TLG 0679 001 :: AESCHRION :: Epigramma

AESCHRION Lyr., fiq Aeschrion Mytilenensis
(Samius: 4 B.C.)

Epigramma

Dup. partim 0679 002 (fr. 4)

Citation: Book — epigram — (line)

7

.

345

(p1)

〈ΑΙΣΧΡΙΩΝΟΣ〉
1Ἐγὼ Φιλαινὶς ἡ ’πίβωτος ἀνθρώποις ἐνταῦθα γήρᾳ τῷ μακρῷ κεκοίμημαι. μή μ’, ὦ μάταιε ναῦτα, τὴν ἄκραν κάμπτων χλεύην τε ποιεῦ καὶ γέλωτα καὶ λάσθην.
5οὐ γάρ, μὰ τὸν Ζῆν’, οὐ μὰ τοὺς κάτω κούρους, οὐκ ἦν ἐς ἄνδρας μάχλος οὐδὲ δημώδης· Πολυκράτης δὲ τὴν γενὴν Ἀθηναῖος, λόγων τι παιπάλημα καὶ κακὴ γλῶσσα,
ἔγραψεν, οἷ’ ἔγραψ’· ἐγὼ γὰρ οὐκ οἶδα.