TLG 0668 001 :: AEGIMIUS :: Aegimius (fragmenta)

AEGIMIUS Epic., fort. auctore Cercope vel Hesiodo
(6 B.C.?)

Aegimius (fragmenta)

Source: Kinkel, G. (ed.), Epicorum Graecorum fragmenta. Leipzig: Teubner, 1877: 83–85.

frr. 3–5, 7–8

Citation: Fragment — (line)

3

Νήσῳ ἐν Ἀβαντίδι δίῃ· τὴν πρὶν Ἀβαντίδα κίκλησκον θεοὶ αἰὲν ἐόντες, τὴν τότ’ ἐπώνυμον Εὔβοιαν βοὸς ὠνόμασε Ζεύς.

4

Ἐκ τοῦ δ’ ὅρκον ἔθηκεν ἀμείνονα ἀνθρώποισι
νοσφιδίων ἔργων πέρι Κύπριδος.83

5

Καί οἱ ἐπίσκοπον Ἄργον ἵει κρατερόν τε μέγαν τε, τέτρασιν ὀφθαλμοῖσιν ὁρώμενον ἔνθα καὶ ἔνθα, ἀκάματον δέ οἱ ὦρσε θεὰ μένος, οὐδέ οἱ ὕπνος
πῖπτεν ἐπὶ βλεφάροις, φυλακὴν δ’ ἔχεν ἔμπεδον αἰεί.84

7

Ἔνθα ποτ’ ἔσται ἐμὸν ψυκτήριον, ὄρχαμε λαῶν.

8

Πάντες δὲ τριχάϊκες καλέονται,
οὕνεκα τρισσὴν γαῖαν ἑκὰς πάτρης ἐδάσαντο.85