TLG 0661 002 :: ARCHIGENES :: Fragmenta inedita

ARCHIGENES Med.
(Apamensis: A.D. 1–2)

Fragmenta inedita

Source: Calabrò, G.L. (ed.), “Frammenti inediti di Archigene” [Bollettino del comitato per la preparazione della edizione nazionale dei classici greci e latini 9] 1961: 68–72.

  • Περὶ ἀποστήματος ἐν ἥπατι: pp. 68–69
  • Θεραπεία ἡλκωμένου ἥπατος: pp. 69–70
  • Περὶ καχεξίας: p. 71
  • Κοινὴ δίαιτα πάντων τῶν ὑδρωπικῶν: p. 72

Citation: Page — (line)

68

(1t)

δ. περὶ ἀποστήματος ἐν ἥπατι. Ἀρχιγένους.
2 Εἰ δὲ πρὸς μεταβολὴν ἐπιτηδείως ἔχοι ἡ φλεγμονή, τουτέστιν ἀρχὴν μεταβο‐ λῆς ἤδη δέξοιτο πάντα τὰ προειρημένα, ἐπὶ τῆς φλεγμονῆς συμπτώματα ἐπιταθή‐ σεται. λέγω δὴ τὰ ἀλγήματα ἢ πυρετοὶ ἢ παραφροσύνη ἢ ἄση ἢ ἀπορία ἢ ἀπο‐
5στροφὴ πρὸς τὰ σιτία ἢ δυσαρέστησις. καὶ μάλιστα μετὰ τὴν προσφορὰν τῆς τροφῆς. ῥίγεα δὲ ὡς ἐπίπαν καταρρήξει τῶν ἐπισημασιῶν, καὶ μάλιστα ἐν ἑσπέρᾳ γενήσονται οἱ παροξυσμοί. συνεργεῖν οὖν χρὴ τῇ ταχείᾳ μεταβολῇ καὶ τῇ συρρήξει πρὸς τὸ μὴ μείζονα σώματα διαφθαρῆναι, καταπλάσμασιν χρώμενοι τοῖς διὰ λινοσπέρμον καὶ κριθίνου, καὶ τελέως κατασκευαζομένοις, παραμιγνυμένων αὐτοῖς ῥητίνης, μάννης,
10πίσσης, ἀλθαίας ῥίζης, κόπρου περιστερᾶς, σπυράθων αἰγός, ἰσχάδων καὶ τῶν ὁμοίων, πυρίαις δὲ ταῖς διὰ τῶν ὠμῶν χυλίσεων, καὶ ταῖς διὰ τῶν ἀποτεθλιμμένων σπόγ‐ γων εἰς ἀφέψημα, ἀψινθίου, ἁβροτόνου κενταυρίου καὶ τῶν ὁμοίων· οὐκ ἀνάρμοστοι δὲ οὐδὲ ἔμπλαστροι, αἱ τῇ μεταβολῇ συνεργοῦσαι. ὅταν δὲ τελεία μεταβολὴ γένη‐ ται, ὕφεσις γίνεται τῶν πόνων καὶ πραότερα πάντα φαίνεται τὰ συμπτώματα. πρὸς
15μέντοι τῷ τῆς ῥήξεως καιρῷ πάλιν ἐπὶ μᾶλλον ἐπιταθήσεται ἡ ὀδύνη· συναγωνίζεσ‐ θαι δὲ καὶ τότε χρὴ τῇ συρρήξει, καταπλάσμασι συνάγουσίν πως τὴν ἐπιφάνειαν καὶ ὑποστύφουσιν χρώμενοι ποτήμασίν τε θερμαντικοῖς, οἷά ἐστιν τὰ διὰ πεπέρεως καὶ σμύρνης σκευαζόμενα. μετὰ δὲ τὴν ῥῆξιν ποτὲ μὲν διὰ κοιλίας, ποτὲ δὲ δι’ οὔρων ἡ μετάληψις γίνεται. ἱστόρησαν δὲ ἔνιοι καὶ διὰ στομάχου ἀνενεχθὲν τὸ πύον,
20καὶ ἐστὶν κινδυνωδεστέρα τῶν ἄλλων ἡ διὰ τοῦ στομάχου μετάληψις. τὸ δὲ ἐκκρι‐ νόμενον μέλαν ἐστίν, ἐνίοτε δὲ καὶ λευκὸν εὑρίσκεται, ὃ καὶ σωτηριῶδες γίνεται. ἔστιν δὲ ὅτε μεταξὺ περιτοναίου καὶ ἐντέρων συλλέγεται τὸ ἀπορρέον ἀπὸ τοῦ ἀπο‐ στήματος ὑγρόν, καὶ ἐστὶν εὐθεράπευτον, ἐάν τις ταχέως διελὼν κομίσηται τὸ ὑγρὸν ἔξωθεν, ὅθεν κορυφοῦται. ἐνίοτε δὲ καὶ μετὰ τὸ ἐνταῦθα συναχθῆναι πάλιν ἡ με‐
25τάληψις δι’ ἐντέρων γίνεται. ἐπὶ μέντοι τῶν ἔξω κορυφουμένων ἐμβάλλειν χρὴ τὴν
διαίρεσιν λοξὴν ὑπεράνω τοῦ βουβῶνος, καὶ διὰ ταύτης ἅμα μὲν κενοῦν τὸ ὑγρὸν68

69

ἅμα δὲ ἐγκλύζειν τὸ ἕλκος καὶ φάρμακα τηκτὰ ἐνιέναι μέχρι ἀποθεραπείας. φρον‐ τίζειν μέντοι χρὴ ὅπως καὶ τῷ ἥπατι αὐτῷ προσάγηται βοηθήματα μετὰ τὴν ῥῆξιν. πρῶτον μὲν οὖν αἱ μαλακτικαὶ ἔμπλαστροι ἐπιτιθέσθωσαν, ἔπειτα αἱ ξηραντικαί, ὁποῖα ἐστὶν Ἱκέσιος, ἢ δι’ ἰτεῶν, καὶ αἱ παραπλήσιοι. εἰ μέντοι δι’ οὔρων ἡ μετά‐
5ληψις γένοιτο, ἐπιθέμασίν τε παραπλησίοις χρηστέον κατὰ τῆς λαγόνος ὅλης καὶ τοῦ ἐφηβαίου, καὶ συνεργητέον διά τε τροφῶν καὶ φαρμάκων διουρητικῶν τῇ ἀνα‐ καθάρσει. πέπονες οὖν αὐτοῖς ἁρμόδιοι ἐσθιόμενοι καὶ σικυοὶ ἑφθοί, σταφυλῖνός τε καὶ σίον, φαρμάκων δὲ τὸ μαῖον καὶ τὸ ἄσαρον καὶ στάχυς καὶ κασία καὶ κινά‐ μωμον. ἔστιν δὲ καὶ σύνθετα πολλά, ὧν τὰς σκευασίας μετὰ βραχὺ ἐροῦμεν. ἐκ
10διαλειμμάτων δὲ καὶ καταγλυκαντέον τὰ ὑγρὰ διὰ πόσεως Σκυβελίτου, Θηραίου, προτρόπου, καὶ τῶν παραπλησίων· ἀγαθὴ δὲ καὶ ἡ γάλακτος ποσία ἐπ’ αὐτῶν γί‐ νεται. εἰ δὲ διὰ τῆς ἕδρας ἡ μετάληψις τοῦ ὑγροῦ γίνεται, ἔπειτα μὲν διὰ τῆς αὐτῆς ὕλης δοκιμασθήσεται, πρόνοια δὲ ἔστω, ὥστε μήτε ἐπέχεσθαι τὴν κοιλίαν μήτε ἐπὶ πλέον καθυγραίνεσθαι. τοῦτο δὲ γίνεται διά τε τροφῶν καὶ φαρμάκων καὶ
15ἐπιθεμάτων· χρώμεθα δὲ ἐπὶ τούτων καὶ ἐνέμασιν διὰ κλυστέρων, ἀκάκωτα βου‐ λόμενοι τηρεῖν τὰ ἔντερα. χυλοὶ οὖν ἔνθετοι πτισάνης ἢ τράγου καὶ ὀρύζης ἐνιέμενοι· εἰ μέντοι διὰ τοῦ στόματος ἀνάγοιτο, μάλιστα μὲν πεφροντικέναι δεῖ τοῦ ἀποκε‐ νοῦσθαι πρότερον τὰ ὑγρά, εἶτά τε τὴν τροφὴν προσφέρεσθαι στύφουσαν καὶ εὐστό‐ μαχον, χρῆσθαι δὲ καὶ οἴνῳ εὐώδει λεπτῷ, ἐπιτιθέναι δὲ καὶ τῆς γαστρὸς τὰ διὰ
20φοινίκων σκευαζόμενα ἐπιθέματα, καὶ τὰ δι’ οἰνάνθης, καὶ τὰ ὅμοια, περὶ ὧν προεί‐ ρηται ἐν τῷ περὶ στομαχικῶν καὶ δυσεντερικῶν λόγῳ.
22tε. θεραπεία ἡλκωμένου ἥπατος. Ἀρχιγένους.
23 Ἑλκώσεως δὲ ἢ ἐξ ἀποστάσεως ὑπολειπομένης περὶ τὸ ἧπαρ, ἢ αὐτόθεν ἀπὸ δριμέων χυμῶν διαβιβρωσκόντων γινομένης, σύντηξις ὠνόμασται τὸ πάθος. ἐπὶ
25τούτων ἡ κοιλία ἐξάγει αἱματώδη καὶ σεσηπότα καὶ ἰχωρώδη παραπλήσια τοῖς ἀπορρέουσιν ἐκ τῶν νεκρῶν σωμάτων ἀπορρέοντα ἐκ τῶν ἐν τῷ ἥπατι ἑλκῶν, καὶ σοφίζεται τοὺς ἀπείρους δυσεντερίαν εἶναι. ἐρυγαὶ δὲ τούτοις δυσώδεις παρακολου‐ θοῦσιν καὶ μετὰ τὴν τῶν σιτίων προσφορὰν βάρος περὶ τὰ ὑποχόνδρια. σφυγμὸς αὐτοῖς ταπεινοῦται καὶ πυκνοῦται, γίνονται δὲ καὶ πικροὶ καὶ θυμικοί, καὶ ὀδύνη
30ἑλκώδης περὶ τὸν τόπον γίνεται, διατείνουσα καὶ μέχρι κλειδός. πολλοῖς μετὰ τοῦ τὴν κοιλίαν ἐκδιδόναι καὶ οὖρα ἐκκρίνεται ἰχωρώδη σανδαραχίζουσαν ἔχοντα τὴν
χροιάν. οὐκ ὀλιγάκις δὲ τὸ περιεχόμενον ἐν τοῖς οὔροις ὕδρωπος σημεῖον γίνεται.69

70

κινδυνωδέστατον δὲ πάντων ἐστὶν τὸ πάθος, καὶ ὀλίγαι ἐπ’ αὐτῶν σωτηρίας ἐλπίδες. ὅμως ἐγχειρητέον τῇ θεραπεία παραπλήσια βοηθήματα τοῖς πρὸ βράχεος, κἀπὶ τούτων παραλαμβάνοντες καὶ ἐπιθέματα τῆς ἠπίως παραστυφούσης ὕλης καὶ πυρίας παραπλησίους. ἐγκαθέψειν δὲ τοῖς ὑγροῖς τοῖς εἰς τὰς πυρίας καὶ καταπλάσματα
5παραλαμβανομένοις φλοιὸν πίτυος φοίνικας κύπερα καὶ τὰ ὅμοια. ἰδίως δὲ τὴν ἀνα‐ κάθαρσιν ποιεῖται γάλα σχιστὸν προσφερόμενον πλειστάκις, ἐνίοτε καὶ μέλιτος ἐλα‐ χίστου προσλαβών, μετὰ δὲ τὴν ἀνακάθαρσιν σπεύδειν δεῖ ταχέως ἐπὶ τὸ σαρκοῦν. παρέχει δὲ τοῦτο ἡ τῶν τροφῶν συμμετρία τε καὶ εὐχυλία καὶ αἰώρα· εἰ δὲ ἐπι‐ τρέποι τὰ πράγματα, καὶ γυμνάσια καὶ οἶνοι. μετὰ δὲ τὰ καταπλάσματα κηρωταὶ
10εὐθετήσωσιν, ὧν πλειστάκις ἐν τοῖς προλαβοῦσιν ἐμνημονεύσαμεν. πολλὰ δὲ καὶ πινόμενα ἐστὶν φάρμακα τὰ πρὸς ἕλκη ἁρμόζοντα, οἷον ἐστὶν τοῦτο Ἀνδρομάχου πρὸς ἡπατικούς. ἡ κυφοειδὴς καὶ πρὸς τὰ ἐν θώρακι πάντα· σταφίδων σαρκὸς 𐅻 κε, κρόκου 𐅻 α, καλάμου Ἰνδικοῦ 𐅻 β, βδελλίου 𐅻 β, κινναμώμου 𐅻 α, κασίας 𐅻 γ, σχοίνου ἄνθους 𐅻 β, σμύρνης 𐅻 δ, τερεβινθίνης 𐅻 δ, ἀσπαλάθου ῥινήματος 𐅻 β,
15ναρδοστάχυος 𐅻 γ, μέλιτος 𐅻 ις, οἴνου τὸ ἀρκοῦν, γλυκέος τὸ αὔταρκες. στύφει μετρίως καὶ ἀναξηραίνει μετρίως καὶ διαφορεῖ τοὺς μοχθηροὺς ἰχῶρας, φησὶν ὁ Γαληνός, καὶ ἐπανορθοῦται τὴν κακοχυμίαν καὶ ἐναντιοῦται ταῖς σηπεδόσιν. ἰᾶται τὰς δυσκρασίας, ῥίπτει τε καὶ ἀναστομοῖ καὶ καθαρὰς ἐργάζεται τὰς διεξόδους καὶ ἐπ’ οὖρα προτρέπει, καὶ τούτων χάριν θεραπεύειν ὠφελεῖ τὰς ἐντὸς ἑλκώσεις καὶ
20τοὺς ἡπατικοὺς καλουμένους. ἡπατικοὶ δὲ κυρίως ὀνομάζονται οἱ δι’ ἀτονίαν τοῦ ἥπατος ἐκκρίνοντες δι’ ἕδρας αἱματώδη ὑγρότερα, ὡς ἀποπλύματα κρεῶν νεοσφαγῶν, οὕστινας οἱ ἰδιῶται δυσεντερικοὺς εἶναι νομίζουσιν. Ἄλλη κυφοειδὴς Ἀνδρομάχου ποιεῖ καὶ πρὸς βῆχας καὶ ἀναγωγὰς ὑγρῶν κρόκου, κινναμώμου, σμύρνης ἀνὰ 𐅻 α, βδελλίου 𐅻 δ, ἀσπαλάθου τετρώβολον,
25σχοίνου ἄνθους 𐅻 γ, καλάμου Ἰνδικοῦ 𐅻 β, κασίας 𐅻 α, ναρδοστάχυος 𐅻 α, τερε‐ βινθίνης 𐅻 ις, μέλιτος κατὰ κοτύλης C, σταφίδων λιπαρῶν 𐅻 ρξ τὰς σάρκας κεκα‐ θαρμένας, οἴνου παλαιοῦ στύφοντος τὸ ἀρκοῦν εἰς τὸ βρέξαι τὴν σταφίδα καὶ τὸ βδέλλιον καὶ τὴν σμύρνην. καὶ λεάνας, τὸ δὲ μέλι προαπαφρίσας καὶ τήξας αὐτῷ τὴν ῥητίνην καὶ ἐνώσας τοῖς λοιποῖς, χρῶ ποτὲ μὲν ὡς ἕλιγμα διδοὺς ὅσον καρύου
30Ποντικοῦ μέγεθος, ἢ καὶ πλέον, ποτὲ δὲ λύων μελικράτῳ καὶ πίνειν διδούς. εὑρή‐ σεις δ’ ἔν τε τοῖς ἀρτηριακοῖς βοηθήμασι καὶ τοῖς βηχικοῖς καὶ φθισικοῖς βοηθή‐ ματα πλεῖστα τούτοις παραπλήσια, οἷς καὶ αὐτοῖς δεῖ κἀπὶ τῶν ἡλκωμένων τὸ
ἧπαρ κεχρῆσθαι, καὶ τοῖς πρὸς τὰ ἐν νεφροῖς καὶ κύστει ἕλκη γραφεῖσιν.70

71

(1t)

ιζ. περὶ καχεξίας. Ἀρχιγένους.
2 Ἀνάχυσις τῆς ἕξεως ἐπὶ τὸ ὑδερῶδες ἐστὶν ἡ καχεξία, καθ’ ἣν σομφοῦται τὸ ὅλον σύγκριμα καὶ γίνεται κατάδηλον μάλιστα ἐκ τῶν ὕπνων ἀνωμάλων γινομένων, λευκόχλωρόν τε ἀποτελεῖται τὸ σύμπαν σῶμα καὶ ἄτονον, παραφερομένων ἐν ταῖς
5βαδίσεσιν τῶν σκελῶν. καὶ κατ’ ἀρχὰς μὲν αἱ πέψεις ἐμποδίζονται, τῆς ὀρέξεως παραμενούσης, ὕστερον δὲ καὶ ἀνόρεκτοι γίνονται, ἀναπνοή τε αὐτοῖς ἀραιὰ καὶ ἄτονος πυκνουμένη ἐν ταῖς κινήσεσιν καὶ ταῖς ἐνεργείαις, ἐκδίδωσιν δὲ ἡ κοιλία ἀνώμαλα. συνίσταται δὲ τὸ πάθος ἐκ μακρονοσίας, τὰ πλεῖστα ἤδη δὲ καὶ σκιρώσει σπλάγχνου τινὸς ἐπιγίνεται, καὶ μάλιστα σπληνὸς καὶ ἥπατος, οὐκ ἔλαττον δὲ ἐπὶ
10δυσεντερίᾳ γίνεται χρονίᾳ καὶ κοιλιακαῖς διαθέσεσιν καὶ ἐπὶ συνήθους τινὸς ἐκκρί‐ σεως ἐποχῇ. ἁλίσκονται δὲ τῷ πάθει μάλιστα μὲν οἱ γέροντες, οἳ καὶ μόλις ἀπαλ‐ λάττονται, ἤδη δὲ καὶ παιδία, ἃ καὶ ῥαδίως ἀπόλλυνται διὰ τὴν ἀσθένειαν τοῦ ζω‐ τικοῦ τόνου, καὶ ὅτι εὐδιαφόρητα. οἱ μέντοι ἀκμάζοντες καὶ ἀραιῶς ἐμπίπτουσιν καὶ εὐχερῶς ἐκπηδῶσιν. χρονίσαν δὲ τὸ πάθος εἰς τὸν ἀνὰ σάρκα ὕδερον μεταπίπτει.
15θεραπεύοντας δέ, εἰ μὲν δι’ ἐποχὴν συνήθους ἐκκρίσεως γένοιτο τὸ πάθος, ἀναμιμνή‐ σκειν δεῖ τὴν ἔκκρισιν ἢ φλέβα τέμνειν τὴν ἐν ἀγκῶνι, εἰ μηδὲν κωλύοι, κενοῦν δὲ κατὰ βραχὺ μεμερισμένως μέχρι ἡμερῶν τριῶν ποιοῦντας ἀφαιρέσεις. κωλυομένης δὲ τῆς φλεβοτομίας, καθαρτέον αὐτοὺς καταλλήλῳ καθαρτηρίῳ, καὶ μάλιστα τῇ διὰ τῆς κολοκυνθίδος ἱερᾷ Ἀρχιγένους. εἰ δὲ ἧπαρ εἴη τὸ πεπονθὸς ἢ ἕτερόν τι τῶν
20ἐντοσθιδίων, δεήσει τοῦτο ἐξιάσασθαι διὰ τῶν ἐφ’ ἑκάστου προρηθέντων βοηθημά‐ των. μετὰ δὲ τὴν τοπικὴν ἐπιμέλειαν ἐπὶ τὴν ἀναληπτικὴν ἄγειν ἀγωγήν, δι’ ἧς ἐλπὶς εἰς ἀποκατάστασιν ἀχθήσεσθαι τοὺς περιπεσόντας τῷ πάθει. κείσθω δὲ ἡ ἀναληπτικὴ ἀγωγὴ ἐν περιπάτοις συμμέτροις, αἰώραις, ἀναφωνήσεσιν, ξηροτριβίαις δι’ ὠμολίνων, ἔπειτα καταλοιφαῖς δι’ ἐλαίου γινομέναις, μετέχοντος τινὸς τῶν ἐξικ‐
25μαζόντων, οἷον νίτρου ἁλῶν, εἶτα καὶ τὰ γυμνάσια σύμμετρα. εἰς ἀποθεραπείαν δὲ κόπου καὶ βαλανεῖον ἐκ διαλειμμάτων τινῶν παραλαμβανέσθω. εἰ δέ τινες συνεθισ‐ θῆναι ψυχρολουσίᾳ δύνοιντο, ἐπὶ τὸ μὲν ἂν ποιήσαιντο δι’ αὐτῆς θεραπείας, καὶ αὐτοφυῆ δέ τινα θερμὰ ὕδατα παρακολουθήσειεν ἂν αὐτοῖς εἰς ῥῶσιν καὶ ἀνά‐ ληψιν, οἷά ἐστιν τὰ στυπτηριώδη καὶ θειώδη καὶ νιτρώδη. θαυμαστῶς δὲ ὀνίνησιν
30αὐτοὺς καὶ προποτισμὸς συνεχὴς ἀψινθίου καὶ δρώπακες. τροφαὶ δὲ ἁπλαῖ καὶ εὐδιοί‐ κητοι ἔστωσαν, ὀλίγον ἔχουσαι ἡδύσματος, ἕνεκεν τοῦ τῶν λαχάνων γένους, καὶ εἰ δέοι ἄρα δι’ αὐτῶν οὖρα κινῆσαι καὶ κοιλίαν ὑπομαλάξαι, οἶνον λεπτὸν καὶ εὐώδη δοτέον. παραιτητέον δὲ πᾶν τράγημα, πᾶν κνισόν, πᾶν βρωμῶδες, πᾶν παχὺ χυμὸν
καὶ γλίσχρον καὶ δυσδιοίκητον ἐν τροφαῖς.71

72

(1t)

κε. κοινὴ δίαιτα πάντων τῶν ὑδρωπικῶν. Ἀρχιγένους.
2 Μετὰ δὲ τὰ καθημερινὰ γυμνάσια κοινὴ ἐπὶ πάντων τῶν ὑδρωπικῶν δίαιτα τοιαύτη ἔστω. ἀπὸ ξηροφαγίας τὴν ἀρχὴν ποιησόμεθα, εἰ δέ ποτε ἄρα δίψεως ἐπι‐ τεταμένον εἴη, ὀλίγον διδόντας προπίνειν παρηγορίας χάριν. ἔστω δὲ καὶ ἡ σύμπασα
5τροφὴ εὐδιοίκητος μὲν καὶ συνεστραμμένη αὐτάρκως—ἡ γὰρ ἔκλυτος ἐπιτηδείως ἔχει πρὸς ἐξυδάτωσιν—, κεῖται δὲ ἐν ἄρτοις καλλίστοις κλιβανίταις ἁλὸς καὶ ἄμεως καὶ μαράθρου μετέχουσιν. κοχλίαι ὀπτοὶ καὶ ᾠὰ ὀπτά, ὄρνιθες τῶν ξηροτέρων, οἷον πέρδικες ἢ ὄρτυγες, τρυγόνες, χερσαίων δὲ λαγώς, αἴγαγρος, δορκάδες, τῶν δὲ ἡμέ‐ ρων τὰ ἀκροκώλια τῶν συῶν, τῶν δὲ ἐνύδρων καρκίνοι, κάραβοι, ἐχῖνοι πρόσφα‐
10τοι, καρίδες. λαχάνων δὲ σπανία ἡ χρῆσις, τὰ δὲ προσφερόμενα δριμύτερα ἔστω, καὶ μᾶλλον τὰ ἄγρια, οἷον κορωνόπους, ἠρυγγίς, σταφυλῖνος, κεφαλωτὰ πράσα, σκόρδα ἑφθά, ὀσπρίων δὲ ἀπεχέσθωσαν. ἔμβαμμα δὲ ὄξος μετὰ πεπέρεως καὶ λα‐ σαρίου ἢ τῶν ὀξυπόρων, τινὰ τῶν ἐπὶ κωλικῶν προγεγραμμένων, ἅλες ἔστωσαν διὰ λιβανωτίδος, μαράθρου, ὑσσώπου, σιλφίου, λιγυστικοῦ, καὶ σελίνου σπέρμα συγκεί‐
15μενοι. πῶμα δὲ μετὰ πᾶσαν τροφὴν διδόναι ὅσον ἐς τὸ πόσεως θραῦσαι τὴν δίψαν —ἄθετος γὰρ ἐπ’ αὐτῶν ἡ πολυποσία—, τὴν δὲ πλείονα μοῖραν τῶν σιτίων ἐν τῷ δείπνῳ λαμβανέτωσαν. παραιτεῖσθαι δὲ χρὴ πᾶν πέμμα διὰ σεμιδάλεως καὶ γλυκέος σκευαζόμενα καὶ τὰ πλεῖστα τῆς ὀπώρας καὶ τῶν τραγημάτων. μεταδοτέον γὰρ φοίνικας τῶν καρύων, ἀμύγδαλα σταφυλῆς τῆς κρεμαστῆς, ῥοιάς, ἄπιον ἑφθήν,
20ἰσχάδας, πάντα σύμμετρα, καὶ μὴ πάντα καθ’ ἡμέραν. οἶνος ἔστω λεπτός, διουρη‐ τικός· τοὺς δὲ γλυκεῖς οἴνους καὶ τὸ οἰνόμελι παραιτητέον. ἡ κοίτη δὲ μὴ πάνυ ἁπαλὴ ἔστω, μάλιστα ἐπὶ τῶν ἀνὰ σάρκα ὑδέρων, ὑποστροννύσθω δὲ καλάμων φύλλα καὶ αἱ ξηραίνουσαι βοτάναι, οἷον ἄγνος, γλήχων, καλαμίνθη καὶ τὰ ὅμοια· θαυμαστὸν γὰρ ὅπως ἐξικμάζοι κατὰ τοὺς ὕπνους, ὥστε ἤδη τινὲς καὶ σωροῖς τοῖς
25ἀπὸ σίτου ἐγκρυφθέντες ἀνέστησαν μετὰ τὸν ὕπνον ἐσταφιδωμένοι. καὶ τὰ ἐπιβόλαια
δὲ τραχύτερα ἔστω, εὔκρατος δὲ πρὸς τὴν ὥραν τοῦ ἔτους καὶ ὁ οἶκος.72