TLG 0686 003 :: AETHLIUS :: Fragmenta

AETHLIUS Hist.
(Samius: 5–4 B.C.?)

Fragmenta

Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 287.

frr. 1–4

Citation: Fragment — (line)

t1-4

ὩΡΟΙ ΣΑΜΙΩΝ.

1

Clemens Alex. Protr. c. 4: Ἐν Ἰκάρῳ τῆς Ἀρτέμιδος τὸ ἄγαλμα ξύλον ἦν οὐκ εἰργα‐ σμένον· καὶ τὸ τῆς Κιθαιρωνίας Ἥρας ἐν Θεσπίᾳ πρέμνον ἐκκεκομμένον· καὶ τὸ τῆς Σαμίας Ἥρας, ὥς
5φησιν Ἀέθλιος, πρότερον μὲν ἦν σανὶς, ὕστερον δὲ ἐπὶ Προκλέους ἄρχοντος ἀνδριαντοειδὲς ἐγένετο.

t2-4

E LIBRO QUINTO.

2

Athenaeus XIV: Ὅτι δὲ ἐν ταῖς Ἀθή‐ ναις διηνεκεῖς ἦσαν αἱ ὀπῶραι πᾶσαι μαρτυρεῖ Ἀρι‐ στοφάνης ἐν Ὥραις. Τί οὖν παράδοξον ἱστορεῖν δοκεῖ Ἀέθλιος ὁ Σάμιος ἐν πέμπτῳ Σαμίων Ὥρων λέγων
5«Σῦκον καὶ σταφυλὴ καὶ ὁμομηλὶς καὶ μῆλα καὶ ῥόδα δὶς τοῦ ἐνιαυτοῦ ἐγένετο.»

3

Idem XIV: Αἱ δ’ ἁμαμηλίδες οὐκ εἰσὶν ἄπιοι, ὥς τινες οἴονται, ἀλλ’ ἕτερόν τι καὶ ἥδιον καὶ ἀπύρηνον. Ἀριστομένης ἐν Διονύσῳ φησίν· Ὁ Χῖος οὐκ οἶσθ’ ὡς ἁμαμηλίδας ποιεῖ;
5Ὅτι δ’ ἐστὶν ἕτερον τῆς ἀπίου καὶ ἥδιον Αἰσχυλίδης παρίστησιν ἐν τρίτῳ Γεωργικῶν. Περὶ Κέω γοῦν τῆς νήσου λέγων γράφει οὕτως· «Ἀπίους ἡ νῆσος φέρει κρατίστας, κατὰ τὰς ἐν Ἰωνίᾳ καλουμένας ἁμαμηλί‐ δας· εἰσὶ γὰρ ἀπύρηνοί τε καὶ ἡδεῖαι καὶ γλυκεῖαι.»
10Ἀέθλιος δ’ ἐν πέμπτῳ Ὥρων Σαμίων, εἰ γνήσια τὰ συγγράμματα, ὁμομηλίδας αὐτὰς καλεῖ. Πάμφιλος δ’ ἐν τοῖς Περὶ γλωσσῶν καὶ ὀνομάτων· «Ἐπιμηλὶς (φησὶν) ἀπίου γένος.»

4

Etym. M.: νένωται ... ὁ Ἄθλιος (scr. Ἀέθλιος) ἐν τοῖς Σαμίων Ὥροις· «Ἀλλὰ
λέξασθαι νένωνται.»287