TLG 0687 002 :: AGACLYTUS :: Fragmentum

AGACLYTUS Hist.
(a. 1 B.C.)

Fragmentum

Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 288.

Fr. 1

Citation: Fragment — (line)

t1

ΠΕΡΙ ΟΛΥΜΠΙΑΣ.

1

Photius: Κυψελιδῶν ἀνάθημα ἐν Ὀλυμπίᾳ· Πλά‐ των ἐν Φαίδρῳ. Παρὰ τὸ Κυψελιδῶν ἀν‐ άθημα σφυρήλατος ἐν Ὀλυμπίᾳ ἐστάθη κολοσσὸς, ἀλλ’ οὐ τῶν Κυψελιδῶν. Κυψέλου δέ φασι τὸ ἀνάθημα, ὡς
5Ἀγάκλυτος ἐν τῷ Περὶ Ὀλυμπίας φησὶν οὕτως· «Ναὸς τῆς Ἥρας παλαιὸς, ἀνάθημα Σκιλλουντίων· οὗτοι δὲ εἰσὶν Ἠλείων. Ἔνεστιν δὲ ἐν αὐτῷ χρυσοῦς κολοσσὸς, ἀνάθημα Κυψέλου τοῦ Κορινθίου· φασὶ γὰρ τὸν Κύ‐ ψελον εὐξάμενον, εἰ Κορινθίων τυραννεύσειε, τὰς οὐ‐
10σίας πάντων εἰς δέκατον ἔτος ἀνιερώσειν, τὰς δεκάτας τῶν τιμημάτων εἰσπραξάμενον κατασκευάσαι τὸν σφυ‐ ρήλατον κολοσσόν.» Δίδυμος δὲ κατασκευάσαι τὸν κο‐ λοσσόν φησι Περίανδρον, ὑπὲρ τοῦ τῆς τρυφῆς καὶ τοῦ θράσους ἐπισχεῖν τοὺς Κορινθίους· καὶ γὰρ Θεόφραστος
15ἐν τῷ Περὶ καιρῶν βʹ λέγει οὕτως· «Ἕτεροι δὲ εἰς ἀν‐ δρωδέστερα καταδαπανῶντες, οἷον στρατείας ἐξάγοντες καὶ πολέμους ἐπαναιρούμενοι, καθάπερ καὶ Διονύσιος ὁ τύραννος· ἐκεῖνος γὰρ οὐ μόνον ᾤετο δεῖν τὰ τῶν ἄλ‐ λων καταναλίσκειν, ἀλλὰ καὶ τὰ αὑτοῦ, πρὸς τὸ μὴ
20ὑπάρχειν ἐφόδια τοῖς ἐπιβουλεύουσιν· ἐοίκασι δὲ καὶ αἱ πυραμίδες ἐν Αἰγύπτῳ καὶ ὁ τῶν Κυψελιδῶν κολοσσὸς καὶ πάντα τὰ τοιαῦτα τὴν αὐτὴν καὶ παραπλησίαν ἔχειν διάνοιαν.» Φέρεται δέ τι καὶ ἐπίγραμμα τοῦ κολοσσοῦ·
25 Εἰμὶ ἐγὼ χρυσοῦς σφυρήλατός εἰμι κολοσσός·
ἐξώλης εἴη Κυψελιδῶν γενεά.
Ὅπερ Ἀπελλᾶς ὁ Ποντικὸς οὕτω προφέρεται· Νάξιός εἰμι ἐγὼ, παγχρύσεός εἰμι κολοσσός·
ἐξώλης εἴη Κυψελιδῶν γενεά.288