TLG 0661 001 :: ARCHIGENES :: Fragmenta ARCHIGENES Med. Fragmenta
Citation: Page — (line) | ||
9(1t) | Ἀρχιγένους περὶ φλεγμονῆς σπληνός. | |
2 | Ἰσχυρᾶς δὲ φλεγμονῆς παρούσης, κατὰ τοῦ σπληνός, κατὰ τοῦ εὐω‐ νύμου μέρους φλεβοτομητέον ἀπὸ τῆς αὐτῆς χειρὸς τοῦ ἀγκῶνος ἢ κατὰ τὸ ἄκρον τοῦ δακτύλου τοῦ μικροῦ τῆς αὐτῆς χειρός. ἄριστον δὲ πλέον | |
---|---|---|
5 | τὸ κατὰ τοῦ μικροῦ δακτύλου γίγνεσθαι τὴν ἀφαίρεσιν τοῦ αἵματος διὰ τὸ ἐκ μακροτέρου διαστήματος γίγνεσθαι τὴν ἀντίσπασιν ἢ διὰ φυσικήν τινα συγγένειαν. εἶτα καταπλαστέον διὰ τῶν λεπτυνόντων ἄνευ τοῦ σαφῶς θερμαίνειν παραπλέκοντα καὶ νῦν τινα τῶν στυφόντων. τοιοῦτον δ’ ἐστὶν αὐτοφυῶς τὸ καλούμενον ἁλὸς ἄνθος. ἔστι δὲ καὶ τοῦτο θαυμαστὸν τὸ | |
10 | κατάπλασμα, οἷον· τήλεως 𐆄 β κριθίνου καρδαμώμου ἀνὰ 𐆄 α ἢ τ𐅵 σύκων λιπαρῶν λι. τ𐅵 περιστερεῶνος ξηρᾶς πόας 𐆄 𐅵· εἰ δὲ βούλει ἐπίθες καπ‐ πάρεως καὶ τερεβινθίνης ἀνὰ 𐆄 τ𐅵. τὰ σῦκα δὲ ἀποβρέξας ὄξει δριμυτάτῳ ἕψε εἶτα λείου μετὰ τῶν ἄλλων εἰδῶν προκεκομμένων κἄπειτα ἕψε ἐν ὄξει ἢ κόπρῳ αἰγείᾳ μετὰ ὠμῆς λύσεως ἑψήσας ἐν ὀξυκράτῳ κατάπλασσε· ἐχέτω | |
15 | δέ, εἰ βούλει, καὶ τὸ τοῦ ἁλὸς ἄνθος ἤ τινα παρεοικότα τούτῳ. μετὰ δὲ ταῦτα προσάγειν χρὴ μαλάγματα εὐτονώτερα καὶ ἠρέμα ἀμύσσοντα προ‐ πυριῶντα δὲ τὸ κύπρινον μετ’ ὀλίγου ὄξους χρῆσθαι τοῖς μαλάγμασι πρῶτον μὲν τοῖς ἁπλουστέροις, οἷόν ἐστι τοῦτο [οἷον] κηροῦ λι. α𐅵 ταυρείου λι. α νίτρου 𐆄 γ τερεβινθίνης ἄγνου τὸ σπέρμα καππάρεως ῥίζης φλοιοῦ ἀνὰ | |
20 | 𐆄 ε· ἕψε τὰ τηκτὰ ἔμπασόν τε τὰ ξηρὰ καὶ τοῦ Νειλέως δὲ κάλλιστον. τῆς δὲ φλεγμονῆς ἐπὶ τὸ σκιρρῶδες μεταπιπτούσης ἢ καὶ πιπτούσης τοῖς ἰσχυροτέροις χρηστέον, οἷόν ἐστι τὰ διὰ τῶν σπυράθων αἰγῶν καὶ τὸ κίτρινον, ὥστε καὶ τὴν ἐπιφάνειαν ἀμύσασθαι· ἐπὶ τούτοις δὲ τό τε Μαχαιρίωνος καὶ τὸ τοῦ κουρέως καὶ τὸ διὰ δαφνίδος καὶ τὸ δι’ ἰτταίωνος, ὧν μετὰ | |
25 | βραχὺ ἐρῶ τὰς τούτων σκευασίας. τοῦτο δὲ καὶ αὐτὸς πειράσας ἐπέτυχον | 9 |
10 | οἷόν ἐστι τοῦτο· ἀρσενικοῦ σανδαράχης ἀνὰ 𐆄 β κολοφωνίας ξηρᾶς λι. α κηροῦ λι. α χαλβάνης 𐆄 α ὀποπάνακος 𐆄 α τερεβινθίνης 𐆄 ς καππάρεως ῥίζης φλοιοῦ μυροβαλάνου ἀμμωνιακοῦ θυμιάματος ἀνὰ 𐆄 δ ναρδίνου μύρου ἢ κυπρίνου 𐆄 ε καὶ τὸ ἀμμωνιακὸν ὅσον Γρ. γ ἢ δ ἐν ὀξυκράτῳ σὺν | |
5 | Γρ. α καστορίου ἐν τῇ ἐμβάσει τοῦ λουτροῦ προμασησαμένων αὐτῶν ἰσχάδας καὶ ἀποπτυσάντων ἢ ἀμμωνιακοῦ θυμιάματος μέρος α ἢ β καστορίου μέ‐ ρος α· δίδου 𐅻 α. ταῦτα καὶ τοὺς σκιρρωθέντας ὀνίνησι, ὥσπερ καὶ ὁ τῆς καππάρεως φλοιὸς ὄξει λειωθεὶς καὶ καταπλασθείς, ὃς δὴ καὶ πινόμενος δι’ ὄξους ἢ ὀξυμέλιτος κενοῖ παχεῖς καὶ γλίσχρους χυμούς, ἔσθ’ ὅτε δὲ | |
10 | καὶ αἷμα· καὶ ὁ τῆς ἰτέας [ὁ] φλοιὸς ὁμοίως χρίεται καὶ ἡ τέφρα τῶν χαλ‐ κείων καταπλασσομένη σὺν ὠμῇ λύσει δι’ ὀξυμέλιτος καὶ ὁ τοῦ κενταυρίου [ὁ] χυλὸς ἔξωθεν χριόμενος καὶ θέρμων πικρῶν τὸ ἀφέψημα μετὰ πηγάνου καὶ πεπέρεως πινόμενον καὶ τὸ ἄλευρον αὐτῶν καταπλασσόμενον καὶ ὕδωρ, ἐν ᾧ πολλάκις ἐναπεσβέσθη σίδηρος πλειστάκις πεπυρακτημένος μετ’ οἴνου, | |
15 | πυρέσσουσι καθ’ ἑαυτό. σκεύαζε ὡς δροσάτον ἔχον ῥίζας μαράθρου σελί‐ νου Μακεδονισσίου ἀσπαράγου βουγλώσσου σπόρους [μαράθρου σελίνου Μακεδονισσίου] 〈καὶ〉 χαμαιμήλων χαμαίδρυος σκολοπενδρίου ἀσάρου σχοίνου ἄνθους καὶ σκεύαζε μετὰ τοῦ ὕδατος, μετ’ αὐτοῦ ἐναποσβεσθέντος σιδήρου, ἀδιάντου καππάρεως ῥίζης καὶ σάκχαρ δίδου· ἡ δόσις κύαθοι τρεῖς | |
20 | καὶ κυκλαμίνου λεῖα πινόμενα καὶ τοῦ ἀκόρου καὶ τὸ λευκὸν καὶ τῆς λευκῆς ἀμπέλου ἡ ῥίζα ἢ λαπάθου ἀγρίου τῆς ῥίζης μετὰ σκίλλης τριώβολον ἢ χαμαίδρυος ἢ ἑρπύλλου ὀξύβαφον· πάντα ταῦτα δίδου δι’ ὀξυμέλιτος ἢ ἀναγαλλίδος τῆς τὸ κυανὸν ἄνθος ἐχούσης ξηρὸν ἢ ὁ χυλός· πότιζε δὲ ὀβολὸν μετὰ ὀξυκράτου ἢ ὄξους σκιλλητικοῦ ἢ ὀξυμέλιτος. ἔστι δέ, εἰ βούλει, | |
25 | καὶ μόνον· δίδου τοῦ σκιλλητικοῦ ὀξυμέλιτος καθαρτικοῦ τῇ σκευασίᾳ ὡς ἡμέρας ε, καθ’ ἡμέραν 𐆄 β· μετὰ δὲ τοῦτο δίδου, εἰ βούλει, καθαρὸν μι‐ κρὸν καὶ ταύτην τὴν ἀντίδοτον· ἀναγκαῖον δέ ἐστιν ἐρεῖν πρῶτον τὴν τοῦ καθαρτικοῦ ὀξυμέλιτος σκιλλητικοῦ τὴν σκευασίαν, εἶτα τῆς ἀντιδότου. | |
ἔστι δὲ ἡ σύνθεσις τοῦ σκιλλητικοῦ ὀξυμέλιτος τοιάδε· ὄξους δριμέος α | 10 | |
11 | ἀδόλου ζ𐅵 σκίλλης ὀπτῆς τὸ ἐντὸς λι. α δαύκου Κρητικοῦ καὶ ἄμεως ἀνὰ 𐆄 𐅵 ἀνίσου ξυλοβαλσάμου μαράθρου σπέρμα ἀνὰ 𐆄 α πετροσελίνου Μα‐ κεδονικοῦ ἀνὰ 𐆄 𐅵 σιλφίου νάρδου Κελτικῆς ἀνὰ 𐆄 𐅵 πυρέθρου 𐆄 𐅵 ὑσ‐ σώπου ἡδυόσμου γλήχωνος καρδαμώμου ἀνὰ 𐆄 𐅵 σελίνου ἁπαλοῦ δέσμην | |
5 | α Λιβυστικοῦ 𐆄 α πηγάνου φύλλου κόστου ἀσ(σ)άρου ἀνὰ 𐆄 𐅵 ναρ‐ δοστάχυος ἀμώμου ἀνὰ 𐆄 𐅵 πολυποδίου θύμβρου ἀνὰ 𐆄 α𐅵 ἀγαρικοῦ ἐπι‐ θύμου 𐆄 α σκολοπενδρίου 𐆄 𐅵 ὀριγάνου 𐆄 β θύμου κορύμβους μανδρα‐ γόρου φύλλου 𐆄 𐅵 ῥίζας πάσας καππάρεως τῆς ῥίζης ἴρεως γλυ‐ κυρίζου ἀνὰ 𐆄 α σπέρμα ἀκαλήφης 𐆄 𐅵 μέλιτος α ξ̸ β ἑψήματος ξ̸ β ἢ | |
10 | α τὴν σκίλλαν τὸν ἡδύοσμον τὸ πήγανον τὸ σέλινον τὸ σκολοπένδριον βάλλε εἰς ὄξους ξ̸ ς καὶ ἀπόβρεξον ἐπὶ ἡμέρας ζ καὶ οὕτως ἕψε ἕως ἀναλωθῇ καὶ γενῇ δ𐅵, ἔπειτα δὲ διειλήσας ἔμβαλλε τὰ ξηρὰ καὶ ἀπόβρεξον ὅλας ἡμέρας ζ καὶ πάλιν ἕψε ἕως οὗ γένηται γεγανημένον ξ̸ γ εἶτα δι’ ὀθονίου πυ‐ κνοῦ καὶ στερεοῦ διειλείσας ἀσφαλῶς ἐπίβαλλε τὸ μέλι καὶ πάλιν ἕψε | |
15 | ἕως οὗ ἔλθῃ εἰς ξ̸ α𐅵 καὶ τὸ λοιπὸν ἀπόθου ἐν ἀγγείῳ ὑελίνῳ καλῷ καὶ δίδου ὥσπερ προειρήκαμεν, ὕστερον δέ, εἰ βούλει, δίδου, ὡς εἰρή‐ καμεν, τὴν ἀντίδοτον ταύτην· ἔστι δὲ ἡ τούτου σύνθεσις τοιάδε· μυρο‐ βάλανον τὸ μέγα καὶ τὸ μικρὸν ἀνὰ ἑξάγιον α𐅵 μάκερ καὶ μῶμον κύπηριν κάρυα μοσχάτου ἀνὰ ἑξάγιον α𐅵 καὶ σάκχαρ τὸ ἀρκοῦν, εἰ βούλει, ἐπίθες | |
20 | σχοινάνθην ἄμμι ἄνισον καὶ μαράθρου τὸ σπέρμα· δίδου κατὰ δύναμιν 𐆄 τ𐅵. Ἄλλη ἀντίδοτος τὸ διὰ σκίλλης· ἀμμωνιακοῦ πάνακος ἀμμωνιακοῦ θυμιάματος καππάρεως ῥίζης φλοιοῦ στρουθίου σκίλλης ὀππῆς τὸ ἐντὸς ἀνὰ ταρʹ β ἡ δόσις 𐅻 α· τοῦτο ποιεῖ θαυμαστῶς ἐπὶ ἀσθματικοῖς καὶ ὑδρωπικοῖς· μυρίκης καρποῦ πεπέρεως ἀνὰ 𐅻 δ ναρδοστάχυος ἀμμωνια‐ | |
25 | κοῦ θυμιάματος ἀνὰ 𐅻 β· λείου σὺν ὄξει σκιλλητικῷ· ἡ δόσις 𐅻 α σὺν ὀξυμέλιτι. Τροχίσκος πρὸς ἐσκιρρωμένον σπλῆνα. ὁ τοιοῦτος τροχίσκος ὠφελεῖ πρὸς φλεγμονὴν σπληνὸς καὶ σκίρρωσιν ἐξαιρέτως· ἔχει δὲ οὕτως· κυκλαμίνου 𐆄 ι βρυωνίας δικτάμνου σκίλλης ὀπτῆς τὸ ἐγκάρδιον ἀνὰ 𐅻 α στρουθίου καππάρεως τῆς ῥίζης ἀνὰ 𐆄 γ· λείου σὺν ὄξει σκιλλητικῷ καὶ | |
30 | ποίησον τροχίσκον καὶ δίδου διώβολον καὶ αὐτὸν σὺν ὀξυμέλιτι. καὶ ὁ δι’ ἐρίκης δὲ τροχίσκος ἐπιτήδειος τούτοις· ἔχει δὲ ἡ σύνθεσις αὐτοῦ τοιάδε· ἔστι δὲ ὁ τοιοῦτος τροχίσκος ἐπιτήδειος πρὸς πᾶσαν σπληνὸς διάθεσιν· βάτου τῶν ἁπαλῶν ἀκρεμόνων τῶν πάνυ τρυφερῶν ἀμμωνιακοῦ θυμιάματος ἀνὰ | |
𐅻 δ καππάρεως φύλλων 𐅻 β μυρίκης καρποῦ τῆς ἀσπλήνου λεγομένης | 11 | |
12 | σκίλλης ὀπτῆς πεπέρεως ἀνὰ 𐅻 α ὕδατι πλάττε τροχίσκους καὶ δίδου ὀξυ‐ μέλιτι καὶ θαυμάσεις τὴν ἐνέργειαν αὐτοῦ· τήκει γὰρ ταχέως τὸν σπλῆνα. Τροχίσκος ὁ πικρὸς καὶ αὐτὸς θαυμαστός. σελίνου σπόρου ἀσάρου ἀψινθίου ἀμυγδάλων πικρῶν ἀνίσου ἀνὰ 𐆄 α χυλῷ ἀψινθίου ἀναλάμβανε καὶ ποίει | |
5 | τροχίσκον καὶ δίδου ὁμοίως. Ἄλλος τροχίσκος καὶ αὐτὸς θαυμαστὸς ὁ δι’ ἐρίκης καὶ αὐτὸς ὀνομαζόμενος τοῦ Θέωνος. ἔχει δὲ οὕτως· ἐρείκης καρποῦ ἰτέας φλοιοῦ ἀνὰ 𐆄 α𐅵 καππάρεως φλοιοῦ 𐆄 α ἀμμωνιακοῦ θυμιάματος 𐆄 𐅵 ναρδοστάχους ἑξάγιον α𐅵 ἐν ὄξει σκιλλητικῷ ποίει τροχίσκον καὶ δίδου ὡς προείρηται ἐπὶ τοῖς ἑτέροις τροχίσκοις. εἰ δὲ βούλει, θὲς καὶ εὐφορβίου ὅσον | |
10 | ἑξάγιον α𐅵. Ἄλλος τροχίσκος καὶ αὐτὸς ὁ δι’ ἐρίκης. ἐρίκης καρποῦ ἑξάγιον δ πεπέρεως λευκοῦ ναρδοστάχυος ἀμμωνιακοῦ θυμιάματος ἀνὰ ἑξάγιον β· ἐν ἄλλῳ δὲ καὶ ταῦτα μίγνυται· κόστου σκολοπενδρίου καππάρεως ῥίζης φλοιοῦ ἀνὰ 𐅻 𐅵 ὄξους σκιλλητικοῦ. Ἀρχὴ τῶν καταπλασμάτων καὶ ἐπιθεμάτων. Κατάπλασμα. καρδαμώμου 𐅻 η λιβάνου 𐅻 ιδ τήλεως 𐅻 δ πυρέθρου 𐅻 ι | |
15 | σινάπεως 𐅻 η ὄξους τὸ ἀρκοῦν· ὡς 〈μέλιτοσ〉 πάχος 〈ἔχῃ〉 ἐπίβαλλε κηρωτὴν ῥοδίνην μετὰ ὥραν ὀψὲ ῥοῦντα καὶ ἀφοδεύοντα· γοργὸν καὶ τοῦτο γὰρ ἀπαράβατον. Ἄλλο. στυπτηρίας σχιστῆς 𐅻 γ ὁμοῦ καὶ στρογγύλης 𐅻 οὐκ ἀλλὰ 𐆄 η ὁμοῦ καὶ ὑγρᾶς 𐆄 γ κολοφωνίας 𐆄 γ προπόλεως 𐆄 γ πίσσης ὑργᾶς λι. γ𐅵 κηροῦ λι. β σεμιδάλεως ξ̸ β ὄξους τὸ ἀρκοῦν· βρέξον τὴν σε‐ | |
20 | μίδαλιν τῷ ὄξει ὁμοίως α καὶ λειώσας σὺν ταῖς στυπτηρίαις ἐπίβαλλε τὰ τηκτὰ καὶ χρῶ. Ἄλλο. κρίθινον ἄλευρον τήλεως καὶ ἰτέας φύλλα σὺν ὀξυμέλιτι χλιαρῷ κατάπλασσε. Ἄλλο. κόπρον αἰγείαν σὺν κριθίνῳ καὶ λινόσπερμα καὶ ἁλὸς ἄνθος σὺν ὀξυκράτῳ κατάπλασσε τριβέντος δὲ κυ‐ πρίνου, λείου σὺν ὄξει. Μάλαγμα· κηροῦ λι. α νίτρου 𐆄 γ τερεβινθίνης ἄ‐ | |
25 | γνου σπέρματος καππάρεως ῥίζης φλοιοῦ ἀνὰ 𐆄 α· ἑψήσας τὰ τηκτὰ, ἔμπασ‐ σον τὰ ξηρὰ καὶ χρῶ. | |
27t | Ἀρχιγένους θεραπεία. | |
28 | Πρὸς δὲ τὰς σφοδρὰς σκιρρώσεις τοῦ ἥπατος ὀλίγη μὲν ἡ τῆς ἰάσεως | |
ἐλπὶς εἰς ὕδερον γὰρ μεταπίπτουσιν τὴν διάθεσιν, ὅμως δὲ τοῖς μαλακτι‐ | 12 | |
13 | κοῖς ἐπιμικτέον οἷον ἀμμωνιακὸν βδέλλιον μυελούς τε καὶ τὰ στέατα καὶ τὰ τούτοις ἰσοδύναμα. πότιζε δὲ καὶ τὰ ἐκφράττοντα καὶ τὰ διαρρύπτοντα τὸ σπλάγχνον, οἷάπερ εἰσὶ τὰ διουρητικὰ πάντα καὶ λίθων θρυπτικὰ— προεχαράξαμεν πάντα ἔμπροσθεν—μετὰ τῶν ἀρτίως πρὸς βραχὺ πρὸς τὴν | |
5 | τοῦ ἥπατος ἔμφραξιν εἰρημένων καὶ τῆς τροφῆς δηλονότι κατάλληλα ἀρμοσθείσης ὅσοις ἄκρον χλιαροῖς οἷον μαλάχης χόνδρος χυλὸς πτισσάνης Σκυβελίτης οἶνος ἢ Κρητικός, ἰχθύων δὲ οἱ πετραῖοι καὶ τῶν πτηνῶν ἁπαλότερα. εἰ δὲ διὰ κοιλίας καὶ ἐντέροις διεξιὸν τὸ ὑγρόν, χόνδρος μετὰ παλαιοῦ ὑδρομέλιτος ἢ ὑδρόμελι καὶ ὠὰ ὡσαύτως γοῦν καὶ μῆλα. Πρὸς | |
10 | δὲ τοὺς σκιρροὺς τοῦ ἥπατος ἐπιτείνειν χρὴ διὰ φλεγμονῶν αὐτὰ προσα‐ γόμενα οἷον τὰ δι’ ἀψινθίου κόμης μυροβαλάνου πιέσματος καὶ νάρδων ἀμφο‐ τέρων καὶ κηκίδων, ἔτι δὲ κρόκου καὶ οἰνάνθης καὶ μαστίχης καὶ μύρων τοῦ διὰ ναρδοστάχυος 〈καὶ〉 μαστιχίνου 〈καὶ〉 σχοινίνου καὶ μηλίνου καὶ οἰνανθίνου. τούτοις οὖν ἀμμωνιακοῦ τε θυμιάματος καὶ βδελλίου οἵ τε μυελοὶ | |
15 | καὶ τὰ στέατα μετὰ τῆς προσηκούσης διαίτης τὸν σκίρρον τοῦ ἥπατος διέλυσαν. Ὅσα ἁπαλὰ πρὸς ἧπαρ οἷον ἄγνου σπέρμα σκίρρον καὶ ἔμφραξιν ὠφελεῖ. κενταυρίου τοῦ μικροῦ ὁ χυλὸς πινόμενος καὶ ἐπιτιθέμενος, ἀρνογλώσσου δὲ ξηρὰ ἡ ῥίζα καὶ τὰ φύλλα, πλεῖον δὲ τὸ σπέρμα ἀσπαράγου μυάκανθα καὶ αἱ ῥίζαι καὶ τὸ σπέρμα καὶ γλυκυσίδου ἡ ῥίζα δάφνης ἡ ῥίζα ἢ τῆς | |
20 | αὐτῆς ῥίζης ὁ φλοιὸς ὅσον τριώβολον σὺν οἴνῳ ἐρεβίνθος ἐρυθρόδανον εὐπατόριον θέρμων τὸ ἀφέψημα μετὰ πηγάνου καὶ πεπέρεως ὕσσωπον ἰσόπυρον ναρδόσταχυς ἶρις πιστακίου ὁ καρπὸς πράσιον ἀμύγδαλα πικρὰ δρακοντίου ἡ ῥίζα διακαθαίρει τὰ σπλάγχνα πάντα· καρπάσιον χαμαίδρυς ἀμπελόπρασον ἀγαρικὸν χαμαίμηλον. Ἀντίδοτος πρὸς κατεψυγμένου ἥπα‐ | |
25 | τος· πεπέρεως 𐅻 γ κόστου 𐅻 ς· τινὲς δὲ καὶ κάγχρυος μιγνύουσιν 𐅻 δ. Ἄλλο. ἀμύγδαλα πικρὰ ἀριστολοχία κύμινον σελίνου σπέρμα γεντια‐ νῆς γλυκυρίζης ἀρκευθίδων κράμβης σπέρματος ἀνίσου ἀσάρου ἀψινθίου κόστου πρασίου ἀλόης ἀνὰ 𐆄 α τήλεως πίσσης δαφνίδων θερμίνων κυπέρων σκορδίου σιδήρου ἐρυθροδάνου ῥίζης μαστίχης πετροσελίνου καὶ νίτρου | |
30 | ὀλίγον· τήλεως δρακοντίου πεπέρεως κο. οβ σκορόδων ὄνυχας ζ· ἡ δόσις γ ἢ ε ἢ ζ κο. καρεοφύλλου ναρδοστάχυος μικροῦ πυ· θὲς ὑπὸ τοὺς πόδας κεραμίδ〈ια〉 β πεπυρακτομένα ῥάμνον ἢ οἶνον καὶ σκεπάσας ἕως ὑγρώ‐ σ〈εωσ〉 τοῦτο ποιεῖ πρὸς φλεγμονάς· ὠφελεῖ καὶ ἡ ζωόπυρος ἀντίδοτος καὶ ἡ δι’ ἐχιδνῶν καὶ ἡ δι’ εὐπατορίου καὶ ἡ διὰ σκορδίου καὶ ἡ διὰ δυῶν | |
35 | πεπέρεων καὶ τοῖς ἀνωδύνοις. | 13 |
14 | Γαληνοῦ ἐκ τῆς θεωρητικῆς τέχνης σημειωτικὸν περὶ σπληνὸς καὶ τί ἐστι σπλὴν καὶ διάγνωσις σπληνὸς Γαληνοῦ καὶ Ἀρχιγένους. Ἔστι δὲ ὁ σπλὴν φλεβώδης καὶ ἀρτηριώδης καὶ ἀνισοπλατὴς λεπτὰ ἀγγεῖα ἔχων καὶ πολλὰ μεταξὺ τῶν ἀγγείων θρομβώματα, διὰ τοῦτο ἀραιός | |
5 | ἐστι καὶ στομφός. ἔστι δὲ τῇ κράσει ψυχρὸς καὶ ὀξώδης. ἔχων δὲ τὴν ὀξύ‐ τητα ταύτην παρὰ τῆς φύσεως πρὸς τὸ διεγείρειν τὸν στόμαχον εἰς ὄρεξιν τροφῆς ἀλλὰ καὶ τὴν ἔκκρισιν τοῦ περιττεύοντος χυμοῦ τοῦ μέλανος καὶ εἰς τὴν γαστέρα χέων στύφει τε αὐτὴν καὶ τονοῖ καὶ πρὸς τὰς πέψεις διεγείρει. πρὸς τοῦτο δὲ καὶ καθαίρει τὸ ἧπαρ ἕλκων τὰ τρυγώδη καὶ θολερὰ | |
10 | τῶν ἑκτῶν περὶ [τῶν] τοῦ ἥπατος ἀπορρυπτομένων ὑγρῶν εἰς οἰκείαν τροφήν· τοῦ γὰρ σπληνὸς ἕλκειν πεφυκότος τὸν μελαγχολικὸν χυμὸν ἐκ τοῦ ἥπατος ὅστις οἷον ἰλύς ἐστι τοῦ αἵματος. εἰ μὲν ἡ ἑλκτικὴ δύναμις τούτου ἀσθε‐ νήσῃ ἢ ὁ πόρος ἐμφραχθῇ, δι’ οὗ τοῦτο πρὸς ταῦτα πρῶτον εἵλκετο, μέλας ἵκτερος συνίσταται ἀκαθάρτου παρ’ ὅλον φερομένου τὸ σῶμα. ἀλλ’ εἰ μὲν | |
15 | βάρος καὶ διάτασις εἴη κατὰ τὸν σπλῆνα ἢ καὶ ὀδύνη, ἔμφραξις δηλοῦται, εἰ δὲ μηδὲν τούτων, ἀσθένεια τῆς ἑλκτικῆς. ἔμετος δὲ γενόμενος τῆς με‐ λαίνης χολῆς ἄνευ πυρετοῦ καὶ τῆς ἄλλης κακοηθείας τὴν καθαρτικὴν τοῦ σπληνὸς δύναμιν δηλοῖ ἀσθενεῖν. ἡ δὲ τῆς ἀποκριτικῆς αὐτοῦ ἀσθένεια τὴν ἀνορεξίαν οἴσει μηκέτι φερομένου τοῦ μελαγχολικοῦ περιττώματος | |
20 | κατὰ τὸ στόμα τῆς γαστρὸς καὶ τὴν ὄρεξιν ἐπεγείροντος. ἐμφραττομένου δὲ αὐτοῦ τοῦ μελαγχολικοῦ χυμοῦ κατὰ τὸν σπλῆνα πρῶτον μὲν ἐμβροχὴ τούτου γίγνεται τῇ τε ζέσει καὶ τῇ τάσει δηλουμένη, εἰς ὕστερον δὲ καὶ εἰς σκίρρον μεταπίπτει τοῦ μὲν ζέοντος καὶ ὀδυνηροῦ παυσαμένου, μένοντος δὲ τοῦ ὄγκου καὶ τῆς σκληρίας. τούτοις οὖν καὶ τὸ στόμα δυσῶδες καὶ | |
25 | τὰ οὖλα διαβιβρώσκεται καὶ τὰ ἐν τοῖς μέλεσιν ἕλκη δυσκατούλωτα μένει· ἐφ’ οἷς συμπαθήσαντος τοῦ ἥπατος, ὡς ἔφαμεν, ὕδερος ἐκ τούτων γίγνεται. τὰς μὲν οὖν δυσκρασίας αὐτοῦ παραπλησίως ταῖς τοῦ ἥπατος θεραπεύσομεν. | |
28t | Ἀρχιγένους περὶ τῶν ἑλμίνθων γενῶν | |
29t | καὶ πόσαι διαφοραί. | |
30 | Τρεῖς εἰσιν ἅπασαι τῶν ἑλμίνθων αἱ διαφοραί, μία μὲν ἡ τῆς στρογ‐ | |
γύλης κατὰ πάχος, ἑτέρα δὲ ἡ τῆς πλατείας, καὶ τρίτη, ἣν καὶ ἀσκαρίδα | 14 | |
15 | προσαγορεύουσιν. ἡ δὲ γέννησις ἁπασῶν ἐξ ὠμῆς καὶ παχείας καὶ φλε‐ γματικῆς καὶ πρὸς σῆψιν ἐπιτηδείας ὕλης ἐστίν, οἵαπερ ἀθροίζεται τοῖς παιδίοις καὶ τοῖς ἄλλοις ἀδηφαγοῦσιν, ἀλλ’ οὐκ ἀπὸ θερμῆς καὶ δριμείας ἢ μελαίνης χολῆς. αὗται γὰρ καὶ τὴν τοῦ τρέφειν ὑπερβάλλουσαν φύσιν | |
5 | ἀφυεῖς πρὸς τὴν τῶν ἑλμίνθων καθεστήκασι γέννησιν, τοὐναντίον γὰρ καὶ φθαρτικὰ τούτων εἰσὶ τὰ χολώδη μάλιστα περιττώματα. εἰ δέ ποτε ταῖς ἕλμινσι χολὴ συνεκρίθη κάτωθεν ξανθὴ ἢ δι’ ἐμέτων, αὐτὰς μὲν ἐν τοῖς ἐντέροις ἴσθι γενομένας, τὸν δὲ χολώδη χυμὸν ἤτοι κατὰ τὸ στόμα τῆς γαστρὸς ἢ ἐν ἄλλῳ τινὶ συστῆναι μορίῳ. ἑκάστης οὖν διαφορᾶς εἴπωμεν | |
10 | αὐτῶν τὸ εἶδός τε καὶ γέννησιν καὶ τόπον (καὶ διάγνωσιν) καὶ θεραπείας ἀπὸ τῆς στρογγύλης ἀρξάμενοι, καθὼς ἔμπροσθεν εἰρήκαμεν τὴν γέννησιν τὸ εἶδος καὶ τὴν θεραπείαν, νῦν δὲ ἀναγκαῖόν ἐστιν ἐρῶμεν κἀνταῦθα περὶ τούτων μικρόν τε. αἱ τοίνυν τῶν ἑλμίνθων στρογγύλαι τὸ μὲν εἶδος ἅπασι κατάδηλον ἔχουσιν, ὅτι δὴ καὶ μᾶλλον αὗται τῶν ἄλλων πλεονά‐ | |
15 | ζουσι. συνίστανται δὲ κατὰ τὰ λεπτὰ μάλιστα τῶν ἐντέρων πλησιάζουσαι τῇ γαστρί—διὸ καὶ διὰ στόματος πολλάκις ἀναφέρονται, τισὶ δὲ καὶ διὰ ῥινῶν ἐξεκρίθησαν—, πλεονάζουσι μᾶλλον τῶν ἄλλων περὶ τὰ νήπια καὶ σὺν πυρετῷ κατὰ τὸ πλεῖστον. ἀλλὰ περὶ μὲν τῶν πυρετῶν καὶ τὰς ἀρχὰς γιγνόμεναι τὴν ὑπόστασιν ἐξ ὑποκειμένης διαφορᾶς ἴσχουσιν, περὶ | |
20 | δὲ τὰς ἀκμὰς ἐκ πονηρᾶς νόσου, περὶ δὲ τὰς παρακμὰς ἐκ μεταβολῆς τῶν ὅλων ἐπὶ τὸ κρεῖττον· καὶ γὰρ Ἱπποκράτης φησίν· ἀγαθὸν γὰρ ἕλ‐ μινθας στρογγύλας διεξιέναι πρὸς κρίσιν ἰούσης τῆς νόσου, αἳ δὴ καὶ τάχιον ἀποκτείνονται. τίνα παρέπονται σημεῖα τοῖς στρογγύλας ἕλμινθας ἔχουσι. σημεῖα δὲ τούτοις παρέπονται οἷον δηγμὸς ἐντέρων καὶ κοιλίας καὶ βῆχες | |
25 | μικραὶ ξηραὶ διερεθίζουσαι, τισὶ δὲ καὶ λυγμὸς ὕπνος τε μετὰ παλμῶν καὶ ἀλόγων ἐξαναστάσεων—ἔνιοι δὲ καὶ μετὰ κραυγῆς ἐξανίστανται καὶ πάλιν καταφέρονται—σφυγμὸς γὰρ τούτοις ἀνώμαλος καὶ οἱ πυρετοὶ μεγεθύνον‐ ται ἀτάκτως περιτιθέμενοι μετὰ περιψύξεως τῶν ἄκρων καὶ τρίτον ἔσθ’ ὅτε καὶ τέταρτον τῆς ἡμέρας ἢ καὶ νυκτὸς ἀλόγως ἐπισημαίνονται. τοῖς | |
30 | δὴ παιδίοις καὶ μάσησις μετὰ προσβολῆς τῆς γλώττης διὰ κενῆς καὶ τρι‐ σμὸς ὀδόντων γίγνεται καὶ τὰ ὄμματα μύουσι καὶ σιωπᾶν ἐθέλουσι καὶ | |
πρὸς τοὺς διεγείροντας ἀγανακτοῦσι καὶ οἱ ὀφθαλμοὶ ὕφαιμοι φαίνονται | 15 | |
16 | καὶ τὰ μῆλα ἐρυθρὰ γίγνονται καὶ πάλιν ἐπὶ πελιδνόν, μεταβάλλονται, πρὸς βραχὺ δὲ ταῦτα καὶ ἐκ διαστημάτων. τισὶ δὲ προστρέχουσαι τῷ στο‐ μάχῳ ναυτιῶν καὶ δηγμῶν αἴτιαι γίγνονται καὶ ἀνορεκτοῦσιν οἱ κάμνοντες, ἐκβιασθέντες δὲ ναυτιῶντες μόλις καταπίνουσιν ἢ καὶ ἀπεμοῦσι τὸ προσε‐ | |
5 | νεχθέν· πολλοῖς δὲ καὶ ἡ γαστὴρ καταφέρεται μετὰ διαφθορᾶς τῶν ἐδηδεσμέ‐ νων καὶ ἐμφυσᾶται τυμπάνου δίκην, τό τε λοιπὸν σῶμα παρὰ λόγον ἐκτήκεται μήτε λιμαγχονίας γενομένης μήτε κενώσεως ἀμέτρου. οὐκ ἐπὶ πάντων δὲ πάντα δεῖ ζητεῖν τὰ τοίνυν λεχθέντα σημεῖα, ἀλλά τινα πρὸς τὸ ἐπικρατοῦν, ἐνίοτε δὲ καὶ τὰ πλεῖστα. ταῦτα δὲ συμβαίνει τῶν ζῴων ἁλισκομένων καὶ | |
10 | τὰ ἔντερα δακνόντων καὶ τῆς πυρετώδους θερμασίας ἀτμοὺς ἀναφερούσης κατὰ τὸν ἐγκέφαλον μοχθηροὺς ἐκ τῆς ἀθροισθείσης ἐν τῇ γαστρὶ σηπε‐ δονώδους ὑγρότητος ἐφ’ ὧν δεῖ πῆ μὲν ἀμφοῖν ὁμοίως προνοεῖσθαι τοῦ τε πυρετοῦ καὶ τῶν ἑλμίνθων, πῆ δὲ τοῦ πυρετοῦ φροντίσαντας ὀλίγον σπουδάσαι ὡς ἐξαιρεῖν τὴν ἕλμινθα τοῦ σώματος· πολλοὶ γὰρ ἀμεληθέντες | |
15 | διεβρώθησαν ὑπ’ αὐτῶν καὶ σπασθέντες ἀπέθανον· ἄλλοι δέ φασιν ἑωρακέ‐ ναι* καταπλαστέον δὲ αὐτοὺς τῆς δι’ ὠμῆς λύσεως καὶ πτέρεως καὶ ἀψιν‐ θίας καὶ θέρμων ἀλεύρου ἢ ἡδυόσμου καὶ σανδονικοῦ καὶ ἀβροτόνου πι‐ νομένου· ἤδη δὲ καὶ σίδια καὶ ἀκακίας κηκῖδάς τε καὶ βαλαύστιον ἐπιμι‐ κτέον. ἐπειδὴ δέ τινες ἀπαρέσκονται πολλάκις τοῖς πικροῖς πόμασιν, τῶν | |
20 | μὲν ἤδη λεχθέντων αὐτοῖς διδόναι τὰ μὴ καταφανῶς πικρά. πρὸς δὲ τούτοις ἔτι χαμαιπίτυν τε καὶ πράσιον ἑλένιον δαφνόκοκκα κασσίαν θύμον γλήχωνα καρπησίας κύπερον πολυπόδιον ἶριν Ἰλλυρικὴν κνῆκον ἐρυθρόδανον ἄκαν‐ θαν Αἰγυπτίαν μετὰ πεπέρεως Γρ. ς εἰς ἀπόζεμα ἡδυόσμου μορέας ῥίζης τὸν χυλὸν ἢ τὸ ἀφέψημα, πετροσέλινον καὶ τὰ παραπλήσια τῶν εὐωδῶν | |
25 | σπερμάτων. ἔξωθεν δὲ χρηστέον ὅσα εἰρήκαμεν ἔμπροσθεν· ἐπιτιθέναι δὲ καὶ τὰ τοίνυν ἔμπλαστρα κατὰ τοῦ ὀμφαλοῦ· ἀλόης ἡδυόσμου χυλοῦ ἀβρο‐ τόνου χολῆς ταυρείας καὶ οἴνου αὐστηροῦ διειλήσας ἅπαντα ποίησον ἔμ‐ πλαστρον καὶ ἐπιτίθει. Ἄλλο. περσέας τὰ ἁπαλὰ φύλλα θερμίνου ἀλεύρου ἀλόης ἀψινθίας ζωμὸν χρῶ μετ’ οἴνου. Ἄλλο. ἀγριοσταφίδα κόψας καὶ | |
30 | ἀναλαβὼν μετὰ μυελοῦ ἐλαφείου τίθει κατὰ τοῦ ὀμφαλοῦ καὶ ἐπιδεύσας χολῆς ταυρείας ἀλόης διειλήσας ὁμοῦ μετ’ οἴνου χρῶ κατὰ τοῦ ὀμφαλοῦ. | |
Ἄλλο. ἀλόης θερμίνου ἀλεύρου ἀρτεμισίας ἀβροτόνου πηγάνου ἡδυόσμου | 16 | |
17 | καὶ ἀψινθίας τοὺς ζωμοὺς δεῦσον μετὰ τῶν ξηρῶν καὶ ἐπίδευσον. Ἄλλο. χολῇ ταυρείᾳ πλήρωσον τὸ κοῖλον τοῦ ὀμφαλοῦ ἐπίδευσον ἢ τὸ διὰ τῆς ῥοδοδάφνης ἔλαιον συνεχῶς ἐπαλειπτέον ἢ τὴν κεδρέαν ἐπιθετέον μόνην τε καὶ σὺν κηρωτῇ κατὰ πάσης τῆς γαστρὸς καὶ κηρωτὴν δὲ προσάξωμεν, | |
5 | εἰ δεήσοι, ταύτην οἷον· ἀλόης ἀψινθίου ἀλεύρου θερμίνου σερίφου μελανθίου ἀνὰ Γρ. ς κηροῦ 𐆄 α𐅵 χαμαιμηλίνου τὸ ἀρκοῦν· χολῇ ταυρείᾳ λείου τὰ ξηρά. καὶ ἑνώσας χρῶ ἐνετέον δὲ αὐτοὺς τῷ μελικράτῳ, ὅπως ἂν πρὸς τὴν γλυκύτητα τοῦ μέλιτος αἱ ἕλμινθες ὑποβιβάζοιντο κάτω· εἰ δὲ σα‐ πεῖσαι κατὰ τὸ βάθος μὴ ἐκκρίνοιντο, ἀλλὰ μᾶλλον ἀναθυμιάσεις ἐργά‐ | |
10 | ζοιντο, δεῖ ὑπεξάγειν αὐτὰς ἢ τὴν ἀλόην ἢ τὸ δι’ αὐτῆς πικρὸν φάρμακον προποτίζοντα αὐτούς. ὡς ἔμπροσθεν τούτου εἰρήκαμεν ἢ καὶ ἀνόνητος αὐτοῖς ἐστιν ἀλλαχοῦ ἢ δι’ ὑπηλάτου μετρία ὡσαύτως κένωσις. πόμα ἀβρο‐ τόνου μελανθίου καννάβεως, τὸ σπέρμα μορέας τῆς ῥίζης ἁπαλὸν βράσας ὁμοῦ μεθ’ ὕδατος, ἕνωσον μετ’ οἴνου καὶ δὸς πιεῖν τὸν πάσχοντα. ἐπὶ δὲ | |
15 | πλατείας ἕλμινθος δίδου τὸ κῦφι καὶ τὸ μασουάφιον. ἔστι δὲ ἡ σύνθεσις τοῦ κύφεως αὕτη· λίτου γαγάτου 𐆄 γ ἑλενίου 𐆄 ς ἀσπαλάθου φλοιοῦ 𐆄 ζ ῥίζης ἀσφοδέλου 𐆄 δ βράθυος 𐆄 ς ἀρκευθίδος φλέρια ρ βδέλλης πετραικῆς 𐆄 ζ ἰσχάδων λιπαρῶν ἀτέγκτων 𐆄 β ἀμμωνιακοῦ 𐆄 γ ὀνύχου Ἰνδικοῦ σπέρματος πηγάνου ἀγρίου κόστου ἀνὰ 𐆄 ς καρύων κο. ς καρδαμώμου κυ‐ | |
20 | πέρου 〈ἀνὰ〉 𐆄 γ κρόκου κο. ε σπέρματος κυπαρίσσου 𐆄 γ λαδάνου κο. ζ στύρακος καλαμίτου 𐆄 ζ ἀσάρου κο. ς νάρδου Κελτικὴς ῥόδων ξηρῶν ἀνὰ κο. γ σμύρνης τρωγλ〈οδ〉ύτιδος 𐆄 ζ ἀμώμου κο. ς πευκεδάνου καλοῦ 𐆄 ς σπέρματος λιγαίας κο. ς σπλάγχνων κο. ε σχοινάνθης κο. γ στροβίλων κα‐ θαρῶν κο. γ σταφίδων ἀγιγάρτων 𐅻 β τερεβινθίνης λι. τ𐅵 φύλλου κο. γ | |
25 | παιωνίας κο. α φοινίκων λιπαρῶν λι. α κονύζης ἀρωματικῆς κο. ς μαστίχης κο. ε δικτάμνου κο. η λιβάνου κο. γ φλοιοῦ πίτυος κο. ε καλάμου ἀρωμα‐ τικοῦ 𐆄 ς ἴρεως Ἰλλυρικῆς κο. δ μοσχλίου κο. ς καρποβαλσάμου 𐆄 ς μέ‐ λιτος καλοῦ λι. ς οἴνου καλοῦ κο. ς· ὁμοῦ τρῖβε τὰ ξηρὰ καὶ ἀναλάμβανε τοῖς ὑγροῖς καὶ κόπτων λέγ〈ε〉* καλῶς ἂν δοθείη καὶ τὸ κέρας | |
30 | τοῦ ἐλάφου κεκαυμένον μετὰ πεπέρεως σὺν μέλιτι ἢ ὀξυμέλιτι καὶ τὰ λοιπὰ αὐτοῖς πειρατέον διδόναι—κάλλιον δέ, εἰ σκιλλητικὸν εἴη τὸ ὄξος, καὶ μά‐ λιστα τοῖς τελειοτέροις—ἢ τὸ νᾶπυ μετ’ ἐλαίου καὶ ὄξους κοχλιαρίου μέγεθος. τοῖς δὲ μετὰ ῥεύματος κοιλίας ἐνοχλουμένοις ὑπὸ τῶν ἑλμίνθων | |
προποτιστέον ἀρνογλώσσου χυλὸν ἢ καὶ αὐτὸ τὸ ξηρὸν δοτέον τὸ ἀρνό‐ | 17 | |
18 | γλωσσον· ἐπ’ ἴσης γὰρ πρὸς ἑκάτερον ἐνεργεῖ τήν τε ῥύσιν καὶ τὰς ἕλ‐ μινθας ἢ τοῦ κενταυρίου τὸ ἀφέψημα πινόμενόν τε καὶ ἐνιέμενον ἢ κα‐ λαμίνθης ἢ δικτάμνου ἢ γλήχωνος. ἐνετέον δὲ αὐτοῖς καὶ τὴν ἅλμην, προποτίζειν δὲ τούτους μηδὲ τοῖς ὑπὸ τῶν ἄλλων ἑλμίνθων ἐνοχλουμένοις | |
5 | ἄχρηστον, εἰ ἀπύρετοι μάλιστα τυγχάνοιεν· νίτρου ἐρυθροῦ πεπέρεως καρ‐ δαμώμου ἴσον. ἡ δόσις Γρ. δ μετ’ οἴνου. Ἄλλο. πεπέρεως δαφνίδων καθαρῶν κυμίνου Αἰθιοπικοῦ μαστίχης ἀνὰ δρ. γ καὶ μέλιτος τὸ ἀρκοῦν. ἡ δόσις κοχλιάριον α ἕωθεν καὶ εἰς κοίτην· εἰ δὲ βούλει πρακτικώτερον αὐτὸ εἶναι, ἐπίθες καὶ νίτρου ἐρυθροῦ δρ. γ. Ἄλλο εἰς τὸ αὐτό. ἑλενίου ἀμμωνιακοῦ | |
10 | θυμιάματος πεπέρεως—ἐν ἄλλῳ πτέρεως—ἀνὰ 𐅻 η ἢ ε δίδου μετ’ ὀ‐ ξυμέλιτος θερμοῦ καὶ διαστήσας πότιζε εὐφορβίου ὅσον 𐅻 α· τοῖς δὲ τελείοις ὅσον 𐅻 β πότιζε. Ἄλλο εἰς τὸ αὐτό. πτέρεως ὀξύβαφον νίτρου 𐅻 β· δίδου ἐν κοτύλῃ ὕδατος προκεκενωμένῳ· βέλτιον δὲ γίγνεται, εἰ προσλάβοι καὶ σκαμμωνίαν ὀλίγην. Ἄλλο. ῥοιᾶς ὀξείας ῥιζῶν φλοιοῦ 𐅻 δ πεπέρεως 𐅻 α | |
15 | καρδαμώμου 𐅻 ς πρασίου 𐅻 β· μέλιτι δίδου πρὸς σκορδοφαγήσαντα. εἰς δὲ παντελῆ τοῦ πάθους μάλαγμα τῆς θηριακῆς παρασχεῖν μὴ κωλύοντος ἰσχυροῦ πυρετοῦ καὶ τοῖς ἄλλοις πᾶσιν τοῖς ἔμπροσθεν εἰρημένοις. καταπλαστέον οὖν αὐτοὺς διὰ φοινίκων καὶ κυδωνίων καὶ στυπτηρίας ἀκακίας τε καὶ κηκῖδος καὶ ὑποκιστίδος· ἐμπνευματώσεως δὲ οὔσης προσμι‐ | |
20 | κτέον κυμίνου καὶ ἀνίσου καὶ πηγάνου. ἐπιθέματα δὲ τὸ διὰ δαφνίδων καὶ τὸ διὰ σπέρματος καὶ τὸ δι’ οἰνάνθης, ὧν τὰς σκευασίας τούτων μετὰ βραχὺ ἐρῶ. χρονιζούσης δὲ τῆς νόσου καὶ δρώπακι χρηστέον κατὰ τῆς κοιλίας καὶ τῷ νάπυι αὐτῷ μετὰ ἰσχάδων, πόματα δὲ οἷον ἀρνογλώσσου τὸ σπέρμα κηκῖδός τε μετὰ πεπέρεως, γίγαρτα σταφυλῆς σὺν οἴνῳ καὶ τὰ διουρητικὰ | |
25 | πάντα οἷον σελίνου ἀδιάντου καὶ τῶν ὁμοίων πινομένα· διδόναι δὲ τὸν διὰ | 18 |
19 | σπέρματος τροχίσκον καὶ τὸν πάγχρηστον καὶ τὴν ἐκλογὴν ἀντίδοτον καὶ τοῦ Ἔσδρα καὶ τὴν θηριακήν. Σκευασία τοῦ διὰ δάφνης· κηροῦ πιτυίνης κολοφωνίας πίσσης νίτρου δαφνίδων ἀνὰ λι. δ ἀλλὰ ἀνὰ 𐆄 𐅵 νάπυος κέ‐ γχρου πυρέθρου γίγαρτα, εὐφορβίου ἀμμωνιακοῦ σαμψύχου καρδαμώμου | |
5 | ἴρεως στέατος χοιρείου ταυρείου ἀνὰ 𐆄 τ𐅵, ναρδίνου καὶ κυπρίνου ἐλαίου τὸ ἀρκοῦν. τοῦ διὰ σπέρματος σκευασία· λινοσπέρμου ξυλʹ δ𐅵 τήλεως ξυλʹ δ𐅵 ἀνίσου δαφνίδων πετροσελίνου σελίνου σπέρματος ζιντζιβέρεως ξυλʹ ε𐅵 καὶ τοῦ καρδαμώμου ξυλʹ α Κελτικῆς ξυλʹ ... ἴρεως ξυλʹ δ𐅵 μελιλώτου βράθυος κασσίας κρόκου λιβάνου νίτρου πάνακος ῥίζης ἀνὰ ξυλʹ δ𐅵 ἀμ‐ | |
10 | μωνιακοῦ 𐆄 α τερεβινθίνης 𐆄 α κόκκων κυπέρου στέατος ταυρείου ξυλʹ ς στύρακος ξυλʹ α κηροῦ 𐆄 α μέλιτος ξυλʹ γ καὶ οἴνου καλοῦ τὸ ἀρκοῦν. τοῦ δι’ οἰνάνθης σκευασία· οἰνάνθης βοτανικῆς ἀκακίας ῥόδων κρόκου ἀνὰ δρ. γ μαστίχης δρ. γ φοινίκων—σάρκας μετὰ τῶν ὀστῶν—ε κηκῖδος ὀμ‐ φακίτιδος ῥοῦ Συριακοῦ λιβάνου ἀλόης ἀψινθίου ἀνὰ δρ. γ ἀμμωνιακοῦ δρ. | |
15 | ιβ βαλσάμου δρ. γ κηροῦ δρ. μη τερεβινθίνης δρ. ς ἐλαίου σχοινίνου τὸ ἀρκοῦν. θὲς δὲ ἐὰν χρεία δέῃ ἔλαιον μήλινον καὶ οἴνου καλοῦ στύφοντος ὅσον χρεία δέοιτο εἰς τὸ αὔταρκες. Τροχίσκου τοῦ διὰ σπερμάτων σκευασία· ἀνίσου δρ. β ἄμμεως δρ. 𐅵 μαράθρου σπόρου δρ. α σελίνου σπόρου δρ. β ὀπίου δρ. 𐅵 ὑοσκυάμου σπόρου δρ. 𐅵 ὕδατος ὀμβρίου δεῦσον καὶ ποίησον | |
20 | τροχίσκον καὶ δίδου τοῖς πρὸ εἰρημένοις. Τροχίσκου τοῦ παγχρήστου σκευ‐ ασία· χυλοῦ γλυκυρίζης ὀπίου ἀνὰ δρ. η κρόκου καστορίου στύρακος καλαμίτου ἀνίσου ἀνὰ δρ. δ μανδραγόρου τῆς ῥίζης δρ. δ μήκωνος τὸ σπέρμα ὑοσκυάμου τὸ σπέρμα δρ. η καὶ οἴνου εὐώδους τὸ ἀρκοῦν. δίδου δὲ καὶ τὴν ἀθανασίαν αὐτοῖς 〈ὡσ〉 καὶ προεγράφη ἐπὶ τοῖς δυσεντερικοῖς. Σκευασία τῆς | |
25 | ἐκλογῆς ἀντιδότου. βαλαυστίων ταρʹ α μάκερος ταρʹ α𐅵 ὀμφακίου ταρʹ α ὑοσκυάμου σπέρματος ταρʹ α κέρατος ἐλαφείου ταρʹ 𐅵 ὀπίου ταρʹ β βάτου ἀώρου καρποῦ ταρʹ α μύρτου μέλανος ταρʹ α σμύρνης τρωγλ〈οδ〉ύτιδος ταρʹ 𐅵 λυκίου Ἰνδικοῦ ταρʹ 𐅵 κοραλίου ταρʹ α σιδίων ταρʹ 𐅵 κρόκου ταρʹ α σχοι‐ νάνθης ταρʹ 𐅵 ῥόδων ξηρῶν ταρʹ 𐅵 Λημνίας σφραγίδος ταρʹ α𐅵 ἀρνογλώσσου | |
30 | χυλοῦ ταρʹ α ἀκακίας ταρʹ α λαδάνου ταρʹ α μαράθρου σπόρου ἀνίσου ἀνὰ ταρʹ 𐅵 στυπτηρίας λιβάνου ἀνὰ ταρʹ α ῥοῦ μαγειρικοῦ ταρʹ 𐅵 γῆς Σαμίας ταρʹ 𐅵 κοιλίας περιστερᾶς ταρʹ 𐅵 κοιλίας ἀλεκτρυόνος ἀσταφίδων ἄνευ τῶν γιγάρτων ῥόδων ἀνὰ ταρʹ τ𐅵 κόμμεος ταρʹ α χαλκίτεως κισσήρεως ὀπτῆς ἀνὰ ταρʹ 𐅵 χυλοῦ ὑποκιστίδος ταρʹ α λαγωοῦ πιτύας ταρʹ ... ἐχίνων ὄστρα‐ | |
35 | κα κασσίας μήτρας φοινίκων ὀστοῦ ὀστρέων κεκαυμένων οἰνάνθης βοτάνης | 19 |
20 | μίσυος συμφύτου ῥίζης ἀνὰ ταρʹ τ𐅵 ταρτάρου ἀσφάλτου ἰοῦ δαύκου ἀνὰ ταρʹ 𐅵 ἀμμωνιακοῦ δαυκίου Κρητικοῦ τοῦ σπέρματος ἀνὰ ταρʹ α βόλου πετροσε‐ λίνου ἄμμεως καστορίου ἀνὰ ταρʹ 𐅵 πρασίου ταρʹ α τριβολοσπόρου ταρʹ τ𐅵 καὶ σακχάριτος τὸ ἀρκοῦν. | |
5t | Περὶ λειεντερίας Ἀρχιγένους. | |
6 | Διττῆς ὑπαρχούσης τῆς λειεντερίας, τῆς μὲν δι’ ἐπιπόλαιον ἕλκωσιν τῶν ἐντέρων, κατά τινας δὲ καὶ δι’ οὐλὴν ἐκ δυσεντερίας τὰ πολλὰ ἢ ἐξ ἑτέρων γιγνομένης ῥευματισμῶν, τῆς δὲ δι’ ἀτονίας τῆς κατεχούσης τὴν τροφὴν ἐν τῇ γαστρὶ δυνάμεως* καὶ ἀναδιδόναι τὰ σιτία λεῖά τε καὶ κά‐ | |
10 | θυγρα καὶ ἄπεπτα διαχωροῦσι ῥευματιζομένης ἐπὶ πάντων τῆς γαστρός. ἀλλ’ ἐπὶ τῶν λειεντερικῶν ἥ τε διέξοδος τῶν σιτίων ταχεῖα γίγνεται καὶ τὰ τῆς ἀπεψίας ἐπιτεταμένα μᾶλλόν ἐστιν, ὥστε μὴ διαδηλοῦσθαι τὴν ληφθεῖσαν τροφήν· καὶ τούτῳ μάλιστα διακρίνονται τῶν κοιλιακῶν κατα‐ πλαστέον οὖν αὐτοὺς λινοσπέρμου μετὰ φοινίκων· ἄκρως δὲ ποιεῖ καὶ | |
15 | σχοῖνος καὶ βάτος συνεψομένη τῷ ὀξυμέλιτι· ἐμπνευματώσεως δὲ συνούσης καὶ κυμίνῳ καὶ ἀνήθῳ καὶ πηγάνῳ χρηστέον ὁμοῦ. ἐπαυξανομένου δὲ τοῦ ῥευματισμοῦ συνεμβαλοῦμεν μήλων Κυδωνίων στυπτηρίας ὑγρᾶς ἀκακίας ὑποκιστίδος βαλαυστίων σιδίων ῥόδων κηκῖδός τε καὶ ῥοῦ μαγειρικοῦ. κη‐ ρωταὶ δὲ διὰ μυρσίνου ἢ σχοινίνου μετά τινος τῶν στυφόντων, οἷον ζωμὸν | |
20 | Κυδωνίου ἢ μύρτων σὺν οἴνῳ στύφοντι. ἐπιθέματα δὲ θερμότερα μὲν τό τε δὲ διὰ δαφνίδων καὶ τὸ διὰ σπερμάτων 〈ὡσ〉 καὶ προεγράφησαν προ‐ βραχέως, στυπτικώτερα δὲ τό τε δι’ οἰνάνθης καὶ τὸ διὰ γιγάρτων καὶ τοῦ Ἀντύλλου καὶ τὸ Ἐρυθρίου δὲ θαυμαστόν, ὧν τὰς σκευασίας τὰ νῦν μετὰ βραχὺ ἐρῶ. χρονιζούσης δὲ τῆς νόσου καὶ δρώπακι χρηστέον κατὰ τῆς κοιλί‐ | |
25 | ας 〈ὡσ〉 καὶ προεγράφησαν ἐπὶ τῶν δυσεντερικῶν τὴν θαραπείαν καὶ τῇ διὰ νάπυος κηρωτῇ καὶ αὐτῷ τῷ νάπυι. Σκευασία τῆς διὰ νάπυος κη‐ ρωτῆς* Καταπότιον λειεντερικοῖς καὶ κοιλιακοῖς ... ξηρῶν ἢ γίγαρτα ὄμφακος σταφυλῆς ἀγρίας· ἓν ἐκ τούτων ἢ καὶ ἀμφότερα κόψας σείσας | |
λεπτῷ κοσκίνῳ, δίδου κοχλιάριον ἓν εἰς οἶνον παλαιὸν καὶ στύφοντα κρᾶσιν | 20 | |
21 | μίαν εἰς κοίτην καὶ θαυμάσεις. Ἄλλο δυσεντερικοῖς καὶ λειεντερικοῖς· τὸ ἡμ. τυροῦ παλαιοῦ τὸ ἔξωθεν, πίσσης ξηρᾶς στυπτηρίας στρογγύλης, ἀλε‐ κτρυόνος τὸν ἔνδοθεν ὑμένα τῆς κοιλίας ἐξ ἴσου λαβών, δίδου πιεῖν κοχʹ α. Ἄλλο. κάρυα τρία ξηρὰ καῦσον ὁλόκληρα καὶ δίδου, τετραμμένου τοῦ | |
5 | πάσχοντος, πιεῖν καὶ αἰγείαν κόπρον, κατάπλασσε 〈δὲ〉 τὴν κοιλίαν μετὰ μέλιτος ὅτι διὰ πείρας ἐστί. Ἄλλο θαυμαστόν· μίλτου Σινωπίδος 𐅻 γ συμφύτου λείου 𐅻 γ οἴνου Ἀμινναίου κυαθ. γ συγκέρασον εἰς ποτήριον καὶ μετὰ τὸ ἀποκαθῆσαι τὴν μίλτον δὸς πιεῖν τὸν οἶνον. Ἄλλο· σιδίων κηκῖδος ὀμφακίτιδος πυρρᾶς ἴρεως ἴσα κόψας καὶ σείσας δίδου κοχʹ ἓν ἀπυρέτοις | |
10 | σὺν οἴνῳ, πυρέσσουσι δὲ μετ’ εὐκράτου. ποτήματα δὲ ἁπλᾶ μὲν ἀδίαν‐ τον παλιούρου φύλλα καὶ ἡ ῥίζα, σχοίνη λεία καὶ ὁμοσχοίνη ὁ καρπὸς φρυγῆς φακοῦ δίσεφθον ἢ μετ’ ὄξους ἑφθοῦ δίς, γίγαρτα ναρδοστάχυος νάρθηκος χλωροῦ ἡ ἐντεριώνη, ὀξυακάνθης ὁ καρπὸς, ἀκάνθης λευκῆς κορωνοποδίου ἡ ῥίζα, μορέας ἄωρος καρπὸς ξηρανθέντα ἐπιπασσόμενα, | |
15 | μᾶλλον δὲ τὰ βάτινα στύφει τοῦ καρποῦ καὶ τῶν φύλλων τὸ ἀφέψημα. πίνειν ἀρνογλώσσου σπέρμα ἢ λαπάθου τὸ σπέρμα ἢ ῥοῦν ἢ ῥοιᾶς σίδια ἢ οὖα ξηρὰ—μᾶλλον δὲ βεβρασμένα ἐν ὄξει—ἢ ὄμφακα ξηρὸν ἢ ἐξ Ἀμ‐ μιναίας σταφυλῆς ὅσον τριώβολον, ἀπυρέτοις σὺν οἴνου αὐστηροῦ κυάθοις β, πυρέσσουσι δὲ σὺν ὕδατι ὀμβρίῳ· ἧσσον δὲ στομάχου ἅπτεται ἀλεκτο‐ | |
20 | ρίδων κοιλίας ξηρὸς ὁ ἔνδον ὑμὴν ἐμπασσόμενος τῷ ποτῷ· καὶ τὰ διουρη‐ τικὰ οἷον σέλινον ἀδίαντον καὶ τὰ ὅμοια πινόμενα μετοχέτευσιν ἐργάζεται. σύνθετα δὲ τὰ τοιαῦτα οἷον ἡ Πολυείδους σφραγὶς καὶ ὁ διὰ τοῦ ἠλέκτρου τροχίσκος καὶ ὁ διὰ τῆς Αἰγυπτίας ἀκάνθης καὶ τὸ κλειδίον καλούμενον καὶ τὸ διὰ σπερμάτων. ὧν τοιγαροῦν τὰς τούτων σκευασίας πάντων ἐρῶ. | |
25 | καὶ τοῦτο δὲ κάλλιστόν ἐστιν· λαπάθου ἀγρίου σπέρματος 𐆄 α𐅵 ἀρνογλώσ‐ σου σπέρματος 𐆄 α𐅵 ὑποκιστίδος χυλοῦ 𐅻 ς κόμμεως ἢ ἀκακίας· ἀναλάμ‐ βανε Κυδωνίων δὲ καὶ μήλων βρασθέντων εἰς ἀποτρίτωσιν ἀναλάμβανε ἐξ αὐτῶν τοῦ ζωμοῦ ἀπόθου ἐν ἀγγείῳ· ἐπὶ δὲ τῆς χρείας δίδου. ἡ σύνθεσις τοῦ δι’ οἰνάνθης καὶ τοῦ διὰ γιγάρτων καὶ τοῦ Ἀντύλλου καὶ τοῦ Ἐρυ‐ | |
30 | θρίου* Σκευασία τῆς Πολυείδους σφραγῖδος. στυπτηρίας σχιστῆς 𐅻 γ λι‐ βάνου 𐅻 δ σμύρνης 𐅻 η χαλκάνθου ἀλόης ἀνὰ 𐅻 β κυτίνων 𐅻 ιβ χολῆς | |
ταυρείας 𐅻 ς—ἐν ἄλλῳ 𐅻 ις—· οἴνῳ αὐστηρῷ ἀναλάμβανε καὶ χρῶ. Σκευα‐ | 21 | |
22 | σία τοῦ δι’ ἠλέκτρου τροχίσκου· ψυλλίου ἴρεως Ἰλλυρικῆς μαστίχης ἠλέ‐ κτρου κρόκου ἀνὰ Γρ. α ὀπίου Γρ. β—ἐν ἄλλῳ δὲ Γρ. δ—χρῶ. Σκευασία τροχίσκου τοῦ δι’ ἀκάνθης Αἰγυπτίας· ἀκάνθης Αἰγυπτίας ῥοῦ λιβάνου ἀκακίας στυπτηρίας σχιστῆς χυλοῦ ὑποκιστίδος κηκίδων Λημνίας σφραγί‐ | |
5 | δος κοραλλίου συμφύτου Σαμίου ἀστέρος ἀλόης λαδάνου ἀνὰ ταρʹ α οἴνῳ ἀναλάμβανε. Σκευασία τοῦ κλειδίου Ὀριβασίου· κηκῖδος ὀμφακίτιδος 𐅻 η ὀπίου 𐅻 δ ὕδατι κατάπλαττε καταπότια ὅσον λα... τὸ μέγεθος καὶ δίδου γ ἢ δ. Ἄλλη σκευασία καταποτίων δυσεντερικοῖς, μάλιστα δὲ λειεντερικοῖς· σιδίων σμύρνης ἀνὰ 𐅻 η στυπτηρίας σχιστῆς ν 𐅻 δ ὑποκιστίδος χυλοῦ 𐅻 δ | |
10 | ἀνάπλαττε μεθ’ ὕδατος ὀμβρίου ὀροβιαῖα καὶ δίδου ε ἢ ξ. Ἄλλη ὁμοίως σκευασία καταποτίων· δέχεται σμύρναν σίδια στυπτηρίαν σχιστὴν ὄπιον· κατάπλαττε ὁμοίως μὲν ὕδατος καὶ ποίησον καταπότια καὶ δίδου. Σκευα‐ σία τοῦ διὰ σπέρματος τροχίσκου ἀνίσου 𐆄 β ἄμμεως 𐆄 𐅵 μαράθρου σπόρου 𐆄 α σελίνου σπόρου 𐆄 β ὀπίου 𐆄 𐅵 ἑξάγιον α ὑοσκυάμου σπέρματος 𐆄 𐅵 | |
15 | ὕδατος ὀμβρίου τὸ ἀρκοῦν ποίησον τροχίσκους καὶ χρῶ. Ἄλλη σκευασία τροχίσκου· κρόκου ὀπίου σμύρνης ἀνὰ 𐆄 α λιβάνου 𐆄 α𐅵 καστορίου 𐆄 δ καὶ οἴνου στύφοντος τὸ ἀρκοῦν. Ἄλλη σκευασία τροχίσκου· σμύρνης κρόκου ὀπίου καστορίου λιβάνου ἀνὰ 𐅻 δ οἴνῳ ὁμοίως. Ἄλλη σκευασία τροχίσκου· στύρακος ὀπίου σμύρνης λιβάνου κρόκου ἀνὰ 𐅻 𐅵 οἴνῳ ὁμοίως | |
20 | ἢ ἀντὶ οἴνου χυλὸν πολυγόνου. Ἄλλος τροχίσκος ὁ θεοδώρητος ἀστερίου· σελίνου ἀσάρου ἀνίσου μαράθρος κηκῖδος σμύρνης ὑοσκυάμου δαύκου μύρτων ἀνὰ 𐆄 𐅵 πετροσελίνου ἄμμεως ἀνὰ ἑξάγιον α𐅵 ὀπίου 𐆄 α𐅵 καὶ χυλοῦ πολυγόνου τὸ ἀρκοῦν. Ἄλλος τροχίσκος· κυμίνου ῥοῦ Συριακοῦ βαλαυ‐ στίων τὸ ἄνθος ἀνὰ 𐆄 α𐅵 σιδίων 𐆄 τ𐅵 σιλφίου ἑξάγιον α𐅵 ἢ ξηροῦ τ𐅵 | |
25 | ποίησον τροχίσκους σὺν χυλῷ πολυγόνου ἢ ἔμπασσε τῷ ποτῷ ἢ φυραθὲν ὀξυμέλιτι λαμβάνεται πρωὶ καὶ ἑσπέρας. Ἄλλος θαυμαστὸς πρὸς λειεντε‐ ρικοὺς τροχίσκος· μύρτων ξηρῶν κονʹ α𐅵 ἀνίσου ῥόδων ξηρῶν οἰνάνθης ἀνὰ κονʹ τ𐅵 φοινίκων βαλάνους κ· ποίει τροχίσκους σὺν χυλῷ πολυγόνου | |
καὶ δίδου 𐅻 α μεθ’ ὕδατος ἢ μετὰ κράματος. καὶ ἡ δι’ ἐχιδνῶν Ἀνδρομάχου | 22 | |
23 | μέγιστόν ἐστι βοήθημα. Ἡροδότου ἀντίδοτος πρὸς λειεντερίαν ἡ λεγομένη σάμψα· μελαίνης ἐλαίας ἑψήσας σὺν ὄξει καὶ λεάνας σὺν πυρίσει καὶ μίξας σιδίων μετὰ πεπέρεως λευκοῦ καὶ βράχεος οἴνου στύφοντος καλοῦ ἢ ἐλαίου δίδου νήστει κατ’ ἰδίαν καὶ σὺν ἀρίστῳ. Ξηρίον πρὸς κοιλιακοὺς | |
5 | διὰ πείρας· ἄμμεως φρυκτῆς καὶ ὀρύζης φρυκτῆς ἀνὰ 𐅻 γ σελίνου σπέρ‐ ματος 𐅻 β πεπέρεως λευκοῦ σμύρνης ἀνὰ 𐅻 β ξυλοκαρεοφύλλου σπόρου ἀκακίας ἀνὰ 𐅻 α στυπτηρίας σχιστῆς 𐅻 τ𐅵 κηκῖδος 𐅻 α γιγάρτων στα‐ φίδων φρυκτῶν 𐅻 α ἐρείκης καρποῦ 𐅻 γ· λειώσας ἅπαντα ἐπὶ δὲ τῆς χρείας, λαβὼν τοῦ ξηροῦ Γρ. δ μίξας μετὰ σταφίδος ἐκγιγαρτισμένης Γρ. η καὶ | |
10 | λειώσας τὸ πᾶν, δίδου εἰς κοίτην ὀψὲ καὶ πρωὶ εἰς εὔκρατον. ἔστω δὲ τὸ ὅλον εἰς δόσεις β. ἡ δὲ τροφὴ δριμείας μὲν καὶ χολώδους οὔσης τῆς ἀπο‐ κρίσεως διά τε χόνδρου καὶ ὀρύζης ἄλικός τε καὶ τῶν παραπλησίων γινέσθω συνεψομένων αὐτοῖς τῶν στυφόντων οἷον ἀπίων μήλων Κυδωνίων μεσπί‐ λων μοσκούλων καὶ τῶν ὁμοίων πάντων καὶ τὸ ὀξύγαλα ὀπτώμενον μετὰ | |
15 | σιδήρου ἢ ὁμοίως τὸ ἄπεφθον τούτοις ἁρμόζει. ποτὸν δὲ οἶνος στυφὸς ὑδα‐ ρὴς καὶ λεπτὸς ἤ τι τῶν ἡδέων ἔστω πομάτων. φλεγματικωτέρων δὲ αὐτῶν ἐκκρινόντων ἐπὶ τἀναντία τὴν τροφὴν μεταγάγωμεν σπέρματα δέ τινα τῶν εὐστομάχων τῇ τροφῇ παραμιγνύσθω, οἷον κολίαντρον ἄνισον ἢ κύμινον ἢ σελίνου σπέρμα καὶ φακὸς δὲ δίσεφθος μεθ’ ὕδατος ὀμβρίου ἢ μετ’ | |
20 | ὄξους πολλάκις αὐτοὺς ὤνησε ἐσθιόμενος σὺν ὄξει ἢ σὺν ὀξυμέλιτι αἵ τε κράμβαι δίσεφθοι. κάλλιστον δὲ τὴν δευτέραν αὐτῶν ἕψησιν ἐν ὀξυκράτῳ γίνεσθαι. οἶνον δέ τινα τῶν παλαιῶν καὶ στυφὸν καὶ θερμὸν δυνάμενον οἱ τοιοῦτοι πινέτωσαν. Ἐκ τοῦ Δυναμεροῦ δυσεντερικὸν καὶ λειεντερικὸν ἐπίρρημα ποιοῦν καὶ πρὸς ῥεῦμα ὀφθαλμοῦ καὶ ἐπὶ τῶν ἐντεροκοιλιακῶν· | |
25 | σκαμμωνίας 𐆄 β ζιντζιβέρεως λιβάνου ἀκακίας θείου ἀπόρου μαστίχης ἀνὰ 𐆄 α ὄξει φυράσας καὶ ποιήσας γλοιῶδες ἐπίπασσε ὀθονίῳ καὶ ἐπίθει κατὰ τῶν ἐντέρων. Σκευασία δρώπακος καὶ πιττώσεως Ἀρχιγένους· πεπέρεως πυρέθρου κάγχρυος ἀσφάλτου. εἰ δὲ ξηρᾶναι δέῃ ἔμβαλλε καὶ θεῖον ἄπυρον ἁλὸς τέφραν κληματίδων. εἰ δὲ ἀμύξαι λιμνῆστις ἐμβάλλεται ἡ καλαμίνθη | |
30 | ἀδάρκη ἢ εὐφόρβιον. ἕκαστον δὲ τούτων λεῖον γενόμενον ἐμπάσσεται τοῖς τηκτοῖς. ἔστι δὲ ὁ συνήθης ὑπὸ πλείστων σκευαζόμενος δρῶπαξ ὁ γάλλος | |
λεγόμενος. κολοφωνίας τῆς λιβανιζούσης καὶ πιτυίνης καὶ τῆς ῥυπαρᾶς | 23 | |
24 | ξυλώδους ῥητίνης τῆς ἐν τοῖς κεραμίοις κομιζομένης ἀποχύματος πίσσης ξηρᾶς πίσσης ὑγρᾶς Βρυττίας λι. β κηροῦ λι. δ νίτρου λι. α ἀσφάλτου χαλβάνης ἀδάρκης πυρέθρου Ἰλλυρικοῦ ἐλλεβόρου λευκοῦ πεπέρεως ἀνὰ 𐆄 δ θείου ἀπύρου 𐆄 γ καστορίου ἀμμωνιακοῦ θυμιάματος σταφί‐ | |
5 | δων ἀγρίων ἀνὰ 𐆄 β ἑλενίου συκίου ὀποβαλσάμου 𐆄 ς· χρῶ. Ἄλλος δρῶ‐ παξ κάλλιστος δόκιμος· ἔχει δὲ οὕτως· πίσσης ξηρᾶς κηροῦ κολοφωνίας ἀνὰ λι. α νίτρου 𐆄 ς ἀσφάλτου 𐆄 ς θείου ἀπύρου 𐆄 α𐅵 πεπέρεως εὐφορβίου ἀδάρκης ἀνὰ 𐆄 α κανθαρίδων 𐅻 δ κυπρίνου ἐλαίου 𐆄 δ· χρῶ. δεῖ δέ, ὡς προείρηται, τὸν δρώπακα θερμῷ 〈ἐλαίῳ〉 καταχρίειν καὶ πάχος ἔχοντα | |
10 | κατὰ λόγον τῆς τοῦ κάμνοντος δυνάμεως προσεξυρημένων τῶν ἐν τοῖς χρωμένοις τόποις τριχῶν. τοὺς δὲ εὐτόνως δρωπακιζομένους καὶ λούειν προ‐ σήκει ἐπικειμένου τοῦ δρώπακος καὶ γυμναζομένου, εἰ οἷόν τε· ἀθρόως δὲ ἀποσπωμένος ὁ δρῶπαξ δύναται τονῶσαι τὸ ἐνδεδωκὸς πνεῦμα καὶ ἀνακαλέσασθαι πρὸς τὴν ἐπιφάνειαν καὶ ἀναμνῆσαι τῶν ἰδίων ἔργων. | |
15 | Ἐπὶ δὲ τῶν μὴ κατεχόντων τὴν τροφήν, φησὶν Ἀρχιγένης, σικύαν ὡς μεγίστην κούφην τῷ στομάχῳ ἢ τῷ ὀμφαλῷ χρηστέον καὶ κολλη‐ τέον 〈μὴ ἀρ〉κουμένης δὲ ταύτης θρεπτέον αὐτοὺς τῶν εἰρημένων τινὶ τροφῶν ἔχοντι καὶ κολίαντρον καὶ οἶνον. δίδου δὲ καὶ τὴν διὰ Κυδωνίων μήλων ἀντίδοτον 〈ὡσ〉 καὶ προεγράφη καὶ Κυδωνίων μήλων | |
20 | ὕστερον παραλαμβανέσθω καὶ κατάχρησιν ὑπνωτικὴν τὴν δι’ ὑοσκυάμου καὶ ὀπίου, δοτέον δὲ τὴν διὰ κωδιῶν ἀντίδοτον. Πρὸς δὲ τὰς σπασμώδεις συνολκάς· ἐλαίῳ βραχὲν μυρσίνινον ἢ ἔλαιον μόνον παλαιὸν ῥάκει θερμῷ τοῖς μυσὶ ἐπιτιθέναι κηρωτὰς ὑγρὰς ἐχούσας τι καὶ καστόριον λουτρόν, πρὸς δὲ τοῦτο ὕδατι θερμῷ προσαντλητέον τὰ κῦλα ἔχον | |
25 | τὸ ὕδωρ ταῦτα· οἷον μύρτων μελανῶν τὰς κολλητικὰς κορυφὰς σίδια κενταύρια βαλαύστια ῥοῦ βυρσοδεψικοῦ πτέριν ἐλελίσφακον λιβανωτίδα βάτους. βρᾶσον ὁμοῦ πάντα εἰς ἀποτρίτωσιν καὶ λοῦε τὰ κῦλα ἄχρι καὶ τῆς ὀσφύος. εἰ δὲ καὶ ἀγρυπνίαι γίγνονται τοῖς πρὸς ἀγρυπνίας εἰρημένοις χρηστέον. μήπω λυούσης δὲ τῆς δυνάμεως καὶ τὸ διὰ κωδυῶν αὐτοῖς πο‐ | |
30 | τιστέον. παρακμῆς δὲ γενομένης ἐπὶ λουτρὸν ἀκτέον ἔχον ῥόδα μυρσίνην σχοῖνον πτέριν ἐλελίσφακον καὶ λιβανωτίδα. μετὰ δὲ τοῦ λουτροῦ ἀνακο‐ μιστέον αὐτοῖς ὄρμινον ἔχον ἐντὸς τούτου ῥόδα καὶ ῥοῦν μαγειρικόν, ἐκτὸς δὲ ἐπαλειπτέον κηρὶ λευκὸν ἀντὶ λέπους ἢ περδίκων ἢ περιστερῶν σάρκας κατοικιδίων ἢ πόσιν ἢ τοῖς παραπλησίοις. δίδου θαρρῶν καὶ τὴν | |
35 | δι’ ἐχιδνῶν θηριακὴν ὅσον ξυλόκοκκα ς μετ’ οἴνου εὐκράτου ὅτι μέγιστόν | |
ἐστι ἐπὶ τοῦτο βοήθημα. | 24 |