TLG 0676 002 :: AGLAÏS :: Fragmentum

AGLAÏS Poet. Med.
(Byzantius: 4 B.C./A.D. 1)

Fragmentum

Source: Lloyd–Jones, H., Parsons, P. (eds.), Supplementum Hellenisticum. Berlin: De Gruyter, 1983: 7–8.

  • fr. 18
  • Dup. 0676 001

Citation: Fragment — (line)

18

Ἀγλαΐας τόδε σοι Βυζάντιος ἐσθλὸν ἰάλλω ἰητὴρ ἑτάρῳ δῶρον ἀοιδοπόλῳ, ὀφθαλμῶν μὲν ἄκος, Δημήτριε, τῶν ὑποχεῖσθαι ἀρχομένων, ὑπ’ ἐμῆς δ’ εὑρεθὲν εὐμογίης.
5καὶ σοὶ δ’ ἔξοχον ἔσται ἐς ἄχθεα, παντί τ’ ὄνειαρ παρμόνιμον, κάμψῃς ἄχρι κεν ἐς πλέονας. ὅσσα δ’ ἔχει θρόνα λέξαι ἔοικέ μοι, ὡς ἐπαρήγειν χρῄσαντι σθεναρὴ σύνθεσις ἥδε πέλει. ἄνθους μὲν χαλκοῦ πεντώβολον, ἰσοβαρὲς δὲ
10 τοῦ συοδηλήτου τὴν ἐρατὴν γενέτιν. καὶ μεῖον τούτων ὀβολῷ στρόγγυλμα πυραιθὲς πρόσθες ὃ Καλλατικοῖς ἄλδεται ἐν δαπέδοις. καὶ δύο διδράχμω, τὸ μὲν ἐκ ξανθότριχος ἄνθους, αἴνυσο δ’ ἐκ μηδέων θάτερον ἱπποδάμου,
15ἡμίσταθμον ὅτου πατρὸς ψευδωνύμου ἔστω, ὃς γῆμαι δμωῆς υἱέϊ δῶκε κόρην. στῆσον δ’ αὖ †ἀλόϊον ἓν ἥμισυ τοῦ προτέροιο ἄχθος· ἄγε στάχυος 〈Σ〉ινδογενοῦς ὀβολόν. διστάσιος δ’ αὐτῷ πελέτω λίθος εἰαριήτης,
20 διστάσιον δ’ ἀφροῦ θρύμμα Φακουσιακοῦ. σὺν δὲ τριάκοντα δραχμαῖς ἔτι καὶ δύο μίσγε
ὁλκὰς ἐξ ἄνθους νάμασι πηγὸς ἁλός. καὶ †Ζακορίσου Μούσαις ἰσάριθμον ὄπισμα δραχμόθεν ἔστω σοι συγκατακιρνάμενον7
25τετραμόρου κοτύλης ὃ τιτύσκεται οὐ διὰ χειρῶν ἐν δαπέδοις Ἀκτῆς ἀλλὰ διὰ στομάτων. λεῖα δὲ πάντα καθ’ ἓν τρίψας ἀνάμισγε σὺν ὑγροῖς
τημελέως τ’ ἀπόθου τεῦχος ἐς ἀργύρεον. *8