TLG 0676 001 :: AGLAÏS :: Adversus suffusiones incipientes

AGLAÏS Poet. Med.
(Byzantius: 4 B.C./A.D. 1)

Adversus suffusiones incipientes

Source: Bussemaker, U.C. (ed.), Poetae bucolici et didactici. Paris: Didot, 1862: 97–98.

Dup. 0676 002

Citation: (Line)

t1ΠΡΟΣ ΤΑΣ ΑΡΧΟΜΕΝΑΣ ΥΠΟΧΥΣΕΙΣ
t2ΑΓΛΑΙΟΥ, ΕΥΓΕΝΕΣΤΑΤΟΥ ΒΥΖΑΝΤΙΩΝ, ΕΞ ΗΡΑ‐
t3ΚΛΕΟΥΣ ΤΟ ΓΕΝΟΣ ΚΑΤΑΓΟΝΤΟΣ,
t4Ἀλεξάνδρου μαθητοῦ, συμμαθητοῦ δὲ Δημοσθένους
t5καὶ φίλου,
t6ΣΤΙΧΟΙ ΗΡΩΕΛΕΓΕΙΟΙ.
1Ἀγλαΐας τόδε σοι Βυζάντιος ἐσθλὸν ἰάλλω Ἰητὴρ ἑτάρῳ δῶρον ἀοιδοπόλῳ, Ὀφθαλμῶν μὲν ἄκος, Δημήτερα (?) τῶν ὑποχεῖσθαι Ἀρχομένων, ὑπ’ ἐμῆς δ’ εὑρεθὲν εὐμογίης.
5Καί σοι δ’ ἔξοχον ἔσται ἐς ἄχθεα, παντί τ’ ὄνειαρ Παρμόνιμον, κάμψῃς ἄχρι κεν ἐς πλέονας. Ὅσσα δ’ ἔχει θρόνα λέξαι ἔοικε μοι, ὡς ἐπαρήγειν Οἷς ἄν τι σθεναρὴ σύνθεσις ἥδε πέλει. Ἄνθους μὲν χαλκοῦ πεντώβολον, ἰσοβαρὲς δὲ
10 Τοῦ συοδηλήτου τὴν ἀρετὴν γενέτιν· Καὶ μεῖον τούτων ὀβολῷ στρόγγυλμα πυραιθὲς Πρόσθες, ὃ Γαλλαϊκοῖς (?) ἀλδαίνετ’ ἐν δαπέδοις· Καὶ δύο διδράχμω, τὸ μὲν ἐκ ξανθότριχος ἄνθους, Ἔνυμα * δ’ ἐκ μηδέων θάτερον ἱπποδάμου·
15Ἡμίσταθμον, ὃ τοῦ πατρὸς ψευδώνυμος, ἔστω Ὃς γῆμαι δμωῆς υἱέϊ δῶκε κόρην· Στῆσον δ’ αὖ ἀλόϊον ἓν ἥμισυ τοῦ προτέροιο Ἄχθος· ἄγε στάχυος Σινδογενοῦς ὀβολόν· Διστάσιος δ’ αὐτῷ πελέτω λίθος εἰαριήτης·
20 Διστάσιον δ’ ἀφροῦ θρύμμα φακουσιακοῦ· Σὺν δὲ τριάκοντα δραχμαῖς ἔτι καὶ δύο μίσγε Ὁλκὰς ἐξ ἄνθους ναμασιπηγὸς ἁλός· Καὶ Ζακορίσου * Μούσαις ἰσάριθμον ὄπισμα Δραχμόθεν ἔστω σοι συγκατακιρνάμενον
25Τετραμόρῳ κοτύλης, ὃ τιτύσκεται οὐ διὰ χειρῶν Ἐν δαπεδοῖς * Βάκτης, ἀλλὰ διὰ στομάτων. Λεῖα δὲ πάντα καθ’ ἓν τρίψας ἀνάμισγε σὺν ὑγροῖς,97
Τημελέως τ’ ἀπόθου τεῦχος ἐς ἀργύρεον.98