TLG 0673 001 :: AESCHINES SOCRATICUS :: Fragmenta

AESCHINES SOCRATICUS Phil., Socraticus
(Sphettius: 4 B.C.)

Fragmenta

Source: Dittmar, H. (ed.), Aischines von Sphettos. Studien zur Literaturgeschichte der Sokratiker [Philologische Untersuchungen, vol. 21] Berlin: Weidmann, 1912: 266–281, 283–296.

  • Alcibiades (frr. 1–5, 7–9, 11)
  • Axiochus (frr. 12–14)
  • Aspasia (frr. 15–30, 32–33)
  • Callias (frr. 34–36)
  • Miltiades (frr. 37–38)
  • Rhinon (fr. 39)
  • Telauges (frr. 40–48)
  • Fragmenta sedis incertae (frr. 49–58)
  • Fragmentum dubium (fr. 59)

Citation: Fragment — (line)

1-11t

ΑΛΚΙΒΙΑΔΗΣ

1

νοσεῖ Ἀλκι‐ βιάδης· πῦρ αὐτὸν—περιφέρει πανταχοῦ, ἀπὸ μὲν Λυκείου ἐπὶ τὴν ἐκκλησίαν, ἀπὸ δὲ τῆς ἐκκλησίας ἐπὶ τὴν θάλατταν, ἀπὸ δὲ τῆς θαλάττης ἐπὶ Σικελίαν
5‘ἐκαθήμεθα μὲν ἐπὶ τῶν θάκων ἐν Λυκείῳ, οὗ οἱ ἀθλο‐

2

θέται τὸν ἀγῶνα διατιθέασιν‘.

3

‘ὁ δὲ ῥᾷστα ἀνθρώπων γεγονὼς ἔτη πεντήκοντά πη‘266

4

‘ὥσπερ αἱ καπηλίδες τὰ δελφάκια τρέφουσιν‘

5

ἔπειτα πρὸς ἄνθρωπον (sc. Alcibiadem) ἐγίγνονθ’ οἱ λόγοι (sc. Platonis in Alcibiade I)—τοιοῦτον, ὥσθ’ ὅ γ’ Αἰσχίνης φησὶ περὶ αὐτοῦ, ὅτι κἂν τοῖς δώδεκα θεοῖς ἥδιστα ἐπετίμησε. τοσοῦτον αὐτῷ φρονήματος περιῆν καὶ τοῦ μηδένα
5μηδενὸς ἄξιον εἶναι νομίζειν.267

7

(Vgl. fr. 5) διόπερ καὶ ὅ γ’ ἐκείνου (sc. Aeschinis) Σωκράτης οὐ τὴν αὐτὴν ἐτράπετο. ἀλλὰ τί φησί; ‘γνοὺς οὖν αὐτὸν ἐγὼ ζηλοτύπως ἔχοντα πρὸς Θεμιστοκλέα‘. ἔπειτ’ ἐστὶν ὁ τοῦ Θεμιστοκλέους ἔπαινος, δυοῖν ἕνεκεν
5ὀρθῶς ἔχων οἶμαι, τῆς τε ἀληθείας καὶ τοῦ καιρὸν ἔχειν τῷ μειρακίῳ τοὺς λόγους.

8

(Σωκράτης·) ‘Ἐπειδὴ τοίνυν τοῦ Θεμιστοκλέους βίου ἐπιλαμ‐ βάνεσθαι ἐτόλμησας, σκέψαι οἵῳ ἀνδρὶ ἐπιτιμᾶν ἠξίωσας. ἐνθυμήθητι γὰρ ὁπόθεν ἥλιος ἀνίσχει καὶ ὅπου δύεται. (Ἀλκιβιάδης·) Ἀλλ’ οὐδέν, ἔφη, χαλεπόν, ὦ Σώκρατες, τὰ
5τοιαῦτα εἰδέναι. (Σ.) Ἤδη οὖν σοι πώποτ’ ἐμέλησεν ὅτι ταύτης τῆς χώρας τοσαύτης οὔσης, ὅσον ὁ ἥλιος πορεύεται, ἣ καλεῖται Ἀσία,
εἷς ἀνὴρ ἄρχει; (Α·) Πάνυ μὲν οὖν, ἔφη, ὁ μέγας βασιλεύς.268
10(Σ·) Οἶσθ’ οὖν ὅτι ἐκεῖνος ἐστράτευσε δεῦρο καὶ ἐπὶ Λακε‐ δαιμονίους, ἡγούμενος, εἰ τούτω τὼ πόλει καταστρέψαιτο, ῥᾳδίως τούς γε ἄλλους Ἕλληνας ὑπηκόους αὑτῷ ἔσεσθαι· καὶ οὕτως εἰς φόβον Ἀθηναίους κατέστησεν, ὥστ’ ἐκλιπόν‐ τες τὴν χώραν εἰς Σαλαμῖνα ἔφυγον, ἑλόμενοι Θεμιστοκλέα
15στρατηγόν, καὶ ἐπέτρεψαν ὅτι βούλοιτο τοῖς ἑαυτῶν πράγμασι χρήσασθαι. καὶ δὴ αὗται μέγισται ἐλπίδες ἦσαν Ἀθηναίοις τῆς σωτηρίας, ἅττ’ ἂν ἐκεῖνος ὑπὲρ αὐτῶν βουλεύσαιτο. καὶ οὐ τούτου γ’ ἕνεκα Θεμιστοκλῆς τοῖς παροῦσιν ἠθύμησεν, ὅτι πλήθει νεῶν τε καὶ πεζῶν καὶ χρημάτων τὰ τῶν Ἐλλή‐
20νων πράγματα πολὺ ἐλείπετο, τὰ δὲ βασιλέως προεῖχεν, ἀλλ’ ᾔδει, ὅτι, εἰ μὴ αὑτοῦ τῷ βουλεύεσθαι ἐκεῖνος περι‐ έσται, τά γε ἄλλα αὐτὸν τοσαῦτα ὄντα τὸ μέγεθος οὐδὲν μέγα ὠφελήσει· καὶ τοῦτο ἐγνώκει, ὅτι, ὁποτέρων ἂν οἱ ἐφεστῶτες τοῖς πράγμασι σπουδαιότεροι ἐν ἀρετῇ ἄνθρω‐
25ποι ὦσι, τούτων καὶ αὐτῶν τὰ πράγματα κρείττω εἴωθε
γίγνεσθαι. καὶ τότε ἄρα βασιλεὺς ᾔσθετο τὰ ἑαυτοῦ πράγ‐ ματα ἀσθενέστερα ὄντα, ᾗ ἡμέρᾳ ἀνδρὶ ἑαυτοῦ σπουδαιο‐ τέρῳ ἐνέτυχεν. ὁ δὲ οὕτω ῥᾳδίως τηλικαῦτα ὄντα τὰ ἐκείνου μετεχειρίσατο, ὥστ’, ἐπειδὴ αὐτὸν κατεναυμάχησε, λῦσαι269
30τὴν σχεδίαν, ἣν ἔζευξε βασιλεύς, πεῖσαι Ἀθηναίους ἐβου‐ λήθη. ἐπειδὴ δὲ οὐκ ἐδύνατο, βασιλεῖ ἔπεμψε τἀναντία τοῖς ὑπὸ τῆς πόλεως δεδογμένοις, ὅτι κελευόντων τῶν Ἀθηναίων λῦσαι τὴν σχεδίαν αὐτὸς ἐναντιοῖτο, σῶσαι βασιλέα καὶ τοὺς μετ’ ἐκείνου πειρώμενος· ὥστ’ οὐ μόνον
35ἡμεῖς οὐδ’ οἱ ἄλλοι Ἕλληνες αἴτιον τῆς σωτηρίας Θεμιστο‐ κλέα ἡγούμεθα εἶναι, ἀλλὰ καὶ αὐτὸς ὁ βασιλεὺς ὁ κατα‐ πολεμηθεὶς ὑπ’ αὐτοῦ ὑπὸ μόνου ἀνθρώπων ἐκείνου ᾤετο σεσῷσθαι. τοσοῦτον ἐκεῖνος τῷ φρονεῖν περιεγένετο. τοι‐ γάρτοι φυγάδι ποτὲ αὐτῷ τῆς πόλεως γενομένῳ, ὡς
40σεσωσμένος ὑπ’ αὐτοῦ χάριν ἀπέδωκε, καὶ ἄλλα τε δῶρα πολλὰ ἐδωρήσατο καὶ Μαγνησίας ὅλης ἀρχὴν ἔδω‐ κεν, ὥστε καὶ φεύγοντος αὐτοῦ τὰ πράγματα μείζω ἦν ἢ πολλῶν Ἀθηναίων καλῶν καὶ ἀγαθῶν δοκούν‐ των εἶναι οἴκοι μενόντων. τίς ἂν οὖν ἐκείνῳ τῷ χρόνῳ
45δικαίως αἰτίαν ἔχοι μέγιστον δύνασθαι ἄλλος ἢ Θεμιστοκλῆς, ὃς τὸν τῶν ἀφ’ ἡλίου ἀνίσχοντος μέχρι ἡλίου δυομένου βασιλεύοντα, στρατηγήσας τῶν Ἑλλήνων, κατεστρέψατο; ἐν‐ θυμοῦ οὖν, ἔφην ἐγώ, ὦ Ἀλκιβιάδη, ὅτι ἐκείνῳ τοιούτῳ ὄντι οὐχ ἱκανὴ ἡ ἐπιστήμη τοσαύτη οὖσα ἐγένετο, ὥστε φυ‐

8

(50)

λάξασθαι, μὴ ἐκπεσεῖν μηδὲ ἀτίμῳ ὑπὸ τῆς πόλεως γενέσθαι,
ἀλλ’ ἐνεδέησε. τί οὖν οἴει τοῖς τε φαύλοις τῶν ἀνθρώπων καὶ ἐν μηδεμιᾷ ἐπιμελείᾳ ἑαυτῶν οὖσιν; οὐ θαυμαστὸν, εἰ καὶ τὰ μικρὰ δύνανται κατορθοῦν; καὶ μηδέν γ’ ἐμοῦ, ἦν δ’ ἐγώ, ὦ Ἀλκιβιάδη, καταγνῷς, ὡς πρὸς τὰς τύχας καὶ270
55τὰ θεῖα πράγματα ἀλλοκότως καὶ ἀθέως ἔχοντος, εἰ προσ‐ τίθημι ἐκείνῳ ἐπιστήμην πάντων, ὧν ἔπραττε, καὶ μηδε‐ μίαν οἴομαι τύχην αἰτίαν τούτων τῶν ἔργων γεγενῆσθαι. πολὺ γὰρ ἂν ἐγώ σοι μᾶλλον ἔχοιμι ἀποδεῖξαι, τοὺς τἀναν‐ τία ἐμοῖ δοξάζοντας ἀθέως ἔχοντας ἢ ’κεῖνοι ἐμέ, οἵτινες
60ἐξ ἴσου οἴονται τοῖς τε πονηροῖς καὶ τοῖς χρηστοῖς τὰς τύχας γίγνεσθαι, ἀλλὰ μὴ τοῖς καλοῖς κἀγαθοῖς εὐσεβεστέ‐ ροις γε οὖσιν ἀμείνω τὰ παρὰ τῶν θεῶν ὑπάρχειν·‘

9

(Vgl. frgm. 7) καὶ οὐ κακῶς λέγει τὸν Θεμιστοκλέα πα‐ ρόντος ἐκείνου, ὅπως μὴ ἔτι μᾶλλον ἀκούων διαφθείροιτο, οὐδέ γε εἰς παραμυθίας μέρος αὐτῷ κατατίθεται τὸ μὴ μόνον αὐτὸν τῇ ἀμαθίᾳ συνοικεῖν (vgl. Plat. Alkib. I 118B), ἀλλὰ
5καὶ πάντας εἶναι τοιούτους, ὅσοι τὰ τῆς πόλεως πράττουσιν· οὐδαμῶς· ἀλλ’ ἀναγκάζει ‘κλάειν θέντα τὴν κεφαλὴν ἐπὶ τὰ γόνατα ἀθυμήσαντα, ὡς οὐδ’ ἐγγὺς ὄντα τῷ Θεμιστοκλεῖ τὴν παρασκευήν‘. καὶ προσέτι συμμέτρως ἐπέτεινε τὸν λόγον. εἶπε γάρ που
10μεταξὺ λέγων ὡς οὐδ’ ἐκείνῳ ἡ ἐπιστήμη τοσαύτη οὖσα ἤρ‐ κεσεν, ἀλλ’ ἐνεδέησεν (vgl. fr. 8, z. 51), ὥστε τὴν μὲν βλασφη‐ μίαν περιῃρῆσθαι, ὃ δ’ ἦν χρήσιμον εἰς τὸ προτρέψαι, παρ’ ἀμφοῖν ἐκεῖναι, καὶ παρὰ τῆς εὐφημίας καὶ παρὰ τοὺ μηδὲ ταῦτα ἀρκέσαι φῆσαι τῷ γε Θεμιστοκλεῖ. οὕτω καίτοι τοῖς271
15ἄλλοις Αἰσχίνης λειπόμενος Πλάτωνος, τοῦτό γε ἄμεινόν πως διεχείρισεν.

11a

‘Ἐγὼ δ’ εἰ μέν τινι τέχνῃ ᾤμην δύνασθαι ὠφελῆσαι πάνυ ἂν πολλὴν ἐμαυτοῦ μωρίαν κατεγίνωσκον· νῦν δὲ θείᾳ μοίρᾳ ᾤμην μοι τοῦτο δεδόσθαι ἐπ’ Ἀλκιβιάδην καὶ οὐδέν γε τούτων ἄξιον θαυμάσαι‘.

11b

‘Πολλοὶ γὰρ καὶ τῶν καμνόντων ὑγιεῖς γίγνονται οἱ μὲν ἀνθρωπίνῃ τέχνῃ, οἱ δὲ θείᾳ μοίρᾳ. ὅσοι μὲν οὖν ἀν‐ θρωπίνῃ τέχνῃ, ὑπὸ ἰατρῶν θεραπευόμενοι, ὅσοι δὲ θείᾳ μοίρᾳ ἐπιθυμία αὐτοὺς ἄγει ἐπὶ τὸ ὀνῆσον· καὶ τότε ἐπεθύ‐272
5μησαν ἐμέσαι, ὁπότε αὐτοῖς ἔμελλε συνοίσειν, καὶ τότε κυνη‐ γετῆσαι, ὁπότε συνοίσειν ἔμελλε πονῆσαι‘.

11c

‘Ἐγὼ δὲ διὰ τὸν ἔρωτα ὃν ἐτύγχανον ἐρῶν Ἀλκιβι‐ άδου οὐδὲν διάφορον τῶν Βακχῶν ἐπεπόνθειν. καὶ γὰρ αἱ Βάκχαι ἐπειδὰν ἔνθεοι γένωνται, ὅθεν οἱ ἄλλοι ἐκ τῶν φρε‐ άτων οὐδὲ ὕδωρ δύνανται ὑδρεύεσθαι, ἐκεῖναι μέλι καὶ
5γάλα ἀρύονται. καὶ δὴ καὶ ἐγὼ οὐδὲν μάθημα ἐπιστάμενος ὃ διδάξας ἄνθρωπον ὠφελήσαιμ’ ἄν, ὅμως ᾤμην ξυνὼν ἂν
ἐκείνῳ διὰ τὸ ἐρᾶν βελτίω ποιῆσαι‘.273

12-14t

ΑΞΙΟΧΟΣ

12

ἐν δὲ τῷ Ἀξιόχῳ πικρῶς Ἀλκιβιάδου κατατρέχει (sc. Αἰσχίνης ὁ Σωκρατικὸς) ὡς οἰνόφλυγος καὶ περὶ τὰς ἀλλο‐ τρίας γυναῖκας σπουδάζοντος.

13

‘καὶ τοσούτῳ ἐκεῖνο τούτου διαφέρειν ἐνόμιζον ὅσον
κρείττων ἐστὶν ἀνὴρ γυναικόσ‘.274

14

κυνηγεῖσθαι, ἰξεύεσθαι. τάχα δ’ ἂν τούτοις προσήκοιεν καὶ ‘οἱ ἀλεκτρυονοτρόφοι‘, οὓς ὠνόμασεν ἐν Ἀξιόχῳ Αἰσχίνης.

15-33t

ΑΣΠΑΣΙΑ

15

Μετὰ δὲ ταύτην (sc. τὴν παιδείαν) ἡ τῆς σοφίας καὶ συνέσεως εἰκὼν γραπτέα. δεήσει δὲ ἡμῖν ἐνταῦθα πολλῶν τῶν παραδειγμάτων, ἀρχαίων τῶν πλείστων, ἑνὸς μὲν καὶ αὐτοῦ Ἰωνικοῦ· γραφεῖς δὲ καὶ δημιουργοὶ αὐτοῦ Αἰσχίνης Σω‐
5κράτους ἑταῖρος καὶ αὐτὸς Σωκράτης, μιμηλότατοι τεχ‐ νιτῶν ἁπάντων, ὅσῳ καὶ μετ’ ἔρωτος ἔγραφον. τὴν δὲ ἐκ τῆς Μιλήτου ἐκείνην Ἀσπασίαν, ᾗ καὶ ὁ Ὀλύμπιος θαυμα‐ σιώτατός γε αὐτὸς συνῆν, οὐ φαῦλον συνέσεως παράδειγμα προθέμενοι, ὁπόσον ἐμπειρίας πραγμάτων καὶ ὀξύτητος ἐς
10τὰ πολιτικὰ καὶ ἀγχινοίας καὶ δριμύτητος ἐκείνῃ προσῆν, τοῦτο πᾶν ἐπὶ τὴν ἡμετέραν εἰκόνα μεταγάγωμεν ἀκριβεῖ τῇ στάθμῃ· πλὴν ὅσον ἐκείνη μὲν ἐν μικρῷ πινακίῳ ἐγέγραπτο, αὕτη δὲ κολοσσιαία τὸ μέγεθός ἐστι.

16

πεφύκασι δ’ οἱ πλεῖστοι τῶν φιλοσόφων τῶν κωμικῶν κατήγοροι μᾶλλον εἶναι, εἴ γε καὶ Αἰσχίνης ὁ Σωκρατικὸς ἐν δὲ τῇ Ἀσπασίᾳ Ἱππόνικον μὲν τὸν Καλλίου κοάλε‐
μον προσαγορεύει (vgl. fr. 24).275

17

ὅτι μὲν ἐπιστήμην τιμᾷς παντὸς μᾶλλον, ὦ Σώκρατες, ἀκούω μέν σου πολλάκις διατεινομένου, προξενοῦντος τοὺς νέους ἄλλον ἄλλῳ διδασκάλῳ· ὅς γε καὶ εἰς Ἀσπασίας τῆς Μιλη‐ σίας παρακελεύῃ Καλλίᾳ τὸν υἱὸν πέμπειν, εἰς γυναικὸς ἄνδρα.

18

Ῥοδογύνη, ἡ Περσῶν βασιλίσσα, ὥς φησιν Αἰσχίνης ὁ φιλόσοφος, μεγίστην ἐποίησε τὴν Περσῶν βασιλείαν. οὕτως γάρ φησιν ἀνδρείαν αὐτὴν ἐν τοῖς ἔργοις καὶ φοβερὰν γενέ‐ σθαι, ὥστε ποτὲ περὶ τὴν ἄσκησιν τῶν τριχῶν οὖσαν, ἀκού‐
5σασαν ἀποστάντα τινὰ τῶν ἐθνῶν, ἀφιέναι μὲν ἡμιτέλεστον τὴν πλοκήν, μὴ πρότερον δὲ ἀναπλέξασθαι πρὶν καταλαβοῦ‐ σαν ὑποτάξαι τὰ προειρημένα ἔθνη. διὸ καὶ εἰκὼν αὐτῆς ἀνε‐ τέθη χρυσεία, τὰς μὲν ἡμισεῖς ἔχουσα τρίχας ἐπὶ τῆς κεφαλῆς
ἀναπεπλεγμένας, τὰς δὲ ἡμισεῖς καθειμένας.276

19

(Vgl. fr. 17) τηλικοῦτος ὢν (sc. ὦ Σώκρατες) παρ’ ἐκείνην φοιτᾷς.

20

(Vgl. frgm. 16) τὰς δ’ ἐκ τῆς Ἰωνίας γυναῖκας συλλήβδην μοιχάδας καὶ κερδαλέας [sc. προσαγορεύει Αἰσχίνης ὁ Σω‐ κρατικὸς ἐν τῇ Ἀσπασίᾳ].

21

φασὶ δ’ αὐτὴν (sc. Ἀσπασίαν τὴν Μιλησίαν) Θαργηλίαν τινὰ τῶν παλαιῶν Ἰάδων ζηλώσασαν ἐπιθέσθαι τοῖς δυνατωτά‐ τοις ἀνδράσι. καὶ γὰρ ἡ Θαργηλία τό τ’ εἶδος εὐπρεπὴς γε‐ νομένη καὶ χάριν ἔχουσα μετὰ δεινότητος πλείστοις μὲν
5Ἑλλήνων συνῴκησεν ἀνδράσι, πάντας δὲ προσεποίησε βασιλεῖ τοὺς πλησιάσαντας αὐτῇ καὶ ταῖς πόλεσι μηδισμοῦ δι’ ἐκείνων
ὑπέσπειρεν ἀρχὰς δυνατωτάτων ὄντων καὶ μεγίστων.277

22

καὶ Αἰσχίνης δὲ ὁ ἀπὸ τοῦ Σωκράτους—οὐκ ὤκνει γοργιάζειν ἐν τῷ περὶ τῆς Θαργηλίας λόγῳ· φησὶ γάρ που ὧδε. ‘Θαργηλία Μιλησία ἐλθοῦσα εἰς Θετταλίαν ξυνῆν Ἀντι‐
5όχῳ Θετταλῷ βασιλεύοντι πάντων Θετταλῶν‘.

23col1

τὴν δ’ Ἀσπασίαν οἱ μὲν ὡς σοφήν τινα καὶ πολιτικὴν ὑπὸ τοῦ Περικλέους σπουδασθῆναι
λέγουσι·Column end

23col2

καὶ Περικλέα δημηγορεῖν παρεσκεύασεν, ὡς Αἰσχίνης ὁ Σωκρατικὸς ἐν διαλόγῳ
Ἀσπασίᾳ.278

24

λέγεται δὲ καὶ Ἀσπασία ἡ Μιλησία τὴν τοῦ Περικλέους γλῶσσαν κατὰ τὸν Γοργίαν θῆξαι.

25

περὶ δὲ τοῦτον τὸν χρόνον Ἀσπασία δίκην ἔφευγεν ἀσε‐ βείας Ἑρμίππου τοῦ κωμῳδοποιοῦ διώκοντος καὶ προσκατ‐ ηγοροῦντος, ὡς Περικλεῖ γυναῖκας ἐλευθέρας εἰς τὸ αὐτὸ φοιτώσας ὑποδέχοιτο. —Ἀσπασίαν μὲν οὖν ἐξῃτήσατο
5(sc. ὁ Περικλῆς) πολλὰ πάνυ παρὰ τὴν δίκην, ὡς Αἰσχίνης φησίν, ἀφεὶς ὑπὲρ αὐτῆς δάκρυα καὶ δεηθεὶς τῶν δικαστῶν.

26col1

Αἰσχίνης δέ φησι καὶ Λυ‐ σικλέα τὸν προβατοκάπηλον ἐξ ἀγεννοῦς καὶ ταπεινοῦ τὴν φύσιν Ἀθηναίων γενέσθαι
5πρῶτον Ἀσπασίᾳ συνόντα μετὰ τὴν Περικλέους τελευ‐
τήν.Column end

26col2

ἐπεγήματο δὲ μετὰ τὸν Πε‐ ρικλέους θάνατον Λυσικλεῖ τῷ προβατοκαπήλῳ—καὶ τὸν Λυσικλέα ῥήτορα δεινότατον
5παρεσκευάσατο—ὡς Αἰσχί‐ νης ὁ Σωκρατικὸς ἐν δια‐ λόγῳ Ἀσπασίᾳ.

27

οὐ τοίνυν οὐδὲ Σωκράτης ἄλλως ἐχρῆτο τοῖς λόγοις οὐδὲ τοῖς παραδείγμασι, ἀλλ’—εἰ (δὲ) Λυσικλεῖ διαλέγοιτο
προβάτων (sc. ἐμέμνητο) καὶ καπήλων.279

28

‘φαίνει γὰρ ἐζηλωκέναι τοὺς ἐν τῷ δικαστηρίῳ καὶ ὑπὲρ ἑαυτῶν καὶ ὑπὲρ ἄλλων ἀγωνιζομένουσ‘.

29col1

καὶ γὰρ Σωκράτης ἔστιν ὅτε μετὰ τῶν γνωρίμων ἐφοίτα(sc.
παρ’ Ἀσπασίαν).Column end

29col2

Σωκράτης Ἀσπασίᾳ προσεφοίτα κατὰ χά‐ ριν τοῦ τὰ ἐρωτικὰ
παιδευθῆναι.Column end

29col3

Ἀσπασία—παρὰ Σωκράτει πεφιλοσο‐
φηκυῖα.280

30

καὶ τὰς γυναῖκας ἀκροασομένας οἱ συνήθεις ἦγον εἰς αὐτήν.281

32

(Κριτόβουλος·) Οἷς δὲ σὺ λέγεις ἀγαθὰς εἶναι γυναῖκας, ὦ Σώκρατες, ἢ αὐτοὶ ταύτας ἐπαίδευσαν; (Σωκράτης) Οὐδὲν οἷον τὸ ἐπισκοπεῖσθαι. συστήσω δέ σοι ἐγὼ καὶ Ἀσπασίαν, ἣ ἐπιστημονέστερον ἐμοῦ σοι
5ταῦτα πάντα ἐπιδείξει.

33

(Κριτ.·) Τί οὖν, ἔφη ὁ Κριτόβουλος, ἐμοὶ τοῦτο λέγεις, ὥσπερ οὐκ ἐπὶ σοὶ ὄν, ὅ τι ἂν βούλῃ περὶ ἐμοῦ λέγειν; (Σωκρ.·) Μὰ Δί’ οὐχ, ὥς ποτε ἐγὼ Ἀσπασίας ἤκουσα· ἔφη γὰρ τὰς ἀγαθὰς προμνηστρίδας μετὰ μὲν ἀληθείας τἀγα‐
5θὰ διαγγελλούσας δεινὰς εἶναι συνάγειν ἀνθρώπους εἰς κη‐ δείαν, ψευδομένας δ’ οὐκ ἐθέλειν ἐπαινεῖν· τοὺς γὰρ ἐξαπα‐
τηθέντας ἅμα μισεῖν ἀλλήλους τε καὶ τὴν προμνησαμένην.283

34-36t

ΚΑΛΛΙΑΣ.

34

—ὁ δὲ Καλλίας αὐτοῦ (sc. Αἰσχίνου τοῦ Σωκρα‐ τικοῦ) περιέχει τὴν τοῦ Καλλίου πρὸς τὸν πατέρα διαφορὰν καὶ τὴν Προδίκου καὶ Ἀναξαγόρου τῶν σοφιστῶν διαμώκη‐ σιν. λέγει γὰρ ὡς ὁ μὲν Πρόδικος Θηραμένην μαθητὴν ἀπε‐
5τέλεσεν, ὁ δ’ ἕτερος Φιλόξενον τὸν Ἐρύξιδος καὶ Ἀριφράδην τὸν ἀδελφὸν Ἀριγνώτου τοῦ κιθαρῳδοῦ, θέλων ἀπὸ τῆς τῶν δηλωθέντων μοχθηρίας καὶ περὶ τὰ φαῦλα λιχνείας ἐμφανί‐ σαι τὴν τῶν παιδευσάντων διδασκαλίαν.

35

Τοῖν μὲν ξένοιν ἐπεμελήθην ὡς παρεκάλεις, καὶ τὸν ἐν τῷ δήμῳ συναγορεύσοντα αὐτοῖν ἐσκεψάμην τῶν ἡμετέρων τινὰ ἑταίρων, ὃς ὑπηρετήσειν ἔφη προθυμότερον διὰ τὸ καὶ σοὶ χαρίζεσθαι ἐθέλειν. περὶ δὲ τοῦ χρηματισμοῦ καὶ περὶ ὧν
5προσπαίζων ἔγραφες τὸ μὲν ἐπιπλήττειν ἐνίους οὐδὲν ἴσως ἄτοπον, εἰ πρῶτον μὲν ἐσπουδακότων τῶν ἄλλων περὶ πλοῦ‐ τον ἐγὼ πένης αἱροῦμαι βιοῦν, ἔπειτα ἐξόν μοι παρὰ πολλῶν πολλὰ λαμβάνειν οὐ τὰς παρὰ ζώντων μόνον δωρεὰς τῶν φίλων, ἀλλὰ καὶ ὅσα ἂν τελευτῶντές μοι ἀφῶσιν ἑκὼν παραι‐
10τοῦμαι· τὸν δ’ οὕτω διακείμενον οὐδὲν θαυμαστὸν μαινόμε‐ νον παρὰ τοῖς ἄλλοις νομίζεσθαι. χρὴ δὲ μὴ τοῦτο μό‐ νον ἀλλὰ καὶ τὸν ἄλλον ἡμῶν προσεπιθεωρεῖν βίον, καὶ εἰ περὶ τὴν χρῆσιν τῶν χρημάτων διαφέροντες φανούμεθα, μὴ θαυμάζειν ὅτι καὶ περὶ τὸν πορισμὸν διεστήκαμεν. ἐμοὶ μὲν
15τοίνυν ἀπαρκεῖ τροφῇ τε χρῆσθαι τῇ λιτοτάτῃ καὶ ἐσθῆτι θέ‐ ρους τε καὶ χειμῶνος τῇ αὐτῇ, ὑποδήμασι δὲ πάμπαν οὐ χρῶμαι, οὐδὲ πολιτικῆς ἐφίεμαι δόξης πλὴν ὅσον ἐκ τοῦ σώ‐ φρων εἶναι καὶ δίκαιος· οἳ δὲ πολυτελείας μὲν τῆς περὶ
τὴν δίαιταν οὐδὲν ἀπολείπουσιν, ἐσθῆτας δὲ διαφό‐284
20ρους οὐχ ὅτι γε ἔτους τοῦ αὐτοῦ ἀλλὰ καὶ ἡμέρας τῆς αὐτῆς ἀμφιέννυσθαι ζητοῦσι, πολλὰ δὲ χαρίζονται καὶ ταῖς ἀπορρήτοις ἡδοναῖς. καὶ ὃν τρόπον οἱ τὴν κατὰ φύσιν χρόαν διεφθορότες ἐπακτοῖς χρώμασι κοσμοῦνται, κἀκεῖνοι τὴν ἐξ ἀρετῆς ἀληθινὴν δόξαν
25ἀπολωλεκότες, ἣν εἰκὸς παραγίνεσθαι ἐκάστ, εἰς τὴν ἐκ τῆς ἀρεσκείας καταφεύγουσι, διανομαῖς καὶ ἑστιά‐ σεσι πανδήμοις τὴν παρὰ τῶν πληθῶν εὐφημίαν παρακαλούμενοι. ὅθεν εἰκότως οἶμαι πολλῶν αὐτοῖς δεῖσθαι συμβαίνει· οὔτε γὰρ αὐτοὶ ζῆν δύνανται ἀπ
30ὀλίγων, οἵ τε πλησίον ἀποδέχεσθαι αὐτοὺς οὐκ ἐθέ‐ λουσι, μὴ μισθὸν τῆς εὐλογίας φερόμενοι. ἐμοὶ μὲν πρὸς ἄμφω ταῦτα καλῶς ἔχει ὁ βίος. καὶ εἰ μέν τί με τῶν ἀληθῶν ἐκφεύγει. οὐκ ἂν ἰσχυρισαίμην· ὅτι μέντοι ταῦτα μὲν οἱ κρείττους φασὶν εἶναι βελτίω, ἐκεῖνα δὲ οἱ πολλοί, σαφῶς
35οἶδα πολλάκις δὲ καὶ περὶ τοῦ θεοῦ κατ’ ἐμαυτὸν ἐννο‐ ούμενος, καθ’ ὅτι εὐδαίμων εἴη καὶ μακάριος, ὁρῶ τῷ μηδε‐ νὸς δεῖσθαι αὐτὸν ὑπερβάλλοντα ἡμᾶς· φύσεως γὰρ λαμπρο‐ τάτης ἐκεῖνο ἦν, οὐ τὸ πολλῶν δεόμενον ἑτοίμως ἔχειν ἀπο‐ λαύειν. καίτοι σοφώτερόν τε εἶναι εἰκὸς ὅστις ἑαυτὸν ἀπει‐
40κάζει τῷ σοφωτάτῳ, καὶ μακαριώτερον ὑπάρχειν ὃς ἂν ὅτι μάλιστα ἐξομοιωθῇ τῷ μακαριωτάτῳ. τοῦτο δὲ εἰ μὲν πλοῦτος ποιεῖν ἐδύνατο, πλοῦτόν γ’ ἂν ἐχρῆν αἱρεῖ‐ σθαι· ἐπεὶ δὲ ἀρετὴ μόνη φαίνεται παρασκευάζειν, εὔηθες ἀφέντας τὸ ὂν ἀγαθὸν τὸ δοκοῦν μεταδιώ‐
45κειν. ὡς μὲν οὖν τἀμὰ οὐχ οὕτως βέλτιον ἔχει, οὐκ ἄν μέ τις ῥαδίως μεταπείσειε· περὶ δὲ τῶν παίδων ὅπερ ἔφησθα δεῖν προνοεῖσθαι, ᾗ διανοοῦμαι περὶ αὐτῶν, μαθεῖν ἔξεστι πᾶσιν ἀνθρώποις. μίαν ἀρχὴν εὐδαιμονίας ἐγὼ νομίζω φρονεῖν ε, τὸν δὲ νοῦ μὲν μὴ μετειληφότα, χρυσίῳ

35

(50)

δὲ πιστεύοντα καὶ ἀργυρίῳ πρῶτον μὲν ὅπερ οἴεται κεκτῆσθαι ἀγαθὸν οὐκ ἔχειν, ἔπειτα τοσοῦτον ὑπάρ‐
χειν ἀθλιώτερον τῶν ἄλλων, ὅσον ὁ μὲν ἀναγκασθεὶς ὑπὸ πενίας, εἰ καὶ μὴ νῦν, αὖθίς ποτε φρονήσει, ὁ δὲ τὰ μὲν ὑπ’ οἰήσεως τοῦ εἶναι μακάριος τῆς ἀληθι‐285
55νῆς ὠφελείας ἀμελῶν, τὰ δὲ ὑπὸ χορηγίας διαφθει‐ ρόμενος, πρὸς οἷς ἠτύχει ἤδη καὶ τῶν ὄντως ἀνθρω‐ πίνων ἀγαθῶν προσαπεστέρηται τὴν ὑπὲρ τῶν μελ‐ λόντων χρηστὴν ἐλπίδα. οὐδὲ γὰρ σωθῆναι οἷόν τέ ἐστι τῷ τοιούτῳ πρὸς ἀρετήν, κατεχομένῳ μὲν ὑπὸ
60κολακείας ἀνθρώπων ὁμιλῆσαι δεινῶν, κατεχομένῳ δὲ ὑπὸ γοητείας ἡδονῶν, αἳ κατὰ πᾶν αἰσθητήριον προσβάλλουσαι τῇ ψυχῇ πᾶν ὅ τι καλὸν ἢ σωφρονι‐ κὸν ἐν αὐτῇ ἠρέμα ἐξελαύνουσι. τίς οὖν ἀνάγκη παισὶν αἰτίαν καταλιπεῖν ἀφροσύνης μᾶλλον ἢ παιδεύσεως [καὶ], οὐ
65λόγοις μόνον, ἀλλὰ καὶ ἔργοις δηλώσαντας, ὅτι ἐν σφίσιν αὐτοῖς τὰς ἀπ’ αὐτῶν ἔχουσιν ἐλπίδας καὶ μὴ γενο‐ μένοις ἀγαθοῖς οὐδὲ ζῆν καταλείπεται, ἀλλὰ λιμῷ φθαρέντες οἰκτρῶς τελευτήσουσι, πρέπουσαν ἀργίᾳ δίκην ἐκτίνοντες; καίτοιγε ὁ νόμος μέχρι ἥβης
70κελεύει παῖδα ἐκτρέφεσθαι ὑπὸ γονέων. ὑμεῖς δ’, ἴσως εἴποι τις ἂν ἀνὴρ πολιτικὸς ἀγανακτῶν πρὸς τοὺς ἑαυτοῦ υἱεῖς κληρονομεῖν ἐπιθυμοῦντας, οὐδὲ τελευτῶντος ἀφέξεσθαί μου διανοεῖσθε, ἀλλὰ καὶ τελευτῶντα τροφὰς οἱ ζῶντες αἰτήσετε καὶ οὐκ αἰσχυ‐
75νεῖσθε θανάτου ζωὴν ἀπρακτοτέραν βιοῦντες; ἀλλὰ τὰ μὲν ἐμὰ περιττεύειν καὶ μετὰ θάνατον ἀξιοῦτε ἑτέροις, τὰ δ’ ὑμέτερα ὑμῖν οὐδ’ εἰς τὸ ζῆν ἐξαρκέσει. ἐκεῖνος μὲν οὖν σκαιοῖς ἴσως πρὸς τοὺς ἑαυτοῦ παῖδας χρήσεται τοῖς λόγοις, πατρικὴν ἅμα πολιτικῇ παρρησίαν ἄγων,
80τὰ δ’ ἐμὰ λόγου μὲν ἕνεκα ἐπιεικέστερα ὄντα τυγχάνει, ἔργῳ δὲ οὐ πόρρῳ φαίνεται πλουτούντων ἀποστατεῖν. ὅθεν ἐγὼ χρυσίον μὲν οὐ καταλείψω τοῖς ἐμαυτοῦ παισί, τοῦ δὲ χρυσοῦ κτῆμα τιμιώτερον φίλους ἐπιεικεῖς, οὓς φυλάττοντες μὲν οὐ‐ δενὸς ἐλλειφθήσονται τῶν ἀναγκαίων, κακῶς δὲ τὰ περὶ τοὺς
85φίλους μεταχειρίσαντες εὔδηλον ὡς τά γε χρήματα πολὺ κά‐
κιον διοικήσουσιν. εἰ δέ σοι τὰς ἐνίων ὀλιγωρίας ὁρῶντι φαύλως δόξω βεβουλεῦσθαι. πρῶτον μὲν ἐκεῖνο ἐρῶ. ὅτι οὐ πάντες ἄνθρωποι ὁμοίως ἔχουσι πρὸς τοὺς φίλους (εἰσὶ δὲ οἳ καὶ τετελευτηκότων αὐτῶν προνοοῦσιν). ἔπειθ’ ὅτι τοὺς ἡμε‐286
90τέρους τοιούτους εἰκὸς εἶναι, οὐ φορτικῶς ἡμῖν συνε‐ ληλυθότας, οὐδὲ νῦν μόνον ἀλλὰ καὶ τότε τῆς παρ’ ἡμῶν οὐχ ἧττον ὠφελείας ἀπολαύοντας. τῆς μὲν οὖν ὀλιγοχρονίου χάριτος εἰκὸς καὶ τὰς ἀμοιβὰς εἶναι βραχείας, αἱ πολυ‐ χρόνιοι δὲ τῶν εὐεργεσιῶν ἴσην τῇ ὠφελείᾳ τίκτουσι τὴν ἀμοι‐
95βήν. τὰ δ’ ἐμὰ μαντεύομαι προκόπτουσι τοῖς ἑταίροις καλλίω φανεῖσθαι. διόπερ οὐδὲ μισθοὺς αὐτοὺς εἰσπράττομαι, ὅτι οὐδὲν ἔχω πρέπον ἀντικατάλλαγμα φιλοσοφίας ἄλλο πλὴν φιλίαν, καὶ ὅτι οὐχ ὥσπερ οἱ σοφισταὶ κἀγὼ δέδοικα περὶ τῶν ἰδίων· παλαιούμενα γὰρ νέα γίνεται καὶ πρὸς 〈τὸ〉 γῆ‐

35

(100)

ρας μᾶλλον ἀναζωπυρεῖσθαι φιλεῖ, ὅθεν αὐτά τε μάλιστα ὑπὸ τῶν μαθόντων στέργεται τότε, καὶ ὁ γεννήσας αὐτὰ πα‐ τὴρ ἐπιποθεῖται. περιὼν μὲν οὖν τιμῆς τυγχάνει, τελευτήσας δὲ μνήμης ἀξιοῦται· κἂν τῶν οἰκείων τινὰ καταλελοιπὼς ᾖ, τοῦδε ὡς υἱέος ἢ ἀδελφοῦ κήδονται, πᾶσαν εὔνοιαν εἰς αὐ‐
105τὸν ἐνδεικνύμενοι, τρόπον τινὰ ἕτερον συγγενείας τῆς κατὰ φύσιν συνανηρτημένοι αὐτῷ. οὔκουν δύνανται, οὐδ’ εἰ βούλοιντο. κακῶς πράττοντα αὐτὸν παρεξιέναι, ὥσπερ οὐδὲ τοὺς κατὰ γένος προσήκοντας ὑπερορᾶν οἷοί τέ ἐσμεν. τὸ γὰρ ἐν τῇ ψυχῇ συγγενὲς ἅτε ἐκ τοῦ αὐτοῦ πατρὸς ἀδελφὸν γε‐
110γενημένον ἀναγκάζει σφᾶς βοηθεῖν τῷ τοῦ τετελευτηκότος υἱεῖ, ὑπομιμνῆσκον τοῦ πατρὸς καὶ τὴν ἐκείνου ὀλιγωρίαν σφετέραν ἀτιμίαν τιθέμενον. ὅρα οὖν, εἴ σοι δόξω ἔτι ἢ τἀμαυτοῦ κακῶς οἰκονομεῖν ἢ τῶν παιδίων ὅπως μηδὲν ὑστερήσωσι τῶν ἀναγκαίων ἐμοῦ τελευτήσαντος ὀλιγωρεῖν,
115ὃς οὐδὲ χρήματα αὐτοῖς ἀλλὰ τοὺς τῶν χρημάτων καὶ αὐτῶν ἐκείνων ἐπιμελησομένους καταλείπω. καίτοι ὑπὸ μὲν ἀργυρίου οὐδεὶς βελτίων εἰς τὴν ἡμέραν ταύτην ἱστορεῖται γενόμενος, ὁ δὲ δόκιμος φίλος καὶ ταύτῃ αἱρετώτερος τυγχά‐ νει τοῦ δοκίμου χρυσίου, ὅτι οὐ πᾶσι τοῖς ὀρεγομένοις ἀλλὰ
120τοῖς βελτίοσι τῶν φίλων ὑπηρετεῖ, οὐδὲ τὰς τοῦ βίου χρείας μόνον ἀλλὰ καὶ τὴν αὐτοῦ τοῦ κεκτημένου ψυχὴν θεραπεύει καὶ εἰς ἀρετῆς λόγον, ἧς χωρὶς οὐδὲν τῶν ἀνθρωπίνων ὀνί‐ νησι, πλεῖστα συμβάλλεται, τὸ μὲν οὖν ἀκριβὲς τούτων πέρι καὶ κατ’ ὄψιν ἐντυχόντες ἀλλήλοις ἐπισκεψόμεθα· πρὸς ἃ δὲ287
125ἐπιζητεῖς νῦν, ἀρκεῖ καὶ διὰ τῶν εἰρημένων ἀποκεκρίσθαι μετρίως.

36

Καλλίας ὁ δᾳδοῦχος ἦν αὐτῷ (sc. Ἀριστείδῃ) γένει προσ‐ ήκων· τοῦτον οἱ ἐχθροὶ θανάτου διώκοντες, ἐπεὶ περὶ ὧν ἐγράψαντο μετρίως κατηγόρησαν, εἶπόν τινα λόγον ἔξωθεν τοιοῦτον πρὸς τοὺς δικαστάς· ‘Ἀριστείδην‘ ἔφησαν ‘ἴστε τὸν
5Λυσιμάχου θαυμαζόμενον ἐν τοῖς Ἕλλησι· τούτῳ πῶς οἴεσθε τὰ κατ’ οἶκον ἔχειν, ὁρῶντες αὐτὸν ἐν τρίβωνι τοιούτῳ προσ‐ ερχόμενον εἰς τὸ δημόσιον; ἆρ’ οὐκ εἰκός ἐστι τὸν ῥιγοῦντα φανερῶς καὶ πεινᾶν οἴκοι καὶ τῶν ἄλλων ἐπιτηδείων σπα‐ νίζειν; τοῦτον μέντοι Καλλίας, ἀνεψιὸν ὄντα, πλουσιώτατος
10ὢν Ἀθηναίων περιορᾷ μετὰ τέκνων καὶ γυναικὸς ἐνδεόμενον, πολλὰ κεχρημένος τῷ ἀνδρὶ καὶ πολλάκις αὐτοῦ τῆς παρ’ ὑμῖν δυνάμεως ἀπολελαυκώσ‘. ὁ δὲ Καλλίας ὁρῶν ἐπὶ τούτῳ μάλιστα θορυβοῦντας τοὺς δικαστὰς καὶ χαλεπῶς πρὸς αὐτὸν ἔχοντας ἐκάλει τὸν Ἀριστείδην, ἀξιῶν μαρτυρῆσαι πρὸς τοὺς
15δικαστάς, ὅτι πολλάκις αὐτοῦ πολλὰ καὶ διδόντος καὶ δεομέ‐ νου λαβεῖν οὐκ ἠθέλησεν, ἀποκρινάμενος, ὡς μᾶλλον αὐτῷ διὰ πενίαν μέγα φρονεῖν ἢ Καλλίᾳ διὰ πλοῦτον προσήκει· πλούτῳ μὲν γὰρ ἔστι πολλοὺς ἰδεῖν εὖ γε καὶ κακῶς χρωμέ‐ νους, πενίαν δὲ φέροντι γενναίως οὐ ῥᾴδιον ἐντυχεῖν· αἰσχύ‐
20νεσθαι δὲ πενίαν τοὺς ἀκουσίως πενομένους. ταῦτα δὲ τοῦ Ἀριστείδου τῷ Καλλίᾳ προσμαρτυρήσαντος οὐδεὶς ἦν τῶν ἀκουσάντων, ὃς οὐκ ἀπῄει πένης μᾶλλον ὡς Ἀριστείδης εἶναι βουλόμενος ἢ πλουτεῖν ὡς Καλλίας. ταῦτα μὲν Αἰσχίνης ὁ
Σωκρατικὸς ἀναγέγραφε.288

37-38t

ΜΙΛΤΙΑΔΗΣ.

37

‘Οὗτός ἐστι Μιλτιάδης ὁ Στησαγόρου, ὃς παῖς μὲν ὢν ἤσκει Ὀλύμπια καὶ κρείττων ἦν τοὺς πόνους πονῶν ἢ παι‐ δοτρίβης ἐπιτάττων· ἐκεῖ δὲ μείζους παῖδας αὑτοῦ καὶ πρεσ‐ βυτέρους κατεμαχέσατο καὶ ἀγωνιζόμενος ὑπὲρ τοῦ στεφάνου
5ἄκων ὑπὸ τοῦ παιδοτρίβου ἐξήχθη· ἔτι δὲ ἐπίτροποι αὐτοῦ ἐγένοντο οὔτε τὰς αὐτὰς ἡλικίας ἔχοντες οὔτε τοὺς αὐτοὺς τρόπους· καὶ τούτων ἁπάντων ἦν κατήκοος. παιδαγωγὸς αὐτῷ ἠκολούθει οὐ πάνυ σπουδαῖος καὶ τούτῳ οὐδὲν πώ‐ ποτε ἠναντιώθη. ταῦτα μὲν παιδὶ ὄντι αὐτῷ ἐπιτετήδευται·
10ἐπεὶ δὲ μειράκιον ἤρχετο γίγνεσθαι, σιωπᾶν καλὸν ἡγήσατο εἶναι· σεσιώπηται αὐτῷ μᾶλλον ἢ τοῖς χαλκοῖς ἀνδριᾶσι. τοῦ σώματος αὐτῷ καλὸν ἐδόκει εἶναι ἐπιμελεῖσθαι· ἐπιμεμέληται τούτου, ὥστ’ ἔτι καὶ νῦν τῶν ἡλικιωτῶν ἄριστα ἔχει τὸ σῶμα‘.

38

Πανταχοῦ μὲν οὖν τῷ νέῳ κόσμος ἀσφαλής ἐστιν ἡ σιω‐ πή, μάλιστα δ’ ὅταν ἀκούων ἑτέρου μὴ συνταράττηται μηδ’ ἐξυλακτῇ πρὸς ἕκαστον, ἀλλὰ κἂν ὁ λόγος ᾖ μὴ λίαν ἀρεστὸς ἀνέχηται καὶ περιμένῃ παύσασθαι τὸν διαλεγόμενον, καὶ παυ‐
5σαμένου μὴ εὐθέως ἐπιβάλλῃ τὴν ἀντίρρησιν, ἀλλ’, ὡς Αἰσχί‐ νης φησί, διαλείπῃ χρόνον, εἴτε προσθεῖναί τι βούλοιτο τοῖς
λελεγμένοις ὁ εἰρηκώς, εἴτε μεταθέσθαι καὶ ἀφελεῖν.289

39t

ΡΙΝΩΝ.

39

‘ἀργυροκοπεῖον‘ ὡς Αἰσχίνης ἐν Ῥίνωνι·

40-48t

ΤΗΛΑΥΓΗΣ.

40

Ὅτι Ἑρμογένης παρ’ Αἰσχίνῃ κωμῳδεῖται ὡς χρημά‐ των ἥττων· ἀμέλει τὸν Τηλαύγη ἑταῖρον ὄντα καὶ χαρίεντα παρεώρα ἀθεράπευτον.

41

Αἰσχίνης ὁ Σωκρατικὸς ἐν μὲν τῷ Τηλαύγει(—vgl. frgm. 44—) τὸν δὲ Τηλαύγην αὐτὸν ἱματίου μὲν φορήσεως καθ’ ἡμέραν ἡμιωβέλιον κναφεῖ τελοῦντα μισθόν, κωδίῳ δὲ ἐζωσμένον καὶ τὰ ὑποδήματα σπαρτίοις ἐνημμένον σαπροῖς
5καί〈περ τελειότα〉τον 〈ὄντα〉 ῥήτορα οὐ μετρίως διαγελᾷ.290

42

Χρήσονται δέ ποτε καὶ οἱ φρόνιμοι γελοίοις πρός τε τοὺς καιρούς, οἷον ἐν ἑορταῖς καὶ ἐν συμποσίοις, καὶ ἐν ἐπιπλή‐ ξεσιν δὲ πρὸς τοὺς τρυφερωτέρους, ὡς ὁ Τηλαύγους θύλα‐ κος, καὶ ἡ Κράτητος 〈ὀψο〉ποιητική, καὶ φακῆς ἐγκώμιον ἂν
5ἀναγνῷ τις ἐν τοῖς ἀσώτοις· τοιοῦτος δὲ ὡς τὸ πλέον καὶ ὁ Κυνικὸς τρόπος· τὰ γὰρ τοιαῦτα γελοῖα χρείας λαμβάνει τάξιν καὶ γνώμης.

43

οὐ τοίνυν οὐδὲ Σωκράτης ἄλλως ἐχρῆτο τοῖς λόγοις οὐδὲ τοῖς παραδείγμασιν, ἀλλὰ—καὶ 〈Τηλαύγει〉 (sc. διαλεγόμενος) ‘ἀμιδίων‘ καὶ κωδίων (sc. ἐμέμνητο).

44

Αἰσχίνης ὁ Σωκρατικὸς ἐν μὲν τῷ Τηλαύγει Κρι‐ τόβουλον τὸν Κρίτωνος ἐπ’ ἀμαθείᾳ καὶ ῥυπαρότητι βίου κω‐ μῳδεῖ (vgl. frgm. 41).

45

Πόθεν ἴσμεν, εἰ μὴ Τηλαύγης Σωκράτους τὴν διάθεσιν κρείσσων ἦν· οὐ γὰρ ἀρκεῖ, εἰ Σωκράτης ἐνδοξότερον ἀπέθανε καὶ ἐντρεχέστερον τοῖς σοφισταῖς διελέγετο καὶ καρτερικώτερον ἐν τῷ πάγῳ διενυκτέρευεν καὶ τὸν Σαλαμίνιον κελευσθεὶς
5ἄγειν γεννικώτερον ἔδοξεν ἀντιβῆναι καὶ ἐν ταῖς ὁδοῖς ἐβρεν‐ θύετο· περὶ οὗ καὶ μάλιστ’ ἄν τις ἐπιστήσειεν, εἴπερ ἀληθὲς ἦν· ἀλλ’ ἐκεῖνο δεῖ σκοπεῖν, ποίαν τινὰ τὴν ψυχὴν εἶχε Σω‐ κράτης καὶ εἰ ἐδύνατο ἀρκεῖσθαι τῷ δίκαιος εἶναι τὰ πρὸς ἀνθρώπους καὶ ὅσιος τὰ πρὸς θεούς, μήτε ἐκεῖ πρὸς τὴν
10κακίαν ἀγανακτῶν μηδὲ μὴν δουλεύων τινὸς ἀγνοίᾳ, μήτε
τῶν ἀπονεμομένων ἐκ τοῦ ὅλου ὡς ξένον τι δεχόμενος ἢ ὡς ἀφόρητον ὑπομένων, μήτε τοῖς τοῦ σαρκιδίου πάθεσιν ἐμπαρ‐ έχων συμπαθῆ τὸν νοῦν.291

46

‘τῆς σῆς διανοίας σπουδαίας γενομένης ἀγαθόν τι ἀπο‐ λαυσώμεθα‘.

47

‘καὶ Σόλωνοσ‘ ἔφην ἐγὼ ‘τοῦ τοὺς νόμους θέντος ὁμοίως κατατεθνεῶτος ἔτι καὶ νῦν μεγάλα ἀγαθὰ ἀπολαύομεν‘.

48

Πολλαχῆ μέντοι καὶ ἐπαμφοτερίζουσιν † οἷς ἐοικέναι εἴ τις ἐθέλοι καὶ ψόγους [εἰ καὶ ὁ ψόγους εἶναι θέλοι τις]· παράδειγμα τὸ τοῦ Αἰσχίνου τὸ ἐπὶ τοῦ Τηλαύγους· πᾶσα γὰρ σχεδὸν ἡ περὶ τὸν Τηλαύγη διήγησις ἀπορίαν πα‐
5ράσχοι ἄν, εἴτε θαυμασμὸς εἴτε χλευασμός ἐστι. τὸ δὲ τοιοῦ‐ τον εἶδος ἀμφίβολον, καίτοι εἰρωνεία οὐκ ὂν ἔχει τινὰ ὅμως καὶ εἰρωνείας ἔμφασιν.

49

καὶ Ἀρίστιππος Ὀλυμπίασιν Ἰσχομάχῳ συμβαλὼν ἠρώτα τί Σωκράτης διαλεγόμενος οὕτω τοὺς Ἀθηναίους διατίθησι· καὶ μίκρ’ ἄττα τῶν λόγων αὐτοῦ σπέρματα καὶ δείγματα
λαβὼν οὕτως ἐμπαθῶς ἔσχεν, ὥστε τῷ σώματι συμπεσεῖν καὶ292
5γενέσθαι παντάπασιν ὠχρὸς καὶ ἰσχνός· ἄχρι οὗ πλεύσας Ἀθή‐ ναζε διψῶν καὶ διακεκαυμένος ἠρύσατο τῆς πηγῆς, καὶ τὸν ἄνδρα καὶ τοὺς λόγους αὐτοῦ καὶ τὴν φιλοσοφίαν ἱστόρησεν, ἧς ἦν τέλος ἐπιγνῶναι τὰ ἑαυτοῦ κακὰ καὶ ἀπαλλαγῆναι.

50

ἔτι ἐκ τῶν παθητικῶν λέγε διηγούμενος καὶ τὰ ἑπόμενα καὶ ἃ ἴσασι, καὶ τὰ ἴδια ἢ αὐτῷ ἢ ἐκείνῳ προσόντα· ‘ὁ δ’ ᾤχετό με ὑποβλέψασ‘. καὶ ὡς περὶ Κρατύλου Αἰσχίνης, ὅτι διασίζων, τοῖν χεροῖν διασείων‘· πιθανὰ γάρ, διότι
5σύμβολα γίγνεται ταῦτα ἃ ἴσασιν ἐκείνων ὧν οὐκ ἴσασιν.293

51

δι’ ἓν μὲν τοῦθ’ οὕτως ἀναγκαίως ἡ ῥητορικὴ νόμων πρότερον καὶ ἡγούμενον, δεύτερον δὲ τί χρὴ τοὺς νόμους αὐτούς, ὦ πρὸς θεῶν, εἶναι φῆσαι πλὴν λόγους, το‐ σοῦτον τῶν ἄλλων ἐξηλλεγμένους ὅσον εἰσὶ γεγραμ‐
5μένοι; εἰ μὲν ἐγώ τι μέμνημαι καὶ Σωκράτει συνδο‐ κεῖν Αἰσχίνης μαρτυρεῖ. χωρὶς δὲ τῆς μαρτυρίας καὶ τοῦ Σωκράτους εἰς αὐτό τις ἂν σκοπῶν ... ἴδοι. λέγουσι γάρ πως καὶ τί δεῖ ποιεῖν καὶ τίνων ἀπέχεσθαι καὶ ἐν εἰρήνῃ καὶ ἐν πολέμῳ καὶ καθ’ ἕνα καὶ κοινῇ καὶ πολιτεύονται διη‐
10νεκῶς ἐν ταῖς πόλεσιν.

52

‘τὸ πέρα καθεύδειν τοῦ πρέποντος τοῖς τεθνηκόσι μᾶλλον
ἤπερ τοῖς ζῶσιν ἁρμόδιον‘.294

53

‘ἀνθρώπῳ δέ τοι οὐκ ἄπορον καλὸν κἀγαθὸν εἶναι‘.

54

‘ἐπ’ ἀμφότερα τὰ ὦτα καθεύδειν‘

55

‘ἐκαθήμεθα δὲ ἐν τῇ στοᾷ‘.295

56

καὶ ‘ἀποβλεφθῆναι‘ ἐπὶ τοῦ θαυμασθῆναι Αἰσχίνης εἶπεν ὁ Σωκρατικός.

57

‘γλώττασ‘ δὲ τὰς τῶν ὑποδημάτων ἔλεγον ὡς Αἰσχίνης ὁ Σωκρατικός.

58

τὸ δὲ ἀμῆσαι καὶ θερίσαι· καὶ τὸ πρᾶγμα οὐ μόνον θέρος, ἀλλὰ καὶ ‘θερισμὸν‘ Αἰσχίνης εἴρηκεν ὁ Σωκρατικός.

59

〈ἀ〉νεπιεικές· οὐκ ἐπιεικές, ἀλλὰ κακόν. Ἀριστοφάνης
καὶ Αἰσχίνης.296