TLG 0667 001 :: MARCELLINUS I :: De pulsibus

MARCELLINUS I Med.
(A.D. 2)

De pulsibus

Source: Schöne, H. (ed.), “Marcellinos’ Pulslehre. Ein griechisches Anekdoton” [Festschrift zur 49. Versammlung deutscher Philologen und Schulmänner] Basel: Birkhäuser, 1907: 455–471.

Citation: (Line)

1tΜΑΡΚΕΛΛΙΝΟΥ ΠΕΡΙ ΣΦΥΓΜΩΝ.
2 Σφυγμοῦ θ〈ιγ〉εῖν καὶ περὶ σφυγμῶν ὅσα χρὴ μαθεῖν πάνυ πολλὰ διενήνοχε· τὸ μὲν γὰρ οὐκ οἶδ’ εἴ τις ....... τῶν ἰδιωτῶν οὐκ ἐτόλ‐ μησεν ἢ τοῦ ἰατρὸς ἢ τοῦ φιλίατρος εἶναι δόξαν ἀγαπῶν· καὶ .......
5........ χαλεπὸν οὐδὲν εἶναι δοκεῖ, πᾶσιν ἔξεστι. τὴν δὲ περὶ σφυγμῶν σημείωσιν διὰ τὴν χειρὸς ἐμπειρίαν καὶ διὰ γνώμης θεωρίαν—ὀκνῶ λέγειν—ἢ σπανίως γέ τις ἢ οὐδεὶς ὁ μαθών τε καὶ μελετήσας εὑρέθη· τῇ τε γὰρ διὰ τῶν δακτύλων ἁφῇ πολλῷ πάνυ χρόνῳ δεῖ δουλεύειν τὸν λογισμόν, αὐτὴν δὲ τὴν αἴσθησιν ἀνάπαλιν ταχθῆναι παρὰ τῇ
10γνώμῃ καὶ φῶς ἐκεῖθεν λαβοῦσαν παιδευθῆναι τὸ μάθημα. καὶ ἔτι γὰρ συνοδεῦσαι δεῖ πρὸς ταῦτα ἀκριβῶς αἴσθησίν τε καὶ νοῦν· διὸ καὶ τὸν Ἐρυθρ〈αῖ〉ον ἐπῄνεσα θαυμάσαντα, πῶς ἔνιοι προπετέστερον τῶν Ἡρο‐ φιλείων ἀκριβείας τὰ πρῶτα ἔδοσαν τῇ περὶ ἐκκρίσεων πραγματείᾳ· κα‐ τ’ οὐδὲν γάρ φησιν ἀγχινοίας ἐλάττονος δεῖσθαι τὴν περὶ σφυγμῶν ἐμπει‐
15ρίαν. τὸν δὲ Ταραντῖνον Ἡρακλείδην καὶ Φιλῖνον τοὺς ἐμπειρικοὺς ἄχρηστον λέγοντας τὴν περὶ σφυγμῶν σημείωσιν τίς οὐκ ἂν δικαίως μεμηνέναι δόξειε τοὺς εἰς σημείωσιν τοὺς ἰατρικοὺς ἐκκόπτοντας ὀφθαλ‐ μούς; καὶ τὰ μὲν τοῦ σώματος ὄμματα μόνον ἴσασι τὸ παρόν, χρόνος τε γὰρ αὐτοῖς καὶ τόπος καὶ σκότος εἰς γνῶσιν πολέμια· θίξις δὲ ὀξυω‐
20πεστέρα ἰητροῦ καὶ τὸ κεκρυμμένον ἐθεάσατο καὶ τὸ μέλλον πολλάκις ἐμαντεύσατο. τοῦτο μὲν οὖν οὐδ’ οἱ Λυγκέως ἠδυνήθησαν εὑρεῖν ὀ‐ φθαλμοί. τίς δ’ ἂν καὶ μεταπείσειεν αὐτοὺς λόγος τοὺς ὑπ’ αὐτῶν τῶν πραγμάτων μὴ δυσωπουμένους; ἀναγκαία γὰρ καὶ ἡ δι’ οὔρων τε καὶ σκυβάλων καὶ ἱδρώτων καὶ τῶν ἄλλων ἐκκρίσεων ἐπιφαινομένων ἐπί‐
25σκεψις, ἀλλ’ οὐ διηνεκὴς οὐδὲ ἀχώριστος, καὶ ἀποπέμπει τὸν τεχνίτην πολλάκις μηδὲν ἐγνωκότα· ἡ δὲ ἐπὶ τὴν χεῖρα τοῦ κάμνοντος ἔκτασις πρῶτον μὲν ῥᾳδία καὶ διηνεκής, εὐπρεπής τε καὶ εὐσχήμων καὶ τὸ „ὁρεῖ τε δεινὰ θιγγάνει τε ἀηδέων“ οὐκ ἔχουσα. καὶ ἔστιν †εὐόνειϊστον πρὸς τὸν θεραπεύοντα τοῦ νοσοῦντος ἡ δεξίωσις, οἷον ἂν εἴ[δ]η θέαμα βασιλεὺς455
30ἰατροῦ δεόμενος ὀρέγων τὴν δεξιάν· καὶ ἄν τε καταλάβῃ τὸ κίνημα τῆς ἀρτηρίας ὁ ἰατρός, εὗρεν ὃ ἐζήτει, ἄν θ’ ὑποπέσῃ μηδέν, σημειοῦται καὶ τότε καὶ οἶδεν ἐκ τῆς ἀσφυγξίας τὸ νόσημα. ἀναθείη〈ν〉 δ’ ἂν τὴν εὕρεσιν αὐτοῦ θεῷ, ἀνθρώπω〈ν〉 δ’ Ἱπποκράτει ῥυέντος ἐκεῖθεν τοῦ μαθήματος εἰς αὐτόν. τοῦτο δὲ οὐκέτ’ ἂν εἰκάζοιμι, ἀλλ’ ἤδη καὶ δείκνυμι· „φλεβῶν“ γὰρ „δια‐
35σφύγξιες καὶ ἀναπνοὴ πνεύμονος καθ’ ἡλικίην καὶ ξύμφωνα 〈καὶ διά‐ φωνα〉 καὶ νούσου καὶ ὑγιείας σημεῖα“. φλέβας γὰρ τὰς ἀρτηρίας σύν‐ ηθες αὐτῷ καλεῖν, ὅτε καὶ ἀρτηρίαν οἶδε τὸν βρόγχον. χαίρει τοίνυν μᾶλλον πρὸς φλέβας ἀρτηριῶν 〈.......〉 ἀντὶ τῆς πρὸς τραχεῖαν ὁμω‐ νυμίας διὰ τὴν κατὰ τὸ σῶμα ὁμοιότητα καὶ διότι ἄμφω κέκρυπται
40ἀνατομῆς εἰς δεῖξιν δεόμενα καὶ τὰ ἔργα 〈τῆσ〉 φύσεως ἐν αὐτοῖς ὁρᾷ. ἀλλὰ καὶ † φυλα ἃ καθ’ ἡλικίαν ξυμφώνῳ τε 〈καὶ δια〉φώνῳ τῆς διασφύγξιος τούς τε εὐρύθμους καὶ παραρρύθμους καὶ ἑτερορρύθμους ἐδίδαξεν 〈...〉τῳ βραχυλογίᾳ, παντί τῳ δῆλον. μυρίων δὲ καὶ ἄλλων ὄντων, δι’ ὧν ἄν τις τὴν διὰ σφυγμῶν σημείωσιν ἀποδείξειε, μακρολογίας
45φείσομαι. μετὰ δὲ τοῦτο Αἰγίμιός τε καὶ Χρύσιππος, ἔπειτα Ἐρασί‐ στρατος τελειότερον καὶ κατὰ τὴν Ἱπποκράτους γνώμην ἥψαντο σφυγμοῦ 〈.....〉· ὅθεν μοι δοκεῖ καὶ τῆς δι’ ἐκκρίσεων σημειώσεως τὰ πολλὰ καταμελήσας συνθέσθαι τῇ διὰ σφυγμῶν θεωρίᾳ. Ἱπποκράτους γὰρ
πρὸς ἐπίγνωσιν τῶν νοσημάτων πολυπρόσωπον ἀθροίσαντος μαντικὴν456

(50)

καὶ πάντα εἰς τοῦτο ἐρανίσαντος „ἃ καὶ ἰδεῖν καὶ θιγεῖν καὶ ἀκοῦσαί ἐστιν· ἃ καὶ τῇ ὄψει καὶ τῇ ἁφῇ καὶ τῇ ἀκοῇ καὶ τῇ ῥινὶ καὶ τῇ γλώσσῃ καὶ τῇ γνώμῃ ἔστιν αἰσθέσθαι“, ὅπως μηδὲν ἐκφύγῃ νόσημα τοὺς μυρίους τῆς τέχνης ὀφθαλμούς, καὶ περὶ μὲν τῶν ἄλλων συντάγματα καταλι‐ πόντος τελείως διδάσκοντα, τὸ Προγνωστικόν, τὸ Προρρητικόν, τὰς
55Κωακὰς Προγνώσεις, τὴν δὲ περὶ σφυγμῶν θεωρίαν εὑρὼν ἔλαττον μνήμης ἔχουσαν τῆς εἰς διδασκαλίαν χρείας, τὸ λεῖπον οὐ προσεξεῦρεν, ἀλλὰ μᾶλλον ἐδίδαξε· περὶ δὲ τῶν ἄλλων οἷον οὔρων ὅτι τὰ Ἱπποκράτους ἀνενδεῶς ἔχει, αὐτὸς ἐσιώπησε.
58 Τί μὲν οὖν ἐστι κατὰ τὴν γένεσιν ὁ σφυγμός, εἴτ’ ἐκθυμίασις ἐμ‐
60φύτου θερμοῦ κατὰ τὴν ὁλκὴν συστρεφομένου καὶ κατὰ τὴν διαπνοὴν πρὸς διαστολὴν ἁπλουμένου, πρὸς ἀμφοτέρας τὰς κινήσεις τῶν ἀρτηριῶν ἐπαγομένων τὰ σώματα· εἴτε ῥεῦμα πνεύματος χορεύοντος ἐν ἀρτηρίαις ἐναρμόνιον δρόμον τῇ παρὰ καρδίας πειθόμενον βολῇ τε καὶ κατὰ τὰ πλάγια τῶν ἀρτηριῶν ὁλκῇ· εἴτε ὁδὸς ἀέρος ἀναγκαία πρὸς λεπτομέρειαν,
65ἐπεὶ τὰ πάντα τὸ πνεῦμά ἐστιν ἐξωφόρον ἀεὶ καὶ δι’ ἐπιφανείας κατὰ τὸ στόμα τῶν ἀρτηριῶν ταῖς μυρίαις ὁδοῖς ἕλκεται, ἄλλος τέ ποτε καὶ ἄλλος διδάξει λόγος· εἰς γὰρ τὴν προκειμένην πραγματείαν τί ποτέ ἐστιν ὁ σφυγμός, ὁρικῶς εἰδέναι χρή, τὸ δ’ ὑφ’ οὗ γίνεται ἢ πῶς ἢ δι’ ὅτι μὴ ῥηθὲν οὐ λείπει.
69
70
Τίς 〈ὁ〉 ὅρος σφυγμοῦ. Οὔτε Ἱπποκράτης οὔτε Αἰγίμιος, ἀλλ’ οὐδὲ Χρύσιππος οὐδὲ Ἐρασί‐ στρατος ὡρίσαντο ὅρον σφυγμοῦ· οἱ μέντοι νεώτεροι ἄλλοι ἄλλως· καὶ ὁ μὲν Ἡγήτωρ μόνον· σφυγμός ἐστιν ἀρτηριῶν διάστασις καὶ συστολή· Βακχεῖος δὲ ὁ Ἡροφίλειος σφυγμὸν εἶπεν εἶναι διαστολὴν καὶ συστολὴν
75ἐν πάσαις ταῖς ἀρτηρίαις ἅμα γιγνομένην· ὁ δὲ Ἐρυθραῖος Ἡρακλείδης ἔφη διάστασιν καὶ συστολὴν ἀρτηριῶν καὶ καρδίας ὑπὸ ζωτικῆς δυνά‐ μεως πλειστοδυναμούσης ἐπιτελουμένην. Ἀθήναιος δὲ οὕτω· σφυγμὸν εἶπεν εἶναι διαπνοὴν φανερὰν πρὸς αἴσθησιν ὅσον ἐφ’ ἑαυτῇ καρδίας
καὶ ἀρτηριῶν· Ἀσκληπιάδης δὲ ἐν τῷ Περὶ ἀναπνοῆς αὐτοῦ συντάγματι457
80ὡρίσατο τὸν σφυγμὸν διαστολὴν καὶ συστολὴν καρδίας καὶ ἀρτηριῶν. ἡμῖν δὲ ἄριστος εἶναι δοκεῖ ὅρος σφυγμοῦ ὁ καὶ παρὰ Ἀρχιγένει κείμε‐ νος· ἔστι δέ· διαστολὴ καὶ συστολὴ καρδίας καὶ ἀρτηριῶν φυσική. δια‐ στολὴ μὲν οὖν καὶ συστολὴ εἴρηται, ἐπειδὴ τοῦτο θεωροῦμεν γιγνόμενον κατὰ τὸν σφυγμόν, καρδίας τε καὶ ἀρτηριῶν πρόσκειται, ἐπειδὴ μόνων
85τούτων ὁρῶμεν διαστολὴν γιγνομένην· ἡ γὰρ μῆνιγξ ἡ περὶ τὸν ἐγκέ‐ φαλον εἴπερ καὶ σφύζει, ἀπὸ τῶν ἀρτηριῶν ἡ καταρχὴ γίγνεται αὐτῇ, αἵ τε φλέβες αἱ ἐν ταῖς νόσοις σφύζουσαι οὐ κατὰ φύσιν ἔχοντος τοῦ σώματος τοῦτο πάσχουσιν· διὰ τοῦτο οὖν πρόσκειται τῷ ὅρῳ τὸ κατὰ φύσιν, ἵνα τὰς τοιαύτας ὑπεκφύγωμεν ἐπηρείας.
89
90 Τῷ δὲ σφυγμῷ αἳ λέγονται παρέπεσθαι ποιότητες αἱ κοινόταται ἐπὶ πάντων θεωρούμεναι αἵδε· μέγεθος, σφοδρότης, ἀμυδρότης, τάχος, πυκνότης, πληρότης, τάξις, ὁμαλότης, ῥυθμός· ἅπασαι γὰρ αἱ τοιαῦται διαφοραὶ εἰς ταύτας ὑπαχθήσονται. τοῦ οὖν μεγέθους τοῦ κατὰ τὸν σφυγμὸν ὡς ἐν πλάτει τρεῖς εἰσι
95διαφοραί· ὅ τε μέγας σφυγμὸς καλούμενος καὶ ὁ μικρὸς καὶ ὁ μέσος. μέγας μὲν οὖν ἐστι σφυγμὸς ὁ διάστασιν ἔχων γιγνομένην, μικρὸς δὲ ὁ ὑπεναντίος τούτῳ, μέσος δὲ ὁ μεταξὺ τούτων. ἡ δὲ σφοδρότης ἡ ἐν τῷ σφυγμῷ τάττεται μὲν ἐπὶ τῆς κατὰ τὴν ἔξωσιν βίας, ὁπόταν τύχῃ τοιαύτη τις οὖσα. ὥσπερ οὖν κἀν τοῖς ἄλλοις

(100)

κινουμένοις ἡ σφοδρότης ἐπὶ τῆς ἑκάστου βίας τίθεται, οὕτως ἔχει καὶ ἐπὶ τῆς κινήσεως τῶν ἀρτηριῶν. τῆς δὲ σφοδρότητος καὶ αὐτῆς ὡς ἐν πλάτει τρεῖς εἰσι διαφοραί· ὅ τε σφοδρὸς σφυγμὸς καλούμενος καὶ ὁ ἀμυ‐ δρὸς καὶ ὁ μέσος· σφοδρὸς μὲν οὖν ἐστι σφυγμὸς ὁ βιαίαν τὴν ἄπωσιν τῆς ἁφῆς ποιούμενος, ἀμυδρὸς δὲ ὁ ἐκ τῶν ἐναντίων ἀσθενής, μέσος δὲ
105ὁ μεταξὺ τούτων. ἡ δὲ πληρότης τάττεται μὲν ἐπὶ τοῦ ποσοῦ τῆς ὕλης ὑπαρχούσης ἐν ταῖς ἀρτηρίαις. διαφοραὶ δέ εἰσι καὶ ταύτης ὡς ἐν πλάτει τρεῖς, ὅ τε πλήρης σφυγμὸς καλούμενος καὶ ὁ κενὸς καὶ ὁ μέσος. πλήρης μὲν οὖν ἐστι σφυγμὸς ὁ διατιθεὶς τὴν αἴσθησιν οὕτως ὡς ἱκανῶς ἔνδοθεν ἐμπε‐
110πλησμένης τῆς ἀρτηρίας, κενὸς δὲ ὁ ἐναντίος τούτῳ, μέσος δὲ ὁ μεταξὺ τούτων. καὶ ὁ μὲν πλήρης γίνεται ὑπὸ ἀδδηφαγιῶν τε καὶ τὸ σύμπαν εἰπεῖν ὑπὸ τῆς ἁδροτέρας διαίτης, ὁ δὲ κενὸς ὑπὸ ἐνδείας καὶ κενώ‐
σεως τοιοῦτος γίνεται, ὁ δὲ μέσος ὑπὸ τῆς μεταξὺ διαίτης.
Τίς ὁ τρόπος ἐπαφῆς σφυγμοῦ.
458
115 Πολλῶν καὶ ποικίλων γινομένων πταισμάτων διὰ τὴν ἀπειρίαν τῶν μὴ δυναμένων σημειοῦσθαι διὰ τῆς ἐπαφῆς τὴν προσοῦσαν τοῖς σφυγμοῖς ἀκρίβειαν οὐκ ἀνεξέταστον οὐδὲ τοῦτο ἐσκεμμένοι παρελίπομεν. καὶ γὰρ πάνυ τινὲς ἐν ὑπολήψει τυγχάνοντες τῶν ἰατρῶν οὐκ ἐπιβάλλοντες ὃν δεῖ τρόπον τὴν ἁφὴν τῇ κινήσει τῆς
120ἀρτηρίας, οὐχὶ τὸν παρὰ φύσιν σφυγμὸν οὐκ ἔγνωσαν, ἀλλὰ καὶ τὸν κατὰ φύσιν οἴονται παρὰ φύσιν ἔχειν καὶ ὀλέθριον μὲν τὸν ἀκίνδυνον εἶναι, τὸν δὲ πονηρὸν σωτήριον, καθόλου πλανώμενοι περὶ τὴν σημείωσιν ἐκ τῆς μὴ δεόντως γιγνομένης ἐπαφῆς. διὰ δὴ ταῦτα ἀναγ‐ καῖον ἐστὶν ἀκριβῆ τὴν ἐπέρεισιν τῆς ἁφῆς ποιεῖσθαι. εἰσελθόντα
125τοίνυν πρὸς τὸν ἄρρωστον δέον ἐστὶν οὐκ εὐθὺς ἐπιβάλλειν τὴν χεῖρα τοῖς σφυγμοῖς. πρῶτον μὲν γὰρ ἀπρεπὲς καὶ ὑπάγροικον εἶναι νομιστέον ἐπιστάντα τῷ νοσοῦντι τὸν ἰατρὸν ἅπτεσθαι παραχρῆμα τῶν σφυγμῶν. δεύτερον δὲ διὰ σπουδῆς ἐληλυθότα πρὸς τὸν ἄρρωστον, οἷα συμβαίνειν εἴωθεν, εἰκός ἐστιν ἔτι καὶ τῷ πνεύματι τεταραγμένῳ καὶ μετεώρῳ τυγ‐
130χάνοντι προσπελάζειν τὴν ἁφήν. πρὸς δὲ τούτῳ αὐτὸς ὁ τοῦ κάμνοντος σφυγμὸς τροπήν τινα καὶ ἀλλοίωσιν ὡς ἐπὶ τὸ πλεῖστον ἀναδέχεται πρὸς τὴν εἴσοδον τοῦ ἰατρεύοντος, ἤτοι γεγηθότος δι’ ἐλπίδος ταχείας ἀναρ‐ ρώσεως καὶ μάλιστα εἰ πολλὴν ὁ ἰατρὸς ἕξιν ἔχει ἢ δεδοικότος δι’ ἀπώ‐ λειαν ἀκούσεσθαί τι φαῦλον παρὰ τοῦ ἰατροῦ. καὶ αἰδὼς δὲ καὶ ἔκπλη‐
135ξις ἀλλοιοῦσθαι ποιεῖ τὸν σφυγμὸν τοῦ νοσοῦντος πρὸς τὴν εἴσοδον, σεμ‐ νοτέρου τε καὶ ἀξιοπρεποῦς ὄντος τοῦ ἰατρεύοντος πρὸς παῖδας εἰσιόν‐ τος ἢ παρθένους ἢ γυναῖκας οὐκ εἰθισμένας ὁρᾶσθαι πρότερον ἢ καὶ ἰδιωτικὸν βίον ἐπανῃρημένας. τούτων οὖν ἕνεκα καὶ τῶν τούτοις ὁμοίων οὐ χρὴ πρὸς τὴν πρώτην εἴσοδον εὐθὺς παραχρῆμα ἅπτεσθαι τῶν σφυγ‐
140μῶν, πυνθανόμενον δὲ περὶ τοῦ νοσήματος, μάλιστα μὲν παρ’ αὐτοῦ τοῦ κάμνοντος, ἂν εὐσταθῆ τύχῃ τὸν λογισμὸν ἔχων, ἢ καὶ παρὰ τῶν οἰ‐ κείων· οἷον ἀπὸ ποίας προφάσεως ἡ νόσος ἤρξατο, καὶ περὶ πλήθους ἡμερῶν καὶ περὶ τῶν ἐν τῇ νόσῳ παροξυσμῶν τε καὶ ἀνέσεων, καὶ εἴ τινες ἐκκρίσεις ἐγένοντο· συμβάλλεται γὰρ καὶ ταῦτα πολύ τι πρὸς τὴν
145ἀκριβῆ σημείωσιν. καὶ ὁ σφυγμὸς τελείως ἀποκαθίσταται, κινηθησόμενος μόνον κατ’ αὐτὸ τὸ πάθος. χρὴ δὲ ἐφ’ ἑκατέρας τὰς χεῖρας ἐπιβάλλειν τὴν δεξιάν, ἵν’ εἰ καὶ ἑτερόσφυκτος ὁ κάμνων εἴη, καταλαμβάνηται,
ἐν ἐγγωνίῳ δὲ τῷ σχήματι τῆς χειρὸς ἅπτεσθαι καὶ ἐπικειμένης, μήτε αἰωρουμένης—γίνεται γὰρ καὶ παρὰ ταῦτα τροπή τις τοῦ σφυγμοῦ459

(150)

—μήτε περιλαμβάνοντα σύμπαντα τὸν καρπόν—ἐργατῶδες γάρ— ἀλλ’ ἔνθα διασημαίνει τὸ κίνημα τῆς ἀρτηρίας· οὔτε μὴν ἑνὶ δακτύλῳ ποιεῖσθαι τὴν ἐπαφήν, ὥσπερ ἔνιοι ποιοῦσι δι’ ἀλαζονείαν ἕξεως, τοῖς δὲ τέτρασιν ἢ τοῖς τρισὶ δακτύλοις, ὅπως ἐκ πολλῆς τῆς ἐπερείσεως καὶ κατὰ πολλὰ μέρη γινομένης καταλαμβάνηται τῆς ἀρτηρίας ἡ κίνησις.
155δεῖ δὲ μήτε κούφως ἐφάπτεσθαι μήτε λίαν πιέζοντα[ς] τὴν ἀρτηρίαν, μέ‐ σην δὲ ποιούμενον τὴν ἐπέρεισιν. οὕτω γὰρ ἂν ἡ ἀντίληψις τῆς κινή‐ σεως γίγνοιτ’ ἂν ἀκριβής, τά τε μεγέθη καὶ τὰς σφοδρότητας ταχυτῆτας τε καὶ βραδυτῆτας καὶ τὰς ἄλλας τὰς κατὰ τὸν σφυγμὸν συμφωνίας ἐπιθεωρεῖν ἔξεστι τοῖς ἐφαπτομένοις. καὶ τοῦτο δὲ παραφυλακτέον, τὸ
160μὴ εὐθέως κουφίζειν τὴν ἁφὴν ἀπὸ τοῦ σφυγμοῦ, οἷον μετὰ μίαν ἢ δευ‐ τέραν πληγήν, ἀλλὰ πλείονας, οἷον μετὰ δέκα ἢ δυοκαίδεκα, καὶ μάλιστα ἐφ’ ὧν νοσημάτων ὑποπτεύεται κακοήθειά τις εἶναι περὶ τοὺς σφυγμούς· ὡς ὅσοι γε μετὰ μίαν ἢ δευτέραν πληγὴν ἀφίστανται τῆς ἐπαφῆς, ἄ‐ σκησιν καὶ συγγυμνασίαν ἐπιδεικνύμενοι τοῖς ἰδιώταις, οὗτοι πταίουσι περὶ
165τὰς καταλήψεις ἀδήλου τυγχάνοντος, εἰ μεθ’ ἣν ἥψατό τις διαστολήν, σῴζει τὴν αὐτὴν διάστασιν ὁ σφυγμὸς ἢ μεταβέβληκε, καὶ μάλιστα τῶν ἀνωμάλων καὶ ἀτάκτων οὐχ ὑποπιπτόντων πρὸς τὴν πρώτην τῆς ἁφῆς ἐπέρεισιν, ἀλλ’ ὕστερον, καὶ τῶν διαλειπόντων καὶ τῶν παλινδρομούντων, ὡς παραστήσομεν. χρὴ οὖν χρόνια ἐφάπτεσθαι, ἵνα καὶ ταῦτα καὶ τὰ
170λοιπὰ τῶν περὶ τὸν σφυγμὸν ἰδιωμάτων καταλάβωμεν καὶ οὕτως αἵ τε σημειώσεις προκόπτωσιν καὶ ἀσφαλεῖς τοῖς πάθεσιν ἐξ αὐτῆς τῆς διὰ τῶν σφυγμῶν σημειώσεως ὑπαγορευόμεναι τοῖς μεμαθηκόσι.
172
Τίνι διαφέρει ταχυτὴς πυκνότητος. Περὶ δὲ ταχυτῆτος καὶ πυκνότητος ζητεῖται εἰ διαφέρουσιν ἀλ‐
175λήλων αἱ ποιότητες. καὶ ἔνιοι μὲν οὐκ οἴονται διαφέρειν ἀλλήλων ἢ μόνῃ τῇ φωνῇ· ἡμῖν δὲ παμπόλλη ὅση εἶναι ἐν αὐτοῖς διαφορὰ ἢ πυκνὸν εἶναι τὸν σφυγμὸν ἢ ταχὺν ἢ ἐκ τῶν ἐναντίων ἀραιὸν καὶ βραδύν. τὸ δὲ πᾶν οὕτω σαφηνισθήσεται. τοῦ σφυγμοῦ τὰ πρῶτα μέρη λέγομεν εἶναι δύο, διαστολὴν καὶ συστολήν. καὶ τούτων ἑκάτε‐
180ρον διανέμεται διχῇ· ἡ μὲν διαστολὴ εἰς τὸ διαστέλλεσθαί τε καὶ συνεστάλθαι. διαστέλλεσθαι μὲν οὖν εἶναι λέγομεν τὸ πρὸς τὸ ἐκτὸς χωρεῖν τὴν ἀρτηρίαν, διεστάλθαι δὲ τὸ πρὸς τὸ ἐκτὸς ἀφικνουμένην τὴν ἀρτηρίαν ἐπιμένειν χρόνον τινὰ ἀκίνητον· καλοῦμεν δὲ τοῦτο
ἐπηρέμησιν. συστέλλεσθαι δὲ εἶναί φαμεν τὸ πρὸς τὸ ἔνδον ἀνα‐460
185χωρεῖν τὴν ἀρτηρίαν, συνεστάλθαι δὲ τὸ ἀφικνουμένην εἰς τὸ ἔνδον ἐπιμένειν χρόνον τινά. καλεῖται δὲ καὶ τοῦτο ἐπηρέμησις. τεσσάρων οὖν μερῶν τοῦ σφυγμοῦ θεωρουμένων τὰ μὲν δύο κινήσεις εἰσὶ, τὰ δὲ δύο ἐπηρεμήσεις. γίνονται τοίνυν ἡ μὲν ταχυτὴς καὶ ἡ βραδυτὴς τῶν κινή‐ σεων ὀνόματα, ἡ δὲ πυκνότης καὶ ἀραιότης τῶν ἐπηρεμήσεων· ὁ μὲν
190γὰρ κινούμενος σφυγμὸς ὀλιγοχρονιώτερον ταχὺς καλεῖται, ὁ δὲ πολυ‐ χρονιώτερον βραδύς, ὁ δὲ ἀναπαυόμενος ὀλίγιστον χρόνον πυκνός· ὁ δὲ ἐπηρεμῶν πλείονα χρόνον ἀραιός. σαφὴς δ’ ἂν καὶ οὕτως ὁ λόγος γέ‐ νοιτο. ὥσπερ γὰρ λέγεται βαδίζειν τις εἰς ἀγρὸν ταχέως καὶ βραδέως καὶ ἄλλος πυκνῶς καὶ ἀραιῶς, οὐ κατὰ τῆς αὐτῆς σημασίας τιθεμένων τῶν
195ὀνομάτων ἀλλὰ κατὰ διαφόρου[ς], ταχέως μέν τινα τὴν ὁδὸν ἀνύειν τὴν ἀπὸ τῆς πόλεως εἰς αὐτὸ τὸ χωρίον, ἀραιῶς δὲ εἰς τὸ χωρίον ἀπιέναι, καὶ πάλιν πυκνῶς μέν τινα πορεύεσθαι ὀλίγα τὰ μεταξὺ τῶν ἡμερῶν διαστήματα ποιούμενον, βραδέως δὲ τὴν αὐτὴν ὁδὸν ἀνύειν· παραπλη‐ σίως δὲ καὶ ἐπὶ τῶν σφυγμῶν τὸ τοιοῦτον ὑποπίπτει γιγνόμενον. ἔστιν

(200)

οὖν σφυγμὸς ταχὺς καὶ πυκνὸς ὁ καὶ τὴν κίνησιν ἔχων ταχεῖαν καὶ τὴν ἐπηρέμησιν ὀλιγίστην, ἢ ταχὺς καὶ ἀραιὸς ὁ τὴν μὲν κίνησιν διασῴζων ὁμοίαν, τὸ δὲ διάλειμμα χρονιώτερον ἔχων, ἢ ἐκ τῶν ἐναντίων βραδὺς καὶ πυκνὸς ὁ τὸ μὲν διάλειμμα ὀλίγον κεκτημένος, τὴν δὲ κίνησιν πο‐ λυχρονιωτέραν ποιούμενος, ἢ βραδὺς καὶ ἀραιὸς ὁ καὶ κινούμενος βρα‐
205δέως καὶ ἐπηρεμῶν χρόνον πλείονα.
205
Περὶ ὁμαλότητος καὶ ἀνωμάλου. Ὁμαλόν τε καὶ τεταγμένον σφυγμὸν καὶ ἀνώμαλον καὶ ἄτακτον ἔνιοι μὲν οὐκ οἴονται διαφέρειν ἀλλήλων, οὐ μὴν ὀρθῶς γε φρονοῦντες. φαίνεται γὰρ ἐν τούτοις παμπόλλη τις εἶναι διαφορά. τάττεται γὰρ ὁ
210μὲν ὁμαλὸς σφυγμὸς ἐπὶ τοῦ ἴσας ἔχοντος τὰς κινήσεις, ὁ δ’ ἀνώμαλος ἐπὶ τοῦ ἀνίσους. ὥσπερ γὰρ ὁμαλὲς εἶναι ἔδαφος λέγεται τὸ ἴσον καὶ ἐκ τῶν ἐναντίων ἀνώμαλον καὶ ἄνισον, οὕτως ἔχει καὶ ἐπὶ τοῦ σφυγμοῦ. ὁ μὲν οὖν ὁμαλὸς σφυγμὸς πάντως καὶ τεταγμένος ἐστίν, ὅτι οὐ[τε] μό‐ νον ἴσος ὑπάρχει ταῖς πληγαῖς, ἀλλὰ καὶ ἔν τινι ἀναλογίᾳ θεωρεῖται.
215ὁ δὲ τεταγμένος οὐ πάντως καὶ ὁμαλός· ἐνδέχεται γὰρ αὐτὸν καίτοι ἀνα‐ λόγους ἔχοντα τὰς πληγὰς ὅμως μὴ ἴσον εἶναι. ὁ γοῦν παρὰ μίαν γι‐ γνόμενος νυνὶ μὲν μείζων ἐλάττων δὲ αὖθις τεταγμένος ἐστίν, οὐ μὴν καὶ ὁμαλός. τῶν δὲ τεταγμένων καὶ τῶν ἀτάκτων καὶ τῶν ὁμαλῶν καὶ τῶν ἀνωμάλων οἳ μὲν κατὰ μίαν διαφοράν εἰσι τοιοῦτοι, οἳ δὲ κατὰ
220δύο, οἳ δὲ κατὰ πλείονας, κατὰ μίαν, εἰ οὕτω τύχοι, σφοδρότητα λαμ‐
βάνοντος τοῦ σφυγμοῦ καὶ οὕτως ἀνωμάλου ἢ ἀτάκτου γινομένου.
Τίς ὁ τοῦ πυρέσσοντος σφυγμός. Οὕτω δυσστόχαστόν ἐστι καὶ δυσκατάληπτον τὸ πυρεκτικὸν πάθος, ὥστε οὐ μόνον οἱ ἰατροὶ περὶ τῆς αἰτίας αὐτοῦ διεφώνησαν ἀδήλου τυγ‐
461
225χανούσης, ἀλλὰ καὶ περὶ τῆς σημειώσεως τῆς τε ἄλλης καὶ τῆς διὰ τοῦ σφυγμοῦ γινομένης καίτοι προδηλωτέρας ὑπαρχούσης. οἳ μὲν γὰρ πυκνὸν τὸν σφυγμὸν τοῦ πυρέσσοντος λέγουσι πάνυ προσαναπαυόμενοι τῷ σημείῳ τῷ κατὰ τὴν πύκνωσιν. ἔνιοι δὲ καὶ σφοδρὸν εἶπον γίνε‐ σθαι τὸν σφυγμόν· οἳ δὲ μείζονα τοῦ κατὰ φύσιν ἐπὶ τοῦ πυρέσσοντος
230εὑρίσκεσθαι· ἄλλοι δέ τινες ταχὺν εἶπον εἶναι τὸν σφυγμὸν ἐπὶ τῶν πυ‐ ρεσσόντων. τίνι διαφέρει ταχύτης πυκνότητος, ἐν τοῖς ἔμπροσθεν εἴπομεν, διδασκαλίας δὲ ἕνεκα ἀκριβοῦς μνημονεύσομεν τῶν παλαιῶν, ὅπως ἕκα‐ στος αὐτῶν ἠνέχθη περὶ τοῦ σφυγμοῦ τοῦ κατὰ τὸν πυρετόν.
233 Τίς ἡ Χρυσίππου στάσις 〈περὶ〉 τοῦ σφυγμοῦ τοῦ κατὰ τὸν πυρετόν.
235 Χρύσιππος διὰ τοῦ σφυγμοῦ σημειούμενος τὸν πυρετὸν πυκνότερον ἀπεφήνατο γίνεσθαι. τοῦ κατὰ φύσιν σφυγμοῦ, ὥς φησιν Ἐρασίστρατος, καὶ κριτήριον τῆς πυκνότητος ὑπετίθετο τὸν διατείνοντα μέχρι τεσσάρων ἀριθμῶν ἐπὶ τῶν κατὰ φύσιν ἐχόντων. πυκνοτέρας μὲν γὰρ γινομένης τῆς κινήσεως τῶν ἀρτηριῶν καὶ ἓν ἀπὸ τῶν ἀριθμῶν ἢ δεύτερον ἐκθλί‐
240βεσθαι, πρὸ τοῦ ἀριθμῆσαι τὰ τέσσαρα φθανούσης τῆς ἀρτηρίας πάλιν διαστέλλεσθαι, πυρετοῦ σημεῖον ᾤετο τοῦτο τυγχάνειν.
241 Τίς ἡ Ἐρασιστράτου στάσις περὶ τοῦ σφυγμοῦ τῶν πυρεσσόντων. Καὶ αὐτὸς δὲ Ἐρασίστρατος ἀεὶ παρεπόμενον οἴεται τῷ πυρετῷ τυγχάνειν, κἂν μὴ παρῇ πλῆθος θερμασίας, ὡς ἐν τοῖς Περὶ πυρετῶν φησὶν
245〈..〉 οὕτως· [ὡς] „τοῖς πυρέσσουσιν ἡ κίνησις πυκνοτέρα μὲν γίνεται πᾶσι, σφοδροτέρα δὲ τοῖς πλείστοισ“. ταύτην δὲ τὴν πυκνότητα ἰδίωμα σῴζειν λέγει ὡς ἐπὶ φλεγμονῇ τετραμμένη〈ν〉. καὶ λόγῳ μὲν ἀνεξέταστον καὶ ἀνερ‐ μήνευτον, ὑπὸ δὲ τῆς τριβικῆς γυμνασίας διὰ τῆς ἁφῆς καταλαμβάνεται. παραθήσομεν δὲ καὶ αὐτοῦ λέξιν Ἐρασιστράτου τοῦτον ἔχουσαν τὸν

(250)

τρόπον· „μόνη δ’ ἡ περὶ τῇ κινήσει διάθεσις τῶν πυρεσσόντων εὐσύνο‐ πτος καὶ ἀκριβὴς τῷ γε ἕξιν ἔχοντι καὶ οὐ διαψευδομένῳ, ἀλλ’ αὐτήν τε 〈τὴν〉 τῆς φλεγμονῆς ἐπίτασιν καὶ ἄνεσιν καὶ τὴν περὶ ὅλον τὸ σῶμα
διάθεσιν ἱκανῶς διασημαίνει.“ Τίς ἡ Ἡροφίλου στάσις περὶ τοῦ σφυγμοῦ τῶν πυρεσσόντων.462
255 Ὁ δὲ Ἡρόφιλος πυρέσσειν ἀπεφήνατο τὸν ἄνθρωπον, ὁπόταν πυ‐ κνότερος καὶ μείζων καὶ σφοδρότερος ὁ σφυγμὸς γένηται μετὰ πολλῆς θερμασίας ἔνδον, εἰ μὲν οὖν προαπαλλάξειε τὴν σφοδρότητα καὶ τὸ μέ‐ γεθος, ἔνδοσιν τοῦ πυρετοῦ λαμβάνοντος· τὴν δὲ πυκνότητα τῶν σφυ‐ γμῶν ἀρχομένων τε τῶν πυρετῶν πρώτην συνίστασθαι καὶ συμπαρα‐
260μένειν μέχρι τῆς τελείας αὐτῶν λύσεως λέγει. οὕτω δὲ τῇ πυκνοσφυξίᾳ τὸν Ἡρόφιλον θαρρεῖν λόγος ὡς βεβαίῳ σημείῳ χρώμενον, ὥστε κλε‐ ψύδραν κατασκευάσαι χωρητικὴν ἀριθμοῦ ῥητοῦ τῶν κατὰ φύσιν σφυ‐ γμῶν ἑκάστης ἡλικίας εἰσιόντα τε πρὸς τὸν ἄρρωστον καὶ τιθέντα τὴν κλεψύδραν ἅπτεσθαι τοῦ πυρέσσοντος· ὅσῳ δ’ ἂν πλείονες παρέλθοιεν
265κινήσεις τῷ σφυγμῷ παρὰ τὸ κατὰ φύσιν εἰς τὴν ἐκπλήρωσιν τῆς κλε‐ ψύδρας, τοσούτῳ καὶ τὸν σφυγμὸν πυκνότερον ἀποφαίνειν, τουτέστι πυ‐ ρέσσειν ἢ μᾶλλον ἢ ἧττον.
267 Τίς ἡ Ἀσκληπιάδου στάσις περὶ τοῦ σφυγμοῦ τῶν πυρεσσόντων. Ἀσκληπιάδης τῆς ἐναντίας γνώμης τοῖς προειρημένοις ἀνδράσι
270καθίσταται. τὴν γὰρ ἐπὶ τὸ σφοδρότερον τοῦ σφυγμοῦ παραλλαγὴν μετὰ θερμασίας τίθεται τοῦ πυρετοῦ σημεῖον χωρὶς φανερᾶς αἰτίας συνιστα‐ μένην. καὶ γὰρ πυκνότητα τῶν σφυγμῶν τοῖς πλείστοις παρέπεσθαί φησι τῶν πυρεσσόντων, οὐ πάντως δὲ πυρέσσειν τοὺς πυκνὸν ἔχοντας τὸν σφυγμόν.
274
275
Τίς ἡ Ἱπποκράτους στάσις περὶ τοῦ πυρετοῦ. Ἱπποκράτην ὑπολαμβάνουσι σημεῖον εἰρηκέναι τοῦ πυρετοῦ μέγε‐ θος μετὰ πυκνότητος ἢ τάχους διὰ τὴν ἐν Ἐπιδημίαις λέξιν οὕτως εἰρη‐ μένην ὑπ’ αὐτοῦ· „ἐν τοῖσιν ὀξυτάτοισι τῶν πυρετῶν οἱ σφυγμοὶ πυκνοὶ καὶ μέγιστοι.“ οὕτω μὲν δὴ εἰρήσθω καὶ τὸ παρ’ Ἱπποκράτει δοκοῦν εἶναι
280σημεῖον τοῦ πυρετοῦ.
280
Τί σημεῖον Ἀρχιγένης τίθεται τοῦ πυρετοῦ. Σκληρὸν ὑπέλαβεν οὗτος ὁ ἀνὴρ εἶναι ἴδιον καὶ ἀχώριστον ση‐
μεῖον ὡς ἐν τῷ Περὶ σφυγμῶν βιβλίῳ. Πραξαγόρας δὲ μέγαν, ταχύν, σφοδρὸν τὸν σφυγμὸν εἶναι ἐπὶ τῶν πυρεσσόντων μετὰ τοιούτων συμ‐463
285πτωμάτων εὑρισκόμενον, δίψους τε καὶ θέρμης καὶ κεφαλαλγίας καὶ συμ‐ πλοκῆς μετὰ τῶν προειρημένων ποιοτήτων ἰδιότητας ἡ μείωσις τοῦ πυρε‐ τοῦ ἐργάσασθαι προειρημένω.
287
Τίς ὁ τοῦ φρενητίζοντος σφυγμός. Ὁ τοῦ φρενητικοῦ σφυγμὸς ταχὺς μέν ἐστι καὶ πυκνὸς καὶ ἄτακ‐
290τος, καὶ τὰ μὲν πολλὰ μικρός, ἔστι δ’ ὅτε καὶ μέγεθος ἔχων. ἐνίοις δὲ καὶ ὑποτρέμειν δοκεῖ. καὶ ἔστιν ὅτε τελέως συμπεσοῦσα ἡ ἀρτηρία ἐπαν‐ ίσταται ἀθρόως πάλιν. καὶ τισὶ μὲν ὑποστολὴν μόνην εἶναι τῆς ἀρτη‐ ρίας, ἄλλοις δ’ αὖ καθελκυσμόν. μεταβάλλει δὲ ὁ τοιοῦτος τάχιστα εἰς μυρμηκίζοντα.
294
295
Τίς ὁ τοῦ ληθαργικοῦ σφυγμός. Τῶν δὲ ληθαργικῶν ὁ σφυγμός, ὅταν βαθεῖα καταφορὰ ᾖ, μέγας ἐστὶ καὶ ἀραιὸς καὶ οἷον ὑπόσομφος, τὴν ἐν τῇ πληγῇ σφοδρότητα οὐκ ἔχων—δοκεῖ μὲν γὰρ ἡ ἀρτηρία 〈μετὰ〉 ῥοίζου τινὸς καὶ τόνου τῇ ἁφῇ προσπίπτειν, οὐ συνέπεται δ’ αὐτῇ τὸ καὶ πλήσσειν ἑαυτόν—ὡς βραδὺς

(300)

δὲ καὶ νωθὴς κατὰ τὴν διαστολὴν καὶ τὴν συστολὴν διὰ πολλοῦ τοῦ χρό‐ νου πρὸς τὴν κίνησιν ἐπανιών.
301
Τίς ὁ πλευριτικοῦ σφυγμός. Πλευριτικοῦ σφυγμὸς κατ’ ἀρχὰς τῷ μὲν μεγέθει σύμμετρος ταχύς τε καὶ πυκνὸς καὶ τὴν πληγὴν στερεὰν ἔχων, παρεμφαίνων δέ τι καὶ
305τοῦ κατὰ τὴν σκληρίαν ἰδιώματος· ἔστι δ’ ὅτε καὶ ἀνώμαλος καὶ ἄτακτος γίνεται. ἐπιτεινομένου δὲ τοῦ πάθους μικρὸς γίνεται καὶ ἀμυδρὸς καὶ ταχὺς μᾶλλον ἤπερ πυκνός.
307
Τίς ὁ περιπνευμονικοῦ σφυγμός. Βραδύς, ἀραιός, ὑπόσομφος, ἀνώμαλος, ἄτακτος· ἐπιτεινομένου δὲ
310τοῦ πάθους καὶ ὀξείας τῆς ἀναπνοῆς γινομένης εἰκότως ὁ σφυγμὸς κατα‐ σμικρύνεται ὡς ἂν τοῦ πνεύματος βεβιασμένως διοδεύοντος, ἀμυδρὸς δὲ
καὶ πυκνὸς καὶ ταχὺς τότε ἀποτελεῖται.
Τίς ὁ καρδιακοῦ σφυγμός. Μικρὸς 〈ὁ〉 σφυγμὸς ἐπ’ αὐτῶν καὶ πυκνὸς καὶ ἀσθενὴς καὶ ὑγρὸς
464
315τρομώδης τε καὶ ἀνώμαλος καὶ ἄτακτος.
315
Τίς ὁ τοῦ στομαχικοῦ σφυγμός. Ἐγγύτατα δοκεῖ τοῦ καρδιακοῦ τυγχάνειν· καὶ γὰρ τοῖς ἄλλοις ση‐ μείοις δυσδιάκριτοί εἰσιν ὅ τε καρδιακὸς καὶ ὁ στομαχικός· ἔχει μέντοι γε πολλὴν διαφοράν. ὁ μὲν γὰρ τῶν καρδιακῶν σφυγμός ἐστιν ὁποῖος
320εἴρηται, ὁ δὲ τῶν στομαχικῶν ἁπλούστερος καὶ βραδύτερος καὶ ἀραιό‐ τερος συγκρινόμενος πρὸς τὸν τῶν καρδιακῶν σφυγμόν.
321
Τίς ὁ χολερικοῦ σφυγμός. Μικρός, ἀμυδρός, πυκνός, ταχύς. τοιοῦτος δέ ἐστι καὶ ὁ τῶν ὑπὸ διαρροίας ἐνοχλουμένων.
324
325
Τίς ὁ συναγχικοῦ σφυγμός. Τοῦ μεγέθους χάριν καὶ τῆς σφοδρότητος μέσος, πλὴν ἐμφαίνων τι καὶ ὑπόσομφον, ἐπιτεινομένου δὲ τοῦ πάθους μικρός ποτε καὶ ἀμυδρός.
327
Τίς ὁ ἀποπληκτικοῦ σφυγμός. Μέγας καὶ σφοδρὸς καὶ ταχύς.
329
330
Τίς ὁ τετανικοῦ σφυγμός. Μέγας μὲν συμμέτρως, σφοδρὸς δὲ καὶ σκληρὸς διατεταμένης τῆς ἀρτηρίας οἷον χορδῆς.
332
Τίνες οἱ καθ’ ἑκάστην ἡλικίαν κατὰ φύσιν σφυγμοί. Παρέπεται τοῖς νηπίοις κατὰ φύσιν σφυγμὸς ταχύς τε καὶ πυκνὸς
335ἢ μικρὸς καὶ ἀμυδρός· ἔτι τε ἴση ἡ διαστολὴ καὶ ἡ συστολὴ ἐπ’ αὐτῶν εὑρίσκεται. τοῖς δὲ ἐν αὐξήσει ἤδη γινομένοις πᾶσι τῷ μεγέθει καὶ τῇ σφοδρότητι ἐπιδεδωκὼς εὑρίσκεται ὁ σφυγμὸς καὶ ποσῶς βραδύτερος καὶ ἀραιότερος παρὰ 〈τὸν〉 τῶν νηπίων, τοῖς δὲ μειρακίοις καὶ τοῖς συνεγγίζουσι τῇ ἀκμῇ μείζων πολὺ καὶ σφοδρότερος βραδύτερός τε καὶ ἀραιότερος,
340τοῖς δὲ ἐν αὐτῇ τῇ ἀκμῇ τυγχάνουσι μέγιστος πάνυ καὶ σφοδρότατος καὶ βραδύτατος καὶ ἀραιότατος καὶ κατὰ πολὺ προέχων τῶν πρώτων ἡλικιῶν. τοῖς δὲ ἀπὸ τῆς ἀκμῆς πρὸς τὸ γῆρας ἀποκλίνουσιν ἤδη διά‐ φορος γίνεται ὁ σφυγμός· τοῖς μὲν γὰρ μικρὸν μετὰ τὴν ἀκμὴν προ[σ]ελ‐ θοῦσι τῷ μεγέθει καὶ τῇ σφοδρότητι παραπλήσιός ἐστι σφυγμῷ τῷ465
345τῶν ἐγγιζόντων τῇ ἀκμῇ καὶ τοῖς χρονικοῖς διαστήμασιν ὁ αὐτὸς τῷ τῶν ἀκμαζόντων, πλὴν ἐπ’ ὀλίγον δια〈λ〉λάττων βραδύτερος καὶ ἀραιό‐ τερος γεγονώς. τοῖς δὲ πρεσβύταις ἤδη τῷ μεγέθει καὶ τῇ σφοδρότητι ἠλαττωμένος καὶ τοῖς χρονικοῖς διαστήμασιν ηὐξημένος, βραδύτερος καὶ ἀραιότερος γεγονώς, τοῖς δὲ γηραιοῖς παρέπεται σφυγμὸς μικρότητος μὲν

(350)

χάριν καὶ ἀμυδρότητος παραπλήσιος τῷ τῶν νηπίων, τάχει δὲ πλεῖστον λειπόμενος. ἐπὶ μὲν γὰρ τῶν νηπίων οἱ ταχύτατοι καὶ πυκνότατοι, ἐπὶ δὲ τῶν γηραιῶν βραδύτατοι καὶ ἀραιότατοι. καὶ εἰς τοσαύτας μὲν δὴ ἡλικίας τέμνουσιν ἐπ’ ἀκριβὲς τὸν σφυγμόν· τινὲς δὲ οὐκ εἰς τοσαύτας, ἀλλ’ εἰς τέσσαρας, εἰς παῖδα, μειράκιον, ἀκμάζοντα, γέροντα· ἡμεῖς δὲ
355πρὸς τὸ ἐπιμελέστερον καὶ διδασκαλικώτερον ἀφορῶντες οὐκ εἰς τέσσα‐ ρας, ἀλλ’ εἰς ἑπτά, καθὰ καὶ Ἱπποκράτης ἐν τῷ Περὶ ἑβδομάδων φρονεῖ καὶ οἱ Ἀρχιγένειοι, τέμνοντες τάς τε ἡλικίας καὶ τὸν σφυγμόν, ὡς εἶναι νήπιον καὶ παῖδα 〈καὶ〉 μειράκιον καὶ ἀκμάζοντα καὶ γέροντα καὶ πρεσ‐ βύτην καὶ γηραιόν.
359
360
Τίς ὑφ’ ἑκάστης ὥρας τοῦ ἔτους ἀποτελεῖται σφυγμός. Ὥρα θερινὴ ἑκάστης ἡλικίας ἀλλάττει τὸν σφυγμὸν καὶ παρέχει μικρότερον, ἀτονώτερον ταχύτερόν τε καὶ πυκνότερον. καὶ τί γὰρ ἢ σύμ‐ φωνον νηπίου τῇ ἡλικίᾳ ἀποδίδωσι τὸ κίνημα; χειμὼν δὲ μικρότερον καὶ ἀμυδρότερον βραδύτερόν τε καὶ ἀραιότερον ποιεῖ τὸν σφυγμόν, ὅμοιον
365ἡλικίᾳ γεροντικῇ. ἔαρ δὲ καὶ φθινόπωρον μεσοῦντα μέγιστον καὶ σφοδρότατον τάχει τε καὶ πυκνότητι σύμμετρον, ὅμοιον παρέχοντα
σφυγμὸν ἀκμάζοντι.
Τίνες εἰσὶν οἱ κινδυνώδεις σφυγμοὶ κατωνομασμένοι. Τῶν δὴ σφυγμῶν ἀναγκαῖον καὶ τὰ ὀνόματα ἐκθέσθαι. οὕτω γὰρ
466
370ἂν εὐσημότερον διδαχθείημεν τὰς προσηγορίας κατατάξαντες αὐτῶν. κεῖται δὲ καὶ παρ’ Ἡροφιλείοις καὶ παρὰ Ἀρχιγενείοις τούτων κατάλογος. καλεῖται γὰρ ὁ μέν τις ἐκλείπων σφυγμός, ὁ δὲ διαλείπων, ὁ δὲ παλιν‐ δρομῶν καὶ δορκαδίζων καὶ τρομώδης καὶ μύουρος. ἀκολούθως δὲ περὶ ἑκάστου λέξομεν.
374
375
Τίς ὁ ἐκλείπων σφυγμός. Ὁ ἐκλείπων καλούμενος σφυγμὸς καὶ ἀπ’ αὐτοῦ τοῦ ὀνόματος ἐμ‐ φαίνει τὸ περὶ αὐτὸν ἰδίωμα. ἐλαττούμενος γὰρ ἀεὶ μᾶλλον κατά τε τὸ μέγεθος καὶ τὴν σφοδρότητα καὶ κατὰ τὴν συμμετρίαν τοῦ τάχους καὶ τῆς πυκνότητος τὸ τέλεον ἐκλείπων οὐκέτι φαίνεται. διὸ καὶ ἐν τοῖς
380πάνυ χαλεποῖς καὶ ὀλεθρίοις τοῦτον τίθεμεν ὡς προσημαίνοντα τὸν ὄλεθρον.
381
Τίς ὁ διαλείπων σφυγμός. Ὁ διαλείπων καλούμενος σφυγμὸς παντελῆ μὲν ἀφανισμὸν οὐ ποιεῖ τῆς κατὰ τὴν ἀρτηρίαν κινήσεως, ἀθρόως δὲ ἀποκοπεὶς καὶ ἐφησυχάσας κατὰ
385τὴν συστολὴν χρόνον τινὰ ἐπανέρχεται πάλιν. καὶ ἔστιν ἐν αὐτῷ ἡ δια‐ φορὰ τοιαύτη τις. διαλείπει γὰρ ἤτοι παρ’ ὀλιγωτέρας 〈..〉 καὶ τοῦτο γίνεται τεταγμένως ἢ ἀτάκτως. ποτὲ μὲν γὰρ μετὰ πλείονας σφυγμοὺς οἷον τέσ‐ σαρας ἢ πέντε διαλείπων, αὖθις μὴ φυλάξας τὴν τάξιν, μετὰ δύο ἢ τρεῖς πληγὰς διαλείπει· ἢ ἐκ τῶν ἐναντίων μετὰ ὀλιγωτέρας διαστολὰς ἐπα‐
390νέρχεται ἐπὶ τὰς πλείονας· ἢ τὸ ἔντακτον φυλάσσει, τὴν αὐτὴν ἰσότητα ποιούμεν〈οσ〉 τῶν κατὰ τὰ διαλείμματα χρόνων. τὸν μὲν οὖν παρ’ ὀλιγωτέ‐ ρας ἀνταποδώσεις σφυγμὸν διαλείποντα μᾶλλον ὀλέθριον νομιστέον, τὸν δὲ παρὰ πλείονας ἧττον, οἷον τὸν παρὰ μίαν κίνησιν τοῦ παρὰ δύο, καὶ τὸν παρὰ δύο τοῦ παρὰ τρεῖς, καὶ τὸν παρὰ τρεῖς τοῦ παρὰ
395τέσσαρας, καὶ κατὰ τὰ ἑξῆς ὁμοίως. ὅπου μὲν γὰρ συνεχεστέρας οὔσης τῆς κατὰ τὸν σφυγμὸν ἐνεργείας καὶ οὐ διατεμνομένης πυκνῶς ὑπὸ τοῦ διαλείποντος σφυγμοῦ, ἔτι τὴν δύναμιν ἐρρῶσθαι ὑποληπτέον, ὅτε δὲ οὔ,
τοὐναντίον.
Τίς ὁ παλινδρομῶν σφυγμός.
467

(400)

Ὁ δὲ παλινδρομῶν σφυγμός ἐστιν ὁ πλείονα χρόνον ἐν τῇ συστολῇ μένων καὶ φαντασίαν ἀποτελῶν παντελοῦς ἀσφυγξίας, εἶτα πάλιν ἐπα‐ νιστάμενος καὶ πλήσσων. ὅσῳ δ’ ἂν διὰ πλείονος παλινδρομήσῃ χρόνου, τοσούτῳ μᾶλλόν ἐστιν ὀλεθριώτατος διὰ τὸ τὸν ζωτικὸν τόνον μελετᾶν ἐκ τοῦ κατὰ λόγον ἀπόλλυσθαι. ὅνπερ γὰρ τρόπον αἱ λυχνιαῖ〈αι〉 φλόγες
405μειωθεῖσαι τὸ πῦρ αἰφνίδιον ἐκλείπουσιν, εἶθ’ ὅσον οὐ σβέννυνται τέλεον, τὸν αὐτὸν τρόπον καὶ ἡ ζωτικὴ δύναμις ἐκ τοῦ κατ’ ὀλίγον σβεννυμένη καὶ πρὸς ἐλάχιστον συμπληξαμένη ἀθρόως ἀποκόπτεται. σχέσιν δὲ ὁ παλινδρομῶν πρὸς τὸν διαλείποντα ἔχει τοιαύτην συνυπάρχουσαν ἀλλή‐ λοις. οὔτε γὰρ ὁ διαλείπων δύναται νοηθῆναι δίχα τοῦ παλινδρομοῦντος
410οὔτε χωρὶς τοῦ διαλείποντος ὁ παλινδρομῶν, ἀλλ’ ἀνάγκη σῶσαι τού‐ τους πρὸς ἀλλήλους τοιαύτην τινα σχέσιν, ἵνα νοηθῶσιν ἑκάτεροι. δεῖ γὰρ τὸν μὲν διαλείποντα σφυγμὸν μεταβάλλειν ἐκ κινήσεως εἰς ἀκινησίαν, τὸν δὲ παλινδρομοῦντα τοὐναντίον εἰς κίνησιν ἐξ ἀκινησίας. μήποτε οὖν, εἰ χρὴ φάναι τἀληθές, τοῖς προγενεστέροις μὲν ἀνεγράφησαν ὡς
415διαφέρουσαι ἀλλήλων αἱ ποιότητες αὗται τῶν σφυγμῶν, διενηνόχασι δὲ μόνοις τοῖς ὀνόμασι;
416
Τίς ὁ δορκαδίζων 〈σφυγμόσ〉. Ὁ δορκαδίζων σφυγμὸς καλεῖται καὶ διπλασιάζων, ἁπλοῦς δέ ἐστιν, ἐν μιᾷ διαστάσει δὶς πλήσσων, εἶτα διαστελλόμενος. διαστᾶσα γὰρ ἡ ἀρ‐
420τηρία καὶ παρασχοῦσα φαντασίαν συστολῆς, ἔτι μετέωρος τυγχάνουσα, πάλιν προσεπιδιίσταται καὶ τότε τὴν ὀφειλομένην ἀπολαβοῦσα συστολὴν, ὁμοίως ἐξερ〈εθ〉ίζει τὴν ἁφὴν διπλῆν ἐν τῇ μιᾷ διαστολῇ ποιουμένη τὴν ὁρμήν. ὅθεν καὶ δορκαδίζων ὁ τοιοῦτος ἐκλήθη σφυγμὸς οὐκ ἀτόπως. ὥσπερ γὰρ αἱ δορκάδες ἐν τοῖς δρόμοις τὰ μὲν πρῶτα μικρὰ διαβαίνουσιν,
425εἶτα αἰφνίδιον ἐπὶ τὸ μεῖζον ἐξάλλονται καὶ πρὸς τὸν ἀέρα μετεωρισθεῖσαι πάλιν προσάλλονται πρὶν ἐπιβῆναι τῆς γῆς, οὕτω καὶ ὁ δορκαδίζων σφυγ‐ μὸς μικρὰς καὶ ἀμυδρὰς ποιησάμενος τὰς πρώτας διαστολὰς ἐπὶ πλέον διαστέλλεται καὶ μένων ἐν τῇ αὐτῇ διαστολῇ πρὸ τοῦ πεσεῖν πάλιν προσ‐
επιδιιστάμενος πλήσσει τὴν ἁφήν. Ἡρόφιλος μὲν οὖν ὁ πρῶτος ὀνομάσας468
430δορκαδίζοντα σφυγμόν φησιν ἅπαξ ἑωρακέναι ἐπί τινος εὐνούχου, ἡμῖν δὲ συνεχῶς ἐπὶ τῶν ἔργων ἐπέπεσεν ἐν τε φρενητικαῖς καὶ καρδιακαῖς δια‐ θέσεσι.
432
Τίς ὁ μυρμηκίζων σφυγμός. Ὁ μυρμηκίζων ὀνομαζόμενος σφυγμὸς ταπεινός ἐστι καὶ στενὸς καὶ
435ἀμυδρὸς ἰσχυρῶς, συστολὴν ὀλιγοχρόνιον ποιῶν ἢ δοκῶν ποιεῖν, ἀλλ’ αὐτόθεν οἱονεὶ σπαίρων, τάχα μὲν διὰ τὴν μικρότητα τοῦ μύρμηκος, ᾧ παρόμοιος ὢν τοιοῦτός ἐστιν ὁ σφυγμός, τάχα δὲ καὶ διὰ τὴν ἐμφέρειαν τὴν πρὸς τὴν κίνησιν. ὥσπερ γὰρ ἄνευρα βαίνει τὸ ζῷον καὶ μικρὰ καὶ ἄδαρτα καὶ ὅλως οὐ συγκινοῦντα τὴν αἴσθησιν, οὕτω δὴ καὶ πρὸς τὴν ἁφὴν
440ὁ σφυγμὸς τοιαύτην ποιεῖται τὴν αἴσθησιν ἀμυδροτάτην καὶ μικροτάτην συνεχῆ τε καὶ γηρῶσαν. εὑρίσκεται δὲ ἐπὶ καρδιακῶν· καὶ ἐπὶ τῶν ἄλλων δὲ θεωρεῖται συνεχέστερον τῶν ἤδη πρὸς τῷ τελευτᾶν ὄντων.
442
Τίς ὁ σκωληκίζων σφυγμός. Ὁ δὲ σκωληκίζων καλούμενος σφυγμὸς ἐκ τῶν αὐτῶν τῷ μυρμηκί‐
445ζοντι συνέστηκε. κατὰ μὲν ἐνίους οὐδὲν διαφέρει ἢ τῇ προσηγορίᾳ μόνῃ, κατὰ δὲ τοὺς ἀκριβέστερον τοῖς ἰδιώμασι τῶν σφυγμῶν παρακολουθήσαντας θεωρεῖται παραλλαγή τις ἐν τοῖς κινήμασι τοῖς ἑκατέρωθεν καὶ διαφε‐ ρούσης ἔτυχον εἰκότως τῆς ὀνομασίας. ὁ μὲν γὰρ μυρμηκίζων, ὡς προειρή‐ καμεν, παρέχει φαντασίαν μύρμηκος ὑπὸ τῇ ἁφῇ περιπατοῦντος, ὁ δὲ σκω‐

(450)

ληκίζων τὴν κίνησιν σκώληκος παραπλησίαν ἐν τῇ πορείᾳ ποιεῖται πρὸς τὴν ἁφήν. ὅνπερ οὖν τρόπον σκώληξ μικρότατος τῷ σώματι τυγχάνων κινεῖ‐ ται καθάπερ Worm on Circle, crawling Worm on Circle, standing ἐγειρομένων ἐν αὐτῷ, τῶν δὲ προσπιπτόντων ἀπὸ τῶν τελευταίων μερῶν ἄχρι τῆς κεφαλῆς, τοῦτον δὴ τὸν τρόπον καὶ ὁ σφυγμὸς 〈ὁ〉 σκωληκίζων καταλαμβάνεται τὰς κινήσεις ἐπισυνάπτων ταῖς πρώταις ἐφε‐
455ξῆς κατὰ τὴν δοκοῦσαν εἶναι περὶ αὐτὸν διαστολὴν μετὰ τοῦ καὶ τὸ πνεῦμα τὸ κινοῦν τὴν ἀρτηρίαν ἡνωμένον μὲν ὑποπίπτειν, πολλὴν δὲ τὴν ἀτονίαν καὶ ὡς εἰπεῖν ἀπώλειαν ἔχον. ἐπὶ δὲ τοῦ μυρμηκίζοντος πᾶν τοὐναντίον ἔστιν εὑρεῖν· ὑποπίπτει γὰρ οἷον εἰ〈σ〉 πολλὰ καὶ λεπτὰ καταδιῃρημένον τὸ πνεῦμα καὶ διὰ τοῦτο μᾶλλον συγκινεῖν δοκεῖ τὴν αἴσθησιν. ἀλλ’ οὗτος
460μὲν ὄντως ἐστὶν ὀλέθριος, ὁ δὲ σκωληκίζων ἧττον κινδυνώδης.
Τίς ὁ μυουρίζων σφυγμός. Ὁ δὲ μυουρίζων σφυγμὸς τέτευχε ταύτης τῆς ὀνομασίας ἀπὸ τοῦ περὶ αὐτὸν σχήματος. ἔστι δὲ πολυειδὴς καὶ πολυκίνητος, ἐκ τῆς τῶν ἀνω‐ μάλων καὶ ἀτάκτων διαφορᾶς τὴν ἐπισύνθεσιν εἰληφώς. ὅταν γὰρ μεί‐
469
465ζων προσπεσοῦσα πληγὴ ἀεὶ καὶ μᾶλλον κατὰ τὸ ἑξῆς σμικρύνηται, μύου‐ ρον ἀποτελεῖ σφυγμόν, ἢ ὅταν πληγὴ στερεωτέρα ὑποπεσοῦσα κατὰ τὴν πρώτην ἐπαφὴν ἀμυδρότερον πλήσσῃ, ἢ ὅταν πυκνότερον προσπεσοῦσα ἀεὶ καὶ μᾶλλον ἀραιοτέρα 〈ᾖ〉, ἢ ὅταν ταχυτέρα ἀποτελεσθεῖσα ἡ κίνησις ὕστερον ᾖ βραδύνουσα ἢ ἐκ τῶν ἐναντίων ἀπὸ τοῦ σμικρυνομένου προκόπτῃ ἐπὶ τὸ
470μεῖζον ἢ ἐκ τοῦ ἀραιοῦ ἐπὶ τὸ πυκνότερον ἢ ἐκ τοῦ βραδέος ἐπὶ τὸ ταχύ‐ τερον. καὶ τοῦτο γίνεται ποτὲ μὲν κατὰ μείωσιν ἢ ἀφαίρεσιν, ποτὲ δὲ κατὰ πρόσθεσιν ἢ αὔξησιν. οἱ οὖν τοιοῦτοι οἰκείως καλοῦνται μυουρίζοντες σφυγ‐ μοί. συνίστανται δὲ καὶ ἄλλα μυούρων τοιαῦτα τινὰ περὶ τὸν σφυγμόν, ἃ δίκαιον ἐγκατατάξαι τῇ γραφῇ πολυμαθείας χάριν. ἤτοι γὰρ ἐκ τῶν ὑπερ‐
475κειμένων ἐπὶ πλέον ἡ ἀρτηρία ποιεῖται τὴν διάστασιν σφοδρῶς καὶ ταχέως, ἐκ δὲ τῶν πρὸς τῷ καρπῷ μερῶν ταπεινῶς καὶ βραδέως ὡς ἐπ’ ὀλίγον ἅπ‐ τεσθαι τῆς ἁφῆς· ἢ τοὐναντίον ἐκ τῶν ὑπερκειμένων ἐπ’ ὀλίγον ποιεῖται τὴν διόγκωσιν καὶ ἀσθενῆ καὶ βραδυτέραν τὴν κίνησιν, ἐκ δὲ τῶν πρὸς τῷ καρπῷ μερῶν ἐπὶ πλέον διίσταται καὶ ταχύνει τὸ κίνημα. γίνεται δὲ μύου‐
480ρος καὶ τούτῳ τῷ τρόπῳ, ὅταν πρῶτος πλατὺς ὑποπεσὼν σφυγμὸς εἰς κο‐ ρυφὴν καταλήξῃ στενὴν ἢ ἐκ στενότητος εἰς πλατύτητα ἢ ἀρξάμενος σφο‐ δρῶς ἐκ τῆς βάσεως κινεῖσθαι πρὸς τῷ τέλει τῆς διαστολῆς ἄτονος γένηται.
482
Τίς ὁ τρομώδης σφυγμός. Ὁ δὲ τρομώδης καλούμενος σφυγμὸς ποικιλώτατος καὶ κινδυνω〈δέσ〉τατός
485ἐστιν ἐκ τῶν ἀνωμάλων καὶ ἀτάκτων τὴν ἐπιπλοκὴν ἔχων. ὅταν γὰρ κατ’ ἄλλα μὲν μέρη τάχιον, κατ’ ἄλλα δὲ βράδιον ἡ ἀρτηρία προσπίπτῃ τῇ ἁφῇ καὶ μηδέποτε ἐν αὐτῷ τῷ χρόνῳ μένῃ, ἀλλὰ καθάπερ κινουμένη τε καὶ κρα‐ δαινομένη καταλαμβάνηται καὶ οἷον ἐπιπλοκὴν τῶν κινήσεων ἑκατέρων, τῆς τε κατὰ τὴν διαστολὴν καὶ τῆς κατὰ 〈τὴν〉 συστολήν, ἔχουσα, τηνικαῦτα κέ‐
490χυται τὸ τάχος καὶ ὁ ῥυθμὸς ἐπὶ τοῦ τοιούτου κινήματος. οὐκ ἀτόπως οὖν τινες ὡμοίωσαν τὴν τοιαύτην τοῦ σφυγμοῦ κίνησιν τῷ γινομένῳ περὶ τοῖς ἐξακοντισμοῖς τῶν δοράτων κραδασμῷ· καθάπερ γὰρ ταῦτα κατὰ τὴν φορὰν καὶ τὴν ἔρεισιν ἐπισείεται τρομώδη πανταχόθεν διδόντα τὸν περὶ αὐτοῖς κλόνον, οὕ‐
τως καὶ τὴν ἀρτηρίαν εὑρίσκεσθαι σαλευομένην. τῶν δὲ διαστολῶν καὶ τῶν470
495συστολῶν ὑπὲρ εὐσήμου διδασκαλίας ἐροῦμεν καὶ παράδειγμά τι παρὰ τοῖς Ἡροφιλείοις τιθέμενον τοιοῦτον. ὥσπερ γάρ, φασί, τρυπήμασιν αὐλῶν περι‐ τεθέντων λεπτοτάτων ἀραχνίων, ἔπειτα ἐμπνευσθέντων ὑπὸ τοῦ μουσουργοῦ τῶν αὐλῶν, πρὸς τὴν διαδρομὴν δὲ καὶ τὴν ἔμπτωσιν τρομώδης αὐτῶν ὁρᾶται κίνησις ἐπὶ τοῖς τρυπήμασιν, οὐκ ἴσης οὐδὲ ὁμαλῆς γινομένης αὐτῶν τῆς

(500)

διασαλεύσεως ὅλων, ἀλλὰ μετεωριζομένων κατ’ ἄλλα μὲν μέρη μᾶλλον, κατ’ ἄλλα δ’ ἧττον, καὶ καθ’ ἃ μὲν εὐτονώτερον ἐπανισταμένων, καθ’ ἃ δὲ ἀσθενέ‐ στερον, οὕτω δὴ καὶ τὴν ἀρτηρίαν κινεῖσθαι λέγουσιν ἀνωμάλως κατὰ μέν τι διαστελλομένην μέρος ἐπὶ πλέον, κατὰ δέ τι ἔλαττον καὶ πῆ μὲν βιαιό‐ τερον, πῆ δὲ ἀσθενέστερον.
504
505
Ἐφ’ ὅσον οὖν ἡμῖν δυνατὸν ἦν περὶ τὴν νόησιν τοῦ περὶ σφυγ‐ μῶν συντάγματος, ταῦτα συνεισηνέγκαμεν. τὸ δὲ ἐν πολλοῖς ἰδιοτροπώτερον μὴ κατὰ τὸν Ἱπποκράτην ὅτι ξενοπρεπὲς καὶ μὴ ξύνηθες καταφρονηθήτω, ἀλλὰ τῇ πρὸς τὰ ἄλλα παραθέσει κριθήτω. εἰ δέ τις ἢ κατ’ ἀκολουθίαν ἢ κατὰ πολύνοιαν κρείττονα τῶν ἡμερῶν εὕροι, αὐτός με Ἐρασίστρατος ῥύεται
510ἀεὶ πλέον νεωτέρᾳ παλαιᾶς εἰς εὕρεσιν διδούς.
Τέλος τῶν περὶ σφυγμῶν Μαρκελλίνου.471