TLG 0666 001 :: ADRIANUS :: Declamatio

ADRIANUS Rhet. Soph.
(Tyrius: A.D. 2)

Declamatio

Source: Hinck, H. (ed.), Polemonis declamationes quae exstant duae. Leipzig: Teubner, 1873: 44–45.

Citation: Page — (line)

44

(4t)

Ἁλοῦσά τις φαρμακείας οὐχ οἵα τε ἦν
5tκαυθῆναι· ὑπέσχετό τις γυνὴ καύσειν
6tαὐτὴν καὶ ἔκαυσεν. ἀξιοῖ Ἀδριανὸς ὁ
7tῥήτωρ καὶ ταύτην καῆναι.
8 Πρὸς μὲν τὸ λέγειν ὡς οὐ τὰς κεκτημένας τὴν τέχνην ὁ νόμος ἀλλὰ τὰς ἐπὶ κακῷ χρησαμένας
10ἀπαιτεῖ τιμωρίαν, εὐχερὲς ἀπ’ αὐτοῦ ποιήσασθαι τοῦ νόμου τὴν διδασκαλίαν· ὁ γὰρ οὐ τὴν φαρμακεύ‐ σασαν εἰπὼν ἀλλὰ τὴν φαρμακίδα καὶ τῇ προσηγορίᾳ τῆς τέχνης τὴν τιμωρίαν ὑποθείς, δῆλός ἐστι μισῶν τὸ δρᾶσαι δύνασθαι. καὶ γὰρ ὅσα μὲν τῶν ἀδικη‐
15μάτων τόλμης ἔχεται μόνης, ἐκ τοῦ πραχθῆναι διε‐ λέγχεται, ὅσα δ’ ἐστὶ τέχνης καθάπερ φαρμακεία, ταῦτα καὶ πρὸ τῆς πράξεως ἀπὸ τῆς γνώμης δια‐ βάλλεται. καὶ γὰρ τοὺς τέχνας ἀφ’ ὧν ἐστι τὸ δύ‐ νασθαι βλάψαι προσλαβεῖν μανθάνοντας ἀπ’ αὐτῆς
20ὑποπτεύειν ἀνάγκη τῆς ἐπιθυμίας. οὐ γὰρ χρὴ τὸ παθεῖν ἀναμείναντας οὕτως ἀμύνασθαι ζητεῖν τοὺς ἐξ ὧν ἔπαθον δρᾶσαι δυνηθέντας ἀλλὰ πρίν τι πα‐ θεῖν ὑποπτεύειν τὸ δρᾶσαι δύνασθαι. τί τοίνυν; ὁ φαρμακεύς ἐστι λῃστὴς ὡμολογημένος προτείνων τέ‐
25χνην ἀδικημάτων, ἄσκησις ἐπιβουλῆς, παρανομίας44

45

ἐπάγγελμα, ἰσχὺς ἀσεβημάτων. ἐπεὶ καὶ τῶν θηρίων τουτωνὶ τῶν ὁμοτέχνων ὑμῖν, ὦ γύναι, τὰ πολλὰ κολάζομεν οὐδὲν ὑπ’ αὐτῶν προαδικηθέντες ἀλλὰ τὴν δύναμιν αὐτῶν μεμισηκότες, ὅτι κἀκείνων τι
5ἕκαστον ἔχει φάρμακον ἐν τῇ φύσει. καὶ γὰρ εἰ τῷ δυνηθῆναι λαθεῖν οὐ πεφώρασαι περὶ ὧν ἔδρασας, ἀλλ’ ὅτι δύνασαι δρᾶσαι πεφωραμένη δώσεις ὡς δράσασα δίκην, εἰ καὶ μέχρι νῦν δεδύνησαι λαθεῖν. καὶ τί δεῖ λέγειν περὶ σοῦ; εἰ μὲν γὰρ ἐμίσεις τὴν
10τέχνην, οὐκ ἂν ἐμάνθανες· εἰ δὲ ἔχεις τὴν ἐπιστήμην, ἐφθόνεις, οὐκ ἐμίσεις· κολάζει γάρ τις ὃ φεύγει, ζηλοτυπεῖ δὲ ὃ μετ’ ἄλλων ἔχει. καὶ γὰρ λῃστὴς ἤδη λῃστὴν ἀπέκτεινεν ὑπὲρ σκύλων ὠργισμένος καὶ τύ‐ ραννον καθεῖλέ τις μοναρχεῖν ἐθέλων. τοιοῦτόν τι
15γεγένηται καὶ τὸ νῦν ὑπὸ σοῦ τετολμημένον· μοναρ‐ χίαν φαρμακείας οἴει σεαυτῇ διαπεπρᾶχθαι τὴν κοι‐
νωνοῦσαν τῆς τέχνης μετακεχειρισμένη.45