TLG 0660 001 :: APOLLONIUS :: In Hippocratis de articulis commentarius APOLLONIUS Med. In Hippocratis de articulis commentarius Citation: Section — (line) | ||
1(1t) | ΑΠΟΛΛΩΝΙΟΥ ΚΙΤΙΕΩΣ | |
2t | ΤΗΣ ΠΕΡΙ ΑΡΘΡΩΝ ΠΡΑΓΜΑΤΕΙΑΣ 〈ΤΟ ΠΡΩΤΟΝ〉 | |
---|---|---|
3 | Θεωρῶ φιλιάτρως διακείμενόν σε, βασιλεῦ Πτολεμαῖε, καὶ ἡμᾶς δὲ σὺ ὁρῶν προθύμως τὰ ὑπό σου προσταχθέντα διαπρασσομένους, τῶν | |
5 | ὑπὸ Ἱπποκράτους τοῦ θειοτάτου συγγράψαντος περὶ ὀργάνων εἰς ἀνθρώπων βοήθειαν ἐπινενοημένων μεταλαμβάνειν καλῶς ἔχειν ἐνόμιζον τὰ περὶ ἐξαρθρήσεων αὐτῷ συγγραφέντα, δεόντως ἐπιλαβὼν καὶ τὰ περὶ ὤμου καταρτισμοῦ, ὃ κατὰ τὸ παρὸν ἐπέταξας μεταδοῦναί σοι. ἐπεὶ γὰρ ἔνιοι δι’ ἀπειρίαν τινῶν ἠχρειώθησαν, οἱ δὲ καὶ πρὸς πολλῶν χρείας | |
10 | εὔθετοι καθεστῶτες ἐνεποδίσθησαν τῷ ὄκνῳ ἑαυτῶν διερμηνεῦσαί σοι, τινῶν δὲ οὐδὲ παραχρῆμα κατανοησάντων ἢ συλλογισαμένων τὴν περὶ τῶν ἄρθρων ἔκπτωσίν τε καὶ παράρθρησιν καὶ παρέλιπον τὴν διὰ τῆς ὀργανικῆς ὕλης ἔντεχνον ἁρμονίαν, τῆς τε κατὰ παλαίστραν γιγνομένης ἀρθρεμβολήσεως δημωδῶς πρασσομένης, μηδὲ ἕν σε τῶν τοιούτων δια‐ | |
15 | λανθανέτω. ἵνα δὲ πάνυ εὐπαρακολούθητά σοι τὰ [παρα τανερος] κατὰ μέρος γένηται, πρότερον τὰς τοῦ Ἱπποκράτους λέξεις ἐκθήσομαι ἑτοι‐ μοτέρους τοὺς τρόπους τῶν ἐμβολέων ὑποταξάμεν〈οσ〉 οἷόν τινα ἔραν〈ον〉 | |
ἀπ’ αὐτῶν τῶν ἔργων, 〈αἳ〉 διὰ τῆς τῶν συμπαραλαμβανομένων ἀνδρῶν ὑπηρεσίας γίνονται· ὧν τινὰς μὲν καὶ αὐτὸς κατήρτικα, τινὰς δὲ καὶ | 10 | |
20 | Ζωπύρῳ παρηδρευκὼς ἐν Ἀλεξανδρείᾳ τεθεώρηκα. ὅτι δὲ ὁ ῥηθεὶς ἀνὴρ ἐπί τε τῶν καταγμάτων καὶ ἐπὶ τῆς τῶν ἐξαρθρήσεων χειρουργίας κατὰ τὸ πλεῖστον Ἱπποκράτει κατακολουθῶν ἐθεράπευεν, μαρτυρή‐ σειεν ἂν ἡμῖν Ποσειδώνιος τῷ αὐτῷ συνδιατετριφὼς ἰατρῷ. Ἐνῆρκται τοίνυν ὁ Ἱπποκράτης τοῦ Περὶ ἄρθρων βιβλίου τὸν | |
25 | τρόπον τοῦτον· ὤμου δὲ ἄρθρον ἕνα τρό〈πον〉 οἶδα ὀλισθάνον[τα] τὸν εἰς τὴν μασχάλην· ἄνω δὲ οὔπω εἶδον οὐδὲ εἰς τὸ ἔξω. ἑξῆς δὲ ἐπὶ ποσὸν περί τινων διελθὼν | |
2 | οὕτως διασαφεῖ |· εὐπαίδευτον δέ ἐστιν τὸ εἰδέναι πάντας τοὺς τρόπους τῶν ἐμβολέων, οἷς ἰητροὶ ἐμβάλλουσιν καὶ ὡς αὐτοῖς τοῖς τρόποις τούτοις κάλ‐ λιστα ἄν τις χρέοιτο. χρῆσθαι δὲ χρὴ τῷ κρατίστῳ τῶν τρό‐ | |
5 | πων, ἢν τὴν ἰσχυροτάτην ἀνάγκην ὁρᾷς· κράτιστος δὲ ὁ[ς] ὕστατος γεγραψόμενος. πάντας δὲ τοὺς ἐφεξῆς καταρτισμοὺς τῆς εἰς τὸ κάτω τοῦ ὤμου γινομένης ἐξαρθρήσεως διασεσάφηκεν, ὧν πρῶτον τὸν δι’ αὐτῶν τῶν ἰδιωτῶν ἐπιτελούμενον οὕτως κατακεχώρικεν· εἰ μὲν οὖν πυκνὰ ἐκπίπτοι, | |
10 | ἱκανοὶ ὡς ἐπὶ πολὺ αὐτοὶ ἑαυτοῖς εἰσιν ἐμβάλλειν. τισὶν γὰρ φύσει τὸ τοῦ ὤμου ἄρθρον, καθάπερ ἐκτέθειται, συνεχῶς ἐκπίπτει[ν] χωρὶς τῶν ἔξωθεν αἰτιῶν, οἵτινες ῥᾳδίως τὴν ἀποκατάστασιν τοῦ ἄρθρου συνήθως δι’ ἑαυτῶν ἐπιτελοῦσιν. ὃν τρόπον δὲ ἐπὶ 〈πολὺ〉 τὸν καταρτισμὸν ποιοῦνται, καὶ διὰ τούτων τῶν ἑξῆς δηλοῖ· | |
15 | ἐνθέντες γὰρ τῆς ἑτέρης χειρὸς τοὺς κονδύλους εἰς τὴν μασχάλην ἀναγκάζουσιν ἄνω τὸ ἄρθρον· τὸν δὲ ἀγκῶνα παράγουσιν ἀεὶ παρὰ τὸ στῆθος. ταύτην μὲν οὖν τὴν ἐμβολὴν οὐκ ἀναγκαῖον ἐνόμιζον εἶναι διὰ ζωγραφίας ὑποδεικνύναι, ὃν τρόπον γίνοιτο ὑπὸ αὐτῶν τῶν πεπονθότων, ὑπογράφειν σοι μᾶλλον | |
20 | δὲ τὰς ἐχομένως διασαφουμένας, ὧν οὕτως ἐνῆρκται· τὸν αὐτὸν δὲ τρόπον τοῦτον καὶ ὁ ἰατρὸς ἂν ἐμ‐ | |
βάλλοι, εἰ αὐτὸς μὲν ὑπὸ τὴν μασχάλην ἐσωτέρω τοῦ ἄρθρου τοῦ ἐκπεπτωκότος ὑποβάλλοι τοὺς δακτύλους, ἀπαναγκάζοι δὲ ἀπὸ τῶν πλευρέων ἐπιβάλλων τὴν ἑαυτοῦ χεῖρα ἐπὶ τὸ ἀκρώ‐ | 12 | |
25 | μιον ἀντερείσιος [δὲ] ἕνεκα, τοῖς δὲ †τω ανω† παρὰ τὸν ἀγκῶνα τὸν βραχίονα ἐμβάλλων ἀντωθέοι πρὸς τὰς πλευράς—συμ‐ φέρει δὲ κρατερὰς τὰς χεῖρας ἔχειν τὸν ἐμβάλλοντα—, 〈ἢ〉 εἰ αὐτὸς μὲν ταῖς χερσὶν καὶ τῇ κεφαλῇ οὕτω ποιοίη, ἄλλος δέ τις τὸν ἀγκῶνα παράγοι[το] παρὰ τὸ στῆθος. ὁ δὲ κατὰ μέρος | |
30 | χειρισμός, ὃν τρόπον ὑποτετάχαμεν, οὕτως ἂν ἐπιτελοῖτο· τοὺς δὲ ἑξῆς τρόπους τῶν ἐμβολέων δι’ ὑπομνημάτων, ζωγραφικῆς δὲ σκιαγραφίας τῶν κατὰ μέρος ἐξαρθρήσεων παραγωγῆς τε τῶν ἄρθρων ὀφθαλμο‐ φανῶς τὴν θέαν αὐτῶν παρασχησόμεθά σοι. | |
33 | Πρῶτον μὲν οὖν ἐμβολῆς τρόπον τοιοῦτόν τινα γινόμενον ὑπογέ‐ | |
35 | γραφεν, ἐάν τε καὶ ἐπὶ τῶν συνήθως ἐξαρθρούντων ἐάν τε καὶ ἐπὶ τῶν πρώτως τοῦτο παθόντων ἰατροῦ χρεία τις ᾖ· δεύτερον δὲ τοῦτον κατα‐ κεχώρικεν· ἔστιν δὲ ἐμβολὴ[ς] ὤμου καὶ ἐς τὸ ὀπίσω ὑπερβάλλοντα τὸν πῆχυν ἐπὶ τὴν ῥάχιν, ἔπειτα τῇ μὲν ἑτέρῃ χειρὶ ἀνακλᾶν ἐς τὸ ἄνω τοῦ ἀγκῶνος | |
40 | ἐχόμενον, τῇ δ’ ἑτέρῃ παρὰ τὸ ἄρθρον ὄπισθεν ἐρείδειν. ἐφ’ ἑκα‐ τέρων δὲ τῶν προκειμένων καταρτισμῶν ἐφέστακεν, ὅτι κατάτασιν οὐδ’ ἥντιν’ οὖν ἔχοντές τινων ἐξαρθρήσεων κρατοῦσιν, ἐπεί γε ἐν τοῖς Περὶ ἀγμῶν τοῦ κατὰ φύσιν ἔχεσθαι διείληφεν τὴν ἐπὶ τῶν τοιούτων γινομένην εἰς τὸ ἰθὺ τάσιν. ἐναρχόμενος δὲ τοῦ βιβλίου οὕτως διασε‐ | |
45 | σάφηκεν· „τῶν ἐκπτωσίων τε καὶ κατηγμάτων ὡς ἰθύτατα τὰς κατα‐ τάσιας ποιεῖσθαι· αὕτη γὰρ ἡ δικαιοτάτη φύσις.“ οὐ μὴν ἀλλά ποτε | | |
3 | τεθεωρηκὼς ἐπὶ τῶν ῥηϊδίως δυναμένων ὦμον ἀποκαθίστασθαι τὴν ἔνθεσιν χωρὶς κατατάσεως ὃν τρόπον προδιηρίθμηται γεγενημένην οὕτως ταῖς προκειμέναις ἐμβολαῖς ἐν τῷ Περὶ ἄρθρων ἐπήνεγκεν· | |
αὕτη ἡ ἐμβολὴ καὶ ἡ πρόσθεν εἰρημένη οὐ | 14 | |
5 | κατὰ φύσιν ἐοῦσαι ὅμως ἀμφισφάλλουσαι τὸ ἄρθρον ἀναγκά‐ ζουσιν ἐμπίπτειν. Σπουδὴ μὲν οὔπω κωλύσει τήν τινων περὶ τὰ ὄργανα ἀπειρίαν, μάλιστα τὴν τῶν Ἡροφιλείων ἀχειρίαν, ἐνδείξασθαι, οἵτινες τὴν ἐπὶ τῶν πραγμάτων γυμνασίαν ἀπολελυμένοι, ψιλῶς δ’ αὐτῷ τῷ λόγῳ | |
10 | προσέχοντες διεσφάλησαν. Βακχεῖος τοίνυν ἐπιβαλλόμενος τὰς Ἱππο‐ κρατείους λέξεις ἐξηγήσασθαι καὶ μὴ δυνηθεὶς νοῆσαι, τί ποτέ ἐστιν τὸ ἀμφισφάλλουσαι τὸ ἄρθρον, „περιβάλλουσαι“ 〈ἐπεῖπε〉, ἐπείπερ εὔγνωστον ὑπῆρχεν αὐτῷ διὰ πλειόνων, ὅτι παρὰ τῷ ἰατρῷ τὸ ἀμφί περί σημαίνει. πῶς δ’ οὐκ ἄν τις εἴπειεν αὐτὸν ὑπ’ ἀπειρίας συνεσχημένον | |
15 | καὶ τὴν τῶν ἰατρῶν καὶ τὴν τῶν φιλομαθούντων διεστροφέναι διάνοιαν; ἀπὸ γὰρ τοῦ σφάλλειν, καθάπερ καὶ ἐν παλαιστρικῇ τὸ περισφάλλειν, 〈τὸ ἀμφισφάλλειν〉 ἐν τοῖς προκειμένοις ἐντέτακται τῷ τὸ ἄρθρον διά τινος αἰφνιδίου περὶ τὸν τόπον †οικισμου† παρορισθὲν εἰς τὸ κατὰ φύσιν ἀποχωρεῖν ἀναγκάζεσθαι. οὐ κατὰ φύσιν δ’ οἴεται εἶναι τὰς προκειμένας | |
20 | ἐμβολὰς διὰ τὸ μὴ μετὰ κατατάσεως αὐτὰς γίνεσθαι. ὅτι δὲ οὐ περι‐ βάλλειν τὸ ἄρθρον, ἀλλὰ περισφάλλειν λεκτέον κατὰ τὸν ἰατρόν, καὶ διὰ τί τὸν τοιοῦτον τρόπον οἴεται παραίτιόν ποτε καταρτισμοῦ γίνεσθαι, φανερὸν ἐξ ὧν ἐν τοῖς αὐτοῖς οὕτως διασαφεῖ· τῶν δὲ ἐμβολέων αἱ μὲν ἐξ ὑπερ‐ | |
25 | αιωρήσεως ἐμβάλλονται, αἱ δὲ ἐκ κατατάσιος, αἱ δὲ ἐκ περι‐ σφάλσιος. κέχρηται δὲ τῷ παραπλησίῳ τῆς ἑρμηνείας τρόπῳ διασαφῶν †ἐνίοις† οὕτως· περὶ γὰρ τὸ ὑπεροειδὲς ὁ ὦμος ἦν, καὶ κατὰ μὲν τὴν κλίσιν περισφάλλεσθαι τὸ σῶμα κίνδυνος εἴη. ἔτι δὲ καὶ περὶ μηροῦ καταρτισμοῦ μνείαν | |
30 | ποιούμενος οὕτως δι〈ασ〉εσάφηκεν· πολλοῖς γὰρ συγκάμψασιν τὸ σκέλος κατὰ τὸ ἄρθρον ἐνέπεσεν ἤδη ἀμφίσφαλσιν ποιησάμενον. τὰ μὲν οὖν πρὸς Βακχεῖον ἐπὶ τοσοῦτον εἰρήσθω· τὴν δὲ δευτέραν ἐμβολήν, ὃν τρόπον ὑπογέγραπται, μεθοδευτέον. | 16 |
34 | ||
35 | Τρίτον δὲ ἐμβολῆς τρόπον ἐγχειρῶν τῶν κατὰ τὸν ὦμον ἐκπτώσεων εἰκότως ὑπογέγραφεν· οἱ δὲ τὰς ἐμβολὰς ἐρρωμένως ἐμβάλλειν εἰωθότες εὐθέως κατα‐ ναγκάζουσιν. χρὴ γὰρ τόν τε ἄνθρωπον χαμαὶ κατατεῖναι ὕπτιον τόν τε ἐμβάλλοντα χαμαὶ ἵζεσθαι, ἐφ’ ὁκότερα ἂν | |
40 | τὸ ἄρθρον ἐκπεπτώκῃ, ἔπειτα λαβόμενον ταῖς χερσὶ τῆς χειρὸς τῆς σιναρῆς κατατείνειν, τῇ δὲ πτέρνῃ εἰς τὴν μασχά‐ λην ἐμβάλλοντα ἀντωθεῖν, τῇ μὲν δεξιῇ εἰς τὴν δεξιήν, τῇ δὲ ἀριστερῇ εἰς τὴν ἀριστερήν. δεῖ δὲ εἰς τὸ κοῖλον τῆς μασχάλης | |
4 | ἐνθεῖναι στρογγύλον τι ἐναρ|μόσον· ἐπιτηδειόταται δὲ πάνυ αἱ μικκαὶ σφαῖραι αἱ σκληραί, οἷον 〈αἳ〉 ἐκ τῶν πολλῶν σκυτέων ῥάπτονται. ἔπειτεν περὶ τοῦ κατὰ τὴν μασχάλην γινομένου διὰ τὴν κατάτασιν κοιλώματος ὑποδείξας ἑξῆς φησιν· | |
5 | χρὴ δέ τινα ἐπὶ θάτερα τοῦ κατατεινομένου καθ‐ ήμενον κατέχειν ἐπὶ τὸν ὑγιέα ὦμον, ὡς μὴ περιέλκηται τὸ σῶμα τῆς χειρὸς τῆς σιναρῆς ἐπὶ θάτερα τεινομένης· ἔπειτα ἱμάντος μαλθακοῦ πλάτος ἔχοντος ἱκανόν, ὅταν ἡ σφαῖρα ἐντεθῇ εἰς τὴν μασχάλην, περὶ τὴν σφαῖραν περι‐ | |
10 | βεβλημένου τοῦ ἱμάντος καὶ κατέχοντος, λαβόμενον ἀμφο‐ τέρων τῶν ἀρχῶν τοῦ ἱμάντος ἀντικατατείνειν τινὰ ὑπὲρ κεφαλῆς τοῦ κατατεινομένου καθήμενον τῷ ποδὶ προσβάντα τοῦ ἀκρωμίου πρὸς τὸ ὀστέον. ἡ δὲ σφαῖρα ὡς ἐσωτάτω καὶ ὡς | |
μάλιστα πρὸς τῶν πλευρῶν κείσθω καὶ μὴ ἐπὶ τῇ κεφαλῇ τοῦ | 18 | |
15 | βραχίονος. οὐδεμία δὲ ἐπὶ τούτων ἐστὶ χρεία περιεργαζόμενον ἐξηγεῖσθαι τὰ κατὰ μέρος ἐν τῷ χειρισμῷ πρασσόμενα· σαφέστερον γὰρ αὐτὸς ὁ ἰατρὸς ἐν τούτοις ἕκαστα 〈ἐφέστα〉κε, ὃν τρόπον χρὴ γινώσκειν. διὸ καὶ μηθεὶς ἡμᾶς ἀργότερον ἱσταμένους περικάμπτειν ὑπολάβοι τὴν μετὰ τὰς λέξεις διήγησιν, ἀλλὰ τὸ διλογεῖν ἐργῶδες εἶναι νομίζομεν. ὃν τρόπον μὲν οὖν | |
20 | δεῖ τὸν καταρτισμὸν τοῦ ἄρθρου πτέρνῃ ποιεῖσθαι, προσυποτετάχαμεν. | |
20 | Ἀξίως δὲ ταύτην τὴν ἐμβολὴν ὑπογέγραφεν· ἔστιν δὲ καὶ ἄλλη ἐμβολή, ὥσπερ κατω‐ μίζουσιν ἐς ὀρθόν. μείζω μέντοι χρὴ εἶναι τὸν κατωμίζοντα, διαλαβόντα δὲ τὴν χεῖρα ὑποθεῖναι τὸν ὦμον τὸν ἑωυτοῦ | |
25 | ὑπὸ τὴν μασχάλην ὀξὺν κἄπειτα ὑποστρέψαι, ὡς περ〈ι〉ίζηται ἕδρῃ, οὕτως στοχασάμενον. ὅπως δὲ 〈ἀμφὶ〉 τὸν ὦμον τὸν ἑωυτοῦ κρεμᾷ τὸν ἄνθρωπον κατὰ τὴν μασχάλην, αὐτός τε ἑωυτὸν ὑψηλότερον ἐπὶ τοῦτον τὸν ὦμον ποιείτω ἢ ἐπὶ τὸν ἕτερον, τοῦ 〈τε〉 κρεμαμένου τὸν βραχίονα πρὸς τὸ ἑωυτοῦ | |
30 | στῆθος προσαναγκαζέτω ὡς μάλιστα. ἐν τούτῳ δὲ τῷ σχή‐ ματι ἀνασειέτω, ὅταν μετεωρίσῃ τὸν ἄνθρωπον, ὡς ἀντιρρέπῃ τὸ ἄλλο σῶμα αὐτῷ ἀντίον τοῦ βραχίονος τοῦ κατεχομένου. ἢν δὲ ἄγαν κοῦφος ᾖ ὁ ἄνθρωπος, καὶ προσεκκρεμασθήτω τις ὄπισθεν κοῦφος παῖς. δεῖ δὲ τὸν καταρτισμὸν οὕτως ποιεῖσθαι πα‐ | |
35 | λαιστρικώτερον ὄντα, καθάπερ ὑπογεγράφαμεν. | |
35 | Πᾶσιν δὲ τοῖς προειρημένοις ὁ Ἱπποκράτης οὕτως ἐπεφώνησεν· αὗται αἱ ἐμβολαὶ πᾶσαι κατὰ παλαίστρην εὔχρηστοί εἰσιν, ὅτι οὐδὲν ἀλλοίων ὀργά[με]νων δέονται ἐπεισενεχθῆναι· χρήσαιτο δὲ ἄν τις καὶ ἄλλοθι. οὐ | |
40 | γὰρ μόνον ἐάν τι τοιοῦτο ἐν ταῖς κατὰ παλαίστραν γυμνασίαις συμβῇ, χρηστέον τοῖς προδιῃρημένοις ἐκ τοῦ καιροῦ καταρτισμοῖς, ἀλλὰ καὶ | 20 |
5 | ἐὰν ἐν ἄλλοις τόποις ἀπολειφθεῖσ〈ιν〉 ἐπακολουθήσῃ μηδε|μιᾶς ὀργα‐ νικῆς ἀνάγκης παρούσης. ἤδη δὲ καὶ τὰς ἐπὶ ποσὸν τῇ διὰ τῶν ἀνδρῶν γινομένῃ βίᾳ προσδεομένας ἐξαρθρήσεως μοχλείας οὕτως διασαφεῖ· ἀτὰρ καὶ οἱ περὶ τὰ ὕπερα | |
5 | ἀναγκάζοντες κατὰ φύσιν ἐμβάλλουσιν. χρὴ δὲ τὸ μὲν ὕπερον κατειλίχθαι τινί· ἧσσον γὰρ ἂν ὀλισθάνοι· ὑπηναγκάσθαι δὲ μεσηγὺ τῶν πλευρέων καὶ τῆς κεφαλῆς τοῦ βραχίονος. καὶ ἢ〈ν〉 μὲν βραχὺ ἔῃ τὸ ὕπερον, καθῆσθαι χρὴ τὸν ἄνθρωπον ἐπί τινος, ὡς μόλις τὸν βραχίονα περιβάλλειν δύνηται περὶ | |
10 | τὸ ὕπερον. μάλιστα δὲ ἔστω μακρότερον τὸ ὑπεροειδές, ὡς ἂν ἑστεὼς ἄνθρωπος κρέμηται μικροῦ δεῖν ἀμφὶ τῷ ξύλῳ· καὶ ἔπειτα ὁ μὲν βραχίων καὶ ὁ πῆχυς παρατεταμένος παρὰ τὸ ὕπερον ἔστω, τὸ δὲ ἐπὶ θάτερα τοῦ σώματος καταναγκαζέτω τις περιβάλλων περὶ τὸν αὐχένα παρὰ τὴν κλεῖδα τὰς χεῖρας. | |
15 | αὕτη ἡ ἐμβολὴ κατὰ φύσιν ἐπιεικέως ἐστίν, καὶ ἐμβάλλειν δύνανται, ἢν χρηστῶς σκευάσωνται. δεῖ γὰρ ἡμᾶς τὸ ξύλον ἀσφαλῶς ἑδράζειν, ὅπως ἂν μή τι κατὰ τὸν χειρισμὸν ἐμπόδιον ἐπενέγκῃ σαλευόμενον. †θειη γε† βιαιοτέραν ἔχει τὴν μοχλείαν οὗτος ὁ τρόπος· ὡς δ’ ἄν τις χρῷτο τῷ καταρτισμῷ περὶ τὸ ὑπεροειδὲς ξύλον, ὑπόκειται. | |
19 | ||
20 | Ἀσφαλέστερον δὲ τὸ διὰ τοῦ κλιμακίου γινόμενον διὰ τούτων ὑπο‐ τέταχεν· ἀτὰρ καὶ ἡ κατὰ τοῦ κλιμακίου ἑτέρη τις τοιαύτη καὶ ἔτι βελτίων, ὅτι ἀσφα‐ | |
λέστερον πᾶν τὸ σῶμα τὸ μὲν τείνεται, τὸ δὲ ἀντισηκώσει μετεωρισθέν. περὶ γὰρ τὸ ὑπεροειδὲς ὁ ὦμος ἢν καὶ κατα‐ | 22 | |
25 | πεπήγῃ, περισφάλλεσθαι τὸ σῶμα κίνδυνος ἢ τῇ ἢ τῇ. χρὴ μέντοι καὶ ἐπὶ τῷ κλιμακτῆρι ἐπιδεδέσθαι τι στρογγύλον ἄνωθεν ἐναρμόσον εἰς τὸ κοῖλον τῆς μασχάλης, ὅπως διαναγ‐ κάσῃς τὴν κεφαλὴν τοῦ βραχίονος εἰς τὴν φύσιν ἀπιέναι. πυκνότερον εἴωθεν ἐπὶ τῶν ἀναγκαίαν χρείαν ἐχόντων διαστέλλεσθαι | |
30 | πρὸς τὸ μὴ διαλαθεῖν τι τῶν χρησίμων· ὃ δὴ καὶ νῦν πεποίηκεν πάλιν ὑπομνήσας, ὅτι δέον ἐστὶν καὶ ἐπὶ τοῦ κλιμακτῆρος προσεπιδεδέσθαι τι στρογγύλον πρὸς ἐκπλήρωσιν τοῦ ἐν τῇ μασχάλῃ κοίλου τῷ διὰ τοῦ τοιούτου τρόπου μάλιστά πως εἰς τὸ ἄνω μοχλεύεσθαι τὴν τοῦ ὤμου κεφαλήν. τὸ δὲ κλιμάκιον οἱ μὲν οἴονται εἶναι πῆγμα τετράγωνον παρα‐ | |
35 | πλήσιον †κλιμακοειδη αντιας† καὶ ὀνίσκον ἔχον ἐν τῷ κάτω μέρει, οἱ δὲ κλίμακα τὸ κλιμάκιον εἰρῆσθαί φασιν καὶ λαμβάνοντες οἰκοδομικὴν κλίμακα περὶ ἕνα τῶν ἀναβαθμῶν ἀφ’ ὕψους ὑπερρίπτουσιν τὴν χεῖρα προϋποτιθέντες σφαίρωμα πρὸς ἐκπλήρωσιν τῆς μασχάλης, εἶτ’ ἀφιᾶσιν ἐκ μὲν τοῦ ἑτέρου μέρους τῆς κλίμακος αἰωρεῖσθαι τὸν ἄνθρωπον, τοῦ | |
40 | ἐδάφους ἤτοι μὴ ἁπτόμενον ἢ βραχέως γε θιγγάνοντα, ἐκ δὲ τοῦ ἑτέρου | |
6 | μέρους τὴν ἐξηρθρηκυῖαν | χεῖρα διακατέχοντες ἐπὶ ποσὸν ἐπισπῶνται. καὶ δοκεῖ γέ μοι τοιοῦτος ὁ τῆς ἐμβολῆς ὑπάρχειν τρόπος καὶ οὐ διά τινος ὀργανικῆς ἀνάγκης εἰρῆσθαι γινόμενος. ἐμέμνητο γὰρ ἂν ὁ ἰατρὸς τῆς κατασκευῆς αὐτοῦ, καὶ οὐκ ἄν ποτε τὴν ἑξῆς ἐμβολὴν κρατίστην | |
5 | πασῶν εἶναι διέλαβεν, εἴπερ ἐξεπεφεύγει τὴν τῶν ἐκ τοῦ καιροῦ πρὸς βοήθειαν ἐπινοουμένων μηχανημάτων εὐπορίαν. καὶ τὰ ἑπόμενα δὲ σὺν τοῖς προδιηριθμημένοις τῆς αὐτῆς ἐπινοίας ἔχεται· οὐ μὴν ἀλλ’ ἐν τοῖς | |
ἐπὶ πᾶσιν τοῦ βιβλίου ἀνακεφαλαιούμενος πάσας τὰς ἐμβολὰς καὶ ἐπὶ τοῦ ὤμου φησίν, ὅτι καὶ περὶ κλίμακος 〈... ὡσ〉 δὲ χρηστέον ἐστὶ τῇ | 24 | |
10 | ὑποπιπτούσῃ μεθόδῳ, προσυπόκειται. | |
10 | Κράτιστον δὲ ὤμου καταρτισμὸν διὰ τῶν ἐχομένων οὕτως φησίν· κρατίστη μέντοι πα‐ σέων τῶν ἐμβολέων ἡ τοιήδε· ξύλον χρὴ εἶναι πλάτος μὲν ὡς πενταδάκτυλον τὸ ἐπίπαν ἢ τετραδάκτυλον ἢ καὶ λεπτότερον, | |
15 | μῆκος δὲ δίπηχυ ἢ καὶ ὀλίγῳ ἔλασσον. ἔστω δ’ ἐπὶ θάτερα ἄκρον περιφερὲς καὶ στενότατον ταύτῃ καὶ λεπτότατον. ἄμβην δὲ ἐχέτω μικρὸν ὑπερέχουσα〈ν〉 ἐπὶ τῷ ἐσχάτῳ τοῦ περιφερέος ἐν τῷ μέρει μὴ τῷ πρὸς τὰς πλευράς, ἀλλὰ τῷ πρὸς τὴν κεφαλὴν τοῦ βραχίονος ἔχοντι, ὡς ὑφαρμόσειεν τῇ μασχάλῃ παρὰ τὰς | |
20 | πλευρὰς ὑπὸ τὴν κεφαλὴν τοῦ βραχίονος ὑποτιθέμενον. ὀθο‐ νίῳ δὲ ἢ ταινίῃ μαλακῇ ἁπλῇ κατακεκολλήσθω ἄκροθεν τὸ ξύλον, ὅπως προσηνέστερον ἔῃ. ἔπειτα χρὴ ὑπώσαντα τὴν κεφαλὴν τοῦ ξύλου ὡς ἐσωτάτω μεσηγὺ τῶν πλευρέων καὶ τῆς κεφαλῆς τοῦ βραχίονος, τὴν ὅλην χεῖρα πρὸς τὸ ξύλον | |
25 | κατατείνοντα προσκαταδῆσαι κατά τε τὸν βραχίονα κατά τε τὸν πῆχυν κατά τε τὸν καρπὸν τῆς χειρός, ὡς ἀτρεμέῃ. μάλιστα δὲ περὶ παντὸς χρὴ ποιεῖσθαι, ὅπως τὸ ἄκρον τοῦ ξύλου ὡς ἐσωτάτω τῆς μασχάλης ἔσται, ὑπερβεβηκὸς τὴν κεφαλὴν τοῦ βραχίονος. ἔπειτα χρὴ μεσηγὺ δύο στύλων στρω‐ | |
30 | τῆρα πλάγιον εὖ προσδῆσαι καὶ ἔπειτα ὑπερενεγκεῖν τὴν χεῖρα σὺν τῷ ξύλῳ ὑπὲρ τοῦ στρωτῆρος, ὡς ἡ μὲν χεὶρ ἐπὶ θάτερα ἔῃ, ἐπὶ θάτερα δὲ τὸ σῶμα, κατὰ τὴν μασχάλην δὲ ὁ στρωτήρ· καὶ ἔπειτα ἐπὶ μὲν θάτερα τὴν χεῖρα καταναγκάζειν σὺν τῷ ξύλῳ περὶ τὸν στρωτῆρα, ἐπὶ δὲ θάτερα τὸ ἄλλο σῶμα. | |
35 | ὕψος δὲ ἔχων ὁ στρωτὴρ προσδεδέσθω, ὥστε μετέωρον τὸ ἄλλο σῶμα εἶναι. ταύτης δὲ τῆς ἐμβολῆς τὴν ἰσχυροτάτην ἀνάγκην περιεχούσης ὁ Βακχεῖος τὴν ἐπὶ τοῦ μοχλοειδοῦς ξύλου λεγομένην ἄμβην ἐν τοῖς Περὶ τῶν Ἱπποκρατείων λέξεων ἐξηγεῖται, ὅτι „ἐν ταῖς λέξεσιν ἀναγέγραπται, ὡς Ῥόδιοι ἄμβωνας καλοῦσιν τοὺς τῶν ὀρῶν | 26 |
40 | λόφους καὶ καθόλου τὰς προσαναβάσεισ“. καὶ διὰ τούτων φησὶν πάλιν· „ἀναγέγραπται δὲ καὶ ὡς ὁ Δημόκριτος εἴη καλῶν τῆς ἴτυος τὴν τῷ κοίλῳ περικειμένην ὀφρὺν ἄμβην“. ἔχει[ν] δὲ παρ’ αὐτῷ καὶ οὕτως· „ἀναγέγραπται δὲ ὁμοίως· ἄμβων τῆς λοπάδος τὸ περικείμενον χεῖλος. | |
7 | Ἀριστοφάνης· ὁ πολλῶν | λοπάδων τοὺς ἄμβωνας περιλείξασ“. ταῦτα 〈τὰ〉 κομιζόμενα μαρτύρια παντελῶς ἐστιν εὐήθη[ς] κεχωρισμένα τῆς ἀπὸ τῶν συμβαινόντων χρείας. ἔδε〈ι〉 δὲ ἱστορηκότα τοῦτο κατακεχωρικέναι, ὅτι Κῷοι τοὺς τῶν κλιμάκων ἀναβαθμοὺς ἄμβωνας καλοῦσιν, ὥστ’ εἰρῆ‐ | |
5 | σθαι τὴν ἐν τῷ ξύλῳ ὑπεροχὴν τοιαύτην εἶναι, ὁμοίαν ἀναβαθμῷ εἰς τὸ βάθος ἐκκοπὴν ἔχουσαν· πᾶν γε τὸ μὴ κατ’ εὐθὺ φέρον ἐν τῷ βάθει, ἀλλὰ πρὸς τὸ κάτω [εἶναι] νενευκὸς τρῆμα καλοῦσι οἱ τούτων ἐργάται ὑπαμβές. πλὴν ταῦτα μὲν παρήσω νῦν, σαφέστερον γὰρ Ἱππο‐ κράτη〈σ〉 διὰ τῶν προκειμένων περὶ τῆς τοῦ ξύλου κατασκευῆς καὶ | |
10 | χρήσεως ὑπογέγραφεν. ἡ δ’ ἐμβολὴ γένοιτ’ ἂν οὕτως. | |
10 | Ἔτι δὲ πρὸς τὸ προκείμενον τοιαῦτά τινα προσεπιλέγει[ν]· οὗτος ὁ τρόπος παρὰ πολὺ κράτιστος ἐμβολῆς ὤμου· δικαιότατα μὲν γὰρ μοχλεύει[ν], ἢν μόνον ἐσωτέρω ᾖ[ν] τὸ ξύλον τῆς κεφαλῆς τοῦ βραχίονος· | |
15 | δικαιόταται δὲ αἱ ἀντιρροπαί, ἀσφαλὲς δὲ τὸ ὀστέον τοῦ βραχίονος. τὰ μὲν οὖν νεαρὰ ἐμπίπτει θᾶσσον ἢ ὡς ἄν τις οἴοιτο, πρὶν ἢ καὶ κατατετάσθαι δοκεῖν. ἀτὰρ καὶ τὰ παλαιὰ μόνον αὕτη τῶν ἐμβολέων οἵη τ’ ἐμβιβάσαι, ἢν μὴ ἤδη ὑπὸ χρόνου σὰρξ μὲν ἐπεληλύθῃ ἐπὶ τὴν κοτύλην, ἡ δὲ κεφαλὴ | 28 |
20 | τοῦ βραχίονος ἤδη τρίβον ἑωυτῇ ᾖ πεποιημένη ἐν τῷ χωρίῳ, ἵνα ἐξεκλίθη. οὐ μὴν ἀλλ’ ἐμβάλλειν γάρ μοι δοκεῖ καὶ οὕτως πεπαλαιωμένον βραχίονα. τί γὰρ ἂν δικαία μόχλευσις οὐ κινήσειεν; μένειν μέντοι οὐκ ἄν μοι δοκέοι κατὰ χώρην, ἀλλ’ ὀλισθάνειν εἰς τὸ ἔσω. οὐ μόνον δὲ τῇ ὑπὲρ τὸν στρωτῆρα | |
25 | τῆς χειρὸς ὑπερθέσει συγχρῆσθαι διείληφεν, ἀλλὰ καὶ ἐφ’ ἑ[κα]τέρων τῶν παρατυχόντων, οἷον εὐθέως ὑποτέταχεν ἐπὶ τοῦ κλιμακίου λέγων οὕτως· τὸ αὐτὸ δὲ ποιεῖ καὶ περὶ κλιμακτῆρα καταναγκάζειν τὸν τρόπον τοῦτον σκευάσαντα. τὴν δὲ τούτου καταγραφὴν παρήσομαι διὰ τὸ καὶ ἐν τοῖς προεκκειμένοις | |
30 | διασαφεῖσθαι. τὰ δὲ ἑξῆς οὕτως ὑπογέγραφεν· πάνυ μὲν ἱκανῶς ἔχει καὶ περὶ μέγα ἕδος Θεσσα‐ λικὸν ἀναγκάζειν νεαρὸν ὂν τὸ ὀλίσθημα. ἐσκευάσθαι μὲν γὰρ χρὴ τὸ ξύλον οὕτως, ὥσπερ εἴρηται, ἀτὰρ τὸν ἄνθρωπον καθίσαι πλάγιον ἐπὶ τῷ δίφρῳ καὶ ἔπειτα τὸν βραχίονα σὺν | |
35 | τῷ ξύλῳ ὑπερβάλλειν ὑπὲρ τοῦ ἀνακλισμοῦ καὶ ἐπὶ μὲν θάτερα | |
8 | τὸ σῶμα καταναγκάζειν, ἐπὶ δὲ θάτερα τὸν | βραχίονα σὺν τῷ ξύλῳ. ἡ δὲ ἐμβολὴ γένοιτ’ ἂν οὕτως. [ἡ ἐπὶ θάτερα κατοχὴ παρα‐ λέλειπται. ἔσται οὖν περιτροπή, καὶ ἡ χεὶρ ἀφέστηκεν ἀπὸ τοῦ ἀγκῶνος.] | |
3 | Τὸν δ’ αὐτὸν τρόπον καὶ οὕτως γενέσθαι σεσήμαγκεν· | |
5 | τὸ αὐτὸ δὲ ποιεῖ καὶ ὑπὲρ δικλίδος θύρης ἀναγκάζειν. χρῆσθαι δὲ χρὴ ἀεὶ τούτοις, ἃ ἂν τύχῃ | |
παρεόντα. ὁ μὲν αὐτὸς τρόπος ἐστὶν τῆς ἐμβολῆς ὁ διὰ τοῦ ξύλου γινόμενος τοῦ τὴν ἄμβην ἔχοντος. ἡ δέ γε πεῖρα [τὰ] 〈ἐ〉πλεόνασε τοῖς τοιούτοις ὑποδείγμασιν τοῖς πρὸς τὴν ὑπέρθεσιν τῆς χειρὸς εὐθέτοις | 30 | |
10 | χάριν τοῦ τοῖς παραπίπτουσιν ἐκ τοῦ καιροῦ συγχρωμένους ῥᾳδίως ἐπιτελεῖν τὸ προκείμενον. καθόλου δ’ ἐπὶ τῆς τοῦ ὤμου ἐμβολῆς προ‐ νοητέον, καθάπερ διέσταλται, καὶ ἐπὶ τῶν λοιπῶν μὲν τῶν ἐντιθεμένων εἰς τὴν μασχάλην ἐκπληρώσεως χάριν καὶ ἐπὶ τοῦ ξύλου δέ, ὡς ἐσωτάτω καὶ μεταξὺ τεθήσεται τῆς κεφαλῆς τοῦ ὤμου καὶ τῶν πλευρῶν καὶ ὅπως | |
15 | ἂν ἡ αὐτοῦ ὑπεροχὴ μὴ πρὸς τὰς πλευράς, ἀλλὰ πρὸς τὸν ὦμον ἐντὸς ἐπιστρέφηται· οὕτω γὰρ τοῦ ξύλου τεθέντος καὶ ἐπίβασιν ἐπὶ τὴν ἐξοχὴν αὐτοῦ τῆς τοῦ ὤμου κεφαλῆς ποιησαμένης εὐχερὴς εἰς τὸ κατὰ φύσιν ἀπο〈κατά〉στασις ἔσται. καταρτίζεται δὲ ὦμος ὑπὲρ τῆς δικλίδος θύρας τὸν τρόπον τοῦτον. | |
19 | ||
20 | Ἐπὶ πᾶσι δὲ τοῖς προδιηριθμημένοις τὰ τοιαῦτα ἐπέζευξεν· εἰδέναι μὲν οὖν χρὴ ὅτι φύσιες φυσίων μέγα διαφέρουσιν εἰς τὸ ῥηϊδίως ἐμπίπτειν τὰ ἐκ‐ πίπτοντα. ἀναγκαῖον γάρ ἐστιν τῷ μέλλοντι κατὰ τρόπον τῶν ἄρ‐ θρων καταρτισμὸν ποιεῖσθαι τὴν περὶ ἑκάστου ὑπάρχουσαν διαφορὰν | |
25 | φύσει ἕξει ἡλικίῃ προσλαμβάνεσθαι, ἵνα μὴ ἐπὶ πάντων μιᾷ καὶ τῇ αὐτῇ ἀνάγκῃ χρώμενος, καὶ ἐφ’ ὧν μὴ 〈δεῖ〉, διαβι[β]άζηται, οἷον ἐπὶ νηπίων τε καὶ ἀσθενῶν καὶ τῶν φύσει καὶ ἕξει ῥᾳδίως δυναμένων καταρτισθῆναι, ἢ πάλιν ἐπί τινων διὰ νεύρων ἢ ἕξεως σκληρότητα μὴ εὐχερῶς κατα‐ κρατουμένων ἀφιστῆται τοῦ προκειμένου, προσάγῃ δὲ τὰς βιαστικω‐ | |
30 | τέρας ἀνάγκας. ἑξῆς δὲ τὴν ἐν τῇ φύσει καὶ ἕξει διαφορὰν οὕτως ὑπο‐ γέγραφεν· διενέγκαι μὲν γὰρ ἄν τι καὶ κοτύλη κοτύλης, ἡ μὲν εὐυπέρβατος ἐοῦσα, ἡ δὲ καὶ ἧσσον. πλεῖστον δὲ διαφέρει τῶν νεύρων ὁ ἔνδεσμος, τοῖς μὲν ἐπιδόσεις ἔχων, τοῖς δὲ συνδεδεμένος. καὶ γὰρ ἡ | |
35 | ὑγρότης τοῖς ἀνθρώποις γίγνεται ἡ ἐκ τῶν ἄρθρων διὰ τὴν τῶν νεύρων ἀπάρτησιν, ἢν χαλαρά τε ᾖ φύσει καὶ ἐπιτάσεις εὐφόρως φέρῃ. συχνοὺς γὰρ ἄν τις ἴδοι, οἳ οὕτως ὑγροί εἰσιν, ὥστε, ὁπόταν 〈ἐθέλωσιν〉, ἐξίσταται ἀνωδύνως καὶ καθίστα‐ ται ἀνωδύνως. διαφέρει μέντοι τι καὶ ἕξις σώματος. τοῖς μὲν | 32 |
40 | γὰρ εὖ ἔχουσιν τὸ γυῖον καὶ σεσαρκωμένοις ἐκπίπτει ἧσσον ἐμπίπτει τε χαλεπώτερον. ὅταν αὐτοὶ σφῶν ἑαυτῶν λεπτοὶ καὶ ἄσαρκοι ἔωσιν, τότε ἐκπίπτει μᾶλλον ἐμπίπτει τε ῥᾷ[δι]ον. | |
9 | | περὶ μὲν οὖν ὤμου καταρτισμοῦ ταῦθ’ ὑπογέγραφεν· περὶ δὲ τῆς σημειώσεως οὕτως διασαφεῖ· γι‐ γνώσκειν δὲ εἰ ἐκπέπτωκεν ὁ βραχίων τοῖσδε χρὴ τοῖς ση‐ μείοις· τοῦτο[ις] μέν, ἐπειδὴ δίκαιον ἔχουσι τὸ σῶμα οἱ ἄνθρω‐ | |
5 | ποι καὶ τὰς χεῖρας καὶ τὰ σκέλη, παραδείγματι χρῆσθαι χρὴ τῷ ὑγιεῖ 〈πρὸς τὸ μὴ ὑγιὲς καὶ τῷ μὴ ὑγιεῖ〉 πρὸς τὸ ὑγιές, μὴ τὰ ἀλλότρια ἄρθρα καθορῶντα—ἄλλοι γὰρ ἄλλων 〈μᾶλ‐ λον〉 ἔξαρθροι πεφύκασιν—, ἀλλὰ αὐτοῦ τοῦ κάμνοντος, ἢν ἀνόμοιον ᾖ τὸ ὑγιὲς τῷ μὴ ὑγιεῖ. εἶτεν μετά τινας ἀριθμοὺς τὰ | |
10 | παρακολουθοῦντα σημεῖα διὰ τούτων ἐκτέθειται· ἀτὰρ τοῦτο μὲν ἐν τῇ μασχάλῃ ἡ κεφαλὴ τοῦ βραχίονος φαίνεται ἐγκειμένη πολλῷ μᾶλλον τοῦ ἐκπε‐ πτωκότος ἢ τοῦ ὑγιέος, τοῦτο δὲ ἄνωθεν κατὰ τὴν ἐπωμίδα κοῖλον φαίνεται τὸ χωρίον καὶ τοῦ ἀκρωμίου τὸ ὀστέον ἔξοχον | |
15 | φαίνεται, ἅτε ὑποδεδωκότος τοῦ κάτω χωρίου. παρασύνεσιν μὲν καὶ ἐν τούτῳ ἔχει[ν] τινά, ἀλλὰ ὕστερον περὶ αὐτοῦ γέ‐ γραπται· ἄξιον γὰρ γραφῆς ἐστιν. τοῦ δὲ ἐκπεπτωκότος ὁ ἀγκὼν φαίνεται ἀφεστεὼς μᾶλλον ἀπὸ τῶν πλευρέων ἢ τοῦ ἑτέρου. ἢν μέντοι τις προσαναγκάζοι, προσάγεται, ἐπιπόνως | |
20 | δὲ τοῦτο. ἄνω τὴν χεῖρα ἀεῖραι εὐθεῖαν παρὰ τὸ οὖς ἐκτε‐ | |
ταμένου τοῦ ἀγκῶνος οὐ μᾶλλον δύνανται, ὥσπερ τὴν ὑγιέα, οὐδὲ παράγειν ἔνθα καὶ ἔνθα ὁμοίως. τά τε οὖν σημεῖα ταῦτ’ ἐστὶν ὤμου ἐκπεπτωκότος αἵ τε ἐμβολαὶ αἱ ἐγγεγραμμέναι. ταῦτ’ ἐστὶν ὅσα ποτὲ περὶ ὤμου καταρτισμοῦ παρ’ Ἱπποκράτει δια‐ | 34 | |
25 | σαφεῖ〈ται〉 δυνάμενα ῥᾳδίως καὶ ὑπὸ τῶν κατὰ τὸ πλεῖστον ἐν παλαίστρᾳ διατριβόντων κρατηθῆναι. ἀναγκαῖον οὖν καὶ σοὶ πρὸς τὰ συμβαίνοντα γιγνώσκεσθαι. ἐὰν δὲ καὶ τὸν τῶν λοιπῶν ἄρθρων καταρτισμόν, ὃν τρόπον δεῖ ποιεῖσθαι κατὰ τὸν ἰατρόν, προαιρῇ μεταλαμβάνειν καὶ τὸ ὑπ’ αὐτοῦ πρώτως ἐπινοηθὲν πρὸς ταῦτα ὄργανον εἰδῆσαι σπεύδῃς, | |
30 | μετὰ τῆς ἐνδεχομένης ἀκριβείας ἀναγραφὲν δοθήσεταί σοι. | 36 |
31t | ΑΠΟΛΛΩΝΙΟΥ ΚΙΤΙΕΩΣ | |
32t | ΤΗΣ ΠΕΡΙ ΑΡΘΡΩΝ ΠΡΑΓΜΑΤΕΙΑΣ 〈ΤΟ ΔΕΥΤΕΡΟΝ〉 | |
33 | Ἐν μὲν τῷ πρὸ τούτου βιβλίῳ, βασιλεῦ Πτολεμαῖε, περὶ ὤμου καθ’ Ἱπποκράτην ἐμβολῆς δεδηλώκαμεν, ἐν δὲ τούτῳ περί τε ἀγκῶνος | |
10 | καὶ καρποῦ καὶ σφονδύλων, ὃν | τρόπον ὁ προειρημένος ἰατρὸς τάς τε σημειώσεις αὐτῶν καὶ τοὺς καταρτισμοὺς ποιεῖσθαι παρακελεύεται, διασα‐ φήσω. πρότερον δὲ τὰς λέξεις αὐτοῦ καταχωριῶ, εἶτ’ εἰρομένως τὸν τῶν ἐμβολῶν τρόπον δι’ αὐτῶν τῶν ὑποδειγμάτων ὑποτάξω πρὸς τό, καθ‐ | |
5 | άπερ καὶ ἐν τοῖς πρότερον, καὶ ἐν τούτοις εὐπαρακολούθητά σοι γενέσθαι τήν τε περὶ ἄρθρων θεωρίαν, οὐκ ἀνωφελῆ καθεστῶσαν μὴ ἀτελείωτον φιλιατροῦντί σοι παραδοθῆναι. οὐκ ἀγνοῶ δέ, διότι τὰ διὰ χειρουργίας ἐνεργούμενα δυσκόλως διὰ λόγου καταλαμβάνεσθαι δύναται· ὅθεν, ἐάν τινα μὴ σαφῆ σοι γίνηται, μὴ ἡμᾶς, ἀλλὰ τὴν τοῦ πράγματος αἰτιῶ φύσιν. | |
10 | τὸ[υ] μὲν γὰρ ὑποδείγματος ἔχει τρόπον ἐπὶ τὴν χρείαν μεταγόμενον, τὸ δ’ ἀπ’ αὐτῶν τῶν συμβαινόντων ἐναργῆ τὴν κατάληψιν ἐγχειρί〈ζει〉. οὐ μὴν ἀλλὰ καὶ καθ’ ὅσον ἂν ᾖ δυνατόν, διὰ τούτων σαφῆ σοι κατασταθήσε‐ ται. Ἐχομένως τοίνυν ὁ Ἱπποκράτης ἐν τῷ Περὶ ἄρθρων βιβλίῳ | |
15 | περί τε ἐξαρθρήσεων καὶ παραρθρήσεων ἀγκῶνος καὶ τούτων κατ‐ αρτισμοῦ μνημονεύων οὐδαμῶς, κατὰ πόσους τρόπους συμβαίνουσιν, εὐσήμως τέταχεν. ἀλλά τοί γε διὰ τῶν κατὰ μέρος λόγων ποιήσω τοῦτο φανερόν, διότι παραρθρεῖ μὲν ἀγκὼν διχῶς, ἐξαρθρεῖ δὲ κατὰ τέσσαρας τρόπους. τοῦ γὰρ λεγομένου πήχεος ἐξ ὀστῶν δύο συνεστῶτος τὸ μὲν | |
20 | ἐντὸς αὐτῶν προσήρτηται τῷ βραχίονι νενευκὸς εἰς τὸν ἐκτὸς μᾶλλον | |
τόπον, ὃ δὴ κερκὶς καλεῖται· τὸ δὲ ἔξω ἐπιβέβηκεν τῷ κοίλῳ τοῦ βραχί‐ ονος, λεγόμενον δὲ κορωνόν. καὶ 〈κατ’〉 ὀξὺ τοῦ ἀγκῶνος ὑφ’ ἑκατέρων τῶν ὑπεροχῶν συνέχεται, τῆς τε ἔσω τοῦ ἀγκῶνος, ἀφ’ ἧς τὸν πῆχυν μετρεῖν εἰώθαμεν, καὶ τῆς ἔξω καταληγούσης ἀπὸ τοῦ βραχίονος. τούτων | 38 | |
25 | οὖν τῶν ὀστῶν, ὃ δὴ κερκὶς καλεῖται, πεφυκὸς ἐντὸς παραρθρεῖ μόνον νεῦον ἢ πρὸς πλευρὰς ἢ εἰς τὸ ἐκτὸς μέρος. δηλοῖ δὲ περὶ αὐτοῦ τὸν τρόπον τοῦτον· ἀγκῶνος ἄρ‐ θρον παραλλάξαν μὲν ἢ πρὸς πλευρὴν ἢ ἔξω, μένοντος τοῦ ὀξέος τοῦ ἐν τῷ κοίλῳ τοῦ βραχίονος. τοὺς μὲν οὖν τούτων σχημα‐ | |
30 | τισμοὺς ὑπογράφειν παρήσω· οὐ γὰρ ἂν δύναιντο ἁπλῆς τῆς τάσεως αὐτῶν γινομένης καταλημφθῆναι. αἱ δὲ παραρθρήσεις ἔκδηλοι γίνονται τὰ μὲν εἰς τὸ ἐντός, τὰ δὲ εἰς τὸ ἐκτός, πολύτροπον 〈ῥοπὴν〉 ἔχοντος τοῦ ἄρθρου, διαστρεφομένου τε καὶ νεύοντος τοῦ μορίου ὁτὲ μὲν εἰς τὸ ἔξω, ὁτὲ δὲ εἰς τὸ ἔσω μέρος, ἃ δὴ οὕτως διὰ τῶν ἑξῆς καταρτίζειν παρα‐ | |
35 | κελεύεται· ἐς εὐθὺ κατατεί‐ νοντα[ι] τὰ ἐξέχοντα ἀπωθεῖν ὀπίσω καὶ εἰς τὸ πλάγιον. ἡ γὰρ εἰς εὐθὺ τάσις ἀπο〈κατά〉στασιν τῶν ἄρθρων ποιεῖ, ὥστε ῥᾳδίως εἰς τὴν κατὰ φύσιν χώραν τὸ ἄρθρον παραγενέσθαι. ἐάν τε οὖν εἰς τὸ πρὸς τὰς πλευρὰς μέρος ἐάν τε ἔξω παραρθρήσῃ, χρηστέον τῇ κατ’ εὐθὺ | |
40 | τάσει καὶ τὸ μὲν ἔσω νενευκὸς βιάζεσθαι μετὰ συμμέτρου κάμψεως καὶ τῆς εἰς τὸ ὕπτιον τῆς χειρὸς ἀναστροφῆς, ἐπὶ τὸ τοῦ ἀγκῶνος πλάγιόν τε καὶ βάθος ἐπερείδοντα ἢ χειρὶ ἢ δακτύλοις, τὸ δὲ εἰς τὸν ἔξω τόπον ἐκκεκλικὸς εἴσω βιάζεσθαι τὸ τῆς χειρὸς θέναρ προσβάλλοντα ἐκ πλα‐ γίου τῷ ὀξέϊ τοῦ[τ] ἀγκῶνος, ἅμα καὶ τὴν τῆς χειρὸς ἐπιστροφὴν ἐπὶ | |
11 | τὸ πρηνὲς ποιουμένους. | περὶ μὲν οὖν τῆς τοῦ ἀγκῶνος παραρθρήσεως οὕτως διασαφεῖ· περὶ δὲ τῆς ὁλοσχερεστέρας ἐξαρθρήσεως τὸν τρόπον τοῦτον μέμνηται· τὰ δὲ τελέως ἐκβάντα ἔνθα ἢ ἔνθα, ἡ κατάτασις μέν, ἐν ᾗ ὁ βραχίων | |
5 | ἐπιδεῖται. αὗταί εἰσιν ὁλοσχερεῖς δύο [εἰσὶν] ἐξαρθρήσεις ἀγκῶνος, ἡ μὲν ἔσω νεύουσα, ἡ δὲ εἰς τὸ ἔξω μέρος. μνημονεύει δὲ διὰ τῶν ἑξῆς ἔτι καὶ ἄλλων δύο ἐξαρθρήσεων, τῆς μὲν ἔμπροσθεν, τῆς δὲ εἰς τοὐπίσω γινομένης. οὔτε δὲ περὶ αὐτῶν οὔτε περὶ τοῦ καταρτισμοῦ κατὰ τὸν εἰρημένον μέμνηται λόγον· ὅθεν περὶ τῶν προκειμένων πρότερον ἐκθή‐ | |
10 | σομαι, ὃν τρόπον τὰς ἐμβολὰς ποιεῖσθαι παρακελεύεται. μετὰ πλείονας δὲ ἀριθμοὺς οὕτως φησίν· ἀγκὼν δὲ ἢν μὲν ἔσω ἢ ἔξω, κατάτασις μὲν ἐν σχήματι ἐγγωνίῳ τῷ πήχει πρὸς βραχίονα· μασχάλην ἀναλαβόντα ταινίῃ ἀνακρεμάσαι· ἀγκῶνα 〈αἴ〉ρειν δὲ μικρῷ ὑποθείς, παρὰ δὲ τὸ ἄρθρον | 40 |
15 | βάρος ἐκκρεμάσαι ἢ χερσὶν καταναγκάζειν. ὑπεραιωρηθέντος δὲ τοῦ ἄρθρου αἱ παραγωγαὶ τοῖς θέναρσιν, ὡς τὰ[ς] ἐν χερ‐ σίν. ἐπιδέσεις ἐν τούτῳ τῷ σχήματι καὶ ἀναλήψεις καὶ θέσεις. ἐπὶ τούτῳ οὐκέτι τὴν ἐπ’ εὐθείας προκρίνει τάσιν, ἀλλὰ τὴν ἐγγώνιον πρὸς βραχίονα τοῦ ἀγκῶνος εἰς τὸ κάτω κατάτασιν, ὃν τρόπον καὶ | |
20 | κατεαγὼς ὁ βραχίων τείνεταί τε καὶ ἐπιδεῖται. ἡ δὲ μετὰ τὴν κατάτασιν διόρθωσις καὶ ὁ καταρτισμὸς [ἐ]γίνοιντ’ ἂν ταῖς χερσὶν εἰς τὸ ἐναντίον, ὃν τρόπον διὰ τῶν ἔμπροσθεν δεδήλωκα. πλὴν καὶ ὁ Ἱπποκράτης οὕτως περὶ αὐτῶν διασαφεῖ· τὰς δὲ καταρ〈τί〉σιας ἀπάγοντα ἐπὶ πλεῖον, ὡς μὴ ψαύῃ τῆς κο‐ | |
25 | ρώνης ἡ κεφαλή, μετέωρον περιάγει〈ν〉 καὶ περικάμψαι καὶ †εσωηθην† βιάζεσθαι, ἅμα δὲ ὠθεῖν τἀναντία ἑκατέραν καὶ παρωθεῖν εἰς χώρην. συνωφελοίη δ’ ἂν ἐπίστρεψις ἀγκῶνος ἐν τούτοις, ἐν τῷ μὲν εἰς τὸ ὕπτιον, ἐν τῷ δὲ εἰς τὸ πρηνές. ὁ δὲ τῆς ἐμβολῆς τρόπος οὕτως ἂν δι’ ὑποδείγματος γένοιτο. | |
29 | ||
30 | Περὶ δὲ τῶν ἄλλων τῶν τῆς ἐξαρθρήσεως τρόπων οὕτως μέμνηται· ἐμβολαὶ δέ, τοῦ μὲν ὀπίσω, ἐκτείναντας κατατεῖναι· σημεῖον δέ· οὐ γὰρ δύνανται 〈ἐκτείνειν· τοῦ δὲ ἔμπροσθεν, οὐ δύνανται〉 συγκάμπτειν· τούτῳ δὲ ἐνθέντα τι συνειλιγμένον σκληρὸν | |
35 | περὶ τοῦτο συγκάμψαι ἐξ ἐκτάσεως ἐξαίφνης. διαστάσεως δὲ ὀστέων σημεῖον κατὰ τὴν φλέβα τὴν κατὰ βραχίονα σχιζο‐ μένην διαψαύοντι. ταῦτα δὲ ταχέως διαπωροῦται. τὰ δὲ | |
ὄπισθεν ἐξαίφνης ἐκτείναντα διορθοῦν τοῖς θέναρσιν. τὴν μὲν οὖν εἰς τοὐπίσω τοῦ ἀγκῶνος ἐξάρθρησιν οὐκ ἀναγκαῖον διὰ τῶν ὑπο‐ | 42 | |
40 | δειγμάτων ὑπογράφειν—ἐκ γὰρ τῆς παρὰ φύσιν γεγενημένης κάμψεως μεταστάσεως ἔκτασιν περιέχει μόνον καὶ τῶν ὄπισθεν ταῖς χερσὶ κατ‐ | |
12 | αρτισμόν—, τὴν | δὲ εἰς τὸ ἔμπροσθεν συμβαίνουσαν καταγράψω χάριν τοῦ δυναμένην συνθεωρη〈θῆ〉ναι παραιτίαν ὠφελείας γενέσθαι. διὸ κατ‐ αρτίζοιτ’ ἂν οὕτως. | |
3 | Μετὰ τάδε ἑπομένως περὶ χειρὸς ἐξαρθρήσεως οὕτως διασαφεῖ· | |
5 | χειρὸς δὲ ἄρ‐ θρον ὀλισθάνει ἢ[ν] εἴσω ἢ ἔξω, εἴσω δὲ τὰ πλεῖστα. σημεῖα δὲ εὔσημα. ἐμβολή· ὑπὲρ τραπέζης τοὺς δακτύλους ἔχων τοὺς μὲν τείνειν, τοὺς δὲ ἀντιτείνειν, τὸ δὲ ἐξέχον ἢ θέναρι ἢ πτέρνῃ ἅμα ἀπωθεῖν καὶ ὠθεῖν πρόσω, κάτωθεν κατὰ τὸ ἕτερον | |
10 | ὀστέον ὄγκον μαλακὸν ὑπόθες, ἢν μὲν ἄνω, καταστρέψας τὴν χεῖρα, ἢν δὲ κάτω, ὑπτίην. ἴησις ὀθονίῳ. ἐπὶ τούτων τὸ ἐναντίον σεσήμαγκεν, διότι, ὁπότερον 〈ἂν〉 τῶν ὀστέων ἐξαρθρῇ, μόνον εἰς τὸ εἴσω καὶ εἰς τὸ 〈ἔξω〉 παρολισθάνει μέρος, εἰς δὲ τὸ ἄνω 〈ἢ〉 εἰς τὸ κάτω τὸ τοιοῦτον οὐδαμῶς συμβαίνειν δύνα[ν]ται χωρὶς τῆς ἑκατέρων | |
15 | ἐκκλίσεως. ἐχομένως γε οὖν οὕτως ὑπογέγραφεν· ὅλη δὲ χεὶρ ὀλισθάνει ἢ εἴσω ἢ ἔξω ἢ ἔνθα ἢ ἔνθα, μάλιστα δὲ εἴσω. ἔστι δ’ ὅτε ἡ ἐπίφυσις ἐκινήθη, ἔστι δ’ ὅτε τὸ ἕτερον τῶν ὀστέων διέστη. τούτοις ἡ κατάτασις ἰσχυρὴ ποιεῖται, καὶ τὸ μὲν ἐξέχον ἀπώθει, τὸ δὲ ἕτερον ἀντώθει· | |
20 | δύο δὲ εἴδη ἅμα εἰς τοὐπίσω καὶ εἰς τὸ πλάγιον χερσὶν ἐπὶ τραπέζης ἢ πτέρνῃ· παλίγκοτα τάδε καὶ ἀσχήμονα. τῷ χρόνῳ κρατύνεται, ἢν χρήσιμον. ὡς ἐπὶ πᾶν γὰρ καὶ μάλισθ’ ἡ ὁλοσχερὴς | |
τῆς χειρὸς ἐξάρθρησις οὐ δύναται καταρτισθῆναι κατὰ τρόπον, ἀλλὰ διεστραμμένη φαίνεται. αἱ μὲν οὖν εἰς τὰ πλάγια παραρθρήσεις διὰ τῆς | 44 | |
25 | κατατάσεως καὶ τῆς εἰς τὰ ἐναντία τῶν ὑπερεχόντων ἐνθλίψεως κατ‐ αρτίζοι〈ν〉τ’ ἄν· αἱ δὲ ἔσω ἢ ἔξω γινόμεναι, καθάπερ προϋποδέδειχεν· τῆς 〈χειρὸσ〉 ἐπὶ τραπέζης κατὰ τὸ ἐναντίον τιθεμένης ἢ τῇ χειρὶ ἢ τῇ πτέρνῃ τὰ ἐξέχοντα καταβι[β]ασθήσεται. χρηστέον δὲ τῷ τοιούτῳ τρόπῳ πρότερον. | |
29 | ||
30 | Ἐὰν δὲ τὸ θέναρ ἐπερειδόντων ἡμῶν μὴ ὑπακούῃ, βιαστέον διὰ τῆς πτέρνης, καθάπερ προείρηται, χρωμένους τούτῳ τῷ τρόπῳ. | |
31 | Περὶ δακτύλων | |
32 | Περὶ δὲ δακτύλων οὕτως ἀπεφήνατο· δακτύλου δὲ ἄρθρον 〈ὀλισθὸν〉 μὲν εὔσημον. | |
35 | ἐμβολὴ δέ· κατατείναντα ἐς ἰθὺ τὸ μὲν ἐξέχον ἀπωθεῖν, τὸ δὲ ἐναντίον ἀντωθεῖν. ἴησις δὲ ἢ σταιτὶ ἢ ὀθονίοισι. μὴ ἐμπεσὸν | |
13 | δὲ ἐπιπωροῦται | ἔξω. βραχυλόγω〈σ〉 σφόδρα ἐν τούτοις ἀνέστραπται διὰ τὸ τοῦ πράγματος εὐκαταμάθητον. οὐ μὴν ἀλλὰ καὶ Διοκλῆς τὸν τρόπον τοῦτον μέμνηται· „δακτύλου μὲν ἄρθρον ἄν τε ποδὸς ἄν τε χειρὸς ἐκπέσῃ, τετραχῶς ἐκπίπτει, ἢ ἐντὸς ἢ ἐκτὸς ἢ εἰς τὰ πλάγια. | |
5 | ὅπως δ’ ἂν ἐκπέσῃ, ῥᾴδιον γνῶναι πρὸς τὸ ὁμώνυμον καὶ τὸ ὑγιὲς θεωροῦντα. ἐμβάλλειν δὲ κατατείνοντα εὐθὺ ἀπὸ χειρῶν, περιελίξαι τε ὅπως μὴ ἐξολισθάνῃ. ἀστε〈ῖ〉ον δὲ καὶ τὰς σειράς, ἃς οἱ παῖδες πλέκουσιν, περιθέντα περὶ ἄκρον τὸν δάκτυλον κατατείνειν, ἐκ δὲ τοῦ ἐπὶ θάτερα | |
ταῖς χερσίν.“ | 46 | |
10 | Περὶ γνάθου | |
10 | Ἑπομένως δὲ ὁ Ἱπποκράτης περὶ ἐξαρθρήσεως γνάθου, τῆς δὴ σιαγόνος ὑπό τινων λεγομένης, διὰ τούτων κατακεχώρικεν· γνάθος δὲ ὀλίγοις ἤδη τελέως ἐξήρθρη‐ σεν. ὀστέον γὰρ τὸ ἀπὸ τῆς ἄνω γνάθου πεφυκὸς ὑπεζύγωται | |
15 | πρὸς τῷ ὑπὸ τὸ οὖς ὀστέῳ πεφυκότι. καὶ προβὰς ἐπιλέγει· ἐκπέσοι δ’ ἂν ἀπ’ οὐδενὸς ἄλλου σχήματος ἢ ἀπὸ τοῦ μέγα χανόντα μετάγειν τὴν γένυν ἐπὶ θάτερα. εἶτεν μετ’ ὀλίγους ἀριθμοὺς τά τε σημεῖα τὰ παρακολουθοῦντα καὶ τὸν καταρτισμὸν οὕτω παρέστακεν· | |
20 | περὶ οὗ οὖν ὁ λόγος, ἐκπίπτει μὲν γνάθος ὀλιγάκις ἐν χασμήσει. δῆλος μὲν οὖν τοῖσδε μάλιστά ἐστιν, ὅταν ἐκπεπτώκῃ. προίσχεται γὰρ ἡ κάτω γνάθος εἰς τὸ ἔμ‐ προσθεν καὶ παρῆκται ἐναντία τοῦ ὀλισθήματος, καὶ τοῦ ὀστέου τὸ κορωνὸν ὀγκηρὸν γίνεται παρὰ τὴν ἄνω γνάθον, | |
25 | καὶ χαλεπῶς συμβάλλουσιν τὰς γνάθους. τούτοις ἐμβολὴ πρόδηλος, οἵη τις. χρὴ γὰρ τὸν μὲν κατέχειν τὴν κεφαλήν, τὸν δὲ περιλαβόντα τὴν κάτω γνάθον καὶ ἔσωθεν καὶ ἔξωθεν τοῖς δακτύλοις κατὰ τὸ γένειον, χάσκοντος τοῦ ἀνθρώπου, ὅσον μετρίως δύναται, πρῶτον μὲν διακινεῖν τὴν γνάθον | |
30 | χρόνον τινὰ καί τι παράγοντα τῇ χειρί, καὶ αὐτὸν τὸν ἄνθρω‐ πον κελεύειν χαλαρὴν τὴν γνάθον συμπαράγειν καὶ συνδι‐ δόναι ὡς μάλιστα, ἔπειτα ἐξαπίνης σπάσαι εἰς τοὐπίσω καὶ ἀναλήψει γενείου τρισὶν ὁμοῦ σχήμασιν προσέχοντα τὸν νοῦν. δεῖ μὲν γὰρ παράγε[νε]σθαι ἐκ τῆς διαστροφῆς εἰς τὴν | |
35 | φύσιν ἑπόμενον τούτοις καὶ συμβάλλειν τὰς γνάθους καὶ μὴ χάσκειν. ἐμβολὴ μὲν οὖν αὕτη, καὶ οὐκ ἂν γένοιτο ἀπ’ ἄλλων σχημάτων. καὶ οὕτως πάλιν· | 48 |
14 | ἀσφα|λέστερον δὲ χειρουργεῖν ἐστιν ὕπτιον κατακλί‐ νοντα τὸν ἄνθρωπον, ἐρείσαντα τὴν κεφαλὴν αὐτοῦ ἐπὶ σκυτίνου ὑποκεφαλαίου ὡς πληρεστάτου, ἵνα ὡς ἥκιστα ὑπο‐ κλίνῃ. προσκατέχειν χρὴ δέ τινα τὴν κεφαλὴν τοῦ ἰωμένου. | |
5 | ἢν δὲ ἀμφότεραι αἱ γνάθοι ἐξαρθρήσωσιν, ἡ μὲν ἴησις ἡ αὐτή. συμβάλλειν δὲ ἧσσον ἔτι οὗτοι τὸ στόμα δύνανται. καὶ προ‐ πετέστεραι δὲ γένυες τούτοις, ἀστραβεῖς δέ. ταῦτα ἀναγκαῖον ἦν καταχωρίσαι χάριν τοῦ μηδέν σε τῶν περὶ ἄρθρων λεγομένων διαλα‐ θεῖν. | |
9 | ||
10 | Περὶ σπονδύλων | |
10 | 〈...〉δει δὲ τὴν τῶν ὑποδειγμάτων οὐκ ἐπιτήδειον εἶναι διέλαβον ὑπογραφὴν ποιήσασθαι. ἃ δὲ ἐχομένως περὶ σπονδύλων τῶν ἐν τῇ ῥάχει διασαφεῖ, διὰ τούτων ὑποτάξω· ὅσοις δὲ ἐκ καταπτώσεως ῥάχις κυφοῦται, ὀλίγα δὴ τού‐ | |
15 | των ἐκρατήθη ὥστε ἐξιθυνθῆναι. τοῦτο μὲν γὰρ αἱ ἐν τῇ κλίμακι κατατάσεις οὐδὲν ἀποεξίθυναν, ὧν ἐγὼ οἶδα. χρέον‐ ται δὲ ἰητροὶ αὐτῇ μάλιστα οὗτοι, οἳ ἐπιθυμοῦνται ἐκχαυνοῦν τὸν πολὺν λαόν. ἐν τοῖσι γὰρ τούτοισι ταῦτα θαυμαστά ἐστιν, ἢν ἢ κρεμάμενον ἴδωσιν ἢ ῥιπτόμενον. οὐ κατὰ πᾶν | |
20 | ἀδόκιμον οἴεται εἶναι τὴν τοιαύτην τῆς χειρουργίας ἐπίνοιαν, ἀλλά που καὶ δυνατὴν ἔσεσθαι δεόντως σκευασθεῖσαν πρὸς τὸν τῶν σπονδύλων καταρτισμόν. ὅμως δὲ ἐξεπίτηδες ἐκκεκλικέναι τὰ τοιαῦτά φησι λέγων | |
οὕτως· αὐτὸς μέντοι κατῃσ‐ χύνθη〈ν〉 πάντα 〈τὰ〉 τοιουτότροπα ἰητρεύειν οὕτω διὰ | 50 | |
25 | τοῦτο, ὅτι πρὸς ἀπατεών〈ων〉 μᾶλλον οἱ τρόποι οὗτοι. ὁπό‐ σοις μὲν οὖν ἐγγὺς τοῦ αὐχένος ἡ κύφωσις γίνεται, εἰκὸς ἧσσον ὠφελεῖν τὰς κατατάσεις ταύτας τὰς ἐπὶ κεφαλήν. μικρὸν γὰρ τὸ βάρος καὶ τὰ ἀκρώμια καταρρέοντα. ἀλλὰ τούς γε τοιού‐ τους εἰκὸς ἐπὶ πόδας κατασεισθέντας μᾶλλον ἐξιθυνθῆναι· | |
30 | μέζω〈ν〉 γὰρ αὔτως ἡ καταρροπὴ εἴ〈η〉. ὅσοις [γὰρ] δὲ κατω‐ τέρω τὸ ὕβωμα, τούτοις ἔοικε μᾶλλον ἐπὶ κεφαλὴν κατασεί‐ εσθαι. ὑφέσταται δὲ τὴν ἐπὶ κεφαλὴν κατάσεισιν οὕτως ἂν γίνεσθαι δεόντως ὑπὸ τῶν αἱρουμένων αὐτῇ χρῆσθαι, καταχωρίζων τὸν τρόπον τοῦτον· εἰ οὖν τις | |
35 | θέλοι κατασείειν, ὀρθῶς ἂν ὧδε σκευάζοι. τὴν μὲν γὰρ κλί‐ μακα ἢ σκυτίνοις ὑποκεφαλαίοις ἢ εἰρινοῖς καταστρῶσαι εὖ προσδεδεμένοις καὶ ὀλίγῳ πλεῖον ἐπὶ μῆκος καὶ ἔνθεν καὶ ἔνθεν ἢ ὅσον 〈ἂν〉 τὸ σῶμα τοῦ ἀνθρώπου κατάσχῃ· ἔπειτεν ἀντ〈ί〉α τὸν ἄνθρωπον ὕπτιον κατακλῖναι ἐπὶ τὴν κλίμακα | |
40 | χρή, καὶ ἔπειτα προ〈σ〉δῆσαι μὲν χρὴ τοὺς πόδας παρὰ τὰ | |
15 | σφυρὰ πρὸς | τὴν κλίμακα καὶ μὴ διαβαί〈ν〉οντα〈σ〉, ἀλλὰ συμ‐ βεβηκότα〈σ〉, δεσμῷ εὐόχῳ μέν, μαλθακῷ δέ· προσδῆσαι δὲ κατωτέρω τῶν γονάτων καὶ ἀνωτέρω· προσδῆσαι δὲ καὶ τὰ ἰσχία· κατὰ δὲ τοὺς κενεῶνας καὶ εἰς τὸ στῆθος χαλαραῖς | |
5 | ταινίαις προσπεριβάλλειν οὕτως, ὅπως μὴ κωλύσωσιν τὴν πέρασιν. τὰς δὲ χεῖρας παρὰ τὰς πλευρὰς παρατείνοντα προσκαταλαβεῖν πρὸς τὸ αὐτοῦ σῶμα καὶ μὴ πρὸς τὴν κλί‐ μακα. ὅταν δὲ ταῦτα σκευάσῃ οὕτως, ἀνέλκειν τὴν κλίμακα | |
πρὸς τύρσιν τινὰ ὑψηλὴν ἢ πρὸς ἀέτωμα οἴκου. τὸ δὲ χωρίον, | 52 | |
10 | ἵνα κατασείσῃ, ἀντίτυπον ἔστω. τοὺς δὲ ἀντιτείνοντας εὐπαι‐ δεύτους χρὴ εἶναι, ὅπως ὁμαλῶς καὶ καλῶς καὶ ἰσορρόπως καὶ ἐξαπιναίως ἀφήσωσι καὶ μήτε ἡ κλῖμαξ ἑτερορρεπῇ ἐπὶ τὴν γῆν μήτε αὐτοὶ προπετεῖς ἔσονται. ἀπὸ μέντοι τύρσιος ἀφιεὶς ἢ ἀπὸ ἱστοῦ καταπεπηγότος καρχήσιον ἔχοντος ἔτι | |
15 | κάλλιον ἄν τις σκευάσοιτο, ὥστε ἀπὸ τροχιλίης τὰ χαλώμενα ὅπλα εἶναι ἢ ἀπὸ ὄνου. ἀηδὲς μὲν καὶ μακρολογεῖν περὶ αὐτῶν τούτων, ὅμως δὲ ἐκ τούτων τῶν παρασκευῶν κάλλιστα ἄν τις κατασεισθείη. ἡ διὰ τῆς ὑποδεδειγμένης [διὰ τῆς] κλίμακος ἐπὶ κεφαλὴν κατάτασις ἐκ τούτου ἂν τοῦ τρόπου γίνοιτο. | |
19 | ||
20 | Περὶ δὲ τῆς ἑτέρας κατασείσεως οὕτως ὑπογέγραφεν· εἰ μέντοι κάρτα ἄνω εἴη τὸ ὕβωμα, δέοι δὲ πάντως κατασείειν, ἐπὶ πόδας κατασείειν λυσιτελεῖ, ὥσπερ δὴ εἰρήκαμεν· γίνεται δὲ ἡ καταρροπὴ ἐπὶ ταῦτα. ἑρμάσαι δὲ χρὴ κατὰ μὲν τὸ στῆθος πρὸς τὴν κλίμακα †αποδησαι†, δῆσαι | |
25 | δὲ ὀχυρῶς, κατὰ δὲ[ιν] τὸν αὐχένα [ε]ὡς χαλαρωτάτῃ ταινίῃ, ὅσον τοῦ κατορθοῦσθαι ἕνεκα· καὶ αὐτὴν τὴν κεφαλὴν κατὰ τὸ μέτωπον προσδῆσαι πρὸς τὴν κλίμακα, τὰς δὲ χεῖρας παρατανύσαντα πρὸς τὸ σῶμα προσδῆσαι καὶ μὴ πρὸς τὴν κλίμακα. τὸ μέντοι ἄλλο σῶμα ἄδετον εἶναι, πλὴν ὅσον τοῦ | |
30 | κατορθοῦσθαι ἕνεκα ἄλλῃ καὶ ἄλλῃ ταινίῃ χαλαρῇ περιβε‐ βλῆσθαι. ὅπως δὲ μὴ κωλύσωσιν τὴν κατάτασιν οὗτοι οἱ δεσμοί. τὰ δὲ σκέλη πρὸς μὲν τὴν κλίμακα μὴ προσδεδέσθαι, πρὸς ἄλληλα δέ, ὡς κατὰ τὴν ῥάχιν εἰς εὐθὺ ῥέπει. ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον διηρίθμηται, τὴν δὲ ἐπὶ πόδας κατάσεισιν οὕτως χρὴ | |
35 | ποιεῖσθαι. Ὅτι δὲ οὐκ ὁλοσχερῶς εὐαριστεῖ ταῖς τοιαύταις κατατάσεσιν, δῆλον ἔτι ἐξ ὧν οὕτως ἐπιφέρει· ταῦτα μέντοι 〈τοι〉ουτοτρόπως ποιητέον, [εχ]εἰ πάντως δέοι ἐν κλίμακι κατασεισθῆναι. αἰσχρὸν μὲν ἐν πάσῃ τέχνῃ καὶ | 54 |
16 | οὐκ ἥκιστα ἐν ἰατρικῇ | πολὺν ὄχλον παρασχόντα καὶ πολλὴν ὄψιν καὶ πολὺν λόγον [καὶ] ἔπειτα μηδὲν ὠφελῆσαι. ὅθεν ἐν τοῖς ἐφεξῆς, ὃν τρόπον δεῖ τοὺς εἰς τὸ ἐκτὸς ἐκκλίναντας σφονδύλους καταρτίζειν, οὕτως ὑπογέγραφεν· | |
5 | χρὴ δὲ τὴν κατασκευὴν τοῦ διαναγκαζομένου τοιήνδε κατασκευάσαι· ἔξεστι μὲν ξύλον ἰσχυρὸν καὶ πλατὺ ἐντομὴ〈ν παραμήκεα ἔχον κατορύξαι. ἔξεστιν δὲ ἀντὶ τοῦ ξύλου ἐν τοίχῳ ἐντομὴν〉 παραμήκεα ἐντέμνειν ἀνωτέρω τοῦ ἐδάφεος, ὅπως ἂν μετρίως ἔχῃ· ἔπειτα οἷον στύλον δρύι〈ν〉ον, | |
10 | τετράγωνον, πλάγιον παραβάλλειν ἀπολιπόντα ἀπὸ τοῦ τοίχου ὅσον παρελθεῖν τινα, ἢν δέῃ· καὶ ἐπὶ μὲν τὸν στύλον ἐπιστρῶσαι χλαίνας ἢ ἄλλο τι, 〈ὃ〉 μαλθακὸν μὲν ἔσται, ὑπεί‐ ξει δὲ μὴ μέγα· τὸν δὲ ἄνθρωπον πυρ〈ι〉ῆσαι, ἢν ἐνδέχηται, ἢ θερμῷ πολλῷ λοῦσαι καὶ ἔπειτα κατακλῖναι πρηνέα, κατα‐ | |
15 | τείνας δὲ τὰς χεῖρας κατὰ φύσιν προσδῆσαι πρὸς τὸ σῶμα· ἱμάντι πλατεῖ καὶ ἰσχυρῷ, μαλθακῷ δὲ καὶ μακρῷ ἐκ δύο διανταίω〈ν〉 συμβεβλημένῳ μέσῳ κατὰ μέσον τὸ στῆθος δὶς περιβεβλῆσθαι ὡς ἐγγυτάτω τῶν μασχαλέων· ἔπειτεν τὸ περισ〈σ〉εῦον τῶν ἱμάντων δύο κατὰ τὴν μασχάλην ἑκάτερον | |
20 | περὶ τοὺς ὤμους περιβεβλῆσθαι. ἔπειτα αἱ ἀρχαὶ πρὸς ὑπερο‐ | |
ειδές τι προσδεδέσθωσαν [αἱ] ἁρμόσ〈σ〉ουσαι τὸ μῆκος τῷ 〈ξύ〉λῳ τῷ ὑποτεταμένῳ πρὸς [τ]ὃ προσβάλλον τὸ ὑπεροειδὲς ἀποστηρίζων κατατείνει· τοιούτῳ δέ τινι ἑτέρῳ δεσμῷ[ν] χρὴ ἄνωθεν τῶν [του] γονάτων [δεσμων] δήσαντα καὶ ἄνωθεν | 56 | |
25 | τῶν πτερνῶν τὰς ἀρχὰς τῶν ἱμάντων πρὸς τοιοῦτό τι ξύλον προσδῆσαι, ἄνω δὲ ἄλλῳ ἱμάντι πλατεῖ καὶ 〈...〉. μετὰ δὲ τὰ προκεί[νου]μενα οὕτως ἐπιλέγει· καὶ ἀσθενεστάτη μὲν αὕτη 〈ἡ〉 ἀνάγκη· ἀσινὴς δὲ καὶ καθέ‐ ζεσθαί τινα ἐπὶ τὸ κύφωμα αὐτοῦ ἅμα κατατεινομένου καὶ | |
30 | ἐπε〈ν〉σεῖσαι μετεωρισθέντα· ὥστε τῆς αὐτῆς κατατάσιος ἢ καὶ δι’ ὀνίσκων γινομένης, ἀντὶ τοῦ ταῖς χερσὶν πιέζειν διὰ τῆς καθέδρας ἐπερείδοντας ἢ καὶ ἐνσείοντας, ἀναγκάζειν τὸ ὑπερέχον τῶν σφονδύλων εἰς τὸ κατὰ φύσιν ἀποχωρεῖν. ὃν τρόπον δὲ δεῖ ποιεῖσθαι, οὕτως ὑπο‐ τέτακται. | |
34 | ||
35 | Ἑπομένως δὲ ταῦτα κατακεχώρικεν· ἀτὰρ καὶ ἐπιβῆναι τῷ ποδὶ καὶ ὀχηθῆναι τὸ σῶμα καὶ ἡσύχως ἐπισεῖσαι οὐδὲν κωλύει. τοιοῦτον δὲ ποιῆσαι μετρίως ἐπιτήδειος ἄν τις εἴη τῶν ἀμφὶ παλαίστρῃ εἰθισμένων. καὶ οὗτος δὲ ὁ τρόπος οὕτως ἂν ἐπιτελοῖτο διαλλάσσων τῇ διὰ τῶν ὀνίσκων | |
40 | κατατάσει· δεῖ δὲ τοὺς ὀνίσκους ἤτοι παρὰ τὴν ὑποτιθεμένην τῷ μέλ‐ λοντι κατα〈τα〉θήσεσθαι σανίδα κατορύσσειν ἢ ἐπ’ αὐτῆς ἐμπηγνύναι. | |
41 | ||
17 | Ὃν τρόπον δὲ ἐπὶ τῆς τοῦ ὤμου ἐμβολῆς τὸν ἐπὶ πᾶσι καταρτισ‐ μὸν δυνατώτατον ὄντα κατακεχώρικεν, οὕτως καὶ ἐπὶ τῶν παρόντων τὸ ὅμοιον πεποίηκεν ἑξῆς τὸν τρόπον τοῦτον διασαφῶν· | |
δυνατωτάτη[ν] μὲν οὖν τῶν ἀναγ‐ | 58 | |
5 | κέων ἐστί, εἰ ὁ μὲν τοῖχος, 〈ᾗ〉 ἐντέτμηται, 〈ἢ〉 τὸ ξύλον τὸ κατωρυγμένον, ᾗ ἐντέτμηται, κατωτέρω εἴη τοῦ ἀνθρώπου τῆς ῥάχιος, ὁπόσῳ 〈ἂ〉ν δοκέοι μετρίως ἔχειν· σανὶς φιλυρίνη μὴ λεπτὴ εἴη 〈ἢ〉 καὶ ἄλλου τινὸς ξύλου. ἔπειτ’ ἐπὶ μὲν τὸ ὕβωμα ἐπιτεθείη τρύχιον πολύπτυχον ἢ μικρὸν σκύτινον | |
10 | ὑποκεφάλαιον. ὡς ἐλάχιστα μὴν ἐπικεῖσθαι συμφέρει, μόνον προμηθευόμενον, ὅπως μὴ ἡ σανὶς ὑπὸ σκληρότητος ὀδύνην παρὰ καιρὸν παρέχῃ[ν]. κα[ι]τ’ ἴξιν δὲ ὡς μάλιστα ἔστω τῇ ἐντομῇ τῇ εἰς τὸν τοῖχον τὸ κύφωμα, ὡς ἡ σανίς, ᾗ μάλιστα ἐξέστηκεν, ταύτῃ μάλιστα πιέζῃ[ν] ἐπιτεθεῖσα. ὅταν δὲ ἐπι‐ | |
15 | τεθῇ, τὸν μέν τινα καταναγκάζειν χρὴ τῆς σανίδος τὸ ἄκρον, ἤν τ’ ἕνα δέῃ ἤν τε δύο, τοὺς δὲ κατατείνειν τὸ σῶμα κατὰ μῆκος, ὥσπερ πρόσθεν εἴρηται, τοὺς μὲν τῇ, τοὺς δὲ τῇ. ἔξεστιν δὲ καὶ ὀνίσκοις κατάτασιν ποιεῖσθαι ἢ παρακατορύ‐ ξαντα τὸ ξύλον ἢ ἐν αὐτῷ τῷ ξύλῳ τὰς φλιὰς τῶν ὀνίσκων | |
20 | ἐντεκτηνάμενον, ἤν τε ὀρ[νι]θὰς θέλῃ μικρὸν ὑπερεχούσας, ἤν τε κατὰ κορυφὴν [το] τοῦ ξύλου ἔνθεν καὶ ἔνθεν. αὗται 〈αἱ〉 ἀνάγκαι εὐταμίευτοι καὶ εἰς τὸ ἰσχυρότερον καὶ εἰς τὸ ἧσσον, καὶ ἰσχὺν ἔχουσιν τοιαύτην, ὥστε καὶ εἴ τις ἐπὶ λύμῃ βούλοιτο, ἀλλὰ μὴ ἐπὶ ἰατρείῃ, εἰς τοιαύτας ἀνάγκας ἀγαγεῖν. | |
25 | καὶ γὰρ ἂν κατατείνων κατὰ μῆκος μόνον ἔνθεν καὶ ἔνθεν οὕτως καὶ ἄλλην ἀνάγκην μηδεμίαν προστιθεὶς ὅμως κατα‐ τείνει〈ε〉ν [ε]ἄν τις. ἡ δὲ προκειμένη κατάτασις καὶ ἡ τῆς σανίδος μοχλεία τοῦτον ἂν τὸν τρόπον γίνοιτο. | |
28 | Περὶ μὲν ἀγκῶνος καὶ καρποῦ καὶ τῶν εἰς τὸ ἔξω προ[σ]ωθουμένων | |
30 | σφονδύλων καταρτισμοῦ, καθ’ ὅσον ἦν δυνατόν, διὰ τῶν ὑποδειγμάτων πεποίηκά σοι φανερὸν οὐ κατ’ ἄλλον τινὰ τῶν ἰατρῶν, ἀλλὰ καθ’ Ἱπ‐ ποκράτην ὑπὲρ τῶν ὑφηγησαμένων λόγων, καθάπερ καὶ ἐν τῷ πρὸ τούτου βιβλίῳ τὰ περὶ ὤμου καταρτισμοῦ ἐκδέδωκά σοι. τοὺς δ’ ἔτι λειπομένους τῶν ἐμβολῶν τρόπους μηροῦ τε καὶ γόνατος καὶ σφυροῦ | 60 |
35 | κατ’ ἰδίαν παραπλησίως καταγράψας, ἐφ’ ὧν ὑπόδειγμα[των] δυνατόν, ἐκδώσω σοι, ὥστ’ ἐν τοῖς τρισὶν βιβλίοις τετελειωμένην ἔχειν σε τὴν | |
καθ’ Ἱπποκράτην περὶ ἄρθρων οὐκ ἀνωφέλητον θεωρίαν. | 62 | |
18(1t) | ΑΠΟΛΛΩΝΙΟΥ ΚΙΤΙΕΩΣ | |
2t | ΤΗΣ ΠΕΡΙ ΑΡΘΡΩΝ ΠΡΑΓΜΑΤΕΙΑΣ 〈ΤΟ ΤΡΙΤΟΝ〉 | |
3 | Ἐν μὲν τῷ πρώτῳ βιβλίῳ, βασιλεῦ Πτολεμαῖε, διασεσάφηκά σοι, ὃν τρόπον ἄν τις καθ’ Ἱπποκράτην ὦμον ἐξηρθρηκότα σημειώσαιτό | |
5 | τε 〈καὶ〉 καταρτίσειεν· ἐν δὲ τῷ πρὸ τούτου περί τε ἀγκῶνος καὶ καρποῦ καὶ σφονδύλων κυφ〈ώσ〉εως παραπλησίως διὰ τῶν ὑποδειγμάτων 〈σ〉οι ἐκτέθειται, μετ’ ὃν τρόπον [τ]αὐτῶν δε〈ῖ〉 τὸν καταρτισμὸν ποιεῖσθαι· ἐν δὲ τούτῳ τῷ βιβλίῳ περί τε μηροῦ καὶ γόνατος καὶ σφυροῦ τάς τε σημειώσεις τῶν ἐξηρθρηκότων καὶ τὰς ἐμβολὰς αὐτῶν, ἐφ’ ὧν δυνατόν, | |
10 | διὰ τῶν ὑποδει〈γ〉μάτων παραπλησίως τοῖς εἰρημένοις ἐκθήσομαι, ἵν’ ἐν τρισὶν βιβλίοις τελειουμένην ἔχῃς τὴν καθ’ Ἱπποκράτην περὶ τῶν ἄρθρων ἐπίγνωσιν. ἐπεὶ δὲ ἤτοι πάντα ἢ πλεῖστα τῶν ἄρθρων χωρὶς ὀργανικῆς μηχανοποιΐας καταρτίζειν παρακελευσάμενος καινὸν ὀργάνου τρόπον ἐν τοῖς ἐφεξῆς ἐπινοήσας ἐκτέθειται, ἀναγκαῖον ἂν εἴη καὶ τὴν | |
15 | [ἐκ] τούτου κατασκευὴν δι’ ὑποδείγματος κατὰ τὸν οἰκεῖον τρόπον ἐν τούτοις ὑπογράψαι σοι πρὸς τὸ μηδέν σε τῶν πρὸς τὰ προκείμενα συντεινόντων κατὰ τὸ δυνατὸν διαλαθεῖν. προκαταχωρίζων δὲ τὰς Ἱπποκράτους λέξεις ἀκολούθως τοῖς πρότερον οὕτως τὰς διὰ τῶν ὑποδειγμάτων ἐμβολὰς ὑποτάξω. ἐχομένως τοίνυν οὕτως καταχωρίζει· | |
20 | ἢν δὲ μηροῦ ἄρθρον ἐξ ἰσχίου ἐκπέσῃ—ἐκπίπτει δὲ τέσσαρας τρόπους—, εἰς μὲν τὸ ἔσω πολὺ πλειστάκις, εἰς δὲ τὸ ἔξω τῶν ἄλλων πλειστάκις, εἰς δὲ τὸ ὄπισθεν 〈καὶ τὸ ἔμπροσθεν〉 ἐκπίπτει μέν, ὀλιγάκις | |
δέ. οἷσι μὲν οὖν 〈ἂν〉 εἰς τὸ ἔσω μέρος ἐκβῇ, μακρότερον τὸ | 64 | |
25 | σκέλος φαίνεται παραβαλλόμενον πρὸς τὸ ἕτερον διὰ δισσὰς προφάσιας εἰκότως. ἐπί τε γὰρ τὸ ἀπὸ τοῦ ἰσχίου πεφυκὸς ὀστέον τὸ ἄνω φερόμενον ἐπὶ τὸν κτένα, ἐπὶ τοῦτο[ν] ἡ ἐπί‐ βασις τοῦ μηροῦ τῆς κεφαλῆς γίνεται, καὶ ὁ αὐχὴν τοῦ ἄρθρου ἐπὶ τῆς κοτύλης ὀχεῖται· ἔξωθέν τε αὐτοῦ ὁ γλουτὸς κοῖλος | |
30 | φαίνεται ἅτε ἔσω ῥεψάσης τῆς κεφαλῆς τοῦ μηροῦ· τό τε αὖ [τω] γόνυ τοῦ μηροῦ ἀναγκάζεται ἔξω ῥέπειν καὶ ἡ κνήμη καὶ ὁ ποὺς ὡσαύτως. καὶ μετά τινας ἀριθμούς φησιν· ἀτὰρ καὶ ψαυομένη ἡ κεφαλὴ τοῦ μηροῦ παρὰ τὸν περίναιον ὑπερογκέουσα ἔκδηλός ἐστιν· τὰ μὲν | |
35 | σημεῖα ταῦτα, οἷς ἂν ἔσω ἐκπεπτώκῃ. ἐὰν οὖν ἐκπεσὼν μὴ | |
19 | ἐμπέσῃ, ἀλλὰ καταπωρωθῇ, ἥ τε ὁδοιπορίη περι|φοράδην τοῦ σκέλεος ὥσπερ ἐν τοῖς βουσὶ γίνεται καὶ ἡ ὄχησις πλείστη αὐτοῖς ἐπὶ τοῦ ὑγιοῦς σκέλεός ἐστιν [ην]. ἀναγκάζοντα〈ι〉 κατὰ τὸν κενεῶνα καὶ κατὰ τὸ ἄρθρον τὸ ἐκπεπτωκὸς κοῖλοι καὶ | |
5 | σκολιοὶ εἶναι. καὶ κατὰ δὲ τὸ ὑγιὲς εἰς τὸ ἔξω ὁ γλουτὸς ἀναγκάζεται περιφερὴς εἶναι. καὶ πάλιν οὕτως ἔχει· ἀναγκάζονται δὲ καὶ ἐπικύπτειν. τῇ γὰρ χειρὶ τῇ κατὰ τὸ σκέλος τὸ σιναρὸν †ἀναγκάζονται† κατὰ πλάγιον τὸν μηρόν· οὐ γὰρ δύναται τὸ σιναρὸν σκέλος ὀχεῖν | |
10 | τὸ σῶμα ἐν τῇ μεταλλαγῇ τῶν σκελῶν εἰς τὴν γῆν πιεζόμενον. ἐν τούτοις οὖν τοῖς σχήμασιν ἀναγκάζονται ἐσχηματίσθαι, οἷς ἂν ἐκβὰν τὸ ἄρθρον μὴ ἐμπέσῃ. καὶ μετά τινας ἀριθμοὺς οὕτως ἕκαστα περιέργως διαπορεύεται· ἀναγκάζομαι δὲ τῆς συμμετρίας στοχα‐ ζόμενος αὐτὰ τὰ καίρια μόνον προτάσσειν· | |
15 | οἷς μὲν οὖν 〈ἂν〉 μήπω τετελειωμένοις εἰς αὔξησιν ἐκπεσὸν μηδὲ ἐμπέσῃ, γυιοῦται καὶ ὁ μηρὸς καὶ ἡ κνήμη καὶ | |
ὁ πούς. οὔτε γὰρ ὀστᾶ ἐς τὸ μῆκος ὁμοίως αὔξεται, ἀλλὰ βραχύ‐ τερα γίγνεται, μάλιστα δὲ τοῦ μηροῦ, ἄσαρκόν τε ἅπαν τὸ σκέλος καὶ ἄμυον καὶ ἐκτεθηλυσμένον καὶ λεπτὸν γίνεται, | 66 | |
20 | ἅμα μὲν διὰ τὴν στέρησιν τοῦ ἄρθρου, ἅμα δὲ ὅτι ἀδύνατον χρῆσθαί ἐστιν, ὅτι οὐ κατὰ φύσιν κεῖται. καὶ διὰ τούτων πᾶσιν ἐπιλέγει· εἰ δὲ νηπίοις ἡ συμφορὴ αὕτη γίνεται, οἱ πλεῖστοι καταμβλακεύουσι τὴν ὄρθωσιν τοῦ σώματος, ἀλλὰ εἰλέονται ἐπὶ τὸ ὑγιὲς σκέλος, | |
25 | τῇ χειρὶ πρὸς τὴν γῆν ἀπερειδόμενοι τῇ κατὰ τὸ ὑγιὲς σκέλος. καταμβλακεύουσι δὲ ἔνιοι τὴν εἰς τὸ ὀρθὸν ὁδοιπορίην, καὶ οἷς ἂν τετελειωμένοις αὕτη ἡ συμφορὴ γίνηται. τὰ μὲν σημεῖα ταῦτα ἐκτέθειται· τὸν δὲ καταρτισμόν, ὃν τρόπον δεῖ ποιεῖσθαι, διὰ τούτων δεδήλωκεν· | |
30 | μηροῦ δὲ ὀλίσθημα κατ’ ἰσχίον ὧδε χρὴ ἐμβάλλειν, ἢν εἰς τὸ ἔσω μέρος ὠλισθήκῃ. ἀγαθὴ μὲν ἥδε κατὰ φύσιν καὶ δικαίη 〈ἡ〉 ἐμβολὴ καὶ δή τι ἀγωνιστικὸν ἔχουσα, ὅστις γε καὶ τοῖς τοιούτοις ἥδεται κομψευόμενος. κρεμάσαι χρὴ τὸν ἄνθρωπον τῶν ποδῶν πρὸς μεσόδμην δεσμῷ μαλθακῷ, δυνατῷ δὲ καὶ | |
35 | πάχος ἔχοντι. τοὺς δὲ πόδας χρὴ διέχειν ἀλλήλων ὅσον τέσ‐ σαρας δακτύλους ἢ καὶ ἔλασσον. χρὴ δὲ καὶ ἐπάνωθεν τῶν ἐπιγουνίδων προσπεριβεβλῆσθαι πλατεῖ ἱμάντι καὶ μαλ‐ θακῷ, ἀνατείνοντα πρὸς τὴν μεσόδμην, τὸ δὲ σκέλος τὸ σινα‐ ρὸν ἐντετάσθαι ὡς δύο δακτύλους μᾶλλον τοῦ ἑτέρου. ἀπὸ δὲ | |
40 | τῆς γῆς ἀπεχέτω τὴν κεφαλὴν ὡς δύο πήχεις ἢ ὀλίγῳ πλεῖον ἢ ὀλίγον ἔλασσον. τὰς δὲ χεῖρας παρατεταμένας παρὰ τὰς πλευρὰς καταλελαμμένος ἔστω μαλακῷ τινι. πάντα δὲ ταῦτα ὑπτίῳ κατακειμένῳ κατασκευασθήτω, ὡς ὅτι ἐλάχιστον χρό‐ νον κρέμηται. ὅταν δὲ κρεμασθῇ, ἄνδρα χρὴ εὐπαίδευτον καὶ | |
45 | μὴ ἀσθενέα, ἐρείσαντα τὸν πῆχυν μεταξὺ τῶν μηρῶν, ἔπειτα | |
θέσθαι τὸν πῆχυν μεσηγὺ τοῦ τε περιναίου καὶ τῆς κεφαλῆς τοῦ μηροῦ τῆς ἐξεστηκυίης, ἔπειτα συνάψαντα τὴν ἑτέρην | 68 | |
20 | χεῖρα πρὸς | τὴν διῃρ[η]μένην, παραστάντα ὀρθῶς παρὰ τὸ σῶμα τοῦ κρεμαμένου ἐξαπίνης ἐκκρεμασθέντα, μετέωρον αἰωρηθῆναι ὡς ἰσορροπώτατα. αὕτη μὲν ἡ ἐμβολὴ παρέχεται, ὅσα χρὴ κατὰ φύσιν. αὐτό τε γὰρ τὸ σῶμα κρεμάμενον κατά‐ | |
5 | τασιν ποιεῖται, ὁ δὲ κρεμασθεὶς ἅμα μὲν τῇ κατατάσει ἀν‐ αγκάζει ὑπεραιωρεῖσθαι τὴν κεφαλὴν τοῦ μηροῦ ὑπὲρ τῆς κοτύλης, ἅμα δὲ τῷ ὀστέῳ τοῦ πήχεος ἀπομοχλεύει καὶ ἀν‐ αγκάζει ἐς τὴν ἀρχαίην φύσιν ὀλισθάνειν. ταῦτα μὲν ἐπὶ τοσοῦ‐ τον ὑπὸ τοῦ Ἱπποκράτους διασεσάφηται· δεῖ δὲ τὸν προκείμενον | |
10 | καταρτισμόν, καθάπερ ἔχει τὸ ὑποδεδειγμένον ὑπόδειγμα, τὸν τρόπον τοῦτον ποιεῖσθαι. | |
11 | Ἐπειδὴ πλειστάκις εἴρηκεν τὸν μηρὸν εἰς τὸ ἔσω μέρος ὀλισθάνειν, καταλέγων πλείονας ἐμβολὰς ἐπὶ τούτου τοῦ τρόπου προσυπογέγραφεν. ἐχομένως γὰρ τὴν διὰ τοῦ ἀσκοῦ γενομένην ἐμβολήν, καίτοι γε οὐκ | |
15 | εὐαρεστουμένην αὐτῷ κατὰ πᾶν, διὰ τούτων ἐκτέθειται· εὐδοκιμεῖ δὲ καὶ ἀσκῷ τοῦτο τὸ ἄρθρον ἐμβάλλεσθαι· καὶ ἤδη μέν τινας εἶδον, οἵτινες ὑπὸ φαυλότητος καὶ τὰ ἔξω κεκλιμένα καὶ τὰ [μὴ] εἰς τοὔπισθεν ἀσκῷ ἐμβάλλειν ἐπειράθησαν οὐ γινώσκοντες αὑτοῖς, ὅτι | |
20 | ἐξέβαλλον 〈μᾶλλον〉 ἢ εἰσέβαλλον. ὁ μέντοι πρῶτος ἐπινοήσας δῆλον ὅτι πρὸς τὰ ἔσω ὠλισθηκότα ἀσκῷ ἐμβάλλειν ἐπειρή‐ σατο. ἐπίστασθαι μὲν οὖν χρὴ ὡς χρηστέον ἀσκῷ, εἰ δέοι χρῆσθαι· διαγιγνώσκειν δὲ χρὴ ὅτι ἕτερα πολλὰ ἀσκοῦ κρέσσω. οὐ λίαν δὲ ἐγκρίνων τὴν διὰ τοῦ ἀσκοῦ ἐμβολήν, ὅμως περὶ | |
25 | αὐτῆς οὕτως ἀποφαίνεται· χρὴ δὲ τὸν ἀσκὸν ἐνθεῖναι εἰς τοὺς μηροὺς ἀφύσητον ὄντα, ὡς ἂν δύνηται ἀνωτάτω πρὸς τὸν περίναιον ἄνω ἀνάγοντα, | |
ἀπὸ δὲ τῶν ἐπιγουνίδων ἀρξάμενον ταινίῃ πρὸς ἀλλήλους τοὺς μηροὺς καταδῆσαι μέχρι τοῦ ἡμίσεος, ἔπειτα δὲ ἐν δυοῖν | 70 | |
30 | ποδεώνοιν τοῖν λελυμένοιν αὐλῷ ἐκ χαλκίου φῦσαν εἰσα‐ ναγκάζειν ἐς τὸν ἀσκόν· τὸν δὲ ἄνθρωπον πλάγιον κατα‐ κεῖσθαι, τὸ σιναρὸν σκέλος ἐπιπολῆς ἔχοντα. ἡ μὲν παρα‐ σκευὴ αὕτη. σκευάζονται δὲ τάχιον οἱ πλεῖστοι ἢ ὡς ἐγὼ εἴρηκα. οὐ γὰρ καταδέουσι τοὺς μηροὺς ἐπὶ συχνῶν, ἀλλὰ | |
35 | μόνον τὰ γόνατα, οὐδὲ κατατείνουσιν. χρὴ δὲ καὶ προκατα‐ τείνειν. ὅμως δὲ ἤδη τινὲς ἐνέβαλλον ῥηϊδίου πράγματος ἐπιτυχόντες. ὃν τρόπον δ’ ἄν τις χρήσαιτο τῇ διὰ τοῦ ἀσκοῦ ἐνθέσει, τὸ ὑποτεταγμένον ὑπόδειγμα περιέχει. | |
38 | Ἐχομένως δὲ ἄλλης ἐμβολῆς διὰ τούτων μνημονεύει· | |
40 | ἐμ〈β〉άλλεται δὲ μηροῦ ἄρθρον καὶ τόνδε τὸν τρόπον, ἢν εἰς τὸ ἔσω ὀλίσθῃ ἢ καὶ εἰς τὸ ἔμπροσθεν. | | |
21 | κλίμακα χρὴ κατορύξαντα περικαθίσαι τὸν ἄνθρωπον, εἶτα τὸ μὲν ὑγιὲς σκέλος ἡσύχως κατατείνοντα προσδῆσαι, ὅπου ἂν ἁρμόσῃ, ἐκ δὲ τοῦ σιναροῦ κεράμιον ὕδωρ ἐγχέας ἐκκρεμά‐ σαι ἢ σφυρίδα λίθους ἐμβαλών. 〈τοῦτον〉 τὸν τρόπον δὲ δεῖ καὶ | |
5 | τὸν προκείμενον καταρτισμὸν ποιεῖσθαι. | |
5 | Ἐχομένως δὲ καὶ ἄλλου τρόπου διὰ τούτων μνημονεύει· ἕτερος τρόπος ἐμβολῆς, ἢν εἰς τὸ ἔσω ὀλίσθῃ· στρωτῆρα χρὴ διαδῆσαι μεταξὺ δύο στύλων ὕψος ἔχοντα σύμμετρον. προ[σ]εχέτω δὲ τοῦ στρωτῆρος κατὰ | |
10 | τὸ ἓν μέρος ὅσον πυγαῖον. περιδήσας δὲ περὶ τὸ στῆθος τοῦ ἀν‐ θρώπου ἱμάτιον ἐπικαθίσαι ἐπὶ τὸ προέχον τοῦ στρωτῆρος, εἶτα προσβάλλειν τὸ στῆθος πρὸς τὸν στύλον πλατέῃ ταινί〈ῃ〉, | |
ἔπειτα τὸ μὲν ὑγιὲς σκέλος κατεχέτω τις, ὡς μὴ περισφάλληται, ἐκ δὲ τοῦ σιναροῦ ἐκκρεμάσαι βάρος, ὅσον ἁρμόζει. δεῖ δὲ καὶ | 72 | |
15 | ταύτην τὴν ἐμβολὴν οὕτως καταρτίζεσθαι. | |
15 | Ὃν τρόπον δὲ ἐπὶ ὤμου πλείονας ἐμβολὰς τάξας ἐπὶ πᾶσι κράτιστον καταρτισμὸν κατεχώρισεν, οὕτως καὶ ἐπὶ μηροῦ τὸ ὅμοιον πεποίηκεν. ἀπὸ γὰρ τῶν ἁπλῶν ἐπὶ τὴν ὀργανικὴν κατήντηκεν κατάτασιν καὶ μοχλείαν, ἥτις βιαιοτέρας ἀνάγκας ἔχει καὶ πρὸς τῶν ἄλλων 〈μ〉ὲν | |
20 | ἄρθρων καταρτισμὸν καὶ πρὸς μηροῦ δὲ ἐξηρθρηκότος ἐμβολάς. ὅθεν ἐχομένως τοῦ Ἱπποκράτους περὶ τῆς τοῦ ὀργάνου κατασκευῆς μνημο‐ νεύοντος, πρότερον τὸ ὑπόδειγμά σοι καταγραφήσεται, εἶτε〈ν〉 αἱ γινό‐ μεναι διὰ τούτου τοῦ μηροῦ ἐμβολαί. διασαφεῖ δὲ οὕτως· εἴρηκα δὲ καὶ πρόσθεν ἤδη ὅτι | |
25 | ἐπάξιον, ὅστις ἐν πόλει 〈πολυ〉ανθρώπῳ ἰητρεύει, ξύλον κεκτῆσθαι τετράγωνον ὡς ἑξάπηχυ ἢ ὀλίγῳ [ἢ] μεῖζον, εὖρος δὲ δίπηχυ, πάχος δὲ ἀρκέσει σπιθαμιαῖον· ἔπειτεν κατὰ μῆκος μὲν ἔνθεν καὶ ἔνθεν τομὴν ἔχειν, ὡς μὴ ὑψηλοτέρη[ν] τοῦ καιροῦ ἡ μηχανὴ ᾖ· ἔπειτα φλιὰς βαθείας, ἰσχυρὰς καὶ ἰσχυ‐ | |
30 | ρῶς ἐνηρμοσμένας, ὀνίσκον ἔχειν ἑκατέρωθεν. ἔπειτα ἀρκεῖ μὲν ἐν τῷ ἡμίσει τοῦ ξύλου, οὐδὲν δὲ κωλύει καὶ διὰ παντός, ἐντετμῆσθαι ὥσπερ καπέτους μακρὰς ἢ πέντε ἢ ἕξ, διαλει‐ πούσας ἀπ’ ἀλλήλων ὡς τέσσαρας δακτύλους· αὐτὰς δὲ ἀρκεῖ εὖρος τριδακτύλους εἶναι καὶ βάθος οὕτως. ἔχειν δὲ κατὰ | | |
22 | μέσον τὸ ξύλον καὶ καταγλυφὴν βαθυτέρην ἔτι τετράγωνον ὡς τριῶν δακτύλων, καὶ ἐς μὲν τὴν καταγλυφὴν ταύτην, ὅταν προσδεῖν 〈δέῃ〉, ξύλον ἐμπηγνύντα ἐναρμόσον τῇ καταγλυφῇ, τὸ δὲ ἄνω στρογγύλον ἐμπηγνύναι, ὡς ἄν ποτε δοκῇ συμφέ‐ | |
5 | ρειν μεσηγὺ τοῦ περιναίου καὶ τῆς κεφαλῆς τοῦ μηροῦ. τοῦτο τὸ ξύλον ἑστεὸς κωλύσει τὴν ἐπίδοσιν ἐπιδιδόναι τὸ σῶμα | |
τοῖς πρὸς ποδῶν ἕλκουσιν. ἐνίοτε γὰρ ἀρκέσοι ἂν αὐτὸ τὸ ξύλον τοῦτο ἀντὶ τῆς ἄνωθεν ἀντικατατάσιος· ἐνίοτε δὲ καὶ κατατεινομένῳ ἔνθεν καὶ ἔνθεν αὐτὸ τὸ ξύλον τοῦτο χαλαρὸν | 74 | |
10 | ἐγκείμενον ἐν τῇ ῥοπῇ ἐκμοχλεύειν ἐπιτήδειον ἂν εἴη τὴν κεφαλὴν τοῦ μηροῦ εἰς τὸ ἔξω μέρος. διὰ τοῦτο γὰρ καὶ αἱ κάπετοι ἐντέτμηνται, ὡς, καθ’ ὁποίην ἂν αὐτῶν ἁρμόττῃ, ἐμβαλλόμενος ὁ ξύλινος μοχλὸς μοχλεύει [ἡ] παρὰ τὰς κεφα‐ λὰς τῶν ἄρθρων ἐρειδόμενος ἅμα τῇ κατατάσει, ἤν τε εἰς τὸ | |
15 | ἔξω μέρος ἐκμοχλεῦσαι καὶ ἤν τε στρογγύλον τὸν μοχλὸν συμφέρῃ εἶναι ἤν τε πλάτος ἔχοντα. ἄλλος γὰρ ἄλλῳ[ς] τῶν ἄρθρων ἁρμόσει. εὔχρηστος δέ ἐστιν ἐς πάντων 〈τῶν〉 ἄρθρων ἐμβολὴν τῶν κατὰ τὰ σκέλεα αὕτη ἡ μόχλευσις σὺν τῇ κατα‐ τάσει. περὶ οὗ μὲν οὖν ὁ λόγος ἐστίν, στρογγύλος ἁρμόσειεν | |
20 | ὁ μοχλὸς εἶναι. τῷ μέντοι ἔξωθεν ἐκπεπτωκότι ἄρθρῳ πλατὺς ἁρμόσει εἶναι. ἀπὸ τούτων τῶν μηχανῶν καὶ ἀναγκέων οὐδὲν ἄρθρον μοι δοκεῖ οἷόν τε εἶναι ἀπορηθῆναι ἐμπεσεῖν. ἡ μὲν οὖν ὑπὸ τοῦ Ἱπποκράτους γεγενημένη τῆς ὀργανικῆς σανίδος ἐπίνοια διὰ τούτων σεσήμανται. ἡ δὲ τούτου τοῦ ὀργάνου κατασκευὴ τὸν ὑπο‐ | |
25 | δεδειγμένον τρόπον ἔχει. | |
25 | Ἡ μὲν τοῦ ὀργάνου κατασκευὴ τοῦτον ἔχει τὸν τρόπον. ὁ δὲ ἐπ’ αὐτοῦ γινόμενος τοῦ μηροῦ καταρτισμὸς διὰ τῶν ἐχομένων ὑποδειχθή‐ σεταί σοι. οὐ γὰρ μόνον οἴεται ἐπὶ τῆς εἰς τὸ ἔσω τοῦ μηροῦ ἐξαρ‐ θρήσεως τὴν ἐπὶ τῆς προκειμένης σανίδος κατάτασιν καὶ μοχλείαν ἀρκεῖν, | |
30 | ἀλλὰ καὶ ἐπιπησσομένων ἐξ ἑκατέρου μέρους φλιῶν ἐχουσῶν κλιμακτῆρα καὶ πλαγίου τοῦ ἀνθρώπου κατατεινομένου. προφέρεται δὲ ἐχομένως περὶ αὐτοῦ τὸν τρόπον τοῦτον· ἔχοι ἄν τις καὶ ἄλλους τρόπους τοῦ ἄρθρου τούτου ἐμβολῆς. εἰ γὰρ τὸ ξύλον τὸ μέγα τοῦτο ἔχοι κατὰ μέσον | |
35 | κατὰ πλάγιον φλιὰς δύο ὡς ποδιαίας, ὕψος δὲ ὅπως δοκοίη συμφέρει〈ν〉, τὴν μὲν ἔνθεν, τὴν δὲ ἔνθεν, καὶ ἔπειτα ξύλον πλάγιον ἐνείη ἐν ταῖς φλιαῖς ὥσπερ κλιμακτήρ, ἔπειτα εἰ διέρ[ι]σειε τὸ ὑγιὲς σκέλος μεσηγὺ τῶν φλιῶν, τὸ δὲ σιναρὸν ἄνωθεν τοῦ κλιμακτῆρος ἔχοι ἐναρμόσον ἀπαρτὶ πρὸς τὸ | 76 |
40 | ὕψος καὶ [τὸ] πρὸς τὸ ἄρθρον, 〈ᾗ〉 ἐκπεπτώκει· ῥηΐδιον δὲ ἁρμόσει· τὸν κλιμακτῆρα ὑψηλότερόν τινι χρὴ ποιεῖν τοῦ | | |
23 | μετρίου καὶ ἱμάτιον πολύπτυχον, ὡς ἂν ἁρμόσῃ, ὑποτείνειν ὑπὸ τὸ σῶμα. ἔπειτα χρὴ ξύλον ἔχον[τα] πλάτος μέτριον καὶ μῆκος ἄχρι τοῦ σφυροῦ ὑποτεταμένον ὑπὸ τὸ σκέλος εἶναι ἱκνούμενον ἐπέκεινα ἐπὶ τῆς κεφαλῆς τοῦ μηροῦ, ὡς οἷόν τε· | |
5 | προσκαταδεδέσθαι δὲ πρὸς τὸ σκέλος, ὁποσαχῶς ἂν μετρίως ἔχῃ· καὶ ἔπειτα κατατεινομένου τοῦ σκέλους εἴτε ξύλῳ ὑπερο‐ ειδεῖ εἴτε τούτων τινὶ τῶν κατατασίων ὁμοῦ καταναγκάζε‐ σθαι τὸ σκέλος περὶ τὸν κλιμακτῆρα εἰς τὸ κάτω μέρος σὺν τῷ ξύλῳ τῷ προσδεδεμένῳ· τὸν δέ τινα κατέχειν τὸν ἄνθρω‐ | |
10 | πον ἀνωτέρω τοῦ ἄρθρου κατὰ τὸ ἰσχίον. καὶ οὕτως ἡ κατά‐ τασις ἅμα μὲν ὑπεραιωρέοι ἂν τὴν κεφαλὴν τοῦ μηροῦ 〈ὑπὲρ τῆς κοτύλης, ἅμα δὲ ἡ μόχλευσις ἀπωθέοι τὴν κεφαλὴν τοῦ μηροῦ〉 εἰς τὴν ἀρχαίαν φύσιν [τοῦ μηροῦ]. αὗται πᾶσαι αἱ εἰρημέναι ἀνάγκαι ἰσχυραὶ καὶ κρέσσους τῆς συμφορῆς, ἤν | |
15 | τις ὀρθῶς καὶ καλῶς σκευάζηται. ὥσπερ δὲ καὶ πρόσθεν ἤδη εἴρηται, πολὺ ἀπὸ ἀσθενεστέρων κατατασίων καὶ φαυλο‐ τέρης κατασκευῆς πλείστοισιν ἐμπίπτει. Θαυμάζω δὲ ἐπὶ τοῖς τὴν πολυθρύλητον ἀνατομὴν ἐναγκαλιζομένοις Ἡροφιλείοις, μάλιστα δὲ ἐπὶ Ἡγήτορι. ἐν γὰρ τῷ Περὶ αἰτιῶν | |
20 | περὶ μηροῦ ἐξαρθρήσεως οὕτως ἐμέμνητο τὰ ὑποτεταγμένα διασαφῶν· „διὰ τί δὲ οὐκ ἐπιβάλλονται ζητεῖν ἄλλην τινὰ ἐμβολὴν τῆς τοῦ μηροῦ κεφαλῆς παρὰ τὰς νυνὶ καταπεπτωκυίας, καθ’ ἥν, ὅταν ἐκπέσῃ, ἐμβλη‐ θεῖσα μένει, οἱ μόνον αὐτῇ τῇ τριβῇ προσχρώμενοι, θεωροῦντες ἐκ τοῦ ἀνὰ | |
λόγον ἐμβαλλόμενα καὶ μένοντα τήν τε κάτω σιαγόνα καὶ τὴν τοῦ | 78 | |
25 | βραχίονος κεφαλήν, ἔτι δὲ ἀγκῶνα καὶ γόνυ καὶ τῶν δακτύλων ἕκαστον καὶ σχεδὸν τὰ πλεῖστα τῶν εἰθισμένων ἐκπίπτειν ἄρθρων; οὐδὲν γὰρ ἔχοντες αὑτοῖς ἐπιλογίσασθαι, διὰ τί ποτε μόνον τοῦτο τῶν ἄρθρων ἐκπεσὸν καὶ πάλιν ἐμβληθὲν οὐ δύναται μένειν, τῷ δὲ πλεονάκις ἐπὶ τῶν λοιπῶν ἄρθρων γινομένῳ προσχρησάμενοι ἥξουσιν κατά τι πιθανὸν | |
30 | ἐπὶ τὸ νομίσαι, μή ποτε ὑπάρχῃ βελτίων ἐμβολή, καθ’ ἣν δυνήσεται μένειν τὸ ἄρθρον, ἐχόμενοι τοῦ κατὰ τὸ πλεῖστον ἐπὶ τῶν λοιπῶν συμβαίνοντος. εἰ δὲ ἐπενόησαν τὴν αἰτίαν ἐξ ἀνατομῆς, διότι συμβέβηκεν ἐκ τῆς κεφαλῆς τοῦ μηροῦ νεῦρον ἐκπεφυκέναι, ὃ ἐμφύεται εἰς μέσην τὴν κοτύλην· οὗ μένοντος μὲν ἀδύνατόν ἐστιν ἐκπεσεῖν τὸν μηρόν, δια‐ | |
35 | σπασθὲν δὲ οὐκ ἐνδέχεται σύμφυσιν λαβεῖν, μὴ γεγενημένης δὲ τῆς συμφύσεως ἀδυνατεῖ[ν] πάλιν κατὰ χώραν μένειν τὸ ἄρθρον, ὥστε φανερᾶς τῆς αἰτίας γενομένης ἀποστῆναι καθόλου τοῦ ἐμβάλλειν ἐκπε‐ σόντα μηρὸν καὶ μὴ κατακολουθεῖν ἀδυνάτοις ἐπιβολαῖς.“ ἐν τούτοις | |
24 | ὁ Ἡγήτωρ | οὐ μόνον πεπλάνηται, ἀλλὰ καὶ τοὺς φιλιατροῦντας ὅσον ἐφ’ ἑαυτῷ διέστρεφεν· ἔτι δὲ καὶ τῶν ὑπὸ Ἱπποκράτους ἐν τῷ Περὶ ἄρθρων εἰρημένων οὐδαμῶς κεκράτηκεν, ἀλλὰ καὶ ἀπὸ ἀνομολόγων τὴν ἐπιχείρησιν ἐν τοῖς προκειμένοις εὐηθέστερον συνίσταται· ἵνα δὲ μὴ πολυ‐ | |
5 | γραφῶμεν, κεφαλαιώδεις τὰς πρὸς αὐτὸν ὑπομνήσεις ποιησόμεθα. Οἱ γὰρ αὐτῇ μόνῃ τῇ τριβῇ προσχρώμενοι, μένοντες ἐπὶ τῶν ἐμ‐ πείρως παρατετηρημένων, οὔθ’ ὁμολογήσουσιν, ὅτι καθόλου μηρὸς ἐξ‐ αρθρήσας καταρτισθεὶς πάλιν ἐκπίπτει, οὔτε πάλιν ἐμβολὴν παρήσονται, ποτὲ τοῦ προκειμένου μὴ κρατηθέντος. εἰ δὲ τοῦτο ἀληθές ἐστιν, ὅπερ | |
10 | καὶ βούλεται, οὐδ’ ἂν οὕτως ἐγενήθησαν οἱ τῇ παρατηρήσει συγχρώ‐ μενοι, ἀλλ’ ὃν τρόπον καὶ τὰ ἐπὶ τῶν 〈λοιπῶν〉 ἄρθρων αὐτοῖς τεθεώ‐ ρηται, οὕτως καὶ τὰ ἐπὶ μηροῦ ἰδίως παρακολουθοῦντα κατειλῆφθαι πιθανόν ἐστιν, ὥστε μὴ βουλεύεσθαι 〈αὐ〉τοὺς τῇ γνώμῃ ζητοῦντας βελτίονα ἐμβολήν, μένειν δὲ ἐπὶ τοῦ θεωρηθέντος ἐμπείρως. ὅτι δὲ μηρὸς | |
15 | ἐξαρθρήσας καὶ ἐντεθεὶς πάλιν κατ’ ἀνάγκην ἐκπίπτει, οὔτε τὸ γινόμενον οὔθ’ ἡ τῶν ἀρχαίων ἱστορία τοῦτο περιέχει. εἰ γάρ τινι καὶ ἄλλῳ, περὶ τῶν ἄρθρων ἐπιμελὲς γέγονεν καὶ Ἱπποκράτει· οὕτως δὲ φιλαλήθης ὑπάρχων καὶ τὰ[ς] ἐπὶ τῶν λοιπῶν ἰδιώματα διασαφῶν οὐδὲν περὶ μηροῦ δεδήλωκεν, ὅτι οὐκ ἂν δύναιτο καθόλου κρατεῖσθαι, ἀλλ’ ἐκ τῶν | 80 |
20 | ἐναντίων ἐκπεπνευμάτωκέν πως ἐπὶ τῶν τοῦ μηροῦ ἐμβολῶν, ὥστε καὶ ὀργανικὴν ἐπίνοιαν ποιήσασθαι. καὶ ἔτι γε ἐπὶ τῶν μὴ κρατηθέντων καθ’ ἕκαστον ἐξαρθρήσεως τρόπον τὴν παρακολουθοῦσαν ἐν τῇ πηρώσει χωλείαν ἐκτέθειται. καὶ ἐπὶ ὤμου δὲ τὸ παραπλήσιον ἱστορῶν οὕτως φησίν· οἷς δ’ ἂν ὦμος καταπορηθῇ | |
25 | ἐμβληθῆναι—καὶ πάλιν οὕτως· οἷς δ’ ἂν ἀνδράσιν ἤδη ἐοῦσιν ἐκπέσῃ ὦμος καὶ μὴ ἐμβληθῇ. εἰ δέ ποτέ φησιν μὴ κρατεῖσθαι τὴν τοῦ μηροῦ ἐξάρθρησιν, τὸ ἐναντίον γε πάλιν γίνεσθαι παρίστησιν· οὐκ ἐπὶ μὲν γὰρ τῆς πεπαλαιωμένης τοῦ ὤμου ἐξαρθρήσεως τὸ συμβαῖνον ἐπιγράφει, ἐπὶ δὲ μηροῦ τὸ γινόμενον | |
30 | παρέπεμψεν ἄν, καὶ ταῦτα τὴν πρόγνωσιν ἐν ἀναγκαίῳ τιθέμενος χάριν τοῦ τὴν τῶν ἰδιωτικῶν ἐκφυγεῖν μέμψιν. ἀλλὰ μὴν ἐν τῷ ἐπὶ πᾶσιν ὤμου καταρτισμῷ οὕτως ἐκτέθειται· τὰ μὲν οὖν νεαρὰ ἐμπίπτει τε θᾶσσον 〈ἢ〉 ὡς ἄν τις οἴοιτο, ἀτὰρ καὶ τὰ παλαιὰ μόνη αὕτη τῶν ἐμβολέων οἵη τε ἐμβι‐ | |
35 | βάσαι. καὶ ἐπιλέγει τινὰ οὕτως διὰ τῶν ἐφεξῆς· οὐ μὴν ἀλλ’ ἐμβάλλειν γάρ μοι δοκεῖ καὶ οὕτως πεπαλαιωμένον βραχίονα. τί γὰρ καὶ ἡ μόχλευσις οὐκ ὀνή‐ σειεν; μένειν μέντοι γε οὐκ ἄν μοι δοκοίη κατὰ χώρην, ἀλλ’ ὀλι‐ σθάνειν ἐς τὸ ἔθος. εἰ τοίνυν μηρὸς ἐξαρθρήσας καὶ ἐντεθεὶς οὐκ ἔμενεν | |
40 | κατὰ χώραν, οὔτε ἂν πλείονας καὶ ποικίλας ἐμβολὰς ἐκτέθειτο πρὸς τὸ μηδὲν φιλοτεχνῶν οὔτ’ ἂν ἀπέστη τοῦ τὴν ἀλήθειαν σημᾶναι. ὅτι γὰρ ἐν τοῖς τοιούτοις μάλιστά πως φιλαλήθως ἵσταται, ὃ καὶ κατατρέχει τῶν ἀλαζονικώτερον ἱσταμένων ἐν τοῖς καταρτισμοῖς ἰατρῶν, δι’ ὧν φησιν | |
25 | οὕτως ἐν τοῖς αὐτοῖς ἐπὶ ῥάχεως | κυφώσεως πάρεστι σκοπεῖν· τοῦτο μὲν γὰρ αἱ ἐν τῇ κλίμακι κατα‐ | |
τάσιες οὐχ ἕνα πω ἐξίθυναν, ὧν ἐγὼ οἶδα. χρῶνται δὲ οἱ ἰητροὶ αὐτῇ μάλιστα οὕτως ἐπιθυμοῦντες ἐκχαυνοῦν τὸν πο‐ | 82 | |
5 | λὺν λαόν. τοῖσι γὰρ τοιούτοις θαυμαστά ἐστιν, ἂν ἢ κρεμά‐ μενον ἢ ῥιπτούμενον ἴδωσιν ἢ ὅσα τοιούτοις ἔοικεν· καὶ ταῦτα κληΐζουσιν ἀεὶ καὶ οὐκέτι αὐτοῖς μέλει, ὁποῖόν τι ἀπέβη ἀπὸ τοῦ χειρίσματος, εἴτε κακὸν εἴτε ἀγαθόν. οἱ μέντοι ἰητροὶ οἱ τὰ τοιαῦτα ἐπιτηδεύοντες σκαιοί εἰσιν, οὕς γε ἐγὼ ἔγνων. καὶ ἐπὶ | |
10 | ποσὸν διελθὼν πάλιν λέγει· αὐτὸς μέντοι κατῃσχύνθην πάντα τὰ τοιουτότροπα ἰητρεύειν διὰ τοῦτο, ὅτι πρὸς ἀπατεώνων μᾶλλον οἱ τρόποι οἱ τοιοῦτοι. ὅμως δὲ μετὰ ταῦτα τὸν τρόπον ὑπογράψας, εἰ δέοι διὰ τῆς κλίμακος κατασείειν, οὐδαμῶς τῆς ἀληθείας ἀφιστάμενος οὕτως ἐκτίθεται· | |
15 | αἰσχρὸν μέντοι ἐν πάσῃ τέχνῃ καὶ οὐχ ἥκιστα ἐν ἰητρικῇ πολὺν ὄχλον παρασχόντα καὶ πολλὴν ὄψιν καὶ πολὺν λόγον ἔπειτα μηδὲν ὠφελῆσαι. οὐ τῆς Ἱπποκράτους τοίνυν ψυχῆς ἦν ἐπὶ μὲν τῶν προκειμένων οὕτως διεστάλθαι, ἐπὶ δὲ μηροῦ τῷ παραπλησίῳ τρόπῳ συγχρώμενον ἀπράκ‐ | |
20 | τως μηδὲν προσπεποιῆσθαι. ἀλλὰ μὴν περὶ τῆς πρώτης ἐμβολῆς δια‐ σαφῶν οὕτως ἐνῆρ〈κ〉ται· μηροῦ δὲ ὀλίσθημα κατ’ ἰσχίον ὧδε χρὴ ἐμβάλλειν, ἢν εἰς τὸ ἔσω μέρος ὠλισθήκῃ. ἀγαθὴ μὲν κατὰ φύσιν καὶ δικαίη 〈ἡ〉 ἐμβολὴ καὶ δή τι ἀγωνιστικὸν ἔχουσα, ὅστις γε καὶ τοῖς τοι‐ | |
25 | ούτοις ἥδεται κομψευόμενος. κρεμάσαι χρὴ τὸν ἄνθρωπον πρὸς μεσόδμην. ἀλλ’ εἴπερ οὗτος ὁ τῆς ἐμβολῆς τρόπος ἢ καί τινες τῶν διηριθμημένων ὑπ’ αὐτοῦ πρὸς τὸ μηδὲν ἦσαν ἐπινενοημένοι, πάν‐ τως ἂν ἐδήλωσεν, ὃν τρόπον καὶ ἐπὶ τῆς τῶν σφονδύλων διορθώσεως λέγων οὕτως· ἔγραψα ἐπίτηδες | |
30 | τοῦτο. καλὰ γὰρ ταῦτα τὰ μαθήματά ἐστιν, ἃ πειρηθέντα ἀπορηθέντα ἐφάνη καὶ διὰ τί ἠπορήθη. οὐ μὴν ἀλλ’ ἐπεὶ μάλιστά | |
πως περιεργότερον ἐπὶ τῶν μὴ κρατηθέντων περὶ τὴν ἐξάρθρησιν μη‐ ρῶν τὰ παρακολουθοῦντα διηρίθμη[ν]ται, σκεψώμεθα, ὃ ἐπιφωνεῖ ἐπὶ τῆς εἰς τὸ ὀπίσω τοῦ μηροῦ ἐξαρθρήσεως. καθάπερ δὲ καὶ ἐπὶ τῶν | 84 | |
35 | λοιπῶν τρόπων, τὸ παραπλήσιον καὶ ἐπὶ τοῦ προκειμένου οὕτως προ‐ κατακεχώρικεν· ᾧ μὲν οὖν ἂν 〈τε〉 τελειωμένῳ ἤδη ἐκπεσὸν μὴ ἐμπέσῃ. καὶ πάλιν οὕτως· οἷς δ’ ἂν ἐκ γενετῆς ἢ ἄλλως πως ἀναυξήτοις ἔτι οὖσιν ὀλίσθῃ τὸ ἄρθρον καὶ μὴ ἐμπέσῃ. | |
40 | εἰ δ’ ἐπὶ πασῶν τῶν τοῦ μηροῦ ἐξαρθρήσεων τὸ μὴ κρατεῖσθαι παρ‐ ηκολούθει, οὐκ ἄν ποτε ἐπὶ τῶν μὴ καταρτισθέντων τὰ τῆς παρεζευγ‐ μένης χωλείας ἰδιώματα διηρίθμητο. ἀλλὰ τὰ μὲν ἐπὶ τῶν κρατηθέντων δηλούμεν〈α〉 συνακτικὰ καθίσταται τοῦ καταρτίζεσθαι μηρὸν ἐξαρθρή‐ σαντα· οὐ μὴν ἀλλ’ ἵνα μὴ ματαιοπόνος φαίνηται ἐπὶ τῶν μὴ κρατη‐ | |
45 | θέντων ἐν ταῖς χώραις ἐπ’ ἀκριβὲς διεληλυθώς, οὕτως μεθ’ ὑπεξαιρέσεως ἐπιλέγει· φαίη μὲν οὖν τις | |
26 | ἔξω ἰατρικῆς τὰ τοιαῦτα εἶναι. τί γὰρ [τι] δῆθεν δεῖ | περὶ τῶν ἤδη ἀνηκέστων γεγονό〈των〉 ἔτι προ〈σ〉ξυνιέναι; πολλοῦ δὲ δεῖ οὕτως ἔχειν· τῆς γὰρ αὐτῆς γνώμης καὶ ταῦτα συνιέναι· οὐ γὰρ οἷόν τε ἀπαλλοτριωθῆναι ἀπ’ ἀλλήλων. δεῖ μὲν γὰρ | |
5 | τὰ ἀκεστὰ μηχανᾶσθαι, ὅπως μὴ ἀνήκεστα ἔσται, συνιέντα ὅπῃ ἂν μάλιστα κωλύσῃ ἐς τὸ[ν] ἀνήκεστον ἐλθεῖν. δεῖ δὲ τὰ ἀνήκεστα συνιέναι, ὡς μὴ μάτην λυμαίνηται. τὰ δὲ προβλή‐ ματα λαμπρὰ καὶ ἀγωνιστικὰ ἀπὸ τοῦ γινώσκειν, ὅπῃ ἂν ἕκαστα καὶ ὁπότε καὶ ὅπως τελευτήσει, ἤν τε ἐς τὸ ἀκεστὸν | |
10 | τράπηται ἤν τε εἰς τὸ ἀνήκεστον. τούτων δὲ οὕτως ἐχόντων, εἴπερ μηρὸς ἐξαρθρήσας καὶ καταρτισθεὶς οὐκ ἔμενεν κατὰ χώραν, ῥητῶς ἂν ὁ ἰατρὸς τὸ τοῦ πράγματος ἀνίατον, χάριν τοῦ μὴ πλανᾶσθαι ἡμᾶς, σεσημάγκει. μήποτ’ οὖν οἱ τὴν ἐναντίαν δόξαν ἐσχηκότες καὶ τῆς τῶν ἄρθρων καὶ τῆς τῶν νεύρων φύσεως καὶ τοῦ σύμπαντος περὶ τούτων | |
15 | ἀπείρως ἔχουσιν λόγου; ὁ γὰρ ἰατρὸς ἐπὶ τῶν ῥᾳδίως ἢ πάλιν δυσκόλως | |
ἐξαρθρούντων τε καὶ καταρτιζομένων ἄρθρων καὶ τὴν φυσικὴν κατα‐ βολὴν καὶ τὴν καθ’ ἕξιν σύστασιν καὶ τὴν τῶν νεύρων σκληρίαν ἢ ἐπί‐ δοσιν μεθ’ ὑγρότητος ᾐτίαται, ὥστε καὶ ἐπὶ τῶν κατὰ τὸν μηρὸν ἐξαρ‐ θρήσεων, ἐάν ποτε μὴ κρατηθῇ, μὴ διὰ τὸ [μὴ] σπασθῆναι τὸ νεῦρον | 86 | |
20 | τοῦτο συμβαίνειν, ἀλλὰ διὰ τὴν φυσικὴν τῶν νεύρων ἔκλυσιν ἢ ἐπίδοσιν, ὡς ἐπὶ τῶν βοῶν τὰ ἄρθρα ταῦτα φύσει χαλαρὰ αὐτοὺς ἔχειν φησίν. οὐ μὴν ἀλλ’ ἵνα μὴ πολυγραφῶ, καὶ περὶ τούτων ἐν συντόμοις τὰ λεγό‐ μενα δηλώσομεν· ἐν ἀρχῇ τοίνυν τῆς πραγματείας ἐπὶ ὤμου ἐξαρθρή‐ σεως καταρτισμοῦ τὴν μνείαν ποιούμενος οὕτως ἐκτίθεται· | |
25 | ὅτι φύσιες φυσίων μέγα διαφέ‐ ρουσιν ἐς τὸ ῥηϊδίως ἐμπίπτειν τὰ ἐκπίπτοντα· διενέγκαι μὲν γὰρ ἄν τι καὶ κοτύλη κοτύλης, ἡ[ν] μὲν εὐυπέρβατος ἐοῦσα, ἡ δὲ καὶ ἧσσον. πλεῖστον δὲ διαφέρει τῶν νεύρων ὁ ἔνδεσμος, τοῖς μὲν ἐπιδόσει〈σ〉 ἔχων, οἷς δὲ συνδεδεμένος. καὶ γὰρ ἡ | |
30 | ὑγρότης τοῖς ἀνθρώποις γίγνεται ἡ ἐκ τῶν ἄρθρων διὰ τὴν τῶν νεύρων ἀπάρτησιν, ἢν χαλαρά τε ᾖ φύσει καὶ ἐπιτάσιας εὐφόρως φέρῃ. συχνοὺς γὰρ ἄν τις ἴδοι, οἳ οὕτως ὑγροί εἰσιν, ὥστε, ὁπόταν [ἂν] ἐθέλωσιν, ἐξίσταται ἀνωδύνως. διαφέρει μέντοι τι καὶ ἕξις σώματος. τοῖς μὲν γὰρ εὖ ἔχουσιν τὸ γυῖον | |
35 | καὶ σεσαρκωμένοις ἐκπίπτει 〈τε ἧσσον ἐμπίπτει〉 τε χαλεπώ‐ τερον. ὅταν δὲ αὐτοὶ ἑωυτῶν λεπτοὶ καὶ ἄσαρκοι ὦσιν, τότε ἐκπίπτει τε μᾶλλον ἐμπίπτει τε ῥᾷον· σημεῖον δὲ ὅτι ταῦτα οὕτως ἔχει καὶ τόδε· τοῖς γὰρ βουσὶν οἱ μηροὶ τότε ἐκπίπτου‐ σιν ἐκ τῆς κοτύλης, ἡνίκα ἂν αὐτοὶ ἑωυτῶν λεπτότατοι ἔωσιν. | |
40 | ταῦτα ὑπομένουσιν ἐπὶ πάντων τῶν ἄρθρων κοινῶς, καὶ οὐκ ἐπὶ μόνου ὤμου εἰρῆσθαι διαληπτέον. οὐ μὴν ἀλλὰ καὶ αὐτὸς διὰ τῶν ἑπομένων οὕτως πεποίηκεν φανερὸν συνοικειῶν τὸν λόγον· | |
27 | μηροῦ δὲ καὶ | βραχίονος κεφαλαὶ παραπλη‐ σιώταται ὀλισθάνουσιν. εἶτ’ εἰρομένως οὐ περὶ τοῦ τὸ νεῦρον ἀπο‐ σπασθῆναι τὴν μνείαν ποιεῖται, ἀλλὰ περὶ τῆς τῶν ἄρθρων κεφαλῆς | |
καὶ τῶν κοιλωμάτων τῶν δὴ κοτυλῶν λεγομένων, ὅτι παραπλήσιοί | 88 | |
5 | εἰσιν, ὅθεν ἐπιλέγει ταυτί· διὰ τοῦτο οὐκ ἔστιν αὐταῖς τὸ ἥμισυ ἐκστῆναι τοῦ ἄρθρου· εἶτ’ ἐπι‐ φέρει· περὶ οὗ οὖν ὁ λόγος ἐστίν, ἐκπίπτουσιν τελείως, ἐπεὶ ἄλλως γε οὐκ ἐκπίπτουσιν· ὅμ[οι]ως δὲ καὶ ταῦτα ὁτὲ μὲν πλεῖον ἀποπηδᾷ ἀπὸ τῆς φύ‐ | |
10 | σιος, ὁτὲ δὲ ἔλασσον, μᾶλλον δέ τι μηρὸς τοῦτο βραχίονος πέπονθεν. ἱκανῶς δὲ ἔχει〈ν〉 νομίζομεν πρὸς τὴν σύστασιν τὰς προ‐ κειμένας ἐκλογάς. οὐ μὴν ἀλλ’ ὀλίγων ἔτι λειπομένων καὶ ταῦτα προσκα‐ τατάξομεν. κοινότερον μὲν γὰρ ἐπὶ πάντων ἱστάμενος οὕτως φησίν· ὅσα γὰρ νεῦρα καὶ μύες | |
15 | παρὰ ἄρθρα ἐστὶν ἢ ἀπὸ ἄρθρων, ἀφ’ ὧν συνδέδεται, τούτων ὅσα ἐν τῇ χρήσει πλειστάκις διακινεῖται, ταῦτα καὶ εἰς τὰς κατατάσιας ἐπιδιδόναι δύναται, ὥσπερ καὶ τὰ δέρματα τὰ εὐδεψητότα〈τα〉 πλείστην ἐπίδοσιν ἔχει. μήποτε οὖν καὶ τὸ ἐπὶ τῶν ἐξαρθρήσεών ποτε δύσεργον ἢ καὶ ἀνίατον γινόμενον παρὰ νεύρου | |
20 | διασπασμὸν εἴη συμβαῖνον, ἀλλὰ παρὰ τὸ μᾶλλον ἐξαρθρεῖν· σαφῶς γε οὖν ἐν τοῖς αὐτοῖς οὕτως διασαφεῖται· ὡς μὲν οὖν ἐν κεφαλαίῳ εἰρῆσθαι, τὰ ἄρθρα ἐκπίπτοντα καὶ τὰ ὀλισθάνοντα δισσῶς αὐτὰ ἑ[ν]αυτοῖς ἐκπίπτει τε καὶ ὀλισθάνει, ὁτὲ μὲν πολὺ πλεῖον, ὁτὲ δὲ πολὺ ἔλασσον. καὶ | |
25 | οἷς μὲν 〈ἂν〉 πλεῖον ἢ ἐκπέσῃ ἢ ὀλίσθῃ, χαλεπώτερα ἐμβιβά‐ ζειν τὸ ἐπίπαν ἐστίν, καὶ ἢν μὴ ἐμβιβασθῇ, μείζους καὶ ἐπι‐ δηλοτέρας τὰς π[λ]ηρώσιας 〈καὶ〉 κακώσιας ἴσχει τὰ τοιαῦτα. Τούτων δὲ οὕτως εἰρημένων ἐπανελε〈υ〉στέον ἐστὶν ἐπὶ τὸ〈ν〉 προ‐ κείμενον τῆς τοῦ μηροῦ ἐμβολῆς τρόπον, ἀφ’ οὗ καὶ τὴν παρέκβασιν | |
30 | ἐποιησάμεθα. ὑποδείξας γὰρ Ἱπποκράτης, ὅτι τοῖς πλείστοις ἐνίοτε ῥᾳδίως χωρὶς βίας μηρὸς ἐξαρθρήσας καταρτίζεται, οὕτως ἑπομένως προσδιασεσάφηκεν· εἴρηνται μὲν οὖν τρόποι κατατάσεων καὶ ἐν τοῖς ἔμπροσθεν εἰρημένοις· χρῆσθαι δὲ οἷς ἄν τις παρατύχῃ. ἵνα δὲ μὴ ἐπὶ πάντων τὸ τοῦ | |
35 | καταρτισμοῦ ἔργον ῥᾴδιον εἶναι διαλαμβάνηται, τὸν τρόπον τοῦτον ἑξῆς προσδιασεσάφηκεν· δεῖ γὰρ [ἂν] ἀντικατατετάσθαι ἰσχυρῶς, ἐπὶ μὲν θάτερα τὸ σκέλος, ἐπὶ δὲ θάτερα τὸ σῶμα. ἢν γὰρ εὖ καταταθῇ, ὑπεραιωρηθή‐ σεται ἡ κεφαλὴ τοῦ μηροῦ ὑπὲρ τῆς ἀρχαίας ἕδρης. καὶ μετ’ ὀλί‐ | 90 |
40 | γον φησίν· ἀλλὰ ἐλλείπουσιν γὰρ ἐν τῇ κατατάσει· διὰ τοῦτο ὄχλον πλείω παρέχει 〈ἡ〉 ἐμβολή. ὥστε μὴ καθόλου, ἀλλὰ καί ποτε διὰ τὴν ἐπὶ πλεῖον ἐξάρθρησιν καὶ ῥυέντος δέ τισιν παρὰ τὸν ἐν τῇ κατατάσει [δὲ] χειρισμὸν μὴ καταρτί‐ ζεσθαι μηρὸν ἐξαρθρήσαντα. | |
45 | Ἀκολούθως δὲ τῇ[ν] κατὰ τὴν δίκην προκειμένῃ λέξει προσανακε‐ φαλαιούμενος τὰ[ς] περὶ τοῦ μηροῦ ἐξαρθρήσεως καταρτισμοῦ διὰ τού‐ των διασαφεῖ· ὥσπερ μὲν οὖν καὶ πρόσθεν ἤδη εἰρήκαμεν, †παρὰ† | |
28 | | τὸ διαφέρον ἐστὶν τῶν φύσεων τοῖς ἀνθρώποις εἰς τὸ εὐμε‐ τάβλητα καὶ δυσέμβλητα εἶναι τὰ ἄρθρα. ἐνίοις γὰρ μηρὸς ἐμπίπτει ἀπ’ οὐδεμιῆς κατασκευῆς, ἀλλ’ ὀλίγης μὲν κατα‐ τάσιος, ὅσον ταῖς χερσὶν κατιθῦναι· πολλοῖς δὲ συγκάμψασιν | |
5 | τὸ σκέλος κατὰ τὸ ἄρθρον ἐνέπεσεν ἤδη ἀμφίσφαλσιν ποιησά‐ μενον. ἀλλὰ γὰρ τὰ πλείω οὐδ’ ἐνακούει ἀπὸ τῆς τυχούσης παρασκευῆς. διὰ τοῦτο ἐπίστασθαι μὲν χρὴ περὶ ἑκάστου ἐν πάσῃ τέχνῃ, χρῆσθαι δὲ οἷς ἂν δοκῇ. —χρὴ περὶ πλείστου ποιεῖσθαι ἐν πάσῃ τέχνῃ, [χρῆσθαι δ’] ὅπως ὑγιῆ ποιήσεις | |
10 | τὸν νοσέοντα. εἰ δὲ πολλοὺς τρόπους οἷόν τε εἴη ὑγιέα ποιέειν, τὸν ἀοχλότατον χρὴ αἱρεῖσθαι. καὶ γὰρ ἀνδρ[α]εθικώτατον τοῦτο καὶ τεχνικώτατον ἄν τις ὑπολάβοι, ὅστις μὴ ἐπιθυμεῖ | |
δημ[ι]οειδέος κιβδηλίης. ὁ δὴ διὰ πάντων τούτων δεόντως καὶ φιλα‐ λήθως περὶ μηροῦ ἐξαρθρήσεως διεσταλμένος—πῶς συμβαίνει, εἴπερ | 92 | |
15 | μὴ καταρτισθεὶς ἐπέμενεν, ἀλλὰ πάλιν ἐξήρθρει, κατασιωπῆσαι; ἀλλ’ οὐχὶ πᾶν τοὐναντίον ὤφειλεν τὸ συμβα〈ῖ〉νο〈ν〉 δηλῶσαι; Τὰ μὲν οὖν πρὸς Ἡγήτορα ἐν κεφαλαίοις περὶ τῆς τοῦ μηροῦ ἐξαρθρήσεως ἀναγκαίως ἔχοντα ῥωσθῆναι ταῦτ’ ἐστίν, τὴν δὲ διὰ τῆς προκειμένης ὀργανικῆς σανίδος ἐμβολὴν ἐπὶ τοῦ εἰς τὸ ἔσω μέρος ὠλισθη‐ | |
20 | κότος μηροῦ τὸν ὑποτεταγμένον διὰ τοῦ ὑποδείγματος τρόπον χρὴ ποιεῖσθαι. | |
21 | Περὶ μὲν οὖν τοῦ μηροῦ εἰς τὰ ἔσω ἐξαρθρήσεως τὰς προκειμένας σημειώσεις τε καὶ ἐμβολὰς κατακεχώρικεν· περὶ δὲ τῶν λοιπῶν τρόπων διὰ τῶν ἐχομένων μνημονεύων πρότερον περὶ τῆς εἰς τὸ ἔξω μέρος ἐξ‐ | |
25 | αρθρήσεως οὕτως ὑπογέγραφεν· ὅσοις δ’ ἂν εἰς τὸ ἔξω μηροῦ κεφαλὴ ἐκβῇ, βραχύτερον μὲν τὸ σκέλος φαίνεται παρατεινόμενον παρὰ τὸ ἕτερον εἰκό‐ τως. οὐ γὰρ ἐπὶ τὸ ὀστέον ἡ ἀνάβασις τῆς κεφαλῆς τοῦ μηροῦ ἐστιν, ὥσπερ ὅτε ἔσω ἐξέπιπτεν, ἀλλὰ [ἂν] παρὰ τὸ ὀστέον | |
30 | παρακεκλιμένην τὴν φύσιν ἔχον ἐν σαρκὶ ἐνστηρίζεται ὑγρῇ καὶ ὑπεικούσῃ· διὰ τοῦτο μὲν βραχύτερον φαίνεται· ἔσωθεν δὲ ὁ μηρὸς παρὰ τὴν πλιχάδα καλεομένην κοιλότερος καὶ ἀσαρκότερος φαίνεται· ἔξωθεν δὲ ὁ γλουτὸς κυρτότερος, ἅτε εἰς τὸ ἔξω τῆς κεφαλῆς τοῦ μηροῦ ὠλισθηκυίης. ἀτὰρ καὶ ἀνω‐ | |
35 | τέρω φαίνεται ὁ γλουτός, ἅτε ὑπειξάσης τῆς σαρκὸς τῇ τοῦ μηροῦ κεφαλῇ. τό τε παρὰ τὸ γόνυ τοῦ μηροῦ ἔσω ῥέπον φαίνεται καὶ ἡ κνήμη καὶ ὁ πούς. ἀτὰρ οὐδὲ συγκάμπτειν ὥσπερ τὸ ὑγιὲς σκέλος δύναται. τὰ μὲν σημεῖα ταῦτα τοῦ ἔξω ἐκπεπτωκότος μηροῦ. οἷς μὲν οὖν ἂν ἤδη τετελειωμένοις | |
40 | ἐκπεσὸν τὸ ἄρθρον [ἢ] μὴ ἐμπέσῃ, τούτοις μὲν βραχύτερον φαίνεται τὸ σύμπαν σκέλος· ἐν δὲ τῇ ὁδοιπορίῃ τῇ μὲν πτέρνῃ | |
29 | οὐ | δύνανται καθικνεῖσθαι ἐπὶ τὴν γῆν, τῷ δὲ στήθει τοῦ ποδὸς βαίνουσιν ὀλίγον ἐπὶ τὴν γῆν· εἰς δὲ τὸ ἔσω ῥέπουσιν ἄκροις τοῖς δακτύλοις. ὀχεῖν δὲ τὸ σῶμα δύνα[ν]ται τὸ σιναρὸν σκέλος τουτὶ πολλῷ μᾶλλον ἢ οἷς ἂν εἰς τὸ ἔσω μέρος ἐκπε‐ | 94 |
5 | πτώκῃ. οὐ μόνον δὲ ἐπὶ τῶν τελείων, ἀλλὰ καὶ ἐπὶ τῶν ἔτι ὄντων ἐν αὐξήσει ἐπὶ πάσης μηροῦ ἐξαρθρήσεως, ὅταν μὴ κρατηθῇ, τὰ [μὴ] παρακολουθοῦντα διηρίθμηται, ἃ δὴ παρήσομεν. τοῦτο δὲ μόνον εἰς ὑπόμνησιν ἀκτέον, διότι, εἰ καθόλου μηρὸς ἐξαρθρήσας καὶ καταρτισθεὶς οὐκ ἐπέμενεν ἐν τῇ κατὰ φύσιν χώρᾳ, σαφῶς ἂν αὐτὸς ὁ Ἱπποκράτης | |
10 | σεσημάγκει, πάντα τε τὰ ἀποβαίνοντα ἐμπείρως περὶ τὴν ἐξάρθρησιν ταύτην ἐκτεθειμένος καὶ ἐπὶ τῶν μὴ κρατηθέντων γραφικῶς σφόδρα [ἢ] αὐτῆς τῆς ἀληθείας τὰς ἀπορίας ὑπογεγραφώς, ἃ δὴ σημαίνει, καθάπερ ὑποδεδείχαμεν, μὴ ματαιοπόνον γεγονέναι μηδὲ ἀνωφελεῖς καταρτισμοὺς ἐκτεθεῖσθαι. τοῦ προκειμένου δὲ τῆς ἐξαρθρήσεως τρόπου τὴν ἐμβολὴν | |
15 | οὕτως φησὶ ποιεῖσθαι· ἢν δὲ εἰς τὸ ἔξω μέρος τοῦ μηροῦ ἡ κεφαλὴ ὀλίσθῃ, τὰς μὲν κατατάσιας ἔνθα καὶ ἔνθα οὕτως χρὴ ποιεῖσθαι, ὥσπερ εἴρη‐ ται, ἢ τοιουτοτρόπως· τὴν δὲ μόχλευσιν πλάτος ἔχοντι μοχ‐ λῷ μοχλεύειν χρή, ἅμα τῇ κατατάσει ἐκ τοῦ ἔξω μέρους ἐς τὸ | |
20 | ἔσω ἀναγκάζοντα, κατ’ αὐτόν τε τὸν γλουτὸν τιθέμενον τὸν μοχλὸν καὶ ὀλίγῳ ἀνωτέρω. ἐπὶ δὲ τὸ ὑγιὲς ἰσχίον κατὰ τὸν γλουτὸν ἀντιστηριζέτω τις ταῖς χερσίν, ὡς μὴ ὑπείκῃ τὸ σῶμα, ἢ ἑτέρῳ τοιούτῳ μοχλῷ ὑποβάλλων καὶ ἐρείσας ἐκ τῶν καπέτων τὴν ἁρμόζουσαν ἀντικατεχέτω· †δὲ μήποτε† τοῦ | |
25 | μηροῦ τοῦ ὠλισθηκότος τὸ παρὰ τὸ γόνυ ἔξωθεν ἔσω ἡσύχως παραγέτω. ἡ δὲ κρέμασις οὐχ ἁρμόζει τούτῳ τῷ τρόπῳ τῆς ὀλι‐ σθήσεως τοῦ ἄρθρου· ὁ γὰρ πῆχυς τοῦ ἐκκρεμαμένου ἀπωθέοι ἂν τὴν κεφαλὴν τοῦ μηροῦ ἀπὸ τῆς κοτύλης. τὴν μέντοι σὺν τῷ ξύλῳ τῷ ὑποτεινομένῳ μόχλευσιν μηχανήσαιτ’ ἄν τις, ὥστε ἁρμό‐ | |
30 | σαι τούτῳ τῷ τρόπῳ τοῦ ὀλισθήματος ἔξωθεν προσαρτέων. | |
ἀλλὰ τί καὶ δεῖ; ἢν γὰρ ὀρθῶς μὲν καὶ εὖ κατατείνηται, ὀρθῶς δὲ μοχλεύηται, [ε]τί ἂν οὐκ ἐμπέσοι ἄρθρον οὕτως ἐκπεπτω‐ κός; διαφεύγοι ἄν, εἰ ὀρθῶς μὲν καὶ εὖ κατατείνοιτο, ὥστε καὶ ἐφ’ οὗ ποιεῖται τὸν λόγον μηροῦ καταρτίζεσθαι. εἰ δὲ μὴ〈ν〉 τοῦτο μὲν φήσουσιν | 96 | |
35 | δυνατὸν γίνεσθαι, πάλιν δὲ ἐξαρθρεῖν, παντελῶς εὐήθεις ἔσονται. ὁ γὰρ Ἱπποκράτης πικρῶς πάντα παρατετηρηκὼς καὶ τοῦτ’ ἂν ἡμῖν εἰς ἐμφάνειαν ἀγηόχει· πλὴν ὅ γε καταρτισμὸς τοῦ εἰς τὸ ἔξω ἐκπεσόντος μηροῦ οὕτως ἂν διὰ τοῦ ὑποδείγματος ἐπιτελοῖτο. | |
38 | Περὶ δὲ τῆς εἰς τὸ ὄπισθεν μέρος [τῆς] ἐξαρθρήσεως οὕτως ὑποδέ‐ | |
40 | δειχεν· οἷς δ’ ἂν [ἢ] εἰς τὸ ὄπισθεν ἡ κεφαλὴ τοῦ μηροῦ ἐκπέσῃ—ὀλί‐ | |
30 | γοις δὲ ἐκπίπτει—, | οὗτοι ἐκτανύειν οὐ δύνανται τὸ σκέλος οὔτε κατὰ τὸ ἄρθρον τὸ ἐκπεσὸν οὔτε κατὰ τὴν ἰγνύην· ἀλλ’ ἢ μάλιστα τῶν ἐκπαλέων οὗτοι ἐκτανύουσιν καὶ τὸ[ν] κατὰ τὸν βουβῶνα 〈καὶ τὸ κατὰ τὴν ἰγνύην ἄρθρον. προσσυνιέναι μὲν | |
5 | οὖν καὶ τόδε χρή—εὔχρηστον γὰρ καὶ πολλοῦ ἄξιόν ἐστιν καὶ τοὺς πλείστους λήθει—, ὅτι οὐδ’ οἱ ὑγιαίνοντες δύνανται κατὰ τὴν ἰγνύην ἐκτανύειν τὸ ἄρθρον, ἢν μὴ συνεκτανύουσι καὶ τὸ κατὰ τὸν βουβῶνα〉 ἄρθρον. —περὶ οὗ ὁ λόγος, οὔτε ἐκτα‐ νύειν δύνανται, ὥσπερ ἤδη εἴρηται, βραχύτερόν τε τὸ σκέλος | |
10 | φαίνεται. καὶ μετά τινας ἀριθμοὺς ταῦτ’ ἐπιλέγει· κάμπτειν μέντοι δύνανται, ὅσον μὴ ὀδύνη κωλύει, καὶ ἡ κνήμη τε καὶ ὁ ποὺς ἐπιεικῶς ὀρθὰ φαί‐ νεται, οὔτε τῇ οὔτε τῇ ἐκκεκλιμένα. κατὰ τὸν βουβῶνα δοκεῖ τι ἡ σὰρξ λαπαρωτέρη εἶναί ποτε καὶ ψαυομένη, ἅτε τοῦ | |
15 | ἄρθρου ἐπὶ τὰ ἕτερα ὠλισθηκότος. κατὰ δὲ αὐτοῦ τὸ πυγαῖον διαψαυομένη ἡ κεφαλὴ τοῦ μηροῦ δοκεῖ τι ἐξογκεῖν μᾶλλον. τὰ μὲν σημεῖα ταῦτα, ᾧ ἂν εἰς τὸ ὄπισθεν ἐκπεπτώκῃ. πάλιν | |
δὲ καὶ ἐπὶ ταύτης τῆς ἐξαρθρήσεως περὶ τῶν μὴ κρατηθέντων διὰ πλειόνων μέμνηται, ἃ δὴ παρέντες αὐτὸ μόνον οὕτως προτάξομεν· | 98 | |
20 | ὅτεῳ μὲν οὖν 〈ἂν〉 τετελειω‐ μένῳ ἤδη ἐκπεσὸν μὴ ἐμπέσῃ, ὁδοιπορεῖν μὲν δύνανται, ὅταν χρόνος ἐγγένηται καὶ ἡ ὀδύνη παύσηται καὶ ἐθισθῇ τὸ ἄρθρον ἐν τῇ σαρκὶ ἐνστροφᾶσθαι. ἀναγκάζεται μέντοι ἰσχυρῶς ἐγκάμπτων κατὰ τοὺς βουβῶνας ὁδοιπορέειν διὰ δισσὰς | |
25 | προφάσιας. περὶ μὲν οὖν τῆς σημειώσεως καὶ τῶν ἀποβαινόντων ταῦτα ἐξηρίθμηται· περὶ δὲ τῆς ἐμβολῆς διὰ τούτων σεσήμαγκεν· [τ]οἷσιν δὲ εἰς τὸ ὄπι‐ σθεν ὁ μηρὸς ἐκπεπτώκει, τὰς μὲν κατατάσιας καὶ ἀντιτάσιας οὕτως δεῖ ποιεῖσθαι, ὥσπερ ἤδη εἴρηται· ὑποστρώσαντα δὲ | |
30 | ἐπὶ τὸ ξύλον ἱμάτιον πολύπτυχον μαλθακώτατον, πρηνέα κατακλῖναι τὸν ἄνθρωπον· οὕτως κατατείνειν· ἅμα δὲ τῇ κατατάσει χρὴ τῇ σανίδι καταναγκάζειν τὸν αὐτὸν τρόπον ὥσπερ τὰ ὑβώματα κατ’ ἴξιν τοῦ πυγαίου ποιησάμενον τὴν σανίδα μᾶλλον ἐς τὸ κάτω μέρος ἢ ἐς τὸ ἄνω τῶν ἰσχίων. καὶ | |
35 | ἡ ἐντομὴ ἐν τῷ τοίχῳ τῇ σανίδι μὴ εὐθεῖα ἔστω, ἀλλ’ ὀλίγον καταφερὴς πρὸς τὸ τῶν ποδῶν μέρος. αὕτη ἡ ἐμβολὴ κατὰ φύσιν μάλιστα τῷ τρόπῳ τούτῳ τοῦ ὀλισθήματός ἐστιν καὶ ἅμα ἰσχυροτάτη. δεῖ δὲ τὴν τοῦ προκειμένου ἄρθρου ἀποκατάστασιν τὸν τρόπον τοῦτον ποιεῖσθαι. | |
39 | ||
40 | Ἔτι δὲ τῆς προκειμένης ἐξαρθρήσεως καταρτισμοῦ τρόπον τοιοῦτόν τινα ὑπογέγραφεν· ἀρκέσειε δ’ ἂν ἴσως ἀντὶ τῆς σανίδος καὶ ἐφεζόμενόν τινα ἢ ταῖς χερσὶν ἐρεισάμενον ἢ ἐπιβάντα ἐξαπίνης ἐπαιωρηθῆναι ἅμα τῇ κατα‐ τάσει. ἄλλη δὲ οὐδεμία[ς] ἐμβολὴ τῶν πρόσθεν εἰρημένων κατὰ | |
45 | φύσιν ἐστὶν τῷ τρόπῳ τούτῳ τοῦ ὀλισθήματος. αὗται δὲ πᾶσαι δίκαιαι. οὐκ ἀναγκαῖον δὲ ἔσται πάντα τὰ ὑποδείγματα ἐπὶ τούτων τάσ‐ | |
σειν. ἐν γὰρ τῷ πρὸ τούτου βιβλίῳ παραπλησίως ἐπὶ τῶν σφονδύλων ὑποδεδείχαμεν· ὅθεν ἐν τούτοις ἐφ’ ἑνὸς μόνου τοῦ διὰ τῶν χειρῶν γινο‐ | 100 | |
31 | μένου τρόπου στάντες | ὑπογράφομεν. τὸ γὰρ αὐτὸ ἐπιτελοῖτ’ ἂν ὁτὲ μὲν ἐφεζομένων, ὁτὲ δὲ ἐπιβαινόντων τῷ ποδὶ καὶ ἐποχουμένων τινῶν. τὸ ὑπό‐ δειγμα τοῦτο〈ν〉 ἂν ἔχοι τὸν τρόπον. | |
3 | Περὶ δὲ τῆς λειπομένης μηροῦ ἐξαρθρήσεως οὕτως μέμνηται· | |
5 | οἷς δ’ ἂν ἐς τὸ ἔμπρο‐ σθεν κεφαλὴ μηροῦ ἐκπέσῃ—ὀλίγα δὲ ταῦτα γίγνεται—, οὗτοι ἐκταν[ν]ύειν μὲν τὸ σκέλος οὐ δύνανται τελείως, συγ‐ κάμπτειν δὲ ἥκιστα οὗτοι δύνανται τὸ κατὰ τὸν βουβῶνα. [ἀ]πονέουσιν δὲ καὶ ἢν κατὰ τὴν ἰγνύην ἀναγκάζωνται συγ‐ | |
10 | κάμπτειν· μῆκός τε τοῦ σκέλους παραπλήσιον φαίνεται κατὰ μὲν τὴν πτέρνην καὶ πάνυ. ἄκρος δὲ ὁ ποὺς ἧσσον προκύπτειν θέλει εἰς τὸ ἔμπροσθεν· ὅλον δὲ τὸ σκέλ[λ]ος ἔχει τὴν εὐθυω‐ ρίην τὴν κατὰ φύσιν καὶ οὔτε τῇ οὔτε τῇ ῥέπει. ὀδυνῶνται δὲ τῷ αὐτίκα εἶναι οὕτω μάλιστα καὶ οὖρον ἴσχεται τὸ πρῶτον | |
15 | τούτοις μᾶλλόν τι ἢ τοῖς ἄλλοις ἐξαρθρήμασιν· ἔγκειται γὰρ ἡ κεφαλὴ τοῦ μηροῦ ἐγγυτάτω τούτοισι τῶν τόνων τῶν ἐπικαίρων, περὶ ὧν οἶδας, καὶ κατὰ μὲν τὸν βουβῶνα ἐξ‐ ογκέον καὶ κατατεταμένον τὸ χωρίον φαίνεται, κατὰ δὲ τὸ πυγαῖον στολιδωδέστερον καὶ ἀσαρκωδέστερον. ταῦτα ση‐ | |
20 | μεῖα τὰ εἰρημένα, ᾧ ἂν οὕτως ἐκπεπτώκῃ. ὅσοις μὲν οὖν 〈ἂν〉 ἤδη ἠνδρωμένοις τοῦτο τὸ ἄρθρον ἐκπεσὸν μὴ ἐμπέσῃ, οὗτοι, ὅταν αὐτοῖς ἡ ὀδύνη παύσηται καὶ τὸ ἄρθρον ἐθισθῇ ἐν τῷ χωρίῳ στρέφεσθαι, ἵνα ἐξέπεσεν, οὗτοι δύνανται σχεδόν τι ὀρθοὶ ὁδοιπορεῖν ἄνευ ξύλου. καὶ τὰ λοιπὰ δὲ ἑξῆς τὰ παρακολου‐ | |
25 | θοῦντα καὶ τὰ ἐπὶ τῶν ἔτι ἐν αὐξήσει ὄντων περιέργως διηρίθμηται, ἃ παρέντες ἐπὶ τὸν τῆς ἐμβολῆς τρόπον ἐπανάξομεν· ἐκτέθειται δ’ αὐτὸν οὕτως· ἢν δὲ ἐς τὸ ἔμ‐ προσθεν ἐξολίσθῃ, τῶν μὲν κατατασίων ὁ αὐτὸς τρόπος ποιητέος· ἄνδρα δὲ χρὴ ὡς ἰσχυρότατον ἀπὸ χειρῶν καὶ ὡς | |
30 | εὐπαιδευτότατον ἐνερείσαντα τὸ θέναρ τῆς ἑτέρης χειρὸς παρὰ τὸν βουβῶνα καὶ τῇ χειρὶ τῇ ἑτέρῃ τὴν ἑωυτοῦ χεῖρα προ〈σ〉καταλαμβάνοντα ἅμα μὲν ἐς τὸ κάτω μέρος ὠθέειν τοῦ ὀλισθήματος, ἅμα δ’ ἐς τοὔμπροσθεν τοῦ γούνατος μέρος. οὗτος ὁ τρόπος ἐμβολῆς κατὰ φύσιν μάλιστα τούτῳ τῷ ὀλι‐ | 102 |
35 | σθήματι. ταῦτα μὲν οὕτως ἐκτέθειται. δεῖ δὲ διὰ τοῦ ὑποκειμένου ὑποδείγματος τὸν εἰς τὸ ἔμπροσθεν ἐξαρθρήσαντα μηρὸν οὕτως ἐντι‐ θέναι. | |
37 | Ἐπεὶ δὲ οὐ μόνον τὸν προκείμενον καταρτισμὸν ἐπὶ τοῦ εἰς τὸ ἔμπροσθεν ἐξαρθρήσαντος μηροῦ κατακεχώρικεν, ἀλλὰ καὶ τὸν ἐπὶ κεφα‐ | |
40 | λῆς γινόμενον καταρτισμὸν συν〈επιλέγει〉, ἐπειδή τε τῷ κατὰ φύσιν 〈εἶναι〉 ἐπὶ τῷ αὐτῷ τρόπῳ τοῦτον διείληφεν, ἀναγκαῖον ἂν εἴη καὶ ταύτην τὴν ἐμβολὴν ὑποτάξαι πρὸς τὸ μηδέν σε τῶν πρὸς τὰ προκείμενα | |
32 | εἰρημένων διαλαθεῖν. διασαφεῖ | δὲ περὶ αὐτῶν διὰ τῶν ἐχομένων τούτων· ἀτὰρ καὶ ὁ κρεμασμὸς ἐγγύς τι τοῦ κατὰ φύσιν. δεῖ μέντοι τὸν ἐκκρεμάμενον 〈ἔμπειρον〉 εἶναι, ὡς μὴ ἐκμοχλεύειν τῷ πήχει τὸ ἄρθρον, ἀλλὰ κατὰ | |
5 | μέσον τὸν περίνεον καὶ κατὰ τὸ ἱερὸν ὀστέον τὴν ἐκκρέμασιν ποιητέον. ὁ δὲ καταρτισμὸς ὁ διὰ τοῦ κρεμασμοῦ οὕτως 〈ἂν〉 ἐπι‐ τελοῖτο. | |
7 | Περὶ μὲν οὖν μηροῦ ἐξηρθρηκότος σημειώσεών τε καὶ ἐμβολῶν καὶ 〈διὰ〉 τῶν τούτων ὑποδειγμάτων, ὃν τρόπον προεθέμεθα καθ’ Ἱππο‐ | |
10 | κράτη, δεδήλωταί σοι· περὶ δὲ γόνατος καὶ σφυροῦ τῷ[ν] τὸν κατ‐ αρτισμὸν αὐτῶν ἁπλούστερον εἶναι οὐ δυνατὸν δι’ ὑποδειγμάτων ἐμφα‐ νίσαι σοι, ὅθεν τὰ ὑπὸ τοῦ Ἱπποκράτους ἐν τοῖς ἐφεξῆς περὶ αὐτῶν διασεσαφημένα μόνον ἐκθήσομαι, χάριν τοῦ τετελειωμένην ἐν τοῖς βιβλίοις ἔχειν σε τὴν καθ’ Ἱπποκράτην περὶ ἄρθρων θεωρίαν. διασαφεῖ δὲ | |
15 | περὶ γόνατος τοῦτον τὸν τρόπον· | |
γόνυ δὲ ἀγκῶ‐ νος εὐηθέστερόν ἐστιν διὰ τὴν εὐσταλίαν καὶ εὐφυίαν, διὸ καὶ ἐκπίπτει καὶ ἐμπίπτει ῥᾷον. ἐκπίπτει δὲ πλειστάκις ἔσω τε ἀτὰρ καὶ ἔξω καὶ ὄπισθεν. ἐμβολαὶ δὲ ἐκ τοῦ συγκεκάμφθαι | 104 | |
20 | ἢ ἐκλακτίσαι ὀξέως ἢ συνελίξας ταινίης ὄγκον, ἐν τῇ ἰγνύῃ θείς, ἀμφὶ [του] τοῦτον ἐξαίφνης εἰς ὄκλασιν ἀφιέναι τὸ σῶμα, μάλιστα αὐτῇ τῶν ὄπισθεν· 〈δύναται δὲ καὶ κατατεινόμενα μετρίως, ὥσπερ ἀγκών, ἐμπίπτειν τὰ ὄπισθεν. τὰ δ’ ἔνθα ἢ ἔνθα ἐκ τοῦ συγκεκάμφθαι ἢ ἐκλακτίσαι ἢ κατατάσει· μάλιστα | |
25 | δὲ αὐτῇ τὸ ὄπισθεν· ἀτὰρ καὶ ἐκ κατατάσιος μετρίης. ἡ δι‐ όρθωσις ἅπασι κοινή. ἢν δὲ μὴ ἐμπέσῃ, τοῖσι μὲν ὄπισθεν〉 συγκάμπτειν οὐ δύνανται, ἀτὰρ οὐδὲ τοῖς ἄλλοις πάνυ· μι‐ νύθει δὲ μηροῦ καὶ κνήμης τὰ ἔμπροσθεν. ἢν δὲ ἐς τὸ ἔσω, βλαισότεροι· μινύθει δὲ τὰ ἔξω. ἢν δὲ ἐς τὸ ἔξω, γαυσότεροι, | |
30 | χωλοὶ δὲ ἧσσον. κατὰ γὰρ τὸ παχύτατον ὀστέον ὀχέει, μι‐ νύθει δὲ τὰ ἔσω. ἐκ γενεῆς δὲ ἢ ἐν αὐξήσει κατὰ λόγον τῶν ἔμπροσθεν. τὰ δὲ κατὰ τὰ σφυρὰ κατατάσιος ἰσχυρῆς δεῖται ἢ ταῖς χερσὶν ἢ ἄλλοισι τοῖσι, διορθώσιος δὲ ἅμα ἀμφότερα ποιούσης· κοινὸν δὲ τοῦτο πᾶσι. τούτων δ’ οὕτως ἐχόντων ἀναγ‐ | |
35 | καῖον εἶναι νομίζομεν, ἅπερ ἐν τοῖς 〈ἐπὶ〉 πᾶσιν ἀνακεφαλαιούμενος περὶ πασῶν τῶν ἐμβολέων κατακεχώρικεν, εἰρομένως ὑποτάξαι. μᾶλλον γάρ πως καὶ διὰ τούτων παρακολουθήσεις τοῖς περὶ ἄρθρων καταρτισμῶν. ἐκτέθειται δὲ τὸν τρόπον τοῦτον· τῶν δὲ ἐμβολέων αἱ μὲν | |
40 | ἐξ ὑπεραιωρήσιος ἐμβάλλονται, αἱ δὲ ἐκ κατατάσιος, αἱ δὲ ἐκ περισφάλσιος. αὗται δὲ ἐκ τῶν ὑπερβολέων τῶν σχημάτων ἢ τῇ ἢ τῇ σὺν τῷ τάχει. ὦμον δέ, αὐτὸς ὑποθεὶς τὴν πυγμὴν ἀνώθει τὴν τοῦ | |
βραχίονος κεφαλήν, τὸν δὲ ἀγκῶνα παράγων πρὸς τὸν ἕτερον· | 106 | |
45 | ἀτὰρ καὶ ὀπίσω περιανάγκασις. ἄλλο[ν] δέ· τοῖς γόνασιν τὸν ἀγκῶνα ἀπώθει, τῇ κεφαλῇ τὸ ἀκρώμιον, ὑπὸ δὲ τὴν μασχάλην τοῦ βραχίονος ταῖς χερσὶν λαβών, κάτω κατάγειν καὶ προσ‐ | |
33 | άγειν ἀντία τῇ ἑαυτοῦ κεφαλῇ. ἄλλη· ἔχεσθαι τὸν | ἑαυτοῦ ὦμον τῇ μασχάλῃ ἁρμόζοντα, ὥστε ἀνοχηθῆναι, ἅμα κρέ‐ μασθαι κατὰ τὴν μασχάλην, ἐκ δὲ τοῦ βραχίονος ἐκκρεμασθῆ‐ ναι, ταῖς χερσὶν διορθοῦν. ἄλλη· πτέρνῃ, πληρώσαντα μα‐ | |
5 | σχάλην σφαιροειδεῖ, ἐμβάλλοντα ὠθεῖν, τὴν δὲ χεῖρα ταῖς χερσὶν ἀντικατατείνειν, τὸ δὲ σῶμά τινα κατέχειν, ὡς μὴ περιρ〈ρ〉έπῃ· ταῦτα χαμαὶ κείμενον. ἄλλη· περίοδος περὶ ὕπε‐ ρον. ἄλλη· τῷ ὑποτεινομένῳ ξύλῳ. νῦν τὸ „ὑποτεινόμενον“ τὴν ἄμβην λεγομένην βεβούληται δηλοῦν, ῥητῶς δὲ κατακεχωρικὼς εὖ καὶ | |
10 | περὶ κλιμάκων καταρτίζεται φανερὸν πεποίηκεν τὸ ἐν τοῖς πρώτοις ἰδίᾳ, ὅτι κλιμάκι〈ον〉 οὐδὲν ἕτερον ἢ κλῖμάξ ἐστιν. ταύτας μὲν οὖν τὰς ἐμβολάς, ὃν τρόπον δεῖ ποιεῖσθαι, διὰ τοῦ πρώτου βιβλίου φανερά〈σ〉 σοι καθεστάκαμεν. περὶ δὲ τῶν λοι‐ πῶν αὐτὸ[ι]ς οὕτως διασαφεῖ· | |
15 | νόμος ἐμβολῆς, διορθώσιος· μοχλός, σφήν, ἷπ[π]ος· ὄνος μὲν ἀνάγειν, ὁ μοχλὸς δὲ παράγειν. τὰ δὲ ἐμβλητέα ἢ διορθωτέα διαναγκάσαι δεῖ ἐκτείναντα, ἐν ᾧ ἕκαστα σχήματι μέλλει ὑπερ[θ]αιωρηθήσεσθαι· τὸ ἐκβὰν ὑπὲρ τούτου, ὅθεν ἐξέβη· τοῦτο δὲ χερσὶν ἢ κρεμασμῷ ἢ | |
20 | ὄνοις ἢ περί τι. χερσὶν [χερσὶν] μὲν οὖν ὅσως κατὰ μέρη τε καὶ ἀγκῶνα ἀπόχ[ει]ρη ἀναγκάζειν, καρπὸν μὲν ἐς εὐθὺ ἀγκῶ‐ | |
νος, ἀγκῶνα δὲ ἐγγώνιον πρὸς βραχίονα ἔχοντα περί τ〈ι〉, οἷον τὸ τῷ βραχίονι τὸ ὑπὸ τὴν χεῖρα ὑποτεινόμενον. οἷς δὲ δακτύλου χειρός, ποδός, καρποῦ ὑβώματ〈α〉 ἐς τὸ ἔξω, ταῦτα | 108 | |
25 | διαναγκάσαι καὶ καταναγκάσαι δεῖ, τὰ μὲν ἄλλα ὑπὸ χειρῶν· διανάγκασις δέ· τὰ ὑπερέχοντα 〈ἐς ἕ〉δραν πτέρνῃ ἢ θέναρί τινι ἐπί τινος. καὶ οὕτως ἐπὶ τῶν ὑβωμάτων ἐν κεφαλαίοις μέμνηται· τὰ δὲ ὑβώματα τὰ μὲν ἔσω οὔτε πταρμῷ οὔτε βηχὶ οὔτε φύσης ἐνέσει οὔτε σικύῃ· τὰ δ’ ἔξω, κατατάσιες, 〈τὰ〉 μὲν ἄνω ἐπὶ | |
30 | πόδας, τὰ δὲ κάτω τἀναντία· κατανάγκασις δὲ σὺν κατατάσει ἢ ἕδρῃ ἢ ποδὶ ἢ σανίδι. τὸν δὲ κατὰ μέρος πάλιν τούτων τῶν ἐμβο‐ λῶν τρόπον τὸ δεύτερον ἡμῖν περιέχει βιβλίον. περὶ δὲ τῶν ἐν τῷ βιβλίῳ τούτῳ καταρτισμῶν ἐν κεφαλαίοις διὰ τούτων μέμνηται· τὰ δὲ κατὰ τὰ σφυρὰ κατατάσιος ἰσχυρῆς | |
35 | δεῖται ἢ ταῖς χερσὶν 〈ἢ ἄλλοισι τοῖσι〉, διορθώσιος δὲ ἀμφό‐ τερα ποιεούσης· κοινὸν δὲ τοῦτο ἅπασιν. γό‐ νατος δέ, ἢν μὲν ὄπισθεν, ἀμφὶ ὀθόνιον συνειλιγμένον ἐξα‐ πίνης ἀμφοκλάσαι. δύναται δὲ καὶ κατατάσει. τὰ δὲ ἔνθα ἢ | |
40 | ἔνθα ὀκλὰξ ἕδρῃ ἐκλακτίσαι· ἡ κατάτασις μὴ πάνυ, ἡ διόρ‐ θωσις τὰ πᾶσι κοινὰ ποιέουσα. μηροῦ δὲ κατάτασις μὲν ἰσχυρὴ καὶ διόρ‐ θωσις κοινὴ ἢ χερσὶν ἢ μοχλῷ, τὰ μὲν ἔσω στρογγύλῳ, τὰ δὲ ἔξω ὑποπλατεῖ. μάλιστα δὲ τὸ ἔσω καὶ τὸ ἔξω, ἀσκοὺς | |
45 | διωσάμενον 〈ἐσ〉 τὸ ὑπόξυρον τοῦ μηροῦ· κατατάσιος δὲ καὶ | |
συνδέσιος σκελῶν, κρεμάσαι διαλείποντα μικρὸν τοὺς πόδας, ἔπειτα πλέξαντα κρεμασθῆναι καὶ ἐν τῇ διορθώσει ἅμα ἀμφό‐ | 110 | |
34 | τερα ποιέοντα. καὶ τῷ ἔμπροσθεν τοῦτο ἱκανὸν καὶ τοῖς | ἑτέ‐ ροις, ἥκιστα τῷ ἔσω. τοῦ ξύλου ὑπότασις ὥσπερ ὤμῳ ὑπὸ τὴν χεῖρα, τοῖς ἄλλοις ἧσ[ει]σον. κατανάγκασις δὲ μετὰ δια[σ]τάσιος, μάλιστα τὸ ἔμπροσθεν καὶ ὄπισθεν, ἢ ποδὶ ἢ | |
5 | χειρὶ ἢ ἐφέζεσθαι ἢ τῇ σανίδι. Τὰ μὲν οὖν παρ’ Ἱπποκράτει περὶ ἄρθρων καταρτισμοῦ διασε‐ σαφημένα καὶ διὰ τούτου μὲν καὶ διὰ τῶν πρὸ αὐτοῦ δὲ δύο βιβλίων διὰ τῶν ὑποδειγμάτων ἐμφανῆ κατεστήσαμεν. λοιπὸν δέ, ἐάν τινα τῶν κατακεχωρισμένων ἐπιζητῇς διὰ τὸ τῆς Ἱπποκράτου〈σ〉 λέξεως ἀσα‐ | |
10 | φές, τῆς ἐνδεχομένης διαστολῆς τεύξεται. | 112 |