμος ἰατρὸς Ἐρασίστρατος, ἐπὶ μεγίσταις συντάξεσι Σελεύκῳ συνών, εἶχε τεκμήρασθαι τοῦ πάθους, μέχρι φυλάξας καθαρὸν ἐκ πάντων τὸ σῶμα εἴκασεν εἶναι τῆς ψυχῆς τὴν νόσον, ᾗ δὴ
10καὶ ἐρρωμένῃ καὶ νοσούσῃ τὸ σῶμα συναίσθεται. λύπας μὲν οὖν καὶ ὀργὰς καὶ ἐπιθυμίας ἄλλας ὁμολογεῖσθαι, ἔρωτα δ’ ἐπικρύπτεσθαι πρὸς τῶν σωφρόνων. οὐδὲν δὲ οὐδ’ ὣς τοῦ Ἀντιόχου φράζοντος αὐτῷ, λιπαροῦντι μαθεῖν ἐν ἀπορρήτῳ, παρεκαθέζετο καὶ ἐφύλασσε τὰς τοῦ σώματος μεταβολάς, ὅπως ἔχοι πρὸς ἕκαστον τῶν εἰσιόντων, ὡς δὲ εὗρεν ἐπὶ μὲν τῶν ἄλλων σβεννύμενον αἰεὶ τὸ σῶμα καὶ μαραινόμενον ὁμαλῶς, ὅτε δὲ ἡ
15Στρατονίκη παρίοι πρὸς αὐτὸν ἐπισκεψομένη, τὴν μὲν γνώμην ὑπ’ αἰδοῦς καὶ συνειδότος τότε μάλιστα αὐτὸν ἐνοχλούμενον καὶ σιωπῶντα, τὸ δὲ σῶμα καὶ ἄκοντος αὐτοῦ θαλερώτερόν τε γινόμενον αὐτῷ καὶ ζωτικώτερον καὶ αὖθις ἀπιούσης ἀσθενέστερον, ἔφη τῷ Σελεύκῳ τὸν υἱὸν ἀνιάτως ἔχειν αὐτῷ. ὑπεραλγήσαντος δὲ τοῦ βασιλέως καὶ ἐκβοήσαντος εἶπεν· “ἔρως ἐστὶ τὸ πάθος καὶ ἔρως γυναικός, ἀλλ’ ἀδύνατος” Σελεύκου
20δὲ θαυμάσαντος, εἴ τινα μὴ δύναιτο πεῖσαι Σέλευκος, ὁ τῆς Ἀσίας βασιλεύς, ἐπὶ γάμῳ τοιοῦδε παιδός, ἱκεσία τε καὶ χρήμασι καὶ δωρεαῖς καὶ ὅλῃ τῇ τοσῇδε βασιλείᾳ, περιιούσῃ μὲν ἐς τόνδε τὸν κάμνοντα βασιλέα, δοθησομένῃ δὲ καὶ ἀντὶ τῆς σωτηρίας, εἰ ἤδη τις ἐθέλοι, καὶ μόνον ἀξιοῦντος μαθεῖν, τίς ἔστι τὸ γύναιον, ὁ Ἐρασίστρατος ἔφη· “τῆς ἐμῆς γυναικὸς ἐρᾷ.” καὶ ὁ Σέλευκος “εἶτ’, ὦ ’γαθέ”, ἔφη, “φιλίας μὲν οὕτω καὶ
25χαρίτων ἔχων ἐφ’ ἡμῖν, ἀρετῆς δὲ καὶ σοφίας ἐν ὀλίγοις, οὐ σώσεις μοι τὸν ἄνδρα καὶ βασιλικόν, φίλου καὶ βασιλέως υἱόν, ἀτυχοῦντα καὶ σωφρονοῦντα καὶ τὸ κακὸν
ἐπικρύπτοντα καὶ προτιμώμενον αὑτῷ θανάτου, ἀλλ’ ὑπερόψει μὲν οὕτως Ἀντίοχον, ὑπερόψει δ’ ἐπ’ αὐτῷ καὶ Σέλευκον;” ὃ δ’ ἀπομαχόμενος εἶπε λόγον ὡς ἄφυκτον, ὅτι “μηδ’ ἂν σύ, καίπερ ὢν πατήρ, τῆς σῆς Ἀντίοχος εἰ ἤρα γυναικός, μεθῆκας ἂν αὐτῷ τὴν67
30γυναῖκα.” ἔνθα δὴ πάντας ὤμνυ τοὺς βασιλικοὺς θεοὺς ὁ Σέλευκος, ἦ μὴν ἑκὼν ἂν καὶ χαίρων μεθεῖναι καὶ διήγημα γενέσθαι καλὸν εὐνοίας ἀγαθοῦ πατρὸς ἐς παῖδα σώφρονα καὶ ἐγκρατῆ τοῦ κακοῦ καὶ ἀνάξιον τῆς συμφορᾶς. πολλά τε ὅμοια ἐπενεγκὼν ἤρξατο ἄχθεσθαι, ὅτι μὴ αὐτὸς αὑτῷ γίνοιτο ἰατρὸς ἀτυχοῦντι, ἀλλὰ καὶ ἐς ταῦτα δέοιτο Ἐρασιστράτου. ὁ δ’, ἐπεὶ κατεῖδε τὴν ὁρμὴν βασιλέως ἔργον ὑποφαίνουσαν, οὐκ
35ὑπόκρισιν, ἀνεκάλυπτε τὸ πάθος καί, ὅπως αὐτὸ εὕροι κρυπτόμενον, διηγεῖτο. Σελεύκῳ δὲ ἡσθέντι ἔργον μὲν ἐγένετο πεῖσαι τὸν υἱόν, ἔργον δ’ ἐπ’ ἐκείνῳ τὴν γυναῖκα.

27A

(1t)

Gal. In Hipp. Progn. CMG V 9, 2 p. 218, 19 Heeg
1 μήτ’ οὖν οἰώμεθα τὴν ἐπιληψίαν θεῖον εἶναι νόσημα μηδὲ τὸν ἔρωτα· καὶ γὰρ καὶ τοῦτόν τινες ὑπολαμβάνοντες ἀληθῆ μὲν ἔγραψαν ἱστορίαν. ὡς Ἐρασίστρατος ἐφώρασε δι’ ἔρωτα τὸν τοῦ βασιλέως ἀρρωστοῦντα υἱόν, θεῖον δ’ οὐκ ἐδίδαξαν οὔθ’ ὑπὸ Ἐρασιστράτου καλούμενον οὔθ’ ὑπὸ Ἱπποκράτους οὔθ’ ὑπ’ ἄλλου τινὸς ἰατροῦ τὸν
5ἔρωτα.

27B

(1t)

Gal. De praenotione 6, 1 CMG V 8, 1 p. 100, 7 Nutton
1 Λοιπὸν οὖν ὅπερ ὑπεσχόμην ἐφεξῆς σοι διηγήσομαι, ἣν λέξιν καὶ προσθεῖναι δεῖ τῷ παρόντι λόγῳ, μάλιστ’ ἐπειδὴ καὶ τῶν σοφιστῶν ἰατρῶν ἔνιοι, ἀγνοούμενοι τίνι λόγῳ τὸν ἔρωτα τῆς παλλακῆς τοῦ πατρὸς Ἐρασίστρατος ἐγνώρισεν, ἔγραψαν τῶν ἀρτηριῶν [τοὺς σφυγμοὺς] τοῦ νεανίσκου σφυζουσῶν ἐρωτικῶς ἐξευρεῖν αὐτόν, οὐχ ὑπομείναντες
5εἰπεῖν ἐκ τῶν σφυγμῶν εὑρεθῆναι [καὶ ὅτι τῆς τοῦ πατρὸς παλλακῆς]. ἐγὼ δ’ ὅπως μὲν Ἐρασίστρατος ἔγνω τοῦτο λέγειν οὐκ ἔχω· ὅπως δ’ αὐτὸς ἔγνων ἤδη σοι φράσω.

27C

(1t)

Iulianus Misopogon 374 p. 28 Prato—Micalella
1 ἐνθάδε μέγας ἆθλος ἰατρῷ προυτέθη τῷ Σαμίῳ τὴν νόσον, ἥτις ποτέ ἐστιν, ἐξευρεῖν. ὁ δὲ ὑπονοήσας ἐκ τῶν Ὁμήρου, τίνες ποτέ εἰσιν αἱ γυιοκόροι μελεδῶναι, καὶ ὅτι πολλάκις οὐκ ἀσθένεια σώματος, ἀλλ’ ἀρρωστία ψυχῆς αἰτία γίνεται τηκεδόνος τῷ σώματι, καὶ τὸ μειράκιον ὁρῶν ὑπό τε ἡλικίας καὶ συνηθείας οὐκ ἀναφρόδιτον, ὁδὸν
5ἐτράπετο τοιαύτην ἐπὶ τὴν τοῦ νοσήματος θήραν. καθίζει πλησίον τῆς κλίνης ἀφορῶν εἰς τὸ πρόσωπον τοῦ μειρακίου, παριέναι κελεύσας καλούς τε καὶ καλὰς ἀπὸ τῆς βασιλίδος ἀρξάμενος. ἡ δὲ ὡς ἦλθε, ἐπισκεψομένη δῆθεν αὐτόν, αὐτίκα ἐδίδου τὰ συνθήματα τοῦ πάθους ὁ νεανίας, ἆσθμα τῶν θλιβομένων ἠφίει, ἐπέχειν γὰρ αὐτὸ
κινούμενον καίπερ σφόδρα ἐθέλων οὐκ οἷός τε ἦν, καὶ ταραχὴ ἦν τοῦ πνεύματος καὶ πολὺ68
10περὶ τὸ πρόσωπον ἐρύθημα. ταῦτα ὁρῶν ὁ ἰατρὸς προσάγει τῷ στέρνῳ τὴν χεῖρα, καὶ ἐπήδα δεινῶς ἡ καρδία καὶ ἔξω ἵετο. τοιαῦτα ἅττα ἔπασχεν ἐκείνης παρούσης· ἐπεὶ δὲ ἀπῆλθεν, ἐπιόντων ἄλλων, ἀτρέμας εἶχε καὶ ἦν ὅμοιος τοῖς οὐδὲν πάσχουσι συνιδὼν δὲ τὸ πάθος ὁ Ἐρασίστρατος φράζει πρὸς τὸν βασιλέα, καὶ ὃς ὑπὸ τοῦ φιλόπαις εἶναι παραχωρεῖν ἔφη τῷ παιδὶ τῆς γαμετῆς. ὁ δ’ αὐτίκα μὲν ἠρνήσατο· τελευτήσαντος δὲ τοῦ
15πατρὸς μικρὸν ὕστερον, ἣν πρότερον διδομένην αὐτῷ χάριν εὐγενῶς ἠρνήθη, μάλα
κραταιῶς μετεδίωξεν.69

32

(1t)

[Gal.] Introductio XIV 684, 11 K
1 Τινὲς τῶν λογικῶν. ὧν ἐστι καὶ Ἐρασίστρατος, ὑπέλαβον τὸ μέν τι ἐπιστημονικὸν ἔχειν τὴν ἰατρικήν, οἷον τὸ αἰτιολογικὸν καὶ φυσιολογικόν, τὸ δὲ στοχαστικόν. οἷον τὸ θεραπευτικὸν καὶ τὸ σημειωτικόν.

33

(1t)

Gal. Adv. Erasistrateos XI 226, 5 K p. 62 Kotrc
1 εἴπερ οὖν, ὡς αὐτὸς ἐκεῖνος (sc. Ἐρασίστρατος) βούλεται. τοῖς ἐναργῶς φαινο‐ μένοις χρηστέον ἐστὶν εἰς τὴν τῶν ἀδήλων πίστιν ...

34

(1t)

Gal. De sectis 5 SM III 9, 14 Helmreich
1 τὰ δ’ ὑπ’ Ἐρασιστράτου, τὰ μὲν ἁπλᾶ καὶ ἐφ’ ἁπλοῖς εὑρίσκεσθαι διὰ τῆς ἐμπειρίας ὁμολογοῦντος, οἷον ὅτι ἡ ἀνδράχνη τῆς αἱμωδίας ἴαμά ἐστιν, οὐ μὴν τά γε σύνθετα καὶ ἐπὶ συνθέτοις ἔτι συγχωροῦντος, οὐκ ἀδύνατον μὲν αὐτὴν τὸ παράπαν ἐξευρίσκειν, οὐ
μὴν εἰς ἅπαντά γ’ ἱκανὴν εἶναι βούλεται.70

35

(1t)

Ps. Dioscorides De venenatis animalibus ed. Sprengel XXVI 49 K
1 ὥστε ἡμᾶς μηδὲ βλάπτεσθαί τι κατὰ πάντα ὑπὸ τῆς κατὰ τὴν ἰδιότητα ἀκαταληψίας τῆς κοινῆς αἰτίας καὶ τότε ἐνδείκνυσθαι δυναμένης βεβαίως κατειλημμένης. διὸ καὶ Ἐρασίστρατος ἐπισκώπτων τὴν αὐθάδειαν τῶν ἐμπειρικῶν αἰτίαν τοῖς ἀναιτιολογήτοις ἀνέθηκεν οὐ συγχωρῶν αὐτοῖς τὴν αἰτίαν τὴν ἐπαναβεβηκυῖαν καὶ καθολικὴν ἄληπτον
5ἐπὶ τῇ νόσῳ ὑπάρχειν τήν τε περὶ αἰτίων γράφει ταύτην τὴν λέξιν· τό τε [μὴ] λέγειν †· ”〈εἰ〉 ἐπί τινων ἀρκούμεθα τῇ τετηρημένῃ θεραπείᾳ οἷον ἐπὶ τῶν θηριοδήκτων καὶ θανασίμων καὶ ἐπὶ τῶν λοιπῶν ἀρκεσθησόμεθα τῇ παρατηρήσει, τῆς τῶν αἰτιῶν προσλήψεως χωριζόμενοι τελέως.” πρῶτον μὲν κατὰ γένος οὐκ ἀκατάληπτά εἰσιν· ὅτι μὲν γὰρ δύναμις ὑπάρχει φθαρτικὴ καὶ τῶν
10ὑποκειμένων ἀλλοιωτικὴ ὥστε ἀναιρεῖν [καὶ] ἐκ τῶν κατὰ γένος, [οὐ κατ’ εἶδος] ὑπογράφει θεραπείαν, δι’ ἧς ταῦτα ἀμβλυντέον καὶ κατεργαστέον. [ὅ] τι [δέ φησιν]· “ἦλθέ τις ἐφ’ ὕδωρ γλυκὺ καὶ πότιμον καὶ πρὸ τῆς τοῦ ἀποβεβηκότος παρατηρήσεως, ἐπ’ ἔμετον. διάτασιν τοῦ πεπληγότος ἢ δεδηγμένου μέρους ἀποθηλασμόν, σικύας προσβολήν, ἐκτομήν, καυτηρίων φαρμάκων τὸ αὐτὸ
15δυναμένων ἐπίθεσιν, τὸ τελευταῖον ἀποτομὴν τοῦ μέρους. ἀνελογίσατο τῶν πεφυκότων φαρμάκων εἰς τὴν ἐπιφάνειαν φέρεσθαί τινα καὶ τῇ [τῆς] ἐνιεμένῃ[ς] εἰς τὰ κατὰ βάθος ἐναντιοῦσθαι φθορᾷ”. ταῦτα μὲν [οὖν], δι’ ὧν
εἴρηκεν Ἐρασίστρατος, πάντα εἴρηκε καλῶς καὶ τοῖς ἔργοις ἀκολούθως.71

37

(1t)

Gal. Adv. Erasistratum XI 163, 14 K
1 καίτοι τούτων (sc. empiricorum) μὲν οὐδὲν τῷ λόγῳ προσεχόντων. ἑπομένων καίτοι τούτων (sc. empiricorum) μὲν οὐδὲν τῷ λόγῳ προσεχόντων. ἑπομένων δ’ ἀεὶ τῇ πείρᾳ καταγνούς, ἀλλ’ οὐκ ἂν ἔχοις εἰπεῖν μηδένα (sc. qui venae sectionem praesidiis eximere ausus sit)72

39

(1t)

[Rufus] Anatome 71 p. 184 Daremberg—Ruelle
1 Νεῦρόν ἐστιν ἁπλοῦν σῶμα καὶ πεπυκνωμένον, προαιρετικῆς κινήσεως αἴτιον, δυσαίσθητον κατὰ τὴν διαίρεσιν. Κατὰ μὲν οὖν τὸν Ἐρασίστρατον καὶ Ἡρόφιλον. αἰσθητικὰ νεῦρά ἐστιν· κατὰ δὲ Ἀσκληπιάδην οὐδὲ ὅλως. Κατὰ μὲν οὖν Ἐρασίστρατον δισσῶν ὄντων τῶν νεύρων, αἰσθητικῶν καὶ κινητικῶν, τῶν μὲν αἰσθητικῶν ἃ κεκοί‐
5λανται ἀρχὰς εὕροις ἂν ἐν μήνιγξι, τῶν δὲ κινητικῶν ἐν ἐγκεφάλῳ καὶ παρεγκεφαλίδι.

40

(1t)

Aetius Placita IV 5, 3 p. 301 Diels
1 Περὶ τοῦ ἡγημονικοῦ Πλάτων Δημόκριτος ἐν ὅλῃ τῇ κεφαλῇ. Στράτων ἐν τῷ μεσοφρύῳ. Ἐρασίστρατος περὶ τὴν μήνιγγα τοῦ ἐγκεφάλου, ἣν ἐπικρανίδα λέγει.73

42A

(1t)

Gal. De plac. Hipp. et Plat. V 609 K p. 606 M CMG V 4, 1, 2 p. 446, 20 De Lacy
1 καί τις ἄλλος εἷς ἀζυγὴς ἐμβάλλει τῇ πρώτῃ γενέσει τοῦ νωτιαίου, καθ’ ὃ μέρος μάλιστα τῆς παχείας μήνιγγος τρωθείσης ὁ πόρος ὅλος γίγνεται γυμνὸς ἅμα τῷ πέρατι τῆς ὄπισθεν ἐγκεφάλου κοιλίας. ὅπερ οὐχ ἥκιστα τὸν Ἐρασίστρατον ἠπάτησεν. ὡς οἰηθῆναι. διὰ τὴν τῆς μήνιγγος τρῶσιν ἀκίνητον αὐτίκα γίγνεσθαι τὸ ζῷον. ἑώρα γὰρ
5ἐπὶ τῶν τὸν πρῶτον σπόνδυλον τιτρωσκομένων βοῶν ἅμα τῷ διαιρεθῆναι τὴν μήνιγγα ἀκίνητον αὐτίκα τὸ ζῷον γιγνόμενον. ἀλλὰ οὐ τῷ πάθει τῆς μήνιγγος. ἀλλὰ τῷ γυμνοῦσθαι τὴν ὀπίσω κοιλίαν γίγνεται τοῦτο.

43

(1t)

Gal. De loc. aff. VIII 323, 8 K
1 κατὰ γὰρ αὐτὸν τὸν Ἐρασίστρατον ἀλλήλοις συμπαρεκτείνεται ταῦτα τὰ τρία καὶ συγκατασχιζόμενα ἀποτελευτᾷ τοῖς ἐσχάτοις ἑαυτῶν στόμασιν εἰς τὸν περικείμενον
ὑμένα τῷ πνεύμονι.74

44

(1t)

Gal. An in art. IV 724 K p. 13 Alb. p. 168 Furley
1 αὐτὸς Ἐρασίστρατος ἐν αὐτῷ τῷ διαιρεῖσθαι τὸ δέρμα παρέμπτωσιν αἵματος εἰς τὰς ἀρτηρίας γίγνεσθαί φησιν.

45

(1t)

Anonym. Londin. XXVII 30 Diels
1 ὁ μέντοι γε Ἐρασίστρατος οὐκ οἴεται ἀνάδοσιν γίνεσθαι ἀπὸ τῶν ἀρτηριῶν· μὴ γὰρ εἶναι κατὰ φύσιν ἐν αὐταῖς αἷμα.

46

(1t)

Gal. An in art. IV 716 K p. 9 Alb. p. 158 Furley
1 μὴ τοίνυν ὅτι μεγάλης ἀρτηρίας τιτρωσκομένης ἀνάγκη ταῦτα συμβαίνειν, ἀλλὰ μικρᾶς τῆς τυχούσης καὶ τοῦ δέρματος μόνον· καὶ γὰρ τοῦτο βούλεται (sc. Ἐρασίστρατος) πλέγμα τῶν τριῶν ἀγγείων ὑπάρχειν, ὥστ’ εἰ καθ’ ὁτιοῦν αὐτοῦ μέρος νύξειας βελόνῃ λεπτῇ. πάντως [ὡς] τὰ τρία γένη τῶν ἀγγείων τετρώσεται.

47

(1t)

Gal. An in art. IV 718 K p. 10 Alb. p. 162 Furley
1 λέγοντες (sc. οἱ Ἐρασιστράτειοι) ὡς ἐκ τῶν πλησίον μόνων συναναστομώσεων ἡ μετάληψις ταῖς ἀρτηρίαις τοῦ αἵματος γίγνεται, μὴ μεμνημένοι μηθ’ ὅτι τὰς ἐσχάτας αὐτὸς ὁ Ἐρασίστρατος εἴρηκε κενοῦσθαι πρώτας μηθ’ ὅτι φαίνεται τοῦτ’ ἐναργῶς ἐφ’ ὧν αὐτὸς ἐκεῖνος ἔγραψεν ἀνατομῶν. ἐν γὰρ τῷ διαιρεῖσθαι τὸ ἐπιγάστριον ἅμα τῷ
5περιτοναίῳ κατὰ τὸ μεσεντέριον ἀρτηρίας ἰδεῖν ἔστι σαφῶς ἐπὶ μὲν τῶν νεοθηλῶν ἐρίφων γάλακτος πλήρεις, ἐπὶ δὲ τῶν τελείων ζῴων ἀλλοίας, οὐ μὴν πνεῦμά γε μόνον ὤφθησαν ἔχουσαι πώποτε καθάπερ οὐδ’ ἄλλη τις ἀρτηρία γυμνωθεῖσα. νομίζω δ’ αὐτοὺς εἰς τοσοῦτον ἀμαθεῖς εἶναι τῶν κατὰ τὰς ἀνατομὰς φαινομένων, ὡς μηδ’ αὐτὸ τοῦτο γιγνώσκειν, ὅτι καλῶς εἴρηκεν ὁ Ἐρασίστρατος ἐσχατιὰς τὰς κατὰ τὸ
10μεσεντέριον ἀρτηρίας παραβάλλων αὐτὰς δηλονότι ταῖς κατ’ ἐπιγάστριον.

48

(1t)

Gal. An in art. IV 708 K p. 4 Alb. p. 150 Furley
1λέγοντος αὐτοῦ τοῦ Ἐρασιστράτου τὰς πορρωτάτω κειμένα ἀρτηρίας πρώτας
ἀπολαύειν τῆς μεταχύσεως.75

49A

(1t)

Gal. Anat. admin. II 648, 11 K
1 λέγουσί γε μὴν ἔνιοι καὶ ἄλλας ἐγχειρήσεις, δι’ ὧν ἀπαγγέλλονται δείξειν ἀρτηρίαν κενὴν αἵματος, ὡσπερεὶ ποιῆσαί τι σοφώτερον ἐγχειρῆσαί τε κάλλιον Ἐρασιστράτου δυνάμενοι, πάντως γὰρ ἂν ἐκεῖνος, εἴ τις ὅλως ἦν τρόπος ἀνατομῆς ἱκανὸς ἐπιδεῖξαι κενὴν ἀρτηρίαν. ἐπενόησε πρότερος, ὥσπερ ὃν [ἐπ] ἔγραφεν ἐπὶ τῶν νεοθηλῶν
5ἐρίφων· ἀλλὰ κἀκείνου πειραθείς, εὑρήσεις οὐδ’ αὐτὸν ἀληθῆ. γιγνέσθω δ’ ἡ πεῖρά σοι μὴ μόνον ἐπὶ τῶν ἐρίφων, ἀλλὰ καὶ παντὸς οὑτινοσοῦν ἑτέρου ζῴου, περιέχοντος ὑγρὰν οὐσίαν ἐν τῇ γαστρί. καὶ ὅσῳ γ’ ἂν ᾖ λεπτομερεστέρα, τοσούτῳ ῥᾷον εἰς τὰς ἀρτηρίας ἀναληφθήσεται. κατ’ ἀρχὰς μὲν οὖν φησιν ἅμα τῷ γυμνωθῆναι τὸ μεσεντέριον ἀεροειδεῖς φαίνεσθαι τὰς ἀρτηρίας. ὕστερον δ’ ὁρᾶσθαι γάλακτος πληρουμένας
10εἰ μὲν οὖν ἀεροειδεῖς φαίνονται, παρείσθω σκοπεῖν, καίτοι πολλῶν φιλονεικούντων ἐφ’ ἑκάτερον μάτην ὑπὲρ αὐτοῦ τὸ δὲ πληροῦσθαι γάλακτος αὐτάς, ἐν τούτῳ γάρ ἐστιν τὸ συνέχον τοῦ λόγου ψεῦδος, ὡς εἴρηται, καὶ σοὶ πάρεστι πεῖραν λαβεῖν ἐπὶ πάντων τῶν ζῴων, οὐ μόνον ἐρίφων, οὐδὲ γάλακτος μόνου πεπληρωμένης τῆς γαστρός, ἀλλὰ πάσης ὑγρασίας. οὐδὲ γὰρ ᾗ γάλα, διὰ τοῦτο ἀναλαμβάνεται ταχέως, ἀλλὰ διὰ τὴν
15ὑγρότητα ῥᾳδίως ἐμπίπτει τοῖς στόμασι τῶν καθηκουσῶν ἀρτηριῶν εἰς τὴν γαστέρα, διὰ δὲ τὴν πρὸς τὸ κενούμενον ἀκολουθίαν, ὡς ἐκεῖνός φησιν, ἕλκεται ταχέως, ὥσθ’, ὅσῳπερ ἂν ᾖ λεπτομερεστέρα γάλακτος ἡ ὑγρότης, τοσούτῳ ῥᾷον ἀναληφθήσεται. ἀλλ’ ὡς εἶπον, οὐδ’ ἐφ’ ἑνὸς οὐδέποτε εἴδομεν αὐτὴν ἀναλαμβανομένην, οὐδ’ ἄλλος τις ὄψεται πειραθῆναι βουληθείς.

49B

(1t)

Gal. An in art. VIII 5 IV 735 K p. 182 Furley
1 ἀλλὰ πρὸς 〈ταῖς ἄλλαις μωρίαις οὐκ ἐτόλμησεν Ἐρασίστρατοσ〉 τῶν φαινομένων ἐξ ἀνατομῆς καταψευδέσθαι. γεγράφασι γὰρ πολλοὶ τρόπους τινὰς ἀνατομῶν οἷς δείξειν ἀπαγγέλλονται κενὰς αἵματος εἶναι τὰς ἀρτηρίας. εἴ τις οὖν ἦν ἐξ αὐτῶν ἀληθής [ἐστιν]. εἴρητ’ ἂν δήπου καὶ πρὸς Ἐρασιστράτου πολὺ μείζονα τούτων τῶν νῦν
5ἀναισχύντως ψευδομένων ἐν ταῖς ἀνατομαῖς ἐξουσίαν πεπορισμένου. ἀλλ’ οὐκ ἦν εἰς
τοσοῦτον Ἐρασίστρατος ἀναίσχυντος, ὡς γράφειν ἐπιχειρεῖν, ὃ δὴ ἰδεῖν ἀδύνατον ἦν.76

51

(1t)

Gal. An in art. IV 733 K ed. Furley
1 τὰ δὲ ὑπὸ Ἐρασιστράτου περὶ κινήσεως τῶν ἀρτηριῶν εἰρημένα ψευδῆ παντελῶς ἐστιν. πρὸ γὰρ τοῦ παύσασθαι τῆς γεγυμνωμένης ἀρτηρίας τὴν κίνησιν ἐν τοῖς μετὰ τὸν βρόχον μέρεσιν, ὅπερ οὐκ ἐχρῆν γίγνεσθαι πρὸ τοῦ βρόχον αὐτῇ περιβαλεῖν, ἔνεστι θεάσασθαι πᾶσαν ἑνὶ χρόνῳ κινουμένην, οὐ τὸ πρότερον μόριον, τὸ δ’ ὕστερον, ὅπερ
5Ἐρασίστρατος βούλεται.

52

(1t)

Gal. Anat. admin. II 646, 4 K
1 ἡ δ’ ἐγχείρησίς ἐστι τοιάδε· τῶν ἐγγὺς τοῦ δέρματος ἀρτηριῶν τῶν μεγάλων χρὴ γυμνώσαντα μίαν, οἵα πέρ ἐστιν ἡ κατὰ τὸν βουβῶνα, μάλιστα γὰρ ἐπ’ ἐκείνης εἴωθα ποιεῖσθαι τὴν ἀνατομὴν τήνδε, βρόχον περιβάλλειν τοῖς ὑψηλοτέροις αὐτῆς μέρεσιν. εἶτα τοῖς δακτύλοις τῆς ἀριστερᾶς χειρὸς αὐτὴν σφίγγοντα τὴν ἀρτηρίαν, ὅσον οἷόν τε
5πορρωτάτω μὲν τοῦ βρόχου. πρὶν δ’ ἀποβλάστημα ποιήσασθαι μέγα, διατέμνειν αὐτὴν κατὰ τὸ μῆκος εὐθείᾳ τομῇ, τηλικοῦτον ὡς ἐνθεῖναι δύνασθαι κοῖλόν τι σῶμα μεταξὺ τοῦ βρόχου καὶ τῶν δακτύλων, παρεσκευάσθω δή σοι κάλαμος τῶν λεπτῶν, οἷς γράφο‐ μεν, ἢ χαλκοῦν τι τοιοῦτον ἐπίτηδες γεγονός· ἀρκεῖ δ’ εἶναι τοῦτο τῷ μήκει δακτυλιαῖον. εὔδηλον οὖν, ὡς κατὰ τὴν ἐνέργειαν ταύτην οὐδεμία γενήσεται τῆς διῃρημένης ἀρτηρί‐
10ας αἱμορραγία. τοῦ μὲν ὑψηλοτέρου μέρους, ὅθεν ἐπιρρεῖ τὸ αἷμα. βρόχῳ διειλημμένου. τοῦ ταπεινοτέρου δὲ μήτε σφύζοντος ἔτι διὰ τὸν βρόχον, ὑπό τε τῶν δακτύλων σφιγγομένου. κατὰ πολλὴν οὖν σχολὴν ἔνεστί σοι τὸ καθιέμενον εἰς τὴν ἀρτηρίαν σῶμα κοῖλον ὑποκείμενον ποιῆσαι τῷ διῃρημένῳ μέρει τοῦ χιτῶνος αὐτῆς. εἶτα περιλαμβάνειν ἐν κύκλῳ λίνῳ λεπτῷ τὴν ἀρτηρίαν ἅμα τῷ καλάμῳ, προνοούμενον.
15ὅπως μηδὲν ὑπερεκπίπτῃ τῆς κατὰ τὴν ἀρτηρίαν τομῆς τοῦ καλάμου. τῷ πάχει δὲ
ἔστω τηλικοῦτος ὁ κάλαμος. ὡς ἔφην. ὥστε [σε] κατὰ τὸν χιτῶνα τῆς ἀρτηρίας μὴ χαλαρὸν ἐγκεῖσθαι. βουλόμεθα γὰρ αὐτὸν κατὰ χώραν μεῖναι. μήτ’ ἀνώτερον τῆς κατὰ τὴν ἀρτηρίαν διαιρέσεως ἐνεχθέντα. μήτε κατώτερον. γενομένου δὲ τούτου. λῦσον μὲν τὸν βρόχον. αὐτὸς δὲ ὑπὲρ ἀσφαλείας. εἰ βούλει. μετάθες τοὺς δακτύλους. οἷς ἔσφιγγες77
20τὴν ἀρτηρίαν, ἐπὶ τὴν περὶ τῷ καλάμῳ μοῖραν αὐτῆς· εἴ γε μήν. ὡς εἶπον. ἐσφηνω‐ μένος τε εἴη καὶ δεδεμένος ἀκριβῶς ὁ κάλαμος. οὐδὲν ἔτι δεήσεταί σου κρατοῦντος. ἀλλ’ ἐφ’ ἡσυχίας μὲν δὴ οὕτως ὑπάρξει σοι θεάσασθαι τὸ μὲν ἀνώτερον τοῦ καλάμου τῆς ἀρτηρίας ἔτι καὶ νῦν σφύζον, ὡς ἔμπροσθεν, ἄσφυκτον δ’ ἀκριβῶς γιγνόμενον αὐτοῦ τὸ κατώτερον. τὸ μὲν οὖν ἀληθὲς φαινόμενον οὕτως ἔχει. διηγεῖτό γε μὴν ἐναντίως Ἐρασί‐
25στρατος ὑπὲρ αὐτοῦ. φαίνεσθαι λέγων κινούμενον τὸ κάτω τοῦ καλάμου. τοσαύτη τίς ἐστιν ἐνίων τόλμα. προπετεῖς ἀποφάσεις ποιουμένων ὑπὲρ ὧν οὐδέποτ’ ἐθεάσαντο.

53

(1t)

Gal. Anat. admin. VIII 10 II 701, 2 K
1 ταῦτα μὲν οὖν τὰ φαινόμενα τὴν Ἐρασιστράτου κρατύνει δόξαν, οἰομένου μηδὲν ἐκρεῖν ἐκ τοῦ πνεύμονος πνεῦμα.

54

(1t)

Gal. De loc. aff. VIII 429, 10 K
1καὶ γὰρ οὖν καὶ τοὺς μῦς ὁ Ἐρασίστρατος ἐκ τοῦ πληροῦσθαι πνεύματος εἰς εὖρος
ἐπιδιδόντας ἀφαιρεῖν φησι τοῦ μήκους καὶ διὰ τοῦτο ἀνασπᾶσθαι.78

56

(1t)

Gal. Nat. fac. II 3, II 84 K SM III 162, 4 Helmreich
1 Τίς οὖν ὁ μετρῶν αὐτοῦ τὸ ποσὸν τῆς ἐπιρροῆς; τίς ὁ κωλύων ἰέναι πλέον; τίς ὁ προτρέπων, ἵν’ ἐνδεέστερον μὴ ἴῃ; τίνα ζητήσομεν ἐνταῦθα τρίτον ἐπιστάτην τοῦ ζῴου τῆς γενέσεως, ὃς χορηγήσει τῷ σπέρματι τὸ σύμμετρον αἷμα; τί ἂν εἶπεν Ἐρασίστρατος. εἰ ζῶν ταῦτ’ ἠρωτήθη; τὸ σπέρμα αὐτὸ δηλονότι.

57

(1t)

Aetius Placita V 9, 3 p. 421 Diels
1 Διὰ τί πολλάκις γυνὴ συνουσιάζουσα οὐ συλλαμβάνει Ἐρασίστρατος παρὰ τὴν μήτραν ὅταν τύλους ἔχῃ καὶ σαρκώσεις ἢ ἀραιοτέρα ᾖ τοῦ κατὰ φύσιν ἢ μικροτέρα.

58

(1t)

Aetius Placita V 10, 3 p. 421 Diels
1 Πῶς δίδυμα καὶ τρίδυμα γίνεται Ἐρασίστρατος διὰ τὰς ἐπισυλλήψεις ὥσπερ ἐπὶ τῶν ἀλόγων ζῴων· ὅταν γὰρ ἡ μήτρα ᾖ κεκαθαρμένη. τότε ἐπισύλληψιν δέχεσθαι.

59

(1t)

Scholia Yalensia in Gal. p. 34 v. 67 Moraux79
1 ὁ Ἐρασίστρατος νεώτερος (sc. quam Hippocrates) ὤν φησιν· εἰσὶ δὲ τρεῖς τρόποι γυμνασίας κατ’ αὐτά· πρῶτος μὲν ὁ καθ’ ἕκαστον τῶν μορίων τοῦ σώματος. ἃ τόπους ὀνομάζουσι.

59B

(1t)

Gal. De loc. aff. VIII 14 K
1 γεγυμνάσθαι χρὴ τὸν λογισμὸν ὅστις μέλλει διαγνώσεσθαι καλῶς οὐ μόνον τὸ πάθος ὁποῖόν ἐστιν, ἀλλὰ καὶ τὸν πάσχοντα τόπον.

60

(1t)

Soranus Gynaec. III 2—4 CMG IV p. 94 Ilberg
1 ἡ δὲ ζήτησις εὔχρηστος ἕνεκα τοῦ μαθεῖν, εἰ καὶ ἰδίας θεραπείας χρῄζουσιν αἱ γυναῖκες, καὶ γεγένηται διαφωνία· τινὲς μὲν γὰρ ὑπολαμβάνουσιν ἴδια πάθη γίγνεσθαι γυναικῶν, καθάπερ οἱ ἀπὸ τῆς ἐμπειρίας καὶ Διοκλῆς ἐν τῷ πρώτῳ τῶν Γυναικείων καὶ τῶν Ἐρασιστρατείων Ἀθηνίων καὶ Μιλτιάδης, τῶν Ἀσκληπιαδείων δὲ Λούκιος ἐν τῷ
5τρίτῳ τῶν χρονίων καὶ Δημήτριος ὁ Ἀπαμεύς, τινὲς δὲ μὴ γίνεσθαι, καθάπερ κατὰ τοὺς πλείστους Ἐρασίστρατος καὶ Ἡρόφιλος, ὡς παρασεσημείωται καὶ Ἀπολλώνιος ὁ Μῦς ἐν τῷ πρώτῳ καὶ τρίτῳ τῶν Περὶ αἱρέσεων καὶ Ἀσκληπιάδης κατὰ τοὺς πλείστους καὶ ὁ φιλαλήθης Ἀλέξανδρος Θεμίσων τε καὶ θεσσαλὸς καὶ οἱ ἀπ’ αὐτῶν. *** πάθη δὲ πρῶτα καὶ ἁπλᾶ· διόπερ οὐδὲν ἴδιον ὑποστήσεται πάθος γυναικῶν. *** καὶ τούτοις μὲν
10παραινοῦμεν, ἐξαμαρτάνειν δὲ 〈λέγομεν〉 τοὺς ἄλλους ταῖς ἀποδείξεσι. φαμὲν γὰρ οὔτε τι τριπλεκὲς εἶναι ἡμῶν τὸ σῶμα καὶ διοικεῖσθαι μὲν ταῖς ὕλαις, αἰτίαν δὲ προκαταρκτικὴν μὲν πληθώραν εἶναι τοῦ αἵματος, συνεκτικὴν δὲ τὴν μετέρασίν τε καὶ σφήνωσιν, πάθη δὲ ἑπτὰ κατὰ γένος 〈ὡσ〉 οὐκ ἀληθὲς [ὡς] παρίσταμεν διὰ πολλῶν ἐν ἑτέροις. εἶτα παρὰ τὴν ποιὰν τῶν πρώτων συμπλοκὴν ἐνδέχεται μέρος ἐπὶ θηλειῶν
15γεγονέναι διάφορον (καὶ τὰ λοιπὰ μέρη διαφέροντα κατὰ πολὺ διὰ τῆς ποιᾶς συγκρίσεως
τῶν ἀγγείων ὁ Ἐρασίστρατός φησι γεγονέναι).80

61

(1t)

Gal. In Hipp. De victu acut. CMG V 9 1 p. 253, 27 Helmreich
1 οὕτω γὰρ ὁ Ἐρασίστρατος ἔλεγεν “ἰσχυραὶ δυνάμεις σίτων τε καὶ πομάτων ἐγκαίρως μὲν παραλαμβανόμεναι μεγίστην ὠφέλειαν. ἀκαίρως δὲ μεγίστην βλάβην”.

61B

(1t)

Gal. De meth. med. X 184 K
1 κατὰ τὸν αὐτὸν τρόπον οἱ περὶ τὸν Ἐρασίστρατον καὶ τὸν Ἡρόφιλον ἐξ ἡμισείας ὥσπερ καὶ πρόσθεν εἴρηται ὄντες δογματικοί, κακῶς ἕλκος ἰατρεύουσιν.

62A

(1t)

Gal. Adv. Erasistrateos 217, K p. Kotrc
1 καὶ τί θαυμαστὸν Ἐρασίστρατον ἕπεσθαι τὰ πάντα Χρυσίππῳ τῷ κνιδίῳ, προῃρημένῳ ἀποστῆναι τοῦ φλεβοτομεῖν ὥσπερ κἀκεῖνος; οὕτω δὲ καὶ Ἀριστογένης καὶ Μήδιος. οἵ τ’ ἄλλοι πάντες οἱ ἀπὸ τοῦ Χρυσίππου φαίνονται ποιοῦντες.

62B

(1t)

Gal. De curandi rat. per venae sect. XI 252, 13 K
1 τούτων γάρτοι τὸ ἕτερον ὁ Κνίδιος Χρύσιππος ἔπαθεν ἐξελὼν παντάπασι φλεβοτομίαν τῶν βοηθημάτων τῶν ἰατρικῶν· ἠκολούθησαν δ’ αὐτῷ καὶ οἱ μαθηταὶ Μήδιός τε καὶ Ἀριστογένης. ἔνδοξοι καὶ αὐτοὶ παρ’ Ἕλλησιν γενόμενοι. τούτων δ’ ἔτι μᾶλλον ὁ Ἐρασίστρατος εἰς δόξαν ἀρθεὶς λαμπροτάτην ἐφύλαξε τὴν Χρυσίππου γνώμην

63A

(1t)

Gal. Adv. Erasistratum XI 150, 18 K
1 ἡ δ’ αἰτία δι’ ἣν οὐκ ἐχρῆτο φλεβοτομίᾳ τὸ μὲν ἀληθέστατον φάναι, τάχ’ ἄν τῳ δόξειε μαντείας δεῖσθαι. τί γὰρ ἄν τις εἰδείη πῶς Ἐρασίστρατος ἐγίγνωσκεν ὑπὲρ ὧν αὐτὸς οὐδὲν ἐμνημόνευσε διεξοδικῶς;81

63B

(1t)

Gal. Adv. Erasistratum XI 185, 16 K
1 Φλεβοτομίαν δὲ ὡς ἐοίκαμεν ἐσχάτως φεύγομεν ὥσπερ οἶμαι καὶ τὰς ἰσχυρὰς καθάρσεις.

64

(1t)

Gal. Adv. Erasistratum XI 171, 9 K
1 τί ποτ’ οὖν αὐτὸς ὁ Ἐρασίστρατος καθαίρουσι χρῆται φαρμάκοις καὶ οἶνον δίδωσιν ὕδατι ψυχρῷ κεραννύς, ἄλλοις τέ τισι καὶ χολερικοῖς; ἐνταῦθα μέν γε φορτικῶς ἱκανῶς ἐπαινῶν τὸν διδάσκαλον Χρύσιππον, ὡς ἐξευρόντα βοήθημα μηδενὶ τῶν ἔμπροσθεν ἐγνωσμένον, μόνον διαρκὲς εἰς ἄσιν χολερικῶν ἤδη θανάτῳ πελαζόντων. οὐ γὰρ ἐν τῷ
5τυχόντι δίδωσιν αὐτὸ καιρῷ, ἀλλ’ εἰς ὀξὺ σφόδρα κατήγαγε τὴν χρῆσιν τοῦ βοηθήματος. καὶ οὐ μέμφομαι τοῦτο, εἰ πάντα ἀκριβῶς ἐστοχάσατο τοῦ καιροῦ. θαυμαζέτω δέ τις ἐκεῖνο, πῶς ἐν οἷς μὲν αὐτὸς εἴρηκεν, εἰ Χρυσίππειόν τι διδάσκει, τολμηρὸς ἱκανῶς ἐστι καὶ οὐδὲν ἄρα τηνικαῦτ’ αὐτόν, οὐκ ὀξύτης καιροῦ, κατέπληξεν, οὐ τοῦ μέτρου τὸ δύσληπτον, οὐ τοῦ πάθους τὸ κινδυνῶδες, ἀλλ’ οὕτως οἴεται σαφῶς τε ἅμα καὶ ἀκριβῶς
10αὐτό τε τὸ μέτρον καὶ τὸν καιρὸν ἐκδιδάσκειν, ὥστ’ οὐ μόνον ἰατροῖς, ἀλλ’ ἤδη καὶ ἰδιώταις χρησίμους εἶναι τὰς ὑποθήκας νομίζειν.

65

(1t)

Marcellinus De pulsibus 505, p. 471 Schoene
1 Ἐφ’ ὅσον οὖν ἡμῖν δυνατὸν ἦν περὶ τὴν νόησιν τοῦ περὶ σφυγμῶν συντάγματος, ταῦτα συνεισηνέγκαμεν. τὸ δὲ ἐν πολλοῖς ἰδιοτροπώτερον μὴ κατὰ τὸν Ἱπποκράτην ὅτι ξενοπρεπὲς καὶ μὴ ξύνηθες καταφρονηθήτω, ἀλλὰ τῇ πρὸς τὰ ἄλλα παραθέσει κριθήτω. εἰ δέ τις ἢ κατ’ ἀκολουθίαν ἢ κατὰ πολύνοιαν κρείττονα τῶν ἡμε〈τέ〉ρων εὕροι, αὐτός με
5Ἐρασίστρατος ῥύεται ἀεὶ πλέον νεωτέρᾳ παλαιᾶς εἰς εὕρεσιν διδούς.

66

(1t)

Plutarchus Quaestiones convivales IV 1 663 C p. 22 Fuhrman
1 Εἰ δ’ ὅλως τὸ μικτὸν ἀθετεῖς καὶ ποικίλον, ὦ φιλῖνε, μὴ δειπνίζοντα μηδ’ ὀψοποιοῦντα μόνον λοιδόρει Φίλωνα τοῦτον, ἀλλὰ πολὺ μᾶλλον, ὅταν μιγνύῃ τὰς βασιλικὰς καὶ ἀλεξιφαρμάκους ἐκείνας δυνάμεις, ἃς “θεῶν χεῖρας” Ἐρασίστρατος ὠνόμαζεν, διέλεγχε τὴν ἀτοπίαν καὶ περιεργίαν, ὁμοῦ μεταλλικὰ καὶ βοτανικὰ καὶ
5θηριακὰ καὶ τὰ ἀπὸ γῆς καὶ θαλάσσης εἰς αὐτὸ συγκεραννύντος.82

69

(1t)

Gal. Adv. Erasistrateos XI 215, 13 K p. 51 Kotrc
1 τοιοῦτος δ’ ἐστὶ κἀπειδὰν ἤτοι καταπλάσματός τινος γράφῃ σκευασίαν ἢ περιπατεῖν κελεύῃ τοσούσδε σταδίους ἢ τρίβεσθαι τρίψεις τοσαύτας, ἤ τι τοιοῦτον ἕτερον.

70

(1t)

[Gal.] Introductio XIV 751, 1 K
1τὴν δὲ πλήρωσιν (sc. τῆς κύστεως) κενοῦν τῷ ἐρασιστρατείῳ καθετῆρι.83

72

(1t)

Erotianus Collectio 103 p. 23, 8 Nachmanson
1 ἄμβην· Στράτων ὁ ἐρασιστράτειός φησι τὴν ἄμβην μοχλὸν σφαιροειδῆ εἶναι. Φιλῖνος δὲ ξυστροειδῆ ὑπεροχήν. Ἀσκληπιάδης δὲ γωνίαν. Ζήνων δ’ ὁ Ἡροφίλειος ὑπεροχὴν τῶν θυρῶν μανδάλῳ ὁμοίαν. Ἀπολλώνιος δ’ ὁ πρεσβύτερος ὑπεροχὴν στρογγύλην σφαίρᾳ ὁμοίαν Μηνεσθεὺς δ’ ὁ Στρατονικεὺς τὴν ἔρεισιν. Ἐρασίστρατος ὑπεροχὴν ἐξ ἀπαγωγῆς
5ἀπὸ τοῦ ὑποκάτω μέρους καὶ περιφεροῦς. Διοκλῆς δ’ ἐν τῷ Κατ’ ἰητρεῖον ὑπόκοιλόν τινα χώραν. Ἀπολλώνιος δ’ ὁ Μεμφίτης ἐν τῷ Περὶ ἄρθρων ὑπεροχὴν παρὰ τὸ λοιπὸν ξύλον.

73

(1t)

Gal. Linguarum Hippocratis explicatio XIX 1 42, 1 K
1 στυμάργου· οἶδε καὶ ταύτην τὴν γραφὴν ὁ Διοσκουρίδης, οὐ μόνον τὴν στομάργου, ἀλλὰ καὶ τοῦτο οὐχ ὡς κύριον ὄνομα ἐξηγεῖται, ἀλλὰ τὸν μανικῶς ἐπτοημένον, περὶ τὰ ἀφροδίσια δηλοῦσθαί φησιν. εἰρῆσθαι γὰρ παρὰ τῷ Ἱπποκράτει καὶ ἄλλα πολλὰ κατὰ τὸν αὐτὸν τρόπον ἐπίθετα, καθάπερ μυριοχαύνη, σαράπους, γρυπαλώπηξ. ἀλλὰ καὶ
5παρ’ Ἐρασιστράτῳ, φησίν, “ὁ ῥινοκολοῦρος”.84

74

(1t)

Gal. Nat. fac. I 16, II 62 K SM III 146, 27 Helmreich
1 ἡ δὲ τῆς τροφῆς ἀνάδοσις οὐδὲν δεῖται τῆς πρὸς τὸ κενούμενον ἀκολουθίᾳ, ἅπαξ γε τῆς ἑλκτικῆς δυνάμεως ἐπὶ τῶν νεφρῶν ὡμολογημένης, ἣν καίτοι πάνυ σαφῶς ἀληθῆ γιγνώσκων ὑπάρχειν ὁ Ἐρασίστρατος οὔτ’ ἐμνημόνευσεν οὔτ’ ἀντεῖπεν οὔθ’ ὅλως ἀπεφήνατο, τίν’ ἔχει δόξαν ὑπὲρ τῆς τῶν οὔρων διακρίσεως. ἢ διὰ τί προειπὼν εὐθὺς
5κατ’ ἀρχὰς Τῶν καθ’ ὅλου λόγων, ὡς ὑπὲρ τῶν φυσικῶν ἐνεργειῶν ἐρεῖ, πρῶτον τίνες τ’ εἰσὶ καὶ πῶς γίγνονται καὶ διὰ τίνων τόπων, ἐπὶ τῆς τῶν οὔρων διακρίσεως ὅτι μὲν διὰ νεφρῶν, ἀπεφήνατο, τὸ δ’ ὅπως γίγνεται παρέλιπε; μάτην οὖν ἡμᾶς καὶ περὶ τῆς πέψεως ἐδίδαξεν, ὅπως γίγνεται, καὶ περὶ τῆς τοῦ χολώδους περιττώματος διακρίσεως κατατρίβει. ἤρκει γὰρ εἰπεῖν κἀνταῦθα τὰ μόρια, δι’ ὧν γίγνεται, τὸ δ’ ὅπως
10παραλιπεῖν. ἀλλὰ περὶ μὲν ἐκείνων εἶχε λέγειν, οὐ μόνον δι’ ὧν ὀργάνων ἀλλὰ καὶ καθ’ ὅντινα γίγνεται τρόπον, ὥσπερ οἶμαι καὶ περὶ τῆς ἀναδόσεως· οὐ γὰρ ἤρκησεν εἰπεῖν αὐτῷ μόνον, ὅτι τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ· περὶ δὲ τῶν οὔρων τῆς διακρίσεως, ὅτι μὲν διὰ τῶν νεφρῶν γίγνεται γράφει, τὸ δ’ ὅπως οὐκέτι προστίθησιν.

75

(1t)

Gal. Adv. Erasistratum XI 183, 14 K
1 Διαρκεῖ δέ γε, καὶ τοῦτ’ αὐτὸς ὁ Ἐρασίστρατος λέγει καὶ τὴν αἰτίαν προτίθησιν. ἅπαν γάρ, φησί, [τὸ] κατὰ τὴν ἐκτὸς ἐπιφάνειαν διαπνεῖσθαι πέφυκεν, ἀλλ’ ἢ πλέον ἢ ἧττον, ὡς ἂν μανότητος ἔχῃ. τοῦ δ’ ἧττόν τε καὶ μᾶλλον γίνεσθαι μανὴν τὴν ἐπιφάνειαν ἄλλαι τέ τινες αἰτίαι, καὶ οὐδεμιᾶς ἐλάττους αἱ κατὰ θερμασίαν καὶ ψύξιν καὶ κίνησιν
5τροπαὶ τοῦ σώματος. θερμοῦ μὲν γὰρ ὄντος τοῦ περιέχοντος ἀέρος καὶ τοῦ ζῴου γυμναζομένου πλεῖστον ἀπορρεῖν· ἐπὶ δέ γε τοῖς ἐναντίοις κρύει τοῦ περιέχοντος καὶ ἀκινησίᾳ τοῦ ζῴου πυκνοῦσθαι μὲν τὴν ἐκτὸς ἐπιφάνειαν, ἀπορρεῖν δὲ ἢ μηδὲν ἢ παντάπασιν ὀλίγον. καὶ διὰ τοῦτο μὴ δεῖσθαι τροφῆς τὰ φωλεύοντα ὅτι γὰρ ψυχρῶν μὲν καὶ ἀργῶν καὶ παχέων τῶν καθ’ ὅλον τὸ σῶμα διὰ τὴν ἡσυχίαν γιγνομένων,
10πυκνουμένης δὲ τῆς ἐκτὸς ἐπιφανείας ἐν τῷ χειμερινῷ κρύει, καθ’ ἣν ὥραν φωλεύει τὰ ζῷα, μηδὲν ἐκτὸς ἀπορρεῖν οὐκοῦν οὐδὲ τοῦ πληρώσαντος τὸ κενούμενον δεῖσθαι. χρεία δ’ ἦν αὐτοῖς τροφῆς καὶ διὰ τοῦτ’ ἐπ’ αὐτὴν ἔρχεται τὰ ζῷα τὴν ἐκ τῆς κενώσεως ἔνδειαν ἰώμενα. σαφὲς οὖν ὅτι τῆς μὲν ἐνδείας ἡ καθ’ ὅλην τὴν ἐπιφάνειαν κένωσις αἰτία καὶ χρεία σιτίων ὑπὲρ τοῦ τὸ κενούμενον ἀναπληρῶσαι. τῆς οὖν αἰτίας ἀπολλυ‐
15μένης δι’ ἣν ὅλως ἐδεῖτο τὰ ζῷα σιτίων. ἀνάγκη πᾶσα καὶ τὴν χρείαν συναπόλλυσθαι, καὶ διὰ τοῦτο οὐ δεῖται τὰ φωλεύοντα σιτίων, ὅτι μηδὲ προσθέσεως, σαφῶς οὖν
ἐμάθομεν ὡς οὐχ ἡ ἀσιτία κενοῦν πέφυκεν, ἀλλ’ ἡ τοῦ δέρματος μανότης.85

76

(1t)

Anonym. Londin. XXXIII 43 Diels
1 π(ρὸς) [δὲ] τούτοις καὶ Ἐρασίστρατο[ς] πειρᾶται (κατα)σκευάζειν τὸ προ[τε]θέν. εἰ γ(ὰρ) λάβοι τις ὄρνιθα ἤ τι τῶν παραπλησίων, καταθοῖτο δὲ τοῦτο ἐν λέβητι ἐπί τινας χ[ρόνου]ς μὴ δοὺς τροφήν, ἔπ〈ε〉ιτα [σταθμ]ή[σαιτο] σὺν τοῖς σκυβάλοις [τ]οῖς αἰσθη(τῶς) [κεκ]ενωμένοις, εὑρήσει παρὰ πολὺ ἔλασσον τοῦτο τῶι σταθμῶι τῶι
5δηλον〈ότι〉 πολλὴν ἀποφορὰν γεγενῆσθαι κ(ατὰ) τὸ λόγωι θεωρητόν.

77

(1t)

Anonym. Londin. XXXIX 16 Diels
1[..]ὁ Ἐρασίστρατος θαυμά[ζει] ἐπ[...]ι[...]των [..]ληται τὰ τηλικαῦτα λ[..]σφε[....]αι[....ὤ] [κατακ]αέντα ὑφ’ ὑάλου καὶ ει[λης..] [..]ε κ(ατὰ) τοῦτον ἁπλοῦν αὐ[.......]ειεν
5[..]ον [..........] τήγανον καὶ [.....]ον διαφοραὶ [..]ς φυσ[...]ς μ(ὲν) ἐχειταιδημε[...] α[ὐ]τοῖς λόγ[ω]ι θεωρητοὺς πόρους [.....]εν καὶ ἡμῖν. ὡς γὰρ [κ]αὶ μύρμηξ τρέφεται, οὕτως καὶ ἐλέφα[ς] καὶ αἱ Βακτριαναὶ κ[άμ]ηλ[οι ἂ]ν
10τ[ρ]αφεῖεν τῶι τὴν φύσιν καὶ ἐπὶ τούτ[ων πάν]‐ των τόπους τινὰς καὶ κατὰ τὸ αἰσθητὸν καὶ κατὰ τὸ λόγωι θεωρητὸν μεμηχαν[ῆσθ]αι, ἵνα καὶ τὰ ἐλάχιστα τῶν [μερῶν] [[σωμάτων]] τρέφ[ηται] τῆς τροφῆς διικνουμέν[ης] ἐπ’ αὐτά. [φανερὸ]ν
15τοιγάρτοι ἐκ τού(των) καὶ τῶν τούτοις παραπλη‐ σίων, ὡς λόγωι θεωρητοὶ πόροι (εἰσιν) ἐν ἡμῖν καὶ παντὶ ζῴωι.

78

(1t)

Anonym. Londin. XXII 36 Diels
1 τούτων δὴ οὕτως ἐχόντων καὶ ἀποφορᾶς συνεχοῦς γινομένης ἀπὸ τῶν ἡμετέρων σωμάτων, εἴπερ ἀντὶ τῶν ἀποφερομένων μὴ ἐγείνετο εἰς τὰ σώματα πρόσθεσις, κἂν διεφθείρετο ῥαιδίως τὰ σώματα. ὅθεν ἡ φύσις ἐμηχα[νήσα]το ὀρέξεις τε τοῖς ζώιοις καὶ ὕλην καὶ δυνάμεις, ὀρέξεις μὲν εἰς τὸ τὴν ὕλην αἱρεῖσθαι, ὕλην δὲ εἰς ἀναπλήρωσιν
5τῶν ἀποφερομένων, δυνάμεις μέντοι γε εἰς διοίκησιν τῆς ὕλης· καὶ γὰρ οὐδὲν ὄφελος ἦν ὀρέξεως, εἰ μὴ ὕλη παρῆν. οὐδὲ μὴν ὕλῃς ὄφελος ἦν, εἰ μὴ δυνάμεις παρῆσαν αἱ διοικονομοῦσαι. ἀλλὰ γὰρ ὕλην ὑπεβάλετο τροφήν τε καὶ πνεῦμα· δύο γὰρ πρῶτα καὶ
κυριώτατά ἐστιν, οἷς διοικεῖται τὸ ζῶιον, ὥς φησιν· ὁ Ἐρασίστρατος.86

79

(1t)

Gal. Nat. fac. II 3, II 81 K SM III 159, 22 Helmreich
1 καὶ μὴν εἰ ταύτας ἔχοιμεν, οὐδὲν ἔτι πόρων μικρῶν ἢ μεγάλων ἐξ ὑποθέσεως ἀναποδείκτου λαμβανομένων εἰς οὔρου καὶ χολῆς διάκρισιν δεόμεθα καί τινος ἐπικαίρου θέσεως. ἐν ᾧ μόνον σωφρονεῖν ἔοικεν ὁ Ἐρασίστρατος πάντα καλῶς τεθῆναί τε καὶ διαπλασθῆναι τὰ μόρια τοῦ σώματος ὑπὸ τῆς φύσεως οἰόμενος. ἀλλ’ εἰ πα‐
5ρακολουθήσειεν ἑαυτῷ φύσιν ὀνομάζοντι τεχνικήν. εὐθὺς μὲν ἐξ ἀρχῆς ἅπαντα καλῶς διαπλάσασάν τε καὶ διαθεῖσαν τοῦ ζῴου τὰ μόρια, μετὰ δὲ τὴν τοιαύτην ἐνέργειαν, ὡς οὐδὲν ἔλειπεν, ἔτι προαγαγοῦσαν εἰς φῶς αὐτὸ σύν τισι δυνάμεσιν, ὧν ἄνευ ζῆν οὐκ ἐδύνατο, καὶ μετὰ ταῦτα κατὰ βραχὺ προσαυξήσασαν ἄχρι τοῦ πρέποντος μεγέθους, οὐκ οἶδα πῶς ὑπομένει πόρων σμικρότησι ἢ μεγέθεσιν, ἤ τισιν ἄλλαις οὕτω ληρώδεσιν
10ὑποθέσεσι φυσικὰς ἐνεργείας ἐπιτρέπειν.

80

(1t)

Gal. Adv. Erasistratum XI 158, 2
1θαυμάζεις μὲν γὰρ τὴν φύσιν, ὡς τεχνικήν τε ἅμα καὶ προνοητικὴν τοῦ ζῴου, μιμῇ δ’
αὐτὴν οὐδαμῶς.87

81

(1t)

Gal. Nat. fac. II 4, II 91 K SM III 167, 8 Helmreich
1 παμπόλλων γὰρ ὄντων δογμάτων φυσικῶν περί τε γένεσιν καὶ φθορὰν τῶν ζῴων καὶ ὑγίειαν καὶ νόσους καὶ τὰς θεραπείας αὐτῶν ἓν μόνον εὑρεθήσεται ταὐτὸν Ἐρασιστράτῳ κἀκείνοις τοῖς ἀνδράσι, τό τινος ἕνεκα πάντα ποιεῖν τὴν φύσιν καὶ μάτην μηδέν. ἀλλὰ καὶ αὐτὸ τοῦτο μέχρι λόγου κοινόν. Ἔργῳ δὲ μυριάκις Ἐρασίστρατος αὐτὸ διαφθείρει·
5μάτην μὲν γὰρ ὁ σπλὴν ἐγένετο, μάτην δὲ τὸ ἐπίπλοον, μάτην δ’ αἱ εἰς τοὺς νεφροὺς ἀρτηρίαι καταφυόμεναι. σχεδὸν ἁπασῶν τῶν ἀπὸ τῆς μεγάλης ἀρτηρίας ἀποβλαστανουσῶν οὖσαι μέγισται, μάτην δ’ ἄλλα μυρία κατά γε τὸν Ἐρασιστράτειον λόγον· ὅπερ εἰ μὲν οὐδ’ ὅλως γιγνώσκει, βραχεῖ μαγείρου σοφώτερός ἐστιν ἐν ταῖς ἀνατομαῖς, εἰ δ’ εἰδὼς οὐ λέγει τὴν χρείαν αὐτῶν. οἴεται δηλονότι παραπλησίως τῷ
10σπληνὶ μάτην αὐτὰ γεγονέναι.88

82

(1t)

Gal. De usu partium IV 15, III 315 K I 231, 19 Helmreich
1 λοιπὸς ἂν εἴη τῶν ἐξ ἀρχῆς προτεθέντων ὁ σπλὴν Ἐρασιστράτῳ μὲν ὑπὸ περιττῆς δή τινος σοφίας οὐδενὸς ἕνεκα γεγονώς. εἶτ’ οὐκ αἰδεῖται τηλικοῦτον σπλάγχνον ὑπὸ τῆς μηδὲν ἀλόγως ἐργαζομένης φύσεως, αὐτὸς γὰρ ταῦτα λέγει, μάτην φάσκων γεγονέναι, φοβηθεῖσα γὰρ δηλαδή, μή πως ἐπιλάθηται τῆς τέχνης, ἡνίκ’ ἔτι κυουμένου
5τοῦ ζῴου τὸ ἧπαρ διέπλαττεν, ἀντέθηκεν ἐκ τῶν ἀριστερῶν αὐτῷ τὸν σπλῆνα βουλομένη τι καὶ κατὰ τοῦτο τὸ μέρος ἐνεργεῖν, ὥσπερ οὐκ ἐνὸν ἐπὶ βραχὺ προαγαγοῦσαν ἐπὶ ταῦτα τὴν γαστέρα μηδὲν δεῖσθαι ματαίου δημιουργίας.

83

(1t)

Plutarchus De amore prolis II 495 C III 189 Pohlenz
1 Πανταχοῦ μὲν γὰρ ἡ φύσις ἀκριβὴς καὶ φιλότεχνος καὶ ἀνελλιπὴς καὶ ἀπέριττος. “οὐδέν, ὡς ἔφησεν Ἐρασίστρατος, ἔχουσα ῥωπικόν”.

84

(1t)

Gal. De usu partium VI 12, III 465 K I 339, 18 Helmreich
1 ἡμεῖς μὲν γὰρ ἐρωτηθέντες, διὰ τί τοῦ πνεύμονος ἐνήλλακται τῶν ἀγγείων ἡ φύσις, ἀρτηριώδους μὲν τῆς φλεβὸς ἀποτελεσθείσης, φλεβώδους δὲ τῆς ἀρτηρίας, ἀποκρινούμεθα τὴν ὄντως τε καὶ πρώτην αἰτίαν, ὅτι βέλτιον ἦν ἐν τούτῳ μόνῳ τῷ σπλάγχνῳ στεγανὴν μὲν τὴν φλέβα, μανὴν δ’ εἶναι τὴν ἀρτηρίαν. Ἐρασίστρατος δ’ οὐχ
5οὕτως, ἀλλ’ ὅτι, φησίν, ἡ μὲν φλὲψ ἐκπέφυκεν, ὅθενπερ αἱ εἰς ὅλον τὸ σῶμα διανεμόμεναι τὴν ἀρχὴν ἔχουσιν ἀρτηρίαι, συντέτρηται δ’ εἰς τὴν τοῦ αἵματος κοιλίαν, ἡ δ’ ἀρτηρία πάλιν ὅθεν αἱ φλέβες ἄρχονται πεφυκυῖα πρὸς τὴν πνευματικὴν τῆς καρδίας
συντέτρηται κοιλίαν.89

85

(1t)

Gal. De usu partium V 3, III 347 K I 254, 15 Helmreich
1 εἰρημένου γὰρ ἐν τῷ νῦν δὴ λόγῳ περὶ τῆς εἰς τὸ λεπτὸν ἔντερον ἐκφύσεως, ὅτι χρῆν ἐπὶ τῆς ῥάχεως αὐτὴν ἐκταθεῖσαν οὐκ εὐθέως ἐλίττεσθαι πρὶν χώραν παρασχεῖν τοῖς ἐν τῷ μέσῳ γαστρός τε καὶ νήστεως ὀφείλουσι τετάχθαι, τάχ’ ἄν τις ὥσπερ παραλελειμμένον ἐπανέροιτο τὸ παρ’ Ἐρασιστράτῳ γεγραμμένον· “ἡ δ’ εἰς τὸ ἔντε‐
5ρον ἔκφυσις ἐν δεξιᾷ κεῖται κατεστραμμένη πρὸς τὴν ῥάχιν”.

86

(1t)

[Gal.] Introductio XIV 697, 8 K
1 καὶ Ἐρασίστρατος δὲ ὡς ἀρχὰς καὶ στοιχεῖα τοῦ ὅλου σώματος ὑποτιθέμενος τὴν τριπλοκίαν τῶν ἀγγείων, νεῦρα καὶ φλέβας καὶ ἀρτηρίας, παραλείπει τά τε ὑγρὰ καὶ τὰ πνεύματα. δυσὶ γὰρ ὕλαις ταύταις διοικεῖσθαι λέγει τὸ ζῷον. τῷ μὲν αἵματι ὡς τροφῇ. τῷ δὲ πνεύματι ὡς συνεργῷ εἰς τὰς φυσικὰς ἐνεργείας. οὐ παραλαμβάνει δὲ αὐτὰς ὡς
5ἀρχάς. πολλὰ δὲ καὶ ἄλλα τῶν σωμάτων εἴδη εὑρίσκεται. οὐκ ἐκ τῆς τριπλοκίας συγκείμενα, οἷον εὐθὺς ὁ ἐγκέφαλος καὶ ὁ μυελὸς καὶ πάντα τὰ ὀστᾶ. τὸν μὲν οὖν ἐγκέφαλον ἢ τὸν μυελὸν παρέγχυμα τροφῆς τολμᾷ λέγειν, ὡς τὴν πιμελήν. καὶ τοῦ ἥπατος καὶ σπληνὸς καὶ πνεύμονος τὴν σύστασιν. τὰ δὲ ὀστέα οὔτε παρέγχυμα τῆς τροφῆς δύναιτ’ ἂν λέγειν, οὔτ’ ἐκ τῶν προειρημένων τριγενῶν ἀγγείων πεπλέχθαι.

87

(1t)

Anonym. Londin. XXI 18 Diels
1 [τοῦ σ]ώματος μ[(ὲν) ο]ὖν τὰ μ(έν) (ἐστιν) ἁπλᾶ μέρη, τὰ δὲ σύνθετα, ἁπλᾶ δὲ καὶ σύνθετα λαμβάνομ(εν) π(ρὸς) αἴσθησιν, καθὼς καὶ Ἡρόφιλος ἐπισημειοῦται λέγων ο(ὕτως)· “λεγέσθω δὲ τὰ φαινόμενα π[ρ]ῶτα, καὶ εἰ μὴ (ἔστιν) πρῶτα” ὁ μ(ὲν) γὰρ
Ἐρασίστρατος καὶ πόρρω τοῦ ἰατρικοῦ κανό[νος π]ροῆλθε· ὑπέλαβεν γ(ὰρ) τὰ πρῶτα90
5[σώμα]τα λόγωι θεωρητὰ (εἶναι), ὥστε τὴν [αἰσθητ]ὴν φλέβα συνεστάναι ἐν λόγωι θεωρητῶν σωμά(των), φλεβός, ἀρτηρίας, νεύρο(υ). ἀλλὰ τοῦ[τ]ον παραιτητέον.

88

(1t)

Gal. De usu partium VII 8, III 538 K I 391, 2 Helmreich
1 καὶ τῶν ἀρτηριῶν αὐτῶν τὸν χιτῶνα καὶ πάντων ἁπλῶς τοῦ ζῴου τῶν μορίων ἐκ φλεβὸς καὶ ἀρτηρίας καὶ νεύρου πεπλέχθαι φησὶ καὶ τρέφεσθαί γε πρὸς τῆς ἐν αὐτῇ φλεβὸς ἕκαστον, τῆς ἁπλῆς ἐκείνης καὶ λόγῳ θεωρητῆς.

89

(1t)

Gal. Nat. fac. II 6, II 96 et 103 K SM III 171, 1 et 176, 4 Helmreich
1 τί ποτ’ οὖν κἀνταῦθα ἐπιτεχνᾶται; φλέβας ἔχειν ἐν ἑαυτῷ καὶ ἀρτηρίας τὸ νεῦρον ὥσπερ τινὰ σειρὰν ἐκ τριῶν ἱμάντων διαφερόντων τῇ φύσει πεπλεγμένον (...) ἔχει δ’ ἐν ἑαυτῷ μέρη, πάμπολλα μὲν ἐκεῖνα τὰ πρῶτα καὶ ἀόρατα νεῦρα τὸ σμικρὰ καί τινας ἀρτηρίας ἁπλᾶς ὀλίγας καὶ φλέβας ὁμοίως.

90

(1t)

Gal. Anat. admin. II 337 K I 129, 5 Garofalo
1 περαίνει δ’ εἰς τὴν ῥίζαν αὐτὴν οὐ νεῦρον μόνον, ἀλλὰ καὶ ἀρτηρία καὶ φλέψ, ἐξ ὧν αἴσθησίν τε καὶ ζωὴν καὶ τροφὴν ἔχουσι τοῖς ἄλλοις ὁμοίως, ὧν οὐδὲν οὔτε ἐκ κράσεως ἐγένετο τῶν τριῶν τούτων ἀγγείων, οὔτε πολὺ μᾶλλον ἐκ πλοκῆς ὡς Ἐρασίστρατος ὑπελάμβανε.

91

(1t)

Gal. De temperamentis 3 p. 57, 10 Helmreich
1 ἐφεξῆς δ’ ἑκάστου τῶν σπλάγχνων ἡ ἴδιος οὐσία. καλοῦσι δ’ αὐτὴν οἱ περὶ τὸν Ἐρασίστρατον παρέγχυμα καὶ ὡς περὶ μικροῦ καὶ φαύλου διανοοῦνται πράγματος οὐκ εἴδοτες. ὡς ἡ καθ’ ἕκαστον σπλάγχνον ἐνέργεια τῆς σαρκὸς ταύτης ἐστίν.

92

(1t)

Gal. De atra bile 77, 4 CMG V 4, 1, 1 p. 85, 19 De Boer91
1 ὅτι δὲ φιλονεικῶν Ἐρασίστρατος. οὐ πεπεισμένος ἄχρηστον εἶναι τὴν περὶ τῶν χυμῶν θεωρίαν. οὔτε ἐν ᾧ μέρει τοῦ ζῴου γεννᾶται τὸ αἷμα διῆλθεν οὔθ’ ὑπὸ τίνος αἰτίας οὔτε κατὰ τίνα τρόπον. ἐναργὲς τεκμήριόν ἐστι τὸ μηδενὸς τῶν διὰ μέλαιναν χολὴν ἢ ὅλως τὸν μελαγχολικὸν γινομένων παθῶν μνημονεῦσαι.

93

(1t)

Gal. De fac. purg. XI 328 K p. 2, 7 Ehlert
1 οὐτ’ Ἐρασίστρατος ὁ μετ’ αἰδοῦς μέν τινος ὅλον ἀνατρέψας τὸ κεφάλαιον αὐτό, ὁ περὶ τῶν καθαιρόντων φαρμάκων, φανερὸν ὑπάρχει. τὴν γάρ τοι δραστικωτάτην τε καὶ οἰκειοτάτην τῆς φύσεως δύναμιν τὴν ἑλκτικὴν οὐκ οἶδε Ἐρασίστρατος οὐδαμόθι τῶν ἑαυτοῦ συγγραμμάτων, ἀλλὰ τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ μᾶλλον ἀντ’ αὐτῆς
5χρῆται.

94

(1t)

Gal. Nat. fac. III 13, II 187 K SM III 236, 26 Helmreich
1 Ἐρασίστρατος καὶ Ἀσκληπιάδης εἰς τοσοῦτον ἥκουσι σοφίας, ὥστ’ οὐ μόνον τὴν κοιλίαν καὶ τὰς μήτρας ἀποστεροῦσι τῆς τοιαύτης δυνάμεως ἀλλὰ καὶ τὴν ἐπὶ τῷ ἥπατι κύστιν ἅμα τοῖς νεφροῖς.

95

(1t)

Gal. Nat. fac. II 1 SM, II 75 K III 155, 25 Helmreich
1 ἐπὶ τῶν καλάμων καὶ τῶν αὐλίσκων τῶν εἰς τὸ ὕδωρ καθιεμένων ἀληθὲς εἰπεῖν, ὅτι κενουμένου τοῦ περιεχομένου κατὰ τὴν εὐρυχωρίαν αὐτῶν ἀέρος ἢ κενὸς ἀθρόος ἔσται τόπος ἢ ἀκολουθήσει τὸ συνεχές, ἐπὶ δὲ τῶν φλεβῶν οὐκέτ’ ἐγχωρεῖ, δυναμένου δὴ τοῦ χιτῶνος αὐτῶν εἰς ἑαυτὸν συνιζάνειν.

96

(1t)

Gal. Nat fac. II 6, II 99 K SM III 173, 9 Helmreich
1 ἐπὶ γὰρ τῶν αἰσθητῶν μόνων, οὐκ ἐπὶ τῶν λόγῳ θεωρητῶν ἔχει δύναμιν, ὡς αὐτὸς ὁ Ἐρασίστρατος ὁμολογεῖ διαρρήδην, οὐ περὶ τούτου τοῦ κενοῦ φάσκων ἑκάστοτε ποιεῖσθαι τὸν λόγον, ὃ κατὰ βραχὺ παρέσπαρται τοῖς σώμασιν, ἀλλὰ περὶ τοῦ σαφοῦς καὶ αἰσθητοῦ καὶ ἀθρόου καὶ μεγάλου καὶ ἐναργοῦς καὶ ὅπως ἂν ἄλλως ὀνομάζειν
5ἐθέλῃς. Ἐρασίστρατος μὲν γὰρ αὐτὸς αἰσθητὸν ἀθρόως οὔ φησι δύνασθαι γενέσθαι
κενόν.92

97

(1t)

Gal. De usu respir. IV 477 K p. 88 Furley
1 τά τε γὰρ ἄλλα καὶ διὰ μυῶν ὑπὸ τῆς τοῦ ζῴου προαιρέσεως κινεῖσθαί φησιν ὁ Ἐρασίστρατος τὸν θώρακα.

98

(1t)

Gal. Anat. admin. II 660, 4 K
1 τῶν οὖν διδασκάλων τῶν ἡμετέρων, οἱ κορυφαῖοι δ’ ἦσαν οὖτοι τῶν Κοίντου τε καὶ Νουμισιανοῦ μαθητῶν, ὅτι μὲν ὑπὸ τοῦ θώρακος ὁ πνεύμων κινεῖται, καθ’ ὃν Ἐρασίστρατος ἔγραψεν τρόπον, ἀποδειξάντων τε καὶ δειξάντων ἡμῖν, ἐν δυοῖν τοῖς πρώτοις γράμμασιν περὶ θώρακός τε καὶ πνεύμονος κινήσεως αἵ τ’ ἀποδείξεις εἰσὶ
5γεγραμμέναι καὶ τὰ φαινόμενα κατὰ τὰς ἀνατομάς, ἐξ ὧν ἐπορίσθη τὰ πρὸς τὰς ἀποδείξεις λήμματα.

99

(1t)

Gal. De usu respir. 2, 1 IV 471 K p. 80 Furley
1 τί ποτ’ οὖν τηλικοῦτόν ἐστι τὸ παρὰ τῆς ἀναπνοῆς ἡμῖν χρηστόν; ἆρά γε τῆς ψυχῆς αὐτῆς γένεσις, ὡς Ἀσκληπιάδης φησίν; ἢ γένεσις μὲν οὐχί, θρέψις δέ τις, ὡς ὁ τοῦ Νικάρχου Πραξαγόρας; ἢ τῆς ἐμφύτου θερμότητος ἀνάψυξίς τις, ὡς φιλιστίων τε καὶ Διοκλῆς ἔλεγον; ἢ καὶ θρέψις καὶ ἔμψυξις, ὡς Ἱπποκράτης; ἢ τούτων μὲν οὐδέν,
5ἐπιπληρώσεως δ’ ἕνεκεν ἀρτηριῶν ἀναπνέομεν, ὡς Ἐρασίστρατος οἴεται;

100

(1t)

Anonym. Londin. XXI II 8 Diels
1ἐπεὶ δὲ ὕλην ὑποβέβληται [...]ις τροφήν τε καὶ πνεῦμα ἁπάν[των, περὶ] τῆς
ἑκατέρου διοικήσεως λαλήσ[ομ(εν), καὶ π]ρό[τε]ρον περὶ τῆς τοῦ πνεύματος; ἕλκετα[ι τ]οιγάρ[τ]οι τὸ πνεῦμα ἔξωθεν ὑπὸ [τοῦ] στόματος καὶ τῶν μυκτήρων καὶ δι[ὰ τῆ]ς τρ[αχ]είας ἀρτηρίας φέρεται εἰς πν[εύμ]ον[α κ]αὶ καρδίαν, ἔτι δὲ θώρακα·93
5 διηθ[εῖται] δὲ καὶ εἰς κοιλίαν ὀλίγον διὰ τοῦ [στομά]χου καθ’ ἡμᾶς, οὐ μὴν δὲ κατὰ τὸν Ἐρασίστρατον, ἀπὸ τούτων δὴ τῶν τόπων φέρετα[ι εἰ]ς τὰς κατὰ μέρος ἀρτηρίας. φέρεται δὲ κ[α]ὶ εἰς τὰ κοιλώματα· ὡς ὁμοίως δὲ καὶ ε[ἰς] τὰ καθ’ ὅλον τὸ σῶμα ἀραιώματα, εἶτα διεκθεῖ διὰ τῶν ἐν τῆι σαρκὶ φυσικῶν ἀραιωμάτων εἰς τὸ ἐκτός. τὸ δὲ πλεῖον ἐκπνεῖται διά τε τοῦ στόματος καὶ τῶν μυκτήρων.

101

(1t)

Gal. An in art. IV 706 K p. 148 Furley
1 γίγνεται γὰρ κατὰ τὸν Ἐρασίστρατον ἐκ τοῦ περιέχοντος ἡμᾶς ἀέρος εἴσω τοῦ σώματος εἰς μὲν τὰς κατὰ πνεύμονα πρώτας ἀρτηρίας ἐλθόντος. ἔπειτα δὲ εἴς τε τὴν καρδίαν καὶ τὰς ἄλλας. εἰς ὅσον οὖν ὑγροτέροις ὁμιλεῖ σώμασιν, εἰς τοσοῦτον εἰκὸς αὐτὸ παχυμερέστερόν τε καὶ ἀτμωδέστερον γίγνεσθαι. θερμότερον δὲ γίγνεται, ἀλλ’
5ὡς ἀτμὸς ἄνω φερόμενον οὔτε ἀσαφῆ τὴν κένωσιν οὔτε οὕτως ὠκεῖαν ἕξει. Ἐρασίστρατος δέ, ὅπῃ μὲν ἔχει πάχους, οὐ διώρισεν, ἐξ ὧν δ’ ὑπὲρ αὐτοῦ λέγει τεκμήραιτ’ ἄν τις οὐδαμῶς αὐτὸ προσήκειν εἶναι λεπτόν, τάς τε γὰρ ἀρτηρίας ὑπ’ αὐτοῦ πληρουμένας διαστέλλεσθαί φησι καὶ τὰς τῶν μυῶν κοιλίας ὡσαύτως, οὐδετέρου δὴ τούτων γίγνεσθαί ποτ’ ἂν δυνηθέντος, εἰ λεπτομερὲς ἀκριβῶς ὑπῆρχεν· οὐ γὰρ δὴ ἴσχε‐
10σθαί γε τὸ τοιοῦτον μᾶλλον ἐν τοῖς σώμασιν.

102

(1t)

Gal. An in art. IV 714 K p. 156 Furley
1 ... Ἐρασιστράτῳ τε καὶ τοῖς οἰομένοις ὄργανα τοῦ ζωτικοῦ πνεύματος ὑπάρχειν αὐτάς (sc. arterias).

103

(1t)

Gal. De usu partium VII 8, III 537 K I 390, 18 Helmreich
1 εἰ γὰρ δὴ κἀκεῖναι τελέως εἰσὶν αἵματος ἄμοροι, καθάπερ αἱ τραχεῖαι ἀρτηρίαι, τοῦτο γὰρ Ἐρασίστρατος ὑπολαμβάνει, τί οὐκ εὐθὺς εἰς τὴν καρδίαν αἱ τραχεῖαι περαίνουσι; διὰ τί δὲ φλεβῶν ἀποβλαστήματα σμικρὰ ταῖς μὲν τραχείαις ἐμφύεται; μάτην γὰρ ἂν οὕτως ἡ μηδὲν εἰκῇ δημιουργοῦσα καὶ κατ’ αὐτὸν ἐκεῖνον φύσις οὐ τὰς
5λείας μόνον ἀρτηρίας τοῦ πνεύμονος, ἀλλὰ καὶ τὰς φλέβας πεποιηκυῖα, τὰς μέν, ὅτι ταῖς τραχείαις ἄντικρυς ἡ καρδία συνάπτεσθαι δυναμένη τῶν λείων οὐκ ἐδεῖτο, τὰς δ’ αὖ φλέβας, ὅτι καὶ τῶν ἀρτηριῶν αὐτῶν τὸν χιτῶνα καὶ πάντων ἁπλῶς τοῦ ζῴου τῶν μορίων ἐκ φλεβὸς καὶ ἀρτηρίας καὶ νεύρου πεπλέχθαι φησὶ καὶ τρέφεσθαί γε πρὸς τῆς ἐν αὐτῷ φλεβὸς ἕκαστον, τῆς ἁπλῆς ἐκείνης καὶ λόγῳ θεωρητῆς, οὐδὲν τῆς μεγάλης94
10φλεβὸς ταύτης τῆς συνθέτου δεόμενον. εἴπερ οὖν ἡ μὲν ἀριστερὰ τῆς καρδίας κοιλία πνεῦμα μόνον ἐν ἑαυτῇ περιέχει, καθάπερ ἡ ἀρτηρία ἡ τραχεῖα, καὶ διὰ τοῦτο τῶν λείων οὐδὲν δεῖ τῷ πνεύμονι, τροφῆς δ’ ἐπεισάκτου παρὰ φλεβὸς οὐδεμία χρῄζει τῶν ἀρτηριῶν, εὔλογον ἦν ἐκ τούτων μόνων τῶν ἀρτηριῶν τῶν τραχειῶν τὸν πνεύμονα γεγονέναι.

104

(1t)

Gal. De usu partium VII 8, III 540 K I 392, 25 Helmreich
1 Ἐρασίστρατος κἀνταῦθα δέον αἰτιάσασθαι ποιότητας οἰκειότητά τε καὶ ἀλλοιότητα, λεπτότητά τε καὶ παχύτητα οὐκ οἶδ’ ὅπως αἰτιᾶται πνεύματος οἰόμενος ἀπόλλυσθαι διὰ τοῦτο τούς τ’ ἐν τοῖς χαρωνείοις βαράθροις καὶ τοὺς ἐν τοῖς νεωστὶ κεχρισμένοις οἴκοις τιτάνῳ καὶ τοὺς ἐξ ἀνθράκων ὀσμῆς καὶ τῶν ἄλλων τῶν τοιούτων, ἀδυνατοῦντος ἐν τῷ
5σώματι στέγεσθαι τοῦ πνεύματος ὑπὸ λεπτότητος.

105

(1t)

Gal. De loc. aff. V 3 VIII 316, 6 K
1 Βούλεται γὰρ εἰς τὴν ἀρτηρίαν ταύτην ἐνθλιβόμενον ὑπὸ τῆς καρδίας τὸ πνεῦμα, διασῶζον τῆς βολῆς τὴν ῥώμην, εἰς ὅλον φέρεσθαι τὸ σῶμα διὰ τῶν ἀπ’ ἐκείνης πεφυκυιῶν ἀρτηριῶν· ὡς κατὰ μίαν ἔνθλιψιν τῆς ἀρτηρίας ἐξικνεῖσθαι μέχρι τῶν κατὰ τοὺς πόδας ἄκρων τὴν φορὰν τοῦ πνεύματος, ὑπὲρ τοὺς σφοδροτάτους ἀνέμους τὸ τῆς
5φορᾶς τάχος εἶναι βουλόμενος.95

106

(1t)

Gal. De usu respir. 2.1 IV 473 K p. 82 Furley
1 ἐπεὶ τοίνυν εἰσπνεύσαντες [μὲν] τῆς μὲν οὐσίας εὐποροῦμεν, πνιγόμεθα δὲ οὐδὲν ἧττον ἢ εἰ μηδ’ ὅλως εἰσεπνεύσαμεν, ἐμφαίνεσθαι δοκεῖ τὸ μὴ δεῖσθαι τῆς οὐσίας. ἀλλὰ πρὸς τοῦθ’ ὁ Ἐρασίστρατός φησιν, ὅτι μηδ’ ἕλκειν δύναται τὸν ἐκ τοῦ πνεύμονος ἀέρα κατὰ τὴν τῆς ἀναπνοῆς ἐπίσχεσιν ἡ καρδία· φυλάττεσθαι γὰρ τῶν ἀναπνευστικῶν
5ὀργάνων τὸν ἴσον ὄγκον τῆς διαστάσεως ἐν ταῖς τοιαύταις καταστάσεσιν. εἴπερ οὖν εἵλκυσέ τι μέρος ἀέρος ἡ καρδία, κενὸς ἂν ὁ τοῦ μεταληφθέντος ἐγένετο τόπος τοῦτο δ’ εἶναί γ’ ἀδύνατον. ἵνα δ’ οὖν μὴ γένηται ἀδύνατον, οὐδὲ μεταλήψεσθαί φησι τὴν ἀρχὴν δεῖ γάρ, ἵνα τι μεταληφθῇ, μὴ μόνον εἶναι τὸ ἕλξον, ἀλλὰ καὶ τὸ μεταδῶσον· οὐ μεταδίδωσι δ’ ὁ θώραξ, τὸν ἴσον ὄγκον 〈φυλάττων〉 τῆς διαστάσεως· οὐδ’ οὖν οὐδ’ ἡ
10καρδία δύναται μεταλαμβάνειν, ἀλλ’ ἐπιχειρεῖ μὲν ὡς ἔμπροσθεν, ἀνύει δ’ οὐδέν; κἀντεῦθεν τὸ πνίγεσθαι. ἐπεὶ τοίνυν, ἵνα ἑλκύσῃ τι τοῦ ἀέρος ἡ καρδία, συγχωρεῖν χρὴ τὸν θώρακα, συγχωρεῖ δ’ ἡνίκ’ ἂν μεταβάλλῃ τὴν διάστασιν, μεταβάλλει δ’ εἰσπνεόντων ἢ ἐκπνεόντων, τηνικαῦτα ἡ καρδία μεταλήψεται.

107

(1t)

Gal. De usu resp. IV 499 K. p. 23 Noll p. 116 Furley
1 ὥσπερ κατά γε τὴν γυμνασίαν μεῖζόν τε καὶ πυκνότερον ἡμᾶς ἀναπνεῖν ... ὅτι γὰρ οὐδ’ ἐνταῦθα διὰ τὴν τῶν ἀρτηριῶν ἀναπλήρωσιν, ἐναργές ἐστιν ...

108

(1t)

Gal. De usu resp, IV 491 K p. 9 Noll p. 94 Furley
1 ἔτι δὲ καὶ τοῦτο ἐπανερωτῶσιν (sc. qui E. doctrinam oppugnant). εἰ μηδὲν ἐκ τῶν ἀρτηριῶν κενοῦται παρὰ τὸν τῆς ἐπισχέσεως καιρόν, ἔμπροσθεν μὲν γάρ, ἡνίκ’ ἀνέπνει κατὰ φύσιν τὸ ζῶον, αὐτὸς ὁ Ἐρασίστρατος οἴεται πᾶν ἐκκενοῦσθαι τὸ παρὰ τῆς καρδίας ἐκπεμπόμενον αὐταῖς, δῆλον ὡς ἐκτὸς τοῦ σώματος ἐκκρινόμενον ἤ πως ἄλλως
5κενούμενον.96

109

(1t)

Gal. An in art. IV 709 K p. 150 Furley
1 πρόδηλον μὲν γὰρ ὡς τῷ τε προτέρῳ τῷ κατὰ τὴν τετμημένην (sc. ἀρτηρίαν) τὸ λοιπὸν ἅπαν ἑτοίμως ἀκολουθήσει καὶ πρώτη ταῖς ὑστάταις ἐπίδηλος ἡ κένωσις γενήσεται μηκέτ’ ἐχούσαις ἑτέρας ὅθεν μεταληφθήσεται. ἐν αὐταῖς οὖν πρώταις κίνδυνος τοῦ κενὸν γενέσθαι τόπον, εἰ μή τις οὐσία πληρώσειε τὴν χώραν τοῦ
5μεταλαμβανομένου πνεύματος. καὶ διὰ τοῦτ’ ἐξ ἀνάγκης ἕπεται τὸ διὰ τῶν συναστομώσεων ὡς αὐτός φησιν αἷμα τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ καὶ τοῦτο ὥσπερ προσδεδεμένον τῷ κατὰ τὰ πέρατα τῶν ὑστάτων ἀρτηριῶν πνεύματι πρῶτον μὲν ἅπαντος τοῦ ἄλλου αἵματος, ὕστερον δὲ παντὸς τοῦ κατὰ τὰς ἀρτηρίας πνεύματος κενωθήσεται.

110

(1t)

Gal. De puls. diff. VIII 702, 14 K
1 ἔτι δὲ μείζων ἄλλη διαφορὰ τοῖς ἰατροῖς ἐκ παλαιοῦ περὶ τῶν ἀρτηριῶν ἐγένετο, τινῶν μὲν ἡγουμένων ἐξ ἑαυτῶν σφύζειν, σύμφυτον ἐχούσας ὁμοίως τῇ καρδίᾳ τὴν τοιαύτην δύναμιν, ὧν ἐστι καὶ ὁ Πραξαγόρας, ἐνίων δὲ σφύζειν μὲν αὐτάς, τοῦ χιτῶνος αὐτῶν διαστελλομένου. καθάπερ ἡ καρδία, τὴν δύναμιν δὲ οὐκ ἐχουσῶν σύμφυτον ᾗ
5τοῦτο δρῶσιν, ἀλλὰ παρὰ τῆς καρδίας λαμβανουσῶν, ἧς γνώμης ἔχεται καὶ Ἡρόφιλος. Ἐρασιστράτῳ δὲ οὐδέτερον ἀρέσκει· βούλεται γὰρ ἔμπαλιν τῇ καρδίᾳ τὰς ἀρτηρίας σφύζειν, ἐκείνης μέν, ὅτε διαστέλλεται πληρουμένης τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ, τῶν δὲ ἀρτηριῶν ὅτε πληροῦνται διαστελλομένων, πληροῦσθαι δὲ αὐτὰς τοῦ παρὰ καρδίας ἐπιπεμπομένου πνεύματός φησιν ἅμα μὲν οὖν ἀναγκαῖόν ἐστιν
10ἀμφότερα γίνεσθαι, τήν τε διαστολὴν καὶ τὴν πλήρωσιν αὐτῶν, ἡγεῖσθαι δὲ τὸ ἕτερον θατέρου λόγον αἰτίας ἔχον ἐν μὲν τῇ καρδίᾳ τὴν διαστολήν, ἐν δὲ ταῖς ἀρτηρίαις τὴν πλήρωσιν, ὥσπερ ὁρᾶται κἀπὶ τῶν ἐκτός. αἱ μὲν γὰρ τῶν χαλκέων φῦσαι διότι διαστέλλονται. διὰ τοῦτο πληροῦνται, οἱ σάκκοι δὲ καὶ οἱ θύλακοι καὶ οἱ ἀσκοὶ διότι πληροῦνται, διὰ τοῦτο διαστέλλονται.

111

(1t)

Gal. De puls. diff. VIII 645 K
1Ἡρόφιλος μὲν γάρ φησι ῥώμην τῆς κατὰ τὰς ἀρτηρίας ζωτικῆς δυνάμεως αἰτίαν
εἶναι σφοδροῦ σφυγμοῦ· Ἀθήναιος δὲ τοῦ ζωτικοῦ τόνου τὴν ἰσχύν· Ἀσκληπιάδης δὲ ἀμφοῖν καταγελάσεται, καὶ τόνους καὶ δυνάμεις καὶ πάντα τὰ τοιαῦτα κενὰ φάσκων ὑπάρχειν ὀνόματα, τὴν δ’ αἰτίαν τῆς σφοδρότητος εἰς πλῆθος καὶ λεπτότητα97
5πνεύματος ἀνοίσει, καθάπερ, οἶμαι, καὶ Ἐρασίστρατος. οὐδὲ γὰρ οὗτος τοῖς χιτῶσιν αὐτοῖς μεταδίδωσι τῆς τονικῆς δυνάμεως, ἀλλὰ τῆς καρδίας ἰσχυρῶς ἐκθλιβούσης τὸ πνεῦμα, τῇ διὰ τούτου διὰ τῶν ἀρτηριῶν φορᾷ τὸ ἀντιβατικὸν ἐν τῇ πληγῇ φησι γεννᾶσθαι.

112

(1t)

Gal. De usu resp. IV 502 K p. 26 Noll p. 122 Furley
1 ἀλλ’ οὐδ’ ἐκ τῆς εἰσπνοῆς ὁμοίως οἱ περὶ τὸν Ἐρασίστρατον τοῖς 〈περὶ τὸν〉 Ἱπποκράτην τρέφεσθαί φασι τὸ ψυχικὸν πνεῦμα· τοῖς μὲν γὰρ ἐκ καρδίας διὰ τῶν ἀρτηριῶν ἐπὶ τὰς μήνιγγας, τοῖς δὲ εὐθὺς διὰ τῶν ῥινῶν εἰς τὰς κατὰ τὸν ἐγκέφαλον κοιλίας ἔρχεσθαι τὸ πνεῦμα δοκεῖ.

112B

(1t)

Gal. De plac. Hipp. et Plat. CMG V 4 1, 2 p. 164, 12 De Lacy
1 Ἐρασίστρατος οὖν οὐχ ἁπλῶς, ὥσπερ οὗτοι (Hippocrates et Plato) τὸ ζητούμενον λαμβάνων, ἀλλὰ μετὰ κατασκευῆς λόγων οὐκ ὀλίγης, ἐκ μὲν κεφαλῆς φησι τὸ ψυχικόν, ἐκ δὲ τῆς καρδίας τὸ ζωτικὸν ὁρμᾶσθαι πνεῦμα.

113

(1t)

Gal. In Platonis Timaeum commentarius CMG Supp. I p. 25, 21 Schröder
1 οὐκ οἶδα, τί δόξαν αὐτῷ τὴν τῆς περιώσεως δόξαν ἀντὶ τῆς ὁλκῆς εἵλετο κατὰ τοῦτο μόνον ἀποστὰς Ἱπποκράτους· ὅτι μὲν γὰρ τὸ τῆς ἀναπνοῆς, εἴτ’ ἔργον εἴτε πάθος χρὴ καλεῖν, οὐ γίνεται κατὰ περίωσιν, Ἐρασίστρατος ἔδειξεν ἐλέγξας 〈τὴν τοῦ〉 Ἑστιαίου δόξαν.
5 γίνεται τοίνυν ἡ τοιαύτη κίνησις οὐκ ἀκριβὴς κύκλος ἐπὶ τὰ αὐτὰ διὰ παντὸς περιφερόμενος. ἀλλ’ ὡς αὐτὸς εἶπεν, ἔνθα καὶ ἔνθα, καὶ κατὰ τοῦτο διήνεγκεν ἡ τοῦ
Πλάτωνος δόξα τῆς ἐξ Ἀκαδημίας, οὐχ ὡς Ἐρασίστρατος ἔγραψεν.98

114

(1t)

Plutarchus Quaestiones convivales VII 1 698 A p. 211 Hubert
1 “ὁ δὲ φιλόσοφος (sc. Plato) οὑτωσὶ σαφῶς” ἔφη “γράψας διεξιέναι τὰ ποτὰ διὰ τοῦ πλεύμονος οὐδὲ τοῖς προθυμοτάτοις ἀμύνειν ἐπιχείρησιν ὑπὲρ αὑτοῦ πιθανὴν ἀπολέλοιπεν. τὸ γὰρ ἀγνόημα μέγα· πρῶτον μὲν ὅτι, τῆς ὑγρᾶς τροφῆς πρὸς τὴν ξηρὰν ἀναγκαίαν ἐχούσης τὴν ἀνάμιξιν, εἰκός ἐστιν ταὐτὸν ἀμφοτέραις ἀγγεῖον ὑποκεῖσθαι
5τὸν στόμαχον εἰς τὴν κάτω κοιλίαν ἐκδιδόντα μαλακὸν καὶ διάβροχον τὸ σιτίον· ἔπειτα τοῦ πλεύμονος 〈μὴ〉 λείου καὶ πυκνοῦ παντάπασι γεγονότος, πῶς τὸ σὺν κυκεῶνι πινόμενον ἄλφιτον διέξεισι καὶ οὐκ ἐνίσχεται; τουτὶ γὰρ Ἐρασίστρατος ὀρθῶς πρὸς αὐτὸν ἠπόρησεν. Καὶ μὴν ἐπί γε τῶν πλείστων τοῦ σώματος μορίων τὸ οὗ ἕνεκα τῷ λόγῳ μετιὼν καὶ
10πρὸς ἣν ἕκαστον ἡ φύσις χρείαν πεποίηκεν βουλόμενος, ὥσπερ καὶ προσήκει τῷ φιλοσόφῳ, φρονεῖν, οὐκ εὖ παρίησι τὸ τῆς ἐπιγλωττίδος ἔργον, ἐπὶ τούτῳ τεταγμένης, ὅπως ἐν τῇ καταπόσει τῆς τροφῆς τὴν ἀρτηρίαν πιέζουσα κωλύῃ παρεμπεσεῖν ὁτιοῦν εἰς τὸν πλεύμονα· δεινὰς γὰρ ὑπὸ τῆς βηχὸς ἴσχει τραχύτητας καὶ χαράξεις, ὅταν παρολίσθῃ φερομένου τοῦ πνεύματος· ἡ δὲ μέταυλος αὕτη κλίσιν ἐπ’ ἀμφότερα
15λαμβάνουσα φθεγγομένων μὲν ἐμπίπτει τῷ στομάχῳ, σιτουμένων δὲ καὶ πινόντων τῇ ἀρτηρίᾳ, καθαρὸν τῷ πνεύματι τὸν δρόμον φυλάττουσα καὶ τὴν ἀναπνοήν. ἔτι τοίνυν” ἔφη “καὶ τοὺς ἀτρέμα πίνοντας ἴσμεν [ὅτι] τὰς κοιλίας ὑγροτέρας ἴσχοντας τῶν ἄθρουν ἐφελκομένων τὸ ὑγρόν· ὠθεῖ〈ται〉 γὰρ εὐθὺς εἰς κύστιν ὑπὸ ῥύμης διεξιόν· ἐκεῖνο δὲ μᾶλλον ἐνδιατρίβει τοῖς σιτίοις καὶ μαλάσσει, ὥστ’ ἀναμί‐
20γνυσθαι καὶ παραμένειν, οὐκ ἂν δὲ ταῦτα συνέβαινε διακρινομένων εὐθὺς ἐν τῇ
καταπόσει τῶν ὑγρῶν, ἀλλὰ συμπλεκομένων [ἡμῶν] ἅμα καὶ συμπαραπεμπόντων τὸ99
σιτίον, οἷον ὀχήματι τῷ ὑγρῷ χρώμενον, ὡς ἔλεγεν Ἐρασίστρατος.”100

115

(1t)

Gal. Nat. fac. III 8, II 176 K SM III 228, 22 Helmreich
1 ἀλλ’ οὔτε τούτων οὐδὲν Ἐρασίστρατος εἶπεν οὐθ’ ὡς ἡ σκολιὰ θέσις τοῦ στομάχου διαβάλλει σαφῶς τὸ δόγμα τῶν νομιζόντων ὑπὸ τῆς ἄνωθεν βολῆς μόνης ποδηγούμενα μέχρι τῆς γαστρὸς ἰέναι τὰ καταπινόμενα. μόνον δ’ ὅτι πολλὰ τῶν μακροτραχήλων ζῴων ἐπικεκυφότα καταπίνει, καλῶς εἶπεν.

116

(1t)

Gal. Nat. fac. I 16, II 60 K SM III 145, 7 Helmreich
1 Ἐρασίστρατος δ’ οὐκ οἶδ’ ὅπως ἑτέραις μέν τισι δόξαις εὐήθεσιν ἀντεῖπε διὰ μακρῶν, ὑπερέβη δὲ τελέως τὴν Ἱπποκράτους, οὐδ’ ἄχρι τοῦ μνημονεῦσαι μόνον αὐτῆς ὡς ἐν τοῖς περὶ καταπόσεως ἐποίησεν, ἀξιώσας, ἐν ἐκείνοις γὰρ ἄχρι τοσούτου φαίνεται μνημονεύων, ὡς τοὔνομ’ εἰπεῖν τῆς ὁλκῆς μόνον ὧδέ πως γράφων· “ὁλκὴ μὲν οὖν
5τῆς κοιλίας οὐδεμία φαίνεται εἶναι” περὶ δὲ τῆς ἀναδόσεως τὸν λόγον ποιούμενος οὐδ’ ἄχρι συλλαβῆς μιᾶς ἐμνημόνευσε τῆς Ἱπποκράτους δόξης. καίτοι γ’ ἐπήρκεσεν ἂν ἡμῖν, εἰ καὶ τοῦτ’ ἔγραψε μόνον ὡς Ἱπποκράτης εἰπὼν “σάρκες ὁλκοὶ καὶ ἐκ κοιλίης καὶ ἔξωθεν” ψεύδεται.

117

(1t)

Gal. De alim. fac. CMG V 4, 2 p. 204, 16 Helmreich
1 ἄρξομαι δ’ ἀφ’ οὗ διὰ στόματος ἔχουσιν ἅπαντες, ὀρθῶς ὑπ’ Ἐρασιστράτου γεγραμμένον, μήτε τὸ μελίκρατον ὑπάγειν τὴν γαστέρα πάντων μήτε τὴν φακὴν ἐπέχειν, ἀλλ’ εἶναί τινας, οἳ πρὸς τῷ μηδέτερον πάσχειν ἔτι καὶ τοῖς ἐναντίοις
περιπίπτουσιν ὡς ἵστασθαι μὲν ἐπὶ τῷ μελικράτῳ τὴν γαστέρα, λαπάττεσθαι δ’ ἐπὶ τῇ101
5φακῇ, καί τινας εὑρίσκεσθαι τὰ βόεια κρέα ῥᾷον πέττοντας ἢ τοὺς πετραίους ἰχθύας.

119

(1t)

[Gal.] Definitiones medicae XIX 372 K
1 πῶς Ἱπποκράτης καὶ Ἐρασίστρατος καὶ Ἐμπεδοκλῆς καὶ Ἀσκληπιάδης τὰς πέψεις τῆς τροφῆς φασι γίνεσθαι; τὰς πέψεις τῆς τροφῆς Ἱπποκράτης μὲν ὑπὸ τοῦ ἐμφύτου θερμοῦ φησι γίνεσθαι, Ἐρασίστρατος δὲ τρίψει καὶ λειώσει καὶ περιστολῇ τῆς γαστρὸς καὶ ἐπικτήτου πνεύματος ἰδιότητι. Ἐμπεδοκλῆς δὲ σήψει· οἱ δὲ ἐξ ὠμῶν ἔφασαν τὰς
5ἀναδόσεις γίγνεσθαι, ὥσπερ καὶ Ἀσκληπιάδης ὁ Βιθυνός.102

124

(1t)

Gal. Nat. fac. II 10, II 111 K SM III p. 188, 2 Helmreich
1 δύο γὰρ ταῦτα προσεγένετο τῷ βουβῶνι, ἡ τῆς κατὰ τὰς ἀρτηρίας τε καὶ τὴν καρδίαν κινήσεως ἀλλοίωσις καὶ ἡ τῆς κατὰ φύσιν θερμασίας πλεονεξία. ἀλλ’ ἡ μὲν τῆς
κινήσεως ἀλλοίωσις οὐ μόνον οὐδὲν βλάψει τὴν ἐνέργειαν τῆς γαστρός, ἀλλὰ καὶ προσωφελήσει κατ’ ἐκεῖνα τῶν ζῴων, ἐν οἷς εἰς πέψιν ὑπέθετο πλεῖστον δύνασθαι τὸ104
5διὰ τῶν ἀρτηριῶν εἰς τὴν κοιλίαν ἐμπῖπτον πνεῦμα (...) ἐπ’ ἀνθρώποις, ἐν οἷς ἢ οὐδὲν ἢ παντάπασιν ἀμυδρόν τι καὶ μικρὸν ὠφελεῖ.

124B

(1t)

Scholia Yalensia in Gal. p. 29 v. 549 Moraux
1 ἔλεγε γὰρ ὁ Ἐρασίστρατος ἐπὶ μὲν γαστρὸς τοῦ κυνὸς καὶ τοῦ λέοντος πλεῖον εἰσβάλλειν τὸ ἐκ τῆς ἀορτῆς πνεῦμα [ἐπὶ τῆς γαστρὸς τοῦ κυνὸς καὶ τοῦ λέοντος] πρὸς τρῖψιν τῶν εἰωθότων καταβιβρώσκεσθαι τοῖς τοιούτοις ζῴοις, οἷον ὀστέων, παρὸ ἐπὶ τοῦ ἀνθρώπου.

126

(1t)

Gal. De puls. diff. II 9 IX 133, 12 K
1 τί δήποτ’ οὖν καὶ βραδύτεροι καὶ ἀραιότεροι γίνονται (pulsus in somnis); Ἐρασίστρατος μέν φησι διὰ τὴν ἠρεμίαν τῶν κατὰ προαίρεσιν κινήσεων, ἣν καὶ τοῦ
πέττειν καλῶς, οὐκ αὐτοὺς τοὺς ὕπνους αἰτιᾶται.105

127

(1t)

Gal. Nat. fac. II 10, II 118 K SM III p. 187, 10 Helmreich
1 τοῦτο δὲ καὶ αὐτὸς ὁ Ἐρασίστρατος ὁμολογεῖ καίτοι μὴ βουλόμενος. ὅταν γὰρ ἐν τοῖς πυρετοῖς χείρους τῶν σιτίων τὰς πέψεις γίγνεσθαι λέγῃ, μὴ διότι τῆς ἐμφύτου θερμασίας ἡ συμμετρία διέφθαρται. καθάπερ οἱ πρόσθεν ὑπέλαβον, ἀλλ’ ὅτι περιστέλλεσθαι καὶ τρίβειν ἡ γαστὴρ οὐχ ὁμοίως δύναται βεβλαμμένη τὴν ἐνέργειαν,
5ἐρέσθαι δίκαιον αὐτόν, ὑπὸ τίνος ἡ τῆς γαστρὸς ἐνέργεια βέβλαπται.

128

(1t)

Gal. Nat. fac. III 7, II 166 K SM III 221, 9 Helmreich
1 Πολὺ δ’ εὐηθέστερός ἐστι καὶ γελοιότερος ὁ Ἐρασίστρατος ἢ μὴ νοῶν, ὅπως εἴρηται πρὸς τῶν παλαιῶν ἡ πέψις τῇ ἑψήσει παραπλήσιος ὑπάρχειν, ἢ ἑκὼν σοφιζόμενος ἑαυτόν, ἑψήσει μὲν οὖν, φησίν, οὕτως ἐλαφρὰν ἔχουσαν θερμασίαν οὐκ εἰκὸς εἶναι παραπλησίαν τὴν πέψιν, ὥσπερ ἢ τὴν Αἴτην δέον ὑποθεῖναι τῇ γαστρὶ ἢ ἄλλως αὐτῆς
5ἀλλοιῶσαι τὰ σιτία μὴ δυναμένης ἢ δυναμένης μὲν ἀλλοιοῦν, οὐ κατὰ τὴν ἔμφυτον δὲ θερμασίαν. ὑγρὰν οὖσαν δηλονότι καὶ διὰ τοῦθ’ ἕψειν οὐκ ὀπτᾶν εἰρημένην.

129

(1t)

Gal. Nat. fac. III 4, II 157 K SM III 214, 17 Helmreich
1 Ἐρασίστρατος οὐκ οἶδ’ ὅπως τὴν περιστολὴν τῆς γαστρὸς ἁπάντων αἰτίαν ἀποφαίνει καὶ λειώσεως τῶν σιτίων καὶ τῆς τῶν περιττωμάτων ὑποχωρήσεως καὶ τῆς τῶν κεχυλωμένων ἀναδόσεως.

130

(1t)

Gal. Nat. fac. III 8, II 170 K SM III 224, 10 Helmreich
1 ὅτι δ’ αἱ περιφερεῖς ἶνες, αἷς περιστέλλεται τά τ’ ἄλλα μόρια καὶ ἡ γαστήρ, οὐ συναιροῦσι τὸ μῆκος, ἀλλὰ συστέλλουσι καὶ στενοῦσι τὴν εὐρύτητα, καὶ παρ’ αὐτοῦ λαβεῖν ἔστιν Ἐρασιστράτου· περιστέλλεσθαι γάρ φησι τοῖς σιτίοις τὴν γαστέρα κατὰ τὸν τῆς πέψεως ἅπαντα χρόνον.

131

(1t)

Gal. Nat. fac. II 11, II 128 K SM III 194, 12 Helmreich
1 Ἐρασίστρατος δέ μοι δοκεῖ καὶ αὐτὸ τοῦτ’ ἀγνοεῖν, ὡς, ἥτις ἂν ἐν τῷ σώματι διάθεσις βλάπτῃ τὴν ἐνέργειαν μὴ κατά τι συμβεβηκὸς ἀλλὰ πρώτως τε καὶ καθ’ ἑαυτήν, αὕτη τὸ νόσημά ἐστιν αὐτό, πῶς οὖν ἔτι διαγνωστικός τε καὶ ἰατικὸς ἔσται τῶν νοσημάτων ἀγνοῶν ὅλως αὐτὰ τίνα τ’ ἐστὶ καὶ πόσα καὶ ποῖα; κατὰ μὲν δὴ τὴν γαστέρα106
5τό γε τοσοῦτον Ἐρασίστρατος ἠξίωσε ζητεῖσθαι τὸ πῶς πέττεται τὰ σιτία· τὸ δ’ ἥτις πρώτη τε καὶ ἀρχηγὸς αἰτία τούτου, πῶς οὐκ ἐπεσκέψατο; κατὰ δὲ τὰς φλέβας [καὶ τὸ αἷμα] καὶ αὐτὸ τὸ πῶς παρέλιπεν.

132

(1t)

Gal. De loc. aff. I 3 VIII 34, 14 K
1 καὶ μὴν καὶ τρίτη τίς ἐστιν δόξα τῶν μηδ’ ἠπεπτῆσθαι τὰ τοιαῦτα λεγόντων, ἀλλὰ μὴ πεπέφθαι μόνον, ὡς οὐ ταὐτὸν ὂν ἢ διὰ ἀποφάσεώς τι δηλοῦν, ἢ διὰ τῆς καλουμένης ὑπὸ τῶν διαλεκτικῶν στερητικῆς φωνῆς. κατὰ τὴν αὐτὴν ἔννοιαν, οἶμαι, καὶ ὁ Ἐρασίστρατος ἔλεγε τὰ γίγαρτα καὶ τὰ σήσαμα καὶ πάντα τὰ διαχωρούμενα παντάπασιν
5ἄσηπτά τε καὶ ἀμετάβλητα μηδεμίαν ἐνδείκνυσθαι τῷ ζῴῳ γεγενημένην ἀπεψίαν, ἀλλ’ αὐτὸ τοῦτο, μὴ πεπέφθαι, μόνον.

133

(1t)

Gal. Nat. fac. II 8, II 108 K SM III p. 179, 24 Helmreich
1 πῶς δ’ οὐκ αἰδεῖται τὰς μὲν τῆς πέψεως ἀποτυχίας διαιρούμενος, ὡς πολλαί τ’ εἰσὶ καὶ κατὰ πολλὰς γιγνομένας προφάσεις, ὑπὲρ δὲ τῶν τῆς αἱματώσεως σφαλμάτων οὐδ’
ἄχρι ῥήματος ἑνὸς συλλαβῆς μιᾶς φθεγξάμενος;107

135

(1t)

Anonym. Londin. XXV 27 Diels
1 καὶ τοῦ Ἐρασιστράτου δὲ διοίσομεν, καθ’ ὅσον κεῖνος μὲν αἷ[μα] εἶπεν μόνον εἶναι τροφήν, ἡμεῖς δὲ καὶ [τὸ αἷ]μα μὲν εἶναι τροφήν, μὴ μόνον δέ, ἀλλὰ [καὶ τὴ]ν ὠμὴν δὲ τροφήν.

136

(1t)

Gal. Nat. fac. II 1, II 75 K SM III 155 14
1 καὶ μὴν εἰ τοῦτ’ ἀληθές ἐστι, θαυμάζειν χρὴ τοῦ Ἐρασιστράτου ψευδεῖς οὕτω λόγους ὑπὲρ ἀναδόσεως τροφῆς εἰπόντος, ὡς μηδ’ Ἀσκληπιάδην λαθεῖν, καίτοι γ’ οἴεται παντὸς μᾶλλον ἀληθὲς ὑπάρχειν, ὡς, εἴπερ ἐκ τῶν φλεβῶν ἀπορρέοι τι, δυοῖν θάτερον ἢ κενὸς τόπος ἔσται ἀθρόως ἢ τὸ συνεχὲς ἐπιρρυήσεται τὴν βάσιν ἀναπληροῦν
5τοῦ κενουμένου. ἀλλ’ Ἀσκληπιάδης οὐ δυοῖν θάτερόν φησιν, ἀλλὰ τριῶν ἕν τι χρῆναι λέγειν ἐπὶ τοῖς κενουμένοις ἀγγείοις ἕπεσθαι ἢ κενὸν ἀθρόως τόπον ἢ τὸ συνεχὲς ἀκολουθήσειν ἢ συσταλήσεσθαι τὸ ἀγγεῖον. ἐπὶ μὲν γὰρ τῶν καλάμων καὶ τῶν αὐλίσκων τῶν εἰς τὸ ὕδωρ καθιεμένων ἀληθὲς εἰπεῖν, ὅτι κενουμένου τοῦ περιεχομένου κατὰ τὴν εὐρυχωρίαν αὐτῶν ἀέρος ἢ κενὸς ἀθρόος ἔσται τόπος ἢ
10ἀκολουθήσει τὸ συνεχές· ἐπὶ δὲ τῶν φλεβῶν οὐκέτ’ ἐγχωρεῖ, δυναμένου δὴ τοῦ χιτῶνος αὐτῶν εἰς ἑαυτὸν συνιζάνειν καὶ διὰ τοῦτο καταπίπτειν εἰς τὴν ἐντὸς εὐρυχωρίαν καὶ διὰ τοῦτ’ ἄλλης τινὸς δεῖ μηχανῆς εἰς τὴν πάντη φορὰν τοῦ αἵματος.

137

(1t)

Gal. Nat. fac. I 16, II 64 K SM III 148, 2 Helmreich
1ἀλλ’ οὐδ’ ἄλλην τινὰ προσθεῖναι πιθανὴν αἰτίαν εἶχεν, ὡς ἐπὶ τῆς ἀναδόσεως τὴν
ἔκθλιψιν τῆς γαστρός.108

138

(1t)

Gal. Nat. fac. II 1, II 76 K SM III p. 156, 9 Helmreich
1 τῆς μὲν κοιλίας ἐνθλίβειν ταῖς φλεψὶν δυναμένης, ὡς αὐτὸς ὑπέθετο, τῶν φλεβῶν δ’ αὖ περιστέλλεσθαι τῷ ἐνυπάρχοντι καὶ προωθεῖν αὐτό.

139

(1t)

Plutarchus Quaestiones convivales VI 3, 2 689 F p. 107 Fuhrman
1 τὴν δὲ πεῖναν αὖ πάλιν ἀναγκαίως τὸ ποτὸν ἀνίησιν· ἡ γὰρ ὑγρότης τὰ ὑπόντα σιτία περισκελῆ καὶ γλίσχρα βρέξασα καὶ διαχέασα, χυμῶν ἐγγενομένων καὶ ἀτμῶν, ἀναφέρει τούτοις εἰς τὸ σῶμα καὶ προστίθησι τοῖς δεομένοις· ὅθεν οὐ κακῶς ὄχημα τὴς τροφῆς τὸ ὑγρὸν ὁ Ἐρασίστρατος προσεῖπεν· τὸ γὰρ ὑπὸ ξηρότητος ἢ πάχους ἀργὰ καὶ
5βαρέα μιγνύμενον ἀναπέμπει καὶ συνεξαίρει. Πολλοὶ δὲ καὶ μὴ πιόντες ἀλλὰ λουσάμενοι μόνον ἐπαύσαντο συντόμως σφόδρα πεινῶντες· ἐνδυομένη γὰρ ἔξωθεν ἡ ὑγρότης εὐχυμότερα ποιεῖ καὶ τροφιμώτερα τῷ ἐγχαλᾶσθαι τὰ ἐντός, ὥστε τῆς πείνης τὸ σφόδρα πικρὸν καὶ θηριῶδες ἐνδιδόναι καὶ παρηγορεῖσθαι. διὸ καὶ πολὺν ζῶσιν ἔνιοι τῶν ἀποκαρτερούντων χρόνον, ἂν ὕδωρ μόνον λαμβάνωσιν, ἄχρι ἂν οὗ πᾶν ἐξικμασθῇ τὸ
10τρέφειν καὶ προστίθεσθαι τῷ σώματι δυνάμενον.

140

(1t)

Gal. Nat. fac. I 13, II 30 K SM III p. 122, 22 Helmreich
1 ὅσοι γὰρ οὐδεμίαν οὐδενὶ μορίῳ νομίζουσιν ὑπάρχειν ἑλκτικὴν τῆς οἰκείας ποιότητος δύναμιν, ἀναγκάζονται πολλάκις ἐναντία λέγειν τοῖς ἐναργῶς φαινομένοις, ὥσπερ καὶ Ἀσκληπιάδης ὁ ἰατρὸς ἐπὶ τῶν νεφρῶν ἐποίησεν, οὓς οὐ μόνον Ἱπποκράτης ἢ Διοκλῆς ἢ Ἐρασίστρατος ἢ Πραξαγόρας ἤ τις ἄλλος ἰατρὸς ἄριστος ὄργανα διακριτικὰ τῶν οὔρων
5πεπιστεύκασιν ὑπάρχειν, ἀλλὰ καὶ οἱ μάγειροι σχεδὸν ἅπαντες ἴσασιν.

141

(1t)

Gal. Nat. fac. I 17, II 70 K SM III 152, 19 Helmreich
1 ὅτι μὲν οὖν αὐτὸ τὸ πινόμενον ἅπαν οὖρον γίγνεται, πλὴν εἴ τι μετὰ τῶν διαχωρημάτων ὑπῆλθεν ἢ εἰς ἱδρῶτας ἀπεχώρησεν ἢ εἰς τὴν ἄδηλον διαπνοήν, ἐναργῶς ἐνδείκνυται τὸ πλῆθος τῶν καθ’ ἑκάστην ἡμέραν οὐρουμένων, ἐν χειμῶνι δὲ μάλιστα μαθεῖν ἔστιν ἐπὶ τῶν ἀργούντων μέν, κωθωνιζομένων δέ, καὶ μάλιστ’ εἰ λεπτὸς ὁ οἶνος
5εἴη καὶ πόριμος, οὐροῦσι γὰρ οὗτοι διὰ ταχέων ὀλίγου δεῖν, ὅσον περ καὶ πίνουσιν, ὅτι καὶ ὁ Ἐρασίστρατος οὕτως ἐγίγνωσκεν, οἱ τὸ πρῶτον ἀνεγνωκότες αὐτοῦ σύγγραμμα
τῶν καθόλου λόγων ἐπίστανται.109

142

(1t)

Gal. De usu partium IV 13, III 304 K I 223, 4 Helmreich
1 τὰ μὲν οὖν ὑπ’ Ἐρασιστράτου λεγόμενα διακρίσεως ἕνεκα τῆς ξανθῆς χολῆς ἐνδείκνυται τὴν σχίσιν τῶν ἐν ἥπατι φλεβῶν γεγονέναι ... καὶ θαυμάζειν ἄξιον Ἐρασιστράτου, πῶς μὲν ἡ ξανθὴ χολὴ διακρίνεται τοῦ αἵματος, ἐπὶ πλεῖστον διαλεχθέντος, ὅπως δὲ τὸ οὖρον, οὐδ’ ὅλως ἐπισκεψαμένου.

143

(1t)

Gal. Nat. fac. II 10, II 111 K SM III p. 182, 1 Helmreich
1 καὶ μὴν σμικρότατός ἐστι τὴν γνώμην καὶ ταπεινὸς ἐσχάτως ἐν ἁπάσαις ταῖς ἀντιλογίαις, ἐν μὲν τοῖς περὶ τῆς πέψεως λόγοις τοῖς σήπεσθαι τὰ σιτία νομίζουσι φιλοτίμως ἀντιλέγων, ἐν δὲ τοῖς περὶ τῆς ἀναδόσεως τοῖς διὰ τὴν παράθεσιν τῶν ἀρτηριῶν ἀναδίδοσθαι τὸ διὰ τῶν φλεβῶν αἷμα νομίζουσιν, ἐν δὲ τοῖς περὶ τῆς
5ἀναπνοῆς τοῖς περιωθεῖσθαι τὸν ἀέρα φάσκουσιν, οὐκ ὤκνησε δ’ οὐδὲ τοῖς ἀτμοειδῶς εἰς τὴν κύστιν ἰέναι τὰ οὖρα νομίζουσιν ἀντειπεῖν οὐδὲ τοῖς εἰς τὸν πνεύμονα φέρεσθαι τὸ ποτόν .... ὁ περὶ πασῶν τῶν φυσικῶν ἐνεργειῶν ἐν ἀρχῇ τῶν καθόλου λόγων ὑποσχόμενος ἐρεῖν, οὕτως ἐν ἅπασι τὰς χειρίστας ἐπιλεγόμενος δόξας ἀγάλλεται διατρίβων ἐπὶ πλέον ἐν ταῖς ἀντιλογίαις.

144

(1t)

Commentarius anonymus in Gal. Nat. fac. p. 32 Helmreich, cf. scholia
2tYalensia p. 27 Moraux
1 γέγονέ τις δόξα οἰομένη κατὰ σῆψιν ἀλλοιοῦσθαι ἐν γαστέρι τὰ σιτία, ἐκ τῶν διαχωρημάτων ὡς ἔοικε τὴν ἀφορμὴν ἔχουσα, αὕτη δὲ τοῖς περὶ Ἀθήναιόν ἐστιν, ἣν ἐλέγχει ὁ Ἐρασίστρατος τρίψει τὴν πέψιν οἰόμενος ἐν τῇ γαστρὶ γίνεσθαι ὥσπερ ἐν θυίᾳ, τῇ γαστρὶ δίκην δοίδυκος ὑπὸ τοῦ ἐμπίπτοντος πνεύματος τριβομένης τῆς τροφῆς.
5ἐστὶ δὲ τελέως εὐήθης ἡ δόξα, τὰ γὰρ τριβόμενα καταθραύεται μέν, οὐ μὴν κατὰ χρόαν καὶ τὰς ἄλλας ποιότητας ἐναλλάττεται ὡς πάντα τὰ πεττόμενα, ἔπειτα ἐχρῆν τὰ μικρὰ τοῖς ὄγκοις θᾶττον θραύεσθαι. νῦν δὲ ὁρῶμεν, ὡς σήσαμα μὲν ἄθραυστα τηρεῖ, βόεια δὲ κρέα κατεργάζεται ἡ γαστήρ. ἔλεγε δὲ τὸ πνεῦμα τὸ ποιοῦν τὴν τρῖψιν μοῖραν εἶναι πολλὴν τοῦ ἐν τῇ ἀορτῇ πνεύματος, ὃ καὶ ἐκάλει ὁλμοκόπον, τὴν δὲ γαστέρα
10ὅλμον, τὰ δὲ σιτία ὁλμοκοπούμενα. ὅτι δὲ οὐδὲ σήψει γίνεται ἡ πέψις κατὰ ἀλήθειαν, οὕτως ἐλέγχεται, ὡς πᾶσα τροφή, καθὰ τοῖς φιλοσόφοις δοκεῖ, ἔχει τὸ πικρὸν καὶ ἡδὺ καὶ πρὸ τοῦ μεταβληθῆναι οὐδὲν ἐν αὐτῷ φαίνεται. μετὰ δὲ τὴν μεταβολὴν τὸ μὲν χρηστὸν διαδίδοται ὅλῳ τῷ σώματι, τὸ δ’ αὖ ἄχρηστον ὠθεῖται εἰς τὰ ἔντερα καὶ ἀτημέλητον τῇ φύσει ἐστὶ καὶ διὰ τοῦτο ὀξώδη τὰ περιττώματα, οὐ τῇ σήψει
15τῆς τροφῆς. ἄλλη δέ τις δόξα ἔλεγε τὴν ἀνάδοσιν τοῦ αἵματος γίνεσθαι τῇ ὠθήσει τοῦ ἐν ταῖς ἀρτηρίαις περιεχομένου πνεύματος, συναστομωμένων δηλονότι τῶν ἀρτηριῶν ταῖς φλεψί, ὃ πρῶτον 〈ἐλέγ〉χεται εἶναι ψεῦδος ἐκ τοῦ μὴ πάσας τὰς ἀρτηρίας συνανεστομῶσθαι ταῖς φλεψίν, εἶτα καὶ ἐκ τοῦ μὴ δύνασθαι τὸ πνεῦμα εἰς ὅλον τὸ σῶμα ὠθεῖν τοσοῦτον ὑγρόν. ἑτέρα δὲ δόξα ἐστίν, ἐν ᾗ αἰνίττεται τὸν Πλάτωνα,
20λέγοντα διαφορούμενον τὸ πνεῦμα ἐκ τῶν ἀρτηριῶν ὠθεῖν τὸν ἀέρα ἐντὸς ἡμῶν καὶ οὕτω γίνεσθαι εἰσπνοήν, ὅπερ ἀδύνατον, ὁ γὰρ ἀὴρ ἤτοι τὸ πνεῦμα ὡς κοῦφον ἄνω φέρεται καὶ οὐκ ἀντανακλᾶται ὥστε ὠθεῖν. ὅμως ἐπειδὴ ὠθήσει καὶ ἀντωθήσει καὶ ἀντανακλάσει τοῦ ἀέρος ἔλεγεν ὁ Πλάτων τὴν κίνησιν γίνεσθαι, κίνησις δὲ καὶ εἰσπνοή, δοκοῦσιν αὐτοῦ καθάπτεσθαι.110

145

(1t)

Gal. De atra bile 5, 13 CMG V 4, 1, 1 p. 80, 24 De Boer
1 ὅσοι δὲ μηδὲ περὶ τούτων ἐπεσκέψαντο μηδὲ περὶ φλέγματος, οὐδ’ ἀριθμῆσαι δυνατόν, ὁπόσα παρέλιπον ἀναγκαῖα τῆς τέχνης θεωρήματα. περὶ μὲν οὖν τῆς μελαίνης χολῆς οὐδὲν ὅλως ὁ Ἐρασίστρατος ἔγραψε, περὶ δὲ τῆς ξανθῆς ὀλίγα τε ἅμα καὶ οὐδὲ ταῦτα πάντα ἀληθῆ. λέγει μὲν γὰρ οὕτω περὶ αὐτῆς· “Ἡ δὲ χολώδης ὑγρασία ὅτι
5μὲν ἀναγκαία ἐστὶν ἀποκρίνεσθαι, πολλὰ τῶν ἐπιγιγνομένων παθῶν μαρτυρεῖ· οἱ ἴκτεροί τε γὰρ καὶ αἱ περὶ τὸ ἧπαρ γινόμεναι φλεγμοναὶ καὶ ἄλλα πλείω. πότερον δὲ ἐν τῇ περὶ τὴν κοιλίαν κατεργασίᾳ τῆς τροφῆς γεννᾶται ἡ τοιαύτη ἢ μεμιγμένη ἐν τοῖς προσφερομένοις ἔξωθεν παραγίγνεται, οὐδὲν χρήσιμον πρὸς ἰατρικὴν ἐπεσκέφθαι” ταῦτα μὲν ὁ
10Ἐρασίστρατος ἔγραψεν ἐν τῷ πρώτῳ τῶν καθόλου λόγων περὶ τῆς ξανθῆς χολῆς.111

146

(1t)

Gal. Nat. fac. II 4 SM III 168, 18 Helmreich
1 τάχ’ ἂν οὖν ἤδη τις θαυμάζοι καὶ διαποροίη, τί παθὼν ὁ Ἐρασίστρατος εἰς τοσοῦτον τῶν Ἱπποκράτους δογμάτων ἀπετράπετο καὶ διὰ τί τῶν ἐν ἥπατι πόρων τῶν χοληδόκων, ἅλις γὰρ ἤδη τῶν νεφρῶν, ἀφελόμενος τὴν ἑλκτικὴν δύναμιν ἐπίκαιρον αἰτιᾶται θέσιν καὶ στομάτων στενότητα καὶ χώραν τινὰ κοινήν, εἰς ἣν παράγουσι μὲν αἱ ἀπὸ τῶν
5πυλῶν τὸ ἀκάθαρτον αἷμα, μεταλαμβάνουσι δὲ πρότεροι μὲν οἱ πόροι τὴν χολήν, δεύτεραι δ’ αἱ ἀπὸ τῆς κοίλης φλεβὸς τὸ καθαρὸν αἷμα. πρὸς γὰρ τῷ μηδὲν ἂν βλαβῆναι τὴν ὁλκὴν εἰπὼν ἄλλων μυρίων ἔμελλεν ἀμφισβητουμένων ἀπαλλάξεσθαι λόγων. Ὡς νῦν γε πόλεμος οὐ σμικρός ἐστι τοῖς Ἐρασιστρτείοις οὐ πρὸς τοὺς ἄλλους μόνον ἀλλὰ καὶ πρὸς ἀλλήλους, οὐκ ἔχουσιν, ὅπως ἐξηγήσωνται τὴν ἐκ τοῦ πρώτου τῶν καθόλου
10λόγων λέξιν, ἐν ᾗ φησι· “εἰς τὸ αὐτὸ δ’ ἀνεστομωμένων δύο ἀγγείων τῶν τ’ ἐπὶ τὴν χοληδόκον τεινόντων καὶ τῶν ἐπὶ τὴν κοίλην φλέβα συμβαίνει τῆς ἀναφερομένης τροφῆς τὰ ἐναρμόζοντα ἑκατέροις τῶν στομάτων εἰς ἑκάτερα τῶν ἀγγείων μεταλαμβάνεσθαι καὶ τὰ μὲν ἐπὶ τὴν χοληδόχον φέρεσθαι, τὰ
δ’ ἐπὶ τὴν κοίλην φλέβα περαιοῦσθαι”.112

147

(1t)

Gal. Nat. fac. II 6 SM III 170, 12; 171, 17 Helmreich
1 εἰ δ’ ἐπισκοποῖτό τις ἐπιμελῶς, οὐδ’ ὁ περὶ θρέψεως αὐτοῦ λόγος, ὃν ἐν τῷ δευτέρῳ Τῶν καθόλου λόγων διέρχεται, τὰς αὐτὰς ἀπορίας ἐκφεύγει. τῇ γὰρ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ συγχωρηθέντος ἑνὸς λήμματος, ὡς πρόσθεν ἐδείκνυμεν, ἐπέραινέ τι περὶ φλεβῶν μόνων καὶ τοῦ καθ’ αὐτὰς αἵματος. ἐκρέοντος γάρ τινος κατὰ τὰ στόματ’ αὐτῶν
5καὶ διαφορουμένου καὶ μήτ’ ἀθρόου τόπου κενοῦ δυναμένου γενέσθαι μήτε τῶν φλεβῶν συμπεσεῖν, τοῦτο γὰρ ἦν τὸ παραλειπόμενον, ἀναγκαῖον ἦν ἕπεσθαι τὸ συνεχὲς ἀναπληροῦν τοῦ κενουμένου τὴν βάσιν, αἱ μὲν δὴ φλέβες ἡμῖν οὕτω θρέψονται τοῦ περιεχομένου κατ’ αὐτὰς αἵματος ἀπολαύουσαι· τὰ δὲ νεῦρα πῶς; οὐ γὰρ δὴ κἀν τούτοις ἐστὶν αἷμα. πρόχειρον μὲν γὰρ ἦν εἰπεῖν, ἕλκοντα παρὰ τῶν φλεβῶν· ἀλλ’ οὐ
10βούλεται. τί ποτ’ οὖν κἀνταῦθα ἐπιτεχνᾶται; φλέβας ἔχειν ἐν ἑαυτῷ καὶ ἀρτηρίας τὸ νεῦρον ὥσπερ τινὰ σειρὰν ἐκ τριῶν ἱμάντων διαφερόντων τῇ φύσει πεπλεγμένην. ᾠήθη γὰρ ἐκ ταύτης τῆς ὑποθέσεως ἐκφεύξεσθαι τῷ λόγῳ τὴν ὁλκήν· οὐ γὰρ ἂν ἔτι δεήσεσθαι τὸ νεῦρον ἐν ἑαυτῷ περιέχον αἵματος ἐπιρρύτου τινὸς ἔξωθεν ἐκ τῆς παρακειμένης φλεβὸς τῆς ἀληθινῆς αἵματος ἑτέρου, ἀλλ’ ἱκανὸν αὐτῷ πρὸς τὴν θρέψιν ἔσεσθαι
15τὸ κατεψευσμένον ἐκεῖνο τὸ λόγῳ θεωρητόν.(...) κοιλότης μὲν γάρ τίς ἐστιν ἐν αὐτῷ κατ’ αὐτόν, ἀλλ’ οὐχ αἵματος αὕτη γ’ ἀλλὰ πνεύματος ψυχικοῦ μεστή.

148

(1t)

Gal. Nat. fac. II 7 SM III 177, 15 Helmreich
1 τί δέ φησιν ἐπ’ αὐτῶν ἐν τῷ δευτέρῳ Τῶν καθόλου λόγων Ἐρασίστρατος, ἄξιον ἐπακοῦσαι τῆς λέξεως· “τοῖς δ’ ἐσχάτοις τε καὶ ἁπλοῖς, λεπτοῖς τε καὶ στενοῖς οὖσιν, ἐκ τῶν παρακειμένων ἀγγείων ἡ πρόσθεσις συμβαίνει εἰς τὰ κενώματα τῶν ἀπενεχθέντων κατὰ τὰ πλάγια τῶν ἀγγείων ἑλκομένης τῆς
5τροφῆς καὶ καταχωριζομένης”.

149

(1t)

Gal. Nat. fac. II 3 SM III 164, 10 Helmreich
1 ἀλλ’ οὐδὲ τοῦτ’ Ἐρασίστρατος οἶδεν ὁ τὴν τέχνην τῆς φύσεως ὑμνῶν, ἀλλ’ οὕτως αὐξάνεσθαι τὰ ζῷα νομίζει καθάπερ τινὰ κρησέραν ἢ σειρὰν ἢ σάκκον ἢ τάλαρον, ὧν ἑκάστῳ κατὰ τὸ πέρας ἐπιπλεκομένων ὁμοίων ἑτέρων τοῖς ἐξ ἀρχῆς αὐτὰ συντιθεῖσιν ἡ πρόσθεσις γίγνεται.

150

(1t)

Gal. Nat. fac. II 7 SM III p. 176, 20 Hemreich
1Ἐρασίστρατος ... διότι γάρ, φησί, πολλὴ πρόσθεσις εἰς ἀνάθρεψιν γίγνεται
τοῖς νενοσηκόσι, διὰ τοῦτο καὶ ἡ πρὸς ταύτην ἀκολουθία πολλή.113

151

(1t)

Gal. De conv. trem. palp. rig. VII 614, 8, K
1 ἐγὼ μὲν γὰρ εἶπον τοῦ κατὰ φύσιν θερμοῦ πάθος εἶναι τὸ ῥῖγος, ἵνα μή τις τοῦ ἔξωθεν νομίσας εἰρῆσθαι, καταψεύδεσθαί με δόξειεν Ἐρασιστράτου καὶ Πραξαγόρου καὶ φυλοτίμου καὶ Ἀσκληπιάδου καὶ μυρίων ἄλλων, ὅσοι τὸ θερμὸν οὐκ ἔμφυτον, ἀλλ’ ἐπίκτητον νομίζουσι.

152

(1t)

Athenaeus Dipnosophistae XV 665 d Kaibel
1 μετὰ ταῦτ’ οἶμαι, καὶ περὶ κοττάβων ζήτησις ἦν καὶ τῶν ἀποκοτταβιζόντων. οὓς οἰηθείς τις τῶν παρόντων ἰατρῶν εἶναι τούτων οἳ ἀπὸ βαλανείου καθάρσεως ἕνεκα τοῦ στομάχου πίνοντες ἄμυστιν ἀποβλύζουσιν, ἔφη οὐκ εἶναι παλαιὸν ταύτην παράδοσιν οὐδ’ εἰδέναι τινὰ τῶν ἀρχαίων ταύτῃ τῇ καθάρσει χρησάμενον, δι’ ὃ καὶ Ἐρασίστρατον
5τὸν Ἰουλιήτην ἐν τῇ περὶ τῶν καθόλου λόγων πραγματείᾳ ἐπιτιμᾶν τοῖς τοῦτο
ποιοῦσιν, βλαπτικὸν ὀφθαλμῶν τὸ ἐπιχείρημα δεικνύων καὶ τῆς κοιλίας ἐπισχετικόν.114

153

(1t)

Gal. Adv. Erasistrateos XI 192, 6 K p. 28 Kotrc
1 Ἐρασίστρατον οὐ μόνον ἐν τῇ περὶ τῶν πυρετῶν πραγματεία σεσιγηκῆναι περὶ τῆς φλεβοτομίας ἔλεγον, ἀλλὰ κἀν ταῖς ἄλλαις ἁπάσαις. οὔτε γὰρ ἐν τῇ τῶν κατὰ τὴν κοιλίαν παθῶν οὔτε ἐν τῇ τῶν παρέσεων οὔτε ἐν τῇ περὶ ποδάγρας, ἀλλ’ οὐδὲ ἐν τῇ τῶν ὑγιεινῶν κεχρῆσθαι φλεβοτομίᾳ. καίτοι τὸ πλῆθός γε τοῦ αἵματος ἐν Τοῖς ὑγιεινοῖς
5συγγράμμασι μάλιστα αὐτὸν αἰτιᾶσθαι τῶν νόσων.

155

(1t)

Gal. Thrasybulus 38 SM III 85, 19 Helmreich
1 τούτους οὖν ἀποπέμψαντες — οὐ γὰρ κακοτεχνίας ἀλλὰ τέχνας ἥκομεν ἐπισκεψάμενοι — τοὺς τῆς ὄντως γυμναστικῆς ἐπιστήμονας ἤδη καλῶμεν. Ἱπποκράτην τε καὶ Διοκλέα καὶ Φυλότιμον Ἐρασίστρατόν τε καὶ Ἡρόφιλον ὅσοι τ’ ἄλλοι τὴν ὅλην
περὶ τὸ σῶμα τέχνην ἐξέμαθον.115

156

(1t)

Gal. Thrasybulus 38 SM III 86, 6 Helmreich
1 ἀλλ’ ἐκεῖνο μᾶλλον ἐπισκέψεως ἄξιον, ὅτι μὴ τὴν ὑγιεινὴν τέχνην ὁ Πλάτων ἀντιδιεῖλε τῇ ἰατρικῇ, καθάπερ ἐποίησαν οἱ προειρημένοι πάντες ἄνδρες, ὧν εἰ βούλει, μνημονεύσωμεν ἑνός, ἐπειδὴ καὶ πρόχειρα πᾶσίν ἐστιν αὐτοῦ τὰ συγγράμματα. λέγει τοίνυν Ἐρασίστρατος ἐν τῷ προτέρῳ τῶν Ὑγιεινῶν· “οὐδὲ γὰρ ἰατρὸν εὑρεῖν ἔστιν.
5ὅστις δέδωκεν αὑτὸν εἰς τὴν [περὶ] τῶν ὑγιεινῶν πραγματείαν”. εἶτ’ ἐφεξῆς· “αἱ μὲν γὰρ παρά τι πάθος γιγνόμεναι ἀπεψίαι καὶ αἱ τούτων θεραπεῖαι εἰς ἰατρικὴν καὶ οὐκ εἰς τὴν τῶν ὑγιεινῶν πραγματείαν πίπτουσιν.” εἶτ’ αὖθις ἔτι προελθών· “εἰ δέ τις εἴη φαυλότης περὶ τὸ σῶμα, δι’ ἣν τὰ προσφερόμενα αἰεὶ διαφθαρήσεται. καὶ οὕτως εἰς τὴν αὐτὴν κακοχυμίαν τοῖς προϋπάρχ‐
10ουσιν ἥξει. τὴν τοιαύτην διάθεσιν ἰατροῦ καὶ οὐχ ὑγιεινοῦ λύειν”. εἶτ’ ἐφεξῆς· “τὸ λέγειν περὶ τούτων ἢ λύειν ταύτας ἰατροῖς καὶ οὐχ ὑγιεινοῖς ἐπιβάλλει”.

157

(1t)

Gal. De san. tuenda CMG V 4, 2 p. 18, 19 Koch
1 ταῖς γοῦν τροφοῖς αἱ τῶν παιδίων κινήσεις ἔν τε λίκνοις καὶ σκίμποσι καὶ ταῖς σφῶν αὐτῶν ἀγκάλαις ἐξεύρηνται. καί πως ἂν καὶ τοῦθ’ ἕτερον ἡμῖν ἥκοι σκέμμα πρὸς ὑγείας τήρησιν ἀναγκαιότατον, Ἀσκληπιάδου μὲν ἄντικρύς τε κἀκ τοῦ φανερωτάτου κατεγνωκότος γυμνασίων, Ἐρασιστράτου δὲ ἀτολμότερον μὲν ἀποφηναμένου, τὴν δ’
5αὐτὴν Ἀσκληπιάδῃ γνώμην ἀποδεικνυμένου, τῶν δ’ ἄλλων σχεδὸν ἁπάντων ἰατρῶν ἐπαινούντων οὐ πρὸς εὐεξίαν μόνον, ἀλλὰ καὶ πρὸς ὑγείαν αὐτά.

158

(1t)

Oribasius Synopsis ad Eustathium V 32 CMG VI 3 p. 167 Raeder
1 ἐκ τῶν Ἐρασιστράτου, τίνα συμβάλλεται τοῖς ἀποδημοῦσι πρὸς τὰς μεταβολὰς τῶν ὑδάτων· “πρὸς τὰ νιτρώδη τῶν ὑδάτων καὶ ἁλυκίδα τινὰ ἔχοντα οἶνον εὐώδη τε καὶ διουρητικὸν ὡς βέλτιστον πλείω μιγνύναι τῷ πινομένῳ καὶ ἀκρατέστερον ποιοῦντα τὸ πᾶν ὑγρὸν μὴ πολὺ λαμβάνειν, πρὸς δὲ τὰ
5δυσέκκριτα τῶν ὑδάτων οἶνον ὡς εἴρηται νῦν μιγνύναι καὶ μέλι βέλτιστον καὶ τούτων ἀμφοτέρων πλείω τὴν μῖξιν ποιεῖσθαι καὶ τὸ πᾶν ὑγρὸν μὴ πολὺ λαμβάνειν· οὕτω γὰρ ἥκιστα ἄν τις ὑπὸ τῆς τῶν ὑδάτων κακίας ἐνοχλοῖτο, ὅταν αὐτῷ τῷ ὕδατι μιγνύῃ χυλοὺς συνήθεις τε καὶ πλείους ἐναντιουμένους τῇ τοῦ ὕδατος κακίᾳ καὶ τὸ πᾶν ὑγρὸν μὴ πλεῖον
10προσφέρηται. συμμεταβάλλειν δὲ καὶ τὰ ἐν τῇ διαίτῃ προσφερόμενα
ἁρμοζόντως πρὸς τὴν τοῦ ὕδατος 〈κακίαν, οὐ μόνον δὲ τὴν τοῦ ὕδατοσ〉 μεταβολὴν ἐπιβλέπειν τοὺς ἀποδημοῦντας, ἀλλὰ καὶ τὴν τῶν προσφερομένων ἁπάντων· τὰ γὰρ μέλλοντα νοσοποιεῖν ἢ ἐν τῷ πλήθει τῆς τροφῆς τὴν αἰτίαν λήψεται ἢ ἐν τῇ κακοχυμίᾳ ἢ ἐν τοῖς ἀπὸ τῆς ἀναπνοῆς116
15γινομένοις.”

159

(1t)

Athenaeus Dipnosoph. II 46c p. Desrousseaux
1 Ἐρασίστρατος δέ φησιν ὡς “δοκιμάζουσί τινες τὰ ὕδατα σταθμῷ ἀνεξετάστως. ἰδοὺ γὰρ τοῦ ἐξ Ἀμφιαράου ὕδατος καὶ 〈τοῦ〉 ἐξ Ἐρετρίας συμβαλλομένων, τοῦ μὲν φαύλου. τοῦ δὲ χρηστοῦ ὄντος, οὐ δή τίς ἐστι
διαφορὰ κατὰ τὸ σταθμόν.”117

161

(1t)

Gal. De plenitudine VII 537, 9 K
1 εἰ δέ τις ἀληθείας μὲν οὐ πεφρόντικεν. ἐξαπατᾶν δὲ βούλεται τοὺς πέλας. ὅτι εἴη γνούς τι σοφόν, ἕτοιμον τούτῳ. κἀν εἰ μηδὲν ἄλλο, τὰ γοῦν Ἐρασιστράτου κατὰ τὸ πρῶτον Ὑγιεινῶν αὐτὸν μαθεῖν· ἐν ἄλλῳ μὲν γὰρ οὐδὲ ἐπεχείρησε πλήθους εἰπεῖν σημεῖα. προσχῶμεν οὖν αὐτοῦ τοῖς ῥήμασι, πρῶτον μὲν ἐν οἷς ἥτίς ποτέ ἐστιν ἡ
5γένεσις τῆς πληθώρας φησίν, οὕτως γὰρ αὐτὸς ὀνομάζει τὸ κατὰ τὰς φλέβας πλῆθος, εἶθ’ ἑξῆς ἐν οἷς τὰ σημεῖα τῆς διαγνώσεως ἐξηγεῖται. ἡ μέντοι γένεσις αὐτῷ τοιάδε· “τῆς γὰρ ἀναδιδομένης τροφῆς μήτε καταπεττομένης, μήτε ἐκπονουμένης κατὰ τὸ εἰθισμένον ἑκάστῳ. μήτε ἄλλως πως ἐκκρινομένης. ἀναγκαῖον δὴ πληροῦσθαι τὰ ἀγγεῖα. τῆς πέψεως καὶ τῆς ἀναδόσεως [καὶ] τὰς κατ’ αὐτὰς
10ἐνεργείας ἀποδιδουσῶν. καὶ τῆς μὲν προϋπαρχούσης τροφῆς ἐν τοῖς ἀγγείοις οὐδαμῶς καταναλισκομένης. τῆς δ’ ἀπὸ τῶν προσφερομένων ἐπιγιγνομένης. τὰ ἐν τῷ σώματι ἀγγεῖα καὶ ἐπὶ πλεῖον διατείνεται. ὅταν δὲ μηκέτι ἐπίσαξιν ἐπιδέχηται τὰ ἀγγεῖα. ἐπιφέρηται δ’ ἐκ τῆς κοιλίας ἑτέρα τροφή. ὁρμὴν λαμβάνει τὰ ὑπάρχοντα εἰς τὰ παρακείμενα τοῦ
15πνεύμονος ἀγγεῖα”. (...) μικρὸν δὲ 〈..〉 ὑπὲρ τῆς διαγνώσεως αὐτοῦ τάδε γράφει “δεῖ οὖν, καθάπερ εἴρηται, πειρᾶσθαι διαγινώσκειν τὴν κατὰ πληθώραν διάθεσιν, κατ’ ἀρχὰς μὲν οὖν αὐτῆς μετρίως πληρουμένων τῶν ἀγγείων, εὐτονώτεροί τε καὶ ἰσχυρότεροι ἑαυτῶν φαίνονται παρὰ τὸ εἰθισμένον· ἐπὶ πλέον δὲ πληρώσεως ἐρχομένης, παρεμπίμπλανται βραχίονές τε καὶ
20κνῆμαι καὶ χεῖρες. ὥσπερ τοῖς ἀπὸ τῶν γυμνασίων εἰς διάτασιν ἐρχομένοις· ἐπὶ πολὺ δὲ τῆς πληρώσεως προαγούσης. ἑλκώδεις τε καὶ βραδύτεροι καὶ δυσκινητότεροί εἰσι. καὶ ὅλη ἡ ἁφὴ τείνεται. ὡς κόπου φαινομένου. πλησίον δὲ ἤδη νόσου ἡ τοιαύτη διάθεσις, ἐὰν μὴ πάνυ ἐπιδεξίως τε καὶ
συνετῶς αὐτήν τις λύῃ.”118

162

(1t)

Gal. Adv. Erasistrateos XI 236, 13 K p. 72 et 150 Kotrc
1 οὕτω δὲ κἀν τῷ προτέρῳ τῶν Ὑγιεινῶν μετὰ τὸ εἰπεῖν ὅπερ ἄν τις γνωρίζοι πλῆθος ἐφεξῆς ἰάματα γράφων, πάντων μᾶλλον ἢ φλεβοτομίας ἐμνημόνευσεν, ἔχει δὲ ἡ ῥῆσις ὧδε· “μέγιστον δὲ ἔχει τισὶν πρὸς ὑγείας Φυλακήν, ὡς ἔμπροσθεν 〈εἴρηται〉, συμβαλλόμενον τὸ γνῶναί τε καὶ φυλάξασθαι δύνασθαι τὴν
5κατὰ πληθώραν διάθεσιν, διὸ μὴν δεῖ μὲν ἀρχομένης [αὐτῆς] διαλύειν, εἰ δὲ μή, προελθούσης πρὸ τοῦ ἀρχὴν ἀρρωστίας ποιῆσαι, πλείους δὲ τρόποι τοῦ διαλύειν τὴν τοιαύτην διάθεσις εἰσὶν καὶ οὐχ οἱ αὐτοὶ πᾶσιν ἁρμόζουσιν, περὶ ὧν ἐφεξῆς εἴη τὸ λέγειν, τοῖς μὲν οὖν εἰθισμένοις διαπονεῖν τῷ σώματι κράτιστον ἂν εἴη τοὺς συνήθους πόνους μικρῷ
10πλείους ποιοῦσι διαλύειν πειρᾶσθαι τὴν τοιαύτην διάθεσιν, μετὰ δὲ τὰ γυμνάσια ἱδρῶτάς τε ἐν βαλανείῳ ἐκκρίνειν ἢ διὰ πυριάσεως ἐξηράνθαι συνήθους καὶ λουτρῷ πλείονι χρῆσθαι, καὶ μετὰ ταῦτα πάντα ἐν ἡσυχίᾳ [πλείονι] γίγνεσθαι πλείω χρόνον μηδὲν προσφερόμενον, οὗτος γὰρ 〈ὁ〉 καιρὸς μάλιστα συναιρεῖ τὴν πληθώραν ὁ ἀπὸ τῶν γυμνασίων καὶ τοῦ
15λουτροῦ, ἐὰν μηδενὸς προσενεγκάμενός τις ἡσυχάζῃ πλείω χρόνον. μετὰ ταῦτα ἄριστον μὲν ἀφαιρεῖσθαι, τὸ δὲ δεῖπνον ἔλασσον λαμβάνειν καὶ ὄγκους ἀτρόφους εἶναι τοὺς προσφερομένους, εἴη δ’ ἂν τοιαῦτα λαχάνων τε γένη ὠμῶν καὶ ἑφθῶν καὶ κολοκύνται καὶ σικυοί, πέπονές τε οἱ ἁπαλοὶ καὶ σῦκα χλωρὰ καὶ τῶν ὀσπρίων τινὰ μετὰ λαχάνων ἑψόμενα, ἄρτος τε μὴ
20πεπονημένος, ἅπαντα γὰρ τὰ τοιαῦτα τὴν μὲν κοιλίαν εὐέκκριτον ποιοῦσι, τὰ δ’ ἀναδιδόμενα ἀπ’ αὐτῶν οὔτε πολλὰ οὔτε ἰσχυρά ἐστι, κρεῶν καὶ ἰχθύων καὶ τῶν ἑψημάτων τῶν μετὰ γάλακτος χόνδρου τε καὶ ἀμύλου καὶ πάντων τῶν τοιούτων, ἀφεκτέον ἐν τῷ εἰρημένῳ καιρῷ ἢ ὀλίγοις παντάπασι 〈χρηστέον〉, χρῆσθαι δὲ τῇ ἀγωγῇ τῆς ἐπιμελείας ταύτης, ὡς
25ἂν ἀσφαλῶς καθαιρεθῇ ἡ γενομένη πληθώρα, οἷς δὲ μὴ σύνηθες τὸ [μὴ] διαπονεῖν τῷ σώματι οὐκ ἐπιτήδειον γυμνάσια πλείω ἐμβάλλειν, μή ποτε κόπου προσγενομένου τῇ προϋπαρχούσῃ διαθέσει ἀρχὴ ἀρρωστίας γίγνηται, ἀλλ’ ἱδρωτοποιίας τε καὶ λουτρὰ καὶ ἀσιτίας ἐμβάλλειν, ταῦτα γὰρ ὁμοίως τοῖς πλείστοις ἀσφαλεῖς ποιεῖται τὰς κενώσεις.
30 χρήσιμον δὲ πᾶσι κοινὸν ὅσοι τυγχάνουσιν εὐεμεῖς ὄντες, τοὺς ἀπὸ τοῦ δείπνου ἐμέτους ποιεῖσθαι, ἐὰν μὴ πρὸς ἄλλο τι ἀνάρμοστοι ὦσιν, μὴ πολὺν χρόνον διαλείποντας ἀπὸ τῆς προσφορᾶς, ἵνα μετέωρά τε τὰ σιτία λαμβάνωνται πρὸς τὸ ἐμεῖν καὶ μὴ πολλὰ πρὸ τοῦ ἐμεῖν τὰ ἀναδιδόμενα ἀπ’ αὐτῶν 〈ᾖ〉· τῇ δὲ ὑστεραίᾳ ἀριστᾶν τε καὶ ἱδρῶτας καὶ λουτρὰ
35ποιεῖσθαι. κενωθέντος δὲ τοῦ σώματος καὶ τῆς πληθώρας ἀποκατάστασιν λαβούσης, συντόμως ἐπὶ τὰ εἰθισμένα ἐπαναγαγεῖν.” ἔν τε οὖν τούτῳ τῷ λόγῳ πάντα σαφῶς ὁ Ἐρασίστρατος ἐδήλωσεν ἄλλοις μὲν τοῖς βοηθήμασιν ἑαυτὸν χρώμενον ἐπὶ τῆς πληθωρικῆς διαθέσεως, οὐ χρώμενον δὲ
φλεβοτομίᾳ, καὶ πάλιν ἐν τοῖς κατωτέρω τοῦ συγγράμματος, ἔνθα φησίν· “ἐννοεῖν δὲ119
40χρὴ καὶ τὰ τοιαῦτα διότι οὐ πάντες ἄνθρωποι ἐπὶ ταὐτὰ φέρονται πάθη, ἀλλὰ γενομένου περὶ πλείους τοῦ αὐτοῦ συμπτώματος, λέγω δὲ πληθώρας, οὐ πᾶσιν ἐπὶ τοὺς αὐτοὺς τόπους εἴθισται ἡ ὁρμὴ φέρεσθαι, ἀλλὰ τοῖς μὲν ἐπὶ τὸ ἧπαρ, ἐνίοις δὲ ἐπὶ τὴν κοιλίαν, ἄλλοις [δὲ εἰς ἐπιληπτικὰ πάθη, τοῖς] δὲ ἐπὶ τὰ ἄρθρα, ἕκαστον οὖν δεῖ συναρθροῦντα τὰ
45εἰθισμένα ἑαυτῷ συμβαίνειν τὴν ἁρμόζουσαν φυλακὴν γιγνομένοις πάθεσι ποιεῖσθαι. οὐ γὰρ ὡσαύτως φυλακτέον τῶ εἰθισμένῳ εἰς ἐπιληπτικὰ φέρεσθαι καὶ τῷ εἰς αἱμοπτυικά, ἀλλὰ τῷ μὲν εἰς πόνους ἀφειδῶς δοτέον, τῷ δὲ φυλακτέον τὰ ἐπιπονώτερα γυμνάσια. κίνδυνος γὰρ ἂν ἦν ἐν τῷ διαπονεῖν ἀρχὴν ῥήξεως γενέσθαι. ὁμοίως δὲ τῷ μὲν εἰς ἐπιληπτικὰ

162

(50)

φερομένῳ ἀφειδῶς αὐτὸν διδόναι εἰς ἀσιτίαν τε καὶ ὀλιγοσιτίαν, τὰ δὲ πλείω λουτρὰ καὶ μεταβολὴν ἰσχυρὰν ποιοῦντα φυλακτέον. τῷ δὲ ἐπὶ νεφριτικὰ πάθη φερομένῳ σιτία μὲν ἐλαφρὰ ποιεῖν, λουτροῖς τε ἀφειδῶς χρῆσθαι, τὸ δὲ πινόμενον οὐκ ἐπιτήδειον συστέλλειν, ἵνα μὴ δριμέων τῶν οὔρων γιγνομένων, ἀναδάκνωνται οἱ τόποι δι’ ὧν φέρεται ἡ ἔκκρισις,
55ἐργῶδές τε καὶ τὸ διαπονεῖν πλείω τοῖς τοιούτοις. οἷς δ’ ἐπὶ σπλῆνα ἢ τὸ ἧπαρ εἴθισται φέρεσθαι, κόπους τε καὶ ψυχρολουσίαν εὐλαβητέον, ἀσιτίαις δὲ καὶ ὀλιγοσιτίαις καὶ λουτροῖς τὸ ἐπίπαν τὴν φυλακὴν
ποιεῖσθαι”.120

163

(1t)

Gal. In Hipp. Epid. librum VI comm. CMG V 10 2, 2 p. 129, 6 Wenkebach‐
2tPfaff
1 δύναται δὲ μετὰ τὰ γυμνάσια τὴν ἡσυχίαν γεγραφέναι περὶ τῶν καθ’ ἑκάστην ἡμέραν γυμνασίων καὶ τῆς ἐπ’ αὐτοῖς ἡσυχίας ποιούμενος τὸν λόγον, ἵν’ οἱ γυμναζόμενοι μὴ προσφέρωνται τὰ σιτία εὐθέως, καθάπερ ἔθος, ἔτι διασῴζοντες ἐν τῷ σώματι τὴν ἐκ τῶν γυμνασίων θερμασίαν, ἀλλὰ τελέως ἀπεψυγμένοι. καὶ γὰρ καὶ τοῦτ’ ἐν τοῖς Ὑγιεινοῖς
5ἐμάθετε λελεγμένον ὀρθῶς ἄλλοις τε καὶ Ἐρασιστράτῳ ...121

168,col1

(1t)

Pseudo—plutarchus
1Περὶ ὑγείας καὶ νόσου καὶ γήρως Ἐρασίστρατος τὰς νόσους διὰ πλῆθος τροφῆς καὶ ἀπεψίας καὶ φθοράν, τὴν δὲ εὐταξίαν καὶ αὐ‐
5τάρκειαν εἶναι ὑγείας περιποι‐
ητικά.Column end

168,col2

(1t)

Stobaeus
1Ἐρασίστρατος ἔλεγε “πλῆθος καὶ
διαφθορὰ τἀνωτάτω αἴτια”Column end

169

(1t)

[Gal.] Introductio XIV 728, 17 K
1 κατὰ δὲ Ἐρασίστρατον καὶ Ἀσκληπιάδην ὡς ἐπίπαν μίαν αἰτίαν ἐπὶ πάσης νόσου, καθ’ ὃν μὲν ἡ παρέμπτωσις εἰς τὰς ἀρτηρίας τοῦ αἵματος.

170

(1t)

[Gal.] Introductio XIV 698, 18
1 οἱ μὲν μόνοις τοῖς χυμοῖς τῶν τε κατὰ φύσιν τὴν σύστασιν καὶ τῶν παρὰ φύσιν τὴν αἰτίαν ἀνέθεσαν, ὡς Πραξαγόρας καὶ Ἡρόφιλος· οἱ δὲ τὰ στερεὰ σώματα τὰ ἀρχικὰ καὶ στοιχειώδη ὑποθέμενοι, τά τε φύσει συνεστῶτα ἐκ τούτων καὶ τῶν νόσων τὰς αἰτίας ἐντεῦθεν λαμβάνουσιν ὡς Ἐρασίστρατος καὶ Ἀσκληπιάδης· οἱ δὲ περὶ Ἀθήναιον καὶ
5Ἀρχιγένην μόνῳ τῷ διήκοντι δι’ αὐτῶν πνεύματι καὶ τὰ φυσικὰ συνεστάναι τε καὶ διοικεῖσθαι, καὶ τὰ νοσήματα πάντα τούτου πρωτοπαθοῦντος γίνεσθαι ἀπεφήναντο,
ὅθεν καὶ πνευματικοὶ χρηματίζουσι123

171

(1t)

[Gal.] De optima secta I 184, 1 K
1 οὕτω δὲ δύσκριτα οἱ ἀρχαῖοι ἐνόμιζον εἶναι σύντηξίν τε καὶ διάκρισιν, ὡς ὁ μὲν Ἐρασίστρατος καὶ ἄντικρυς τὴν χαλεπότητα τῆς κρίσεως ὁμολογεῖ. λέγει δὲ οὕτως· χαλεπὸν δὲ πάνυ ἐστὶ διακρίνειν ἔκκρισίν τε καὶ σύντηξιν.

173

(1t)

Anonymus Parisinus p. 552 Fuchs
1 Ἀτροφίας αἰτία Ἐρασίστρατος μὲν κατὰ κένωσίν φησι γίνεσθαι τῶν φλεβῶν τὴν ἀτροφίαν ὥσπερ κατὰ πλήρωσιν τούτων τὴν θρέψιν. εἴη δ’ ἂν αἰτία τούτων ὁτὲ μὲν ἀσθένεια τῶν φλεβῶν, ὁτὲ
δὲ τῶν χυμῶν παχύτης· δι’ ἀμφότερα γὰρ ταῦτα δύνανται κενοῦσθαι αἱ φλέβες.124

174

(1t)

Anonymus Parisinus p. 543 (80) Fuchs
1 Ἀποπληξίας αἰτία Ἱπποκράτης δὲ καὶ Ἐρασίστρατός φασιν περὶ τὸν ἐγκέφαλον φλέγματος ψυχροῦ καὶ παγετώδους γίνεσθαι σύστασιν. ὑφ’ οὗ καὶ τὰ ἀπὸ τούτου πεφυκότα νεῦρα πληρούμενα μὴ παραδέχεσθαι τὸ ψυχικὸν πνεῦμα, ἀλλ’ ἐγκαταπνιγόμενον τοῦτο κινδυνεύειν
5ἀποσβησθῆναι.

176

(1t)

Anonymus Parisinus p. 540 (73) Fuchs
1 Φρενίτιδος αἰτία Ἐρασίστρατος μὲν ἐξ ἀκολουθίας τῶν ἑαυτοῦ δογμάτων φησὶ τὴν φρενῖτιν κατά τι πάθος τῶν κατὰ τὴν μήνιγγα ἐνεργειῶν· οὗ γὰρ τόπου κατ’ αὐτὸν ἡ νόησις φρόνησις, ἐπὶ τούτου ἡ παρανόησις παραφρόνησις ἂν εἴη.

177

(1t)

Anonymus Parisinus p. 541 (73) Fuchs
1 Ληθάργου αἰτία Ἐρασίστρατος μὲν κατὰ τὸ ἀκόλουθον αὑτοῦ φησι γίνεσθαι τὸν λήθαργον κατά τι πάθος τῶν περὶ τὴν μήνιγγα ψυχικῶν δυνάμεων, ἀφ’ ὧν δὴ γίνεσθαι † τὸν λήθαργον †.125

179

(1t)

[Gal.] De diaeta Hippocratis in morbis acutis CMG V 9, 1 p. 370, 17
2tWestenberger
1 ὥστε μὴ παρ’ Ἐρασιστράτου μηδὲ παρά τινος τῶν νεωτέρων μανθάνειν 〈ἀναγκαῖον〉 ἡμῖν, ὡς καὶ ὀφθαλμία καὶ ὠταλγία περιοδίζουσιν, ἀλλὰ παρὰ τοῦ εὑρόντος ἅμα καὶ τελειώσαντος τὴν ἰατρικήν.

180

(1t)

Anonymus Parisinus p. 544 (93) Fuchs
1Πλευρίτιδος αἰτία Τὴν πλευρῖτιν Ἐρασίστρατος μέν φησι τοῦ ὑπεζωκότος τὰς πλευρὰς ὑμένος εἶναι φλεγμονήν, ὁ δὲ Διοκλῆς καὶ τῶν περὶ τὰς πλευρὰς φλεβῶν ἔμφραξιν. αἵπερ κατὰ τὰ ἐξημμένα τῶν ὀστῶν τέτανται. πιστοῦνται δὲ ἀμφότεροι πλευρᾶς τὸ πάθος τῷ ἐπίπονον
5εἶναι τὸ νόσημα καὶ τῷ τὰ ἀλγήματα διήκειν μέχρι κλειδὸς καὶ τρίτον 〈τῷ〉 εἰ μὴ ἀνα‐
5πτυσθείη ἐν ταῖς κυρίαις ἡμέραις, ἀπόστημα περὶ τὰς πλευρὰς γίνεσθαι [καὶ 〈ἐὰν〉 ἀνακαθαρθῶσιν ἐν τεσσαράκοντα ἡμέραις, ἀφ’ ἧς ἂν ῥῆξις γένηται, παύονται, εἰ δὲ μὴ,
εἰς φθίσιν μεθίστανται.]126

185

(1t)

Anonymus Parisinus p. 554 Fuchs
1 Ἐρασίστρατος ἔμφραξιν ἡγεῖτο γίνεσθαι [ἀπὸ] τοῦ τείνοντος ἀπὸ τῆς χοληδόχου κύστεως ἐπὶ τὰ ἔντερα πόρου· μέθ’ ἣν ἀναχεῖσθαι τὴν χολὴν διὰ τῆς κοίλης εἰς ὅλον τὸ
σῶμα129

189

(1t)

[Gal.] De optima secta I 168, 1 K
1 ἰσχουρία γὰρ ἕν τι πάθος ἐστίν, ἀλλ’ ἂν μὲν διὰ λίθον γένηται, λιθοτομοῦμεν, ἂν δὲ διὰ φλεγμονήν, καταπλάσσομεν, ἂν δὲ δι’ ὑπερδιάτασιν κύστεως, καθετῆρι χρώμεθα, [ἢ] ὥσπερ ὁ Ἐρασίστρατος, ἀναστήσαντες ἐπὶ γόνατα τὸν ἀρρωστοῦντα, 〈καὶ〉 ἀφρονίτρῳ ἄκρον τοῦ οὐρητῆρος προσαψάμενοι, καὶ τὰ ἑξῆς.

190

(1t)

Gal. De comp. med. sec. locos XII 511, 4 K
1 Ἐρασίστρατος δέ φησι μέγιστον εἶναι προφυλακτικὸν ἐπὶ τῶν θερμοτέρων ἕξεων, ὅταν ἡλιοῦσθαι μέλλωσιν, εἰ σπόγγον πλατὺν καὶ πυκνὸν καὶ κοῖλον βρέξας εἰς ὕδωρ
καὶ ἐκπιέσας σφόδρα ἐπιθήσεις τῇ κεφαλῇ.130

192

(1t)

Gal. De loc. aff. VIII 191, K
1 ὅθεν οὐδὲ γράψαι τι περὶ μελαγχολίας ἐτόλμησαν οἱ τὴν τῶν χυμῶν δύναμιν ἀγνοήσαντες, ἐξ ὧν εἰσι καὶ οἱ περὶ τὸν Ἐρασίστρατον.

195

(1t)

Aetius dox. V 29, 1 p. 441 Diels Aetius arabus p. 244 Daiber
1 Πῶς γίνεται πυρετὸς καὶ εἰ ἐπιγέννημά ἐστιν. Ἐρασίστρατος ὁρίζεται τὸν πυρετὸν οὕτως· πυρετός ἐστι κίνημα αἵματος παρεμπεπτωκότος εἰς τὰ τοῦ πνεύματος ἀγγεῖα ἀπροαιρέτως γινόμενον· καθάπερ γὰρ ἐπὶ τῆς θαλάσσης, ὅταν μηδὲν αὐτὴν κινῇ, ἠρεμεῖ, ἀνέμου δὲ ἐμπεσόντος βιαίου παρὰ
5φύσιν, τότε ἐξ ὅλης κυκλεῖται, οὕτω καὶ ἐν τῷ σώματι ὅταν κινηθῇ τὸ αἷμα, τότε ἐμπίπτει μὲν εἰς τὰ ἀγγεῖα τοῦ πνεύματος, πυρούμενον δὲ θερμαίνει τὸ ὅλον σῶμα· ἀρέσκει δὲ αὐτῷ καὶ ἐπιγέννημα εἶναι τὸν πυρετὸν 〈quod ab inflammatione oritur in spiritus instrumentis ob cibum in illa transfusum〉.

196

(1t)

Sextus Empiricus Adv. dogm. II 219 Mau
1 ἐπὶ τῶν πυρεσσόντων ἔρευθος καὶ ἡ τῶν ἀγγείων προπάλεια καὶ ὁ ἔνικμος χρὼς καὶ ἡ πλείων θερμασία καὶ ἡ σφοδρότης τῶν σφυγμῶν καὶ τὰ λοιπὰ σημεῖα τοῖς ὁμοίως κατά τε τὰς αἰσθήσεις καὶ τὴν ἄλλην σύγκρισιν διακειμένοις οὐ τοῦ αὐτοῦ προσπίπτει σημεῖα, οὐδ’ ὡσαύτως πᾶσι φαίνεται, ἀλλ’ Ἡροφίλῳ μὲν λόγου χάριν ὡς ἄντικρυς131
5χρηστοῦ αἵματος σημεῖα, Ἐρασιστράτῳ δὲ ὡς μεταπτώσεως τῆς ἐκ φλεβῶν εἰς ἀρτηρίας. Ἀσκληπιάδῃ δὲ ὡς ἐνστάσεως νοητῶν ὄγκων ἐν νοητοῖς ἀραιώμασιν.

197

(1t)

Plut. De primo frigido 8 948 B
1 ἐκείνοις μὲν γὰρ ἐξαρκεῖ τὰ ἔσχατα τῶν αἰτίων θεωρῆσαι· τὸ γὰρ ἐγγυτάτω τοῦ πάθους αἴτιον ἂν συνοφθῇ, πυρετοῦ μὲν ἔν〈σ〉τασις ἢ παρέμπτωσις.

198

(1t)

Gal. Adv. Erasistratum XI 153, 3 K
1 ἀρέσκει δ’ αὐτῷ πνεύματος μὲν ἀγγεῖον εἶναι τὴν ἀρτηρίαν, αἵματος δὲ τὴν φλέβα· σχιζόμενα δ’ ἀεὶ τὰ μείζω τῶν ἀγγείων εἰς ἐλάττονα μὲν τὸ μέγεθος, ἀριθμὸν δὲ πλείω καὶ πάντῃ τοῦ σώματος ἐνεχθέντα (μηδένα γὰρ εἶναι τόπον ἔνθα μὴ πέρας ἀγγείου κείμενον ὑπάρχει), εἰς οὕτω σμικρὰ πέρατα τελευτᾶν, ὥστε τῇ μύσει τῶν ἐσχάτων
5στομάτων κρατούμενον ἐντὸς αὐτῶν ἴσχεσθαι τὸ αἷμα· καὶ διὰ τοῦτο καίτοι παρακειμένων ἀλλήλοις τῶν στομάτων τοῦ τε τῆς φλεβὸς καὶ 〈τοῦ〉 τῆς ἀρτηρίας, ἐν τοῖς ἰδίοις ὅροις μένειν τὸ αἷμα μηδαμόθι τοῖς τοῦ πνεύματος ἐπεμβαῖνον ἀγγείοις. μέχρι μὲν δὲ τοῦδε νόμῳ φύσεως διοικεῖσθαι τὸ ζῷον. ἐπεὶ δέ τις αἰτία βίαιος ἐκ τῶν φλεβῶν εἰς τὰς ἀρτηρίας τὸ αἷμα †μεταχθῆναι†,
10αὐτὸ νοσεῖν ἀναγκαῖον ἤδη. αἰτίας δὲ καὶ ἄλλας τινὰς καὶ μηδεμιᾶς ἐλάττω τὸ πλῆθος εἶναι τοῦ αἵματος, ὑφ’ οὗ διατείνεσθαι μὲν τὸν χιτῶνα τῆς φλεβός, ἀναστομοῦσθαι δὲ τὰ πρότερον μεμυκότα πέρατα, μεταχεῖσθαι δὲ εἰς τὰς ἀρτηρίας τὸ αἷμα, κἀντεῦθεν τῷ παρὰ καρδίας φερομένῳ πνεύματι προσκόπτον καὶ ἐνιστάμενον, ἀλλοιοῦν[τι] τὴν ἐκείνου κίνησιν, ἡνίκ’ ἂν ἐγγὺς ᾗ καὶ κατ’ εὐθὺ τῆς ἀρχῆς, καὶ τοῦτ’ εἶναι τὸν πυρετόν.
15 ὠθούμενον δὲ ὑπ’ αὐτοῦ πρόσω σφηνοῦσθαι κατὰ τὰ πέρατα τῶν ἀρτηριῶν καὶ τοῦτ’ εἶναι τὴν φλεγμονήν. οὕτω μὲν ἐπὶ πλήθει φλεγμονὴν ἐργάζεται τῷ λόγῳ τῷδε, ἐπὶ τραύματι δὲ φλεγμονῆς αἰτιᾶται μὲν κἀνταῦθα τὴν παρέμπτωσιν ἐκ τῶν φλεβῶν εἰς τὰς ἀρτηρίας τοῦ αἵματος, αὐτῆς δὲ τῆς παρεμπτώσεως αἰτίαν εἶναί φησι τὴν πρὸς τὸ κενούμενον ἀκολουθίαν. ὅταν γὰρ τῶν ἐν τῷ τετρωμένῳ μέρει διαιρεθεισῶν ἀρτηριῶν
20ἐκχυθῇ κατὰ τὴν τρῶσιν ἅπαν τὸ πνεῦμα καὶ κίνδυνος ᾖ κενὸν γενέσθαι τόπον, ἕπεσθαι κατὰ τὰς συναναστομώσεις τὸ αἷμα, τοῦ κενουμένου πνεύματος τὴν βάσιν ἀναπληροῦν· ἀνεωγότος μὲν τοῦ τραύματος ἐκχεῖσθαι, κλεισθέντος δὲ καὶ μύσαντος ἔνδον ὠθούμενον ὑπὸ τοῦ παρὰ καρδίας ἀποπεμπομένου πνεύματος ἀθροίζεσθαι πάλιν ἅπαν
ἐν τοῖς περὶ τὸ τραῦμα τόποις, καὶ τὴν φλεγμονὴν οὕτως ἐργάζεσθαι.132

199

(1t)

Gal. An in art. IV 715 K p. 8 Albrecht, 158 Furley
1 πάντα γὰρ ταῦτα ἀναγκαῖον ἦν συμπίπτειν κατὰ τὸν Ἐρασίστρατον οὕτως, ὅτε μήτε τὰς κινήσεις τῶν ἀρτηριῶν ὑπελάμβανε τεταγμένας διαμεῖναι δύνασθαι μήτε τὴν τοῦ πνεύματος χορηγίαν ἐν ἅπασι τοῖς μορίοις ἀκώλυτον, ὅταν μὴ κεναὶ παντελῶς αἵματος ὑπάρχωσιν, ἕπεσθαί τε πυρετὸν ἐξ ἀνάγκης, ὅταν εἰς τὰς ἐντὸς τῶν βουβώνων καὶ
5μασχαλῶν ἀρτηρίας αἵματος παρέμπτωσις γένηται.

201

(1t)

Gal. De plac. Hipp. et Plat. CMG V 4 1, 2 p. 396 De Lacy
1 εἴρηται τὸ φαινόμενον ὑπ’ Ἐρασιστράτου κατὰ τὴν τῶν Πυρετῶν πραγματείαν, ὡς ὑμένες ἐπιπεφύκασιν τοῖς στόμασι τῶν ἀγγείων οἷς εἰς ὑπερεσίαν ὑλῶν εἰσαγωγῆς τε καὶ αὖθις ἐξαγωγῆς ἡ καρδία προσχρῆται. τούτους τοὺς ὑμένας ἐτόλμησάν τινες οὐκ εἶναι λέγειν, ἀλλ’ ὑπ’ Ἐρασιστράτου διεσκευάσθαι δόγματος ἕνεκεν κατασκευῆς. πλὴν
5εἰς τοσοῦτον ἥκουσι γνώσεως ἅπασι τοῖς ἰατροῖς, ὥστ’ ἀρχαῖος ὄντως εἶναι δόξειεν ἂν ὁ μὴ γινώσκων αὐτούς. εἰσὶ δ’ ἐπὶ μὲν τῷ στόματι τῆς κοίλης φλεβὸς τρεῖς ἀκίδων γλωχῖσιν ὁμοιότατοι τὴν σύνταξιν, ὅθεν οἶμαι καὶ τριγλώχινας ἔνιοι τῶν Ἐρασιστρατείων ἐκάλεσαν αὐτούς. ἐπὶ δὲ τῆς ἀρτηρίας τῆς φλεβώδους — οὕτω δὲ ὀνομάζω τὴν ἐκ τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας εἰς τὸν πνεύμονα κατασχιζομένην ‐
10ὁμοιότατοι μὲν τὸ εἶδος ἀριθμῷ δ’ οὐκ ἴσοι· μόνῳ γὰρ τούτῳ τῷ στόματι δυοῖν ὑμένων ἐπίφυσίς ἐστι. τῶν δ’ ἄλλων στομάτων ἑκατέρῳ τρεῖς ὑμένες εἰσὶν ἅπαντες σιγμοειδεῖς. ἐξάγει δ’, ὡς Ἐρασίστρατός φησιν ἐξηγούμενος τὸ φαινόμενον, ἑκάτερον μὲν τῶν στομάτων, αἷμα μὲν εἰς τὸν πνεύμονα τὸ ἕτερον αὐτῶν, πνεῦμα δ’ εἰς ὅλον τὸ ζῷον τὸ ἕτερον· ἡ δὲ χρεία δὲ τῶν ὑμένων, ὡς ἐκείνῳ δοκεῖ, πρὸς ἐναντίας ὑπερησίας τῇ
15καρδίᾳ χρόνων ἀμοιβαῖς ἐγκαίροις ὑπαλλαττομένας, τοὺς μὲν ἐπὶ τοῖς εἰσάγουσι τὰς ὕλας ἀγγείοις ἐπιπεφυκότας ἔξωθεν ἔσω φερομένους ἀνατρέπεσθαι μὲν ὑπὸ τῆς εἰσόδου τῶν ὑλῶν, ἀναπίπτοντας δ’ εἰς τὰς κοιλότητας τῆς καρδίας ἀνοιγνύντας τὰ στόματα παρέχειν ἀκώλυτον τὴν φορὰν τοῖς εἰς αὐτὴν ἑλκομένοις. οὐ γὰρ δὴ αὐτομάτως γε τὰς ὕλας εἰσρεῖν φησιν ὡς εἰς ἄψυχόν τινα δεξαμενήν, ἀλλ’ αὐτὴν τὴν
20καρδίαν διαστελλομένην ὥσπερ τὰς τῶν χαλκέων φύσας ἐπισπᾶσθαι πληροῦσαν τῇ διαστολῇ, ἐπὶ δὲ τοῖς ἐξάγουσιν ἀγγείοις τὰς ὕλας 〈ἄλλουσ〉 ἔλεγεν ἐπικεῖσθαι καὶ τοὐναντίον ἡγεῖσθαι πάθος πάσχειν· ἔσωθεν γὰρ ἔξω ῥέποντας ἀνατρεπομένους μὲν ὑπὸ τῶν ἐξιόντων ἀνοιγνύναι τὰ στόματα καθ’ ὃν ἡ καρδία χρόνον χορηγῇ τὰς ὕλας, ἐν
δὲ τῷ λοιπῷ παντὶ κλείειν ἀκριβῶς τὰ στόματα μηδενὶ τῶν ἐκπεμφθέντων133
25ἐπανέρχεσθαι συγχωροῦντας. οὕτως δὲ καὶ τοὺς ἐπὶ τοῖς εἰσάγουσ〈ι〉, ὅταν ἡ καρδία συστέλληται, κλείειν τὰ στόματα μηδὲν τῶν ἑλχθέντων ὑπ’ αὐτῆς αὖθις ἔξω παλινδρομεῖν ἐπιτρέποντος.

202

(1t)

Gal. Anat. admin. VII 11 II 624, 15 K
1 εἰρήσεται καὶ ὅτι τὰ τῆς καρδίας ὦτα τῶν κοιλιῶν αὐτῆς ἐκτός ἐστιν· εἰ δέ τις αὐτὰ μέρη τοῦ σπλάγχνου θέμενος, ὥσπερ Ἡρόφιλος, ἐπὶ πλεῖον ἐξέτεινε τὸν ἀριθμὸν τῶν στομάτων καὶ ταύτῃ δόξει διαφωνεῖν Ἐρασιστράτῳ τε καὶ ἡμῖν εἰρηκόσι δ’ τὰ πάντα εἶναι στόματα τῶν κατὰ τὴν καρδίαν τεττάρων ἀγγείων.

203

(1t)

Gal. De plac. Hipp. et Plat. CMG V 4 1, 2 p. 78, 24 De Lacy
1 Ἐρασίστρατος μὲν γὰρ ζωτικοῦ πνεύματος, Χρύσιππος δὲ τοῦ ψυχικοῦ πνεύματος πλήρη φησὶν εἶναι τὴν κοιλίαν ταύτην.

204

(1t)

Gal. De plac. Hipp. et Plat. CMG V 4 1, 2 p. 398 De Lacy
1 καί μοι θαυμάζειν ἐπέρχεται μάλιστα πάντων Ἐρασιστράτου καθ’ ἓν μόνον βιβλίον τὸ πρῶτον Περὶ πυρετῶν ἅμα μὲν ἀρχὴν ἀποφηναμένου καὶ ἀρτηριῶν καὶ φλεβῶν εἶναι τὴν καρδίαν.134

205

(1t)

Gal. De puls. diff. VIII 759, 18 K
1 ὁ μὲν πρῶτος (sc. ὅρος) ὑπ’ αὐτοῦ γεγραμμένος οὐσιώδης ἐστὶ κατὰ τὴν Ἐρασιστράτου δόξαν συγκείμενος, ἐπειδὴ καὶ τὰς ἀρτηρίας, ὣς καὶ πρόσθεν ἔφην, οἴεται διαστέλλεσθαι κατὰ τὴν ἐπιπλήρωσιν τοῦ παρὰ τῆς καρδίας ἐπιπεμπομένου πνεύματος. ἀξιοῦσι γὰρ ἡμᾶς ἐπιπλήρωσις, οὐ πλήρωσιν λέγειν, ἵνα μή τις ὑπονοήσῃ
5πᾶν ἐκκενοῦσθαι τὸ πνεῦμα τῶν ἀρτηριῶν ἐν ταῖς συστολαῖς. ὁ δὲ δεύτερος ὅρος ἐφάπτεται καὶ τοῦ τῶν δυνάμεων λόγου, βέλτιον ὑπ’ ἄλλων Ἐρασιστρατείων συντιθείς, ὅσοι τὸν σφυγμὸν ἔφασαν εἶναι διαστολὴν καὶ συστολὴν ἀρτηριῶν τε καὶ καρδίας, ὑπὸ ζωτικῆς τε 〈καὶ〉 ψυχικῆς δυνάμεως ἐπιτελουμένην. αὐτὸς γὰρ ὁ Ἐρασίστρατος ἐν τοῖς Περὶ πυρετῶν ἀπεφήνατο σαφῶς οὐ μόνον ζωτικὴν δύναμιν εἶναι κατὰ τὴν καρδίαν,
10ἀλλὰ καὶ ψυχικήν.

206

(1t)

Marcellinus De pulsibus p. 462 Schöne
1 Χρύσιππος διὰ τοῦ σφυγμοῦ σημειούμενος τὸν πυρετὸν πυκνότερον ἀπεφήνατο τοῦ κατὰ φύσιν σφυγμοῦ, ὥς φησιν Ἐρασίστρατος, καὶ κριτήριον τῆς πυκνότητος ὑπετίθετο τὸν διατείνοντα μέχρι τεσσάρων ἀριθμοῦ ἐπὶ τῶν κατὰ φύσιν ἐχόντων, πυκνοτέρας μὲν γὰρ γινομένης τῆς κινήσεως τῶν ἀρτηριῶν καὶ ἓν ἀπὸ τῶν ἀριθμῶν ἢ δύο ἐκθλίβεσθαι
5πρὸ τοῦ ἀρθμῆσαι τὰ τέσσαρα φθανούσης τῆς ἀρτηρίας πάλιν διαστέλλεσθαι, πυρετοῦ σημεῖον ᾤετο τοῦτο τυγχάνειν. τίς ἡ Ἐρασιστράτου στάσις περὶ τοῦ σφυγμοῦ τῶν πυρεσσόντων. καὶ αὐτὸς δὲ Ἐρασίστρατος ἀεὶ παρεπόμενον οἴεται τῷ πυρετῷ 〈...〉 τυγχάνειν, κἂν μὴ παρῇ πλῆθος θερμασίας, ὡς ἐν τοῖς Περὶ πυρετῶν φησιν οὕτως [ὡς] “τοῖς
10πυρέττουσιν ἡ κίνησις πυκνοτέρα μὲν γίνεται πᾶσι, σφοδροτέρα δὲ τοῖς πλείστοις”, ταύτην τὴν πυκνότητα ἰδίωμα σώζειν λέγει ὡς ἐπὶ φλεγμονῇ τετραμμένην καὶ λόγῳ μὲν ἀνεξέταστον καὶ ἀνερμήνευτον, ὑπὸ δὲ τῆς τριβικῆς γυμνασίας διὰ τῆς ἁφῆς καταλαμβάνεσθαι, παραθήσομεν δὲ καὶ αὐτοῦ λέξιν Ἐρασιστράτου τοῦτον ἔχουσαν τὸν τρόπον· “μόνη δ’ ἡ περὶ τῇ κινήσει διάθεσις
15τῶν πυρεσσόντων εὐσύνοπτος καὶ ἀκριβὴς τῷ γε ἕξιν ἔχοντι καὶ οὐ διαψευδομένῳ ἀλλ’ αὐτήν τε 〈τὴν〉 τῆς φλεγμονῆς ἐπίτασιν καὶ ἄνεσιν καὶ τὴν περὶ ὅλον τὸ σῶμα διάθεσιν ἱκανῶς διασημαίνει”135

208

(1t)

Gal. De puls. diff. VIII 761, 3 K
1 ὅ γε μὴν Ἐρασίστρατος ἔοικεν οὐ τὴν κατὰ φύσιν ἐν ἀρτηρίαις κίνησιν ὀνομάζειν σφυγμόν, ἀλλὰ μόνην τὴν ἐπὶ φλεγμονῇ. δῆλον δὲ ἐκ τῶν ῥήσεων αὐτοῦ τῶν ἐν τῷ πρώτῳ Περὶ πυρετῶν, ἐν αἷς κίνησιν μὲν ἀρτηριῶν ὀνομάζει τὸν κατὰ φύσιν ὑφ’ ἡμῶν καλούμενον σφυγμόν, ὃν δ’ αὐτὸς ἐπὶ φλεγμονῇ τὴν μεταβολὴν ἔχειν φησί, σφυγμὸν
5φαίνεται καλῶν, ὡς οὐ κατὰ πάσης κινήσεως ἀρτηριῶν ἐπιφέρειν ἡγούμενος χρῆναι τὴν τοῦ σφυγμοῦ προσηγορίαν, ἀλλ’ ἐπ’ ἐκείνης μόνης, ἥ τις ἐξίσταται τοῦ κατὰ φύσιν ὑπὸ
τῆς κατὰ τὴν φλεγμονὴν διαθέσεως.136

212

(1t)

Gal. Adv. Erasistratum XI 155, 1 1 K
1 ὑπὲρ δὲ τῶν ἐπὶ τραύμασιν ἐν πρώτῳ πάλιν Περὶ πυρετῶν ὧδέ πώς φησιν· “ἀκόλουθοι δὲ καὶ θεραπεῖαι τούτοις εἰς τὸ ἀφλέγμαντα πάντα γίνεσθαι τὰ τραύματα· τῶν γὰρ φαρμάκων τὰ μὲν περιχριόμενα ἐπὶ τοὺς ὑγιεῖς τόπους ἀποστύφοντα καὶ μύοντα κωλύει τὴν σφήνωσιν τοῦ ἄνωθεν
5κεχυμένου αἵματος ἐπὶ τοὺς διῃρημένους τόπους γίνεσθαι. ἐν δὲ τοῖς ἀπαθέσι τόποις πολλῶν ἀνεστομωμένων ἀρτηριῶν τε καὶ φλεβῶν εἰς τοὺς αὐτοὺς τόπους μετάληψις γίνεται εἰς τὰς φλέβας τοῦ παρεμπεπτωκότος αἵματος εἰς τὰς ἀρτηρίας.” εἶτα ἐφεξῆς πάλιν· “ἀκόλουθον δὲ τούτοις καὶ τὸ μηδὲν προσφέρειν τοῖς τετραυματισμένοις ὑπὸ τοὺς τῆς φλεγμονῆς
10καιρούς. κενούμεναι γὰρ αἱ φλέβες τῆς τροφῆς ῥᾷον παραδέξονται τὸ παρεμπεπτωκὸς αἷμα εἰς τὰς ἀρτηρίας, τούτου δὲ συμβαίνοντος ἧττον αἱ
φλεγμοναὶ ἔσονται”.137

214

(1t)

[Gal.] De optima secta I 144, 9 K
1 τοὺς γὰρ πυρέττοντας οἱ μὲν διὰ λιμοῦ ἦγον, καὶ οὐδὲ ὕδωρ προσέφερον, οἱ δ’ ἐξ ἀρχῆς πτισάνην ἐδίδοσαν· ἄλλοι δ’ ἐφυλάττοντο μή ποτε κριθὴν καταπίῃ ὁ ἀρρωστῶν. Πετρωνᾶς δὲ καὶ κρέα ὕεια ὀπτὰ διδοῖ, καὶ οἶνον μέλανα ἀκρατέστερον, ἐμεῖν ἠνάγκαζε, καὶ ὕδωρ ψυχρὸν ἐδίδου πίνειν, ὅσον ἤθελον. Ἀπολλώνιος δὲ καὶ Δέξιππος, οἱ
5Ἱπποκράτους ἀκροαταί, οὐχ ὅπως οἶνον, ἀλλ’ οὐδὲ ὕδωρ ἐδίδοσαν· κατασκευασάμενοι δὲ κηρίνους κυάθους. οἳ ἦσαν δώδεκα εἰς τὸν ἑκτημορίτην τῆς κοτύλης, κυάθων τούτων
δύο ἢ τρεῖς παρέμετρον τοῖς ἀρρωστοῦσι.138

216

(1t)

Gal. In Hipp. De victu acut. CMG V 9 I p. 256, 2 Helmreich
1 Ἐρασίστρατος μὲν ἐν τοῖς Περὶ πυρετῶν κακοήθως πάνυ διαβάλλει τὸν Ἱπποκράτην, τοὺς μαθητὰς αὐτοῦ δῆθεν μεμφόμενος Ἀπολλώνιόν τε καὶ Δέξιππον, οὕς φησι κηρίνους κυάθους δώδεκα ποιήσαντας εἰς τὸν ἑκτημορίτην τῆς κοτύλης κύαθον, ἕνα τούτων ἢ δύο ἀπομετρεῖν τοῖς πυρέττουσιν.

217

(1t)

Gal. In Hipp. De vict. acut. CMG V 9, 1 p. 125, 31 Helmreich
1 εἴρηται δὲ καὶ ὑπ’ Ἐρασιστράτου κατὰ τὸ πρῶτον βιβλίον Περὶ πυρετῶν αὐτό τε καὶ ἡ λύσις διὰ ταχέων τε καὶ σαφῶς, ἀκολουθήσαντος αὐτοῦ τῷ Ἱπποκράτει πάντως. διελθὼν γὰρ ἐν τῷ προειρημένῳ βιβλίῳ τοὺς ἐναντιωτάταις ἀγωγαῖς ἐπὶ τῶν πυρεττόντων χρωμένους ἰατρούς, τούς τε μακραῖς ἀσιτίαις καταπονοῦντας τοὺς
5κάμνοντας καὶ Πετρωνᾶν τὸν κρέα τε καὶ οἶνον διδόντα, ἐπιφέρων φησὶ κατὰ λέξιν οὕτως· “ἐπὶ πολλῶν μὲν οὖν πάνυ μεγάλαις πληγαῖς περιέπιπτον· εἰ δὲ πάντες κακῶς ἀπηλλάττοντο πυρέττοντες ἐν τῇ τοιαύτῃ ἀγωγῇ τῆς θεραπείας. πεπαυμένοι ἂν ἦσαν τοῦ ἰατρεύειν οὕτως οἱ θεραπεύοντες· ἀλλ’ ὡς ἔοικεν οὐκ ἐφαρμόζει πᾶσι τοῖς πυρετοῖς ἡ αὐτὴ ἀγωγὴ τῆς
10θεραπείας.”139

218

(1t)

Gal. In Hipp. VI CMG V 10, 2, 2 p. 235, 19 Wenkebach
1 ἐπιπόλαιον δίψαν ἀκουστέον ἐστὶ τὴν πάνυ μικράν, ἥτις οὐτ’ ἀπὸ παντὸς τοῦ σώματος οὔτ’ ἀπὸ μεγάλης διαθέσεως γίνεται τῶν κατὰ γαστέρα μορίων, ἀλλ’ ὡς Ἐρασίστρατος ἔφη, ξηραινομένων ἢ ἐκθερμαινομένων τῶν τόπων, δι’ ὧν φέρεται τὸ ὑγρὸν ἐκ τοῦ στόματος εἰς τὴν κοιλίαν.

221

(1t)

Gal. In Hipp. De nat. hom. CMG V 9, 1 p. 125, 31 Mewaldt
1 καὶ τί θαυμαστὸν, ὅπου γε καὶ ὁ Ἐρασίστρατος τὰς ἐν τοῖς οὔροις ὑποστάσεις ἐπὶ τῶν πυρεσσόντων οὐ τοῦτον εἶναι τὸν χυμόν, ἀλλὰ πῦον ἡγεῖται, μηδ’ ὅτι τῶν ὑγιαινόντων τοῖς ἀδδηφαγοῦσιν ὑφίσταται πολὺ τὶ τοιοῦτον γινώσκων. εἰ δέ τις οὐ συγχωρεῖ διαφέρειν ὠμοῦ χυμοῦ πῦον ἐν οὔροις ἢ πτύσμασιν ἢ διαχω‐
5ρήμασι, δυοῖν θάτερον οὗτος πέπονθεν· ἢ ἑκὼν πανουργεῖ διὰ τὴν ἀκολουθίαν τὴν πρὸς τὸ δόγμα, καθάπερ Ἐρασίστρατος, ἐπὶ φλεγμονῇ γίνεσθαι βουλόμενος ἅπαντας τοὺς
Πυρετούς, ἢ σοφιστής ἐστιν ...140

222

(1t)

Gal. De atra bile 7, 18 CMG V 4, 1, 1 p. 88, 18 De Boer
1 οὕτω γοῦν ὁ Ἐρασίστρατος ἔγραψεν ἐν τῷ δευτέρῳ Περὶ πυρετῶν κατὰ τήνδε τὴν λέξιν· “καλῶς οὖν ἔχει τὸν βουλόμενον ὀρθῶς ἰατρεύειν ἐν τοῖς κατ’ ἰατρικὴν γυμνάζεσθαι καὶ μηδὲν τῶν γινομένων συμπτωμάτων ἀζήτητον ἀφεῖναι, ἀλλ’ ἐπισκοπεῖσθαί τε καὶ πραγματεύεσθαι. κατὰ τίνα διάθεσιν
5ἕκαστον αὐτῶν γίνεται. συνέβη γάρ ποτε γυναίου ἐν πυρετοῖς ὄντος καὶ δοκοῦντος ἐλαφρῶς τε καὶ ἀκινδύνως ἔχειν μελάνων οὔρων ἔκκρισιν γίνεσθαι. οἷα τὰ φαυλότατα ἐν τοῖς σημείοις ἀναγράφεται, ζητουμένης τε τῆς ἐκκρίσεως κατὰ τίνα διάθεσιν γεγένηται ἐφαίνοντο τότε τῇ ἀνθρώπῳ καθήκειν αἱ ἡμέραι τῶν καθάρσεων, οὐ γενομένης δὲ ταύτης τῆς ἐκκρίσεως
10ἐπὶ τὴν κύστιν ὁρμὴν λαβεῖν τὰ συνῃλειμένα. καὶ διὰ τὴν τούτων ἔκκρισιν κουφισμὸν μᾶλλον ἄν τις ὑπέλαβε τῇ ἀνθρώπῳ ἢ δυσκολίαν γίνεσθαι· ὃ δὴ καὶ ἐπὶ τοῦ φαινομένου συνέβαινεν.”

223

(1t)

Gal. Adv. Erasistratum XI 155, 1 K Adv. Erasistrateos XI 220, 15
2tet 235, 17 = p. 56 et 128 Kotrc
1 φησὶ γοῦν αὐτὸς ἔν τε ἄλλοις πολλοῖς, κἀν τρίτῳ Περὶ πυρετῶν κατὰ λέξιν οὕτω· “περὶ μὲν οὖν τὰς ἀρχὰς τῶν ἀρρωστιῶν καὶ τὰς τῶν φλεγμονῶν γενέσεις ἀφαιρετέον ἂν εἴη πᾶσαν προσφορὰν ῥοφημάτων τε καὶ σιτίων· γίγνονται γὰρ ὡς τὸ πολὺ αἱ τοὺς πυρετοὺς ποιοῦσαι τῶν φλεγμονῶν διὰ πληθώραν.
5διδομένων οὖν ἐν τοῖς τοιούτοις καιροῖς προσφορῶν καὶ τῆς πέψεως καὶ ἀναδόσεως τὰς καθ’ αὑτὰς ἐνεργείας ἀποδιδουσῶν, πληρουμένων τῶν ἀγγείων τῆς τροφῆς. ἔτι [γε] πλέονάς τε καὶ ἰσχυροτέρας συμβήσεται τὰς φλεγμονὰς γίνεσθαι.” ταῦτα μὲν ὑπὲρ τῶν περὶ πλήθει χωρὶς τραύματος γιγνομένων φλεγμονῶν.

225

(1t)

[Gal.] In Hipp. De hum. comm. XVI 38, 14141
1 περὶ οὗ πράγματος κακῶς ἔλεγον οἱ πολλοὶ τῶν παλαιῶν, μᾶλλον δὲ Ἐρασίστρατος, ὃς περὶ τὰ ἄλλα ἄριστος ἔδοξε, περὶ δὲ τούτου δὲ οὐδὲν εἶχεν εἰπεῖν ἀλλ’ οὐδὲ μέχρι τοῦ μετρίου πιθανόν· ἡγεῖται γὰρ ἄχρηστον ὅλως τὸ ἐπίστασθαι, ὅπως τὰ σιτία κατὰ τὴν γαστέρα πέττεται καὶ πῶς διὰ πέψεως οἱ χυμοὶ καὶ πῶς ἐν ταῖς φλεψὶν ἡ χολή, καὶ
5νομίζει τῆς κενώσεως μόνης φροντιστέον, ἀμελητέον δὲ τῆς γενέσεως. τοῦτο δὲ σαφῶς εἶπεν αὐτὸς ἐν τῷ τρίτῳ Περὶ τῶν πυρετῶν, ἐξαπατᾶται δέ.

226B

(1t)

Gal. De san. tuen. CMG V 4 2 p. 131, 4 Koch
1 οὗτος ὁ κόπος οὐδ’ ὡρῶν ὀλίγων, μή τί γε δυοῖν ἢ τριῶν ἡμερῶν τῆς Ἐρασιστράτου βραδυτῆτος ἀνέχεται, ἀλλ’ αὐτίκα πυρετὸν ἐπιφέρει σφοδρότατον, ἢν μή τις φθάσας
ἀποχέῃ τοῦ αἵματος.142

229

(1t)

Gal. De loc. aff. V 3 VIII 311, 1 K
1 κατὰ δὲ τὸν αὐτὸν τρόπον εὔλογον γίγνεσθαι καὶ τὰς ἐκ τοῦ θώρακος αἵματός τε καὶ πύου πτύσεις, ἐφ’ ὧν Ἐρασίστρατος ζητῶν τὰς ὁδούς, ἀπίθανα γράφει κατὰ τὸ Περὶ τῆς ἀναγωγῆς τοῦ αἵματος ἐν τῇδε τῇ ῥήσει· “ἡ δὲ ὁδὸς ἐπὶ τὴν ἀναγωγὴν τοῦ αἵματος τοῖς ἀπὸ τούτων τῶν τόπων ἀναφερομένοις τοιαύτη τις γίγνεται.
5ἀπὸ τῆς παρὰ τὴν ῥάχιν κειμένης ἀρτηρίας ἀποφύσεις εἰσὶν ἀγγείων παρ’ ἑκάστην πλευράν, ὁμοίως ἐκ τε τῶν δεξιῶν καὶ τῶν ἀριστερῶν· αὗται δ’ εἰς τοὺς πλησίον τόπους ἐπὶ πλεῖον σχιζόμεναι εἰς ἄδηλα τῇ αἰσθήσει ἀποτελευτῶσιν. ὅταν οὖν γένηταί τις εἰς ταύτας τὰς ἀρτηρίας παρέμπτωσις αἵματος. κατὰ τὴν κοίλην ἀρτηρίαν ἐνίοτε λαμβάνει τὴν
10ἀναφορὰν ἐπὶ τοὺς περὶ τὸν πνεύμονα τόπους καὶ κατὰ τὰς προσφύσεις, αἷς ὁ πνεύμων προσπέφυκεν τῇ ἀρτηρίᾳ κατὰ τὴν ῥάχιν· γίγνεται γάρ τις καὶ ταύτῃ τῶν παρεμπεπτωκότων ἐπάνοδος εἰς τὸν πνεύμονα· ἐκ δὲ τοῦ
πνεύμονος, ὅπως εἰς τὴν ἀναγωγὴν ἐπανέρχεται, πρότερον εἴρηται.”143

230

(1t)

Gal. De loc. aff. V 3 VIII 317, 3 K
1 θαυμάσαι δὲ ἔστιν ἔτι μᾶλλον, ὅπως αὐτὸς Ἐρασίστρατος ἐπιμελέστατα περὶ τῆς τοῦ πύου κενώσεως, ἥν τ’ ἐν τοῖς ἐμπυήμασιν ἴσχει, τὴν μάχην οὐ σύνοιδεν, ἣν ἡμῖν καὶ ἅπασι τοῖς ἄλλοις ἀνθρώποις οἱ δύο λόγοι πρὸς ἀλλήλους ἔχειν φαίνονται. γνωσθήσονται δ’ ἐναργῶς, παραγραφείσης αὐτοῦ τῆς ῥήσεως, ἐχούσης κατὰ λέξιν
5οὕτως· “ἐν δὲ τοῖς αὐτοῖς τούτοις πάθεσι πύου ἀνακάθαρσις ἐνίοτε πολλοῦ γίνεται· ἡ δ’ αἰτία τούτου παρὰ τὴν φύσιν τῶν ἀγγείων γίνεται· ἐπιλογισμὸς δ’ αὐτῶν ὅδε· ἐκ τῆς καρδίας ἀπόφυσις φλεβὸς εὐμεγέθης κεῖται παρὰ τὴν ῥάχιν, ἀποτελευτῶσα καθ’ ὃν τόπον αἱ φρένες ἐκ τῶν σπονδύλων ἐκπεφύκασιν· ἀπὸ δὲ ταύτης αἱ παρὰ τὰς πλευρὰς τείνουσαι
10καὶ ταῖς ἀρτηρίαις παρακείμεναι φλέβες τὴν ἀπόφυσιν ἔχουσιν. ὅταν οὖν ἕλκωσις ἐν τοῖς τόποις τούτοις ἢ ἀπόστημα γένηται, πλείονος πύου συναγωγὴν ποιούμενον, εἰς μὲν τὸ μεταξὺ τοῦ πνεύμονος καὶ τῶν πλευρῶν οὐ ῥᾳδίως τὴν ἔκχυσιν λαμβάνει, διὰ τὸ τὸν ὑμένα ὑπεζωκότα τὰς πλευρὰς νευρώδη τε καὶ ἰσχυρὸν καὶ δυσδιαίρετον εἶναι· συρρήγνυται δ’ εἰς τὰ ἐντὸς
15ἀγγεῖα τοῦ ὑμένος κείμενα. λεπτοτέρας δὲ καὶ ἀσθενεστέρας οὔσης τῆς φλεβὸς ἢ τῆς ἀρτηρίας, πρότερα ταῦτα τὰ ἀγγεῖα τῶν περὶ τὰς ἀρτηρίας διαιρεῖται· κατὰ δὲ τὰς διαιρέσεις ἡ ἀνάχυσις τοῦ πύου εἰς τὰς φλέβας γίνεται. ἐπὶ μὲν οὖν τοὺς κάτω τόπους οὐ γίνεται τοῦ πύου διέξοδος, διὰ τὸ μὴ διικνεῖσθαι τὴν φύσιν τῶν φλεβῶν, ἀλλὰ τὴν ἀποτελεύτησιν ἔχειν,
20καθάπερ εἴρηται, κατὰ τὴν ἔκφυσιν τοῦ διαφράγματος· πληρουμένων δὲ ἀεὶ τῶν συνεχῶν τόπων, τὴν ἐπάνοδον λαμβάνειν ἀναγκαῖον εἰς τοὺς ἐπάνω τόπους. ἐπινοεῖν οὖν δεῖ τὴν γινομένην κατὰ τὴν ἀναπνοὴν τοῦ πνεύμονος
ἐνέργειαν, καὶ τὴν ὁλκήν τε καὶ δίωσιν τοῦ πνεύματός τε καὶ τῶν ὑγρῶν, καὶ ὅτι κατὰ τοῦτον τὸν τρόπον ἡ τοῦ πύου ἐπάνοδος ἀπὸ τῶν πλευρῶν εἰς144
25τὸν πνεύμονα γίνεται· ἡ δ’ ἐκ τοῦ πνεύμονος ἀναγωγὴ ὃν τρόπον γίνεται, πρότερον εἴρηται.”

231

(1t)

Gal. Adv. Erasistratum XI 148, 1 K, Adv. Erasistrateos XI 230, 234 K
1 σχεδὸν γὰρ οὔτε τοὔνομα τῆς φλεβοτομίας ἔστιν εὑρεῖν ἐν οὐδενὶ συγγράμματι, πλὴν ἅπαξ ἐν τῷ Περὶ αἵματος ἀναγωγῆς, ἐπιμνησθέντος αὐτοῦ κατὰ τὸ πάρεργον μᾶλλον, ὡς ἄν τῳ δόξειε, ἢ μετά τινος ἀξιολόγου σπουδῆς. μάθοις δ’ ἂν ἐξ αὐτῆς τῆς ῥήσεως ἐχούσης ὧδε· “ἀποδέσεις δὲ ποιεῖσθαι ἐρίοις παρά τε τὰς μασχάλας
5καὶ τοὺς βουβῶνας μὴ ὥσπερ ἔνιοι τῶν μιμουμένων τὰς θεραπείας οὐδενὶ παρακολουθοῦντες [περ] αἵματος χάριν ταῦτα ποιοῦντες, ἀλλἀποπιέζοντας ἱκανῶς τοῖς δεσμοῖς. ἐν γὰρ τοῖς ἀποδουμένοις μέρεσι τοῦ σώματος πλεῖον αἷμα ἀπολαμβάνεται· δηλοῖ δὲ ἥ τε διάτασις τῶν φλεβῶν καὶ ἡ φλεβοτομία· πολὺ γὰρ πλεῖον ῥεῖ, ὅταν ἀποδεθῇ τὸ φλεβο‐
10τομούμενον μέρος τοῦ σώματος. ἐπὶ δὲ τῆς ἀναγωγῆς τοῦ αἵματος πλεῖστον ἀπολαμβάνεται τοῦ αἵματος ἀπὸ τῆς ἀποδέσεως ἔν τε τοῖς σκέλεσι καὶ τοῖς βραχίοσιν. ἐλάσσους γὰρ γινομένου τοῦ περὶ τὸν θώρακα καὶ ἐλαφροτέρα ἔσται ἡ ἀναγωγή. τὸ δ’ αὐτὸ τοῦτο βούλονται ποιεῖν καὶ οἱ φλεβοτομοῦντες τοὺς ἀνάγοντας τὸ αἷμα. ἀλλὰ πολὺ βέλτιον ὁ Χρύσιππος,
15οὐ μόνον τὸ παρὸν ἐπιβλέπων, ἀλλὰ καὶ τοῦ ἐπιφερομένου κινδύνου φροντίζων. ἐχόμενος γὰρ τοῦ περὶ τὴν ἀναγωγὴν ὁ κατὰ τὴν φλεγμονὴν κίνδυνος, ἐν ᾧ προσφέρειν μὲν οὐ ῥᾴδιον, φλεβοτομηθέντι δὲ καὶ πολὺν χρόνον ἀσιτήσαντι κίνδυνος ἐκλυθῆναι. ὁ δὲ τὴν ἐνυπάρχουσαν τροφὴν ἐν τῷ σώματι κατεργαζομένην εἰς τόπους ἀλύπους μεταστησάμενος, καθ’ ὃν
20καιρὸν ὁ τῆς ἐκλύσεως κίνδυνος 〈...〉 ὅταν δὲ οὕτως παραλλάξῃ, ἐξ ἑτοίμου ταύτῃ δὴ χρώμενος καὶ μηδὲν προσφέρειν ἀναγκαζόμενος, ἄκρως περιττὸς τῇ διανοίᾳ καὶ ἄξιος ἐπαίνου καὶ δι’ ὅλου ἀκολουθῶν αὐτὸς
ἑαυτῷ.”145

232

(1t)

Gal. Adv. Erasistrateos XI 255, 10 cf. p. 81 et 163 Kotrc
1 οὐ μήν γε ὁ Ἐρασίστρατος ἔγραψεν ὑπὲρ αὐτῶν, ὥσπερ γε οὐδὲ ἐν τοῖς Περὶ παραλύσεως ἢ Περὶ ποδάγρας. αἰτιᾶται μὲν γὰρ κἀκεῖ τὴν πληθώραν, οὔτε δὲ φλεβοτομίας 〈...〉 οὔτε τινὶ τῶν δραστηρίων χρῆται καθαρτικῶν φαρμάκων. ἔτι δὲ ἐναργέστερον ἐδήλωσε τὴν ἑαυτοῦ γνώμην ἐν τῷ Περὶ αἵματος ἀναγωγῆς, ἐν ἐκείνῳ
5τῷ μέρει τοῦ γράμματος ἔνθα φησὶν ἐνίους τῶν ἀνθρώπων εἰς κίνδυνον ἥκειν αἵματος ἀναγωγῆς ἐπισχεθείσης αὐτοῖς συνήθους ἐκκρίσεως. μεμνημένος γὰρ ἅμα ταῖς ἄλλαις ἐπισχέσεσι καὶ τῆς τῶν αἱμορροίδων ἀφαιρέσεως, οὐχ ἁπλῶς εἶπεν ὅτι κενοῦν χρὴ τοὺς τοιούτους, ἀλλὰ καὶ κατ’ εἶδος ἔγραψε τὰ κενωτικὰ βοηθήματα, καθάπερ ἐν τοῖς ἄλλοις βιβλίοις, οὕτω κἀνταῦθα, τὰ δοκοῦντα αὐτῷ πάντα χωρὶς τῆς φλεβοτομίας. ἔχει δὲ ἡ
10ῥῆσις ὧδε· “τοῖς μὲν οὖν νῦν ἐνεστῶσιν οἷς ἔκρυσις αἵματος πλείων εἴθισται γίγνεσθαι. ἐκκρίσεις ἁρμόττοιεν ἂν οὐρήσεών τε καὶ ἱδρώτων. ἁρμόζει δὲ καὶ ἡ συστολὴ τῶν προσφερομένων καὶ περιπάτων πλῆθος
ἐπιπέδων μὴ ταχέων.”146

240

(1t)

Gal. De atra bile 5, 18 CMG V 4 1, 1, 1 p. 81, 16 De Boer
1 ὡμολόγησε δὲ καὶ ὁ Ἐρασίστρατος αὐτὸς ὑπὸ τοῦ τοιούτου χυμοῦ γίνεσθαί τινα πάθη, καίτοι παντὶ τρόπῳ φυλαττόμενος αἰτιᾶσθαι τοὺς μοχθηροὺς χυμούς, ἀλλὰ τούς γε γλίσχρους καὶ παχεῖς αὐτὸς ἀπεφήνατο παραλύσεως αἰτίους γίνεσθαι γράψας οὕτως· “τὸ μὲν οὖν πάθος συμβαίνει παρεμπτώσεως ὑγρῶν γινομένης εἰς
5τὰ τοῦ πνεύματος ἀγγεῖα τὰ ἐν τοῖς νεύροις, δι’ ὧν αἱ κατὰ προαίρεσιν κινήσεις συντελοῦνται.” καὶ μετ’ ὀλίγα “ἡ δὲ παρέμπτωσις” φησί, “γίνεται ἐκ τῆς τροφῆς, ὑφ’ ἧς τὰ νεῦρα τρέφεται· αὕτη δὲ γλίσχρος καὶ ὅλκιμος καὶ δυσέκκριτος”. ὅτι δὲ καὶ ἀποπληξίας καὶ ληθάργου καὶ ἐπιληψίας ἑτέρων τε πολλῶν ὁ τοιοῦτος χυμὸς ἀθροιζόμενος αἴτιός ἐστιν, οὐκ ἔτι εἶπεν.148

241

(1t)

Anonymus Parisinus p. 550 Fuchs
1παραλύσεως αἰτία Ἐρασίστρατος μέν φησι κατὰ τὸ ἀκόλουθον τῶν ἐν ταῖς φλεψὶν ὑγρῶν εἰς τὰ τῶν νεύρων κοιλώματα, δι’ ὦν αἱ κατὰ προαίρεσιν κινήσεις γίνονται, παρεμπιπτόντων καὶ τὴν καταφερομένην δύναμιν ἀπὸ τῆς ἀρχῆς εἰς τὸ σῶμα κωλυόντων.

242

(1t)

Gal. In Hipp. Prorrhet. I CMG V 9, 2 p. 90, 11 Diels
1 εἶτα διττῶς αὐτῶν γιγνομένων, ὡς Ἐρασίστρατος ἐν τοῖς Περὶ Παραλύσεως εἶπεν “αἱ μὲν γὰρ ξυνάγουσι καὶ ξυντείνουσιν, αἱ δὲ ἐκλύουσί τε καὶ χαλῶσιν τὰς διαρθρώσεις” εἰρῆσθαί φασι νῦν ἀπ’ αὐτοῦ (sc. ab auctore Prorrhetici) τὸ κατ’ ἔκλυσίν τε καὶ χάλασιν τῶν νευρωδῶν σωμάτων εἶδος τῆς παραπληγίας.

243

(1t)

Gal. In Hipp. De off. med. XVIII B 867, 1 K
1 ἡ μὲν οὖν ἧττον τοῦ συμμέτρου γιγνομένη διάτασις, ἐάν τε ἐπὶ καταγμάτων ἐάν τε ἐπὶ ἐξαρθρημάτων μόνην ἀποτυχίαν φέρει· διαπλάσεως μὲν ἐπὶ τῶν καταγμάτων, ἐμβολῆς δ’ ἐπὶ τῶν ἐξαρθρημάτων. οὐ μὴν ἄλλην γέ τινα βλάβην ἰδίαν ἔχει, καθ’ ἅπερ ἡ μᾶλλον· αὕτη 〈γὰρ〉 ὀδυνηρὰ μὲν ἐνεργουμένη, φλεγμονὰς δ’ ἐξ ὑστέρου καὶ
5πυρετοὺς καὶ σπασμούς, ἐνίοτε καὶ παραλύσεις ἐπιφέρει, καθάπερ Ἐρασίστρατος
ἑωρακέναι φησὶν ἐπὶ τοῦ κατ’ ὦμον ἄρθρου διαταθέντος ἐπὶ πλέον.149

247

(1t)

Gal. De consuetud. CMG Suppl. III p. 12, 5 Schmutte—Pfaff
1 Ἐρασίστρατος δ’ ἐν τῷ δευτέρῳ Περὶ παραλύσεως ὧδέ πως ἔγραψεν· δεῖ δὲ πολλὴν πάνυ ἐπίσκεψιν ποιήσασθαι περὶ συνηθείας καὶ ἀσυνηθείας τὸν μέλλοντα κατὰ τρόπον ἰατρεύειν. λέγω δὴ τὸ τοιοῦτον· πόνους τοὺς μὲν συνήθεις πολλοὺς πονοῦντες ἄκοποι διατελοῦσιν ὄντες, τοὺς δὲ ἀσυνήθεις
5ὀλίγους πονήσαντες ὑπόκοποι γίνονται. βρώματά τε ὅσα συνήθη δυσπεπτότερα ὄντα ἔνιοι ῥᾷον πέττουσιν ἢ τὰ ἀσυνήθη εὐπεπτότερα ὄντα. ἐκκρίσεις δὲ καὶ τὰς συνήθεις, κἂν ἀλυσιτελεῖς ὦσιν, εἰς συνήθειαν δὲ ἥκωσι, ἐπιζητεῖ τὸ σῶμα καὶ ἀποστερούμενον τούτων εἰς νόσους ἐμπίπτει, οἷον γίνεται περί τε τὰς τῶν αἱμορροίδων φορὰς καὶ 〈τὰσ〉 καθάρσεις, ἃς
10ἔνιοι αὑτοῖς συνήθεις ποιοῦνται, καὶ δι’ ἑλκῶν κατὰ χρόνον ἐκπιπτόντων καὶ ἰχορροούντων, καὶ ὡς ἐνίοις κατά τινας καιροὺς χολέραι γίνονται. ἁπάσας γὰρ τὰς τοιαύτας ἐκκρίσεις ἀλυσιτελεῖς οὔσας ἐπιζητεῖ τὸ σῶμα καὶ μὴ γινομένων αὐτῶν κατὰ τοὺς εἰθισμένους καιροὺς εἰς πάθη ἐμπίπτουσιν, οἷς συνήθη τὰ τοιαῦτα.
15 φαίνεται δὲ καί τινα τοιαῦτα γινόμενα κατὰ τὰς συνηθείας· ὧν ἐπιστάμεθα ἐπῶν 〈ἢ〉 ἰάμβων εἴ τις κελεύσειεν ἡμᾶς εἰπεῖν ἐκ μέσου στίχους δύο ἢ τρεῖς ἀσυνήθεις ὄντας τοῦ τοιούτου, οὐκ ἂν εὐπόρως δυναίμεθα, κατὰ δὲ τὴν ἐφεξῆς ἀρίθμησιν ἐπὶ τοὺς αὐτοὺς τούτους ἐλθόντες στίχους ἐξ ἑτοίμου ῥᾳδίως ἐροῦμεν· συμβαίνει δὲ καὶ τοιοῦτόν τι·
20οἱ μὲν ἀσυνήθεις τοῦ μανθάνειν βραδέως τε καὶ ὀλίγον μανθάνουσι, συνηθέστεροι δὲ γενόμενοι πολὺ πλεῖον καὶ ῥᾷον τοῦτο ποιοῦσι. γίνεται δὲ καὶ περὶ τὰς ζητήσεις ὅμοιον· οἱ μὲν γὰρ ἀσυνήθεις τὸ παράπαν τοῦ ζητῆσαι ἐν ταῖς πρώταις κινήσεσι τὴν διάνοιαν τυφλοῦνται καὶ ἀποσκοτοῦνται καὶ εὐθέως ἀφίστανται τοῦ ζητεῖν κοπιῶντες τῇ διανοίᾳ καὶ
25ἐξαδυνατοῦντες οὐκ ἧττον ἢ ὅσοι πρὸς δρόμους ἀσυνήθεις ὄντες προσέρχονται· ὁ δὲ συνήθης τοῦ ζητεῖν πάντη διαδυόμενός τε καὶ ζητῶν τῇ διανοίᾳ καὶ μεταφερόμενος ἐπὶ πολλοὺς τόπους οὐκ ἀφίσταται τῆς ζητήσεως, οὐχ ὅτι ἐν μέρει ἡμέρας ἀλλ’ οὐδὲ ἐν παντὶ βίῳ ἀναπαύων τὴν ζήτησιν· καὶ μεταφέρων ἐπ’ ἄλλας ἐννοίας τὴν διάνοιαν, οὐκ ἀλλοτρίας
30μὴν
30τοῦ ζητουμένου, προβαίνει ἐπὶ τὸ προκείμενον ἐλθεῖν. οὕτως φαίνεται ἄχρι νῦν τὰ τῆς συνηθείας ἰσχύειν ἐν ἅπασι τοῖς ἡμετέροις πάθεσιν ὁμοίως ψυχικοῖς καὶ σωματικοῖς. περὶ μὲν δὴ τούτων εἰς τὸ παρὸν ἱκανῶς εἰρήσθω. ἐν δὲ τοῖς καθόλου λόγοις ὑπὲρ ἰατρικῆς λεγομένοις ἐπὶ πλέον ἐξηρίθμηται ἀναγκαίαν ἔχοντα τὴν ἐπίσκεψιν, εἰ μέλλοι μὴ πολλὰ τῶν
35κατ’ ἰατρικὴν χωλεύειν.151

248

(1t)

Anonymus Parisinus p. 555 Fuchs
1ὕδρωπος αἰτία Ἐρασίστρατος σκίππωσιν τοῦ ἥπατος αἰτίαν ὑποτίθεται ὑδρώπων καὶ τῶν ἐν τούτῳ φλεβῶν καὶ τοῦ αὐτῶν κοιλώμα〈τοσ〉 στενότητα ὡς μὴ δύνασθαι τὸ παχὺ καὶ γεῶδες παραδέχεσθαι τῆς τροφῆς, ἀλλὰ τὸ λεπτὸν καὶ ὑδατῶδες, ὅπερ †παρελύσατο διὰ τῆς
5κοιλίας φερόμενον καὶ τῶν ἐντέρων, διὰ 〈τῶν κατὰ〉 τὴν κάτω κοιλίαν χιτώνων τῶν φλεβῶν †ἐπιδεομένων† ἐπὶ τὸ μεταξὺ τοῦ περιτοναίου καὶ τῶν ἐντέρων ἐκχεῖται.

249

(1t)

[Gal.] Introductio XIV 746, 13 K
1 αἰτία παντὸς ὑδέρου, ὡς μὲν Ἐρασίστρατός φησιν, φλεγμονὴ ἥπατος, ἢ σπληνὸς χρονισθεῖσα καὶ σκιρρωθεῖσα· ἐμποδίζουσα γὰρ τῆς τροφῆς τὴν ἐν τοῖς σπλάγχνοις
τούτοις κατεργασίαν τε καὶ ἀνάδοσιν εἰς πᾶν τὸ σῶμα ἐξυδαρεῖ αὐτήν, καταψυχθεῖσα δὲ παρεγχεῖται μεταξὺ ἐντέρων καὶ περιτοναίου.152

250

(1t)

Gal. Nat. fac. II 8 SM III 180, 10 Helmreich
1 τό τε γὰρ τῇ στενοχωρίᾳ τῶν ὁδῶν κωλύεσθαι νομίζειν πρόσω τοῦ ἥπατος ἱέναι τὸ αἶμα καὶ μηδέποτ’ ἂν ἄλλως ὕδερον δύνασθαι συστῆναι πῶς οὐκ ἐσχάτην ἐνδείκνυται ῥᾳθυμίαν; ἀλλ’ ἀεὶ διὰ τὸν ἐν τῷ ἥπατι σκίρρον ὕδερον οἴεσθαι γίγνεσθαι τελέως ἀργοῦ τὴν διάνοιαν ἀνθρώπου καὶ μηδενὶ τῶν ὁσημέραι γινομένων παρακολουθοῦντος.

253

(1t)

Gal. In Hipp. Aphorismos XVIII A 39, K
1 γέγραπται δὲ καὶ πρὸς Ἐρασιστράτου λεπτομερέστερον περὶ τῶν ὑδερικῶν ἐπὶ πλεόνων φάσκοντος αὐτοῦ πεπειρᾶσθαι τῆς ἀθρόας κενώσεως, πυρετούς τε φερούσης καὶ θάνατον. ὁρῶμεν δ’ ἐπὶ τῶν ἄλλων μορίων, ὥσπερ ἐπὶ θώρακος, ὅταν ὄγκος τις ἐμπυήσῃ μέγας, ἐπισφαλῆ γινομένην τὴν ἀθρόαν κένωσιν, ἔν γε τῷ παραχρῆμα
5λειποψυχούντων τε καὶ καταπιπτόντων τὴν δύναμιν καὶ μετὰ ταῦτα δυσανάκλητον ἐχόντων τὴν ἀσθένειαν. ἔοικεν οὖν ἐπὶ μὲν τοιούτων ἐκ τῆς ἐπὶ πολὺ τῶν σωμάτων διαστάσεως καὶ τῆς τοῦ πύου δριμύτητος. ἀνεστομῶσθαί τινα τῶν ἀρτηριωδῶν ἀγγείων, ἃ πότερον μὲν οἷον ἐπίπωμά τι τῷ πῦον εἶχε, κενωθέντι δ’ ἀθρόως τῷ πύῳ συνέπεται καὶ συνεκκρίνεται πνεῦμα καὶ κατὰ τοῦτο ἡ βλάβη γίνεται τοῖς κάμνουσιν. κατὰ μέντοι
10τοὺς ὑδέρους οὐ διὰ τοῦτο μόνον βλάβη γίνεται τοῖς κάμνουσιν, ἀλλὰ καὶ ὁ τοῦ σπλάγχνου σκίρρος, ὡς ἂν μηκέτ’ ὀχούμενος ὑπὸ τῆς ὑδατώδους οὐσίας, κατασπᾷ τό τε
διάφραγμα καὶ τὰ κατὰ τὸν θώρακα σπλάγχνα.153

256

(1t)

Anonymus Parisinus p. 553 Fuchs
1 ἥπατος φλεγμονῆς αἰτία κατὰ μὲν Ἐρασίστρατον παρεμπτώσεως αἵματος ἐκ φλεβῶν εἰς ἀρτηρίας κατὰ τὰς
ἀναστομώσεις γινομένης ἐν ἥπατι καὶ διατείνοντος ταύτας τὴν φλεγμονὴν γίνεσθαι.154

259

(1t)

Gal. Adv. Erasistrateos XI 214, 11 K ed. Kotrc 50—51 et 120—122
1 ἄκουσον γοῦν ἃ γράφει κατὰ τὴν περὶ τῆς κοιλίας πραγματείαν· προσφέρειν δὲ τὴν μὲν πρώτην προσφορὰν ἄλφιτα κριμνώδη πεφρυγμένα εὖ ἀποσεσηκότα τὴν πάλην· ὅταν δὲ προσφέρεσθαι μέλλῃ, ἔν τινι ψυκτῆρι ἐπιχέαντα ὕδωρ φυράσαντα διδόναι, μὴ εἰς ἅπαξ δὲ [ἅπαν] ὃ ἂν μέλλῃς διδόναι φυράσῃς,
5ἀλλὰ δὶς ἢ τρίς, ὅπως μὴ ξηρὰ γινομένη ἡ μᾶζα δυσανάλωτος 〈ᾖ,〉 ἢ πολὺ τὸ ὑγρὸν ἀναδέξηται· οὐδὲν γὰρ τούτων χρήσιμον. προεσθίειν δὲ διδόναι τῶν κιχωρίων συχνὰ εἰς ὄξος μὴ δριμὺ βάπτοντας καὶ ἐπὶ τῶν σιτίων ἀναλίσκειν· ἑφθὰ κιχώρια· ἑψεῖν δὲ δύο παρασκευάζοντα χύτρας, καὶ εἰς
10μὲν τὴν μίαν ἐμβάλλοντα ἑψεῖν, ὅταν δὲ ἤδη καθεψηθέντα εὖ μάλα ᾖ καὶ ἡ ἑτέρα χύτρα τοῦ ὕδατος ζέῃ, †μετεξελεῖν† αὐτὰ εἰς τὴν ἑτέραν. εἶναι δὲ δέσμια ὅπως εὐμετακίνητα ᾖ. συνεψήσαντα δὲ καὶ ἀποχέαντα τὸ ὕδωρ
ἀρτύσαι ἁλὶ καὶ ἐλαίῳ καὶ διδόναι προσφέρειν.156

260

(1t)

Gal. De comp. med. sec. locos XIII 206, 13 K
1 τὰ μὲν οὖν κιχώρια καὶ ἡ σέρις ἐκ τῶν ἐδωδίμων εἰσίν, παρ’ ἡμῖν γοῦν οἱ κατὰ τοὺς ἀγροὺς ἐσθίουσιν ἄμφω ταῦτα καὶ ὠμὰ καὶ ἑφθά. χρῆται δὲ αὐτοῖς καὶ ὁ Ἐρασίστρατος ἱκανῶς, ἐν οἷς θεραπεύει τὰ κατὰ τὴν κοιλίαν πάθη.

261A

(1t)

Gal. In Hipp. Aphor. XVIII A 6, K
1 ἐπεὶ Ἐρασίστρατος ἐν τῷ δευτέρῳ Περὶ κοιλίας κατεψεύσατό τε τῶν ἑαυτοῦ πρεσβυτέρων, ἐτάραξέ τε καὶ συνέχει τὴν ἔννοιαν τῆς λειεντερίας, ἄμεινον εἶναί μοι δοκεῖ καὶ ταῦτα προσθεῖναι, καὶ πρῶτά γε αὐτὴν τὴν Ἐρασιστράτου παραγράψαι ῥῆσιν ἔχουσαν οὕτως· “περὶ τῆς καλουμένης λειεντερίας ῥητέον. οἱ μὲν οὖν
5πρότερον ἰατροὶ εἰς τρία μέρη διῄρουν τὸ πάθος, λειεντερίαν, δυσεντερίαν, τεινεσμόν. καί τινες μὲν ἐν τοῖς ἐκκρινομένοις τὰς διαφορὰς τοῦ πάθους θεωροῦντες καὶ λέγοντες· ὅτε μὲν γὰρ αἱματώδη τε καὶ μυξώδη προχωροίη τὰ ἀπὸ τῆς κοιλίας, τότε μὲν δυσεντερίαν τὸ πάθος ἐκάλουν. εἰ δ’ ἄπεπτα εἶεν τὰ διαχωρούμενα, μεμιγμένα δὲ τοῖς αἱματώδεσί τε καὶ μυξώδεσι,
10λειεντερίαν, ὅτε δὲ ὑπίοι χολώδεα τοῖς αἱματώδεσι καὶ μυξώδεσι
μεμιγμένα, τεινεσμὸν προσηγόρευον τὸ πάθος.”157

261B

(1t)

Anonymus Parisinus p. 555 Fuchs
1 καὶ περὶ δυσεντερίας συνεφώνησαν οἱ παλαιοὶ ὁμοίως κατὰ τὰ ἐκκρινόμενα, τὴν δ’ αἰτίαν ἕκαστος κατὰ τὴν τῆς φλεγμονῆς γένεσιν ὑπέθετο, ὃς μὲν γὰρ παρέμπτωσιν, ὃς
δὲ σῆψιν, ὃς δὲ ἐκχόλωσιν ἔφη.158

270

(1t)

Dioscurides De materia medica IV 64, 6 III 220, 18 Wellmann
1Ἐρασίστρατον μέντοι Διαγόρας φησὶν ἀποδοκιμάζειν αὐτοῦ τὴν χρῆσιν ἐπί τε
ὠταλγίας καὶ ὀφθαλμιώντων διὰ τὸ ἀμβλυωπῆ εἶναι καὶ καρωτικόν.160

278A

(1t)

Philumenus De venenatis anim. CMG X 1 c. 1 Wellmann
1Περὶ βασιλίσκου Ἐρασίστρατος δέ φησιν καστορίου 𐅻γʹ πινομένας σὺν οἴνῳ βοηθεῖν, ὡσαύτως καὶ τὸν τοῦ μήκωνος ὀπόν.

278B

(1t)

Paulus Aegineta V 20 CMG IX 2
2tp. 21, 21 Heiberg
1Περὶ βασιλίσκου
3 Ἐρασίστρατος δέ φησιν· ὅταν βασι‐ λίσκος δάκνῃ, πληγὴ ὑπόχρυσος
5γίνεται· καὶ συμφέρειν αὐτοῖς φησι καστορίου 𐅻γʹ πινομένας, ὡσαύτως δὲ καὶ τὸν μήκωνος
ὀπόν.Column end
9tPs. Dioscurides De ven. an. ed.
10tSprengel apud Kühn XXVI 74 et 90
11 Ἐρασίστρατος ἐν τῷ καλουμένῳ Περὶ δυνάμεων καὶ θανασίμων, περὶ τοῦ βασιλίσκου ῥητῶς οὕτω φησί· ὅταν δὲ ὁ βασιλίσκος δάκνῃ, πλη‐
15γὴ ὑπόχρυσος γίνεται·

279

(1t)

Ps. Dioscurides De venenatis animalibus ed. Sprengel apud Kühn XXVI 77
1 οὐκ ἀλόγως δὲ ὁ Ἐρασίστρατος ἐπιμέμφεται τοῖς ἀγνώστους δυνάμεις πρὸς τὴν χρείαν ἀναγεγραφόσιν, ὡς χολὴν ἐλέφαντος καὶ αἷμα κροκοδείλου καὶ αἷμα χελώνης καὶ ὠά, καὶ τὰ παραπλήσια· δοκοῦσι μὲν γάρ τινα πεποιῆσθαι παράδοσιν ὠφελούντων,
ἐξηπατήκασι δὲ αὐτὰ μόνα τοὺς ἐντυγχάνοντας.162

280

(1t)

Philumenus De ven. an.
2tCMG X 1 c. 22 Well‐
3tmann
4tPaulus Aegineta V 18 CMG
5tIX 2 p. 20, 5 Heiberg
6tPs. Dioscorides De ven. an.
7t15 Sprengel apud Kühn
8tXXVI 72 et 89
1 Ἐρασίστρατός φησι αὐτοῖς πεπονθέναι τὸ ἧπαρ καὶ τὴν κύστιν καὶ τὸ κόλον· ἀνατμηθέντων γὰρ αὐτῶν διεφθαρμένα πως εὑρίσκεται ταῦτα τὰ μέρη.

281,col1

(1t)

Philumenus De ven. anim. CMG XI
2tcap. 17 Wellmann
1 Ἐρασίστρατος δὲ ἔγραψεν μὲν πολλὰ πρὸς ἐχεοδήκτους, τὰ δὲ δοκιμώτατά ἐστι τάδε·
5τοὺς τῶν ὀρνίθων ἐγκεφάλους ἐν οἴνῳ πινομένους ἀρήγειν, καὶ τοῦ πάνακος τὴν ῥίζαν συγκαθεψομένην ἀκράτῳ, καὶ κράμβης ἡμέρου σπέρματος ὀξύβαφον λεῖον πινόμενον μετ’ οἴνου· ἀγαθὸν δὲ καὶ τὸν δάκτυλον καταβάπτοντα εἰς πίσσαν ὑγρὰν εἶτα
ἀποκλύζοντα εἰς οἶνον πίνειν.Column end

281,col2

(1t)

Ps. Dioscorides De ven. an. Spren‐
2tgler apud Kühn XXVI 87
1Ἐρασίστρατος δὲ ἐν τῷ Περὶ δυνάμεων ἀνεγράψατο καὶ ἄλλα τινὰ πλείονα φησι βοηθεῖν δυνάμενα τοῖς ἐχεοδήκτοις· τὰ δοκιμώτατα δὲ τοιαῦτα·
5τοὺς τῶν ὀρνίθων ἐγκεφάλους ἐν οἴνῳ πινομένους ἀρήγειν, καὶ τοῦ πάνακος τὴν ῥίζαν συγκαθεψομένην ἀκράτῳ, καὶ κράμβης ἡμέρου σπέρματος ὀξύβαφον λεῖον πινόμενον μετ’ οἴνου· ἀγαθὸν δὲ καὶ τὸν δάκτυλον καταβάπτοντα εἰς πίσσαν ὑγρὰν εἶτα
ἀποκλύζοντα εἰς οἶνον πίνειν.Column end || Page end163

282

(1t)

Scholia in Nicandri Alexipharmaca, v. 65 p. 52 Geymonat
1 θηλυτέρης γὰρ πώλοιο νέας γυναικός φησι, καὶ οὐ πώλου ἵππου. ὅτι δὲ χρήσιμον τὸ γυναικεῖον γάλα καὶ Ἐρασίστρατος μαρτυρεῖ ἐν τῷ Περὶ θανασίμων.

283,col1

(1t)

Gal. De comp. med. sec. locos XII 735 K
1 Πάγχρηστος Ἐρασιστράτου πρὸς τὰ τραχώματα καὶ πάσας ὀφθαλμίας καὶ ὦτα πυορροοῦντα καὶ πρὸς τὰ δυσεπού‐ λωτα ἕλκη καὶ τὰς ἐν στόματι νομάς·
5 χαλκοῦ κεκαυμένου δραχμὰς βʹ σμύρνης 𐅻βʹ πεπέρεως ὀβολοὺς 〈ιʹ〉βʹ μίσυος ὀπτοῦ 𐅻αʹ κρόκου τριώβολον
10 οἴνου Χίου κοτύλην αʹ γλυκέος κρητικοῦ κοτύλης τὸ ἥμισυ τρῖβε τὰ ξηρὰ τὸν οἶνον ἐπιβάλλων καὶ ὅταν συμπίῃ, ἐπίβαλλε τὸν γλυκὺν καὶ ἀνακόψας κατέρα εἰς χαλ‐
15κοῦν ἀγγεῖον καὶ ἕψε πυρὶ μαλακῷ χρώ‐ μενος, εἶτα ἀπόθου εἰς χαλκῆν
πυξίδαColumn end

283,col2

(1t)

Orib. Syn. CMG VI 1, 1
2tp. 101
1 ἡ Ἐρασιστράτου πάγχρη‐ στος, ὑγρά, θαυμαστή· ποιοῦσα πρὸς φλεγμονὰς τῶν ὀφθαλμῶν καὶ πρὸς τὰς
5ἀρχομένας ὀφθαλμίας καὶ βλέφαρα τραχέα, καὶ σχεδὸν περὶ πᾶσαν ὀφθαλμίαν τῶν ἐνεργῶν, ἐχρῆτο δ’ αὐτῇ καὶ πρὸς αἰδοῖα ἡλκωμένα καὶ
10ὦτα πυορροοῦντα καὶ παρί‐ σθμια καὶ σταφυλὰς καὶ ἐπὶ τοῦ σώματος ἄλλως οὐχ ὑ‐ γιαζόμενα πάθη καὶ μελανί‐ ας τὰς ἐπὶ τῶν ἔλκων καὶ τὰ
15ἐν τοῖς μυκτῆρσι γινόμενα πάθη καὶ τὰ ἐν τῷ στόμα‐ τι. ἐστὶ δὲ χαλκοῦ κεκαυμένου 𐅻βʹ σμύρνης 𐅻αʹ
20μίσυος ὀπτοῦ 𐅻αʹ πεπέρεως ὀβολοὶ ιβʹ κρόκου τριώβολον, οἴνῳ Χίῳ λεαίνεται. εἶτα μί‐
25γνυται γλυκέος κ𐆂ο αʹ, καὶ πάλιν λεαίνεται, ἕως μι‐ γῇ τὸ φάρμακον, εἶτ’ εἰς χαλ‐ κοῦν ἀναληφθὲν ἀγγεῖον ἕ‐ ψεται ἐπὶ μαλακοῦ πυρός, μέ‐
30χρι γένηται ἰξῶδες, εἶτα με‐ ταχεῖται εἰς χαλκῆν πυξίδα καὶ τελέως ἔχει πρὸς τὰς εἰ‐
ρημένας χρείας.Column end

283,col3

(1t)

Paulus Aegineta VII 57 CMG
2tIX 2 p. 346, 11 Heiberg
1ἡ Ἐρασιστράτου πάγχρη‐ στος ὑγρά, θαυμαστὴ ἐπί τε ὀφθαλμικῶν καὶ παρισ‐ θμίων αἰδοίων τε καὶ ὤτων
5πυορροούντων. χαλκοῦ 𐅻ϛʹ μίσυος ὀπτοῦ σμύρνης ἀνὰ 𐅻γʹ κρόκου αʹ L
10πεπέρεως 𐅻αʹ οἴνου Χίου καὶ οἴνου γλυκέος Κρητικοῦ ἀνὰ κοτύλην αʹ L λεάνας πάντα ἐν τῷ οἴνῳ
15ἕως ξηρανθῇ ἐπίχει τὸν γλυκὺν καὶ ἕψε, ἕως μέ‐ λιτος σχῇ πάχος.

283,col4

(1t)

Aetius VII 11 CMG
2tVIII 2 p. 352 Olivieri
1ἡ Ἐρασιστράτου πάγχρη‐ στος ὑγρὰ πρὸς ἐμφυσή‐ ματα κνησμώδη καὶ ξηρο‐ φθαλμίας καὶ ὦτα πυορ‐
5ροοῦντα καὶ πρὸς τὰς δυσκατούλωτα ἕλκη καὶ κυνάγην καὶ τὰς ἐν στό‐ ματι καὶ αἰδοίοις νομάς· χαλκοῦ κεκαυμένου 𐅻ϛʹ
10σμύρνης μίσυος ὀπτοῦ ἄνα 𐅻γʹ πεπέρεως 𐅻αʹ κρόκου 𐅻αʹ𐅵 αὐστηροῦ παλαιοῦ
15κοτύλας γʹ γλυκέος Κρητικοῦ κοτύλην αʹ𐅵 λεῖα ποιήσας τρῖβε σὺν τῷ οἴνῳ καὶ ὅταν συμπίῃ
20ἐπίβαλλε τὸν γλυκὺν καὶ ἑνώσας ἕψε ἐν χαλκῷ ἀγ‐ γείῳ μαλακῷ πυρὶ ἕως ἔχῃ μέλιτος πάχος καὶ
ἀπόθου εἰς χαλκῆν πυξίδα164

284

(1t)

Gellius Noctes Atticae XVIO 3, 6 Marshall
1 nos autem postea, cum librum forte Erasistrati legeremus Διαιρέσεων primum, id ipsum in eo libro, quod Fanorinum audiebamus dicere, scriptum offendimus. verba Erasistrati ad eam rem: pertinentia haec sunt: ἐλογιζόμεθα οὖν παρὰ τὴν ἰσχυρὰν σύμπτωσιν τῆς κοιλίας εἶναι τὴν
5σφόδρα ἀσιτίαν· καὶ γὰρ τοῖς ἐπιπλέον ἀσιτοῦσιν κατὰ προαίρεσιν ἐν τοῖς πρώτοις χρόνοις ἡ πεῖνα παρακολουθεῖ· ὕστερον δὲ οὐκέτι. deinde paulum infra: εἰθισμένοι δέ εἰσιν καὶ οἱ Σκύθαι, ὅταν διά τινα καιρὸν ἀναγκάζωνται ἀσιτεῖν, ζώναις πλατείαις τὴν κοιλίαν διασφίγγειν, ὡς τῆς πείνης αὐτοὺς ἧττον ἐνοχλούσης· σχεδὸν δὲ καὶ ὅταν πλήρης 〈ἡ〉 κοιλία ᾖ, διὰ τὸ κένωμα
10ἐν αὐτῇ μηδὲ εἶναι, διὰ τοῦτο οὐ πεινῶσιν. ὅταν δὲ σφόδρα συμπεπτωκυῖα ᾖ, κένωμα οὐκ ἔχει. in eodem libro Erasistratus vim quandam famis non tolerabilem, quam Graeci βούλιμον appellant, in diebus frigidissimis multo facilius accidere ait, quam cum serenum atque placidum est, atque eius rei causas, cur is
15morbus in eo plerumque tempre oriatur, nondum sibi esse compertas dicit, verba, quibus id dicit, haec sunt: ἄπορον δὲ καὶ δεόμενον ἐπισκέψεως καὶ ἐπὶ τούτου καὶ ἐπὶ τῶν λοιπῶν βουλιμιώντων, διὰ τί ἐν τοῖς ψύχεσιν μᾶλλον
τὸ σύμπτωμα τοῦτο γίνεται ἢ ἐν τοῖς εὐδίαις.165

285

(1t)

Gal. Adv. Erasistrateos XI 199, 8 K cf. ed. Kotrc
1 ὅτι δὲ ὅντως Ἐρασίστρατος οὐ κέχρηται [τῇ] φλεβοτομίᾳ, δῆλον ἐναργῶς ἐκ τῶν ἐν τοῖς Διαιρέσεων βιβλίοις γεγραμμένων ἀρρώστων, ἐφ’ ὧν διηγούμενος ἅπαντα τὰ πραχθέντα κατὰ τὴν θεραπείαν οὐδαμῆ φαίνεται φλεβοτομίας μνημονεύων. ἅπαντας μὲν οὖν αὐτοὺς προχειρίζεσθαι μακρόν, ἀρκεῖ δ’ ἀναμνῆσαι μόνων ἐκείνων ὧν ὀλίγον
5ἔμπροσθεν ἔφην τοὺς πρεσβύτας ἰατροὺς μνημονεῦσαι. γέγραπται δ’ αὐτῶν ὁ μὲν ἐν τῷ προτέρῳ Τῶν διαρέσεων, ὁ δ’ ἕτερος ἐν τῷ δευτέρῳ. καίτοι καὶ νῦν ἤδη καιρὸς αὐτὰς τὰς λέξεις παραγράψαι, καθ’ ἇς ὁ Ἐρασίστρατος ἅπαντα διηγεῖται τὰ γενόμενα τοῖς
ἀρρώστοις. ἐν μὲν οὖν τῶ προτέρῳ τῶν βιβλίων οὕτως ἔγραψε· τῇ ἐκ τῆς Χίου παιδίσκῃ τὰ μὲν γενόμενα τῶν καθάρσεων τὸ πρῶτον ἐπεσχέθη ἐπὶ πλείω166
10χρόνον. ἔπειτα ἀπήντη〈σε〉 τὰ βηχία καὶ ἀναγωγὴ φλέγματος. χρόνου δὲ προιόντος αἵματος ἀναγωγὴ ἐγένετο, καὶ κατὰ τὴν τῶν καθάρσεων περίοδον καὶ αὕτη ἠκολούθει, ἐνίοτε μὲν διὰ μηνῶν δ’, ὁτὲ δὲ διὰ δύο. εἰ δέ πως ταῖς ἡμέραις ἐν αἷς αἱ καθάρσεις ἐγίνοντο καὶ ἡ ἀναγωγὴ συνέβαινεν, παρηκολούθει ἐφ’ ἡμέρας τρεῖς ἢ τέσσαρας· ὥστε παντάπασιν ἐμφαίνειν
15ὅτι ἀντὶ τῶν καθάρσεων ταύτην τὴν ἔκκρισιν λαμβάνει. ἐπηκολούθει δὲ καὶ πυρετὸς ἐν ταύταις ταῖς ἡμέραις· ἔπειτα ἀποκαθίστατο. ταῦτα προειπὼν ὁ Ἐρασίστρατος ἐφεξῆς γράφει περὶ τῶν ἰαμάτων αὐτῆς ὧδε· ἐν δὲ τοῖς πρώτοις χρόνοις αὕτη ἐπεχείρησε θεραπεύεσθαι ποτήμασί τε καὶ πυριάσεσι τῆς ὑστέρας καὶ προσθέτοις καὶ τῇ ἄλλῃ διαίτῃ πρὸς ταῦτα ἁρμοζούσῃ. ἦν γὰρ
20δή τις καὶ περὶ τὸ στόμα τῆς ὑστέρας οὐκ ἰσχυρὰ σκληρότης, οὐδαμῶς δὲ οὐδὲν ὑπακούουσα τῇ θεραπείᾳ, ἀλλὰ κατά τινα μίαν περίοδον εἰς τὴν ὀσφὺν βάρους ἀπαντήσαντος, ὑγρασίας δὲ μηδεμιᾶς· 〈...〉 οἵ τε πυρετοὶ συνεχέστεροι ἦσαν οἱ καὶ τῷ σωματίῳ ἐνεδίδουν καὶ βῆχες ἠκολούθουν σφοδραί. τῆς μὲν οὖν περὶ τὴν ὑστέραν θεραπείας ἀπέστημεν, ἐργῶδες
25ὑπολαμβάνοντες εἶναι τῶν πυρετῶν μενόντων καθάρσεις ποιεῖσθαι· τῇ δὲ λοιπῇ θεραπείᾳ χρώμεθα, ὡς εἰθίσμεθα πρὸς τὰ τοιαῦτα τά τ’ ἄλλα καὶ πρὸς τὴν θεραπείαν περίοδον τῶν καθάρσεων προλαμβάνοντες ὑποστέλλομεν τὰ σιτία, καὶ ἡ τοῦ αἵματος ἀναγωγὴ οὐκ ἐγένετο ἀλλ’ ἢ ἅπαξ ἐπὶ βραχύ, ἀλλὰ μέντοι οὐδὲν ἐφεξῆς, ἀλλά που καὶ ἀνέτρεχον ἤδη
30πυώδεις ἀναγωγαί.167

286

(1t)

Gal. Adv. Erasistrateos XI 206, 7 K ed. Kotrc p. 42 et 109
1 Κρίτωνι ἡ μὲν ἀρχὴ τῆς ἀρρωστίας ἐγένετο πληθώρα. συνέβη δὲ αὐτὸν ἐμπεσεῖν εἰς πλῆθος συναγχικόν, ἔστι δὲ τὸ γιγνόμενον φλεγμονὴ τῶν τε παρισθμίων καὶ τῆς ἐπιγλωττίδος. συμβαίνει οὖν τοὺς εἰς τοῦτ’ ἐμπίπτοντας πνίγεσθαί τε καί. ἐὰν μὴ θᾶττον βοηθῶνται. συντόμως
5ἀπόλλυσθαι. ἐν τούτοις οὖν ὄντος τοῦ Κρίτωνος τῇ μὲν πρώτῃ ἡμέρᾳ βοηθοῦμεν πυριῶντες σπόγγοις τὸν εἰθισμένον τρόπον, ὁπότε διαλείποιμεν τὰ καταπλάσματα ἐπιθέμενοι ὥστε διὰ παντὸς ἐν θεραπείᾳ εἶναι. ἐδόθη δὲ αὐτῷ καὶ καταπότια διὰ τοῦ καστορίου πρὸς τὸ τὴν κοιλίαν ὑπαγαγεῖν καὶ πρὸς τοῦθ’ ὑπήκουσεν ἀστείως. (...) ἀλλά τοι κἀνταῦθα μετ’ ὀλίγα πάλιν αὐτὸς
10ὁ Ἐρασίστρατος ἐρεῖ· ἐφαίνετο οὖν ἡμῖν μετάστασιν εἰληφέναι τὰ πάθη, ἐπί τε τὸν πνεύμονα καὶ τὸ ἦπαρ. 〈καὶ〉 ῥαίσαι μὲν αὐτῷ τὴν συνάγχην, αὐξηθῆναι δὲ τοὺς πυρετούς. ἅμα τῇ καθ’ ὑποχόνδριον ἐντάσει τὴν μετάστασιν ἐλογίσατο γεγενῆσθαι τῶν παθῶν. (...) ὄντος δ’ αὐτοῦ ἀπὸ μὲν γὰρ τῆς ἀρχῆς δεκαταίου, ἀπὸ δὲ τῆς ἐπιτάσεως ἑκταίου, ὅ τε πυρετὸς εὖ μάλα ἐπανῆκεν
15καὶ παραστροφή τις ἐγένετο τοῦ γενείου, ὀψὲ δὲ τῆς ὥρας ἀναισθησία τις ἐγένετο, ὥστε καὶ τὸ οὖρον †ἐγερθέντος προιέντος. καὶ μετ’ οὑ πολὺ ἐπίτασις τοῦ πυρετοῦ; εἶτα ἐπιφέρων φησίν· ἐφαίνετο οὖν ἡμῖν πάλιν μετάστασιν εἰληφέναι τὰ πάθη ἐπὶ τὴν κεφαλήν, καὶ κατὰ μὲν αὐτὴν τὴν μετάστασιν ἐπανεικέναι τὸν πυρετόν, ὕστερον δὲ πάλιν ἐπιτετακέναι ἐν
20πάθει γενομένων τῶν περὶ τὴν κεφαλήν. (...) τί γὰρ φησί; δοκεῖ τούτῳ αἰτία
τῆς ἀπωλείας γενέσθαι τὰ ἐπὶ τὸν πνεύμονα ἐπενεχθέντα.168

288

(1t)

Gal. In Hipp. Aphor. XVIII A 86, 4 K
1 ὅτι πρεσβύτης ὢν ἤδη καθ’ ὃν χρόνον αὐτοί φασι τὰ Τῶν διαρέσεων αὐτῷ γεγράφθαι βιβλία, τὸν ἐγκέφαλον ἀπεφήνατο τῶν νεύρων ἀρχὴν ὑπάρχειν. εἴρηται δὲ περὶ τούτων ἐπὶ πλέον ἐν τοῖς Περὶ τῆς Ἱπποκράτους ἀνατομῆς ὑπομνήμασιν.

289

(1t)

Gal. De plac. Hipp. et Plat. V 602 K, p. 598 M. CMG V 4 1, 2 p. 440 De Lacy
1 Ἐρασίστρατος δ’ ἄχρι πολλοῦ τὴν ἔξωθεν μοῖραν ὁρῶν μόνην τοῦ νεύρου τὴν ἀπὸ τῆς παχείας μήνιγγος ὁρμωμένην, ἀπ’ ἐκείνης ᾤετο πεφυκέναι σύμπαν τὸ νεῦρον καὶ μεστά γε τὰ πλεῖστα τούτου τῶν συγγραμμάτων ἐστὶν ἀπὸ τῆς περιεχούσης τὸν ἐγκέφαλον μήνιγγος πεφυκέναι φάσκοντος τὰ νεῦρα. ἀλλ’ ὅτε πρεσβύτης ὢν ἤδη καὶ
5σχολὴν ἄγων μόνοις τοῖς τῆς τέχνης θεωρήμασιν ἀκριβεστέρας ἐποιεῖτο τὰς ἀνατομάς, ἔγνω καὶ τὴν οἷον ἐντεριώνην τῶν νεύρων ἀπ’ ἐγκεφάλου πεφυκυῖαν. ἔχει δ’ ἡ ῥῆσις αὐτοῦ τόνδε τὸν τρόπον· ἐθεωροῦμεν δὲ καὶ τὴν φύσιν τοῦ ἐγκεφάλου καὶ ἦν ὁ μὲν ἐγκέφαλος διμερής, καθάπερ καὶ τῶν λοιπῶν ζῴων, καὶ κοιλίαι παραμήκεις τῷ εἴδει κείμεναι· συντέτρηντο δ’ αὕται εἰς μίαν κατὰ τὴν
10συναφὴν τῶν μερῶν· ἐκ δὲ ταύτης ἔφερεν εἰς τὴν ἐπεγκρανίδα καλουμένην καὶ ἐκεῖ ἑτέρα ἦν μικρὰ κοιλία. διαπέφρακτο δὲ ταῖς μήνιγξιν ἕκαστον τῶν
μερῶν· ἥ τε γὰρ ἐπεγκρανὶς διεπέφρακτο αὐτὴ καθ’ ἑαυτὴν καὶ ὁ ἐγκέφαλος παραπλήσιος ὢν νήστει καὶ πολύπλοκος, πολὺ δ’ ἕτι μᾶλλον τούτου ἡ ἐπεγκρανὶς πολλοῖς ἑλιγμοῖς καὶ ποικίλοις κατεσκεύαστο. ὥστε μαθεῖν169
15〈ἐκ〉 τούτων τὸν θεωροῦντα ὅτι ὥσπερ ἐπὶ τῶν λοιπῶν ζῴων, ἐλάφου τε καὶ λαγωοῦ καὶ εἴ τι ἄλλο κατὰ τὸ τρέχειν πολύ τι τῶν λοιπῶν ζῴων ὑπερέχει τοῖς πρὸς ταῦτα χρησίμοις εὖ κατεσκευασμένον μυσί τε καὶ νεύροις, οὕτω καὶ ἀνθρώπῳ, ἐπειδὴ τῶν λοιπῶν ζῴων πολὺ τῷ διανοεῖσθαι περίεστι, πολὺ τοῦτ’ ἔστι 〈καὶ〉 πολύπλοκον· ἦσαν δὲ καὶ ἀποφύσεις τῶν νεύρων αἱ
20πᾶσαι ἀπὸ τοῦ ἐγκεφάλου, καὶ καθ’ ὅλον εἰπεῖν ἀρχὴ φαίνεται εἶναι τῶν κατὰ τὸ σῶμα ὁ ἐγκέφαλος. ἥ τε γὰρ ἀπὸ τῶν ῥινῶν γιγνομένη αἴσθησις συντέτρητο ἐπὶ τοῦτον καὶ αἱ ἀπὸ τῶν ὤτων. ἐφέροντο δὲ καὶ ἐπὶ τὴν
γλῶσσαν καὶ ἐπὶ τοὺς ὀφθαλμοὺς ἀποφύσεις ἀπὸ τοῦ ἐγκεφάλου.170

290

(1t)

Athenaeus Naucr. Dipnosoph. XII 516 c Kaibel
1 Πρῶτοι οἱ Λυδοὶ τὴν καρύκην ἐξεῦρον, περὶ ἧς τῆς σκευασίας οἱ τὰ Ὀψαρτυτικὰ συνθέντες εἰρήκασιν, Γλαῦκός τε ὁ λοκρὸς καὶ Μίθαικος καὶ Διονύσιος Ἡρακεῖδαί τε δύο γένος Συρακόσιοι καὶ Ἆγις καὶ Ἐπαίνετος καὶ Διονύσιος ἔτι τε Ἡγήσιππος καὶ Ἐρασίστρατος καὶ Εὐθύδημος καὶ Κρίτων, πρὸς τούτοις δὲ Στέφανος, Ἀρχύτας,
5Ἀκέστιος, Ἀκεσίας, Διοκλῆς, Φιλιστίων. τοσούτους γὰρ οἶδα γράψαντας Ὀψαρτυτικά.

291

(1t)

Athenaeus Naucr. Dipnosoph. VII 324 a Desrousseaux
1 ἐστὶ δὲ τὸ ὑπόσφαγμα, ὡς Ἐρασίστρατός φησιν ἐν Ὀψαρτυτικῷ, ὑπότριμμα. γράφει δὲ οὕτως· ὑπόσφαγμα δ’ εἶναι κρέασιν ὀπτοῖς ἐκ τοῦ αἵματος τεταραγμένου
μέλιτι, τυρῷ, ἁλί, κυμίνῳ, σιλφίῳ, ὄξει ἑφθοῖς.171

293

(1t)

Cod. Paris. suppl. graeci 636 f. 132r RhM 50 p. 598 Fuchs
1 περὶ ἐπιληψίας Ἐρασιστράτου· ἐπιληψία, σπασμός ἐστιν ὅλου τοῦ σώματος μετὰ βλάβης τῶν ἡγημονικῶν ἐνεργειῶν ὃς ποτὲ μὲν ἐν αὐτῷ τῷ ἐγκεφάλῳ συνισταμένην ἔχει τὴν αἰτίαν, ποτὲ δὲ ἐντὸς τούτου ταῖς κοιλίαις †ἐμφράττουσι †τὰς διεξόδους τοῦ ἡγημονικοῦ πνεύματος ὥστε πίπτει〈ν〉
5καὶ ἀφρίζειν, ὅπερ οἱ ἰδιῶται δαίμονα καλοῦσιν· ἐμφράττονται δὲ ὑπό τινος παχέος ἢ μελαγχολικοῦ χυμοῦ· ἔστ’ ὅτε καὶ κατὰ τῆς γαστρὸς στόμα κατὰ συμπάθειαν μῦσαν· προπεπονθότος ἑτέρου μορίου· οἷον χειρὸς καὶ ποδός· αὔρας τινὸς ἀνερχομένης κατὰ τὸν ἐγκέφαλον· τούτους δὲ ἐρεθίζειν ὁμοῦ διὰ πτεροῦ κεχρισμένου ἐλαίῳ καὶ ὀσφραίνειν πευκεδάνων καὶ ὀπίου· εἶτα φλεβοτομεῖν· καὶ ἀνατρίβειν τὰ ἄκρα· [τρίβειν] καὶ
10συμπιέζειν καὶ δίδειν διὰ ὀξυκράτου καὶ καστορίου· εἶτα καθαίρειν διὰ τῆς ἱερᾶς ἢ τοῦ
ἐλλεβόρου· ἢ διὰ τῆς ἐντεριώνης δι’ ὅλης τῆς ...172