TLG 0658 002 :: HELIODORUS :: Epigrammata HELIODORUS Scr. Erot. Epigrammata Citation: Book — epigram — (line) | ||
9.485(p1) | ΗΛΙΟΔΩΡΟΥ | |
1 | Τὰν Θέτιν ἀείδω, χρυσοέθειρα Θέτιν, Νηρέος ἀθανάταν εἰναλίοιο κόραν, τὰν Διὸς ἐννεσίῃ Πηλέι γημαμέναν, τὰν ἁλὸς ἀγλαΐαν, ἁμετέραν Παφίην· | |
---|---|---|
5 | ἃ τὸν δουριμανῆ, τὸν δ’ Ἄρεα πτολέμων, Ἑλλάδος ἀστεροπάν, ἐξέτεκεν λαγόνων, δῖον Ἀχιλλῆα, τοῦ κλέος οὐράνιον· τῷ ὕπο Πύρρα τέκεν παῖδα Νεοπτόλεμον, περσέπολιν Τρώων, ῥυσίπολιν Δαναῶν. | |
10 | ἱλήκοις ἥρως ἄμμι, Νεοπτόλεμε, ὄλβιε, Πυθιάδι νῦν χθονὶ κευθόμενε· δέχνυσο δ’ εὐμενέων τάνδε θυηπολίην, πᾶν δ’ ἀπέρυκε δέος ἁμετέρας πόλιος. τὰν Θέτιν ἀείδω, χρυσοέθειρα Θέτιν. | |
9.490(p1) | ΗΛΙΟΔΩΡΟΥ | |
1 | Παντάρβην φορέουσα πυρὸς μὴ τάρβει ἐρωήν· | |
ῥηιδίως Μοίραις καί τ’ ἀδόκητα πέλει. |