TLG 0658 001 :: HELIODORUS :: Aethiopica

HELIODORUS Scr. Erot.
(A.D. 3?)

Aethiopica

Source: Rattenbury, R.M., Lumb, T.W., Maillon, J. (eds.), Héliodore. Les Éthiopiques (Théagène et Chariclée), 3 vols., 2nd edn. Paris: Les Belles Lettres, 1960: 1:2–124; 2:2–164; 3:2–126.

  • *Lib. 1–3: vol. 1
  • *Lib. 4–7: vol. 2
  • *Lib. 8–10: vol. 3

Citation: Book — chapter — section — (line)

Aeth
.

1

.

1

.

1

Ἡμέρας ἄρτι διαγελώσης καὶ ἡλίου τὰς ἀκρω‐ ρείας καταυγάζοντος, ἄνδρες ἐν ὅπλοις λῃστρικοῖς ὄρους ὑπερκύψαντες, ὃ δὴ κατ’ ἐκβολὰς τοῦ Νείλου καὶ στόμα τὸ καλούμενον Ἡρακλεωτικὸν ὑπερτείνει, μικρὸν ἐπιστάν‐
5τες τὴν ὑποκειμένην θάλατταν ὀφθαλμοῖς ἐπήρχοντο καὶ τῷ πελάγει τὸ πρῶτον τὰς ὄψεις ἐπαφέντες, ὡς οὐδὲν ἄγρας λῃστρικῆς ἐπηγγέλλετο μὴ πλεόμενον, ἐπὶ τὸν πλη‐ σίον αἰγιαλὸν τῇ θέᾳ κατήγοντο.
Aeth
.

1

.

1

.

2

Καὶ ἦν τὰ ἐν αὐτῷ τοιάδε· ὁλκὰς ἀπὸ πρυμνησίων ὥρμει τῶν μὲν ἐμπλεόντων χηρεύουσα, φόρτου δὲ πλήθουσα· καὶ τοῦτο παρῆν συμ‐ βάλλειν καὶ τοῖς πόρρωθεν· τὸ γὰρ ἄχθος ἄχρι καὶ ἐπὶ τρί‐
5του ζωστῆρος τῆς νεὼς τὸ ὕδωρ ἀνέθλιβεν.
Aeth
.

1

.

1

.

3

Ὁ δὲ αἰγιαλός, μεστὰ πάντα σωμάτων νεοσφαγῶν, τῶν μὲν ἄρδην
ἀπολωλότων, τῶν δὲ ἡμιθνήτων καὶ μέρεσι τῶν σωμάτων ἔτι σπαιρόντων, ἄρτι πεπαῦσθαι τὸν πόλεμον κατηγορούν‐2 in vol. 1
5των.
Aeth
.

1

.

1

.

4

Ἦν δὲ οὐ πολέμου καθαροῦ τὰ φαινόμενα σύμ‐ βολα, ἀλλ’ ἀναμέμικτο καὶ εὐωχίας οὐκ εὐτυχοῦς ἀλλ’ εἰς τοῦτο ληξάσης ἐλεεινὰ λείψανα, τράπεζαι τῶν ἐδεσ‐ μάτων ἔτι πλήθουσαι καὶ ἄλλαι πρὸς τῇ γῇ τῶν κειμένων
5ἐν χερσὶν ἀνθ’ ὅπλων ἐνίοις παρὰ τὴν μάχην γεγενημέναι· ὁ γὰρ πόλεμος ἐσχεδίαστο· ἕτεραι δὲ ἄλλους ἔκρυπτον, ὡς ᾤοντο, ὑπελθόντας· κρατῆρες ἀνατετραμμένοι καὶ χειρῶν ἔνιοι τῶν ἐσχηκότων ἀπορρέοντες τῶν μὲν πινόντων τῶν δὲ ἀντὶ λίθων κεχρημένων· τὸ γὰρ αἰφνίδιον τοῦ κακοῦ
10τὰς χρείας ἐκαινοτόμει καὶ βέλεσι κεχρῆσθαι τοῖς ἐκπώ‐ μασιν ἐδίδασκεν.
Aeth
.

1

.

1

.

5

Ἔκειντο δὲ ὁ μὲν πελέκει τετρω‐ μένος, ὁ δὲ κάχληκι βεβλημένος αὐτόθεν ἀπὸ τῆς ῥαχίας πεπορισμένῳ, ἕτερος ξύλῳ κατεαγώς, ὁ δὲ δαλῷ κατά‐ φλεκτος, καὶ ἄλλος ἄλλως, οἱ δὲ πλεῖστοι βελῶν ἔργον καὶ
5τοξείας γεγενημένοι.
Aeth
.

1

.

1

.

6

Καὶ μυρίον εἶδος ὁ δαίμων ἐπὶ μικροῦ τοῦ χωρίου διεσκεύαστο, οἶνον αἵματι μιάνας, καὶ συμποσίοις πόλεμον ἐπιστήσας, φόνους καὶ πότους, σπον‐ δὰς καὶ σφαγὰς ἐπισυνάψας, καὶ τοιοῦτον θέατρον λῃσταῖς
5Αἰγυπτίοις ἐπιδείξας.
Aeth
.

1

.

1

.

7

Οἱ γὰρ δὴ κατὰ τὸ ὄρος θεω‐ ροὺς ἑαυτοὺς τῶνδε καθίσαντες οὐδὲ συνιέναι τὴν σκηνὴν ἐδύναντο, τοὺς μὲν ἑαλωκότας ἔχοντες, οὐδαμοῦ δὲ τοὺς κεκρατηκότας ὁρῶντες, καὶ τὴν μὲν νίκην λαμπράν, τὰ
5λάφυρα δὲ ἀσκύλευτα, καὶ τὴν ναῦν μόνην ἀνδρῶν μὲν ἔρη‐
μον τἄλλα δὲ ἄσυλον ὥσπερ ὑπὸ πολλῶν φρουρουμένην καὶ ὥσπερ ἐν εἰρήνῃ σαλεύουσαν.3 in vol. 1
Aeth
.

1

.

1

.

8

Ἀλλὰ καίπερ τὸ γεγο‐ νὸς ὅ τι ποτέ ἐστιν ἀποροῦντες εἰς τὸ κέρδος ἔβλεπον καὶ τὴν λείαν· ἑαυτοὺς οὖν νικητὰς ἀποδείξαντες ὥρ‐ μησαν.
4
Aeth
.

1

.

2

.

1

Ἤδη δὲ αὐτοῖς κεκινηκόσιν ἄποθεν μικρὸν τῆς τε νεὼς καὶ τῶν κειμένων θέαμα προσπίπτει τῶν προτέρων ἀπορώτερον· κόρη καθῆστο ἐπὶ πέτρας, ἀμήχανόν τι κάλλος καὶ θεὸς εἶναι ἀναπείθουσα, τοῖς μὲν παροῦσι πε‐
5ριαλγοῦσα φρονήματος δὲ εὐγενοῦς ἔτι πνέουσα.
Aeth
.

1

.

2

.

2

Δά‐ φνῃ τὴν κεφαλὴν ἔστεπτο καὶ φαρέτραν τῶν ὤμων ἐξῆπτο καὶ τῷ λαιῷ βραχίονι τὸ τόξον ὑπεστήρικτο· ἡ λοιπὴ δὲ χεὶρ ἀφροντίστως ἀπῃώρητο. Μηρῷ δὲ τῷ δεξιῷ τὸν ἀγ‐
5κῶνα θατέρας χειρὸς ἐφεδράζουσα καὶ τοῖς δακτύλοις τὴν παρειὰν ἐπιτρέψασα, κάτω νεύουσα καί τινα προκείμενον ἔφηβον περισκοποῦσα τὴν κεφαλὴν ἀνεῖχεν.
Aeth
.

1

.

2

.

3

Ὁ δὲ τραύμασι μὲν κατῄκιστο καὶ μικρὸν ἀναφέρειν ὥσπερ ἐκ βαθέος ὕπνου τοῦ παρ’ ὀλίγον θανάτου κατεφαίνετο, ἤνθει δὲ καὶ ἐν τούτοις ἀνδρείῳ τῷ κάλλει καὶ ἡ παρειὰ καταρρέ‐
5οντι τῷ αἵματι φοινιττομένη λευκότητι πλέον ἀντέλαμπεν. Ὀφθαλμοὺς δὲ ἐκείνου οἱ μὲν πόνοι κατέσπων, ἡ δὲ ὄψις τῆς κόρης ἐφ’ ἑαυτὴν ἀνεῖλκε καὶ τοῦτο ὁρᾶν αὐτοὺς ἠνάγκαζεν, ὅτι ἐκείνην ἑώρων.
Aeth
.

1

.

2

.

4

Ὡς δὲ πνεῦμα συλλε‐ ξάμενος καὶ βύθιόν τι ἀσθμήνας λεπτὸν ὑπεφθέγξατο καὶ «ὦ γλυκεῖα,» ἔφη «σῴζῃ μοι ὡς ἀληθῶς, ἢ γέγονας καὶ αὐτὴ τοῦ πολέμου πάρεργον, οὐκ ἀνέχῃ δὲ ἄλλως οὐδὲ μετὰ
4 in vol. 1
5θάνατον ἀποστατεῖν ἡμῶν, ἀλλὰ φάσμα τὸ σὸν καὶ ψυχὴ τὰς ἐμὰς περιέπει τύχας;», «ἐν σοὶ» ἔφη «τὰ ἐμὰ» ἡ κόρη «σῴζεσθαί τε καὶ μή· τοῦτο γοῦν ὁρᾷς;» δείξασα ἐπὶ τῶν γονάτων ξίφος, «εἰς δεῦρο ἤργησεν ὑπὸ τῆς σῆς ἀναπνοῆς ἐπεχόμενον.»
Aeth
.

1

.

2

.

5

Καὶ ἅμα λέγουσα ἡ μὲν τῆς πέτρας ἀνέθορεν, οἱ δὲ ἐπὶ τοῦ ὄρους ὑπὸ θαύματος ἅμα καὶ ἐκπλήξεως ὥσπερ ὑπὸ πρηστῆρος τῆς ὄψεως βληθέντες ἄλλος ἄλλον ὑπεδύετο θάμνον· μεῖζον γάρ τι καὶ θειότε‐
5ρον αὐτοῖς ὀρθωθεῖσα ἔδοξε, τῶν μὲν βελῶν τῇ ἀθρόᾳ κινήσει κλαγξάντων, χρυσοϋφοῦς δὲ τῆς ἐσθῆτος πρὸς τὸν ἥλιον ἀνταυγαζούσης, καὶ τῆς κόμης ὑπὸ τῷ στεφάνῳ βακχεῖον σοβουμένης καὶ τοῖς νώτοις πλεῖστον ὅσον ἐπι‐ τρεχούσης.
Aeth
.

1

.

2

.

6

Τοὺς μὲν ταῦτα ἐξεδειμάτου καὶ πλέον τῶν ὁρωμένων ἡ τῶν γινομένων ἄγνοια· οἱ μὲν γὰρ θεόν τινα ἔλεγον, καὶ θεὸν Ἄρτεμιν ἢ τὴν ἐγχώριον Ἶσιν, οἱ δὲ ἱέρειαν ὑπό του θεῶν ἐκμεμηνυῖαν καὶ τὸν ὁρώμενον πολὺν
5φόνον ἐργασαμένην. Καὶ οἱ μὲν ταῦτα ἐγίνωσκον, τὰ ὄντα δὲ οὔπω ἐγίνωσκον· ἡ δὲ ἀθρόον κατενεχθεῖσα ἐπὶ τὸν νεανίαν καὶ πανταχόθεν αὐτῷ περιχυθεῖσα ἐδάκρυεν, ἐφίλει, κατέματτεν, ἀνῴμωζεν, ἠπίστει κατέχουσα.
Aeth
.

1

.

2

.

7

Ταῦτα ὁρῶντες οἱ Αἰγύπτιοι πρὸς ἑτέρας ἐννοίας τὴν γνώμην με‐
τέβαλλον, καὶ «ποῦ ταῦτ’ ἂν εἴη θεοῦ τὰ ἔργα,» λέγοντες «ποῦ δ’ ἂν νεκρὸν σῶμα φιλοίη δαίμων οὕτω περιπαθῶς;»5 in vol. 1
5τολμᾶν ἑαυτοῖς παρεκελεύοντο καὶ πορευθέντες ἐγγύθεν λαμβάνειν τὴν τῶν ἀληθῶν γνῶσιν. Ἀναλαβόντες οὖν ἑαυ‐ τοὺς καταθέουσι καὶ τὴν κόρην ἔτι πρὸς τοῖς τραύμασιν οὖσαν τοῦ νεανίου καταλαμβάνουσι· καὶ ἐπιστάντες ὄπισ‐ θεν εἶχον ἑαυτοὺς οὔτε τι λέγειν οὔτε τι πράττειν ἀπο‐
10θαρροῦντες.
Aeth
.

1

.

2

.

8

Κτύπου δὲ περιηχήσαντος καὶ τῆς ἐξ αὐτῶν σκιᾶς τοῖς ὀφθαλμοῖς παρεμπεσούσης ἀνένευσεν ἡ κόρη καὶ ἰδοῦσα αὖθις ἐπένευσε, πρὸς μὲν τὸ ἄηθες τῆς χροιᾶς καὶ τὸ λῃστρικὸν τῆς ὄψεως ἐν ὅπλοις δεικνυμένης
5οὐδὲ κατὰ μικρὸν ἐκπλαγεῖσα, πρὸς δὲ τὴν θεραπείαν τοῦ κειμένου πᾶσαν ἑαυτὴν τρέψασα.
Aeth
.

1

.

2

.

9

Οὕτως ἄρα πόθος ἀκριβὴς καὶ ἔρως ἀκραιφνὴς τῶν μὲν ἔξωθεν προσπιπτόν‐ των ἀλγεινῶν τε καὶ ἡδέων πάντων ὑπερφρονεῖ, πρὸς ἓν δὲ τὸ φιλούμενον καὶ ὁρᾶν καὶ συννεύειν τὸ φρόνημα κατα‐
5ναγκάζει.
5
Aeth
.

1

.

3

.

1

Ὡς δὲ παραμείψαντες οἱ λῃσταὶ κατὰ πρόσωπον ἔστησαν καί τι καὶ μέλλειν ἐπιχειρεῖν ἐῴκεσαν, αὖθις ἡ παῖς ἀνένευσε, καὶ μέλανας ἰδοῦσα τὴν χροιὰν καὶ τὴν ὄψιν αὐχμηρούς, «εἰ μὲν εἴδωλα τῶν κειμένων ἐστέ,»
5φησίν «οὐκ ἐν δίκῃ παρενοχλεῖτε ἡμῖν· οἱ μὲν γὰρ πλεῖσ‐ τοι χερσὶ ταῖς ἀλλήλων ἀνῄρησθε, ὅσοι δὲ πρὸς ἡμῶν, ἀμύνης νόμῳ καὶ ἐκδικίας τῆς εἰς σωφροσύνην ὕβρεως πεπόν‐
θατε· εἰ δέ τινες τῶν ζώντων ἐστέ, λῃστρικὸς μὲν ὑμῖν ὡς ἔοικεν ὁ βίος, εἰς καιρὸν δὲ ἥκετε· λύσατε τῶν6 in vol. 1
10περιεστηκότων ἀλγεινῶν φόνῳ τῷ καθ’ ἡμῶν δρᾶμα τὸ περὶ ἡμᾶς καταστρέψαντες.»
Aeth
.

1

.

3

.

2

Ἡ μὲν ταῦτα ἐπε‐ τραγῴδει, οἱ δὲ οὐδὲν συνιέναι τῶν λεγομένων ἔχοντες τοὺς μὲν αὐτοῦ καταλείπουσιν, ἰσχυρὰν αὐτοῖς φυλακὴν τὴν ἀσθένειαν αὐτῶν ἐπιστήσαντες, ἐπὶ δὲ τὴν ναῦν ὁρμήσαν‐
5τες τὸν φόρτον ἐξήντλουν, τῶν μὲν ἄλλων ὑπερορῶντες (πολλὰ δὲ ἦν καὶ ποικίλα), χρυσοῦ δὲ καὶ ἀργύρου καὶ λίθων πολυτίμων καὶ σηρικῆς ἐσθῆτος, ὅση δύναμις ἑκάστοις, ἐκφοροῦντες.
Aeth
.

1

.

3

.

3

Ἐπεὶ δὲ ἅλις ἔχειν ἐδόκει (καὶ τοσαῦτα ἦν ὡς καὶ λῃστρικὴν κορέσαι πλεονεξίαν), τὴν λείαν ἐπὶ τὸν αἰγιαλὸν καταθέντες εἰς φορτία καὶ μοίρας κατενέ‐ μοντο, οὐ πρὸς τὴν ἑκάστου τῶν ληφθέντων ἀξίαν ἀλλὰ
5πρὸς τὸ ἴσον βάρος τὴν νέμησιν ποιούμενοι. Τὰ δὲ περὶ τὴν κόρην καὶ τὸν νεανίαν ἐν δευτέροις πράξειν ἔμελλον.
Aeth
.

1

.

3

.

4

Κατὰ τοῦτο πλῆθος ἕτερον ἐφίσταται λῃστρικόν, ἱππέων δύο τοῦ τάγματος ἡγουμένων· ὅπερ ὡς εἶδον οἱ πρότεροι, οὔτε χεῖρας ἀνταράμενοι οὔτε τι τῶν σκύλων ἐπενεγκάμενοι, τοῦ μὴ ἐπιδιωχθῆναι ἕνεκεν, ὡς δρόμου
5εἶχον ἔφευγον, αὐτοὶ μὲν εἰς δέκα τὸν ἀριθμὸν ὄντες, τρὶς δὲ τοσούτους τοὺς ἐπελθόντας θεασάμενοι.
Aeth
.

1

.

3

.

5

Καὶ
οἱ μὲν ἀμφὶ τὴν κόρην δεύτερον ἤδη ἡλίσκοντο οὐδέπω ληφθέντες· οἱ δὲ λῃσταί, πρὸς τὴν διαρπαγὴν καὶ ταῦτα σπεύδοντες, ὑπὸ τῆς τῶν ὁρωμένων ἀγνοίας ἅμα καὶ ἐκ‐7 in vol. 1
5πλήξεως τέως ἀνεστέλλοντο.
Aeth
.

1

.

3

.

6

Τοὺς μὲν γὰρ πολλοὺς φόνους ὑπὸ τῶν προτέρων γεγενῆσθαι λῃστῶν εἴκαζον, τὴν κόρην δὲ ὁρῶντες ἐν ξένῃ καὶ περιβλέπτῳ τῇ στολῇ καὶ τῶν μὲν προσπιπτόντων φοβερῶν ὡς ἂν μηδὲ γινομένων
5ὑπερορῶσαν ὅλην δὲ τοῦ νεανίου πρὸς τοῖς τραύμασιν οὖ‐ σαν καὶ ὡς ἴδιον τὸ ἐκείνου πάθος ἀλγοῦσαν, τὴν μὲν τοῦ κάλλους καὶ τοῦ φρονήματος ἐθαύμαζον, τὸν δὲ καὶ τραυ‐ ματίαν ἐξεπλήττοντο· τοιοῦτος τὴν μορφὴν καὶ τοσοῦτος τὸ μέγεθος ἔκειτο κατὰ μικρὸν ἤδη πως ἀνειληφὼς ἑαυτὸν
10καὶ πρὸς τὸ σύνηθες βλέμμα ἀποκαθιστάμενος.
10
Aeth
.

1

.

4

.

1

Ὀψὲ δὴ οὖν ποτε πλησιάσας ὁ λῄσταρχος ἐπι‐ βάλλει τῇ κόρῃ τὴν χεῖρα καὶ ἀνίστασθαί τε καὶ ἕπεσθαι ἐκέλευεν. Ἡ δὲ τῶν μὲν λεγομένων οὐδὲν συνιεῖσα τὸ δὲ προσταττόμενον συμβαλοῦσα συνεφείλκετο τὸν νεανίσκον
5οὐδὲ αὐτὸν μεθιέντα, καὶ τὸ ξίφος ἐπιφέρουσα τοῖς στέρ‐ νοις ἑαυτὴν ἀποσφάξειν ἠπείλει εἰ μὴ ἀμφοτέρους ἄγοιεν.
Aeth
.

1

.

4

.

2

Συνεὶς οὖν ὁ λῄσταρχος τὸ μέν τι τοῖς λεγομένοις, πλέον δὲ τοῖς νεύμασι, καὶ ἅμα συνεργὸν ἕξειν εἰς τὰ μέγιστα τὸν νεανίαν εἰ περισωθείη προσδοκήσας, κατα‐ βιβάσας τόν τε ὑπασπιστὴν καὶ ἑαυτὸν τῶν ἵππων ἀνατί‐
5θεται τοὺς αἰχμαλώτους, τοὺς μὲν ἄλλους τὰ λάφυρα συσ‐ κευασαμένους ἕπεσθαι προστάξας, αὐτὸς δὲ ἐκ ποδὸς
παραθέων καὶ προσανέχων, εἴ πού τις αὐτῶν περιτρέποιτο.8 in vol. 1
Aeth
.

1

.

4

.

3

Καὶ ἦν δόξης οὐκ ἐκτὸς τὸ γινόμενον· δουλεύειν ὁ ἄρχων ἐφαίνετο καὶ ὑπηρετεῖσθαι ὁ κρατῶν τοῖς ἑαλω‐ κόσιν ᾑρεῖτο. Οὕτως εὐγενείας ἔμφασις καὶ κάλλους ὄψις καὶ λῃστρικὸν ἦθος οἶδεν ὑποτάττειν καὶ κρατεῖν καὶ τῶν
5αὐχμηροτέρων δύναται.
5
Aeth
.

1

.

5

.

1

Παραμείψαντες οὖν ὅσον δύο στάδια τὸν αἰγιαλόν, ἐκτραπέντες εὐθὺς τοῦ ὄρους πρὸς τὰ ὄρθια ἐχώρουν τὴν θάλατταν ἐν δεξιᾷ ποιησάμενοι, καὶ ὑπερβάντες χαλεπῶς τὰς ἀκρωρείας ἐπί τινα λίμνην κατὰ θατέραν τοῦ ὄρους
5πλευρὰν ὑποτείνουσαν ἠπείγοντο.
Aeth
.

1

.

5

.

2

Ἦν δὲ τοιάδε τις· βουκολία μὲν σύμπας κέκληται πρὸς Αἰγυπτίων ὁ τόπος· ἔστι δὲ κοιλὰς τῆς αὐτόθι γῆς τοῦ Νείλου ὑπερεκχύσεις τινὰς ὑποδεχομένη καὶ λίμνη γινομένη, τὸ μὲν κατὰ μέ‐
5σον βάθος ἄπειρος ἐπὶ δὲ τὰς ἄκρας εἰς ἕλος ἀποτελευ‐ τῶσα. Ὃ γὰρ ταῖς θαλάτταις αἰγιαλοί, τοῦτο ταῖς λίμναις τὰ ἕλη γίνεται.
Aeth
.

1

.

5

.

3

Ἐν δὴ τούτοις ὅσον Αἰγυπτίων λῃσ‐ τρικὸν πολιτεύεται, ὁ μὲν ἐπὶ γῆς ὀλίγης, εἴ ποί τις ὑπερ‐ έχει τοῦ ὕδατος, καλύβην πηξάμενος, ὁ δὲ ἐπὶ σκάφους βιοτεύει, πορθμεῖον τὸ αὐτὸ καὶ οἰκητήριον ἔχων. Ἐπ’
5αὐτοῦ μὲν αὐτοῖς αἱ γυναῖκες ἐριθεύουσιν, ἐπ’ αὐτοῦ δὲ ἀποτίκτουσιν.
Aeth
.

1

.

5

.

4

Εἰ δὲ γένοιτο παιδίον, τὰ μὲν πρῶτα τῷ
μητρῴῳ γάλακτι τὰ δὲ ἀπὸ τούτου τοῖς ἀπὸ τῆς λίμνης ἰχθύσι πρὸς ἥλιον ὀπτωμένοις ἐκτρέφει. Ἕρπειν δὲ ὀρε‐ γόμενον εἰ αἴσθοιτο, ἱμάντα τῶν σφυρῶν ἐξάψας ὅσον ἐπ’9 in vol. 1
5ἄκρου τοῦ σκάφους ἢ τῆς καλιᾶς προβαίνειν ἐπέτρεψε, καινόν τινα χειραγωγὸν αὐτῷ τὸν δεσμὸν τοῦ ποδὸς ἐπι‐ στήσας.
7
Aeth
.

1

.

6

.

1

Καί πού τις βουκόλος ἀνὴρ ἐτέχθη τε ἐν τῇ λίμνῃ καὶ τροφὸν ἔσχε ταύτην καὶ πατρίδα τὴν λίμνην ἐνόμισεν· ἱκανὴ δὲ φρούριον ἰσχυρὸν εἶναι λῃσταῖς· διὸ καὶ συρρεῖ ἐπ’ αὐτὴν ὁ τοιοῦτος βίος τῷ μὲν ὕδατι πάντες
5ὅσα τείχει χρώμενοι, τὸν δὲ πολὺν κατὰ τὸ ἕλος κάλαμον ἀντὶ χαρακώματος προβεβλημένοι.
Aeth
.

1

.

6

.

2

Σκολιὰς γάρ τινας ἀτραποὺς τεμόμενοι καὶ πολλοῖς ἑλιγμοῖς πεπλανημένας καὶ σφίσι μὲν διὰ τὴν γνῶσιν ῥᾴστους τοῖς δ’ ἄλλοις ἀπό‐ ρους τοὺς διέκπλους κατασκευάσαντες μέγιστον ὀχύρωμα
5πρὸς τὸ μὴ ἄν τι παθεῖν ἐξ ἐπιδρομῆς ἐμηχανήσαντο. Καὶ τὰ μὲν κατὰ τὴν λίμνην καὶ τοὺς ἐνοικοῦντας αὐτῇ βουκόλους ὧδέ πως ἔχει.
7
Aeth
.

1

.

7

.

1

Ἤδη δὲ ἡλίου πρὸς δυσμὰς ἰόντος ἀφικνοῦνται ἐπ’ αὐτὴν οἱ ἀμφὶ τὸν λῄσταρχον· καὶ οἱ μὲν τῶν τε ἵππων ἀπεβίβαζον τοὺς νέους καὶ τὴν λείαν ἐνετίθεντο τοῖς σκάφεσιν, ὁ δὲ πολὺς τῶν κατὰ χώραν μεινάντων
5λῃστῶν ὅμιλος, ἄλλος ἄλλοθεν τοῦ ἕλους ἐκδὺς ἀνεφαίνετο
καὶ συνέθεον καὶ τὸν λῄσταρχον οἱονεὶ βασιλέα τινὰ ἑαυτῶν προσαπαντῶντες ὑπεδέχοντο.10 in vol. 1
Aeth
.

1

.

7

.

2

Τῶν δὲ λαφύρων τὸ πλῆθος ὁρῶντες καὶ τὸ κάλλος τῆς κόρης θεσπέσιόν τι χρῆμα περισκοποῦντες ἱερά τινα ἢ ναοὺς πολυχρύσους ἀποσεσυλῆσθαι παρὰ τῶν ὁμοτέχνων ὑπελάμβανον, προσα‐
5φῃρῆσθαι δὲ καὶ τὴν ἱέρειαν αὐτήν, ἢ καὶ αὐτὸ ἔμπνουν μετῆχθαι τὸ ἄγαλμα διὰ τῆς κόρης ὑπ’ ἀγροικίας εἴκαζον. Καὶ πολλὰ τὸν λῄσταρχον τῆς ἀνδραγαθίας εὐφημοῦντες ἐπὶ τὴν οἴκησιν αὐτοῦ παρέπεμπον· ἡ δὲ νησίον ἦν ἄποθεν τῶν ἄλλων εἰς καταγώγιον μόνῳ σὺν ὀλίγοις τοῖς περὶ
10αὐτὸν ἀποτετμημένον.
Aeth
.

1

.

7

.

3

Ἐνταῦθα ὡς κατήχθη, τοὺς μὲν πολλοὺς οἴκαδε ἀπιέναι προσέταττεν εἰς τὴν ὑστερ‐ αίαν ἅπαντας ἥκειν ὡς αὐτὸν ἐπιστείλας, αὐτὸς δὲ σὺν ὀλίγοις τοῖς εἰωθόσιν ὑπολειφθεὶς καὶ δείπνου πρὸς βραχὺ
5τοῖς ἄλλοις μεταδοὺς καὶ αὐτὸς μεταλαβών, τοὺς μὲν νέους Ἕλληνί τινι παραδίδωσι νεανίσκῳ, οὐ πρὸ πολλοῦ παρ’ αὐτοῖς αἰχμαλώτῳ γεγονότι, τοῦ διαλέγεσθαι ἕνεκεν, καλύβην τῆς ἑαυτοῦ πλησίον ἀποκληρώσας, τά τε ἄλλα ἐπιμεληθῆναι τοῦ νέου προστάξας καὶ τὴν κόρην ἀνύβρισ‐
10τον ἀπὸ πάντων διαφυλάττειν. Αὐτὸς δὲ καμάτῳ τε τῆς ὁδοιπορίας βαρούμενος καὶ φροντίδι τῶν παρόντων συνεχό‐ μενος πρὸς ὕπνον ἐτέτραπτο.
12
Aeth
.

1

.

8

.

1

Σιγῆς δὲ τὸ ἕλος κατασχούσης καὶ νυκτὸς εἰς πρώτην φυλακὴν προελθούσης, τὴν ἐρημίαν τῶν ὀχλησόν‐ των εὐπορίαν εἰς θρήνους οἱ περὶ τὴν κόρην ἐλάμβανον,
ἀνακινούσης αὐτῆς, οἶμαι, πλέον τὰ πάθη τῆς νυκτός, ἅτε11 in vol. 1
5οὐδεμιᾶς οὔτε ἀκοῆς οὔτε ὄψεως ἐφ’ ἑαυτὴν ἀντισπώ‐ σης ἀλλὰ μόνῳ τῷ λυποῦντι σχολάζειν ἐπιτρεπούσης.
Aeth
.

1

.

8

.

2

Πολλὰ δὴ οὖν ἀνοιμώξασα καθ’ ἑαυτὴν ἡ κόρη (κεχώριστο γάρ, τοῦτο προσταχθέν, ἐπί τινος χαμεύνης κατακεκλιμένη) καὶ ὅσον πλεῖστον ἐπιδακρύσασα, «Ἄπολλον,» ἔφη, «ὡς λίαν ἡμᾶς καὶ πικρότερον ἀμύνῃ τῶν ἁμαρτημάτων, οὐδὲ
5ἱκανά σοι πρὸς τιμωρίαν τὰ παρελθόντα, στέρησις τῶν οἰ‐ κείων καὶ καταποντιστῶν ἅλωσις καὶ θαλασσῶν μυρίος κίν‐ δυνος καὶ λῃστῶν ἐπὶ γῆς ἤδη δευτέρα σύλληψις καὶ πικρό‐ τερα τῶν ἐν πείρᾳ τὰ προσδοκώμενα.
Aeth
.

1

.

8

.

3

Καὶ ποῖ ταῦτα στήσεις; Εἰ μὲν εἰς θάνατον ἀνύβριστον, ἡδὺ τὸ τέλος, εἰ δέ με γνώσεταί τις αἰσχρῶς, ἣν μηδέπω μηδὲ Θεαγένης, ἐγὼ μὲν ἀγχόνῃ προλήψομαι τὴν ὕβριν, καθαρὰν ἐμαυτὴν
5ὥσπερ φυλάττω καὶ μέχρι θανάτου φυλάξασα καὶ καλὸν ἐντάφιον τὴν σωφροσύνην ἀπενεγκαμένη· σοῦ δὲ οὐδεὶς ἔσται δικαστὴς πικρότερος.»
Aeth
.

1

.

8

.

4

Καὶ ἔτι λέγουσαν ἐπεῖ‐ χεν ὁ Θεαγένης «παῦε» λέγων «ὦ φιλτάτη καὶ ψυχὴ ἐμὴ Χαρίκλεια· θρηνεῖς μὲν εἰκότα παροξύνεις δὲ πλέον ἢ δο‐ κεῖς τὸ θεῖον· οὐ γὰρ ὀνειδίζειν, ἀλλὰ παρακαλεῖν χρεών,
5εὐχαῖς, οὐκ αἰτίαις ἐξιλεοῦται τὸ κρεῖττον.» Ἡ δὲ «εὖ μὲν λέγεις, σὺ δέ μοι πῶς ἔχεις;» διηρώτα. «Ῥᾷον» ἔφη «καὶ βέλτιον ὑπὸ τῆς ἑσπέρας, ἐκ τῆς τοῦ μειρακίου θερα‐ πείας ἣ τὰ φλεγμαίνοντά μοι τῶν τραυμάτων ἐπεκούφισεν.»
Aeth
.

1

.

8

.

5

«Ἀλλὰ καὶ μᾶλλον εἰς ἕω κουφισθήσῃ» ἔφη ὁ τὴν φρουρὰν αὐτῶν ἐπιτετραμμένος· «τοιαύτην σοι ποριοῦμαι
βοτάνην ἣ διὰ τρίτης ἑνώσει τὰς πληγάς· ἔχω δὲ αὐτῆς ἔργῳ τὴν πεῖραν λαβών· ἐξ οὗ γάρ με δεῦρο αἰχμάλωτον οἵδε12 in vol. 1
5ἤγαγον, εἴ τίς ποτε τῶν ὑπηκόων τῷδε τῷ ἄρχοντι συμβο‐ λῆς γενομένης τραυματίας ἧκεν, οὐ πολλῶν ἐδεήθη πρὸς ἴασιν ἡμερῶν ᾗ λέγω ταύτῃ βοτάνῃ χρησάμενος.
Aeth
.

1

.

8

.

6

Εἰ δέ μοι μέλει τῶν ὑμετέρων οὐκ ἄξιον ὑμῖν θαυμάζειν, τύχης τε γάρ μοι τῆς αὐτῆς ἐοίκατε κοινωνεῖν καὶ ἅμα Ἕλληνας ὄντας οἰκτείρω καὶ αὐτὸς Ἕλλην γεγονώς.» «Ἕλλην; ὦ
5θεοί» ἐπεβόησαν ὑφ’ ἡδονῆς ἅμα οἱ ξένοι. «Ἕλλην ὡς ἀληθῶς τὸ γένος καὶ τὴν φωνήν· τάχα τις ἔσται τῶν κακῶν ἀνάπνευσις.» «Ἀλλὰ τίνα σε χρὴ καλεῖν;» ἔφη ὁ Θεαγένης. Ὁ δὲ «Κνήμωνα.» «Πόθεν δὲ γνωρίζειν;» «Ἀθηναῖον.» «Τύχῃ τίνι κεχρημένον;»
Aeth
.

1

.

8

.

7

«Παῦε» ἔφη· «τί ταῦτα κινεῖς κἀναμοχλεύεις; τοῦτο δὴ τὸ τῶν τραγῳδῶν. Οὐκ ἐν καιρῷ γένοιτ’ ἂν ἐπεισόδιον ὑμῖν τῶν ὑμετέρων τἀμὰ ἐπ‐ εισφέρειν κακά· καὶ ἅμα οὐδ’ ἂν ἐπαρκέσειε τὸ λειπόμενον
5πρὸς τὸ διήγημα τῆς νυκτὸς ὕπνου καὶ ταῦτα δεομένοις ὑμῖν ἀπὸ πολλῶν τῶν πόνων καὶ ἀναπαύσεως.»
6
Aeth
.

1

.

9

.

1

Ἐπεὶ δὲ οὐκ ἀνίεσαν ἀλλὰ παντοίως λέγειν ἱκ‐ έτευον, μεγίστην ἡγούμενοι παραψυχὴν τὴν τῶν ὁμοίων ἀκοήν, ἄρχεται ὁ Κνήμων ἐντεῦθεν· «Ἦν μοι πατὴρ Ἀρίστιππος, τὸ γένος Ἀθηναῖος, βουλῆς δὲ τῆς ἄνω, τὴν
5περιουσίαν τῶν μέσων. Οὗτος, ἐπειδή μοι τὴν μητέρα τελ‐
ευτῆσαι συνέβη, πρὸς δευτέρους ἀπεκλίνετο γάμους, ἐπὶ μόνῳ μοι παιδὶ σαλεύειν ἐπιμεμφόμενος, καὶ τοῖς οἴκοις ἐπεισάγει γύναιον ἀστεῖον μὲν ἀλλ’ ἀρχέκακον, ὄνομα Δη‐ μαινέτην.13 in vol. 1
Aeth
.

1

.

9

.

2

Ὡς γὰρ τάχιστα εἰσῆλθεν, ὅλον ὑπεποιεῖτο καὶ πράττειν ὅτι βούλοιτο ἔπειθε, τῇ τε ὥρᾳ τὸν πρεσ‐ βύτην ἐπαγομένη καὶ τἄλλα ὑπερθεραπεύουσα· δεινὴ δέ, εἴπερ τις γυναικῶν, ἐφ’ ἑαυτὴν ἐκμῆναι καὶ τέχνην τὴν
5ἐπαγωγὸν ἐκτόπως ἠκριβωμένη, προόδοις τε τοὐμοῦ πατρὸς ἐπιστένουσα καὶ εἰσόδοις προστρέχουσα καὶ βραδύνοντι μεμφομένη καὶ ὡς ἀπώλετ’ ἂν εἰ ὀλίγον ἐμέλλησε καὶ περι‐ βάλλουσα ἐφ’ ἑκάστῳ ῥήματι καὶ ἐπιδακρύουσα τοῖς φιλή‐ μασιν· οἷς ἅπασιν ὁ πατήρ μου σαγηνευθεὶς ὅλην ἐκείνην
10καὶ ἔπνει καὶ ἔβλεπεν.
Aeth
.

1

.

9

.

3

Ἡ δὲ κἀμὲ τὰ πρῶτα ἴσα καὶ παῖδα ὁρᾶν ἐπλάττετο κἀν τούτῳ τὸν Ἀρίστιππον ὑπο‐ ποιουμένη καί ποτε καὶ ἐφίλησεν ἂν προσελθοῦσα καὶ ὄνασθαί μου συνεχῶς ηὔξατο· κἀγὼ προσιέμην, τῶν μὲν
5ὄντων οὐδὲν ὑποπτεύων, ὅτι δὲ μητρῴαν ἐπιδείκνυται περὶ ἐμὲ θαυμάζων διάθεσιν. Ἐπεὶ δὲ ἰταμώτερον προσῄει καὶ θερμότερα ἦν τὰ φιλήματα τοῦ πρέποντος καὶ τὸ βλέμμα τοῦ σώφρονος ἐξιστάμενον πρὸς ὑπόνοιαν ἦγεν, ἤδη τὰ πολλὰ καὶ ὑπέφευγον καὶ πλησιάζουσαν ἀπωθούμην.
Aeth
.

1

.

9

.

4

Καὶ τὰ μὲν ἄλλα τί δεῖ μηκύνοντα ἐνοχλεῖν; τὰς πείρας ἃς καθῆκε, τὰς ὑποσχέσεις ἃς ἐπηγγείλατο, νῦν μὲν παιδίον νῦν δὲ γλυκύτατον ὀνομάζουσα καὶ αὖθις κληρονόμον καὶ μετ’ ὀλίγον ψυχὴν ἑαυτῆς ἀποκαλοῦσα καὶ ἁπλῶς τὰ καλὰ
5τῶν ὀνομάτων τοῖς ἐπαγωγοῖς παραμιγνῦσα καὶ οἷστισι μᾶλλον προστρέχω περισκοποῦσα, ὡς ἐν μὲν τοῖς σεμνο‐ τέροις μητέρα ἑαυτὴν ἀναπλάττουσα ἐν δὲ τοῖς ἀτοπωτέ‐
ροις τοῦτο ἐκεῖνο λαμπρῶς ἐρωμένην ὑποφαίνουσα.14 in vol. 1
Aeth
.

1

.

10

.

1

Τέλος δὲ γίνεταί τι τοιοῦτον. Παναθηναίων τῶν μεγάλων ἀγομένων, ὅτε τὴν ναῦν Ἀθηναῖοι διὰ γῆς τῇ Ἀθηνᾷ πέμπουσιν, ἐτύγχανον μὲν ἐφηβεύων, ᾄσας δὲ τὸν εἰωθότα παιᾶνα τῇ θεῷ καὶ τὰ νενομισμένα προπομπεύσας,
5ὡς εἶχον στολῆς αὐτῇ χλαμύδι καὶ αὐτοῖς στεφάνοις ἔρχο‐ μαι οἴκαδε ὡς ἐμαυτόν.
Aeth
.

1

.

10

.

2

Ἡ δὲ ἐπειδὴ τὸ πρῶτον εἶδεν ἐκτὸς ἑαυτῆς γίνεται καὶ οὐδὲ ἐσοφίστευεν ἔτι τὸν ἔρωτα, ἀλλ’ ἀπὸ γυμνῆς τῆς ἐπιθυμίας προσέτρεχε καὶ περιβα‐ λοῦσα «ὁ νέος Ἱππόλυτος, † ὁ Θησεὺς ὁ ἐμός †» ἔλεγε.
5Τίνα με οἴεσθε γεγενῆσθαι ὃς καὶ νῦν ἐρυθριῶ διηγούμε‐ νος; Ἀλλ’ ἑσπέρας γενομένης, ὁ μὲν πατὴρ εἰς τὸ πρυτα‐ νεῖον ἐσιτεῖτο καὶ ὡς ἂν ἐν τοιαύτῃ πανηγύρει καὶ πότῳ πανδήμῳ καὶ διανυκτερεύειν ἔμελλεν, ἡ δὲ ἐπιγίνεταί μοι νυκτὸς καὶ ἐπειρᾶτό τινος τῶν ἀθεμίτων τυγχάνειν.
Aeth
.

1

.

10

.

3

Ὡς δὲ παντοίως ἀντεῖχον καὶ πρὸς πᾶσαν θεραπείαν καὶ ὑπόσχεσιν καὶ ἀπειλὴν ἀπεμαχόμην, βαρύ τι καὶ βύθιον στενάξασα ἀπιοῦσα ᾤχετο· καὶ μόνην ἡ παλαμναία τὴν νύκτα ὑπερθεμένη τῶν ἐπιβουλῶν τῶν εἰς ἐμὲ κατήρχετο·
5καὶ πρῶτον μὲν οὐδὲ διανέστη τότε τῆς εὐνῆς, ἀλλ’ ἥκοντι τῷ πατρὶ καὶ τί τοῦτο πυνθανομένῳ μαλακῶς τε ἔχειν ἐσκήπτετο καὶ οὐδὲ ἀπεκρίνατο τὴν πρώτην.
Aeth
.

1

.

10

.

4

Ὡς δὲ ἐνέκειτο καὶ τί πεπόνθοι πολλάκις ἀνηρώτα, «ὁ θαυμαστός» φησι «καὶ † εἰς ἐμὲ † νεανίας, ὁ κοινὸς ἡμῶν παῖς ὃν ἐγὼ πλέον καὶ σοῦ πολλάκις ἠγάπησα (καὶ μάρτυρες οἱ
5θεοί), κύειν με πρός τινων αἰσθόμενος, ὃ δὴ σὲ τέως ἔκρυ‐ πτον, ἕως ἂν τὸ ἀσφαλὲς γνοίην, τὴν σὴν ἀπουσίαν ἐπιτη‐ ρήσας ταῦτα δὴ τὰ εἰωθότα παραινοῦσαν καὶ σωφρονεῖν παρακελευομένην μηδὲ πρὸς ἑταίραις ἔχειν τὸν νοῦν καὶ μέθαις (οὐ γάρ με ἐλάνθανεν οὕτως ἔχων, σοὶ δὲ οὐκ ἔφραζον15 in vol. 1
10μή τινα λάβοιμι μητρυιᾶς ὑπόνοιαν), ταῦτα λέγουσαν μό‐ νην πρὸς μόνον τοῦ μὴ ἐρυθριᾶν αὐτὸν ἕνεκεν, τὰ μὲν οὖν ἄλλα ὅσα περὶ σέ τε κἀμὲ περιύβρισεν αἰσχύνομαι λέγειν, λὰξ δὲ κατὰ τῆς γαστρὸς ἐναλάμενος οὕτως ἔχειν ὡς ὁρᾷς διέθηκε.»
14
Aeth
.

1

.

11

.

1

Ταῦτα ὡς ἤκουσεν, οὐκ εἶπεν, οὐκ ἠρώτησεν, οὐκ ἀπολογίαν προὔθηκεν, ἀλλὰ πιστεύων μηδ’ ἂν ψεύσασθαι κατ’ ἐμοῦ τὴν οὕτω περὶ ἐμὲ διακειμένην, εὐθὺς ὡς εἶχε κατά τι μέρος τῆς οἰκίας περιτυχών, οὐδὲν εἰδότα πύξ τε
5ἔπαιε καὶ παῖδας προσκαλεσάμενος μάστιξιν ᾐκίζετο, μηδὲ τὸ κοινὸν δὴ τοῦτο διότι ξαινοίμην γινώσκοντα.
Aeth
.

1

.

11

.

2

Ὡς δὲ ἐνεπέπληστο τῆς ὀργῆς, «ἀλλὰ νῦν γε» ἔφην «ὦ πάτερ, εἰ καὶ μὴ πρότερον, δίκαιος ἂν εἴην τὴν αἰτίαν τῶν πληγῶν μανθάνειν.» Ὁ δὲ μᾶλλον παροξυνθεὶς «ὢ τῆς εἰρω‐
5νείας» φησί· «τὰς πράξεις αὐτοῦ τὰς ἀνοσίας παρ’ ἐμοῦ βούλεται μανθάνειν.» Καὶ ἀποστραφεὶς ἐπὶ τὴν Δημαινέ‐ την ἔσπευδεν· ἡ δέ, οὔπω γὰρ κεκόρεστο, δευτέρας ἐπι‐ βουλῆς κατ’ ἐμοῦ τοιᾶσδε ἥπτετο.
Aeth
.

1

.

11

.

3

Θίσβη παιδισκάριον ἦν αὐτῇ ψάλλειν τε πρὸς κιθάραν ἐπιστάμενον καὶ τὴν ὄψιν οὐκ ἄωρον. Τοῦτο ἐπ’ ἐμὲ καθίησιν ἐρᾶν μου δῆθεν
προστάξασα, καὶ ἤρα παραχρῆμα ἡ Θίσβη, καὶ ἡ πολλάκις16 in vol. 1
5πειρῶντά με ἀπωσαμένη τότε παντοίως ἐφείλκετο βλέμμασι νεύμασι συνθήμασιν· ἐγὼ δὲ ὁ μάταιος ἀθρόον καλὸς γεγε‐ νῆσθαι ἐπεπείσμην, καὶ τέλος ἐπὶ τὸν θάλαμον ἐλθοῦσαν νυκτὸς ὑπεδεχόμην· ἡ δὲ καὶ αὖθις ἀνῆκε καὶ πάλιν καὶ τοῦ λοιποῦ συνεχῶς ἐφοίτα.
Aeth
.

1

.

11

.

4

Ἐπεὶ δέ ποτε φυλάττεσ‐ θαι αὐτῇ τὰ πολλὰ παρῄνουν μὴ γνωσθείη παρὰ τῆς δεσποί‐ νης, «ὦ Κνήμων» ἔφη «ὡς λίαν ἁπλοϊκός τις εἶναί μοι δοκεῖς· εἰ γὰρ ἐμὲ θεράπαιναν οὖσαν καὶ ἀργυρώνητον ἡγῇ
5χαλεπὸν εἶναί σοι προσομιλοῦσαν ἁλῶναι, τίνος ἂν ἐκείνην ἀξίαν εἴποις τιμωρίας, ἣ καὶ εὐγενὴς εἶναι φάσκουσα καὶ νόμῳ τὸν συνοικοῦντα ἔχουσα καὶ θάνατον τὸ τέλος τοῦ παρανομήματος γινώσκουσα μοιχᾶται;»
Aeth
.

1

.

11

.

5

«Παῦε» ἔφην, «οὐ γὰρ ἔχω σοι πιστεύειν.» «Καὶ μήν, εἴ σοι δό‐ ξειεν, ἐπ’ αὐτοφώρῳ παραδώσω τὸν μοιχόν.» «Εἰ γὰρ οὕτω βουληθείης» ἔφην. «Καὶ μὴν βουλήσομαί γε» ἀπεκ‐
5ρίνατο «σοῦ τε ἕνεκεν οὕτω πρὸς αὐτῆς περιυβρισμένου, καὶ ἐμαυτῆς δὲ οὐκ ἔλαττον, ἣ πάσχω τὰ ἔσχατα ἐφ’ ἑκάσ‐ της, ζηλοτυπίαν ματαίαν ἐκείνης ἐπ’ ἐμὲ γυμναζούσης. Ἀλλ’ ὅπως ἀνὴρ ἔσῃ σκέψαι.»
8
Aeth
.

1

.

12

.

1

Ἐπεὶ δὲ οὕτως ἕξειν ὑπεσχόμην, τότε μὲν ἀπιοῦσα ᾤχετο. Τρίτῃ δὲ ὕστερον νυκτὶ καθεύδοντά με ἐξανίστησι καὶ τὸν μοιχὸν ἔνδον εἶναι κατεμήνυε, τὸν
πατέρα μὲν εἰς ἀγρὸν αἰφνιδίου τινὸς χρείας καλούσης17 in vol. 1
5πεπορεῦσθαι λέγουσα, τὸν δέ, οὕτω συγκείμενον αὐτῷ πρὸς τὴν Δημαινέτην, ἄρτι παρεισδεδυκέναι· προσήκειν δὲ καὶ πρὸς ἄμυναν εὐτρεπίζεσθαι καὶ ξιφήρη ποιεῖσθαι τὴν ἔφοδον τοῦ μὴ διαδρᾶναι τὸν ὑβριστήν.
Aeth
.

1

.

12

.

2

Ἐποίουν οὕτως, καὶ λαβὼν ἐγχειρίδιον, τῆς Θίσβης ἡγουμένης καὶ δᾷδας προσαπτούσης, ἐπὶ τὸν θάλαμον ᾔειν. Ἐπεὶ δὲ ἐπέστην, λύχνου τέ τινος ἔνδοθεν αὐγὴ διεξέπιπτε
5καὶ τὰς θύρας ἐπικειμένας ὡς ὀργῆς εἶχον ἐρραγεὶς ἀνοίγω, καὶ εἰσδραμὼν «ποῦ ποτε ὁ ἀλιτήριος» ἐβόων «ὁ λαμπρὸς τῆς πάντα σωφροσύνης ἐρώμενος;» καὶ ἅμα λέγων ἐπῄειν ὡς ἄμφω διαχειρισόμενος.
Aeth
.

1

.

12

.

3

Ἐκ δὲ τῆς εὐνῆς ὁ πατήρ, ὦ θεοί, περιτραπεὶς προσπίπτει μου τοῖς γόνασι καὶ «ὦ τέκνον, ἐπίσχες μικρόν» ἔλεγεν· «οἴκ‐ τειρον τὸν γεννήσαντα, φεῖσαι πολιῶν αἵ σε ἀνέθρεψαν·
5ὕβρισα μέν σε, ἀλλ’ οὐ μέχρι θανάτου τιμωρητέος. Μὴ γίνου τῆς ὀργῆς ὅλος μηδὲ φόνῳ πατρῴῳ χεῖρας μιά‐ νῃς τὰς σάς.» Ὁ μὲν ταῦτα καὶ ἕτερα πρὸς τούτοις ἐλεεινῶς ἱκέτευεν· ἐγὼ δέ, ὥσπερ τυφῶνι βληθείς, αὖος ἀπόπληκτος εἱστήκειν· τὴν Θίσβην περιέβλεπον οὐκ οἶδ’
10ὅπως ἑαυτὴν ὑποστείλασαν· τὴν κλίνην καὶ τὸν θάλαμον ἐν κύκλῳ περιεσκόπουν, εἰπεῖν τι διαπορῶν, πρᾶξαι ἀμη‐ χανῶν.
Aeth
.

1

.

12

.

4

Ἐκπίπτει μου καὶ τὸ ξίφος τῶν χειρῶν, καὶ τὸ μὲν ἡ Δημαινέτη προσδραμοῦσα σπουδαίως ἀνήρ‐ πασεν· ὁ δὲ πατὴρ ἐν τῷ ἀκινδύνῳ γεγονὼς ἐπιβάλλει τέ μοι τὰς χεῖρας καὶ δεσμεῖν ἐκέλευε, πολλὰ τῆς Δη‐
5μαινέτης παροξυνούσης καὶ «οὐ ταῦτα ἦν ἃ προηγό‐ ρευον» βοώσης «ὡς φυλάττεσθαι προσήκει τὸ μειράκιον, ὡς ἐπιβουλεύσει’ ἂν καιροῦ λαβόμενον; ἑώρων τὸ βλέμμα, συνίην τῆς διανοίας.» Ὁ δὲ «προηγόρευες» εἰπὼν «ἀλλ’ ἠπίστουν», τότε μὲν ἐν δεσμοῖς εἶχε, λέγειν τι18 in vol. 1
10βουλομένῳ τῶν ὄντων καὶ φράζειν οὐκ ἐπιτρέψας.»
10
Aeth
.

1

.

13

.

1

Ἅμα δὲ τῇ ἕῳ λαβὼν οὕτως ὡς εἶχον δεσμῶν ἐπὶ τὸν δῆμον ἦγε, καὶ τῆς κεφαλῆς κόνιν καταχεάμενος «οὐκ ἐπὶ τοιαύταις μὲν ἐλπίσιν ὦ Ἀθηναῖοι τόνδε ἀνέ‐ τρεφον» ἔλεγεν, «ἀλλὰ τοῦ γήρως τοὐμοῦ βακτηρίαν
5ἔσεσθαι προσδοκῶν ἐπειδὴ τάχιστά μοι ἐγένετο, ἐλευθε‐ ρίου τε τροφῆς μεταδοὺς καὶ τὰ πρῶτα τῶν γραμμάτων διδαξάμενος, εἰς τοὺς φράτορας καὶ γεννήτας εἰσαγα‐ γών, εἰς ἐφήβους ἐγγράψας, πολίτην ὑμέτερον κατὰ τοὺς νόμους ἀποφήνας, πάντα τὸν βίον ἐπὶ τούτῳ τὸν ἐμὸν
10ἐσάλευον.
Aeth
.

1

.

13

.

2

Ἐπεὶ δὲ τούτων ἁπάντων λήθην λαβὼν ἐμὲ μὲν ὕβρεσι τὰ πρῶτα καὶ πληγαῖς ταυτηνὶ τὴν κατὰ νόμους συνοικοῦσάν μοι ᾐκίσατο, τέλος δὲ καὶ ξιφήρης νύκτωρ ἐπῆλθε καὶ παρὰ τοσοῦτον γέγονε πατραλοίας
5παρ’ ὅσον ἀντέσχεν ἡ τύχη ἀπροσδοκήτῳ φόβῳ τὸ ξίφος τῶν τούτου χειρῶν ἐκπεσεῖν παρασκευάσασα, καταπέ‐ φευγα πρὸς ὑμᾶς καὶ προσαγγέλλω τοῦτον, αὐτόχειρ μὲν αὐτοῦ γενέσθαι, κατὰ τοὺς νόμους ἐξόν, οὐ βουληθείς,
ὑμῖν δὲ τὸ πᾶν καταλιπών, νόμῳ βέλτιον ἡγούμενος ἢ19 in vol. 1
10φόνῳ παιδὸς τὴν δίκην λαμβάνειν.»
Aeth
.

1

.

13

.

3

Καὶ ἅμα ἐπε‐ δάκρυεν· ἐπεκώκυε δὲ καὶ ἡ Δημαινέτη καὶ περιαλγεῖν ἐπ’ ἐμοὶ δῆθεν ἐπεδείκνυτο, τὸν ἄθλιον ἀποκαλοῦσα, τὸν ἐν δίκῃ μὲν ἀλλὰ πρὸ ὥρας τεθνηξόμενον, τὸν ὑπὸ
5δαιμόνων ἀλαστόρων ἐπὶ τοὺς γεννήσαντας ἐλαθέντα, οὐ θρηνοῦσα μᾶλλον ἢ καταμαρτυροῦσα τοῖς θρήνοις καὶ ὡς ἀληθῆ τὴν κατηγορίαν βεβαιοῦσα τοῖς γόοις.
Aeth
.

1

.

13

.

4

Ἐπεὶ δὲ μεταδοῦναι κἀμοὶ λόγων ἠξίουν, ὁ γραμματεὺς προσ‐ ελθὼν ἠρώτα στενὸν ἐρώτημα, εἰ τῷ πατρὶ ξιφήρης ἐπῆλθον. Ἐμοῦ δὲ «ἐπῆλθον μὲν» εἰπόντος, «ἀλλ’
5ὅπως, ἀκούσατε» ἀνεβόησαν ἅπαντες καὶ οὐδὲ ἀπολο‐ γίας μοι μετεῖναι κρίναντες οἱ μὲν λίθοις βάλλειν οἱ δὲ τῷ δημίῳ παραδιδόναι καὶ ὠθεῖσθαι εἰς τὸ βάραθρον ἐδο‐ κίμαζον.
Aeth
.

1

.

13

.

5

Ἐμοῦ δὲ παρὰ πάντα τὸν θόρυβον καὶ τὸν χρόνον ὃν περὶ τῆς τιμωρίας διεχειροτόνουν «ὦ μη‐ τρυιά» βοῶντος, «διὰ μητρυιὰν ἀναιροῦμαι, μητρυιά με ἄκριτον ἀπόλλυσι» προσέστη τοῖς πολλοῖς τὸ λεγόμενον
5καὶ εἰσῄει τῶν ὄντων ὑποψία. Καὶ ἠκούσθην μὲν οὐδὲ τότε, προκατείληπτο γὰρ ὁ δῆμος ἀκαταπαύστῳ θορύβῳ.
6
Aeth
.

1

.

14

.

1

Τῶν δὲ ψήφων διακρινομένων οἱ μὲν τὸν θάνατον καταχειροτονήσαντες ἦσαν εἰς ἑπτακοσίους καὶ χιλίους, οἱ μὲν καταλεῦσαι οἱ δὲ εἰς τὸ βάραθρον πέμψαι κρίναντες, οἱ λοιποὶ δὲ εἰς χιλίους, ὅσοι τι καὶ τῇ ὑπο‐
5νοίᾳ τῇ κατὰ τῆς μητρυιᾶς δόντες φυγῇ με εἰς τὸ διηνε‐ κὲς ἐζημίωσαν. Ἀλλ’ ὅμως ἡ τούτων ἐκράτει ψῆφος· τῶν μὲν γὰρ ἄλλων ὁμοῦ πάντων ἦσαν ἐλάττους, ἐκείνων
δὲ διάφορα ψηφισαμένων εἰς τὸ μέρος οἱ χίλιοι πλείους ἐγίνοντο. Κἀγὼ μὲν οὕτως ἐξηλαυνόμην ἑστίας τε πα‐20 in vol. 1
10τρῴας καὶ τῆς ἐνεγκούσης· οὐ μὴν ἀτιμώρητός γε ἡ θεοῖς ἐχθρὰ Δημαινέτη περιελείφθη.
Aeth
.

1

.

14

.

2

Τὸν δὲ τρόπον εἰσαῦθις ἀκούσεσθε, τὸ δὲ νῦν καὶ ὕπνου μεταληπτέον, τό τε γὰρ πολὺ προέβη τῆς νυκτὸς καὶ ὑμῖν πολλῆς δεῖ τῆς ἀναπαύσεως.» «Καὶ μὴν προσεπιτρίψεις γε ἡμᾶς»
5ἔφη ὁ Θεαγένης «εἰ τὴν κακίστην ἀτιμώρητον ἐάσεις ἐν τῷ λόγῳ Δημαινέτην.» «Οὐκοῦν ἀκούοιτ’ ἂν» ἔφη ὁ Κνήμων, «ἐπειδήπερ ὑμῖν οὕτω φίλον· Ἐγὼ μὲν ὡς εἶχον εὐθὺς μετὰ τὴν κρίσιν εἰς τὸν Πειραιᾶ κατέβην καὶ νεὼς ἀναγομένης ἐπιτυχὼν τὸν πλοῦν εἰς Αἴγιναν
10ἐποιούμην, ἀνεψιοὺς εἶναί μοι τῆς μητρὸς ἐνταῦθα πυν‐ θανόμενος· κατάρας δὲ καὶ τοὺς ἐπιζητουμένους ἀνευρὼν οὐκ ἀηδῶς τὰ πρῶτα διῆγον.
Aeth
.

1

.

14

.

3

Εἰκοστῇ δὲ ὕστερον ἡμέρᾳ συνήθως ἀλύων ἐπὶ λιμένα κατῆλθον· καὶ λέμβος ἄρτι κατεφέρετο. Μικρὸν οὖν ἐπιστὰς ὁπόθεν τε εἴη καὶ τίνας ἄγοι περιεσκόπουν. Οὔπω δὲ τῆς ἀποβάθρας
5ἀκριβῶς κειμένης ἐξήλατό τις καί με προσδραμὼν περιέ‐ βαλλεν· ἦν δ’ ἄρα Χαρίας τῶν ἐμῶν συνεφήβων· καὶ «ὦ Κνήμων, εὐαγγέλιά σοι κομίζω» φησίν· «ἔχεις παρὰ τῆς πολεμίας τὴν δίκην· Δημαινέτη τέθνηκεν.»
Aeth
.

1

.

14

.

4

«Ἀλλὰ σῴζοιο μὲν» ἔφην «ὦ Χαρία, τί δὲ παρατρέχεις τὸ εὐαγγέλιον ὥσπερ τι τῶν ἀτόπων ἀπαγγέλλων; Εἰπὲ
καὶ τὸν τρόπον, ὡς σφόδρα δέδοικα μὴ τῷ κοινῷ κέχρη‐ ται θανάτῳ καὶ διέδρα τὸν πρὸς ἀξίαν.» «Οὐ παντά‐21 in vol. 1
5πασιν» ἔφη ὁ Χαρίας «ἐκλέλοιπεν ἡμᾶς ἡ δίκη καθ’ Ἡσίοδον, ἀλλὰ μικρὸν μὲν ἄν τι καὶ παρίδοι ποτέ, τῷ χρόνῳ τὴν ἄμυναν παρέλκουσα, τοῖς δὲ οὕτως ἀθέσ‐ μοις ὀξὺν ἐπιβάλλει τὸν ὀφθαλμόν, ὡς δὴ καὶ τὴν ἀλιτή‐ ριον μετῆλθε Δημαινέτην.
Aeth
.

1

.

14

.

5

Ἔλαθε δέ με τῶν γεγονό‐ των ἢ λεχθέντων οὐδέν, τῆς Θίσβης, ὡς οἶσθα, κατὰ τὴν πρός με συνήθειαν πάντα διηγουμένης. Τῆς γὰρ ἀδίκου σοι φυγῆς ἐπιβληθείσης ὁ μὲν ἄθλιός σοι πατὴρ
5ἐπὶ τοῖς πραχθεῖσι μεταμελόμενος εἰς ἀγρόν τινα καὶ ἐσχατιὰν ἑαυτὸν ἀπῴκισε κἀκεῖ διῆγεν, ὃν θυμὸν κατέ‐ δων, τοῦτο δὴ τὸ τοῦ ἔπους.
Aeth
.

1

.

14

.

6

Τὴν δὲ εὐθὺς Ἐρινύες ἤλαυνον καὶ μανικώτερον ἤρα σου μὴ παρόντος καὶ θρή‐ νων οὐκ ἐπαύετο, δῆθεν μὲν τῶν ἐπὶ σοὶ τὸ δ’ ἀληθὲς τῶν ἐφ’ ἑαυτῇ, καὶ «Κνήμων» ἐβόα νύκτωρ τε καὶ μεθ’
5ἡμέραν, παιδίον γλυκύτατον, ψυχὴν ἑαυτῆς ὀνομάζουσα, ὥστε καὶ αἱ γνώριμοι τῶν γυναικῶν φοιτῶσαι παρ’ αὐτὴν σφόδρα μὲν ἐθαύμαζον καὶ ἐπῄνουν, εἰ μητρὸς ἡ μητρυιὰ πάθος ἐπιδείκνυται, παραμυθεῖσθαι δὲ καὶ ἐπιρρωννύναι ἐπειρῶντο· ἡ δὲ ἀπαραμύθητον εἶναι τὸ κακὸν καὶ οἷον
10ἐγκεῖσθαι τῇ καρδίᾳ κέντρον ἀγνοεῖν τὰς ἄλλας ἔλεγεν.
10
Aeth
.

1

.

15

.

1

Εἰ δέ ποτε γένοιτο καθ’ ἑαυτήν, πολλὰ τὴν Θίσβην ἐμέμφετο ὡς οὐ προσηκόντως ὑπηρετησαμένην, «ἡ σπουδαία περὶ τὰ δεινὰ» λέγουσα, «ἡ πρὸς μὲν τὸν
ἔρωτα μὴ συμπράξασα, ἐπὶ δὲ τὸ στερηθῆναί με τοῦ φιλ‐22 in vol. 1
5τάτου καὶ λόγου ταχίων ἀποδειχθεῖσα καὶ μηδὲ μετα‐ βουλεύσασθαί μοι συγχωρήσασα.» Καὶ δήλη παντοίως ἐγένετο κακόν τι διαθήσουσα τὴν Θίσβην.
Aeth
.

1

.

15

.

2

Ἡ δὲ βα‐ ρυμηνιῶσαν ὁρῶσα καὶ πάντῃ λυπηθεῖσαν ἐπιβουλεῦσαι πρόχειρον καὶ οὐχ ἥκιστα τῷ τε θυμῷ καὶ ἔρωτι περι‐ μανῆ τυγχάνουσαν ἔγνω προλαβεῖν, καὶ φθῆναι τῇ κατ’
5ἐκείνης ἐπιβουλῇ σωτηρίαν ἑαυτῇ περιποιοῦσα. Καὶ προσ‐ ελθοῦσα «τί ταῦτα ὦ δέσποινα;» ἔλεγε «τί μάτην ἔχεις ἐν αἰτίᾳ θεραπαινίδα τὴν σήν; Ἐγὼ μέν σοι πρὸς τὸ βούλημα τὸ σὸν ἀεί τε καὶ νῦν ὑπηρετησάμην· εἰ δέ τι τῶν μὴ κατὰ γνώμην ἐκβέβηκεν, ἐκεῖνα μὲν τῇ τύχῃ
10λογιστέον· ἕτοιμος δέ, εἰ κελεύεις, ἐπινοεῖν τινὰ τῶν παρόντων λύσιν.»
Aeth
.

1

.

15

.

3

Ἡ δὲ «καὶ τίς ἂν εὑρεθείη, φιλτάτη» ἔφη, «τοῦ δυναμένου λῦσαι τὰ νῦν ἐκποδὼν γεγονότος κἀμὲ τῆς παρ’ ἐλπίδας τῶν δικαζόντων φιλ‐ ανθρωπίας ἀνελούσης; Εἰ γὰρ ἐβέβλητο τοῖς λίθοις, εἰ
5γὰρ ἀνῄρητο, πάντως ἂν κἀμοὶ συνετεθνήκει τὰ τοῦ πά‐ θους· τὸ γὰρ ἀπελπισθὲν ἅπαξ ἐξῄρηται τῆς ψυχῆς καὶ τὸ μηδαμόθεν ἔτι προσδοκώμενον ἀπαλγεῖν παρασκευάζει τοὺς κάμνοντας.
Aeth
.

1

.

15

.

4

Νῦν δὲ ὁρᾶν φαντάζομαι, παρόν‐ τος ἀκούειν ἀπατῶμαι, ὀνειδίζοντα τὴν ἄδικον ἐπιβουλὴν αἰσχύνομαι· συντεύξεσθαί ποτε ὑπελθόντι καὶ ἀπολαύ‐ σειν, ἢ καὶ αὐτὴ παρ’ ἐκεῖνον φοιτήσειν ὅπου ποτ’ ἂν ᾖ
5γῆς ὑποτίθεμαι. Ταῦτα ὑπεκκαίει, ταῦτα ἐκμαίνει.
Aeth
.

1

.

15

.

5

Δίκαια μὲν ὦ θεοὶ πάσχω· τί γὰρ οὐ περιεῖπον ἀλλ’ ἐπε‐
βούλευον; Τί δὲ οὐχ ἱκέτευον ἀλλ’ ἐδίωκον; Ἠρνήσατο τὴν πρώτην ἀλλὰ προσηκόντως· ἀλλοτρίαν μὲν ἀλλ’ οὖν γε πατρῴαν εὐνὴν ᾐσχύνετο· τυχὸν ἂν μετεπείσθη χρόνῳ23 in vol. 1
5πρὸς τὸ ἡμερώτερον καὶ πειθοῖ μεταπλαττόμενος. Ἀλλ’ ἡ θηριώδης ἐγὼ καὶ ἀνήμερος ὥσπερ οὐκ ἐρῶσά τινος ἀλλ’ ἄρχουσα δεινὸν ὅτι μὴ ἐξ ἐπιτάγματος ὑπήκουσεν ἐποιησάμην καὶ εἰ τῆς Δημαινέτης ὑπερεῖδε πολὺ τὴν ὥραν αὐτῆς ὑπερβάλλων.
Aeth
.

1

.

15

.

6

Ἀλλ’ ὦ γλυκεῖα Θίσβη τίνα λύσιν ὠνόμαζες;» «Ῥᾳδίαν ὦ δέσποινα» ἔφη· «τοῖς πολλοῖς μὲν ὁ Κνήμων ὑπεξῆλθε τοῦ ἄστεος καὶ τῆς Ἀττικῆς ἐξώρμησε τῇ κρίσει πειθόμενος, ἐμὲ δὲ ἅπαντα
5διὰ σὲ πραγματευομένην οὐκ ἔλαθεν αὐτοῦ που πρὸ τοῦ ἄστεος κρυπτόμενος. Ἀρσινόην ἀκούεις που πάντως τὴν αὐλητρίδα· ταύτῃ ἐκέχρητο· μετὰ δὲ τὴν δυστυχίαν ὑπο‐ δέχεται αὐτὸν ἡ μεῖραξ καὶ συναπαίρειν ἐπαγγελλομένη παρ’ ἑαυτῇ κατέχει κρυπτόμενον τέως ἕως ἂν συ‐
10σκευάσηται.»
Aeth
.

1

.

15

.

7

Καὶ ἡ Δημαινέτη «μακαρία μὲν Ἀρ‐ σινόη» φησὶ «τῆς τε πρότερον πρὸς Κνήμωνα συνηθείας καὶ τῆς σὺν αὐτῷ νυνὶ προσδοκωμένης ἐκδημίας· ἀλλὰ τί ταῦτα ἂν εἴη πρὸς ἡμᾶς;» «Μεγάλα» ἔφη «ὦ δέσ‐
5ποινα· ἐρᾶν μὲν ἐγὼ προσποιήσομαι τοῦ Κνήμωνος, παρα‐ καλέσω δὲ τὴν Ἀρσινόην, οὖσαν μοι πάλαι γνωρίμην ἀπὸ τῆς τέχνης, εἰσαγαγεῖν με ὡς αὐτὸν νύκτωρ ἀνθ’ ἑαυτῆς· ἅπερ εἰ γένοιτο, σὸν ἂν εἴη τὸ ἐντεῦθεν Ἀρσινόην εἶναι δοκεῖν καὶ φοιτᾶν παρ’ αὐτὸν ὡς ἐκείνην.
Aeth
.

1

.

15

.

8

Μελήσει δέ μοι καὶ ὑποβεβρεγμένον αὐτὸν κατακλῖναι παρασκευ‐ άσαι. Εἰ δὲ τύχοις ὧν βούλει, μάλιστα μὲν εἰκὸς σχο‐
λάσαι τὸν ἔρωτα, πολλαῖς γὰρ κατὰ τὴν πρώτην πεῖραν24 in vol. 1
5ἐναπεσβέσθη τὰ τῆς ἐπιθυμίας· κόρος γὰρ ἔρωτος τῶν ἔργων τὸ τέλος· εἰ δὲ ἐναπομείνειεν (ὃ μὴ γένοιτο), δεύ‐ τερος ἔσται, φασί, πλοῦς καὶ ἑτέρα βουλή. Τὸ παρὸν τέως θεραπεύωμεν.»
8
Aeth
.

1

.

16

.

1

Ἐπῄνει ταῦτα ἡ Δημαινέτη καὶ προστιθέναι τοῖς δεδογμένοις τάχος ἱκέτευεν. Ἡ δὲ μίαν ἡμέραν ἐν‐ δοθῆναι αὐτῇ πρὸς τὸ διανύσαι ταῦτα παρὰ τῆς δεσποίνης αἰτήσασα, παρὰ μὲν τὴν Ἀρσινόην ἐλθοῦσα «Τελέδημον
5οἶσθα;» ἔλεγε· τῆς δὲ ὁμολογούσης «ὑπόδεξαι ἡμᾶς» ἔφη «τὸ τήμερον· ὑπεσχόμην γὰρ αὐτῷ συγκαθευδήσειν· ἥξει δὲ πρότερος, ἐγὼ δέ, ὅταν κατακλίνω τὴν δέσποι‐ ναν.»
Aeth
.

1

.

16

.

2

Πρὸς δὲ τὸν Ἀρίστιππον εἰς ἀγρὸν διαδρα‐ μοῦσα «ὦ δέσποτα» ἔλεγεν «ἥκω σοι κατήγορος ἐμαυ‐ τῆς καὶ κέχρησο ὅ τι βούλει. Τὸν παῖδα δι’ ἐμὲ τὸ μέρος ἀπολώλεκας οὐχ ἑκοῦσαν μὲν ἀλλ’ ὅμως συναιτίαν γενο‐
5μένην· αἰσθομένη γὰρ τὴν δέσποιναν οὐκ ὀρθῶς βιοῦσαν ἀλλ’ εὐνὴν τὴν σὴν ἐνυβρίζουσαν, αὐτή τε περὶ ἐμαυτῆς δείσασα μή ποτε κακὸν λάβοιμι, τὸ πρᾶγμα εἰ δι’ ἄλλου φωραθείη, καὶ ἐπὶ σοὶ περιαλγήσασα εἰ οὕτω περιέπων τὴν συνοικοῦσαν τοιαῦτα ἀντιπάσχεις, αὐτὴ μέν σοι προσ‐
10αγγεῖλαι κατώκνησα, φράζω δὲ τῷ νέῳ δεσπότῃ νύκτωρ παρ’ αὐτὸν ἐλθοῦσα, ὡς ἂν γνοίη μηδείς, καὶ ἔλεγον ὡς μοιχὸς ἅμα τῇ δεσποίνῃ συγκαθεύδοι.
Aeth
.

1

.

16

.

3

Ὁ δέ (προὐλε‐
λύπητο γάρ, ὡς οἶσθα, πρὸς αὐτῆς) ἔνδον εἶναι τότε με λέγειν τὸν μοιχὸν νομίσας, ὀργῆς ἀκατασχέτου πληρωθείς, ἀνελόμενος τὸ ἐγχειρίδιον, ἐμοῦ πολλὰ κατέχειν πειρω‐25 in vol. 1
5μένης καὶ ὡς οὐδὲν εἴη τοιοῦτον ἐπὶ τοῦ παρόντος λεγού‐ σης μικρὰ φροντίσας, ἢ καὶ μεταβαλέσθαι προσδοκήσας, ἐπὶ τὸν θάλαμον ἐμμανὴς ἵεται· καὶ τὰ λοιπὰ γινώσκεις.
Aeth
.

1

.

16

.

4

Τὸ δὲ παρὸν ἔνεστί σοι βουλομένῳ πρὸς τὸν παῖδα καὶ εἰ φεύγει τὰ νῦν ἀπολογήσασθαι καὶ παρὰ τῆς ἀμφο‐ τέρους ὑμᾶς ἀδικούσης τιμωρίαν λαβεῖν· ἐπιδείξω γάρ σοι τήμερον ἅμα τῷ μοιχῷ τὴν Δημαινέτην ἐν οἰκίᾳ καὶ
5ταῦτα ἀλλοτρίᾳ ἐκτὸς τοῦ ἄστεος κατακεκλιμένην.»
Aeth
.

1

.

16

.

5

«Εἰ γὰρ ταῦτα οὕτως ἐπιδείξειας» φησὶν ὁ Ἀρίστιππος· «σοὶ μὲν ἐλευθερίας μισθὸς ἀποκείσεται· ἐγὼ δὲ τάχ’ ἂν ἐπιβιῴην τὴν πολεμίαν ἀμυνάμενος· ὡς πάλαι γε σμύχο‐ μαι ἐν ἐμαυτῷ καὶ τὸ πρᾶγμα δι’ ὑποψίας ἔχων ἀπορίᾳ
5τῶν ἐλέγχων ἡσύχαζον. Ἀλλὰ τί δεῖ ποιεῖν;» Ἡ δὲ «τὸν κῆπον οἶσθα» ἔλεγεν «ἔνθα τὸ μνῆμα τῶν Ἐπικουρείων; Ἐνταῦθα εἰς ἑσπέραν ἐλθὼν περίμενε.»
7
Aeth
.

1

.

17

.

1

Καὶ ἅμα εἰποῦσα ἀπέτρεχε· καὶ πρὸς τὴν Δη‐ μαινέτην ἐλθοῦσα «κόσμει» ἔφη «σαυτήν· ἁβρότερον ἔχουσαν ἥκειν προσήκει. Πάντα σοι τὰ ἐπηγγελμένα ηὐτρέπισμαι.» Ἡ δὲ περιέβαλέ τε καὶ ἔπραττεν ὡς ἐκέ‐
5λευσεν. Ἤδη δὲ ἑσπέρας οὔσης ἀναλαβοῦσα ἦγεν οὗ συνετέτακτο,26 in vol. 1
Aeth
.

1

.

17

.

2

Ἐπεὶ δὲ ἐπλησίαζον, τὴν μὲν ἐπιστῆ‐ ναι μικρὸν ἐκέλευσεν· αὐτὴ δὲ προλαβοῦσα παρεκάλει τὴν Ἀρσινόην εἰς ἕτερον μεταστῆναι δωμάτιον καὶ σχολὴν αὐτῇ παρασχεῖν· ἐρυθριᾶν γὰρ ἔφη τὸ μειράκιον ἄρτι τῶν
5Ἀφροδίτης μυούμενον. Τῆς δὲ πεισθείσης ἐπανελθοῦσα παραλαμβάνει τὴν Δημαινέτην καὶ εἰσαγαγοῦσα κατακλί‐ νει τε καὶ τὸν λύχνον ἀφαιρεῖ τοῦ μὴ γνωρισθῆναι αὐτὴν παρὰ σοῦ δῆθεν τοῦ ἐν Αἰγίνῃ διάγοντος.
Aeth
.

1

.

17

.

3

Καὶ σιω‐ πῶσαν πληροῦν τὴν ἐπιθυμίαν παρεγγυήσασα «ἐγὼ δὲ ἐπὶ τὸν νεανίαν ἄπειμι» φησὶ «καὶ ἥξω σοι φέρουσα. πίνει δὲ ἐνταῦθα ἐν γειτόνων.» Καὶ ὑπεξελθοῦσα τὸν
5Ἀρίστιππον ἔνθα προείρητο καταλαμβάνει, καὶ δεσμεῖν ἐπιστάντα τὸν μοιχὸν ἤπειγεν· ὁ δὲ εἵπετο καὶ ἐπιστὰς εἰσ‐ τρέχει τε εἰς τὸ δωμάτιον καὶ τὴν κλίνην πρὸς μικρὰν τῆς σεληναίας αὐγὴν χαλεπῶς ἀνευρὼν «ἔχω σε» εἶπεν «ὦ θεοῖς ἐχθρά.»
Aeth
.

1

.

17

.

4

Καὶ ἡ Θίσβη παραχρῆμα ταῦτα λέ‐ γοντος τάς τε θύρας ὡς ὅτι πλεῖστον ἐψόφησε καὶ «ὢ τῆς ἀτοπίας, διαδέδρακεν ἡμᾶς ὁ μοιχός» ἀνεβόησε, καὶ «ὅρα, δέσποτα, μὴ καὶ τὰ δεύτερα σφαλῇς.» Ὁ δὲ «θάρ‐
5σει» ἔφη· «τὴν ἀλιτήριον καὶ ἣν μάλιστα ἐβουλόμην ἔχω.» Καὶ συλλαβόμενος ἦγεν ὡς ἐπὶ τὴν πόλιν.
Aeth
.

1

.

17

.

5

Ἡ δὲ πάντα ἅμα τὰ περιεστῶτα, ὡς εἰκός, ἐννοήσασα, τὴν ἀποτυχίαν τῶν προσδοκηθέντων, τὴν ἐπὶ τοῖς μέλλουσιν ἀτιμίαν, τὴν ἐκ τῶν νόμων τιμωρίαν, ἀνιωμένη μὲν ἐφ’
5οἷς ἡλίσκετο χαλεπαίνουσα δὲ ἐφ’ οἷς ἠπάτητο, ἐπειδὴ κατὰ τὸν βόθρον ἐγένετο τὸν ἐν Ἀκαδημίᾳ (πάντως γινώσκεις, ἔνθα τοῖς ἥρωσιν οἱ πολέμαρχοι τὸ πάτριον ἐναγίζουσιν), ἐνταῦθα ἀθρόον τοῦ πρεσβύτου σπαράξασα τὰς χεῖρας ὦσεν ἑαυτὴν ἐπὶ κεφαλήν.27 in vol. 1
Aeth
.

1

.

17

.

6

Καὶ ἡ μὲν ἔκειτο κακὴ κακῶς· ὁ δὲ Ἀρίστιππος «ἔχω παρὰ σοῦ καὶ πρὸ τῶν νόμων τὴν δίκην» εἰπών, τῷ τε δήμῳ πάντα εἰς τὴν ἑξῆς ἀνεκοινοῦτο, καὶ μόλις συγγνώμης τυχὼν
5τοὺς φίλους περιενόστει καὶ γνωρίμους, εἴ πῃ σοὶ κάθο‐ δον λάβοι πρυτανευόμενος. Καὶ εἰ μέν τι πέπρακται τούτων οὐκ ἔχω λέγειν· ἔφθην γὰρ δεῦρο, ὡς ὁρᾷς, κατά τι χρέος ἐμὸν ἴδιον ἐκπλεύσας· πλὴν ἀλλὰ χρή σε προσ‐ δοκᾶν τήν τε κάθοδον ἐπινεύσειν τὸν δῆμον καὶ τὸν
10πατέρα σοι κατὰ ζήτησιν ἥξειν· τοῦτο γὰρ ἐπηγγέλ‐ λετο».
11
Aeth
.

1

.

18

.

1

Ταῦτά μοι ὁ Χαρίας ἀπήγγειλε. Τὰ δὲ ἑξῆς καὶ ὅπως δεῦρο ἀφικόμην ἢ τίσι ποτὲ κεχρημένος τύ‐ χαις, μακροτέρου δεῖται λόγου καὶ χρόνου. Καὶ ἅμα ἐδάκρυεν· ἐδάκρυον δὲ καὶ οἱ ξένοι, τὰ μὲν ἐκεί‐
5νου πρόφασιν, μνήμῃ δὲ τῶν ἰδίων ἕκαστος. Καὶ οὐδ’ ἂν ἔληξαν θρηνοῦντες, εἰ μή τις ὕπνος, ἐπιπτὰς ὑφ’ ἡδονῆς τῶν γόων, ἔπαυσε τῶν δακρύων.
Aeth
.

1

.

18

.

2

Καὶ οἱ μὲν οὕτως ἐκά‐ θευδον· ὁ δὲ Θύαμις (τοῦτο γὰρ ἦν ὄνομα τῷ λῃστάρχῳ) τῆς νυκτὸς τὸ πλεῖστον ἐνηρεμήσας, ὑπό τινων ὀνειράτων πεπλανημένων τεταραγμένος ἀθρόον τὸν ὕπνον ἀποσεσύ‐
5λητο καὶ τὴν ἐπίλυσιν διαπορῶν ἐπηγρύπνει τοῖς φροντίσ‐ μασι.28 in vol. 1
Aeth
.

1

.

18

.

3

Καθ’ ὃν γὰρ καιρὸν ἀλεκτρυόνες ᾄδουσιν, εἴτε (ὡς λόγος) αἰσθήσει φυσικῇ τῆς ἡλίου καθ’ ἡμᾶς περιστρο‐ φῆς ἐπὶ τὴν τοῦ θεοῦ πρόσρησιν κινούμενοι, εἴτε ὑπὸ θερ‐ μότητος ἅμα καὶ τῆς περὶ τὸ κινεῖσθαι καὶ σιτεῖσθαι θᾶττον
5ἐπιθυμίας τοὺς συνοικοῦντας ἰδίῳ κηρύγματι ἐπὶ ἔργον ἐγείροντες, ὄναρ αὐτῷ θεῖον ἔρχεται τοιόνδε.
Aeth
.

1

.

18

.

4

Κατὰ τὴν Μέμφιν μὲν τὴν ἑαυτοῦ πόλιν καὶ τὸν νεὼν τῆς Ἴσιδος ἐπερχόμενος λαμπαδίῳ πυρὶ τὸν ὅλον ἐδόκει καταλάμπεσ‐ θαι· πεπλῆσθαι δὲ βωμοὺς μὲν καὶ ἐσχάρας ζῴων παντοίων
5αἵματι διαβρόχους, προπύλαια δὲ καὶ περιδρόμους ἀνθρώ‐ πων, κρότου καὶ θορύβου συμμιγοῦς πάντα πληρούντων. Ἐπεὶ δὲ καὶ αὐτῶν ἐντὸς ἥκειν τῶν ἀνακτόρων, τὴν θεὸν ὑπαντῶσαν ἐγχειρίζειν τε τὴν Χαρίκλειαν καὶ λέγειν «ὦ Θύαμι, τήνδε σοι τὴν παρθένον ἐγὼ παραδίδωμι, σὺ δὲ
10ἔχων οὐχ ἕξεις, ἀλλ’ ἄδικος ἔσῃ καὶ φονεύσεις τὴν ξέ‐ νην· ἡ δὲ οὐ φονευθήσεται.»
Aeth
.

1

.

18

.

5

Ταῦτα ὡς εἶδεν ἀμη‐ χάνως διῆγε, τῇδε κἀκεῖσε τὸ δηλούμενον ὅ τι ποτέ ἐστιν ἀναστρέφων. Ἤδη δὲ ἀπειρηκὼς ἕλκει πρὸς τὴν ἑαυτοῦ βούλησιν τὴν ἐπίλυσιν· τὸ μὲν γὰρ «ἕξεις καὶ οὐχ ἕξεις»
5γυναῖκα καὶ οὐκέτι παρθένον ὑπετίθετο, τὸ δὲ «φονεύσεις» τὰς παρθενίους τρώσεις εἴκαζεν, ὑφ’ ὧν οὐκ ἀποθανεῖσθαι τὴν Χαρίκλειαν.
7
Aeth
.

1

.

19

.

1

Καὶ τὸ μὲν ὄναρ τοῦτον ἔφραζε τὸν τρόπον οὕτως αὐτῷ τῆς ἐπιθυμίας ἐξηγουμένης· ἅμα δὲ τῇ ἕῳ
τούς τε πρώτους τῶν ὑφ’ αὑτὸν ἥκειν ἐκέλευε καὶ λάφυρα τὰ σκῦλα σεμνότερον ὀνομάζων φέρειν εἰς μέσους ἐπέ‐29 in vol. 1
5ταττε, καὶ τὸν Κνήμωνα ὡς αὐτὸν μετεπέμπετο ἄγειν καὶ τοὺς φρουρουμένους ἐντειλάμενος.
Aeth
.

1

.

19

.

2

Ἐπεὶ δὲ ἤγοντο «τίς ἄρα τύχη διαδέξεται ἡμᾶς;» ἐβόων καὶ πολλὰ τὸν Κνήμωνα ἱκέτευον εἴ τι δύναται αὐτοῖς συμπράττειν· ὁ δὲ ἐπηγγέλλετο καὶ θυμὸν ἔχειν ἀγαθὸν προὔτρεπεν, οὐ παν‐
5τάπασι βάρβαρον εἶναι τὰ ἤθη τὸν λῄσταρχον ἐγγυώμενος, ἀλλ’ ἔχειν τι καὶ ἥμερον γένος τε ὄντα τῶν ἐπὶ δόξης καὶ πρὸς ἀνάγκης τὸν παρόντα βίον ἑλόμενον.
Aeth
.

1

.

19

.

3

Ἐπεὶ δὲ ἤχθησαν, ἤθροιστο δὲ καὶ ὁ λοιπὸς ὅμιλος, ἐπί τινος ὑψη‐ λοῦ προκαθίσας ἑαυτὸν ὁ Θύαμις καὶ τὴν νῆσον ἐκκλησίαν ἀποφήνας καὶ τὰ λεχθησόμενα φράζειν τὸν Κνήμωνα καὶ
5τοῖς αἰχμαλώτοις προστάξας (συνίη γὰρ ἤδη τῶν Αἰγυπ‐ τίων, ὁ δὲ Θύαμις οὐκ ἠκρίβου τὰ Ἑλλήνων), «Ἄνδρες» ἔλεγε «συστρατιῶται, τὴν ἐμὴν ἐπίστασθε γνώμην οἷον ἀεὶ κέχρημαι πρὸς ὑμᾶς.
Aeth
.

1

.

19

.

4

Ἐγὼ γάρ, ὡς ἴστε, παῖς μὲν προφήτου τοῦ ἐν Μέμφει γεγονώς, ἀποτυχὼν δὲ τῆς ἱερωσύνης μετὰ τὴν τοῦ πατρὸς ὑπαναχώρησιν, ἀδελφοῦ νεωτέρου ταύτην παρελέσθαι παρανομήσαντος, ἐφ’ ὑμᾶς
5καταφυγὼν ἐφ’ ᾧ τε τιμωρίαν μὲν λαβεῖν τὴν τιμὴν δὲ ἀπολαβεῖν καὶ τοῦ ἄρχειν ὑμῶν παρ’ ὑμῶν ἀξιωθεὶς εἰς τὴν δεῦρο διήγαγον οὐδὲν τῶν πολλῶν ἐμαυτῷ πλέον ἀπονέμων· ἀλλ’ εἴτε χρημάτων νέμησις ἰσομοιρίαν ἠγά‐ πησα, εἴτε αἰχμαλώτων διάπρασις εἰς τὸ κοινὸν κατέ‐
10θηκα· προσήκειν ἡγούμενος τὸν οὕτω δὴ καλῶς ἐξηγού‐ μενον τῶν μὲν ἔργων τὸ πλεῖστον μετέχειν τῶν δὲ πορι‐ ζομένων τὸ ἴσον.30 in vol. 1
Aeth
.

1

.

19

.

5

Τῶν δὲ ἁλισκομένων τοὺς μὲν ἄνδρας ἡμῖν αὐτοῖς ἐγκαταλέγων, ὅσοι τῇ ῥώμῃ τοῦ σώματος ὠφελήσειν ἔμελλον, τοὺς δὲ ἀσθενεστέρους ἀπεμπολῶν, γυναικῶν δὲ ὕβρεως ἀπείρατος τὰς μὲν εὖ
5γεγονυίας ἢ χρημάτων ἀφιεὶς ἢ τῆς τύχης μόνης οἰκ‐ τείρων τὰς δὲ ἐλάττους καὶ ἃς δουλεύειν οὐχ ἡ αἰχμα‐ λωσία μᾶλλον ἀλλὰ συνήθεια κατηνάγκαζε θεραπαίνας ἑκάστοις διανέμων.
Aeth
.

1

.

19

.

6

Τὸ δὲ νῦν παρὸν ἕν τι τῶν λαφύρων αἰτῶ παρ’ ὑμῶν, τὴν κόρην ταυτηνὶ τὴν ξένην, ἣν, δυνατὸν ἐμαυτῷ με δοῦναι, βέλτιον παρὰ τοῦ κοινοῦ λαβεῖν ἡγοῦμαι· καὶ γὰρ εὔηθες τὴν αἰχμάλωτον βιασά‐
5μενον ἀκόντων τι τῶν φίλων φαίνεσθαι διαπραττόμενον.
Aeth
.

1

.

19

.

7

Ἀλλὰ καὶ ταύτην αἰτῶ παρ’ ὑμῶν οὐ προῖκα τὴν χάριν ἀλλ’ ἀντιδοὺς τὸ μηδὲν αὐτὸς τῶν ἄλλων τῆς λείας με‐ ταλαβεῖν. Ἐπειδὴ γὰρ τὴν πάνδημον Ἀφροδίτην τὸ προ‐ φητικὸν ἀτιμάζει γένος, οὐ τῆς καθ’ ἡδονὴν χρείας
5ἀλλὰ τῆς εἰς διαδοχὴν σπορᾶς τήνδε ἐμαυτῷ γενέσθαι διεσ‐ κεψάμην.
6
Aeth
.

1

.

20

.

1

Ἐγὼ δὲ καὶ τὰς αἰτίας ὑμῖν ἀπολογίσασθαι βούλομαι. Πρῶτον μὲν εὐγενὴς εἶναί μοι δοκεῖ· τεκμαί‐ ρομαι δὲ τῷ τε ἀμφ’ αὐτὴν εὑρεθέντι πλούτῳ καὶ ὅτι πρὸς τὰς παρούσας οὐ πέπτωκε συμφορὰς ἀλλὰ τὸ φρό‐
5νημα πρὸς τὴν ἐξ ἀρχῆς ἀναφέρει τύχην.
Aeth
.

1

.

20

.

2

Ἔπειτα
τὴν ψυχὴν ἀγαθήν τε καὶ σώφρονα στοχάζομαι· εἰ γὰρ εὐμορφίᾳ νικῶσα τὰς πάσας αἰδοῖ τοῦ βλέμματος καὶ τοὺς ὁρῶντας καταστέλλει πρὸς τὸ σεμνότερον, πῶς οὐ31 in vol. 1
5τὴν βελτίονα περὶ αὑτῆς εἰκότως παρίστησι φαντασίαν; Ὃ δὲ μέγιστόν ἐστι τῶν εἰρημένων, ἱέρεια θεῶν τινος εἶναί μοι φαίνεται· τὴν γοῦν ἱερὰν στολὴν καὶ τὰ στέμματα μεθεῖναι καὶ δυστυχοῦσα δεινὸν καὶ οὐ θεμιτὸν ἡγεῖται.
8
Aeth
.

1

.

21

.

1

Τίς οὖν γένοιτ’ ἄν, ὦ παρόντες, γάμος ἁρ‐ μοδιώτερος τοῦ προφητικοῦ τὴν ἱερωμένην λαμβάνοντος;» Ἐπευφήμησαν ἅπαντες καὶ γαμεῖν ἐπ’ αἰσίοις ἐκέλευον. Ὁ δὲ ἀναλαβὼν τὸν λόγον «ὑμῖν μὲν ἔχω τὴν χάριν» ἔφη,
5«εἰκότα δ’ ἂν ποιοῖμεν εἰ καὶ τὴν γνώμην, ὅπως ἔχει πρὸς τοῦτο, τῆς κόρης μάθοιμεν.
Aeth
.

1

.

21

.

2

Εἰ μὲν γὰρ ἔδει τῷ τῆς ἀρχῆς ἀποχρήσασθαι νόμῳ, πάντως ἐξήρκει μοι τὸ βού‐ λεσθαι· βιάζεσθαι γὰρ οἷς ἐξὸν τὸ πυνθάνεσθαι περιττόν· εἰ δὲ γάμος τὸ γινόμενον, τὸ παρ’ ἀμφοτέρων βούλημα
5συννεύειν ἀναγκαῖον.» Καὶ ἀποστρέψας τὸν λόγον «πῶς οὖν ἔχεις, ὦ κόρη, πρὸς τὸ συνοικεῖν ἡμῖν;» διηρώτα· καὶ ἅμα τίνες εἶεν ἢ ἐκ τίνων φράζειν ἐκέλευεν.
Aeth
.

1

.

21

.

3

Ἡ δὲ πολύν τινα χρόνον τῇ γῇ τὸ βλέμμα προσερείσασα καὶ πυκνὰ τὴν κεφαλὴν ἐπισείουσα λόγον τινὰ καὶ ἐννοίας ἀθροίζειν ἐῴκει· καὶ δή ποτε πρὸς τὸν Θύαμιν ἀντωπή‐
5σασα καὶ πλέον ἢ πρότερον αὐτὸν τῷ κάλλει καταστράψασα (καὶ γὰρ πεφοίνικτο τὴν παρειὰν ὑπὸ τῶν ἐνθυμημάτων πλέον ἢ σύνηθες καὶ τὸ βλέμμα κεκίνητο πρὸς τὸ γοργό‐ τερον), ἑρμηνεύοντος τοῦ Κνήμωνος, «μᾶλλον» ἔφη «ὁ μὲν λόγος ἥρμοζεν ἀδελφῷ τῷ ἐμῷ Θεαγένει τούτῳ· πρέπειν
10γὰρ οἶμαι γυναικὶ μὲν σιγὴν ἀνδρὶ δὲ ἀπόκρισιν ἐν ἀνδράσιν·32 in vol. 1
Aeth
.

1

.

22

.

1

ἐπειδὴ δὲ κἀμοὶ λόγου μεταδεδώκατε καὶ τοῦτο πρῶτον ἔνδειγμα φιλανθρωπίας παρέχεσθε, τὸ πειθοῖ μᾶλλον ἢ βίᾳ τῶν δικαίων πειρᾶσθαι τυγχάνειν, ἄλλως τε καὶ διότι τὸ πᾶν εἰς ἐμὲ τείνει τῶν εἰρημένων,
5ἐκβαίνειν ἀναγκάζομαι τοὺς ἐμαυτῆς τε καὶ παρθένων νόμους καὶ πρὸς τὴν πεῦσιν τοῦ κρατοῦντος ἀποκρίνασθαι, περὶ γάμου καὶ ταῦτα καὶ ἐν ὁμίλῳ τοσούτων ἀνδρῶν.
Aeth
.

1

.

22

.

2

Ἔστι δὴ τὰ περὶ ἡμῶν τοιάδε· γένος μέν ἐσμεν Ἴωνες, Ἐφεσίων δὲ τὰ πρῶτα γεγονότες καὶ ἀμφιθαλεῖς ὄντες, νόμου τοὺς τοιούτους καλοῦντος ἱερατεύειν, ἐγὼ μὲν Ἀρτέ‐ μιδος Ἀπόλλωνος δὲ οὑμὸς ἀδελφὸς οὗτος ἐλαγχάνομεν.
5Ἐπετείου δὲ τῆς τιμῆς οὔσης καὶ τοῦ χρόνου πληρουμέ‐ νου θεωρίαν εἰς Δῆλον ἤγομεν ἔνθα μουσικούς τε καὶ γυμ‐ νικοὺς ἀγῶνας διαθήσεσθαι καὶ τὴν ἱερωσύνην ἀποθήσεσθαι κατά τι πάτριον ἐμέλλομεν.
Aeth
.

1

.

22

.

3

Ὁλκὰς οὖν ἐπληροῦτο χρυσοῦ τε καὶ ἀργύρου καὶ ἐσθήτων καὶ τῶν ἄλλων ὅσα πρός τε τοὺς ἀγῶνας καὶ τὴν πάνδημον εὐωχίαν ἐπαρκέ‐ σειν ἔμελλε· καὶ ἀνηγόμεθα, τῶν μὲν πατέρων γήρᾳ τε
5προηκόντων καὶ δέει τοῦ πλοῦ καὶ τῆς θαλάττης οἴκαδε καταμεινάντων, ἄλλων δὲ πολιτῶν εἰς πλῆθος τῶν μὲν κατὰ τὴν αὐτὴν ὁλκάδα συνεισβάντων τῶν δὲ σκάφεσιν ἰδίοις χρω‐ μένων.
Aeth
.

1

.

22

.

4

Ἐπεὶ δὲ τὸ πολὺ τοῦ πλοῦ διήνυστο, κλυδώνιον ἀθρόον ἐμπεσὸν καὶ ἄνεμος ἐξώστης καὶ λαίλαπες συμμι‐ γεῖς καὶ πρηστῆρες τὴν θάλατταν καταιγίζοντες τὴν ναῦν
τοῦ εὐθέος παραφέρουσι, τοῦ κυβερνήτου πρὸς τὸ ὑπερ‐33 in vol. 1
5βάλλον κακὸν ἐνδόντος καὶ τῷ βιαίῳ τῆς ὁλκάδος ἐκστάν‐ τος καὶ τῇ τύχῃ κυβερνᾶν ἐπιτρέψαντος. Ἠγόμεθα οὖν ὑπὸ τοῦ ἀήτου, πνέοντος ἡμέρας μὲν ἑπτὰ νύκτας δὲ ἴσας, καὶ τέλος εἰς τὴν ἀκτὴν ἐξωκείλαμεν ἔνθα πρὸς ὑμῶν ἑάλωμεν·
Aeth
.

1

.

22

.

5

οὗ καὶ τὸν πολὺν ἑωράκατε φόνον, τῶν ναυ‐ τῶν ἡμῖν παρὰ τὴν εὐωχίαν ἣν ἐπὶ σωτηρίοις ἤγομεν ἐπι‐ θεμένων ἀνελεῖν τε διὰ τὰ χρήματα βουλευσαμένων, ἕως σὺν πολλῷ τῷ κακῷ καὶ ὀλέθρῳ τῶν οἰκείων ὁμοῦ πάντων
5αὐτῶν τε ἐκείνων ὀλλύντων καὶ ὀλλυμένων ἐπεκρατήσαμεν, ἐξ ἁπάντων (ὡς μή ποτε ὤφελον) οἰκτρὸν περισωθέντες λείψανον, ἓν μόνον ἐν δυστυχήμασιν εὐπραγοῦντες ὅτι θεῶν τις εἰς χεῖρας τὰς ὑμετέρας ἤγαγε καὶ οἱ περὶ θανάτου δεδιότες περὶ γάμου σκοπεῖν ἐπετράπημεν, ὃν οὐ βούλομαι
10κατ’ οὐδένα τρόπον ἀρνήσασθαι.
Aeth
.

1

.

22

.

6

Τό τε γὰρ αἰχμάλωτον οὖσαν τῆς τοῦ κρατοῦντος εὐνῆς ἀξιοῦσθαι πᾶσαν εὐδαί‐ μονα τύχην ὑπερβέβληκε, τό τε θεοῖς ἀνακειμένην προφή‐ του παιδίῳ, μετ’ ὀλίγον θεοῦ νεύοντος καὶ προφήτῃ, συνοι‐
5κεῖν οὐ παντάπασιν ἔοικεν εἶναι τῆς ἐκ τοῦ θείου κηδε‐ μονίας ἄμοιρον. Ἓν μόνον αἰτῶ καὶ δὸς ὦ Θύαμι· συγχώ‐ ρησον εἰς ἄστυ με πρότερον ἐλθοῦσαν, ἢ ἔνθα βωμὸς ἢ ναὸς Ἀπόλλωνι νενόμισται, τὴν ἱερωσύνην καὶ τὰ ταύτης ἀποθέσθαι σύμβολα.
Aeth
.

1

.

22

.

7

Βέλτιον μὲν γὰρ εἰς Μέμφιν, ὅταν καὶ τὴν τιμὴν ἀνακτήσῃ τῆς προφητείας· οὕτως ἂν ὁ γάμος εὐθυμότερον ἄγοιτο νίκῃ συναπτόμενος καὶ ἐπὶ κατορ‐
θουμένοις τελούμενος· εἰ δὲ καὶ πρότερον, ἐν σοὶ καταλείπω34 in vol. 1
5τὴν σκέψιν· μόνον τελεσθείη μοι τὰ πάτρια πρότερον. Καὶ οἶδα ὡς ἐπινεύσεις ἱεροῖς τε ἐκ παίδων, ὡς φῄς, ἀνακείμενος καὶ τὸ περὶ τοὺς θεοὺς ὅσιον ἀποσεμνύνων.»
7
Aeth
.

1

.

23

.

1

Καὶ ἡ μὲν ἐνταῦθα τῶν λόγων ἐπαύσατο δακ‐ ρύων δὲ ἤρξατο. Τῶν δὲ παρόντων οἱ μὲν ἄλλοι πάντες ἐπῄνουν καὶ πράττειν οὕτως ἐκέλευόν τε καὶ ἑτοίμως ἔχειν ἐβόων, ἐπῄνει δὲ καὶ ὁ Θύαμις ἑκών τε τὸ μέρος καὶ
5ἄκων·
Aeth
.

1

.

23

.

2

ὑπὸ μὲν τῆς περὶ τὴν Χαρίκλειαν ἐπιθυμίας καὶ τὴν παροῦσαν ὥραν ἀπέραντον χρόνου μῆκος εἰς ὑπέρ‐ θεσιν ἡγούμενος, ὑπὸ δὲ τῶν λόγων ὥσπερ τινὸς σειρῆνος κεκηλημένος καὶ πρὸς τὸ πείθεσθαι κατηναγκασμένος, ἅμα
5δέ τι καὶ πρὸς τὸ ἐνύπνιον ἀναφέρων καὶ τὸν γάμον κατὰ τὴν Μέμφιν ἔσεσθαι καταπιστεύων· καὶ διαλύει μὲν τὸν σύλλογον τὴν λείαν πρότερον διανείμας, πολλὰ τῶν ἐξαιρέ‐ των αὐτὸς ἑκοντὶ παραχωρούντων κομισάμενος.
8
Aeth
.

1

.

24

.

1

Ἐπιστέλλει δὲ εἰς δεκάτην ηὐτρεπισμένους εἶναι τὴν ὁρμὴν ὡς ἐπὶ τὴν Μέμφιν ποιησομένους. Τοῖς δὲ Ἕλλησι τὴν προτέραν ἀπεκλήρου σκηνήν· συνεσκήνου δὲ αὐτοῖς καὶ ὁ Κνήμων αὖθις ἐκ προστάγματος, οὐ φρουρὸς
5ἔτι τὸ ἐντεῦθεν ἀλλὰ συνόμιλος ἀποδεδειγμένος.
Aeth
.

1

.

24

.

2

Καὶ δίαιτάν τέ τινα ἁβροτέραν τῆς οὔσης παρεῖχεν ὁ Θύαμις καὶ εἴ πῃ καὶ τὸν Θεαγένην εἰς αἰδῶ τῆς ἀδελφῆς ὁμοδίαι‐ τον ἐποιεῖτο· αὐτὴν δὲ τὴν Χαρίκλειαν οὐδὲ ὁρᾶν τὰ πολλὰ
5διεγνώκει τοῦ μὴ τὴν θέαν ὑπέκκαυμα γίνεσθαι τοῦ ἐγκει‐ μένου πόθου καὶ πρᾶξαί τι παρὰ τὰ δόξαντα καὶ τὰ δηλω‐ θέντα καταναγκασθείη.
Aeth
.

1

.

24

.

3

Καὶ ὁ μὲν Θύαμις ἐκ τούτων παρῃτεῖτο τὴν ὄψιν τῆς κόρης οὐ δυνατὸν βλέπειν τε ἅμα καὶ σωφρονεῖν ἡγούμενος· ὁ δὲ Κνήμων, ἐπειδὴ τάχιστα πάντες ἐκποδὼν ἦσαν ἄλλος κατ’ ἄλλο τῆς λίμνης καταδύν‐
35 in vol. 1
5τες, ἣν τῷ Θεαγένει βοτάνην ὑπέσχετο τῇ προτεραίᾳ μασ‐ τεύων ὀλίγον τῆς λίμνης ἄποθεν ἐπορεύετο.
6
Aeth
.

1

.

25

.

1

Κἀν τούτῳ σχολῆς ἐπιλαβόμενος ὁ Θεαγένης ἐδάκρυέ τε καὶ ἀνῴμωζε πρὸς μὲν τὴν Χαρίκλειαν οὐδ’ ὁτιοῦν διαλεγόμενος θεοὺς δὲ συνεχῶς ἐπικαλούμενος μάρ‐ τυρας.
Aeth
.

1

.

25

.

2

Τῆς δὲ εἰ τὰ συνήθη καὶ κοινὰ ταῦτα θρηνεῖ πυνθανομένης ἢ [εἰ] μή τι πεπόνθοι καινότερον, «καὶ τί γένοιτ’ ἂν» ἔφη ὁ Θεαγένης «καινότερον, [ἢ] τί δὲ ἀθεμιστότερον ἢ ὅρκων μὲν καὶ σπονδῶν παραβαινομένων
5Χαρικλείας δὲ λήθην ἐμοῦ λαβούσης καὶ πρὸς ἄλλων γάμους ἐπινευούσης;»
Aeth
.

1

.

25

.

3

«Εὐφήμησον» ἔφη ἡ κόρη «μηδέ μοι γίνου τῶν συμφορῶν βαρύτερος μηδέ, τοσαύτην ἔχων ἐκ τῶν παρελθόντων τὴν κατ’ ἐμοῦ διὰ τῶν ἔργων δοκιμασίαν, ἐκ λόγων ἐπικαίρων καὶ πρός τι χρειῶδες εἰρη‐
5μένων ἄγε δι’ ὑποψίας· εἰ δὲ μή, γίνεται τοὐναντίον καὶ μᾶλλον αὐτὸς μεταβάλλεσθαι δόξεις ἢ 〈ἐμὲ〉 μεταβαλλομέ‐ νην εὑρήσεις.
Aeth
.

1

.

25

.

4

Ἐγὼ γὰρ δυστυχεῖν μὲν οὐκ ἀρνοῦμαι, μὴ σωφρονεῖν δὲ οὐδὲν οὕτω βίαιον ὥστε με μεταπεισθῆναι· ἓν μόνον οἶδα μὴ σωφρονοῦσα, τὸν ἐξ ἀρχῆς ἐπὶ σοὶ πόθον· ἀλλὰ καὶ τοῦτον ἔννομον· οὐ γὰρ ὡς ἐραστῇ πειθομένη
5ἀλλ’ ὡς ἀνδρὶ συνθεμένη τότε πρῶτον ἐμαυτὴν ἐπέδωκα καὶ
εἰς δεῦρο διετέλεσα καθαρὰν ἐμαυτὴν καὶ ἀπὸ σῆς ὁμιλίας φυλάττουσα, πολλάκις μὲν ἐπιχειροῦντα διωσαμένη, τὸν δὲ ἐξ ἀρχῆς ἡμῖν συγκείμενόν τε καὶ ἐνώμοτον ἐπὶ πᾶσι γάμον ἔνθεσμον εἴ πῃ γένοιτο περισκοποῦσα.36 in vol. 1
Aeth
.

1

.

25

.

5

Πῶς οὖν οὐκ ἂν εἴης ἄτοπος εἰ τὸν βάρβαρόν με τοῦ Ἕλληνος, τὸν λῃστὴν τοῦ ἐρωμένου πιστεύοις ἐπίπροσθεν ἄγειν;» «Τί οὖν ἐβούλετό σοι τὰ τῆς καλῆς δημηγορίας ἐκείνης;» ἔφη
5ὁ Θεαγένης.
Aeth
.

1

.

25

.

6

«Τὸ μὲν γὰρ ἀδελφόν με σαυτῆς ἀνα‐ πλάττειν σοφὸν εἰς ὑπερβολὴν καὶ πόρρω τὸν Θύαμιν ζηλο‐ τυπίας τῆς ἐφ’ ἡμῖν ἀπάγον καὶ συνεῖναι ἡμᾶς ἀλλήλοις ἀδεῶς παρασκευάζον· συνίην καὶ τῆς Ἰωνίας καὶ τῆς
5κατὰ τὴν Δῆλον πλάνης ὅτι τῶν ὄντων ἦν καὶ ἀληθῶν ἐπι‐ καλύμματα καὶ πλάνην τῷ ὄντι τοῖς ἀκούουσιν ἐπάγοντα.
6
Aeth
.

1

.

26

.

1

Τὸ δὲ ἑτοίμως οὕτως ἐπινεύειν τὸν γάμον καὶ συντίθεσθαι διαρρήδην καὶ καιρὸν ὁρίζειν, ταῦτα συμβάλ‐ λειν οὔτε ἐδυνάμην οὔτε ἐβουλόμην· εὐχόμην δὲ καταδῦναι μᾶλλον ἢ τοιαύτην ἐπιδεῖν τῶν ἐπὶ σοὶ πόνων τε καὶ ἐλπί‐
5δων τὴν τελευτήν.»
Aeth
.

1

.

26

.

2

Καὶ ἡ Χαρίκλεια περιβαλοῦσα τὸν Θεαγένην καὶ μυρία φιλήσασα καὶ διάβροχον ποιήσασα τοῖς δάκρυσιν «ὡς ἥδιστα» ἔφη «δέχομαί σου τοὺς ἐπ’ ἐμοὶ τούτους φόβους· εὔδηλος γὰρ εἶ κἀκ τούτων μὴ ὀκλάσας
5τὸν ἐπ’ ἐμοὶ πόθον ὑπὸ τῶν πολλῶν συμφορῶν. Ἀλλ’ εὖ ἴσθι, Θεάγενες, οὐδ’ ἂν τὸ παρὸν τοῦτο ἀλλήλοις διελεγό‐ μεθα μὴ τούτων οὕτως ἐπηγγελμένων.
Aeth
.

1

.

26

.

3

Ὁρμὴν γάρ, ὡς
οἶσθα, κρατούσης ἐπιθυμίας μάχη μὲν ἀντίτυπος ἐπιτείνει, λόγος δὲ εἴκων καὶ πρὸς τὸ βούλημα συντρέχων τὴν πρώ‐ την καὶ ζέουσαν φορὰν ἔστειλε καὶ τὸ κάτοξυ τῆς ὀρέξεως37 in vol. 1
5τῷ ἡδεῖ τῆς ἐπαγγελίας κατεύνασε. Πρώτην γάρ, ὡς οἶμαι, πεῖραν οἱ ἀγροικότερον ἐρῶντες τὴν ὑπόσχεσιν νομίζουσι, καὶ κρατεῖν ἀπὸ τῆς ἐπαγγελίας ἡγούμενοι πραότερον διά‐ γουσιν ἐπὶ τῶν ἐλπίδων σαλεύοντες.
Aeth
.

1

.

26

.

4

Ἃ δὴ καὶ αὐτὴ προμηθουμένη τοῖς λόγοις ἐμαυτὴν ἐξεδόμην, θεοῖς τὰ ἑξῆς ἐπιτρέψασα καὶ δαίμονι τῷ τὴν ἀρχὴν λαχόντι τὸν ἡμέτε‐ ρον ἐπιτροπεύειν ἔρωτα· πολλὰ μία ἡμέρα καὶ δύο πολλά‐
5κις ἔδοσαν τῶν εἰς σωτηρίαν, καὶ τύχαι παρέσχον ἃ βου‐ λαῖς ἄνθρωποι μυρίαις οὐκ ἐξεῦρον. Τοῦτό τοι καὶ αὐτὴ τὸ παρὸν ἐπινοίαις ὑπερεθέμην τὰ πρόδηλα τοῖς ἀδήλοις δια‐ κρουσαμένη.
Aeth
.

1

.

26

.

5

Φυλακτέον οὖν, ὦ γλυκύτατε, καθάπερ πάλαισμα τὸ πλάσμα καὶ σιγητέον οὐ πρὸς τοὺς ἄλλους μόνον ἀλλὰ καὶ πρὸς αὐτὸν Κνήμωνα· φιλάνθρωπος μὲν γάρ ἐστι περὶ ἡμᾶς καὶ Ἕλλην, ἀλλ’ αἰχμάλωτος καὶ τῷ κρατ‐
5οῦντι πλέον, ἂν οὕτω τύχῃ, χαριούμενος.
Aeth
.

1

.

26

.

6

Οὔτε γὰρ φιλίας χρόνος οὔτε ἀγχιστείας θεσμὸς ἐνέχυρον ἡμῖν ἀκρι‐ βὲς τῆς πίστεως αὐτοῦ τῆς περὶ ἡμᾶς δίδωσι· διὸ κἂν ἔκ τινος ὑπονοίας ἐπιψαύσῃ ποτὲ τῶν ἡμετέρων, ἀρνητέον τὴν
5πρώτην. Καλὸν γάρ ποτε καὶ τὸ ψεῦδος, ὅταν ὠφελοῦν τοὺς λέγοντας μηδὲν καταβλάπτῃ τοὺς ἀκούοντας.»
6
Aeth
.

1

.

27

.

1

Ταῦτα τῆς Χαρικλείας καὶ τοιαῦτα πρὸς τὸ
βέλτιστον ὑποτιθεμένης ὁ Κνήμων εἰστρέχει λίαν ἐσπου‐ δασμένως καὶ πολὺν ἐκ τῶν ὄψεων θόρυβον ἐπαγγελλόμενος καὶ «ὦ Θεάγενες, τὴν μὲν πόαν ἥκω σοι φέρων» ἔλεγε38 in vol. 1
5«καὶ θεράπευε τὰς πληγὰς ἐπιθέμενος· χρὴ δὲ πρὸς ἕτερα τραύματα καὶ φόνους ἴσους εἶναι παρεσκευασμένους.»
Aeth
.

1

.

27

.

2

Τοῦ δὲ σαφέστερον ὅ τι λέγοι δηλοῦν ἱκετεύοντος «οὐ καιρὸς» ἔφη «τὸ παρὸν ἀκούειν· δέος γὰρ προληφθῆναι τοὺς λόγους ὑπὸ τῶν ἔργων· ἀλλ’ ἕπου τὴν ταχίστην, συνε‐ πέσθω δὲ καὶ ἡ Χαρίκλεια.» Καὶ παραλαβὼν ἄμφω παρὰ
5τὸν Θύαμιν ἦγε.
Aeth
.

1

.

27

.

3

Καὶ κράνος τι διασμῶντα καὶ παλτὸν θήγοντα καταλαβὼν «εἰς καιρὸν» ἔφη «πρὸς ὅπλοις τυγχάνεις. Ἀλλ’ αὐτός τε ἔνδυνε καὶ τοὺς ἄλλους κέλευε· πλῆθος γὰρ πολεμίων ὅσον οὐδέπω περὶ ἡμᾶς καὶ τοσοῦ‐
5τον ἀπολειπόμενον ὅσον τοῦ λόφου τοῦ πλησίον ὑπερκύπτον‐ τας προϊδὼν ἥκω δρομαῖος τὴν ἔφοδον προμηνύσων οὐδὲν τάχους ἀνιεὶς ἀλλὰ καὶ ὅσους ἐδυνάμην ἐν τῷ διέκπλῳ τῷ μέχρι δεῦρο παρασκευάζεσθαι διαγγείλας.»
8
Aeth
.

1

.

28

.

1

Ἀνήλατο πρὸς ταῦτα ὁ Θύαμις καὶ «ποῦ Χαρίκλεια» διηρώτα καθάπερ περὶ ἐκείνης πλέον ἢ περὶ αὑτοῦ δεδιώς. Ἐπεὶ δὲ ἐπὶ τῇ φλιᾷ τῇ πλησίον ὑπεσταλ‐ μένην ἔδειξεν ὁ Κνήμων, «σὺ μὲν λαβὼν ταύτην ἄγε εἰς
5τὸ σπήλαιον» πρὸς μόνον ἔλεγεν «οὗ καὶ τὰ κειμήλια ἡμῖν ἐν ἀσφαλεῖ τεθησαύρισται, καὶ καθείς, ὦ φίλος, καὶ τῷ
στομίῳ τὸ πῶμα ὡς ἔθος ἐπαγαγὼν ἧκε τὴν ταχίστην ὡς ἡμᾶς· ὁ δὲ πόλεμος ἡμῖν μελήσει.» Τὸν δὲ ὑπασπιστὴν ἱε‐ ρεῖον ἄγειν προσέταττεν, ὡς ἂν θεοῖς ἐγχωρίοις ἐναγίσαν‐39 in vol. 1
10τες οὕτω τῆς μάχης ἄρχοιεν.
Aeth
.

1

.

28

.

2

Καὶ ὁ μὲν Κνήμων τὸ προστεταγμένον ἔπραττε καὶ πολλὰ τὴν Χαρίκλειαν ὀδυρο‐ μένην καὶ θαμὰ πρὸς τὸν Θεαγένην ἐπιστρέφουσαν ἦγέ τε καὶ εἰς τὸ ἄντρον ἐνέβαλλε. Τὸ δὲ ἦν οὐ φύσεως ἔργον οἷα
5πολλὰ περὶ γῆν τε καὶ ὑπὸ γῆν αὐτόματα σηραγγοῦται ἀλλὰ τέχνης λῃστρικῆς τὴν φύσιν μιμησαμένης, καὶ χειρῶν Αἰγυπτίων ὄρυγμα πρὸς σκύλων φυλακὴν περιεργῶς κοι‐ λαινόμενον.
8
Aeth
.

1

.

29

.

1

Εἴργαστο δὲ ὧδέ πως· στόμιον ἦν αὐτῷ στε‐ νόπορόν τε καὶ ζοφῶδες οἰκήματος κρυφίου θύραις ὑποκεί‐ μενον, ὡς τὸν οὐδὸν θύραν ἄλλην τῇ καθόδῳ γίνεσθαι ὡς πρὸς τὴν χρείαν· ἐνέπιπτέ τε αὐτῇ ῥᾳδίως καὶ ἀνεπτύσ‐
5σετο· τὸ δὲ αὐτόθεν εἰς αὐλῶνας σκολιοὺς ἀτάκτως σχιζό‐ μενον.
Aeth
.

1

.

29

.

2

Οἱ γὰρ ἐπὶ τοὺς μυχοὺς πόροι καὶ αὔλακες πῇ μὲν ἕκαστος ἰδίᾳ τεχνικῶς πλανώμενοι πῇ δὲ ἀλλήλοις ἐμ‐ πίπτοντες καὶ ῥιζηδὸν πλεκόμενοι πρὸς μίαν εὐρυχωρίαν τὴν ἐπὶ τοῦ πυθμένος συρρέοντες ἀνεστομοῦντο, καθ’ ὃ καὶ
5φέγγος ἀμυδρὸν ἔκ τινος διατρήσεως πρὸς ἄκροις τῆς λίμνης προσέπιπτεν.
Aeth
.

1

.

29

.

3

Ἐνταῦθα ὡς καθῆκε τὴν Χαρί‐ κλειαν ὁ Κνήμων καὶ πρὸς τὸ ἔσχατον τοῦ ἄντρου διεβίβασε τῇ πείρᾳ χειραγωγήσας, πολλὰ καὶ ἐπιθαρσύνας καὶ ὡς εἰς
ἑσπέραν ἅμα τῷ Θεαγένει φοιτήσειν κατεπαγγειλάμενος40 in vol. 1
5(οὐ γὰρ ἐπιτρέψειν αὐτῷ συμπλακῆναι τοῖς πολεμίοις ἀλλὰ διαδράσεσθαι τὴν μάχην), οὐδὲν φθεγξαμένην ἀλλ’ ὥσπερ θανάτῳ τῷ κακῷ βεβλημένην καὶ ὥσπερ ψυχῆς τοῦ Θεα‐ γένους ἀφῃρημένην, ἄπνουν καὶ σιγῶσαν ἀπολιπὼν ἀνεδύετο τοῦ σπηλαίου·
Aeth
.

1

.

29

.

4

καὶ τὸν οὐδὸν ἐπαγαγὼν καί τι καὶ ἐπι‐ δακρύσας αὑτόν τε τῆς ἀνάγκης κἀκείνην τῆς τύχης ὅτι μονονουχὶ ζῶσαν εἴη καταθάψας καὶ τὸ φαιδρότατον τῶν ἐν ἀνθρώποις Χαρίκλειαν νυκτὶ καὶ ζόφῳ παραδεδωκώς,
5ἀπέτρεχεν ὡς τὸν Θύαμιν καὶ καταλαμβάνει ζέοντα πρὸς τὴν μάχην καὶ αὐτόν τε ἅμα τῷ Θεαγένει λαμπρῶς ἐξω‐ πλισμένον καὶ τοὺς ἤδη παρ’ αὐτὸν συνειλεγμένους πρὸς τὸ μανικώτερον τῷ λόγῳ παρασκευάζοντα.
Aeth
.

1

.

29

.

5

Στὰς γὰρ εἰς μέσους ἔλεγε «Συστρατιῶται, προτρέπειν μὲν ὑμᾶς οὐκ οἶδ’ ὅτι δεῖ διὰ πλειόνων, αὐτούς τε ὑπομνήσεως οὐδὲν δεομένους ἀλλὰ βίον ἀεὶ τὸν πόλεμον ἡγουμένους καὶ ἄλλως
5τῆς ἀπροσδοκήτου τῶν ἐναντίων ἐφόδου τὸ παρέλκον τῶν λόγων ὑποτεμνομένης· ὧν γὰρ ἐν ἔργοις οἱ πολέμιοι, τού‐ τους μὴ διὰ τῶν ὁμοίων σὺν τάχει τὴν ἄμυναν ἐπάγειν παντάπασίν ἐστι τοῦ προσήκοντος ὑστερούντων.
Aeth
.

1

.

29

.

6

Εἰ‐ δότες οὖν ὡς οὐχ ὑπὲρ γυναικῶν ἐστι καὶ παίδων ὁ λόγος, ὃ δὴ πολλοῖς εἰς τὸ παροξῦναι καὶ μόνον πρὸς μάχην ἤρ‐ κεσε (ταῦτα γὰρ ἡμῖν ἐλάττονος λόγου καὶ τοσαῦτα ἔχειν
5ἔξεσται ὅσα καὶ νικᾶν περιγίνεται), ἀλλ’ ὑπὲρ αὐτοῦ τοῦ εἶναι καὶ ψυχῶν τῶν ἡμετέρων (οὐ γὰρ ἐπὶ ῥητοῖς ποτε λῃστρικὸς ἔληξε πόλεμος οὐδὲ ἐν σπονδαῖς ἔσχε τὴν τελευ‐
τήν, ἀλλ’ ἢ περιεῖναι κρατοῦντας ἢ τεθνάναι τοὺς ἁλόντας ἀναγκαῖον), οὕτω τοῖς ἐχθίστοις ψυχήν τε ἅμα καὶ σῶμα41 in vol. 1
10τεθηγμένοι συμπίπτωμεν.»
10
Aeth
.

1

.

30

.

1

Ταῦτα εἰπὼν τὸν ὑπασπιστὴν περιεσκόπει καὶ ὀνομαστὶ Θέρμουθιν ἀνεκάλει πολλάκις· ὡς δὲ ἦν οὐδαμοῦ, πολλὰ διαπειλήσας ἐπὶ τὴν πορθμίδα δρομαῖος ἔσπευδεν· ὁ γὰρ πόλεμος ἤδη συνερρώγει καὶ παρῆν ὁρᾶν καὶ πόρρωθεν
5τοὺς τὰ ἔσχατα κατὰ τὰς εἰσβολὰς τῆς λίμνης οἰκοῦντας ἁλισκομένους.
Aeth
.

1

.

30

.

2

Οἱ γὰρ ἐπεληλυθότες τῶν ὑποπιπτόν‐ των ἢ καὶ φυγῇ χρωμένων τὰ σκάφη καὶ τὰς καλύβας ἐνε‐ πίμπρασαν· ὑφ’ ὧν τῆς φλογὸς ἐπὶ τὸ πλησίον ἕλος διαρ‐ ριπιζομένης καὶ τὸν πολὺν κατ’ αὐτὸ κάλαμον σωρηδὸν νε‐
5μομένης ἄφραστόν τι καὶ ἀφόρητον ἐπὶ τοὺς ὀφθαλμοὺς σέλας ἔμπυρον ἐπὶ δὲ τὴν ἀκοὴν ἠχὴ κατάκροτος ἐπεφέ‐ ρετο.
Aeth
.

1

.

30

.

3

Καὶ πολέμου πᾶν εἶδος καὶ ἐνηργεῖτο καὶ ἐξη‐ κούετο, τῶν μὲν ἐγχωρίων προθυμίᾳ καὶ ῥώμῃ πάσῃ τὴν μάχην ὑφισταμένων, τῶν δὲ τῷ πλήθει καὶ τῆς ἐφόδου τῷ ἀπροσδοκήτῳ πλεῖστον ὑπερφερόντων καὶ τοὺς μὲν ἐπὶ γῆς
5ἀναιρούντων τοὺς δὲ εἰς τὴν λίμνην αὐτοῖς σκάφεσι καὶ αὐτοῖς οἰκήμασι βαπτιζόντων· ὑφ’ ὧν ἁπάντων δοῦπός τις πρὸς τὸν ἀέρα συμμιγὴς ἤρετο πεζομαχούντων ὁμοῦ καὶ ναυμαχούντων, ὀλλύντων τε καὶ ὀλλυμένων, αἵματι τὴν λίμνην φοινιττόντων, πυρὶ καὶ ὕδατι συμπλεκομένων.
Aeth
.

1

.

30

.

4

Ἅπερ ὡς εἶδέ τε καὶ ἤκουσεν ὁ Θύαμις, ἐνθύμιον αὐτῷ τὸ ὄναρ γίνεται καθ’ ὃ τὴν Ἶσιν ἑώρα καὶ τὸν νεὼν ἅπαντα λαμπάδων καὶ θυσιῶν ἀνάμεστον, καὶ ταῦτα ἐκεῖνα εἶναι τὰ νῦν δρώμενα· καὶ πρὸς τὰ ἐναντία τῶν προτέρων τὴν42 in vol. 1
5ὄψιν συνέβαλλεν, ὡς ἔχων οὐχ ἕξει τὴν Χαρίκλειαν, ὑπὸ τοῦ πολέμου ταύτης ἀφαιρεθείσης, καὶ ὡς φονεύσει καὶ οὐ τρώσει, ξίφει καὶ οὐκ Ἀφροδίτης νόμῳ.
Aeth
.

1

.

30

.

5

Καὶ πολλὰ τὴν θεὸν ὡς δολερὰν ὀνειδίσας καὶ δεινὸν ἡγησάμενος εἴ τις ἄλλος ἐγκρατὴς ἔσται Χαρικλείας, μικρὸν ἐπισχεῖν τοὺς σὺν αὐτῷ κελεύσας καὶ ὡς κατὰ τόπον μένοντας ποι‐
5εῖσθαι δεήσει τὴν μάχην φράσας † κλοπεύοντας † περὶ τὸ νησίδιον καὶ διὰ τῶν πέριξ ἑλῶν κρυφίους τὰς ἐμβολὰς ποιουμένους, ἀγαπητῶς γὰρ ἂν καὶ οὕτως ἀντισχεῖν πρὸς τὸ πλῆθος τῶν πολεμίων, αὐτός, δῆθεν ὡς τὸν Θέρμουθιν ἐπιζητήσων καὶ τοῖς ἑστίοις θεοῖς κατευξόμενος, ἕπεσθαί
10τε μηδενὶ συγχωρήσας, ἐπὶ τὸ δωμάτιον ἐμμανὴς ἀνέσ‐ τρεφε.
Aeth
.

1

.

30

.

6

Δυσανάκλητον δὲ πρὸς ὅπερ ἂν ὁρμήσῃ τὸ βάρ‐ βαρον ἦθος· κἂν ἀπογνῷ τὴν ἑαυτοῦ σωτηρίαν, προαναιρεῖν ἅπαν τὸ φίλον εἴωθεν, ἤτοι συνέσεσθαι αὐτοῖς καὶ μετὰ θάνατον ἀπατώμενον ἢ χειρὸς πολεμίας καὶ ὕβρεως
5ἐξαιρούμενον.
Aeth
.

1

.

30

.

7

Ὑφ’ ὧν καὶ ὁ Θύαμις τῶν μὲν ἐν χερσὶ πάντων ἀμνημονήσας, καὶ ταῦτα ὥσπερ ἄρκυσι τοῖς πο‐ λεμίοις κεκυκλωμένος, ἔρωτι δὲ καὶ ζηλοτυπίᾳ καὶ θυμῷ κάτοχος ἐπὶ τὸ σπήλαιον ἐλθὼν ὡς εἶχε δρόμου καθαλά‐
5μενος ἐμβοῶν τε μέγα καὶ πολλὰ αἰγυπτιάζων, αὐτοῦ που
περὶ τὸ στόμιον ἐντυχών τινι Ἑλληνίδι τῇ γλώττῃ προσ‐ φθεγγομένῃ, ἀπὸ τῆς φωνῆς ἐπ’ αὐτὴν χειραγωγηθεὶς ἐπι‐ βάλλει τε τῇ κεφαλῇ τὴν λαιὰν χεῖρα καὶ διὰ τῶν στέρνων παρὰ τὸν μαζὸν ἐλαύνει τὸ ξίφος.43 in vol. 1
9
Aeth
.

1

.

31

.

1

Καὶ ἡ μὲν ἔκειτο πικρῶς ἐλεεινόν τε ἅμα καὶ ἔσχατον κωκύσασα· ὁ δὲ ἀναδραμὼν καὶ τὸν οὐδὸν ἐπα‐ γαγὼν καὶ χοῦν ὀλίγον ἐπιφορήσας καὶ «ταῦτά σοι τὰ παρ’ ἡμῶν νυμφικὰ δῶρα» σὺν δάκρυσιν εἰπών, ἐπί τε τὰ σκάφη
5παραγενόμενος τούς τε ἄλλους καταλαμβάνει δρασμὸν ἤδη βουλεύοντας, τῶν πολεμίων ἐγγύθεν ὁρωμένων, τόν τε Θέρ‐ μουθιν ἥκοντα καὶ τὸ ἱερεῖον μεταχειριζόμενον.
Aeth
.

1

.

31

.

2

Καὶ τὸν μὲν λοιδορησάμενος εἰπών τε ὡς ἔφθη τὸ κάλλιστον θυμάτων ἱερουργήσας, ἐπιβαίνει τε τοῦ σκάφους αὐτὸς καὶ ὁ Θέρμουθις καὶ τρίτος ὁ ἐρέτης· οὐ γὰρ πλείονας οἷά τε
5φέρειν τὰ λιμναῖα σκάφη ἀπὸ μόνου ξύλου καὶ πρέμνου παχέος ἑνὸς ἀγροικότερον κοιλαινόμενα. Συναπαίρει δὲ καὶ ὁ Θεαγένης ἅμα τῷ Κνήμωνι καθ’ ἕτερον σκάφος, καὶ ἄλλος κατ’ ἄλλο πορθμεῖον καὶ οὕτως ἅπαντες.
Aeth
.

1

.

31

.

3

Ἐπεὶ δὲ τῆς νήσου μικρὸν ἄποθεν ἄραντες καὶ περιπλεύσαντες μᾶλλον ἢ ἀποπλεύσαντες ἐπέσχον τὴν εἰρεσίαν καὶ τὰ σκάφη διέταττον ἐπὶ μέτωπον ὡς ἐναντίοι τοὺς πολεμίους
5δεξόμενοι, πλησιάσαντες μόνον καὶ μηδὲ τὸ ῥόθιον ὑπενεγ‐ κόντες οἱ μὲν ἄλλοι πάντες ὁμοῦ τε εἶδον καὶ ἔφευγον, οὐδὲ τὸν ἐνυάλιον ἔνιοι κέλαδον ἀνασχόμενοι·
Aeth
.

1

.

31

.

4

ὑπεχώ‐ ρουν δὲ Θεαγένης τε καὶ ὁ Κνήμων, οὐ πρὸς τὸν φόβον τὸ
πλέον ἐνδόντες· μόνος δὲ ὁ Θύαμις τὸ μέν τι τὴν φυγὴν ἴσως αἰσχυνόμενος, τάχα δέ που καὶ εἶναι μετὰ Χαρίκλειαν44 in vol. 1
5οὐκ ἀνεχόμενος, ἐνέβαλλεν ἑαυτὸν τοῖς πολεμίοις.
5
Aeth
.

1

.

32

.

1

Ἤδη δὲ εἰς χεῖρας ἰόντων ἀνεβόησέ τις «οὗτος ἐκεῖνος ὁ Θύαμις· φυλάττου πᾶς»· καὶ παραχρῆ‐ μα τὰ σκάφη πρὸς κύκλον ἐπιστρέψαντες εἶχον ἐν μέσῳ. Τοῦ δὲ ἀμυνομένου καὶ τῷ δόρατι τοὺς μὲν τρώσαντος τοὺς
5δὲ ἀνελόντος, θαύματος ἦν ἐπέκεινα τὸ γινόμενον· εἷς γὰρ οὐδεὶς ξίφος οὔτε ἔβαλλεν οὔτε ἐπέφερεν, ἀλλ’ ἅπασαν ἕκαστος εἰσεφέρετο σπουδὴν ζῶντα λαβεῖν.
Aeth
.

1

.

32

.

2

Ὁ δὲ ἀν‐ τεῖχεν ἐπὶ πλεῖστον, ἕως ἀφαιρεῖται μὲν τοῦ δόρατος πλειόνων ἅμα ἐπιλαβομένων, ἀποβάλλει δὲ καὶ τὸν ὑπασ‐ πιστήν, λαμπρῶς μὲν συναγωνισάμενον τραυματίαν δὲ
5ὥσπερ ἐδόκει καιρίως γεγενημένον καὶ πρὸς τὸ ἀνέλπιστον ἐνδόντα εἴς τε τὴν λίμνην ἑαυτὸν καθέντα καὶ βολῆς ἐκτὸς ἐμπειρίᾳ τοῦ νεῖν ἀναδύντα χαλεπῶς τε πρὸς τὸ ἕλος ἀπο‐ νηξάμενον καὶ ταῦτα οὐδενὸς τὴν ἐπιδίωξιν φροντίσαντος.
Aeth
.

1

.

32

.

3

Ἤδη γὰρ τὸν Θύαμιν ᾑρήκεσαν καὶ νίκην ὁλόκληρον τὴν ἑνὸς ἀνδρὸς ἅλωσιν ἡγοῦντο· καὶ τοσούτοις τοῖς φιλίοις ἐλάττους γεγονότες πλέον ἔχαιρον τὸν αὐτόχειρα ζῶντα περιέποντες ἢ τοὺς οἰκείους ᾤκτειρον ἀποβεβληκότες.
Aeth
.

1

.

32

.

4

Οὕτως ἄρα λῃσταῖς καὶ ψυχῶν αὐτῶν ἐστι χρήματα προ‐ τιμότερα, καὶ τὸ φιλίας ὄνομα καὶ συγγενείας πρὸς ἓν τὸ κέρδος ὁρίζεται· ὡς δὴ καὶ τούτοις συνέβαινεν.
3
Aeth
.

1

.

33

.

1

Ἐτύγχανον μὲν γὰρ ὄντες τῶν τὸν Θύαμιν
καὶ τοὺς σὺν αὐτῷ κατὰ τὰς Ἡρακλεωτικὰς ἐκβολὰς ἀπο‐ δράντων· ἀγανακτήσαντες δὲ ὅτι τῶν ἀλλοτρίων ἐστέρηντο καὶ τὴν ἀφαίρεσιν τῶν σκύλων ὡς ἰδίων περιαλγήσαντες,45 in vol. 1
5τούς τε ὑπολειφθέντας αὑτῶν οἴκοι συλλεξάμενοι καὶ τὰς πέριξ ὁμοίως κώμας ἐπικαλεσάμενοι ἐπὶ ὁμοίᾳ καὶ ἴσῃ τῶν ληφθησομένων διανομῇ, τῆς μὲν ἐφόδου κατέστησαν ἡγε‐ μόνες, τὸν δὲ Θύαμιν ἐζώγρουν κατὰ τοιάνδε τινὰ αἰτίαν.
Aeth
.

1

.

33

.

2

Πετόσιρις ἀδελφὸς ἦν αὐτῷ κατὰ τὴν Μέμφιν. Οὗτος ἐπιβουλῇ τὴν ἱερωσύνην τῆς προφητείας παρὰ τὸ πάτριον τὸν Θύαμιν παρελόμενος νεώτερος αὐτὸς ὤν, τὸν προγε‐ νέστερον ἐξάρχειν λῃστρικοῦ πυνθανόμενος, δεδιὼς μὴ
5καιροῦ λαβόμενος ἐπέλθοι ποτὲ ἢ καὶ χρόνος τὴν ἐπιβου‐ λὴν φωράσειεν, ἅμα δὲ καὶ δι’ ὑποψίας εἶναι παρὰ τοῖς πολλοῖς αἰσθανόμενος ὡς ἀνῃρηκὼς τὸν Θύαμιν οὐ φαινό‐ μενον, χρήματα πάμπολλα καὶ βοσκήματα τοῖς ζῶντα προσ‐ κομίσασιν εἰς τὰς κώμας τὰς λῃστρικὰς διαπέμπων ἐπε‐
10κήρυξεν.
Aeth
.

1

.

33

.

3

Ὑφ’ ὧν ἁλόντες οἱ λῃσταὶ καὶ μηδὲ παρὰ τὸ ζέον τῆς μάχης τῆς μνήμης τὸ κέρδος ἀποβαλόντες, ἐπειδή τις ἐγνώρισε, πολλῶν θανάτων ἐζώγρησαν· καὶ τὸν μὲν δέσμιον ἐπὶ τὴν γῆν παραπέμπουσι τὴν ἡμίσειαν αὑτῶν
5μοῖραν εἰς τὴν φυλακὴν ἀποκληρώσαντες καὶ πολλὰ τῆς δοκούσης φιλανθρωπίας ἐπιμεμφόμενον καὶ τὸν δεσμὸν ἀγανακτοῦντα μᾶλλον ἢ θάνατον· οἱ δὲ ὑπόλοιποι πρὸς τὴν νῆσον ἐτράπησαν ὡς τὰ ἐπιζητούμενα κειμήλια καὶ σκῦλα κατ’ αὐτὴν εὑρήσοντες.
Aeth
.

1

.

33

.

4

Ὡς δὲ πᾶσαν ἐπιδραμόντες καὶ μέρος οὐδὲν ἀζήτητον ἀπολιπόντες οὐδενὶ τῶν ἐλπισ‐ θέντων ἢ μικροῖς ἐπετύγχανον, εἴ τινα καὶ περιελέλειπτο κατὰ τὸ σπήλαιον ὑπὸ γῇ μὴ κρυπτόμενα, πῦρ ἐπὶ τὰς
46 in vol. 1
5σκηνὰς ἐμβαλόντες, ἑσπέρας ἤδη προσιούσης καὶ φόβον ἐγκαταμεῖναι τῇ νήσῳ παρεχούσης, δέει τοῦ μὴ λοχηθῆναι
πρὸς τῶν διαδράντων, ἐπὶ τοὺς οἰκείους ἀπεχώρησαν.47 in vol. 1
Aeth
.

2

.

1

.

1

Ἡ μὲν δὴ νῆσος ὧδε ἐπυρπολεῖτο, τοὺς δὲ ἀμφὶ τὸν Θεαγένην καὶ τὸν Κνήμωνα, ἕως μὲν ἥλιος ἦν ὑπὲρ γῆν, τὸ κακὸν ἐλάνθανεν· ἡ γὰρ πυρὸς ὄψις ἀμαυροῦται δι’ ἡμέρας ὑπὸ τῶν ἀκτίνων τοῦ θεοῦ καταυγαζομένη· ἐπειδὴ
5δὲ ἔδυ καὶ νύκτα ἐπῆγεν, ἥ τε φλὸξ ἀπρόσμαχον τὴν αὐγὴν ἀπολαβοῦσα καὶ πορρωτάτω διεφαίνετο αὐτοί τε τοῦ ἕλους τῇ νυκτὶ θαρροῦντες προέκυψαν καὶ λαμπρῶς ἤδη τὴν νῆσον ὑπὸ τοῦ πυρὸς ἐχομένην ὁρῶσι.
Aeth
.

2

.

1

.

2

Καὶ ὁ μὲν Θεαγένης παίων τὴν κεφαλὴν καὶ τίλλων τὰς τρίχας «ἐρρίφθω» φησὶν «ὁ βίος εἰς τὴν τήμερον· ἠνύσθω λελύσθω πάντα, φόβοι, κίνδυνοι, φροντίδες, ἐλπίδες,
5ἔρωτες. Οἴχεται Χαρίκλεια, Θεαγένης ἀπόλωλε. Μάτην ὁ δυστυχὴς δειλὸς ἐγενόμην καὶ δρασμὸν ὑπέστην ἄναν‐ δρον σοί, γλυκεῖα, περισῴζων ἐμαυτόν.
Aeth
.

2

.

1

.

3

Οὐ μὴν ἔτι σωθήσομαι σοῦ, φιλτάτη, κειμένης, οὐδὲ τῷ κοινῷ τῆς φύσεως νόμῳ, τὸ χαλεπώτατον, οὐδὲ ἐν χερσὶν ἀπολι‐
πούσης τὸν βίον αἷς ἠβουλήθης· ἀλλὰ πυρός, οἴμοι, γέγο‐48 in vol. 1
5νας ἀνάλωμα, τοιαύτας ἐπί σοι λαμπάδας ἀντὶ τῶν νυμφι‐ κῶν τοῦ δαίμονος ἅψαντος· καὶ δεδαπάνηται τὸ ἐξ ἀνθρώ‐ πων κάλλος ὥστε μηδὲ λείψανον τῆς ἀψευδοῦς ὡραιό‐ τητος διὰ νεκροῦ γοῦν ὑπολελεῖφθαι τοῦ σώματος. Ὢ τῆς ὠμότητος καὶ τῆς ἀρρήτου τοῦ δαίμονος βασκανίας· προσ‐
10αφῄρηταί με καὶ τὰ τελευταῖα περιβαλεῖν· ἐσχάτων καὶ ἀψύχων φιλημάτων ἀπεστερήθην.»
11
Aeth
.

2

.

2

.

1

Καὶ ταῦτα λέγοντος καὶ τὸ ξίφος περισκοποῦντος ὁ Κνήμων ἀθρόον τῆς χειρὸς ἀπεκρούσατο καὶ «τί ταῦ‐ τα» ἔλεγεν «ὦ Θεάγενες; τί τὴν οὖσαν θρηνεῖς; Ἔστι Χαρίκλεια καὶ σῴζεται· θάρσει.» Τοῦ δὲ «πρὸς ἄφρονας
5ταῦτα καὶ παῖδας, ὦ Κνήμων» εἰπόντος, «ἀπολώλεκάς με τὸν ἥδιστον ἀφελόμενος θάνατον», ἐπώμνυεν ὁ Κνήμων καὶ ἅπαντα ἔλεγε, τὸ πρόσταγμα τοῦ Θυάμιδος, τὸ σπή‐ λαιον, ὡς καθῆκεν αὐτός, ὡς ἔχει φύσεως τὸ ἄντρον, ὡς οὐδὲν δέος εἰς τὸ βάθος διικνεῖσθαι τὸ πῦρ ὑπὸ τῶν
10ἀπείρων ἑλιγμῶν ἀνακοπτόμενον.
Aeth
.

2

.

2

.

2

Ἀνέπνει πρὸς ταῦτα ὁ Θεαγένης καὶ πρὸς τὴν νῆσον ἔσπευδε καὶ τὴν οὐ πα‐ ροῦσαν τῷ νῷ περιέβλεπε καὶ θάλαμον ἑαυτῷ τὸ σπή‐ λαιον ἀνέπλαττε τοὺς ἐσομένους αὐτῷ κατ’ αὐτὸ θρήνους
5ἀγνοῶν. Ἀνήγοντο οὖν ἐσπουδασμένως αὐτερέται τὸν πλοῦν ἀνύοντες, ὁ γὰρ δὴ πορθμεύων αὐτοῖς κατὰ τὴν πρώτην συμβολὴν καθάπερ ἀπὸ ὕσπληγος τῆς βοῆς ἀπεσφενδό‐ νητο.
Aeth
.

2

.

2

.

3

Τῇδε οὖν κἀκεῖσε παρεφέροντο τοῦ εὐθέος οἷα δὴ ἀπειρίᾳ τε τὴν εἰρεσίαν οὐχ ὁμοζυγοῦντες καί τι
καὶ ἀνέμου πρὸς ἐναντίον ἐμπίπτοντος.49 in vol. 1
Aeth
.

2

.

3

.

1

Ἀλλ’ ἐνίκα τὴν ἀτεχνίαν τῆς γνώμης τὸ πρόθυ‐ μον, χαλεπῶς τε καὶ σὺν ἱδρῶτι πολλῷ τῇ νήσῳ προσορ‐ μίσαντες ὡς εἶχον τάχους ἐπὶ τὰς σκηνὰς ἀνέτρεχον. Καὶ τὰς μὲν καταλαμβάνουσιν ἤδη κατῃθαλωμένας καὶ τῷ
5τόπῳ μόνῳ γνωριζομένας τὸν λίθον δὲ τὸν οὐδὸν τοῦ σπη‐ λαίου τὸ κάλυμμα διαφαινόμενον.
Aeth
.

2

.

3

.

2

Ὁ γὰρ ἄνεμος ἐπί‐ φορος ταῖς καλύβαις ἐμπνεύσας, καὶ οἷα δὴ λεπτοῖς καλά‐ μοις καὶ τούτοις ἑλείοις διαπλόκους τῇ ῥιπῇ κατὰ πάρο‐ δον καταφλέξας, μικροῦ καὶ ἰσόπεδον ἐπεδείκνυ τὸ ὑποκεί‐
5μενον, τῆς μὲν φλογὸς ὀξέως μαρανθείσης καὶ εἰς τέφραν ἀναλυθείσης, τῆς δὲ σποδιᾶς τῆς μὲν πολλῆς τῷ ῥοίζῳ παρενεχθείσης, ὀλίγης δὲ τῆς ὑπολειπομένης πρὸς τὸ πνέον ἁπάσης σχεδὸν ἐναποσβεσθείσης καὶ πρὸς τὸ βάσι‐ μον ἀποψυγείσης.
Aeth
.

2

.

3

.

3

Δᾷδας οὖν ἡμιφλέκτους ἀνευρόντες καὶ λείψανα καλάμων ἐξάψαντες καὶ τὸ στόμιον ἀνοίξαντες κατέθεον ἡγουμένου τοῦ Κνήμωνος. Ἐπεὶ δὲ ὀλίγον ὑπέ‐ βησαν ἀθρόον ὁ Κνήμων ἀνέκραγεν «ὦ Ζεῦ, τί τοῦτο;
5ἀπολώλαμεν· ἀνῄρηται Χαρίκλεια»· καὶ τό τε λαμπάδιον εἰς τὴν γῆν καταβαλὼν ἀπέσβεσε καὶ τὼ χεῖρε τοῖς ὀφθαλ‐ μοῖς ἐπαγαγὼν εἰς γόνυ τε ὀκλάσας ἐθρήνει.
Aeth
.

2

.

3

.

4

Ὁ δὲ Θεαγένης ὥσπερ τινὸς πρὸς βίαν ὤσαντος ἐπὶ τὸ σῶμα τῆς κειμένης κατενεχθείς, ὁ μὲν ἐπὶ πλεῖστον ἀπρὶξ εἴχετο καὶ προσεπεφύκει πανταχόθεν ἐναγκαλιζόμενος, ὁ
5δὲ Κνήμων ὅλον ὄντα πρὸς τῷ πάθει καταμαθὼν καὶ τῇ συμφορᾷ βεβαπτισμένον δεδιώς τε μή τι κακὸν ἑαυτὸν
ἐργάσηται, τὸ ξίφος ὑφαιρεῖ λάθρα τῆς θήκης ὑπὸ τὴν πλευρὰν αἰωρουμένης καὶ μόνον καταλιπὼν ἀνέδραμεν ὡς τὰς δᾷδας ἀναψόμενος.50 in vol. 1
9
Aeth
.

2

.

4

.

1

Κἀν τούτῳ τραγικόν τι καὶ γοερὸν ὁ Θεαγένης βρυχώμενος «ὢ πάθους ἀτλήτου» φησὶν «ὢ συμφορᾶς θεηλάτου. Τίς οὕτως ἀκόρεστος Ἐρινὺς τοῖς ἡμετέροις κακοῖς ἐνεβάκχευσε φυγὴν τῆς ἐνεγκούσης ἐπιβαλοῦσα,
5κινδύνοις θαλασσῶν κινδύνοις πειρατηρίων ὑποβαλοῦσα, λῃσταῖς παραδοῦσα, πολλάκις τῶν ὄντων ἀλλοτριώσασα;
Aeth
.

2

.

4

.

2

Ἓν μόνον ἀντὶ πάντων ὑπελείπετο καὶ τοῦτο ἀνήρ‐ πασται· κεῖται Χαρίκλεια καὶ πολεμίας χειρὸς ἔργον ἡ φιλτάτη γεγένηται, δῆλον μὲν ὡς σωφροσύνης ἀντεχο‐ μένη καὶ ἐμοὶ δῆθεν ἑαυτὴν φυλάττουσα· κεῖται δ’ οὖν
5ὅμως ἡ δυστυχής, οὐδὲν μὲν αὐτὴ τῆς ὥρας ἀποναμένη, εἰς οὐδὲν δὲ ὄφελος ἐμοὶ γενομένη. Ἀλλ’ ὦ γλυκεῖα, πρόσφθεγξαι τὰ τελευταῖα καὶ εἰωθότα· ἐπίσκηψον εἴ τι καὶ κατὰ μικρὸν ἐμπνεῖς.
Aeth
.

2

.

4

.

3

Οἴμοι, σιωπᾷς καὶ τὸ μαν‐ τικὸν ἐκεῖνο καὶ θεηγόρον στόμα σιγὴ κατέχει καὶ ζόφος τὴν πυρφόρον καὶ χάος τὴν ἐκ τῶν ἀνακτόρων κατείληφεν· ὀφθαλμοὶ δὲ ἀφεγγεῖς οἱ πάντας τῷ κάλλει καταστρά‐
5ψαντες, οὓς οὐκ εἶδεν ὁ φονεύσας, οἶδα ἀκριβῶς, Ἀλλ’ ὦ τί ἄν σέ τις ὀνομάσειε; νύμφην; ἀλλ’ ἀνύμφευτος· γαμε‐ τήν; ἀλλ’ ἀπείρατος. Τίνα οὖν ἀνακαλέσω; τίνα προσφθέγ‐ ξομαι λοιπόν; Ἦ ἄρα τὸ πάντων ὀνομάτων ἥδιστον Χαρίκλειαν;
Aeth
.

2

.

4

.

4

Ὦ Χαρίκλεια, θάρσει· πιστὸν ἔχεις τὸν ἐρώμενον· ἀπολήψῃ με μικρὸν ὕστερον· ἰδοὺ γάρ σοι χοὰς
ἐπάξω τὰς ἐμαυτοῦ σφαγὰς καὶ σπείσομαι τὸ σοὶ φίλον αἷμα τοὐμόν· ἕξει δὲ ἡμᾶς αὐτοσχέδιον μνῆμα τόδε τὸ51 in vol. 1
5σπήλαιον. Ἔξεσται πάντως ἀλλήλοις συνεῖναι μετὰ γοῦν θάνατον εἰ καὶ ζῶσιν ὁ δαίμων οὐκ ἐπέτρεψε.»
6
Aeth
.

2

.

5

.

1

Καὶ ἅμα λέγων ἐπέβαλε τὴν χεῖρα ὡς τὸ ξίφος σπασόμενος. Ὡς δὲ οὐχ εὕρισκεν «ὦ Κνήμων» ἐβόησεν «ὥς με ἀπολώλεκας· προσηδίκησας δὲ καὶ Χαρίκλειαν τῆς ἡδίστης αὐτὴν κοινωνίας ἤδη δεύτερον ἀποστερήσας.»
Aeth
.

2

.

5

.

2

Καὶ ταῦτα διεξιόντος ἐκ μυχῶν τοῦ σπηλαίου φωνῆς τις ἦχος ἐξηκούετο «Θεάγενες» καλούσης, ὁ δὲ οὐδὲν ταραχθεὶς ὑπήκουσέ τε καὶ «ἥξω φιλτάτη ψυχή» ἔλεγεν «εὔδηλος εἶ περὶ γῆν ἔτι φερομένη, τὸ μὲν † διότι † τοιούτου
5σώματος οὗ πρὸς βίαν ἐξηλάθης ἀποστατεῖν οὐ φέρουσα, τὸ δὲ διὰ τὸ ἄταφον ἴσως ὑπὸ νερτερίων εἰδώλων εἰργο‐ μένη.»
Aeth
.

2

.

5

.

3

Κἀν τούτῳ τοῦ Κνήμωνος ἅμα δᾳσὶν ἡμμέναις ἐπιστάντος αὖθις ὁ αὐτὸς ἦχος ἐξηκούετο καὶ ἦν τὸ λεγό‐ μενον «Θεάγενες». Ὁ δὲ Κνήμων ἀναβοήσας «ὦ θεοί» ἔφη «οὐ Χαρικλείας ἐστὶν ἡ φωνή; σῴζεσθαί μοι δοκεῖ,
5Θεάγενες. ἀπὸ γὰρ τῶν ἐσχάτων καὶ καθ’ ὃ μέρος αὐτὴν οἶδα τοῦ ἄντρου καταλιπὼν ἡ φωνή μοι βάλλει τὴν ἀκοήν.»
Aeth
.

2

.

5

.

4

«Οὐ παύσῃ» ἔφη ὁ Θεαγένης «ἀπατῶν με πολλάκις;» «Καὶ μὴν ἀπατῶ σε καὶ ἀπατῶμαι τὸ μέρος» εἶπεν ὁ Κνή‐ μων «εἰ Χαρίκλειαν οὖσαν ταυτηνὶ τὴν κειμένην εὕροι‐ μεν.» Καὶ ἅμα λέγων ἀνέστρεφεν ἐπ’ ὄψιν τὴν κειμέ‐
5νην καὶ ἰδὼν «τί τοῦτο» ἀνέκραγεν «ὦ δαίμονες τεράσ‐ τιοι; Θίσβης ἡ ὄψις»· ὑπέβη τε εἰς τοὐπίσω καὶ τρόμῳ
συσχεθεὶς ἀχανὴς εἱστήκει.52 in vol. 1
Aeth
.

2

.

6

.

1

Ὁ δὲ Θεαγένης ἔμπνους ἐκ τῶνδε γενόμενος καὶ πρὸς τὸ εὔελπι τὴν γνώμην ἐπιστρέφων ἀνεκαλεῖτό τε λειποψυχοῦντα τὸν Κνήμωνα καὶ παρὰ τὴν Χαρίκλειαν ὡς ὅτι τάχιστα ποδηγεῖν ἱκέτευε. Μικρὸν οὖν διαλιπὼν εἰς
5ἑαυτόν τε γενόμενος ὁ Κνήμων τὴν κειμένην αὖθις ἐπεσ‐ κοπεῖτο.
Aeth
.

2

.

6

.

2

Ἡ δὲ ἦν ἀληθῶς ἡ Θίσβη καὶ ξίφος τε πλη‐ σίον ἐκπεπτωκὸς ἐγνώριζεν ἀπὸ τῆς λαβῆς, ὃ παρὰ τὸν φόνον ὁ Θύαμις ὑπὸ θυμοῦ καὶ σπουδῆς ἐναπέλιπε τῇ σφαγῇ, καὶ δέλτον τινὰ τῶν στέρνων ὑπὸ τῇ μασχάλῃ
5προκύπτουσαν ἀνελόμενος ἐπειρᾶτό τι τῶν ἐγγεγραμμένων ἐπιέναι. Ἀλλ’ ὁ Θεαγένης οὐκ εἴα λιπαρῶς ἐγκείμενος καὶ «τὴν φιλτάτην» λέγων «κομιζώμεθα πρότερον, εἰ μή τις ἡμᾶς παίζει καὶ νυνὶ δαίμων· ταῦτα δὲ ἐξέσται καὶ μετὰ ταῦτα γινώσκειν.»
Aeth
.

2

.

6

.

3

Ἐπείθετο ὁ Κνήμων καὶ τήν τε δέλτον ἐπικομιζόμενοι καὶ τὸ ξίφος ἀνελόμενοι παρὰ τὴν Χαρίκλειαν ἔσπευδον. Ἡ δὲ χερσί τε ἅμα καὶ ποσὶν ἐπὶ τὴν αὐγὴν ἀνερπύσασα προσδραμοῦσά τε τῷ Θεαγένει τοῦ αὐχέ‐
5νος ἐξήρτητο. Καὶ ἡ μὲν «ἔχω σε, Θεάγενες», ὁ δὲ «ζῇς μοι, Χαρίκλεια» πολλάκις ἔλεγον καὶ τέλος εἰς τοὔ‐ δαφος ἀθρόον καταφέρονται καὶ εἴχοντο ἀλλήλων ἄναυδοι μὲν ἀλλ’ ὥσπερ ἡνωμένοι καὶ μικροῦ ἔδει ἀποθνῄσκειν αὐτούς.
Aeth
.

2

.

6

.

4

Οὕτως ἄρα καὶ τὸ χαρᾶς ὑπερβάλλον εἰς ἀλγεινὸν περιέστη πολλάκις καὶ τῆς ἡδονῆς τὸ ἄμετρον ἐπίσπαστον λύπην ἐγέννησεν. Ὣς δὴ κἀκεῖνοι παρ’ ἐλπίδα σωθέντες ἐκινδύνευον, ἕως ὁ Κνήμων πίδακά τινα διαμώ‐
5μενος καὶ τὴν συρρυεῖσαν κατὰ βραχὺ νοτίδα κοίλαις ταῖς χερσὶν ὑδρευσάμενος τὸ πρόσωπόν τε αὐτῶν ἐπέρραινε καὶ θαμὰ τῶν ῥινῶν ἐπαφώμενος ἐπὶ τὸ φρονεῖν ἐπανήγαγεν.53 in vol. 1
7
Aeth
.

2

.

7

.

1

Οἱ δὲ ἑτέρως μὲν ἀλλήλοις ἐντυχόντες κειμένους δὲ ἑαυτοὺς καταλαβόντες, ὀρθωθέντες τε ἀθρόον ἠρυθρίων τὸν Κνήμωνα (καὶ πλέον ἡ Χαρίκλεια) θεωρὸν τῶνδε γεγε‐ νημένον καὶ νέμειν συγγνώμην ἱκέτευον. Ὁ δὲ ἐπιμειδιά‐
5σας καὶ πρὸς τὸ φαιδρότερον αὐτοὺς ἀνιεὶς «ταῦτα μὲν» ἔφη «καὶ ἐπαίνων ἄξια κατ’ ἐμὲ κριτὴν καὶ ἄλλον ὅστις ἔρωτι προσπαλαίσας ἡττήθη τε τὴν μάχην ἡδέως καὶ τὰ ἐκείνου σωφρόνως ἔγνωκεν ἀπαραίτητα πτώματα.
Aeth
.

2

.

7

.

2

Ἀλλ’ ἐκεῖνα, ὦ Θεάγενες, οὔτε ἐπαινεῖν εἶχον ὑπερῃσ‐ χυνόμην τε ὁρῶν ὡς ἀληθῶς ὅτε τὴν ξένην καὶ προσήκου‐ σαν οὐδαμόθεν γυναῖκα περιπεσὼν ἐθρήνεις ἀγεννῶς καὶ ταῦτα περιεῖναι καὶ ζῆν σοι τὴν φιλτάτην ἐμοῦ διατει‐
5νομένου.» Καὶ ὁ Θεαγένης «παῦε» φησὶν «ὦ Κνήμων, διαβάλλων με πρὸς Χαρίκλειαν, ἣν ἐθρήνουν ἐν ἀλλοτρίῳ σώματι, ταύτην εἶναι τὴν κειμένην ἡγούμενος.
Aeth
.

2

.

7

.

3

Ἐπεὶ δὲ ἀπάτην ἐκεῖνα θεῶν τις εὖ γε ποιῶν ἔδειξεν, ὥρα σοι σαυτὸν ὑπομνῆσαι τῆς ἄγαν ἀνδρείας, ὑφ’ ἧς ἐθρήνεις μὲν ἐμοῦ τἀμὰ πρότερος τὴν δὲ ἀπροσδόκητον τῆς κειμένης
5ἐπίγνωσιν ὥσπερ ἐπὶ σκηνῆς δαίμονας ἀπεδίδρασκες, ἔνο‐ πλος καὶ ξιφήρης τὴν γυναῖκα, νεκρὰν καὶ ταύτην, ὑπο‐ φεύγων ὁ γενναῖος καὶ Ἀττικὸς πεζομάχος.»
7
Aeth
.

2

.

8

.

1

Ἐγέλασαν πρὸς ταῦτα βραχύ τι καὶ βεβιασμέ‐
νον οὐδὲ τοῦτο ἀδάκρυτον ἀλλ’ ὡς ἂν ἐν τοσαύτῃ συμφορᾷ πλέον τῷ θρήνῳ κεκερασμένον. Μικρὸν οὖν ἡ Χαρίκλεια διαλιποῦσα καὶ τὴν παρειὰν ὑπὸ τὸ οὖς ἐπικνῶσα54 in vol. 1
5«μακαρίζω μὲν» ἔφη «τὴν θρηνηθεῖσαν ὑπὸ Θεαγένους ἢ καὶ φιληθεῖσαν, ὥς φησι Κνήμων, ἥτις ποτὲ καί ἐστιν.
Aeth
.

2

.

8

.

2

Ἀλλ’ εἰ μή τί με δακνομένην ἔρωτι ὑπονοεῖν μέλλετε, τίς ἄρα ἦν ἡ εὐδαίμων ἐκείνη καὶ δακρύων ἀξιωθεῖσα Θεαγενείων καὶ τίνα τρόπον τὴν ἄγνωστον ὡς ἐμὲ φιλεῖν ἐξηπατήθης, ἐβουλόμην εἴ πῃ γινώσκεις μανθάνειν.»
5Καὶ ὃς «θαυμάσεις μὲν» ἔφη «Θίσβην δ’ οὖν εἶναι Κνή‐ μων ὅδε φησὶ τὴν Ἀθηναίαν ἐκείνην τὴν ψάλτριαν τὴν τῶν εἰς αὐτὸν ἐπιβουλῶν καὶ Δημαινέτην ποιήτριαν.»
Aeth
.

2

.

8

.

3

Τῆς δὲ Χαρικλείας ἐκπεπληγμένης καὶ «πῶς ἦν εἰκός, ὦ Κνήμων,» εἰπούσης «τὴν ἐκ μέσης τῆς Ἑλλάδος ἐπ’ ἐσχάτοις γῆς Αἰγύπτου καθάπερ ἐκ μηχανῆς ἀναπεμφθῆ‐ ναι; πῶς δὲ καὶ ἐλάνθανεν ἡμᾶς δεῦρο κατιόντας;»
5«Ταῦτα μὲν οὐκ ἔχω λέγειν» ἀπεκρίνατο πρὸς αὐτὴν ὁ Κνήμων· «ἃ δ’ οὖν ἔχω γινώσκειν ἀμφ’ αὐτῇ τοιάδε ἐστίν·
Aeth
.

2

.

8

.

4

Ἐπειδὴ γὰρ ἡ Δημαινέτη μετὰ τὴν ἀπάτην εἰς τὸν βό‐ θρον ἑαυτὴν ἀπεκρήμνισεν, ὁ δὲ πατὴρ ἐξήγγειλε τῷ δήμῳ τὸ γεγενημένον, παρὰ μὲν τὴν πρώτην ἐτύγχανε συγγνώμης, καὶ αὐτὸς μὲν ὅπως ἂν κάθοδον ἔμοιγε λάβοι παρὰ τοῦ
5δήμου καὶ κατὰ ζήτησιν ἐκπλεύσειε τὴν ἐμὴν διετίθετο, ἡ δὲ Θίσβη τὴν ἀσχολίαν τὴν ἐκείνου σχολὴν ἑαυτῆς ἐποιεῖτο καὶ τοῖς συμποσίοις ἀδεῶς ἑαυτήν τε καὶ τὴν τέχνην ἐξεμίσθου.
Aeth
.

2

.

8

.

5

Καί ποτε καὶ παρευδοκιμήσασα
τὴν Ἀρσινόην ἀναβεβλημένον αὐλοῦσαν ἐπίτροχον αὐτὴ ψάλλουσα καὶ γλαφυρὸν τῇ κιθάρᾳ προσᾴδουσα, ἔλαθεν ἑταιρικὴν ζηλοτυπίαν σὺν πολλῷ καθ’ ἑαυτῆς κινήσασα, καὶ55 in vol. 1
5πλέον ὅτε τις αὐτὴν Ναυκρατίτης ἔμπορος ὑπόχρυσος ὄνομα Ναυσικλῆς ἐνηγκαλίζετο, τὴν Ἀρσινόην καὶ ταῦτα πρότερον γινωσκομένην αὐτῷ παραγκωνισάμενος, ἐπειδὴ κυρτουμένην αὐτῇ τὴν παρειὰν ἐν τοῖς αὐλήμασιν εἶδε καὶ πρὸς τὸ βίαιον τῶν φυσημάτων ἀπρεπέστερον ἐπὶ τὰς
10ῥῖνας ἀνισταμένην τό τε ὄμμα πιμπράμενον καὶ τῆς οἰκείας ἕδρας ἐξωθούμενον.
11
Aeth
.

2

.

9

.

1

Ὑφ’ ὧν οἰδουμένη τῷ χόλῳ καὶ ζήλῳ πυρακ‐ τουμένη τοῖς οἰκείοις τῆς Δημαινέτης προσιοῦσα τὴν κατ’ αὐτῆς ἐπιβουλὴν ὑπὸ τῆς Θίσβης ἐξηγόρευσε, τὰ μὲν αὐτὴ καθ’ αὑτὴν ὑποτοπήσασα τὰ δὲ καὶ τῆς Θίσβης αὐτῇ παρὰ
5τὴν ἑταιρίαν ἐξειπούσης.
Aeth
.

2

.

9

.

2

Συστάντες οὖν ἐπὶ τὸν πατέρα τὸν ἐμὸν οἱ κατὰ γένος τῇ Δημαινέτῃ προσήκοντες καὶ τοὺς δεινοτάτους τῶν ῥητόρων πρὸς τὴν κατηγορίαν ἐπὶ πολλοῖς χρήμασιν ἀναβιβασάμενοι, ἄκριτον καὶ ἀνέ‐
5λεγκτον ἀνῃρῆσθαι τὴν Δημαινέτην ἐβόων καὶ τὴν μοιχείαν προκάλυμμα τοῦ φόνου συγκεῖσθαι διεξῄεσαν καὶ ἐπιδεικ‐ νύναι τὸν μοιχὸν ἢ ζῶντα ἢ καὶ τεθνηκότα ἠξίουν ἢ καὶ τοὔνομα φράζειν μόνον ἠνάγκαζον, καὶ τέλος τὴν Θίσβην εἰς βασάνους ἐξῄτουν.
Aeth
.

2

.

9

.

3

Ὡς δὲ ὑποσχόμενος ὁ πατὴρ
οὐκ εἶχε παραδιδόναι, προϊδομένης ταῦτα ἐκείνης ἔτι τῆς δίκης συνισταμένης καὶ (οὕτω συγκείμενον αὐτῇ πρὸς τὸν ἔμπορον) δρασμῷ χρησαμένης, ὁ δῆμος ἀγανακτήσας φονέα56 in vol. 1
5μὲν οὐκ ἔκρινεν ἅπαντα ὡς ἔσχεν ὑποθέμενον, ὡς δὲ συναίτιον τῆς τε εἰς Δημαινέτην ἐπιβουλῆς καὶ τῆς ἐμῆς ἀδίκου φυγῆς τοῦ τε ἄστεος ἐδίωξε καὶ δημεύσει τῶν ὄντων ἐζημίωσε, τοιαύτης τῶν δευτέρων γάμων τῆς πείρας ἀπονάμενον.
Aeth
.

2

.

9

.

4

Οὕτω μὲν ἡ κακίστη Θίσβη καὶ δίκας ὑπ’ ὄψεσι νυνὶ ταῖς ἐμαῖς ὑποσχοῦσα τῶν Ἀθηνῶν ἐξέπλευσε. Καὶ ταῦτα μόνον ἔχω γινώσκειν Ἀντικλέους τινὸς κατὰ τὴν Αἴγιναν ἐξαγγείλαντος, ᾧ καὶ δεύτερον εἰς τὴν Αἴγυπ‐
5τον συνέπλευσα, εἴ πῃ κατὰ τὴν Ναύκρατιν ἀνεύροιμι τὴν Θίσβην καὶ εἰς τὰς Ἀθήνας ἐπαναγαγὼν λύσαιμι μὲν τὰς κατὰ τοῦ πατρὸς ὑπονοίας τε καὶ αἰτίας, ἀπαιτήσαιμι δὲ τῶν εἰς πάντας ἡμᾶς ἐπιβουλῶν τὰς δίκας.
Aeth
.

2

.

9

.

5

Ἔνθα δὴ νυνὶ καὶ σὺν ὑμῖν ἐξετάζομαι, τὴν δὲ αἰτίαν καὶ ὅπως καὶ ὅσα τοὺς μεταξὺ χρόνους ὑποστάς, εἰσαῦθις ἀκούσεσθε· τὸ δὲ ὅπως ἡ Θίσβη κατὰ τὸ ἄντρον καὶ πρὸς τίνων ἀνῄ‐
5ρηται, θεοῦ τινος ἂν ἴσως δεήσει φράζοντος.
5
Aeth
.

2

.

10

.

1

Ἀλλ’ εἰ δοκεῖ, τὴν δέλτον ἣν πρὸς τοῖς στέρνοις αὐτῆς εὑρήκαμεν ἐπισκοπῶμεν· εἰκός τι πλέον ἐντεῦθεν ἡμᾶς ἐκμαθεῖν.» Ἐδόκει ταῦτα καὶ διανοίξας ἐπήρχετο, καὶ ἦν τὰ ἐγγεγραμμένα τοιάδε· «Κνήμωνι τῷ δεσπότῃ ἡ
5πολεμία καὶ ἐπαμύνασα Θίσβη. Πρῶτα μὲν εὐαγγελίζομαί
σοι τὴν Δημαινέτης τελευτὴν δι’ ἐμοῦ μὲν ὑπὲρ σοῦ γενο‐ μένην, τὸ δὲ ὅπως, εἴ με προσδέξαιο, παροῦσα διηγήσο‐ μαι.57 in vol. 1
Aeth
.

2

.

10

.

2

Ἔπειτα φράζω κατὰ τήνδε με νυνὶ εἶναι τὴν νῆσον δεκάτην ἤδη ταύτην ἡμέραν πρός τινος τῶν τῇδε λῃστῶν ἁλοῦσαν, ὃς καὶ ὑπασπιστὴς εἶναι τοῦ λῃστάρχου θρύπτεται κἀμὲ κατακλείσας ἔχει μηδὲ ὅσον προκύψαι
5τῶν θυρῶν ἐπιτρέπων, ὡς μὲν αὐτός φησι, διὰ φιλίαν τὴν περὶ ἐμὲ ταύτην ἐπιθεὶς τὴν τιμωρίαν, ὡς δὲ ἔχω συμ‐ βάλλειν, ἀφαιρεθῆναί με πρός τινος δεδιώς.
Aeth
.

2

.

10

.

3

Ἀλλ’ ἐγώ σε θεῶν τινος ἐνδόντος καὶ εἶδον, ὦ δέσποτα, παριόντα καὶ ἐγνώρισα καὶ τήνδε σοι τὴν δέλτον διὰ τῆς συνοίκου πρεσ‐ βύτιδος λάθρα διεπεμψάμην, τῷ καλῷ καὶ Ἕλληνι καὶ φίλῳ
5τοῦ ἄρχοντος ἐγχειρίζειν φράσασα. Ἐξελοῦ δή με χειρῶν λῃστρικῶν καὶ ὑπόδεξαι τὴν σαυτοῦ θεραπαινίδα· καὶ εἰ μὲν βούλει, σῷζε μαθὼν ὡς ἃ μὲν ἀδικεῖν ἔδοξα βιασθεῖσα, ἃ δὲ τετιμώρημαι τὴν σοὶ πολεμίαν ἑκοῦσα διεπραξάμην.
Aeth
.

2

.

10

.

4

Εἰ δὲ ἔχει σέ τις ἀμετάβλητος ὀργή, κέχρησο ταύτῃ κατ’ ἐμοῦ πρὸς ὃ βούλει· μόνον ὑπὸ σὲ γενοίμην εἰ καὶ τεθνάναι δέοι· βέλτιον γὰρ ὑπὸ χειρῶν ἀνῃρῆσθαι τῶν σῶν καὶ κηδείας μεταλαβεῖν Ἑλληνικῆς ἢ θανάτου βαρυτέραν
5ζωὴν καὶ φίλτρον βαρβαρικὸν ἔχθρας ἀνιαρότερον τὴν Ἀττικὴν ἀνέχεσθαι.»
6
Aeth
.

2

.

11

.

1

Τοιαῦτα μὲν ἡ Θίσβη καὶ ἡ δέλτος ἔφραζεν, ὁ δὲ Κνήμων «ὦ Θίσβη» ἔφη «σὺ μὲν καλῶς ποιοῦσα τέθνη‐
κας καὶ γέγονας ἡμῖν αὐτάγγελος τῶν ἑαυτῆς συμφορῶν ἐξ αὐτῶν ἐγχειρίσασα τῶν σῶν σφαγῶν τὴν διήγησιν.58 in vol. 1
5Οὕτως ἄρα τιμωρὸς Ἐρινὺς γῆν ἐπὶ πᾶσαν, ὡς ἔοικεν, ἐλαύνουσά σε οὐ πρότερον ἔστησε τὴν ἔνδικον μάστιγα πρὶν καὶ ἐν Αἰγύπτῳ με τυγχάνοντα τὸν ἠδικημένον θεα‐ τὴν ἐπιστῆσαι τῆς κατὰ σοῦ ποινῆς.
Aeth
.

2

.

11

.

2

Ἀλλὰ τί ἦν ἄρα, ὃ καὶ πάλιν σε κατ’ ἐμοῦ τεχναζομένην καὶ σοφιστεύου‐ σαν διὰ τοῦ γράμματος ἡ δίκη προαφείλετο τῶν ἐγχειρη‐ μάτων; Ὡς κἀγώ σε καὶ κειμένην ἔχω δι’ ὑποψίας καὶ
5σφόδρα δέδοικα μὴ καὶ πλάσμα ἐστὶν ἡ Δημαινέτης τελευτὴ κἀμὲ μὲν ἠπάτησαν οἱ ἐξαγγείλαντες σὺ δὲ καὶ διαπόντιος ἥκεις ἑτέραν καθ’ ἡμῶν σκηνὴν Ἀττικὴν καὶ ἐν Αἰγύπτῳ τραγῳδήσουσα.»
Aeth
.

2

.

11

.

3

«Οὐ παύσῃ» ἔφη ὁ Θεαγένης «ἄγαν ἀνδριζόμενος εἴδωλά τε καὶ σκιὰς εὐλαβούμενος; οὐ γὰρ δὴ κἀμέ τε καὶ τὴν ἐμὴν ὄψιν εἴποις ἂν ὡς ἐγοή‐ τευσεν, οὐδὲν κοινωνοῦντα τοῦ δράματος. Ἀλλ’ ἡ μὲν
5κεῖται σῶμα νεκρὸν ὡς ἀληθῶς καὶ τούτου γε ἕνεκα θάρσει παντοίως, ὦ Κνήμων· τίς δὲ ἄρα ποτέ ἐστιν ὁ σὸς εὐερ‐ γέτης ὁ ταύτην ἀνῃρηκὼς ἢ πῶς δεῦρο καθειμένην ἢ πότε, σφόδρα διαπορῶν ἐκπέπληγμαι.»
Aeth
.

2

.

11

.

4

«Τὰ μὲν ἄλλα οὐκ ἔχω λέγειν» ἔφη ὁ Κνήμων, «ὁ δὲ ἀνῃρηκὼς ὡς ἐπίπαν ἐστὶ Θύαμις, εἰ δεῖ τῷ ξίφει τεκμαίρεσθαι ὃ παρὰ τὴν σφαγὴν εὑρήκαμεν· ἐκείνου γὰρ εἶναι γνωρίζω καὶ τὸ ἐπί‐
5σημον τουτὶ τῆς λαβῆς ἐλέφας εἰς ἀετὸν ἐκτετόρευται.»
Aeth
.

2

.

11

.

5

«Ἆρ’ οὖν εἴποις ἂν» φησὶν ὁ Θεαγένης «καὶ ὅπως
ποτὲ καὶ δι’ ἣν αἰτίαν ἔδρα τὸν φόνον;» «Καὶ πῶς ταῦτα ἂν εἰδείην;» ἀπεκρίνατο «οὐ γὰρ δὴ μαντικόν με τόδε τὸ σπήλαιον ἀνέδειξε καθάπερ τὸ ἄδυτον τῆς Πυθοῦς [καὶ59 in vol. 1
5ἐν Τροφωνίου λόγος θεοφρονεῖν τοὺς ὑπελθόντας].» Ἀνῴ‐ μωξαν ἀθρόον ὁ Θεαγένης καὶ ἡ Χαρίκλεια καὶ «ὦ Πυθοῖ καὶ Δελφοί» θρηνοῦντες ἐβόων, ὁ δὲ Κνήμων ἐκπέ‐ πληκτο καὶ ὅ τι πεπόνθοιεν πρὸς τὸ ὄνομα τῆς Πυθοῦς οὐκ εἶχε συμβάλλειν.
9
Aeth
.

2

.

12

.

1

Καὶ οἱ μὲν ἐν τούτοις ἦσαν· ὁ δὲ Θέρμουθις ὁ τοῦ Θυάμιδος ὑπασπιστής, ἐπειδὴ κατὰ τὴν μάχην τρω‐ θεὶς ἀπενήξατο πρὸς τὴν γῆν, νυκτὸς ἐπιγενομένης πορθ‐ μείῳ φερομένῳ κατὰ τὸ ἕλος ἐκ τῶν ναυαγίων ἐπιτυχὼν
5ἑαυτόν τε ἐνθέμενος, ἐπὶ τὴν νῆσον καὶ παρὰ τὴν Θίσβην ἔσπευδε.
Aeth
.

2

.

12

.

2

Ταύτην ὀλίγων πρόσθεν ἡμερῶν ἀγομένην ὑπὸ τοῦ ἐμπόρου τοῦ Ναυσικλέους κατά τινα στενὴν τῆς ὑπερωρείας ὁδὸν λοχήσας ὁ Θέρμουθις ἀφῄρητο· παρὰ δὲ τὸν τοῦ πολέμου θόρυβον καὶ τὴν τῶν ἐναντίων ἔφοδον,
5ὅτε αὐτὸν οἴσοντα τὸ ἱερεῖον ἀπέστειλεν ὁ Θύαμις, ἔξω βελῶν ποιούμενος καὶ περισῴζειν ἑαυτῷ βουλόμενος ἔλαθεν εἰς τὸ σπήλαιον καθεὶς καὶ πρὸς τὸν τάραχον καὶ τὴν σπουδὴν αὐτοῦ που περὶ τὸ στόμιον καταλιπών.
Aeth
.

2

.

12

.

3

Ἔνθα ὡς ἐνεβλήθη, κατὰ τὴν πρώτην ἐγκαταμείνασαν δέει τε τῶν παρόντων φόβων καὶ ἀγνοίᾳ τῶν πρὸς τὰ βάθη φερου‐ σῶν ἀτραπῶν ἐντυχὼν ὁ Θύαμις ὡς Χαρίκλειαν ἀνῄρει
5τὴν Θίσβην. Παρὰ δὴ ταύτην ὡς διαδρᾶσαν τὸν ἐκ τοῦ πολέμου κίνδυνον ὁ Θέρμουθις ἐπειγόμενος, ἐπειδὴ τῇ νήσῳ προσέσχεν, ὡς εἶχε τάχους ἐπὶ τὰς σκηνὰς ἀνέτρεχε.60 in vol. 1
Aeth
.

2

.

12

.

4

Καὶ αἱ μὲν ἦσαν οὐδὲν ἔτι πλὴν ὅτι τέφρα, τὸ δὲ στό‐ μιον ἀπὸ τοῦ λίθου χαλεπῶς ἀνευρὼν καλάμους τε εἴ πῄ τινες ἔτι σμυχόμενοι περιελείφθησαν ἁψάμενος, κατέθεεν ὡς εἶχε σπουδῆς ὀνομαστί τε Θίσβην ἐκάλει, μέχρι τοῦ
5ὀνόματος ἑλληνίζων· ὡς δὲ εἶδε κειμένην, ἐπὶ πολὺ μὲν ἀχανὴς εἱστήκει.
Aeth
.

2

.

12

.

5

Τέλος δὲ θροῦν τινα καὶ βόμβον αἰσθόμενος ἐκ τῶν κοίλων τοῦ σπηλαίου φερόμενον, διε‐ λέγοντο γὰρ ἔτι πρὸς ἑαυτοὺς Θεαγένης τε καὶ Κνήμων, τούτους ἐκείνους εἶναι τοὺς σφαγέας τῆς Θίσβης εἴκαζε
5καὶ ἀμηχάνως εἶχεν ὅ τι καὶ δράσειεν, ὑπὸ μὲν θυμοῦ λῃστρικοῦ καὶ βαρβαρικῆς ὀργῆς πλέον τότε δι’ ἐρωτικὴν ἀποτυχίαν ἐπιτεινομένης ὁμόσε χωρεῖν αὐτόθι τοῖς νομι‐ ζομένοις αἰτίοις ἐπειγόμενος, ἀπορίᾳ δὲ ὅπλων καὶ ξίφους ἄκων πρὸς ἐγκράτειαν καταστελλόμενος.
9
Aeth
.

2

.

13

.

1

Ἐδόκει δὴ αὐτῷ βέλτιον εἶναι μὴ ὡς πολέμιον ἐντυγχάνειν τὴν πρώτην, εἰ δὲ εὐπορήσειεν ἀμυντηρίου μετιέναι τοὺς πολεμίους. Καὶ οὕτω κρίνας ἐφίσταται τοῖς ἀμφὶ τὸν Θεαγένην ἄγριόν τε καὶ τραχὺ περισκοπῶν καὶ
5τὸ κρυπτόμενον βούλημα τῆς ψυχῆς τῷ βλέμματι κατα‐ μηνύων.
Aeth
.

2

.

13

.

2

Οἱ δὲ ὡς εἶδον ἄνδρα γυμνὸν ἀπροσδόκητον τραυματίαν φονῶντα τὴν ὄψιν, ἡ μὲν Χαρίκλεια καὶ πρὸς τὰ κοιλότερα τοῦ σπηλαίου κατεδύετο, τάχα μὲν καὶ εὐλα‐ βηθεῖσα πλέον δὲ ἄρα καταισχυνθεῖσα τὴν γυμνὴν καὶ οὐκ
5εὐσχήμονα τοῦ φανέντος ὄψιν· ὁ δὲ Κνήμων ἠρέμα καὶ
ὑπεδίδρασκε, γνωρίζων μὲν τὸν Θέρμουθιν ὁρῶν δὲ παρ’ ἐλπίδα καί τι τῶν ἀτοπωτέρων αὐτὸν ἐγχειρήσειν προσδο‐ κῶν.61 in vol. 1
Aeth
.

2

.

13

.

3

Ἀλλὰ τὸν Θεαγένην οὐ κατέπληττεν ἡ θέα μᾶλ‐ λον ἢ παρώξυνε καὶ τό τε ξίφος ἐπανετείνετο ὡς πατά‐ ξων εἴ τι παράλογον ἐγχειροίη καὶ «στῆθι» ἔλεγεν «οὗτος ἢ βεβλήσῃ· βέβλησαι δὲ οὐδέπω διότι σε καὶ κατὰ
5μικρὸν ἐγνώρισα καὶ τέως ἀμφίβολος ἥκεις τὴν γνώμην.»
Aeth
.

2

.

13

.

4

Ἐδεῖτο ὑποπεσὼν ὁ Θέρμουθις, ἱκέτης ἐκ τοῦ και‐ ροῦ μᾶλλον ἢ τοῦ τρόπου γενόμενος καὶ τὸν Κνήμωνα πρὸς ἐπικουρίαν ἐπεκαλεῖτο καὶ σῴζεσθαι δίκαιος εἶναι πρὸς αὐτῶν ἔλεγεν, ἀδικεῖν τε οὐδὲν καὶ τῶν φιλίων εἰς
5τὴν παρελθοῦσαν ἡμέραν γεγενῆσθαι καὶ παρὰ φίλους ἥκειν διατεινόμενος.
6
Aeth
.

2

.

14

.

1

Ἐπεκλᾶτο πρὸς ταῦτα ὁ Κνήμων καὶ προσελ‐ θὼν ἀνέστησέ τε τῶν γονάτων ἐχόμενον τοῦ Θεαγένους καὶ ποῦ Θύαμις ἐπυνθάνετο συνεχῶς.
Aeth
.

2

.

14

.

2

Ὁ δὲ πάντα ἔλεγεν, ὡς συνέρραξε τοῖς πολεμίοις, ὡς ἐμβαλὼν εἰς μέσους ἐμάχετο οὔτε ἐκείνων οὔτε ἑαυτοῦ φειδόμενος, ὡς ἀνῄρει μὲν ἀεὶ τὸν ὑπὸ χεῖρας γινόμενον ἐδορυφορεῖτο δὲ αὐτὸς
5ἀπὸ κηρύγματος πάντα τινὰ Θυάμιδος φείδεσθαι παρεγ‐ γυῶντος, καὶ τέλος ὡς ἐκεῖνος μὲν ὅ τι καὶ γέγονεν οὐκ ἔχοι λέγειν αὐτὸς δὲ τραυματίας ἀπενήξατο πρὸς τὴν γῆν καὶ τὸ παρὸν κατὰ ζήτησιν ἥκοι τῆς Θίσβης ἐπὶ τὸ σπή‐ λαιον.
Aeth
.

2

.

14

.

3

Οἱ δὲ τί διαφέρουσαν αὐτῷ ἢ πόθεν γενομένην ἐπιζητοίη Θίσβην ἠρώτων. Ἔλεγε καὶ ταῦτα ὁ Θέρμουθις
καὶ διηγεῖτο ὡς ἐμπόρων ἀφείλετο, ὡς ἠράσθη μανικῶς, καὶ τὸν μὲν ἄλλον ἔκρυπτεν ἔχων χρόνον παρὰ δὲ τὴν ἔφο‐62 in vol. 1
5δον τῶν πολεμίων καθῆκεν εἰς τὸ σπήλαιον, καὶ νῦν εὑρίσκοι πρός τινων ἀνῃρημένην οὓς οὐκ ἔχοι μὲν γινώσ‐ κειν μαθεῖν δ’ ἂν ἡδέως ὑπὲρ τοῦ γνῶναι καὶ τὴν αἰτίαν.
Aeth
.

2

.

14

.

4

Καὶ ὁ Κνήμων ἄγαν ἐσπουδασμένως «Θύαμίς ἐστιν ὁ σφαγεύς» ἔλεγεν, ἀπολύσασθαι τῆς ὑποψίας ἑαυτὸν ἐπειγόμενος, καὶ μαρτύριον ἐπεδείκνυ τὸ ξίφος ὃ παρὰ τὴν σφαγὴν εὑρήκεσαν.
Aeth
.

2

.

14

.

5

Ὡς δὲ εἶδεν ὁ Θέρμουθις ἔτι τοῦ αἵματος ἀποστάζον καὶ τὸν πρὸ ὀλίγου φόνον θερμὸν ἔτι τὸν σίδηρον ἀποπτύοντα ἐγνώρισέ τε εἶναι Θυάμιδος, βαθύ τι καὶ βύθιον στενάξας καὶ τὸ γεγονὸς ὅπως εἶχεν
5ἀμηχανῶν, ἀχλύι καὶ σιγῇ κάτοχος ἐπὶ τὸ στόμιον ἀνε‐ δύετο τοῦ σπηλαίου καὶ παρὰ τὸ σῶμα τῆς κειμένης ἥκων ἐπιθείς τε τοῖς στέρνοις τὴν κεφαλὴν «ὦ Θίσβη» ἔλεγε καὶ τοῦτο πολλάκις καὶ πλέον οὐδέν, ἕως τὸ ὄνομα κατὰ μέρος ἀποτέμνων καὶ κατὰ μικρὸν ἐκλείπων ἔλαθεν
10εἰς ὕπνον ἐμπεσών.
10
Aeth
.

2

.

15

.

1

Τῷ δὲ Θεαγένει καὶ τῇ Χαρικλείᾳ συνάμα τῷ Κνήμωνι πάντων ἔννοια τῶν καθ’ ἑαυτοὺς ἀθρόον ἐπει‐ σῄει, καὶ σκοπεῖν μέν τι βουλομένοις ἐῴκεσαν τῶν δὲ παρελθόντων ἀλγεινῶν τὸ πλῆθος καὶ τῶν παρουσῶν
5συμφορῶν τὸ ἄπορον καὶ τῶν προσδοκωμένων τὸ ἄδηλον ἐζόφου τῆς ψυχῆς τὸ λογιζόμενον. Εἰς ἀλλήλους τε ἐπὶ πλεῖστον ἑώρων καὶ ἕκαστος τὸν ἕτερον εἰπεῖν τι προσ‐
δοκῶν εἶτα ἀποτυγχάνων εἰς γῆν τὸ βλέμμα ἐπέστρεφε καὶ ἀνανεύσας αὖθις ἀνέπνευσε στεναγμῷ τὸ πάθος ἐπι‐63 in vol. 1
10κουφίσας.
Aeth
.

2

.

15

.

2

Καὶ τέλος κλίνει μὲν ἑαυτὸν εἰς γῆν ὁ Κνήμων, ὀκλάζει δὲ ἐπὶ πέτραν ὁ Θεαγένης, ῥίπτει δὲ ἐπὶ τοῦτον ἑαυτὴν ἡ Χαρίκλεια, καὶ τὸν ὕπνον ἐπὶ πολὺ μὲν ἐπιφερόμενον διωθοῦντο βουλήν τινα στήσασθαι τῶν παρόν‐
5των ἐπιθυμοῦντες, λειποθυμίᾳ δὲ καὶ πόνοις ἐνδόντες φύσεως νόμῳ καὶ ἄκοντες ἐπείθοντο καὶ πρὸς ἡδὺ κῶμα διὰ τὸ ὑπερβάλλον τῆς λύπης ὠλίσθησαν. Οὕτως ἄρα ποτὲ σώματος πάθει καὶ τὸ νοερὸν τῆς ψυχῆς συνομολογεῖν ἠνέσχετο.
9
Aeth
.

2

.

16

.

1

Ἐπεὶ δὲ μικρὸν ἐσπάσαντο ὕπνου καὶ τοσοῦτον ὅσον τὰ ἄκρα τῶν βλεφάρων ἐπιλεᾶναι, τῇ Χαρικλείᾳ τῇδε ξυγκείμενον ὄναρ ἐφοίτησεν· ἀνὴρ τὴν κόμην αὐχμηρὸς καὶ τὸ βλέμμα ὑποκαθήμενος καὶ τὴν χεῖρα ἔναιμος ἐμβα‐
5λὼν τὸ ξίφος τὸν ὀφθαλμὸν αὐτῇ τὸν δεξιὸν ἐξῄρητο.
Aeth
.

2

.

16

.

2

Ἡ δὲ ἀνέκραγέ τε αὐτίκα καί οἱ τὸν ὀφθαλμὸν ἀνηρ‐ πάσθαι λέγουσα τὸν Θεαγένην ἐκάλει. Καὶ ὁ μὲν παρῆν αὐτίκα πρὸς τὴν κλῆσιν καὶ τὸ πάθος ὑπερήλγει καθάπερ καὶ τῶν ἐνυπνίων συναισθανόμενος, ἡ δὲ τῷ τε προσώπῳ
5τὴν χεῖρα ἐπέβαλλε καὶ τὸ μέρος ὃ κατὰ τὸ ὄναρ ἀπώλε‐ σεν ἐπαφωμένη πάντοθεν ἐπεζήτει.
Aeth
.

2

.

16

.

3

Ὡς δὲ ἦν ὄναρ
«ὄναρ ἦν» ἔλεγεν, «ἔχω τὸν ὀφθαλμόν· θάρσει Θεά‐ γενες.» Ἀνέπνευσε πρὸς τὴν ἀκοὴν ὁ Θεαγένης καὶ «εὖ μὲν ποιοῦσα» ἔφη «τὰς ἡλιακὰς ἀκτῖνας ἀπο‐64 in vol. 1
5σῴζεις. Τί δὲ ἦν ὅ μοι πέπονθας; ἢ τίς ἡ περί σε πτοία γέγονεν;» «Ἀνὴρ ὑβριστὴς» ἔφη «καὶ ἀτάσθαλος καὶ οὐδὲ τὴν σὴν ἄμαχον καταδείσας ῥώμην κειμένῃ μοι πρὸς τοῖς σοῖς γόνασιν ἐπεκώμαζε ξιφήρης καὶ τὸν ὀφθαλμὸν ᾤμην ὡς ἐξεῖλε τὸν δεξιόν· καὶ εἴθε γε ὕπαρ ἦν καὶ μὴ
10ὄναρ, ὦ Θεάγενες, τὸ φανέν.»
Aeth
.

2

.

16

.

4

Τοῦ δὲ «εὐφήμησον» εἰπόντος καὶ διότι τοῦτο λέγοι πυνθανομένου, «διότι βέλτιον ἦν» ἔφη «θατέρῳ με τῶν ὀφθαλμῶν ἐλαττωθῆναι ἤπερ ἐπὶ σοὶ φροντίζειν· ὡς σφόδρα δέδοικα μὴ εἰς σὲ
5τείνει τὸ ἐνύπνιον, ὃν ὀφθαλμὸν ἐγὼ καὶ ψυχὴν καὶ πάντα ἐμαυτῆς πεποίημαι.»
Aeth
.

2

.

16

.

5

«Παῦσαι» ἔλεγεν ὁ Κνήμων, ἐπηκροᾶτο γὰρ ἁπάντων πρὸς τὴν ἐξ ἀρχῆς βοὴν τῆς Χαρι‐ κλείας ἀφυπνισμένος, «ἐμοὶ γὰρ ἄλλῃ πῃ φράζεσθαι τὸ ὄναρ καταφαίνεται· καὶ εἴγε σοι πατέρες εἰσὶν ἀπόκριναι.»
5Τῆς δὲ ὁμολογούσης καὶ «εἴποτε ἦσαν» εἰπούσης, «οὐκοῦν τὸν πατέρα σοι τεθνηκέναι νόμιζε» ἔλεγε.
Aeth
.

2

.

16

.

6

«Τοῦτο δὲ ὧδε συμβάλλω· τοῦ προελθεῖν εἰς τὸν τῇδε βίον καὶ τοῦδε τοῦ φωτὸς μεταλαβεῖν τοὺς φύντας ἴσμεν αἰτίους, ὥστε εἰκότως ἐπὶ πατέρα καὶ μητέρα τὴν ὀμμά‐ των συζυγίαν ὡς ἂν φωτεινὴν αἴσθησιν καὶ ὁρατῶν ὑπουρ‐
5γὸν οἱ ὄνειροι σοφίζονται.» «Βαρὺ μὲν» ἔφη «καὶ τοῦτο» ἡ Χαρίκλεια «πλὴν ἀλλ’ ἔστω γε ἀληθὲς μᾶλλον ἢ
τὸ ἕτερον, καὶ νικήσειεν ὁ παρὰ σοὶ τρίπους ἐγὼ δὲ ψευ‐ δόμαντις ἀποφανθείην.»65 in vol. 1
Aeth
.

2

.

16

.

7

«Ταῦτα μὲν οὕτως ἔσται καὶ χρὴ πιστεύειν» ἔλεγεν ὁ Κνήμων, «ἡμεῖς δὲ ὀνειρώτ‐ τειν ὡς ἀληθῶς ἐοίκαμεν, ἐνύπνια μὲν καὶ φαντασίας ἐξετάζοντες, τῶν δὲ καθ’ ἑαυτοὺς περίσκεψιν οὐδ’ ἡντι‐
5ναοῦν προτιθέντες· καὶ ταῦτα ἕως ἔξεστι, τοῦ Αἰγυπτίου τούτου (ἔλεγε δὲ τὸν Θέρμουθιν) ἀπολειπομένου καὶ νεκροὺς ἔρωτας ἀναπλάττοντος καὶ θρηνοῦντος.»
7
Aeth
.

2

.

17

.

1

Ὑπολαβὼν οὖν ὁ Θεαγένης «ἀλλ’ ὦ Κνήμων» ἔφη «ἐπειδή σε θεῶν τις ἡμῖν συνῆψε καὶ συνέμπορον τῶν δυστυχημάτων πεποίηκεν, ἄρχε βουλῆς· τόπων τε γὰρ τῶν τῇδε καὶ φωνῶν ἔμπειρος καὶ ἄλλως ἡμεῖς νωθέσ‐
5τεροι συνεῖναι τὸ δέον, πλείονι κλύδωνι κακῶν βεβυθισμέ‐ νοι.»
Aeth
.

2

.

17

.

2

Μικρὸν οὖν ἐπιστήσας ὁ Κνήμων τοιάδε ἔφη· «Κακῶν μέν, ὦ Θεάγενες, ἄδηλον ὅστις πλεονεκτεῖ· ἀφθόνως γὰρ κἀμοὶ τῶν συμφορῶν ὁ δαίμων ἐπήντλησεν. Ἐπειδὴ δὲ τὰ παριστάμενα ὡς προγενεστέρῳ κελεύετε
5λέγειν, ἡ μὲν νῆσος ἥδε, ὡς ὁρᾶτε, ἔρημος καὶ πλέον ἡμῶν οὐδέν. Καὶ χρυσοῦ μὲν καὶ ἀργύρου καὶ ἐσθῆτος ἀφθονία, πολλὰ γὰρ τάδε ἃ κατὰ τὸ σπήλαιον ὑμῶν τε ἀφελόμενοι ἄλλων τε ἀποσυλήσαντες ὁ Θύαμις καὶ οἱ σὺν αὐτῷ κατέ‐ θεντο· σίτου δὲ καὶ ἐπιτηδείων ἄλλων οὐδὲ ὄνομα περιλέ‐
10λειπται.
Aeth
.

2

.

17

.

3

Δέος δὲ διαφθαρῆναι μὲν καταμείναντας λιμῷ διαφθαρῆναι δὲ ἐφόδῳ τινῶν ἤτοι τῶν ἐναντίων πάλιν ἐλθόντων, ἢ καὶ διὰ τῶν σὺν ἡμῖν γεγονότων, εἰ
καθ’ ἕν ποτε συλλεγέντες καὶ τὸν ἐνθάδε θησαυρὸν οὐκ66 in vol. 1
5ἀγνοοῦντες ἐπέλθοιεν διὰ τὰ χρήματα· τότε οὐκ ἂν φθά‐ νοιμεν παραπολλύμενοι ἢ ταῖς ὕβρεσι ταῖς ἐκείνων τὸ φιλανθρωπότερον ἐκκείμενοι.
Aeth
.

2

.

17

.

4

Ἄλλως τε γὰρ ἄπιστον τὸ βουκόλων γένος καὶ νῦν πλέον ὅτε τοῦ καταστέλλοντος τὴν γνώμην πρὸς τὸ σωφρονέστερον ἄρχοντος ἀμοιροῦσιν· Ἀπολειπτέον οὖν ἡμῖν καὶ φευκτέον ὡς ἄρκυς τινὰς καὶ
5δεσμωτήριον τὴν νῆσον, ἀποπέμψαντας πρότερον τὸν Θέρ‐ μουθιν πρόφασιν ὡς πευσόμενον καὶ πολυπραγμονήσοντα εἴ τι περὶ τοῦ Θυάμιδος ἔχοι μανθάνειν.
Aeth
.

2

.

17

.

5

Ῥᾷόν τε γὰρ ἐφ’ ἑαυτῶν ἂν σκοποῖμεν καὶ ἐγχειροῖμεν τὰ πρακτέα καὶ ἄλλως ἄνδρα ἐκποδὼν ποιήσασθαι καλόν, φύσει τε ἀβέ‐ βαιον καὶ λῃστρικὸν καὶ δύσεριν τὸ ἦθος, πρὸς δὲ καὶ
5ὑποψίας τι φέροντα εἰς ἡμᾶς τῆς Θίσβης ἕνεκα καὶ οὐκ ἂν παυσόμενον εἰ μὴ ἐπιβουλεύσειεν, εἰ καιροῦ λάβοιτο.»
6
Aeth
.

2

.

18

.

1

Ἐπῃνέθη ταῦτα καὶ ἐδόκει γίνεσθαι καὶ ὁρμήσαντες ἐπὶ τὸ στόμιον τοῦ σπηλαίου (καὶ γάρ τι καὶ ἡμέρας ἤδη ξυνίεσαν) διανέστησάν τε τὸν Θέρμουθιν ὁλοσχερῶς τῷ ὕπνῳ κατεσχημένον καὶ ὅσα εἰκὸς ἦν τῶν
5βουλευθέντων φράσαντες καὶ ῥᾳδίως ὑπόκουφον ἄνδρα πείσαντες,
Aeth
.

2

.

18

.

2

τό τε σῶμα τῆς Θίσβης εἴς τι κοῖλον ἐνθέντες καὶ τὴν τέφραν τὴν ἐκ τῶν σκηνῶν ὅσα γῆν ἐπιφορήσαντες καὶ τὰ εἰωθότα διὰ τὴν ὁσίαν ἐξ ὧν ὁ και‐ ρὸς ἐδίδου πληρώσαντες καὶ δάκρυα καὶ θρήνους ἀντὶ
5πάντων τῶν νομιζομένων ἐναγίσαντες, ἐξέπεμπον μὲν ἐφ’ ἣν ἔδοξε βουλὴν τὸν Θέρμουθιν.
Aeth
.

2

.

18

.

3

Ὁ δὲ βραχὺ προελ‐
θὼν ἀνέστρεφέ τε καὶ οὐκ ἂν ἔφη μόνος πορεύεσθαι οὐδὲ ἀναρρίψειν τοσοῦτον κίνδυνον κατασκοπῆς, εἰ μὴ καὶ Κνή‐ μων ἐθέλοι κοινωνεῖν τῆς πράξεως. Ἀποδειλιῶντα δὴ πρὸς67 in vol. 1
5ταῦτα τὸν Κνήμωνα θεασάμενος ὁ Θεαγένης, καὶ γὰρ φράζων τὰ λεχθέντα πρὸς τοῦ Αἰγυπτίου δῆλος ἦν ὑπερ‐ αγωνιῶν, «σὺ δὲ» ἔφη «τὴν μὲν γνώμην ἐρρωμένος τις ἄρα ἦσθα, τὸ λῆμα δὲ ἀσθενέστερος· γνωρίζω δέ σε ἄλλοις τε καὶ οὐχ ἥκιστα τοῖς νῦν.
Aeth
.

2

.

18

.

4

Ἀλλὰ θῆγε τὸ φρόνημα καὶ πρὸς τὸ ἀνδρειότερον ὄρθου τὴν γνώμην· τὸ μὲν γὰρ παρὸν ἀναγκαῖον δοκεῖ οὕτω συντίθεσθαι τοῦ μή τινα τοῦ δρασμοῦ λαβεῖν αὐτὸν ὑπόνοιαν, καὶ συμπορεύεσ‐
5θαι τὴν πρώτην, δέος δὲ δήπουθεν οὐδὲν ἀνόπλῳ τὴν χεῖρα ξυνιέναι ξιφήρη καὶ πεφραγμένον αὐτόν, καιροῦ δὲ λαβό‐ μενον ἐγκαταλεῖψαι διαλαθόντα καὶ ἥκειν παρ’ ἡμᾶς οὗπερ ἂν συνθώμεθα· συνθώμεθα δέ, εἰ δοκεῖ, κώμην τινὰ πλη‐ σίον, εἴ πῃ γινώσκεις ἥμερον.»
Aeth
.

2

.

18

.

5

Εὖ λέγειν ἔδοξε τῷ Κνήμωνι καὶ Χέμμιν τινὰ κώμην οὕτω καλουμένην ἔφραζεν, εὐδαίμονά τε καὶ πολυάνθρωπον καὶ ταῖς ὄχθαις τοῦ Νεί‐ λου πρὸς ἐπιτειχισμὸν τῶν βουκόλων ἐπὶ λόφου παρῳκη‐
5μένην· ἀπέχειν δὲ περαιωθεῖσι τὴν λίμνην στάδια οὐ πολλῷ λειπόμενα τῶν ἑκατόν· δεῖν δὲ εὐθὺς πρὸς μεσημ‐ βρίαν ὁρῶντας ἰέναι.
7
Aeth
.

2

.

19

.

1

«Χαλεπῶς μὲν» ἀπεκρίνατο ὁ Θεαγένης «Χα‐ ρικλείας γε ταύτης ἕνεκα τοῦ βαδίζειν μακρότερον ἀήθως ἐχούσης· ἐλευσόμεθα δ’ οὖν ὅμως εἰς πτωχοὺς καὶ τοὺς
διὰ τροφὴν ἀγύρτας ἑαυτοὺς μεταπλάσαντες.» «Νὴ Δία»68 in vol. 1
5εἶπεν ὁ Κνήμων· «καὶ γὰρ τῶν ὄψεων σφόδρα διεστραμμέ‐ νως ἔχετε, ἡ δὲ Χαρίκλεια καὶ πλέον ἅτε καὶ τὸν ὀφθαλμὸν ἀρτίως ἐκκεκομμένη· καὶ ἐμοὶ δοκεῖτε τοιοίδε ὄντες οὐκ ἀκόλους ἀλλ’ ἄοράς τε καὶ λέβητας αἰτήσειν.»
Aeth
.

2

.

19

.

2

Πρὸς ταῦτα ἐμειδίασαν ὀλίγον καὶ βεβιασμένον καὶ μόνοις τοῖς χείλεσιν ἐπιτρέχον, ὅρκοις δὲ πιστωσάμενοι τὰ δόξαντα καὶ μήποτε ἀπολείψειν ἀλλήλους ἑκόντες ἐπιμαρτυράμενοι
5τοὺς θεοὺς ἔπραττον ὡς ἐβούλετο ἡ σκέψις.
Aeth
.

2

.

19

.

3

Ὁ μὲν δὴ Κνήμων καὶ ὁ Θέρμουθις ἅμα ἡλίῳ τὴν λίμνην περαιωθέν‐ τες ἐχώρουν δι’ ὕλης τινὸς βαθείας καὶ τὸ λάσιον δυσδιέ‐ ξοδον παρεχομένης· ἡγεῖτο δὲ ὁ Θέρμουθις, τοῦτο τοῦ
5Κνήμωνος καὶ εἰπόντος καὶ βουληθέντος, πρόφασιν μὲν αὐτῷ τὴν ἐμπειρίαν τῆς δυσχωρίας ἀναθέντος καὶ ἡγεμο‐ νεύειν τὴν ὁδὸν ἐπιτρέψαντος πλέον δὲ τὸ ἀσφαλὲς ἑαυτῷ περιποιοῦντος καὶ καιρὸν τοῦ διαδρᾶναι προετοιμάζοντος.
Aeth
.

2

.

19

.

4

Ἐπεὶ δὲ προϊόντες ἐνέτυχον ποίμναις (οἱ δὲ νομεύοντες ἀπέδρασαν καὶ πρὸς τὸ πυκνότερον τῆς ὕλης κατέδυσαν), κριόν τινα τῶν ἡγουμένων καταθύσαντες ἐπί τε τοῦ πυ‐ ρὸς ὃ προητοίμαστο τοῖς νομεῦσιν ἀφαυήναντες ἐνεφο‐
5ροῦντο τῶν κρεῶν, οὐδὲ τὴν ἀποχρῶσαν ὄπτησιν ἀναμεί‐ ναντες, ἐπειγομένης ὑπὸ τοῦ λιμοῦ τῆς γαστρός.
Aeth
.

2

.

19

.

5

Οἷον οὖν λύκοι τινὲς ἢ θῶες ἐλάφυσσον τὰ ἀεὶ τετμημένα καὶ πρὸς ὀλίγον τῷ πυρὶ μεμολυσμένα, τὰ δὲ ἡμίοπτα ταῖς πα‐ ρειαῖς ἐν τῇ βρώσει τοῦ αἵματος ἀπέσταζεν. Ὡς δὲ
5ἐνεφορήθησαν, γάλακτος ἐμπιόντες, ὁδοῦ τῆς προκειμένης εἴχοντο.
Aeth
.

2

.

19

.

6

Καὶ ἦν μὲν ὥρα περὶ βουλυτὸν ἤδη· ἐπεὶ δὲ λόφον τινὰ ἀνιόντων ὑπὸ τοῦτον εἶναι τὴν κώμην ἔφραζεν ὁ Θέρμουθις οὗπερ τὸν Θύαμιν συνειλημμένον ἢ κατέχεσ‐ θαι ἢ καὶ ἀνῃρῆσθαι εἴκαζεν, διεφθορέναι οἱ τὴν γαστέρα
69 in vol. 1
5πρὸς τῆς ἀδηφαγίας ᾐτιᾶτο καὶ ῥυίσκεσθαι χαλεπῶς ἐκ τοῦ γάλακτος ἔλεγεν ὁ Κνήμων, προφθάνειν δὲ τὸν Θέρμου‐ θιν παρεκελεύετο αὐτὸς δὲ ἐπικαταλήψεσθαι.
Aeth
.

2

.

19

.

7

Καὶ τοῦτο ποιῶν ἅπαξ μὲν καὶ αὖθις καὶ τρίτον ἐπαληθεύσας ὤφθη καὶ καταλαμβάνειν χαλεπῶς ἔλεγεν· ὡς δὲ εἰς ἔθος τὸν Αἰγύπτιον ἐνεβίβασεν, ἔλαθε τὸ τελευταῖον ἐναπομείνας
5καὶ πρὸς τὰ χαλεπώτερα τοῦ δάσους κατὰ τοῦ πρανοῦς ἑαυτὸν ὡς εἶχε τάχους ἐπαφεὶς διεδίδρασκε.
6
Aeth
.

2

.

20

.

1

Καὶ ὁ μὲν ἐπειδὴ πρὸς ταῖς ἀκρωρείαις ἐγένετο τοῦ ὄρους ἀνέπαυεν ἑαυτὸν ἐπί τινος πέτρας ἑσπέραν τε καὶ νύκτα ἀναμένων, καθ’ ἣν συνέκειτο αὐτοῖς ἥκουσιν εἰς τὴν κώμην τὰ περὶ τὸν Θύαμιν πολυπραγμονεῖν καὶ ἅμα
5καὶ τὸν Κνήμωνα περισκοπῶν εἴ πῄ ποτε ἐπέλθοι, βουλὴν εἰς αὐτὸν ποιούμενος ἀτοπωτέραν· οὐ γὰρ ἀνίει τῆς γνώμης τὸ εἰς αὐτὸν ὕποπτον ὡς ἀνελόντα τὴν Θίσβην καὶ ὅπως ἄν † οἵ † ποτε διαχρήσαιτο ἐνενόει, ἐπιθέσθαι τε μετὰ τοῦτον καὶ τοῖς περὶ τὸν Θεαγένην ἐλύττα.
Aeth
.

2

.

20

.

2

Ὡς δὲ ὁ Κνήμων ἐφαίνετο οὐδαμοῦ τῆς δὲ νυκτὸς ἐγίνετο ἀωρί, πρὸς ὕπνον τραπεὶς ὁ Θέρμουθις χάλκεόν τινα καὶ πύματον ὕπνον εἵλ‐ κυσεν ἀσπίδος δήγματι, μοιρῶν τάχα βουλήσει πρὸς οὐκ
5ἀνάρμοστον τοῦ τρόπου τὸ τέλος καταστρέψας.
Aeth
.

2

.

20

.

3

Ὁ δὲ Κνήμων, ἐπειδὴ τὴν ἀρχὴν ἀπέλιπε τὸν Θέρμουθιν, οὐ πρότερον ἀνέπνευσε τῆς φυγῆς ἕως τὸ νυκτὸς ἐπελθὸν κνέφας ἐπέδησεν αὐτῷ τὴν ὁρμήν, αὐτοῦ τε οὗ κατείληπτο
70 in vol. 1
5ἑαυτὸν ἐγκρύψας καὶ τῆς φυλλάδος ὅσον πλεῖστον ἠδύνατο ἐφ’ ἑαυτὸν ἐπαμήσας·
Aeth
.

2

.

20

.

4

ὑφ’ ᾗ κείμενος τὰ πολλὰ μὲν ἄυπνος ἐταλαιπωρεῖτο, πάντα καὶ κτύπον καὶ ἀνέμου ῥιπὴν καὶ φύλλου κίνησιν Θέρμουθιν ἡγούμενος, εἰ δέ που καὶ κατὰ μικρὸν ἐκνικηθείη πρὸς ὕπνον, φεύγειν ἐδόκει καὶ
5θαμὰ πρὸς τὰ κατόπιν ὑπέστρεφε καὶ περιεσκόπει τὸν οὐ‐ δαμοῦ διώκοντα καὶ βουλόμενος καθεύδειν ἀπηύχετο τοῦθ’ ὃ ἐβούλετο, χαλεπωτέροις ὀνείροις τῆς ἀληθείας ἐντυγχάνων, πρός τε τὴν νύκτα καὶ χαλεπαίνειν ἐῴκει μακροτέραν τῶν ἄλλων ὑποτιθέμενος.
Aeth
.

2

.

20

.

5

Ὡς δὲ ἡμέραν ἄσμενος εἶδε πρῶτα μὲν ἀποτέμνει τῆς κόμης τὸ περιττότερον καὶ ὅσον αὐτῆς εἰς τὸ λῃστρικώτερον εἶδος παρὰ τοῖς βουκόλοις ἤσκητο τοῦ μὴ ἀποτρόπαιος ἢ ὕποπτος εἶναι τοῖς ἐντυγ‐
5χάνουσι. Βουκόλοι γὰρ ἄλλα τε πρὸς τὸ φοβερώτεροι φαί‐ νεσθαι καὶ δὴ καὶ τὴν κόμην εἰς ὀφρὺν ἕλκουσι καὶ σοβοῦσι τῶν ὤμων ἐπιβαίνουσαν, εὖ τοῦτο εἰδότες ὡς κόμη τοὺς μὲν ἐρωτικοὺς ἱλαρωτέρους τοὺς δὲ λῃστρικοὺς φοβερωτέ‐ ρους ἀποδείκνυσιν.
9
Aeth
.

2

.

21

.

1

Ἀποτεμὼν οὖν ὁ Κνήμων ὅσον εἰκὸς ἦν ἔλαττον κομᾶν τοῦ λῃστρικοῦ τὸν ἁβρότερον ἐπὶ τὴν Χέμμιν τὴν κώμην οὗ τῷ Θεαγένει συνετέτακτο ἔσπευδεν.
Aeth
.

2

.

21

.

2

Ἤδη δὲ αὐτῷ πλησιάζοντι τῷ Νείλῳ καὶ πρὸς τὴν Χέμμιν πε‐ ραιοῦσθαι μέλλοντι πρεσβύτης τις ἀνὴρ ἐναλύων ταῖς ὄχθαις ἐφάνη καὶ δόλιχόν τινα τῷ ῥείθρῳ πολλάκις ἄνω καὶ κάτω
71 in vol. 1
5παραθέων καὶ ὥσπερ τῷ ποταμῷ φροντίδων τινῶν κοινού‐ μενος· ἡ κόμη πρὸς τὸ ἱερώτερον καθεῖτο καὶ ἀκριβῶς ἦν λευκή, τὸ γένειον λάσιον καὶ σεμνότερον βαθυνόμενον, στο‐ λὴ καὶ ἐσθὴς ἡ ἄλλη πρὸς τὸ ἑλληνικώτερον βλέπουσα.
Aeth
.

2

.

21

.

3

Μικρὸν οὖν ἐπιστήσας ἑαυτὸν ὁ Κνήμων, ὡς ἀντιπαρέ‐ θει πολλάκις ὁ πρεσβύτης οὐδὲ εἴ τις αὐτῷ πάρεστιν αἰσ‐ θάνεσθαι δοκῶν, οὕτως ἄρα ὅλος τῶν φροντισμάτων ἦν καὶ πρὸς μόνην τὴν σκέψιν ὁ νοῦς ἐσχόλαζε, κατὰ πρόσωπον
5ὑπαντιάσας πρῶτα μὲν χαίρειν ἐκέλευε.
Aeth
.

2

.

21

.

4

Τοῦ δὲ οὐ δύνασθαι φήσαντος, ἐπειδὴ μὴ οὕτω συμβαίνειν αὐτῷ παρὰ τῆς τύχης, θαυμάσας ὁ Κνήμων «Ἕλλην δὲ» εἶπεν «ὁ ξένος;» «Οὐχ Ἕλλην» εἶπεν «ἀλλ’ ἐντεῦθεν Αἰγύπτιος.»
5«Πόθεν οὖν ἑλληνίζεις τὴν στολήν;» «Δυστυχήματα» ἔφη «τὸ λαμπρόν με τοῦτο σχῆμα μετημφίασε.»
Aeth
.

2

.

21

.

5

Τοῦ δὲ Κνήμωνος εἰ φαιδρύνεταί τις ἐπὶ συμφοραῖς θαυμά‐ ζοντος καὶ ταύτας μαθεῖν ἀξιοῦντος «Ἰλιόθεν με φέρεις» ἀπεκρίνατο ὁ πρεσβύτης «καὶ σμῆνος κακῶν καὶ τὸν ἐκ
5τούτων βόμβον ἄπειρον ἐπὶ σεαυτὸν κινεῖς. Ἀλλὰ ποῖ δὴ πορεύῃ καὶ πόθεν, ὦ νεανία; πῶς δὲ τὴν φωνὴν Ἕλλην ἐν Αἰγύπτῳ;» «Γελοῖον» ἔφη ὁ Κνήμων· «τῶν γὰρ κατὰ σεαυτὸν οὐδὲν ἐκδιδάξας, πρότερος καὶ ταῦτα ἐρωτηθείς, τῶν ἐμῶν γνῶσιν ἐπιζητεῖς.»
Aeth
.

2

.

21

.

6

«Οὐκοῦν» ἦ δ’ ὃς «ἐπειδὴ Ἕλληνι ἔοικας ἀνδρὶ καί σέ τις ὡς ἔοικε μετα‐
σχηματίζει τύχη καὶ πάντως τὰ ἡμέτερα ποθεῖς ἀκούειν, ὠδίνω δὲ καὶ αὐτὸς πρός τινα ἐξειπεῖν (εἶπον ἂν τάχα72 in vol. 1
5καὶ τοῖσδε τοῖς καλάμοις κατὰ τὸν μῦθον εἰ μὴ σοὶ προσέ‐ τυχον), ὄχθας μὲν Νείλου τάσδε καὶ Νεῖλον ἀπολίπωμεν, οὐ γὰρ ἡδὺ μακροτέρων διηγημάτων ἀκροατήριον τόπος ἡλίου μεσημβρίᾳ φλεγόμενος, πρὸς δὲ τὴν κώμην ἣν ὁρᾷς ἀντικρὺ κειμένην ἴωμεν, εἰ μή σέ τι προὐργιαίτερον ἀπασ‐
10χολεῖ.
Aeth
.

2

.

21

.

7

Ξενιῶ δέ σε οὐκ ἐν ἐμαυτοῦ ἀλλ’ ἐν ἀνδρὸς ἀγαθοῦ κἀμὲ ὡς ἱκέτην ὑποδεξαμένου, παρ’ ᾧ γνώσῃ τε τἀμὰ βουλόμενος ἀναθήσῃ δ’ ἐν μέρει τὰ κατὰ σεαυτόν.» «Ἴωμεν» ἔφη ὁ Κνήμων «καὶ γάρ μοι καὶ ἄλλως ἡ πρὸς
5τὴν κώμην ὁδὸς σπουδάζεται ἀναμεῖναί τινας ἐν ταύτῃ τῶν ἐπιτηδείων συντεταγμένῳ.»
6
Aeth
.

2

.

22

.

1

Σκάφους οὖν ἐπιβάντες, πολλὰ δὲ περὶ τὴν ὄχθην ἐσάλευεν εἰς χρείαν τοῦ διαπορθμεύειν ἐπὶ μισθῷ παρεσκευασμένα, περαιοῦνται πρὸς τὴν κώμην εἴς τε τὴν καταγωγὴν ἀφικνοῦνται οὗ κατέλυεν ὁ πρεσβύτης· καὶ τὸν
5μὲν τοῦ οἴκου δεσπότην οὐ καταλαμβάνουσιν, ὑποδέχονται δὲ αὐτοὺς προθυμότατα θυγάτηρ τε τοῦ ἑστιάτορος ἤδη γάμου ὡραία θεραπαινίδες τε ὅσαι κατὰ τὴν οἰκίαν, αἳ τὸν ξένον ἴσα καὶ πατέρα ἦγον, οὕτως οἶμαι πρὸς τοῦ κεκτη‐ μένου διατεταγμένον.
Aeth
.

2

.

22

.

2

Καὶ ἡ μέν τις ἀπένιζε τὼ πόδε καὶ τῆς κόνεως ἠλευθέρου τὰ ὑπὸ κνήμην, ἡ δὲ ἐφρόντιζε τῆς εὐνῆς καὶ μαλακὴν ηὐτρέπιζε τὴν κατάκλισιν, ἑτέρα
κάλπην ἔφερε καὶ πῦρ ἀνέκαιε καὶ ἄλλη τράπεζαν εἰσεφέ‐73 in vol. 1
5ρετο ἄρτου τε πυρίνου καὶ ὡραίων παντοίων βρίθουσαν. Ὃ δὴ Κνήμων θαυμάσας «ἀλλ’ ἦ ξενίου Διός, ὡς ἔοικεν, εἰς αὐλὰς ἥκομεν, ὦ πάτερ, οὕτως ἀπροφάσιστος ἡ θερά‐ πεια καὶ πολὺ τὸ εὔνουν τῆς γνώμης ἐμφαίνουσα.»
Aeth
.

2

.

22

.

3

«Οὐκ εἰς Διός» ἔφη, «ἀλλ’ εἰς ἀνδρὸς Δία τὸν ξένιον καὶ ἱκέσιον ἀκριβοῦντος. Βίος γάρ, ὦ παῖ, κἀκείνῳ πλά‐ νος καὶ ἔμπορος καὶ πολλαὶ μὲν πόλεις πολλῶν δὲ ἀν‐ θρώπων ἤθη τε καὶ νοῦς εἰς πεῖραν ἥκουσιν ὅθεν, ὡς τὸ
5εἰκός, ἄλλους τε κἀμὲ οὐ πρὸ πολλῶν τῶνδε ἡμερῶν ἀλύοντα καὶ πλανώμενον ὁμωρόφιον ἐποιήσατο.»
Aeth
.

2

.

22

.

4

«Καὶ τίς ἦν ἡ πλάνη, ὦ πάτερ, ἣν λέγεις;» «Παίδων» ἔφη «πρὸς λῃστῶν ἀφαιρεθεὶς καὶ τοὺς μὲν ἀδικοῦντας γινώσκων ἐπαμῦναι δὲ οὐκ ἔχων εἰλοῦμαι περὶ τὸν τόπον καὶ θρή‐
5νοις παραπέμπω τὸ πάθος, ὥσπερ οἶμαί τις ὄρνις ὄφεως αὐτῇ τὴν καλιὰν πορθοῦντος ἐν ὀφθαλμοῖς τε τὴν γονὴν θοινωμένου προσελθεῖν μὲν ὀκνεῖ φεύγειν δὲ οὐ φέρει, πόθος γὰρ ἐν αὐτῇ καὶ πάθος ἀνταγωνίζεται, τετριγυῖα δὲ περιποτᾶται τὴν πολιορκίαν εἰς ὦτα ἀνήμερα καὶ οἷς ἔλεον
10οὐκ ἐγνώρισεν ἡ φύσις ἀνήνυτον ἱκετηρίαν τὸν μητρῷον προσάγουσα θρῆνον.»
Aeth
.

2

.

22

.

5

«Ἆρ’ οὖν ἂν ἐθέλοις» ἔφη ὁ Κνήμων «καὶ ὅπως καὶ πότε τὸν βαρὺν τοῦτον ὑπέστης πόλεμον ἐξειπεῖν;» «Εἰσαῦθις» ἔφη· «νῦν δὲ ὥρα καὶ τὴν γαστέρα θεραπεύειν· 〈ἥν〉, ἐς τάδ’ ἀποσκοπῶν Ὅμηρος
5[καὶ] ὡς πάντα δεύτερα αὐτῆς ποιεῖται, θαυμασίως οὐλο‐ μένην ὠνόμασεν. Ἀλλὰ πρῶτον ἡμῖν ὡς νόμος Αἰγυπτίων σοφοῖς ἐσπείσθω τὰ πρὸς τοὺς θεούς· οὐ γὰρ δή με καὶ τοῦτο ὑπερβῆναι πείσει, μὴ οὕτω ποτὲ πάθος ἰσχύσειεν ὡς μνήμην τὴν εἰς τὸ θεῖον ἐκπλῆξαι.»74 in vol. 1
9
Aeth
.

2

.

23

.

1

Καὶ ταῦτα εἰπὼν ἀπέχει τῆς φιάλης ἄκρατον τὸ ὕδωρ, τοῦτο γὰρ ἔπινε, καὶ «σπένδωμεν» ἔλεγε «θεοῖς ἐγχωρίοις τε καὶ Ἑλληνίοις καὶ αὐτῷ γε Ἀπόλλωνι Πυθίῳ, προσέτι Θεαγένει καὶ Χαρικλείᾳ τοῖς καλοῖς τε καὶ ἀγα‐
5θοῖς, ἐπειδὴ καὶ τούτους εἰς θεοὺς ἀναγράφω.» Καὶ ἅμα ἐδάκρυεν ὥσπερ ἑτέραν αὐτοῖς σπονδὴν ἐπιφέρων τοὺς θρήνους.
Aeth
.

2

.

23

.

2

Ἐπάγη πρὸς τὴν ἀκοὴν τῶν ὀνομάτων ὁ Κνήμων, ἄνω τε καὶ κάτω τὸν πρεσβύτην ἐπιθεωρήσας «τί λέγεις;» ἔφη «Παῖδές εἰσί σοι τῷ ὄντι Θεαγένης καὶ Χαρίκλεια;» «Παῖδες» εἶπεν «ὦ ξένε, ἀμήτορες ἐμοὶ
5γεγονότες· τύχῃ γάρ μου θεοὶ τούτους ἀνέδειξαν καὶ ἀπέ‐ τεκον αἱ ψυχῆς ὠδῖνες καὶ φύσις ἡ διάθεσις ἐπ’ αὐτοῖς ἐνομίσθη, καὶ πατέρα με ἀπὸ ταύτης ἐκεῖνοι καὶ ἐνόμισαν καὶ ὠνόμασαν. Ἀλλὰ σὺ δὴ πόθεν, εἰπέ μοι, τούτους ἐγνώ‐ ρισας;» «Οὐκ ἐγνώρισα» ἔφη «μόνον» ὁ Κνήμων
10«ἀλλὰ καὶ σῴζεσθαί σοι αὐτοὺς εὐαγγελίζομαι.»
Aeth
.

2

.

23

.

3

«Ἄπολλον» ἔφη ἀναβοήσας «καὶ θεοί, καὶ ποῦ γῆς οὗτοι δείκνυε· σωτῆρά σε καὶ θεοῖς ἰσοστάσιον ἡγήσομαι.» «Μισ‐ θὸς δέ μοι τίς ἔσται;» ἔφη. «Τὸ μὲν παρὸν» ἦ δ’ ὃς «εὐχαριστία, ξενίων δὲ οἶμαι τὸ κάλλιστον ἀνδρὶ νοῦν
5ἔχοντι καὶ οἶδα πολλοὺς ὡς θησαυρὸν τῇ ψυχῇ παραθεμέ‐ νους τὸ δῶρον· εἰ δὲ καὶ τῆς ἐνεγκούσης ἐπιβαίημεν, ἔσεσθαι δέ μοι τοῦτο οὐκ εἰς μακρὰν οἱ θεοὶ προσημαίνου‐ σιν, ἀρύσῃ πλοῦτον ὅσον ἂν δύναιο πλεῖστον.»75 in vol. 1
Aeth
.

2

.

23

.

4

«Μέλ‐ λοντα» εἶπε «καὶ ἄδηλα κατεγγυᾷς, ἐξὸν ἐκ τῶν παρόν‐ των ἀμείβεσθαι.» «Ἐπάγγελλε εἴ τι παρὸν ὁρᾷς, ὡς ἑτοῖ‐ μος ἐγὼ καὶ μέρος τι προέσθαι τοῦ σώματος.» «Οὐδὲν
5δεῖ μέλος ἀκρωτηριάζειν, ἀλλ’ ἅπαν ἔχειν ἡγήσομαι εἰ τούτους ὁπόθεν εἰσὶν ἢ ἐκ τίνων φύντες ἢ πῶς δεῦρο ἀφιγ‐ μένοι καὶ ποίαις κεχρημένοι τύχαις βουληθείης ἐξαγο‐ ρεύειν.» «Ἕξεις» ἀπεκρίνατο «τὸν μισθὸν μέγαν τινὰ καὶ οὐχ οἷον ἄλλον οὐδ’ εἰ τὰ ἐξ ἀνθρώπων χρήματα αἰτῶν
10ἐτύγχανες· Ἀλλὰ τὸ παρὸν τροφῆς ὀλίγον ἀπογευώμεθα, μακροτέρας γὰρ δεήσει σοί τε τῆς ἀκροάσεως ἐμοί τε τῆς ἀφηγήσεως.»
Aeth
.

2

.

23

.

5

Ἐντραγόντες οὖν τῶν τε καρύων καὶ σύκων ἀρτιδρεπῶν τε φοινίκων καὶ ἄλλων δὴ τοιούτων ἀφ’ ὧν ἐξ ἔθους ὁ πρεσβύτης ἐσιτεῖτο, ψυχῆς γὰρ διὰ βρῶσιν οὐδὲ ἓν ἀφῃρεῖτο, ἐπερρόφουν ὁ μὲν τοῦ ὕδατος ὁ δὲ καὶ
5οἴνου ὁ Κνήμων, ὅς γε καὶ μικρὸν διαλιπὼν «ὁ Διόνυ‐ σος» εἶπεν «οἶσθα, ὦ πάτερ, ὡς χαίρει μύθοις καὶ κω‐ μῳδίας φιλεῖ· κἀμὲ δὴ οὖν τὰ νῦν εἰσῳκισμένος ἀνίησι πρὸς τὴν ἀκρόασιν τόν τε ἐπηγγελμένον πρὸς σοῦ μισθὸν ἀπαιτεῖν ἐπείγει, καὶ ὥρα σοι τὸ δρᾶμα καθάπερ ἐπὶ σκη‐
10νῆς τῷ λόγῳ διασκευάζειν.»
Aeth
.

2

.

23

.

6

«Ἀκούοις ἄν» ἔφη «ἀλλ’ εἴθε γε καὶ τὸν χρηστὸν Ναυσικλέα παρεῖναι ἡμῖν συνέβαινεν, ὃν πολλάκις γε δι’ ὄχλου γινόμενον μυηθῆναι
τὴν ἀφήγησιν ἄλλως ἄλλοτε διεκρουσάμην.»76 in vol. 1
Aeth
.

2

.

24

.

1

«Ποῦ δ’ ἂν εἴη τὰ νῦν;» ἠρώτα ὁ Κνήμων ὡς τοὔνομα τοῦ Ναυσικλέους ἐπέγνω. «Ἐπ’ ἄγραν» ἔφη «πεπόρευται.» Τοῦ δὲ ὁποίαν πάλιν ἐρομένου «θηρίων» ἔφη «τῶν χαλεπωτάτων, οἳ καλοῦνται μὲν ἄνθρωποι καὶ
5βουκόλοι λῃσταὶ δέ εἰσι τὸν βίον καὶ δυσάλωτοι παντά‐ πασιν, ὅσα φωλεοῖς καὶ σήραγξι τῷ ἕλει χρώμενοι.» «Ἐγ‐ καλεῖ δὲ αὐτοῖς τίνα αἰτίαν;» «Ἀττικῆς» ἔφη «ἐρωμέ‐ νης ἁρπαγήν, ἣν Θίσβην ἐκεῖνος ὠνόμαζε.» «φεῦ» εἶπεν ὁ Κνήμων καὶ ἀθρόον ἐσιώπησεν ὥσπερ ἑαυτοῦ λαβόμενος.
Aeth
.

2

.

24

.

2

Τοῦ δὲ πρεσβύτου «τί πέπονθας;» ἐρομένου πρὸς ἄλλα ὁ Κνήμων ἀπάγων «θαυμάζω» ἔφη «πῶς ἢ τίνι χειρὶ πεποιθὼς ἐνεθυμήθη τὴν ἔφοδον.» Καὶ ὃς «βασιλεῖ,» ἔφη «ξένε, τῷ μεγάλῳ σατραπεύει τὴν Αἴγυπτον Ὀροον‐
5δάτης, οὗ κατὰ πρόσταγμα φρούραρχος Μιτράνης τήνδε κεκλήρωται τὴν κώμην· τοῦτον δὴ ὁ Ναυσικλῆς ἐπὶ χρή‐ μασι μεγάλοις ἄγει σὺν ἵππῳ καὶ ἀσπίδι πολλῇ.
Aeth
.

2

.

24

.

3

Χαλε‐ παίνει δὲ τὴν ἀφαίρεσιν τῆς Ἀττικῆς κόρης οὐχ ὡς ἐρω‐ μένης μόνον καὶ μουσουργίαν ἀρίστης ἀλλ’ ὅτι αὐτὴν καὶ βασιλεῖ τῶν Αἰθιόπων ἀπάξειν ἔμελλεν ὡς αὐτὸς ἔφασκε
5γαμετῇ τῇ ἐκείνου συμπαιστρίαν καὶ συνόμιλον τὰ Ἑλλή‐ νων ἐσομένην. Ὡς οὖν μεγάλων καὶ πολλῶν τῶν ἐπ’ αὐτῇ προσδοκωμένων χρημάτων ἐστερημένος πᾶσαν ἐγείρει καὶ κινεῖ μηχανήν· ἐπέρρωσά τε καὶ αὐτὸς πρὸς τὴν πρᾶξιν, εἴ πῃ ἄρα καὶ τοὺς παῖδάς μοι περισώσειεν ἐνθυμούμενος.»
Aeth
.

2

.

24

.

4

Ὑπολαβὼν οὖν ὁ Κνήμων «ἅλις» ἔφη «βουκόλων καὶ
σατραπῶν καὶ βασιλέων αὐτῶν, ἔλαθες γάρ με μικροῦ καὶ εἰς πέρας τῷ λόγῳ διαβιβάζων, ἐπεισόδιον δὴ τοῦτο οὐδέν φασι πρὸς τὸν Διόνυσον ἐπεισκυκλήσας ὥστε ἐπάναγε τὸν77 in vol. 1
5λόγον πρὸς τὴν ὑπόσχεσιν· εὕρηκα γάρ σε κατὰ τὸν Πρω‐ τέα τὸν Φάριον, οὐ κατ’ αὐτὸν τρεπόμενον εἰς ψευδομένην καὶ ῥέουσαν ὄψιν ἀλλά με παραφέρειν πειρώμενον.»
Aeth
.

2

.

24

.

5

«Μανθάνοις ἄν» ἔφη ὁ πρεσβύτης· «διηγήσομαι δέ σοι τἀμαυτοῦ πρότερον ἐπιτεμών, οὐ σοφιστεύων ὡς αὐτὸς οἴει τὴν ἀφήγησιν ἀλλ’ εὔτακτόν σοι καὶ προσεχῆ τῶν ἑξῆς παρασκευάζων τὴν ἀκρόασιν. Ἐμοὶ πόλις μὲν Μέμφις,
5πατὴρ δὲ καὶ ὄνομα Καλάσιρις, βίος δὲ νῦν μὲν ἀλήτης πρότερον δὲ οὔ· πάλαι γὰρ προφήτης. Ἐγένετό μοι καὶ γυνὴ νόμῳ τῆς πόλεως καὶ ἀπεγένετο θεσμῷ τῆς φύσεως.
Aeth
.

2

.

24

.

6

Ταύτης εἰς τὴν ἑτέραν λῆξιν ἀναλυθείσης χρόνον μέν τινα διῆγον ἀπαθὴς κακῶν ἐπὶ παισὶ δύο τοῖς ἐξ αὐτῆς ἁβρυνόμενος· οὐ πολλοῖς δὲ ὕστερον ἔτεσιν οὐρανία φωστή‐ ρων εἱμαρμένη περίοδος τρέπει τὰ καθ’ ἡμᾶς καὶ ὄμμα
5κρόνιον εἰς τὸν οἶκον ἐνέσκηψε τὴν ἐπὶ τὸ χεῖρον ἐπάγον μεταβολήν, ἣν ἐμοὶ σοφία προέφηνε μὲν διαδρᾶναι δὲ οὐκ ἔδωκε, τοὺς γὰρ μοιρῶν ἀτρέπτους ὅρους προϊδεῖν μὲν δυνατὸν ἐκφεύγειν δὲ οὐκ ἐφικτόν.
Aeth
.

2

.

24

.

7

Κέρδος δὲ ὡς ἐν τοῖς τοιούτοις ἡ πρόγνωσις ἀμβλύνουσα τοῦ δεινοῦ τὸ φλεγμαῖνον· συμφορᾶς γάρ, ὦ παῖ, τὸ μὲν ἀπροσδόκητον ἀφόρητον τὸ δὲ προεγνωσμένον οἰστότερον, τὸ μὲν γὰρ ἡ
5διάνοια φόβῳ προληφθεῖσα κατέπτηξε τὸ δὲ ἡ συνήθεια τῷ
λογισμῷ διῄτησε.78 in vol. 1
Aeth
.

2

.

25

.

1

Γίνεται δὲ περὶ ἐμὲ τοιόνδε· γύναιον Θρᾳκι‐ κὸν τὴν ὥραν ἀκμαῖον καὶ τὸ κάλλος δεύτερον μετὰ Χα‐ ρίκλειαν ἔχουσα, ὄνομα Ῥοδῶπις, οὐκ οἶδ’ ὁπόθεν ἢ ὅπως κακῇ μοίρᾳ τῶν ἐγνωκότων ὁρμηθὲν ἐπεπόλαζε τὴν Αἴγυπ‐
5τον καὶ ἤδη καὶ εἰς τὴν Μέμφιν ἐκώμαζε, πολλῇ μὲν θερα‐ πείᾳ πολλῷ δὲ πλούτῳ δορυφορουμένη πᾶσι δ’ ἀφροδισίοις θηράτροις ἐξησκημένη· οὐ γὰρ ἦν ἐντυχόντα μὴ ἡλωκέναι, οὕτως ἄφυκτόν τινα καὶ ἀπρόσμαχον ἑταιρίας σαγήνην ἐκ τῶν ὀφθαλμῶν ἐπεσύρετο.
Aeth
.

2

.

25

.

2

Ἐφοίτα δὴ θαμὰ καὶ εἰς τὸν νεὼν τῆς Ἴσιδος ἧς προεφήτευον καὶ τὴν θεὸν συνεχῶς ἐθεράπευε θυσίαις τε καὶ ἀναθήμασι πολυταλάντοις. Αἰσ‐ χύνομαι λέγειν ἀλλ’ εἰρήσεται· γίνεται δὴ κἀμοῦ κρείττων
5ὀφθεῖσα πολλάκις, ἐνίκα τὴν διὰ βίου μοι μελετηθεῖσαν ἐγκράτειαν, ἐπὶ πολύ τε τοῖς σώματος ὀφθαλμοῖς τοὺς ψυ‐ χῆς ἀντιστήσας ἀπῆλθον τὸ τελευταῖον ἡττηθεὶς καὶ πάθος ἐρωτικὸν ἐπιφορτισάμενος.
Aeth
.

2

.

25

.

3

Ἀρχὴν δὴ τῶν ἐσομένων καὶ προαγορευθέντων μοι πρὸς τοῦ θείου δυσχερῶν τὴν γυναῖκα φωράσας καὶ συνεὶς ὡς τῶν πεπρωμένων ἐστὶν ὑπόκρισις καὶ ὡς ὁ τότε εἰληχὼς δαίμων οἱονεὶ προσωπεῖον
5αὐτὴν ὑπῆλθε, τὴν μὲν ἐκ παίδων μοι σύντροφον ἱερωσύνην ἔγνων μὴ καταισχῦναι καὶ ἀντέσχον μηδὲ ἱερὰ καὶ τεμένη θεῶν βεβηλῶσαι,
Aeth
.

2

.

25

.

4

τῶν δὲ ἡμαρτημένων οὐκ ἔργῳ, μὴ γένοιτο, ἀλλ’ ἐφέσει μόνῃ τὴν ἁρμόζουσαν ἐπιβαλὼν ζημίαν, δικαστὴν ἐμαυτῷ τὸν λογισμὸν ἀναδείξας, φυγῇ κολάζω
τὴν ἐπιθυμίαν καὶ τῆς ἐνεγκούσης ὁ βαρυδαίμων ἐξῄειν79 in vol. 1
5ὁμοῦ μὲν εἴκων ταῖς μοιρῶν ἀνάγκαις καὶ πράττειν ὅπῃ καὶ βούλοιντο τὰ καθ’ ἡμᾶς ἐπιτρέπων ὁμοῦ δὲ τὴν ἀπο‐ τρόπαιον Ῥοδῶπιν ἀποφεύγων.
Aeth
.

2

.

25

.

5

Ἐδεδίειν γάρ, ὦ ξένε, μὴ τοῦ τότε ἐπικρατοῦντος ἀστέρος ἐπιβρίσαντος καὶ πρὸς τὸ αἰσχρότερον τῶν ἔργων ἐκνικηθείην, ὃ δέ με πρὸ πάντων καὶ ἐπὶ πᾶσιν ἐξήλαυνεν οἱ παῖδες ἦσαν, οὓς
5ἡ ἄρρητός μοι πολλάκις ἐκ θεῶν σοφία ξιφήρεις ἀλλήλοις συμπεσεῖσθαι προηγόρευε.
Aeth
.

2

.

25

.

6

Περιγράφων οὖν τῶν ὀφθαλ‐ μῶν τὴν οὕτως ἀπηνῆ θέαν, ἣν ἐκτραπήσεσθαι καὶ τὸν ἥλιον εἰκάζω νέφος τῆς ἀκτῖνος προκαλυψάμενον, καὶ πατρῴαις ὄψεσι τὸν παίδων φόνον ἀθέατον χαριζόμενος ἐξῴκιζον
5ἐμαυτὸν γῆς τε καὶ οἰκίας πατρῴας τὴν μὲν ὁρμὴν οὐδενὶ φράσας πρόφασιν δὲ ὡς εἰς Θήβας τὰς μεγάλας ἀνακομί‐ ζομαι ποιησάμενος, ὡς ἂν θάτερον τῶν παίδων τὸν πρεσ‐ βύτερον θεασαίμην ἐκεῖ παρὰ τῷ μητροπάτορι τότε διάγοντα. Θύαμις ἦν ὄνομα αὐτῷ, ξένε.»
Aeth
.

2

.

25

.

7

Συνεστάλη πάλιν ὁ Κνήμων ὥσπερ τῷ ὀνόματι τοῦ Θυάμιδος βληθεὶς τὴν ἀκοήν, καὶ ὁ μὲν ἐκαρτέρησε σιωπῆσαι τῶν ἑξῆς ἕνεκεν, ὁ δὲ ἐπέ‐ ραινε τὸν λόγον ὧδε.
4
Aeth
.

2

.

26

.

1

«Παραλείπω τὴν ἐν μέσῳ πλάνην ὦ νεανία, συντελεῖ γὰρ οὐδὲν εἰς τὴν παρὰ σοῦ ζήτησιν. Πυνθανόμενος δὲ εἶναί τινα Δελφοὺς Ἑλληνίδα πόλιν ἱερὰν μὲν Ἀπόλλωνος
θεῶν δὲ τῶν ἄλλων τέμενος ἀνδρῶν τε σοφῶν ἐργαστήριον80 in vol. 1
5θορύβου τε δημώδους ἐκτὸς ἀνῳκισμένην ἔστελλον εἰς ταύ‐ την ἐμαυτόν, ἁρμόδιον τῷ προφητικῷ καταγώγιον τὴν ἱεροῖς καὶ τελεταῖς ἀνακειμένην ὁριζόμενος, διά τε τοῦ Κρισαίου κόλπου τῇ Κιρραίᾳ προσορμισθεὶς ἐκ νεὼς ἐπὶ τὴν πόλιν ἀνέθεον.
Aeth
.

2

.

26

.

2

Ἐπεὶ δὲ ἐπέστην ὀμφή με ὡς ἀληθῶς θεία προσέβαλεν αὐτόθεν καὶ τά τε ἄλλα ἡ πόλις διαίτημα κρειττόνων ἔδοξε καὶ οὐχ ἥκιστα τῇ φύσει τῆς περιο‐ χῆς· οἷον γὰρ φρούριον ἀτεχνῶς καὶ αὐτοσχέδιος ἀκρόπο‐
5λις ὁ Παρνασὸς ἀπαιωρεῖται προπόδων λαγόσι τὴν πόλιν ἐγκολπισάμενος.»
Aeth
.

2

.

26

.

3

«Ἄριστα» ἔφη «λέγεις» ὁ Κνή‐ μων «καὶ ὡς ἄν τις ἐπιπνοίας ὡς ἀληθῶς Πυθικῆς ἐπῃσ‐ θημένος· τῇδε γάρ πῃ καὶ ὁ πατήρ μοι θέσεως ἔχειν τοὺς Δελφοὺς ἔφραζεν ὅτε αὐτὸν ἱερομνήμονα ἡ πόλις ἡ Ἀθη‐
5ναίων ἔστειλεν.» «Ἀθηναῖος ἄρα ἦσθα ὦ παῖ;» «Ναίχι» ἔφη. «Ὄνομα δὲ τίς;» «Κνήμων» ἀπεκρίνατο· «τὰ δ’ ἄλλα εἰσαῦθις» ἔφη «ἀκούσῃ, νῦν δὲ ἔχου τῶν ἑξῆς.»
Aeth
.

2

.

26

.

4

«Ἕξομαι» ἔφη καὶ ἐπανῄει πρὸς τὴν πόλιν. «Ἐπαινέ‐ σας οὖν τῶν τε δρόμων καὶ ἀγορῶν καὶ κρηνῶν τὸ ἄστυ καὶ
Κασταλίαν αὐτήν, ἣν δὴ καὶ περιρραντήριον ἐποιησάμην, ἐπὶ τὸν νεὼν ἔσπευδον, καὶ γάρ με καὶ θροῦς τῶν πολλῶν81 in vol. 1
5ἀνεπτέρωσεν ὥραν εἶναι κινεῖσθαι τὴν θεοπρόπον λέγοντες.
Aeth
.

2

.

26

.

5

Ἐπεὶ δὲ εἰσελθὼν προσεκύνουν καί τι καὶ κατ’ ἐμαυ‐ τὸν ηὐχόμην, ἀνεφθέγξατο ἡ Πυθία τοιάδε·
2
Ἴχνος ἀειράμενος ἀπ’ ἐυστάχυος παρὰ Νείλου
φεύγεις μοιράων νήματ’ ἐρισθενέων.
5Τέτλαθι, σοὶ γὰρ ἐγὼ κυαναύλακος Αἰγύπτοιο
αἶψα πέδον δώσω· νῦν δ’ ἐμὸς ἔσσο φίλος.
6
Aeth
.

2

.

27

.

1

Ταῦτα ὡς ἐθέσπισεν, ἐγὼ μὲν ἐμαυτὸν ἐπὶ πρόσωπον τοῖς βωμοῖς ἐπιβαλὼν ἵλεων εἶναι τὰ πάντα ἱκέ‐ τευον· ὁ δὲ πολὺς τῶν περιεστώτων ὅμιλος ἀνευφήμησαν τὸν θεὸν τῆς ἐπ’ ἐμοὶ παρὰ τὴν πρώτην ἔντευξιν προφη‐
5τείας, ἐμὲ δὲ ἐμακάριζον καὶ περιεῖπον τὸ ἐντεῦθεν παν‐ τοίως, φίλον ἥκειν με τῷ θεῷ μετὰ Λυκοῦργόν τινα Σπαρ‐ τιάτην λέγοντες καὶ ἐνοικεῖν τε βουλόμενον τῷ τεμένει τοῦ νεὼ συνεχώρουν καὶ σιτηρέσιον ἐκ τοῦ δημοσίου παρέ‐ χειν ἐψηφίσαντο.
Aeth
.

2

.

27

.

2

Καὶ συνελόντι λέγειν ἀγαθῶν ἀπέλι‐ πεν οὐδέν· ἢ γὰρ πρὸς ἱεροῖς ἦν ἢ πρὸς θυσίαις ἐξητα‐ ζόμην, ἃς πολλὰς καὶ παντοίας ἀνὰ πᾶσαν ἡμέραν ξένος τε καὶ ἐγχώριος λεὼς τῷ θεῷ χαριζόμενοι δρῶσιν, ἢ φιλο‐
5σοφοῦσι διελεγόμην· οὐκ ὀλίγος δὲ ὁ τοιοῦτος βίος συρρεῖ περὶ τὸν νεὼν τοῦ Πυθίου καὶ μουσεῖόν ἐστιν ἀτεχνῶς ἡ πόλις ὑπὸ μουσηγέτῃ θεῷ φοιβαζομένη.82 in vol. 1
Aeth
.

2

.

27

.

3

Τὸν μὲν δὴ πρότερον χρόνον ἄλλοτε περὶ ἄλλων ἡμῖν αἱ ζητήσεις ἀνε‐ κινοῦντο, καὶ ὁ μέν τις ὅπως τοὺς ἐγχωρίους οἱ Αἰγύπτιοι σέβομεν θεοὺς ἀνηρώτα, ὁ δὲ δι’ ἣν αἰτίαν ἄλλα παρ’
5ἄλλοις τῶν ζῴων ἐκθειάζεται καὶ τίς ὁ περὶ ἑκάστου λόγος ἐπυνθάνετο· ἄλλος πυραμίδων κατασκευήν, ἕτερος συρρίγγων πλάνην, καὶ συνελόντι τῶν κατ’ Αἴγυπτον ἓν οὐδὲν ἀπελίμ‐ πανον ἱστοροῦντες· Αἰγύπτιον γὰρ ἄκουσμα καὶ διήγημα πᾶν Ἑλληνικῆς ἀκοῆς ἐπαγωγότατον.
9
Aeth
.

2

.

28

.

1

Τέλος δέ ποτε καὶ περὶ τοῦ Νείλου καὶ τίνες μὲν αὐτῷ πηγαί, τίς δὲ ἡ παρὰ τοὺς ἄλλους ποτα‐ μοὺς ἰδιάζουσα φύσις καὶ ὁπόθεν τὴν θερινὴν ὥραν μόνος τῶν πάντων πλημμυρεῖ πεῦσίν τις ἐμοὶ προσῆγε τῶν ἀσ‐
5τειοτέρων.
Aeth
.

2

.

28

.

2

Ἐμοῦ δὲ ἅπερ ἐγίνωσκον εἰπόντος καὶ ὅσα περὶ τοῦ ποταμοῦ τούτου βίβλοις ἱεραῖς ἀναγεγραμμένα μόνοις τοῖς προφητικοῖς καὶ γινώσκειν καὶ ἀναγινώσκειν ἔξεστι, καὶ διελθόντος ὡς τὰς μὲν ἀρχὰς ἐκ τῶν ἄκρων τῆς
5Αἰθιοπίας ἐσχάτων δὲ τῆς Λιβύης λαμβάνει, καθ’ ὃ μέρος τὸ κλίμα τὸ ἀνατολικὸν ἀπολῆγον ἀρχὴν τῇ μεσημβρίᾳ δίδωσιν,
Aeth
.

2

.

28

.

3

αὔξεται δὲ κατὰ τὴν θερινὴν ὥραν οὐχ ὥς τινες ᾠήθησαν πρὸς τῶν ἐτησίων ἀντικρὺ πνεόντων ἀνα‐ κοπτόμενος ἀλλ’ αὐτῶν δὴ τούτων τῶν ἀνέμων κατὰ τρο‐ πὴν τὴν θερινὴν ἀπὸ τῶν ἀρκτῴων ἐπὶ τὴν μεσημβρίαν πᾶν
5νέφος ἐλαυνόντων τε καὶ ὠθούντων ἕως ἐπὶ τὴν διακεκαυ‐ μένην ζώνην συρράξωσι,83 in vol. 1
Aeth
.

2

.

28

.

4

καθ’ ἣν τῆς πρόσω φορᾶς ἀνακόπτονται δι’ ὑπερβολὴν τοῦ περὶ τὰ μέρη πυρώδους, πάσης τῆς πρότερον καὶ κατὰ μικρὸν ἀθροισθείσης καὶ παχυνθείσης νοτίδος ἐξατμιζομένης, κἀκ τούτου λάβρων
5ὑετῶν ῥηγνυμένων ὀργᾷ τε ὁ Νεῖλος καὶ ποταμὸς εἶναι οὐκ ἀνέχεται ἀλλὰ κατεξανίσταται τῆς ὄχθης καὶ θαλασ‐ σώσας τὴν Αἴγυπτον τῇ παρόδῳ γεωργεῖ τὰς ἀρούρας,
Aeth
.

2

.

28

.

5

διὸ πιεῖν τέ ἐστι γλυκύτατος ἅτε ἐξ ὄμβρων οὐρανίων χορη‐ γούμενος καὶ θιγεῖν προσηνέστατος, οὐκέτι μὲν θερμὸς ὡς ὅθεν ἤρξατο ἔτι δὲ χλιαρὸς ὡς ἐκεῖθεν ἀρξάμενος, δι’ ἣν αἰτίαν καὶ μόνος ποταμῶν αὔρας οὐκ ἀναδίδωσι, πάντως ἂν
5ὡς τὸ εἰκὸς ἀναδοὺς εἰ καθώς τινες ἐβουλήθησαν ὡς πυν‐ θάνομαι τῶν παρ’ Ἕλλησιν εὐδοκίμων χιόνος τηκομένης τὸ πλήρωμα ἐλάμβανε—
7
Aeth
.

2

.

29

.

1

ταῦτά μου καὶ τὰ τοιαῦτα διεξιόντος ὁ ἱερεὺς τοῦ Πυθίου γνώριμος ἐμοὶ γεγονὼς ἐς τὰ μάλιστα, Χαρικλῆς ὄνομα ἦν αὐτῷ, «θαυμασίως» ἔφη «λέγεις· καὶ ταύτῃ τὴν γνώμην τίθεμαι καὶ αὐτός, οὕτω καὶ παρὰ
5τῶν ἐν Καταδούποις ἱερέων τοῦ Νείλου πυθόμενος.» Κἀγὼ πρὸς αὐτὸν «ὦ Χαρίκλεις» ἔφην «ἦλθες γὰρ κἀκεῖσε;» «Ἦλθον» εἶπεν «ὦ σοφὲ Καλάσιρι.» «Τί δέ σε χρέος ἤγαγε;» πάλιν ἠρώτων. Ὁ δὲ «δυσπραξία τῶν κατὰ
τὴν οἰκίαν» ἀπεκρίνατο «ἣ δή μοι καὶ εὐπραξίας αἰτία84 in vol. 1
10γέγονεν.»
Aeth
.

2

.

29

.

2

Ἐμοῦ δὲ τὸ παράδοξον θαυμάσαντος «οὐ θαυμάσεις» ἔφη «τὸ πρᾶγμα ὡς γέγονεν εἰ πύθοιο· πεύσῃ δὲ ὅταν σοι βουλομένῳ γίνηται.» «Οὐκοῦν ὥρα σοι λέγειν» ἦν δ’ ἐγώ· «νῦν γὰρ βούλομαι.» «Μάνθανε»
5εἶπεν ὁ Χαρικλῆς τοὺς πολλοὺς μεταστησάμενος «καὶ γάρ σε καὶ διά τι χρήσιμον ἐμὸν ἀκροατὴν γενέσθαι τῶν συμ‐ βεβηκότων πάλαι ἐβουλόμην.
Aeth
.

2

.

29

.

3

Ἐμοὶ γήμαντι παιδία οὐκ ἐγίνετο, ὀψὲ δέ ποτε καὶ βραδὺ τῆς ἡλικίας πολλὰ τὸν θεὸν ἱκετεύων θυγατρίου πατὴρ ἀνηγορεύθην, οὐκ ἐπ’ αἰσίοις ἔσεσθαί μοι ταύτην τοῦ θεοῦ προαγορεύ‐
5σαντος. Ἦλθε καὶ εἰς ὥραν γάμου καὶ ἐξεδόμην τῶν μνηστευομένων, πολλοὶ δ’ ἦσαν, τῷ παρ’ ἐμοὶ κριθέντι καλλίστῳ.
Aeth
.

2

.

29

.

4

Καθ’ ἣν νύκτα συγκατεκλίθη τῷ γήμαντι, κατ’ αὐτὴν ἡ δυστυχὴς ἐτελεύτα, σκηπτοῦ τινος ἢ χειρο‐ ποιήτου πυρὸς τοῖς θαλάμοις ἐμπεσόντος, καὶ τὸν ὑμέ‐ ναιον ᾀδόμενον ἔτι διεδέχετο θρῆνος καὶ ἀπὸ τῶν πασ‐
5τάδων ἐπὶ τὸ μνῆμα παρεπέμπετο καὶ δᾷδες αἱ τὸ γα‐ μήλιον ἐκλάμψασαι φῶς αὗται καὶ τὴν ἐπικήδειον πυρ‐ καϊὰν ἀνῆπτον. Ἐπετραγῴδει τούτῳ τῷ δράματι καὶ ἕτε‐ ρον πάθος ὁ δαίμων καὶ τὴν μητέρα μοι τῆς παιδὸς ἀφαιρεῖται μὴ τοῖς θρήνοις ἐγκαρτερήσασαν.
Aeth
.

2

.

29

.

5

Τὸ δὲ θεήλατον τοῦ κακοῦ μὴ φέρων ἐμαυτὸν μὲν οὐκ ἐξάγω τοῦ βίου τοῖς θεολογοῦσιν ὡς ἀθέμιτον τὸ πρᾶγμα πειθό‐
μενος, ὑπεξάγω δὲ τῆς ἐνεγκούσης καὶ τὴν ἐρημίαν τῆς85 in vol. 1
5οἰκίας ἀποδιδράσκω (μέγα γὰρ εἰς λήθην κακῶν ἡ δι’ ὀφ‐ θαλμῶν τῆς ψυχῆς ὑπόμνησις ἀμαυρουμένη) καὶ πολλοῖς ἐμπλανηθεὶς τόποις ἦλθον δὴ καὶ εἰς τὴν σὴν Αἴγυπτον καὶ Καταδούπους αὐτοὺς καθ’ ἱστορίαν τῶν καταρρακ‐ τῶν τοῦ Νείλου.
9
Aeth
.

2

.

30

.

1

Τῆς μὲν οὖν ἐκεῖσε ἀφίξεως ἔχεις τὸν ἀπο‐ λογισμόν, ὦ φίλος, ἣν δέ σε βούλομαι παρενθήκην γνῶναι τοῦ διηγήματος, μᾶλλον δὲ ἀληθέστερον εἰπεῖν, αὐτὸ δὴ τὸ κεφάλαιον, ἀλύοντί μοι κατὰ τὴν πόλιν καὶ διατιθε‐
5μένῳ σχολὴν καί τινα τῶν παρ’ Ἕλλησι σπανίων ὠνου‐ μένῳ, ἤδη γάρ μοι τῆς λίαν ἀλγηδόνος τῷ χρόνῳ πεττο‐ μένης ἡ πρὸς τὴν ἐνεγκοῦσαν ἐπάνοδος ἐσπουδάζετο, ἀνήρ τις πρόσεισι τὰ μὲν ἄλλα σεμνὸς ἰδεῖν καὶ ἀγχί‐ νοιαν ἀπὸ τοῦ βλέμματος ἐμφανίζων ἄρτι μὲν τὸν ἔφη‐
10βον παραλλάξας τὴν χροιὰν δὲ ἀκριβῶς μέλας καί με ἠσπάζετο καί τι βούλεσθαι ἰδίᾳ φράζειν ἔλεγεν ἑλληνί‐ ζων οὐ βεβαίως.
Aeth
.

2

.

30

.

2

Ἐμοῦ δ’ ἑτοίμως ὑπακούσαντος εἴς τινα νεὼν παρακείμενον εἰσαγαγὼν «φύλλα τινά σε καὶ ῥίζας» ἔφη «τῶν Ἰνδικῶν καὶ Αἰθιοπικῶν καὶ Αἰ‐ γυπτίων ὠνούμενον ἑώρακα· εἰ δὴ οὖν ἀκραιφνῆ ταῦτα
5καὶ δόλου παντὸς ἐκτὸς ὠνεῖσθαι βουληθείης, ἕτοιμος παρέχειν.» «Βούλομαι» ἔφην «καὶ δείκνυε.» Ὁ δὲ «ὄψει μὲν» εἶπεν, «ὅπως δὲ μὴ μικρόλογος ἔσῃ περὶ
τὴν ἀγοράν.» «Σαυτῷ παρεγγύα» ἔφην «μὴ βαρύτιμον εἶναι περὶ τὴν διάπρασιν.»86 in vol. 1
Aeth
.

2

.

30

.

3

Καὶ ὃς ὑπὸ μάλης βα‐ λαντίδιον ἔχων προκομίσας ἐπεδείκνυε λίθων πολυτίμων ὑπερφυές τι χρῆμα· μαργαρίδες τε γὰρ ἐνῆσαν εἰς κα‐ ρύου μικροῦ μέγεθος εἰς κύκλον τε ἀκριβῶς ἀπαρτιζό‐
5μεναι καὶ λευκότητι πλεῖστον ἀγλαϊζόμεναι σμάραγδοί τε καὶ ὑάκινθοι αἱ μὲν οἷα λήϊον ἠρινὸν χλοάζουσαι ἐλαιώ‐ δους τινὸς αὐτὰς λειότητος ὑπαυγαζούσης αἱ δὲ ἀπεμι‐ μοῦντο χροιὰν † ἀκτῆς θαλαττίας † ὑπ’ ἀγχιβαθεῖ σκοπέλῳ μικρὸν ὑποφριττούσης καὶ τὸ ὑποκείμενον ἰαζούσης, καὶ
10ἁπλῶς συμμιγής τις ἦν πάντων καὶ ποικίλη μαρμαρυγὴ τὸν ὀφθαλμὸν εὐφραίνουσα.
Aeth
.

2

.

30

.

4

Ἅπερ ὡς εἶδον «ἄλ‐ λους» ἔφην «ὥρα σοι, ξένε, τῶνδε ἐπιζητεῖν ὠνητάς, ὡς ἔγωγε καὶ ἡ κατ’ ἐμὲ περιουσία σχολῇ γ’ ἂν καὶ ἑνὸς εἴη τῶν ὁρωμένων ἰσοστάσιος.» «Ἀλλ’ εἰ καὶ μὴ πρίασ‐
5θαι δυνατὸς» εἶπε, «δῶρόν γε λαμβάνειν οὐκ ἀδύνατος.» «Ἐγὼ μὲν οὐκ ἀνίκανος» ἔφην, «δῶρόν γε λαμβάνων σὺ δὲ οὐκ οἶδ’ ὅ τι βουλόμενος παίζεις ἡμᾶς.» «Οὐ παίζω» εἶπεν, «ἀλλὰ καὶ σφόδρα σπουδάζω καὶ ἐπό‐ μνυμί γε τὸν ἱδρυμένον ἐνθάδε θεὸν ἅπαντα δώσειν εἰ
10πρὸς τούτοις καὶ ἕτερον δῶρον ὑποδέξασθαι βουληθείης πολὺ τούτων ἐριτιμότερον.»
Aeth
.

2

.

30

.

5

Ἐγέλων πρὸς ταῦτα,
τοῦ δὲ τὴν αἰτίαν πυνθανομένου «ὅτι γελοῖον» ἔφην εἰ τηλικαῦτα δῶρα καθυπισχνούμενος προσέτι καὶ μισ‐ θὸν ἐπαγγέλλῃ πολὺ τῶν δώρων αὐτῶν ὑπερφέροντα.»87 in vol. 1
5«Πίστευε» εἶπεν, «ἀλλ’ ἐπόμνυε καὶ αὐτὸς ἦ μὴν ἄριστα χρήσεσθαι τῷ δώρῳ καὶ ὡς ἂν αὐτὸς ὑφηγήσω‐ μαι.» Ἐθαύμαζον μὲν ἀπορῶν ἐπώμνυον δὲ τηλικαῦτα ἐλπίζων.
Aeth
.

2

.

30

.

6

Ἐπειδὴ δέ μοι ὠμώμοστο ὡς ἐκεῖνος ἐπέσ‐ κηπτεν, ἄγει με παρ’ ἑαυτὸν καὶ δείκνυσι κόρην ἀμήχα‐ νόν τι καὶ δαιμόνιον κάλλος, ἣν αὐτὸς μὲν ἑπτὰ ἔτη γεγονέναι ἔλεγεν ἐμοὶ δὲ καὶ ὥρᾳ γάμου πλησιάζειν ἐῴκει,
5οὕτως ἄρα κάλλους ὑπερβολὴ καὶ εἰς μεγέθους ἔμφασιν φέρει προσθήκην. Κἀγὼ μὲν ἀχανὴς εἱστήκειν ἀγνοίᾳ τε τῶν γινομένων καὶ ἀκορέστῳ θέᾳ τῶν ὁρωμένων.
7
Aeth
.

2

.

31

.

1

Ὁ δὲ ἄρχεται λόγων τοιῶνδε· «Ταύτην ἣν ὁρᾷς, ξένε» φησὶν «ἡ μὲν τεκοῦσα δι’ αἰτίαν ἣν γνώσῃ μικρὸν ὕστερον ἐν σπαργάνοις ἐξέθετο τύχης ἀμ‐ φιβολίᾳ τὰ κατ’ αὐτὴν ἐπιτρέψασα, ἐγὼ δὲ προστυχὼν
5ἀνειλόμην· οὐδὲ γὰρ ἦν μοι θεμιτὸν ἐν κινδύνῳ ψυχὴν ἅπαξ ἐνανθρωπήσασαν παριδεῖν, (ἓν γὰρ καὶ τοῦτο παρ‐ άγγελμα τῶν γυμνῶν παρ’ ἡμῖν σοφῶν ὧν ἀκουστὴς εἶναι χρόνοις ὀλίγῳ πρόσθεν ἠξίωμαι)· καὶ ἄλλως καὶ τὸ παι‐ δίον αὐτόθεν μέγα τι καὶ θεῖον τῶν ὀφθαλμῶν ἐξέλαμ‐
10πεν, οὕτω μοι περισκοποῦντι γοργόν τε καὶ ἐπαγωγὸν ἐνεῖδε.
Aeth
.

2

.

31

.

2

Συνεξέκειτο δὲ αὐτῷ καὶ λίθων ὅρμος ὃν ἀρ‐ τίως ἐπεδείκνυον καὶ ταινία τις ἀπὸ σηρικοῦ νήματος ἐξυφασμένη γράμμασιν ἐγχωρίοις καὶ διηγήματι τῶν κα‐ τὰ τὴν παῖδα κατάστικτος, τῆς μητρὸς οἶμαι σύμβολα
88 in vol. 1
5ταῦτα καὶ γνωρίσματα τῇ κόρῃ προμηθευσαμένης· ἅπερ ὡς ἀνέγνων πόθεν τέ ἐστι καὶ τίνος ἔγνων εἰς ἀγρόν τε κομίζω πόρρω τῆς πόλεως ἀπῳκισμένον καὶ ποιμέσιν ἐμαυτοῦ τρέφειν παραδοὺς μηδενί τε φράζειν ἐπαπειλή‐ σας τὰ συνεκτεθέντα κατεῖχον τοῦ μή τινα ἐπιβουλὴν
10γενέσθαι αὐτὰ τῇ κόρῃ.
Aeth
.

2

.

31

.

3

Τὰ μὲν οὖν πρῶτα οὕτως ἐλάνθανεν, ἐπεὶ δὲ τοῦ χρόνου προϊόντος ἡ τῆς κόρης ἀκμὴ μείζονος ὥρας ἐφαντάζετο τοῦ εἰωθότος τὸ κάλλος δ’ οὐδ’ ἂν ὑπὸ γῆν κρυπτόμενον ἔλαθεν ἀλλά μοι δοκεῖ
5κἂν ἐκεῖθεν διεκλάμψαι, δείσας μὴ φωτισθείη τὰ κατ’ αὐτὴν καὶ ἀπόλοιτο μὲν αὕτη παραπολαύσω δέ τινος καὶ αὐτὸς ἀηδοῦς, ἐκπεμφθῆναι πρεσβευτὴς παρὰ τὸν Αἰγύπτου σατράπην ἐπραγματευσάμην καὶ ἥκω ταύτην συνεπαγόμενος διαθέσθαι τὰ κατ’ αὐτὴν ἐνθυμούμενος.
Aeth
.

2

.

31

.

4

Καὶ τῷ μὲν ὅσον οὐδέπω περὶ ὧν ἥκω διαλεχθήσομαι, χρηματίσαι γὰρ ἡμῖν τήμερον ἐπηγγείλατο· σοὶ δὲ καὶ θεοῖς τοῖς οὕτως ἐπιτρέψασιν ἐγχειρίζω τὴν κόρην ἐπὶ συνθήκαις ταῖς ἐνωμότοις ἡμῖν γενομέναις ἦ μὴν ἐλευ‐
5θέραν ταύτην ἕξειν καὶ ἐλευθέρῳ πρὸς γάμον ἐκδώσειν
〈καὶ ταινίαν ἐπιδώσειν〉 ταύτην, ἣν δὴ καὶ αὐτὸς κομίζῃ παρ’ ἡμῶν μᾶλλον δὲ τῆς συνεκθεμένης μητρός.89 in vol. 1
Aeth
.

2

.

31

.

5

Πισ‐ τεύω δέ σε πάντα ἐμπεδώσειν τὰ ὡμιλημένα τοῖς τε ὅρ‐ κοις ἀποθαρσῶν καὶ τὸν σὸν τρόπον ἐκ πολλῶν τῶν ἡμε‐ ρῶν ὧν ἐνθάδε διάγεις Ἑλληνικὸν ὄντα τῷ ὄντι περιειρ‐
5γασμένος. Ταῦτά σοι νῦν εἶχον λέγειν ἐπιτετμημένως καλούσης με τῆς κατὰ τὴν πρεσβείαν χρείας· τὰ σαφέσ‐ τερα δὲ καὶ ἀκριβέστερα τῶν κατὰ τὴν κόρην εἰς αὔριον μαθήσῃ περὶ τὸν νεὼν τῆς Ἴσιδος ἐντυχών.»
8
Aeth
.

2

.

32

.

1

Ἐποίουν οὕτως καὶ παραλαβὼν τὴν κόρην ἦγον ἐπικαλύψας ὡς ἐμαυτόν· κἀκείνην μὲν τὴν ἡμέραν εἶχον ἐν θεραπείᾳ πολλὰ φιλοφρονούμενος καὶ πολλὴν τοῖς θεοῖς ὁμολογῶν χάριν αὐτόθεν τε ἐμαυτοῦ θυγατέρα
5καὶ ἐνόμιζον καὶ ὠνόμαζον, εἰς δὲ τὴν ὑστεραίαν ἅμα ἡμέρᾳ λίαν ἐσπουδασμένως ἐπὶ τὸν νεὼν τῆς Ἴσιδος οὗπερ συνετέτακτό μοι πρὸς τὸν ξένον ὥρμησα καὶ πλεῖστα ἐμπεριπατήσας, ἐπειδήπερ ἐφαίνετο οὐδαμοῦ, παραγενόμενος εἰς τὰ σατραπεῖα τὸν πρεσβευτὴν τῶν
10Αἰθιόπων εἴ τις ἑώρα ἐπυνθανόμην.
Aeth
.

2

.

32

.

2

Καί μοί τις ἀπήγγελλεν ὡς ἐξώρμησε μᾶλλον δὲ ἐξελήλαται, πρὸ ἡλίου δυσμῶν εἰ μὴ τῶν ὅρων ἐκτὸς γένοιτο θάνατον αὐτῷ τοῦ σατράπου διαπειλήσαντος· ἐμοῦ δὲ ἐρομένου τὴν
5αἰτίαν «ὅτι» ἔφη ὁ ἀπαγγέλλων «ἐπέταττεν ἀπέχεσ‐ θαι τῶν σμαραγδείων μετάλλων ὡς Αἰθιοπίᾳ προσηκόν‐ των.»
Aeth
.

2

.

32

.

3

Ὑπέστρεφον ἀνιαρῶς ἄγαν διατεθεὶς καὶ ὥσ‐ περ οἱ βαρεῖάν τινα πληγὴν εἰληφότες ὅτι δή μοι γνῶ‐ ναι μὴ ἐξεγένετο τὰ κατὰ τὴν κόρην τίς ἢ πόθεν ἢ τίνων.» «Μὴ θαυμάσῃς» εἶπεν ὁ Κνήμων· «ἀσχάλλω
90 in vol. 1
5γὰρ καὶ αὐτὸς οὐκ ἀκούσας, ἀλλ’ ἴσως ἀκούσομαι.» «Ἀκούσῃ» ἔφη ὁ Καλάσιρις.
6
Aeth
.

2

.

33

.

1

Νυνὶ δὲ ἅπερ ἑξῆς ἐπέραινεν ὁ Χαρικλῆς εἰρήσεται. «Ἐπειδὴ γὰρ» φησὶν «εἰς τὸ δωμάτιον ἦλθον ὑπαντᾷ τέ μοι ἡ παῖς καὶ ἔλεγε μὲν οὐδέν, οὔπω τῆς Ἑλλάδος συνιεῖσα φωνῆς ἀπὸ δὲ τῆς χειρὸς ἠσπάζετο
5κἀμὲ πρὸς τὸ φαιδρότερον ὀφθεῖσα μόνον ἀνίησιν· ἐθαύ‐ μαζόν τε ὅτι καθάπερ οἱ ἀγαθοὶ καὶ εὐγενεῖς τῶν σκυ‐ λάκων πάντα τινὰ καὶ ἐπ’ ὀλίγον ἐγνωσμένον σαίνουσιν, οὕτω κἀκείνη τῆς ἐμῆς περὶ αὐτὴν εὐνοίας ὀξέως ᾔσ‐ θετο καὶ ὡς πατέρα περιεῖπεν.
Aeth
.

2

.

33

.

2

Ἔγνων οὖν μὴ ἐν‐ διατρίβειν τοῖς Καταδούποις μὴ δή τις καὶ δαίμονος βασκανία τῆς δευτέρας με θυγατρὸς στερήσειε, καὶ διὰ τοῦ Νείλου κατάρας ἐπὶ θάλατταν ἐπιτυχών τε νεὼς
5ἀνηγόμην τὴν ἐπ’ οἴκου.
Aeth
.

2

.

33

.

3

Καὶ ἔστι νῦν ἡ παῖς ἐν‐ ταῦθα σὺν ἐμοὶ παῖς μὲν οὖσα ἐμὴ καὶ ὄνομα τοὐμὸν ὀνομαζομένη, σαλεύω γὰρ ἐπ’ αὐτῇ τὸν βίον καὶ ἔστι τὰ μὲν ἄλλα καὶ εὐχῆς κρείττων, οὕτω τάχιστα μὲν τὴν
5Ἑλλάδα γλῶτταν εἵλκυσε τάχιστα δὲ εἰς ἀκμὴν καθά‐ περ ἔρνος τι τῶν εὐθαλῶν ἀνέδραμεν· ὡραιότητι δὲ σώ‐ ματος οὕτω δὴ τὰς πάσας ὑπερβέβληκεν ὥστε πᾶς ὀφ‐
θαλμὸς Ἑλληνικός τε καὶ ξένος ἐπ’ αὐτὴν φέρεται καὶ ὅπου δὴ φαινομένη ναῶν ἢ δρόμων ἢ ἀγορῶν καθάπερ91 in vol. 1
10ἀρχέτυπον ἄγαλμα πᾶσαν ὄψιν καὶ διάνοιαν ἐφ’ ἑαυτὴν ἐπιστρέφει.
Aeth
.

2

.

33

.

4

Ἀλλ’ αὕτη τοιαύτη τις οὖσα λυπεῖ με λύπην ἀνίατον· ἀπηγόρευται γὰρ αὐτῇ γάμος καὶ παρθε‐ νεύειν τὸν πάντα βίον διατείνεται καὶ τῇ Ἀρτέμιδι ζά‐ κορον ἑαυτὴν ἐπιδοῦσα θήραις τὰ πολλὰ σχολάζει καὶ
5ἀσκεῖ τοξείαν. Ἐμοὶ δέ ἐστιν ὁ βίος ἀφόρητος ἐλπί‐ σαντι μὲν ἀδελφῆς ἐμαυτοῦ παιδὶ ταύτην ἐκδώσειν καὶ μάλα γε ἀστείῳ καὶ χαρίεντι λόγον τε καὶ ἦθος νεανίσκῳ, ἀποτυγχάνοντι δὲ διὰ τὴν ταύτης ἀπηνῆ κρίσιν.
Aeth
.

2

.

33

.

5

Οὔτε γὰρ θεραπεύων οὔτε ἐπαγγελλόμενος οὔτε λογισ‐ μοὺς ἀνακινῶν πεῖσαι δεδύνημαι, ἀλλὰ τὸ χαλεπώτατον τοῖς ἐμοῖς, τὸ τοῦ λόγου, κατ’ ἐμοῦ κέχρηται πτεροῖς καὶ τὴν ἐκ λόγων πολυπειρίαν, ἣν ποικίλην ἐδιδαξάμην
5πρὸς κατασκευὴν τοῦ τὸν ἄριστον ᾑρῆσθαι βίον, ἐπανα‐ τείνεται ἐκθειάζουσα μὲν παρθενίαν καὶ ἐγγὺς ἀθανά‐ των ἀποφαίνουσα, ἄχραντον καὶ ἀκήρατον καὶ ἀδιάφθο‐ ρον ὀνομάζουσα, Ἔρωτα δὲ καὶ Ἀφροδίτην καὶ πάντα γαμήλιον θίασον ἀποσκορακίζουσα.
Aeth
.

2

.

33

.

6

Πρὸς ταῦτα δὴ σὲ βοηθὸν ἐπικαλοῦμαι καὶ διὰ τοῦτο καιροῦ λαβόμενος καὶ ἀφορμῆς τῆς ἐκ ταὐτομάτου πως ἐνδοθείσης μακ‐ ροτέρου πρός σε τοῦ διηγήματος ἐδεήθην. Καὶ δὸς τὴν
5χάριν, ὦ ’γαθὲ Καλάσιρι. Σοφίαν τινὰ καὶ ἴυγγα κίνη‐ σον ἐπ’ αὐτὴν Αἰγυπτίαν· πεῖσον ἢ λόγοις ἢ ἔργοις γνω‐ ρίσαι τὴν ἑαυτῆς φύσιν καὶ ὅτι γυνὴ γέγονεν εἰδέναι.
Aeth
.

2

.

33

.

7

Βουλομένῳ δέ σοι τὸ πρᾶγμα ῥᾴδιον, οὔτε γὰρ ἀπρόσ‐ μικτος ἐκείνη πρὸς τοὺς λογίους τῶν ἀνδρῶν ἀλλὰ τὸ πλεῖστον τούτοις συνόμιλος ἐπαρθενεύθη καὶ οἴκησιν οἰκεῖ σοι τὴν αὐτὴν ἐνταῦθα, ἐντός φημι τοῦ περιβόλου92 in vol. 1
5καὶ περὶ τὸν νεών· ἱκέτην με γινόμενον μὴ περιίδῃς μηδὲ συγχωρήσῃς ἄπαιδα καὶ ἀπαραμύθητον καὶ διαδό‐ χων ἔρημον ἐν γήρᾳ βαρεῖ διάγειν, μὴ πρὸς Ἀπόλλωνος αὐτοῦ καὶ τῶν ἐγχωρίων σοι θεῶν.»
Aeth
.

2

.

33

.

8

Ἐδάκρυσα τούτων ἀκούων, ὦ Κνήμων, ἐπειδὴ κἀκεῖνος οὐκ ἀδάκρυτον τὴν ἱκεσίαν προσῆγε καὶ ἐπηγγελλόμην εἴ τι δυναίμην συλλήψεσθαι.
4
Aeth
.

2

.

34

.

1

Καὶ ἔτι περὶ τούτων διασκοπουμένων ἡμῶν εἰσδραμών τις ἀπήγγελλε τὸν ἀρχιθέωρον τῶν Αἰνιάνων ἐπὶ θύραις ὄντα πάλαι δι’ ὄχλου παρακαλεῖν τὸν ἱερέα παρεῖναι καὶ κατάρχειν τῶν ἱερῶν.
Aeth
.

2

.

34

.

2

Ἐμοῦ δὲ ἐρομένου τὸν Χαρικλέα τίνες οἱ Αἰνιᾶνες ἢ τίς ἡ θεωρία καὶ ἣν ἄγουσι θυσίαν «οἱ μὲν Αἰνιᾶνες» ἔφη «Θετταλικῆς ἐστι μοίρας τὸ εὐγενέστατον καὶ ἀκριβῶς Ἑλληνικὸν ἀφ’ Ἕλ‐
5ληνος τοῦ Δευκαλίωνος, τὸ μὲν ἄλλο τῷ Μαλιακῷ κόλπῳ παρατεινόμενον μητρόπολιν δὲ σεμνυνόμενον Ὑπάταν, ὡς μὲν αὐτοὶ βούλονται ἀπὸ τοῦ τῶν ἄλλων ὑπατεύειν καὶ ἄρχειν ὠνομασμένην ὡς δὲ ἑτέροις δοκεῖ διότι περ ὑπὸ τῇ Οἴτῃ τῷ ὄρει κατῴκισται.
Aeth
.

2

.

34

.

3

Ἡ δὲ θυσία καὶ
ἡ θεωρία, τετραετηρίδα ταύτην, ὅτε περ καὶ ὁ Πυθίων ἀγών, ἔστι δὲ νῦν ὡς οἶσθα, πέμπουσιν Αἰνιᾶνες Νεο‐ πτολέμῳ τῷ Ἀχιλλέως· ἐνταῦθα γὰρ ἐδολοφονήθη πρὸς93 in vol. 1
5αὐτοῖς τοῖς τοῦ Πυθίου βωμοῖς ὑπ’ Ὀρέστου τοῦ Ἀγα‐ μέμνονος.
Aeth
.

2

.

34

.

4

Ἡ δὲ νυνὶ θεωρία καὶ πλεονεκτεῖ τὰς ἄλλας, Ἀχιλλείδης γὰρ εἶναι σεμνύνεται ὁ τῆς θεωρίας ἐξάρχων· συνέτυχον γὰρ τῇ προτεραίᾳ τῷ νεανίσκῳ καί μοι ἀληθῶς ἔδοξε τοῖς Ἀχιλλείδαις ἐμπρέπειν, τοιοῦτός
5ἐστι τὴν μορφὴν καὶ τοσοῦτος ἰδεῖν τὸ μέγεθος ὡς βε‐ βαιοῦν τῇ θέᾳ τὸ γένος.»
Aeth
.

2

.

34

.

5

Ἐμοῦ δὲ θαυμάσαντος καὶ πῶς Αἰνιάνων γένος τυγχάνων Ἀχιλλείδην ἑαυτὸν ἀναγορεύει φήσαντος, ἡ γὰρ Ὁμήρου τοῦ Αἰγυπτίου ποίη‐ σις τὸν Ἀχιλλέα Φθιώτην ἐνδείκνυται, «ὁ μὲν νεανίσ‐
5κος» ἔφη ὁ Χαρικλῆς «καὶ ὁλοσχερῶς Αἰνιᾶνα εἶναι τὸν ἥρωα διαγωνίζεται, τὴν Θέτιν ἐκ τοῦ Μαλιακοῦ κόλπου γήμασθαι τῷ Πηλεῖ καὶ Φθίαν τὸ περὶ τὸν κόλ‐ πον τοῦτον ὀνομάζεσθαι πάλαι διατεινόμενος, τοὺς δὲ ἄλλους δι’ εὐδοξίαν τοῦ ἀνδρὸς ἐφελκομένους ἑαυτοῖς
10ἐπιψεύδεσθαι.
Aeth
.

2

.

34

.

6

Καὶ ἄλλως δὲ ἑαυτὸν ἐγγράφει τοῖς Αἰακίδαις Μενέσθιον ἑαυτοῦ προπάτορα καταφέρων τὸν Σπερχειοῦ παῖδα καὶ Πολυδώρας τῆς ἐκ Πηλέως, ὃς καὶ Ἀχιλλεῖ συνεστράτευσεν ἐν πρώτοις ἐπὶ Ἴλιον καὶ
5τῆς πρώτης τῶν Μυρμιδόνων διὰ τὸ συγγενὲς ἐξῆρχε μοίρας.
Aeth
.

2

.

34

.

7

Τῷ δ’ Ἀχιλλεῖ πάντοθεν περιφυόμενος καὶ
πανταχόθεν αὐτὸν τοῖς Αἰνιᾶσιν οἰκειούμενος τεκμήριον λαμβάνει πρὸς τοῖς ἄλλοις οἷς καταλέγει καὶ τὸν ἐνα‐ γισμὸν τὸν Νεοπτολέμῳ πεμπόμενον οὗ σύμπαντες, ὥς94 in vol. 1
5φησιν, Αἰνιᾶσιν ἐξεχώρησαν Θετταλοί, τὸ ἐγγυτέρους εἶναι τοῦ γένους προσμαρτυροῦντες.»
Aeth
.

2

.

34

.

8

«Ἐκείνοις μὲν οὖν οὐδεὶς φθόνος» ἔφην «ὦ Χαρίκλεις, ἢ χαρίζεσ‐ θαι ταῦτα ἢ καὶ ἐπαληθεύειν ἑαυτοῖς, τὸν δὲ ἀρχιθέωρον εἰσκαλεῖσθαι πρόσταξον, ὡς ἔγωγε αὐτοῦ μανικῶς ἀνεπτέ‐
5ρωμαι πρὸς τὴν θέαν.»
5
Aeth
.

2

.

35

.

1

Ἐπένευσεν ὁ Χαρικλῆς καὶ εἰσῆλθεν ὁ νεα‐ νίσκος Ἀχίλλειόν τι τῷ ὄντι πνέων καὶ πρὸς ἐκεῖνον τὸ βλέμμα καὶ τὸ φρόνημα ἀναφέρων· ὀρθὸς τὸν αὐχένα καὶ ἀπὸ τοῦ μετώπου τὴν κόμην πρὸς τὸ ὄρθιον ἀναχαιτίζων,
5ἡ ῥὶς ἐν ἐπαγγελίᾳ θυμοῦ καὶ οἱ μυκτῆρες ἐλευθέρως τὸν ἀέρα εἰσπνέοντες, ὀφθαλμὸς οὔπω μὲν χαροπὸς χαρο‐ πώτερον δὲ μελαινόμενος σοβαρόν τε ἅμα καὶ οὐκ ἀνέρασ‐ τον βλέπων, οἷον θαλάσσης ἀπὸ κύματος εἰς γαλήνην ἄρτι λεαινομένης.
Aeth
.

2

.

35

.

2

Ἐπεὶ δὲ ἡμᾶς τὰ εἰωθότα ἠσπάσατο καὶ τῶν ἀμοιβαίων ἔτυχεν, ὥραν εἶναι τοῦ τὴν θυσίαν τῷ θεῷ προσάγειν ἔλεγεν ὡς ἂν καὶ τὸν ἐναγισμὸν τῷ ἥρωι καὶ τὴν ἐπ’ αὐτῷ πομπὴν κατὰ καιρὸν ἐν δευτέροις ἐπιτελεῖν
5ἐγγένοιτο. «Γινέσθω» ἔφη ὁ Χαρικλῆς.
Aeth
.

2

.

35

.

3

Καὶ ἀνιστά‐ μενος «ὄψει» ἔφη πρός με «καὶ τὴν Χαρίκλειαν τήμε‐ ρον, εἰ μὴ πρότερον εἶδες, συμπαρεῖναι γὰρ καὶ τὴν ζά‐ κορον τῆς Ἀρτέμιδος τῇ πομπῇ καὶ τοῖς ἐναγισμοῖς
5τοῦ Νεοπτολέμου πάτριον.» Ἐμοὶ δὲ ἡ παῖς, ὦ Κνή‐ μων, ἑωρᾶτο ἤδη πολλάκις καὶ θυσιῶν συνεφήπτετο καὶ λόγων ἱερῶν ἔστιν ὅτε ἐπύθετο, ἀλλ’ ὅμως ἐσιώπων τὸ μέλλον ἀπεκδεχόμενος.95 in vol. 1
Aeth
.

2

.

35

.

4

Καὶ ἅμα τὴν ὁρμὴν ὡς ἐπὶ τὸν νεὼν ἐποιούμεθα, πάντα γὰρ ἤδη παρεσκεύαστο τὰ πρὸς τὴν θυσίαν τοῖς Θετταλοῖς. Ἐπεὶ δὲ ἡμεῖς τε πρὸς τοῖς βωμοῖς ἐγενόμεθα καὶ ὁ νεανίας ἤδη τῶν ἱερῶν κα‐
5τῆρχε, προκατευξαμένου τοῦ ἱερέως ἐκ τῶν ἀδύτων ἀναφ‐ θέγγεται ἡ Πυθία τοιάδε·
6
Aeth
.

2

.

35

.

5

Τὴν χάριν ἐν πρώτοις αὐτὰρ κλέος ὕστατ’ ἔχουσαν φράζεσθ’, ὦ Δελφοί, τόν τε θεᾶς γενέτην· οἳ νηὸν προλιπόντες ἐμὸν καὶ κῦμα τεμόντες ἵξοντ’ ἠελίου πρὸς χθόνα κυανέην,
5τῇ περ ἀριστοβίων μέγ’ ἀέθλιον ἐξάψονται λευκὸν ἐπὶ κροτάφων στέμμα μελαινομένων.
6
Aeth
.

2

.

36

.

1

Ταῦτα μὲν ὡς ἀνεῖπεν ὁ θεός, ἀμηχανία πλείστη τοὺς περιεστῶτας εἰσεδύετο τὸν χρησμὸν ὅ τι βούλοιτο φράζειν ἀποροῦντας· ἄλλος γὰρ πρὸς ἄλλο τι τὸ λόγιον ἔσπα καὶ ὡς ἕκαστος εἶχε βουλήσεως, οὕτω καὶ ὑπε‐
5λάμβανεν.
Aeth
.

2

.

36

.

2

Οὔπω δὲ οὐδεὶς τῶν ἀληθῶν ἐφήπτετο, χρησμοὶ γὰρ καὶ ὄνειροι τὰ πολλὰ τοῖς τέλεσι κρίνονται, καὶ ἄλλως οἱ Δελφοὶ πρὸς τὴν πομπὴν ἐπτοημένοι μεγαλο‐ πρεπῶς ηὐτρεπισμένην ἠπείγοντο, τὰ χρησθέντα πρὸς τὸ
5ἀκριβὲς ἀνιχνεύειν ἀμελήσαντες.»96 in vol. 1
Aeth
.

3

.

1

.

1

«Ἐπεὶ δὲ ἡ πομπὴ καὶ ὁ σύμπας ἐναγισμὸς ἐτε‐ λέσθη—» «Καὶ μὴν οὐκ ἐτελέσθη πάτερ» ὑπολαβὼν ὁ Κνήμων· «ἐμὲ γοῦν οὔπω θεατὴν ὁ σὸς ἐπέστησε λόγος ἀλλ’ εἰς πᾶσαν ὑπερβολὴν ἡττημένον τῆς ἀκροάσεως καὶ αὐτοπ‐
5τῆσαι σπεύδοντα τὴν πανήγυριν ὥσπερ κατόπιν ἑορτῆς ἥκον‐ τα, τὸ τοῦ λόγου, παρατρέχεις ὁμοῦ τε ἀνοίξας καὶ λύσας τὸ θέατρον.»
Aeth
.

3

.

1

.

2

«Ἐγὼ μέν, ὦ Κνήμων» ἔφη ὁ Καλάσιρις «ἥκιστά σε τοῖς ἔξωθεν καὶ τοιούτοις βούλομαι διοχλεῖν, ἐπὶ τὰ καιριώτερά σε τῆς ἀφηγήσεως καὶ ὧν ἐπεζήτεις ἐξ ἀρχῆς συνελαύνων· ἐπεὶ δὲ ἐκ παρόδου θεωρὸς γενέσθαι
5βεβούλησαι, σὺ μὲν Ἀττικὸς ὢν κἀκ τούτων οὐ λέληθας ἐγὼ δέ σοι τὴν πομπὴν ὀνομαστὴν ἐν ὀλίγαις γενομένην αὐτῆς τε ἕνεκεν καὶ τῶν ἐξ αὐτῆς ἀποβάντων ἐπιτεμὼν διαθήσομαι.
Aeth
.

3

.

1

.

3

Ἡγεῖτο μὲν ἑκατόμβη, τῶν τελουμένων ἀνδρῶν ἀγροικοτέρων βίον τε καὶ στολὴν ἐφελκομένων· τὸ μὲν ζῶμα ἑκάστῳ χιτῶνα λευκὸν εἰς ἀγκύλην ἀνέστελλε,
χεὶρ δὲ ἡ δεξιὰ σὺν ὤμῳ καὶ μαζῷ παραγυμνουμένη πέλεκυν97 in vol. 1
5δίστομον ἐπεκράδαινεν.
Aeth
.

3

.

1

.

4

Οἱ βόες μέλανες πάντες, τὸν αὐχένα σφριγῶντες καὶ πρὸς κύρτωμα μέτριον ἐγείροντες, τὸ μὲν κέρας ἀπέριττον καὶ ἀδιάστροφον ὀξύνοντες ὁ μὲν ἐπίχρυσον ὁ δὲ ἀνθινοῖς στεφάνοις διάπλοκον, σιμοὶ τὴν
5κνήμην καὶ βαθεῖαν τὴν φάρυγγα τοῖς γόνασιν ἀπαιωροῦν‐ τες· ὁ δὲ ἀριθμὸς ἀκριβῶς ἑκατόμβη καὶ εἰς ἀλήθειαν τὸ ὄνομα πληροῦντες.
Aeth
.

3

.

1

.

5

Ἐπηκολούθει τούτοις ἄλλων ἱερ‐ είων διάφορον πλῆθος, ἑκάστου ζῴου γένος ἰδίᾳ καὶ εἰς κόσμον ἀγόμενον, αὐλοῦ καὶ σύριγγος τελεστικόν τι μέλος καὶ καταγγελτικὸν τῆς θυσίας ὑπαρχόντων.
4
Aeth
.

3

.

2

.

1

Ταύτας τὰς ἀγέλας καὶ τοὺς ἄνδρας τοὺς βοη‐ λάτας κόραι Θετταλαὶ διεδέχοντο καλλίζωνοί τινες καὶ βα‐ θύζωνοι καὶ τὴν κόμην ἄνετοι· διῄρηντο δὲ εἰς δύο χορούς, καὶ αἱ μὲν ἔφερον καλαθίσκους—ὁ πρῶτος χορός—ἀν‐
5θέων τε καὶ ὡραίων πλήρεις, αἱ δὲ κανᾶ πεμμάτων τε καὶ θυμιαμάτων κανηφοροῦσαι τὸν τόπον εὐωδίᾳ κατέπνεον.
Aeth
.

3

.

2

.

2

Ἠσχόλουν δὲ οὐδὲν εἰς ταῦτα τὰς χεῖρας ἀλλ’ ὑπὲρ τῆς κεφαλῆς ἀχθοφοροῦσαι πρὸς χορὸν στιχήρη καὶ ἐγκάρσιον ἀλλήλων εἴχοντο, ὡς ἂν βαδίζειν τε ἅμα καὶ χορεύειν αὐταῖς ἐγγίνοιτο. Τοῦ δὲ μέλους αὐταῖς τὸ ἐνδόσιμον ὁ ἕτερος
5χορὸς ὑπεσήμαινεν, οὗτος γὰρ τὸν ὅλον ἐπετέτραπτο με‐ λῳδεῖν ὕμνον· ὁ δὲ ὕμνος ἦν, ἡ Θέτις ἐπῃνεῖτο καὶ ὁ Πηλεὺς κἀπὶ τούτοις ὁ ἐκείνων παῖς καὶ ὁ τούτου πάλιν.98 in vol. 1
Aeth
.

3

.

2

.

3

Μετὰ ταύτας, ὦ Κνήμων—» «Τί Κνήμων» ἔφη ὁ Κνήμων· «πάλιν γάρ με τῶν ἡδίστων ἀποστερεῖς, ὦ πάτερ, αὐτόν μοι τὸν ὕμνον οὐ διερχόμενος, ὥσπερ θεατήν με μόνον τῶν
5κατὰ τὴν πομπὴν ἀλλ’ οὐχὶ καὶ ἀκροατὴν καθίσας.» «Ἀκούοις ἄν» ἔφη ὁ Καλάσιρις «ἐπειδήπερ οὕτω σοι φίλον· εἶχε γὰρ ὧδέ πως ἡ ᾠδή·
7
Aeth
.

3

.

2

.

4

Τὰν Θέτιν ἀείδω, χρυσοέθειρα Θέτιν, Νηρέος ἀθανάταν εἰναλίοιο κόραν τὰν Διὸς ἐννεσίῃ Πηλέϊ γημαμέναν τὰν ἁλὸς ἀγλαΐαν ἁμετέραν Παφίην,
5ἃ τὸν δουρομανῆ τόν τ’ Ἄρεα πτολέμων Ἑλλάδος ἀστεροπὰν ἐξέτεκεν λαγόνων δῖον Ἀχιλλῆα, τοῦ κλέος οὐράνιον, τῷ ὕπο Πύρρα τέκεν παῖδα Νεοπτόλεμον, περσέπολιν Τρώων, ῥυσίπολιν Δαναῶν.
10ἱλήκοις ἥρως ἄμμι Νεοπτόλεμε, ὄλβιε Πυθιάδι νῦν χθονὶ κευθόμενε, δέχνυσο δ’ εὐμενέων τάνδε θυηπολίην, πᾶν δ’ ἀπέρυκε δέος ἁμετέρας πόλιος. τὰν Θέτιν ἀείδω, χρυσοέθειρα Θέτιν.99 in vol. 1
14
Aeth
.

3

.

3

.

1

Ὁ μὲν οὖν ὕμνος, ὦ Κνήμων, τῇδέ πῃ συνέκειτο καθ’ ὅσον ἔχω διαμνημονεύειν. Τοσοῦτον δέ τι ἐμμελείας περιῆν τοῖς χοροῖς καὶ οὕτω συμβαίνων ὁ κρότος τοῦ βήμα‐ τος πρὸς τὸ μέλος ἐρρυθμίζετο, ὡς τὸν ὀφθαλμὸν τῶν ὁρω‐
5μένων ὑπερφρονεῖν ὑπὸ τῆς ἀκοῆς ἀναπείθεσθαι καὶ συμ‐ παρέπεσθαι μεταβαινούσαις ἀεὶ ταῖς παρθένοις τοὺς παρόν‐ τας, ὥσπερ ὑπὸ τῆς κατὰ τὴν ᾠδὴν ἠχοῦς ἐφελκομένους, ἕως κατόπιν ἐφήβων ἱππικὸν καὶ ὁ τούτων ἵππαρχος ἐκ‐ λάμψας ἀκοῆς κρείττονα πάσης τὴν τῶν καλῶν θέαν ἀπέ‐
10δειξεν.
Aeth
.

3

.

3

.

2

Ὁ μὲν ἀριθμὸς τοὺς ἐφήβους εἰς πεντήκοντα συνέταττεν, ἐμέριζε δὲ πέντε καὶ εἴκοσιν ἑκατέρωθεν με‐ σεύοντα τὸν ἀρχιθέωρον δορυφοροῦντας· κρηπὶς μὲν αὐτοῖς ἱμάντι φοινικῷ διάπλοκος ὑπὲρ ἀστραγάλων ἐσφίγγετο, χλα‐
5μὺς δὲ λευκὴ περόνῃ χρυσῇ πρὸς τοῖς στέρνοις ἐσφήκωτο τὴν εἰς ἄκρον πέζαν κυανῇ τῇ βαφῇ κεκυκλωμένη.
Aeth
.

3

.

3

.

3

δὲ ἵππος Θετταλικὴ μὲν πᾶσα καὶ τῶν ἐκεῖθεν πεδίων τὸ ἐλεύθερον βλέπουσα· τὸν γὰρ χαλινὸν ὅσα μὲν δεσπότην ἠρνεῖτο διαπτύουσα καὶ θαμὰ προσαφρίζουσα, ὡς δὲ τὸν100 in vol. 1
5νοῦν ὑφηγούμενον τοῦ ἀναβάτου φέρειν ἠνείχετο· φαλάροις δὲ καὶ προμετωπιδίοις ἀργυροῖς καὶ ἐπιχρύσοις ἐξησκημένη, καθάπερ ἀγώνισμα τοῦτο τῶν ἐφήβων πεποιημένων.
Aeth
.

3

.

3

.

4

Ἀλλὰ τούτους, ὦ Κνήμων, τοιούτους ὄντας οὕτως ὑπερεῖδε καὶ παρέδραμεν ἡ τῶν παρόντων ὄψις καὶ πρὸς τὸν ἵππαρ‐ χον—ἦν δὲ τὸ μέλημα τὸ ἐμὸν Θεαγένης—ἅπας ἐπέσ‐ τρεψεν, ὥστε ἔδοξας ἂν ὑπ’ ἀστραπῆς τὸ φαινόμενον πρό‐
5τερον ἅπαν ἠμαυρῶσθαι, τοσοῦτον ἡμᾶς ὀφθεὶς κατέλαμψεν,
Aeth
.

3

.

3

.

5

ἱππεὺς μὲν καὶ αὐτὸς καὶ ὁπλίτης τυγχάνων καὶ δόρυ μελίαν χαλκόστομον ἐπισείων τὸ δὲ κράνος οὐχ ὑπελθὼν ἀλλ’ ἀπὸ γυμνῆς τῆς κεφαλῆς πομπεύων φοινικοβαφῆ χλα‐ μύδα καθειμένος, ἧς τὰ μὲν ἄλλα χρυσὸς ἐποίκιλλε τοὺς
5Λαπίθας ἐπὶ τοὺς Κενταύρους ὁπλίζων, ἡ περόνη δὲ Ἀθη‐ νᾶν ἠλεκτρίνην ἔστεφε τὴν Γοργοῦς κεφαλὴν εἰς θώρακα προασπίζουσαν.
Aeth
.

3

.

3

.

6

Προσέβαλλε δέ τι χάριτος τοῖς γινο‐ μένοις καὶ ἀνέμου λιγεῖα ῥιπή, μείλιχον γὰρ ἐπέπνει τὴν μὲν κόμην ἠρέμα κατὰ τοῦ αὐχένος διαξαίνουσα καὶ τοῦ μετώπου τοὺς βοστρύχους παραστέλλουσα τῆς δὲ χλαμύδος
5τὰς ἄκρας τοῖς νώτοις τοῦ ἵππου καὶ μηροῖς ἐπιβάλλουσα.
Aeth
.

3

.

3

.

7

Εἶπες ἂν καὶ τὸν ἵππον αὐτὸν συνιέναι τῆς ὡραιότητος τοῦ δεσπότου καὶ ὡς καλὸν κάλλιστον φέρειν τὸν ἡνίοχον
αἰσθάνεσθαι, οὕτω τὸν αὐχένα κυμαίνων καὶ εἰς ὀρθὸν οὖς τὴν κεφαλὴν ἐγείρων καὶ σοβαρὰν τὴν ὀφρὺν κατὰ τῶν101 in vol. 1
5ὀφθαλμῶν ἐπιδινεύων ἔφερέ τε καὶ ἐφέρετο γαυρούμενος, εὐήνιά τε προποδίζων καὶ ἐφ’ ἑκάτερον ὦμον ἑαυτὸν ἐν μέρει ταλαντεύων ἄκραν τε τὴν ὁπλὴν τῇ γῇ λεπτὸν ἐπι‐ κροτῶν εἰς γαληνὸν κίνημα τὸ βῆμα κατερρύθμιζεν.
Aeth
.

3

.

3

.

8

Ἐξέπληττε μὲν δὴ καὶ πάντας τὰ ὁρώμενα καὶ τὴν νικη‐ τήριον ἀνδρείας τε καὶ κάλλους ψῆφον τῷ νεανίᾳ πάντες ἀπένεμον. Ἤδη δὲ ὅσαι δημώδεις γυναῖκες καὶ τὸ τῆς ψυ‐ χῆς πάθος ἐγκρατείᾳ κρύπτειν ἀδύνατοι μήλοις τε καὶ ἄν‐
5θεσιν ἔβαλλον, εὐμένειαν ἀπ’ αὐτοῦ τινα ὡς ἐδόκουν ἐφελ‐ κόμεναι· κρίσις γὰρ αὕτη μία παρὰ πᾶσιν ἐκρατύνετο, μὴ ἂν φανῆναί τι κατ’ ἀνθρώπους ὃ τὸ Θεαγένους ὑπερβάλλοι κάλλος.
8
Aeth
.

3

.

4

.

1

Ἦμος δ’ ἠριγένεια φάνη ῥοδοδάκτυλος ἠώς —Ὅμηρος ἂν εἶπεν—ἐπεὶ δὲ τοῦ νεὼ τῆς Ἀρτέμιδος ἐξή‐ λασεν ἡ καλὴ καὶ σοφὴ Χαρίκλεια, τότε ὅτι καὶ Θεαγένην ἡττηθῆναί ποτε δυνατὸν ἔγνωμεν, ἀλλ’ ἡττηθῆναι τοσοῦτον
5ὅσον ἀκραιφνὲς γυναικεῖον κάλλος τοῦ πρώτου παρ’ ἀνδράσιν ἐπαγωγότερον.
Aeth
.

3

.

4

.

2

Ἤγετο μὲν γὰρ ἐφ’ ἁρμαμάξης ἀπὸ συνωρίδος λευκῆς βοῶν ἡνιοχουμένη, χιτῶνα δὲ ἁλουργὸν
ποδήρη χρυσαῖς ἀκτῖσι κατάπαστον ἠμφίεστο, ζώνην δὲ ἐπεβέβλητο τοῖς στέρνοις· καὶ ὁ τεχνησάμενος εἰς ἐκείνην102 in vol. 1
5τὸ πᾶν τῆς ἑαυτοῦ τέχνης κατέκλεισεν, οὔτε πρότερόν τι τοιοῦτον χαλκευσάμενος οὔτε αὖθις δυνησόμενος.
Aeth
.

3

.

4

.

3

Δυοῖν γὰρ δρακόντοιν τὰ μὲν οὐραῖα κατὰ τῶν μεταφρένων ἐδέσ‐ μευε τοὺς δὲ αὐχένας ὑπὸ τοὺς μαζοὺς παραμείψας καὶ εἰς βρόχον σκολιὸν διαπλέξας καὶ τὰς κεφαλὰς διολισθῆσαι τοῦ
5βρόχου συγχωρήσας, ὡς περίττωμα τοῦ δεσμοῦ κατὰ πλευ‐ ρὰν ἑκατέραν ἀπῃώρησεν.
Aeth
.

3

.

4

.

4

Εἶπες ἂν τοὺς ὄφεις οὐ δοκεῖν ἕρπειν ἀλλ’ ἕρπειν, οὐχ ὑπὸ βλοσυρῷ καὶ ἀπηνεῖ τῷ βλέμματι φοβεροὺς ἀλλ’ ὑγρῷ κώματι διαρρεομένους ὥσπερ ἀπὸ τοῦ κατὰ τὰ στέρνα τῆς κόρης ἱμέρου κατευναζομέ‐
5νους. Οἱ δὲ ἦσαν τὴν μὲν ὕλην χρυσοῖ τὴν χροιὰν δὲ κυανοῖ, ὁ γὰρ χρυσὸς ὑπὸ τῆς τέχνης ἐμελαίνετο ἵνα τὸ τραχὺ καὶ μεταβάλλον τῆς φολίδος τῷ ξανθῷ τὸ μελανθὲς κραθὲν ἐπι‐ δείξηται.
Aeth
.

3

.

4

.

5

Τοιαύτη μὲν ἡ ζώνη τῆς κόρης· ἡ κόμη δὲ οὔτε πάντῃ διάπλοκος οὔτε ἀσύνδετος, ἀλλ’ ἡ μὲν πολλὴ καὶ ὑπαυχένιος ὤμοις τε καὶ νώτοις ἐπεκύμαινε τὴν δὲ ἀπὸ κορυφῆς καὶ ἀπὸ μετώπου δάφνης ἁπαλοὶ κλῶνες ἔσ‐
5τεφον ῥοδοειδῆ τε καὶ ἡλιῶσαν διαδέοντες καὶ σοβεῖν ταῖς αὔραις ἔξω τοῦ πρέποντος οὐκ ἐφιέντες.
Aeth
.

3

.

4

.

6

Ἔφερε δὲ τῇ λαιᾷ μὲν τόξον ἐπίχρυσον ὑπὲρ ὦμον τὸν δεξιὸν τῆς φαρέτρας ἀπηρτημένης, τῇ θατέρᾳ δὲ λαμπάδιον ἡμμένον
καὶ οὕτως ἔχουσα πλέον ἀπὸ τῶν ὀφθαλμῶν σέλας ἢ τῶν103 in vol. 1
5δᾴδων ἀπηύγαζεν.»
Aeth
.

3

.

4

.

7

«Οὗτοι ἐκεῖνοι Χαρίκλεια καὶ Θεαγένης» ἀνεβόησεν ὁ Κνήμων. «Καὶ ποῦ γῆς οὗτοι δείκνυε πρὸς θεῶν» ἱκετεύων ὁ Καλάσιρις, ὁρᾶσθαι αὐτοὺς τῷ Κνήμωνι προσδοκήσας. Ὁ δὲ «ὦ πάτερ, θεωρεῖν αὐτοὺς
5καὶ ἀπόντας ᾠήθην, οὕτως ἐναργῶς τε καὶ οὓς οἶδα ἰδὼν ἡ παρὰ σοῦ διήγησις ὑπέδειξεν.»
Aeth
.

3

.

4

.

8

«Οὐκ οἶδα» εἶπεν «εἰ τοιούτους εἶδες οἵους αὐτοὺς κατ’ ἐκείνην τὴν ἡμέραν ἡ Ἑλλάς τε καὶ ὁ ἥλιος ἐθεάσατο, οὕτω μὲν περιβλέπτους οὕτω δὲ εὐδαιμονιζομένους καὶ τὴν μὲν ἀνδράσι τὸν δὲ
5γυναιξὶν εὐχὴν γινομένους. Τὴν γὰρ πρὸς θάτερον αὐτῶν συζυγίαν ἴσα καὶ ἀθανασίαν ἦγον, πλὴν ὅσον τὸν μὲν νεα‐ νίαν οἱ ἐγχώριοι τὴν κόρην δὲ οἱ Θετταλοὶ πλέον ἐθαύμα‐ ζον, ὃ πρῶτον ἔβλεπον ἑκάτεροι μᾶλλον ἀγάμενοι, ξένη γὰρ ὄψις τῆς συνήθους ἑτοιμότερον εἰς ἔκπληξιν.
Aeth
.

3

.

4

.

9

Ἀλλ’ ὢ τῆς ἡδείας ἀπάτης, ὢ τῆς γλυκείας οἰήσεως, ὅπως με ἀνεπτέρωσας ὁρᾶν τοὺς φιλτάτους καὶ δεικνύναι προσδοκη‐ θείς, ὦ Κνήμων. Σὺ δέ με καὶ παντάπασιν ἔοικας ἐξαπα‐
5τᾶν, ἥξειν γὰρ αὐτοὺς ὅσον οὐδέπω καὶ φανήσεσθαι παρὰ τὴν ἀρχὴν τοῦ λόγου διεγγυώμενος κἀπὶ τούτοις καὶ μισθὸν τὴν κατ’ αὐτοὺς ὑφήγησιν αἰτήσας ἑσπέρας οὔσης ἤδη καὶ νυκτὸς οὐδαμοῦ δεικνύναι παρόντας ἔχεις.»
Aeth
.

3

.

4

.

10

Καὶ ὃς «θάρσει» ἔφη «καὶ θυμὸν ἔχε ἀγαθὸν ὡς ἐκείνων ἀληθῶς ἡξόντων. Νῦν δὲ ἴσως τι κώλυμα γέγονε καὶ βράδιον ἢ κατὰ
τὰ συγκείμενα ἀφικνοῦνται, καὶ ἄλλως οὐδ’ ἂν παρόντας104 in vol. 1
5ἔδειξα μὴ τὸ πᾶν τοῦ μισθοῦ κομισάμενος· ὥστε, εἰ σπεύ‐ δεις τὴν θέαν, πλήρου τὴν ἐπαγγελίαν καὶ εἰς τέλος ἄγε τὴν διήγησιν.»
Aeth
.

3

.

4

.

11

«Ἐγὼ μὲν» εἶπεν «ἄλλως τε ὀκνῶ τὸ πρᾶγμα πρὸς ὑπόμνησίν με τῶν λυπούντων ἄγον καὶ σὲ ἀποκναίειν ᾠήθην ἀδολεσχίᾳ τοσαύτῃ προσκορῆ γεγενημέ‐ νον. Ἐπεὶ δὲ φιλήκοός τις εἶναί μοι φαίνῃ καὶ καλῶν
5ἀκουσμάτων ἀκόρεστος, φέρε ὅθεν ἐξέβην τὸν λόγον εἰσ‐ βάλωμεν ἁψάμενοί τε λύχνον πρότερον καὶ τὰ κοιταῖα τοῖς νυχίοις θεοῖς ἐπισπείσαντες, ὡς ἂν τῶν εἰωθότων τετελεσ‐ μένων ἐννυκτερεύειν ἡμῖν ἐπ’ ἀδείας τοῖς διηγήμασιν ἐγ‐ γίνοιτο.»
9
Aeth
.

3

.

5

.

1

Ταῦτα εἶπε καὶ λύχνος τε ἡμμένος εἰσεφέρετο, θεραπαινίδι τοῦτο τοῦ πρεσβύτου προστάξαντος, καὶ τὴν σπονδὴν ἀπέχεεν ἄλλους τε τῶν θεῶν καὶ τὸν Ἑρμῆν ἐπὶ πᾶσιν ἐπικαλούμενος, εὐόνειρόν τε ᾔτει τὴν νύκτα καὶ
5φανῆναι αὐτῷ τοὺς φιλτάτους κατὰ γοῦν τὸν ὕπνον ἱκέ‐ τευε.
Aeth
.

3

.

5

.

2

Καὶ τούτων τετελεσμένων «Ἐπειδὴ τοίνυν» ἔφη «ὦ Κνήμων, τὸ μνῆμα τοῦ Νεοπτολέμου τρίτον περι‐ εστοιχίσατο ἡ πομπὴ καὶ τρίτον οἱ ἔφηβοι τὴν ἵππον περιήλασαν, ὠλόλυξαν μὲν αἱ γυναῖκες ἠλάλαξαν δὲ οἱ
5ἄνδρες· τότε ὥσπερ ὑφ’ ἑνὶ συνθήματι βόες ἄρνες αἶγες ἱερεύοντο καθάπερ μιᾷ χειρὶ πᾶσι τῆς σφαγῆς ἐπενεχθεί‐ σης.
Aeth
.

3

.

5

.

3

Βωμόν τε παμμεγέθη σχίζαις μυρίαις φορτώ‐
σαντες καὶ τὰ νενομισμένα τῶν ἱερείων ἄκρα πάντα ἐπι‐ θέντες κατάρχειν τῆς σπονδῆς τὸν ἱερέα τοῦ Πυθίου καὶ τὸν βωμὸν ἀνάπτειν ἠξίουν· ὁ δὲ Χαρικλῆς τὴν μὲν σπον‐105 in vol. 1
5δὴν αὑτῷ προσήκειν ἔλεγε «τὸν βωμὸν δὲ ὁ τῆς θεωρίας ἄρχων ἁπτέτω παρὰ τῆς ζακόρου τὴν δᾷδα κομισάμενος, τοῦτο γὰρ ἔθος ὁ πάτριος διαγινώσκει νόμος.»
Aeth
.

3

.

5

.

4

Ταῦτα εἶπε, καὶ ὁ μὲν ἔσπενδε, τὸ πῦρ δὲ Θεαγένης ἐλάμβανεν· ὅτε, φίλε Κνήμων, καὶ ὅτι θεῖον ἡ ψυχὴ καὶ συγγενὲς ἄνωθεν τοῖς ἔργοις ἐπιστούμεθα· ὁμοῦ τε γὰρ ἀλλήλους
5ἑώρων οἱ νέοι καὶ ἤρων, ὥσπερ τῆς ψυχῆς ἐκ πρώτης ἐν‐ τεύξεως τὸ ὅμοιον ἐπιγνούσης καὶ πρὸς τὸ κατ’ ἀξίαν οἰκεῖον προσδραμούσης.
Aeth
.

3

.

5

.

5

Πρῶτον μὲν γὰρ ἀθρόον τι καὶ ἐπτοημένον ἔστησαν καὶ τὴν δᾷδα ὁλκότερον ἡ μὲν ἐνεχ‐ είριζεν ὁ δὲ ὑπεδέχετο, τοὺς ὀφθαλμοὺς ἀτενεῖς ἐπὶ πολὺ κατ’ ἀλλήλων πήξαντες ὥσπερ εἴ που γνωρίζοντες ἢ ἰδόντες
5πρότερον ταῖς μνήμαις ἀναπεμπάζοντες· εἶτα ἐμειδίασαν βραχύ τι καὶ κλεπτόμενον καὶ μόνῃ τῇ διαχύσει τοῦ βλέμμα‐ τος ἐλεγχόμενον.
Aeth
.

3

.

5

.

6

Ἔπειτα ὥσπερ καταιδεσθέντες τὸ γεγονὸς ἐπυρρίασαν, καὶ αὖθις, τοῦ πάθους οἶμαι καὶ τὴν καρδίαν ἐπιδραμόντος, ὠχρίασαν, καὶ ἁπλῶς μυρίον εἶδος ἐν ὀλίγῳ τῷ χρόνῳ τὰς ὄψεις ἀμφοῖν ἐπεπλανήθη καὶ μετα‐
5βολὴ παντοία χροιᾶς τε καὶ βλέμματος τῆς ψυχῆς τὸν σάλον κατηγοροῦσα.
Aeth
.

3

.

5

.

7

Ταῦτα δὲ τοὺς μὲν πολλούς, ὡς
εἰκός, ἐλάνθανεν ἄλλον πρὸς ἄλλην χρείαν τε καὶ διάνοιαν ὄντας, ἐλάνθανε δὲ καὶ τὸν Χαρικλέα τὴν πάτριον εὐχὴν καὶ ἐπίκλησιν καταγγέλλοντα· ἐγὼ δὲ πρὸς μίαν τὴν παρα‐106 in vol. 1
5τήρησιν τῶν νέων ἠσχολούμην, ἐξ ἐκείνου, Κνήμων, ἐξ οὗπερ ὁ χρησμὸς ἐπὶ Θεαγένει θυομένῳ κατὰ τὸν νεὼν ᾔδετο, πρὸς ὑπόνοιαν τῶν ἐσομένων ἀπὸ τῶν ὀνομάτων κεκινημένος. Ἀλλ’ οὐδὲ ἀκριβῶς οὐδὲν ἔτι τῶν ἑξῆς χρησ‐ θέντων συνέβαλλον.
9
Aeth
.

3

.

6

.

1

Ἐπεὶ δὲ ὀψέ ποτε καὶ ὥσπερ βιαίως τῆς κόρης ἀποσπώμενος ὁ Θεαγένης ὑπέθηκέ τε τὸ λαμπάδιον καὶ τὸν βωμὸν ἀνῆψεν, ἐλέλυτο μὲν ἡ πομπὴ πρὸς εὐωχίαν τῶν Θετταλῶν τραπέντων, ὁ δὲ ἄλλος δῆμος ἐπ’ οἶκον τὸν ἴδιον
5ἕκαστος ἀπεχώρησεν. Ἡ Χαρίκλεια δὲ ἐφεστρίδα λευκὴν ἐπιβαλομένη σὺν ὀλίγαις ταῖς συνήθεσιν ἐπὶ τὴν ἐν τῷ περιβόλῳ τοῦ νεὼ καταγωγὴν ὥρμησεν, οὐδὲ γὰρ ᾤκει σὺν τῷ νομιζομένῳ πατρὶ τῆς ἁγιστείας ἕνεκεν παντοίως ἑαυ‐ τὴν χωρίζουσα.
Aeth
.

3

.

6

.

2

Περιεργότερος τοίνυν ἐξ ὧν ἠκηκόειν τε καὶ ἑωράκειν γεγονὼς ἐντυγχάνω τῷ Χαρικλεῖ τοῦτο σπουδάσας· καὶ ὃς «εἶδες» ἠρώτα «τὸ ἀγλάϊσμα τὸ ἐμόν τε καὶ Δελφῶν, τὴν Χαρίκλειαν;» «Οὐ νῦν πρῶτον» ἔφην,
5«ἀλλὰ καὶ πρότερον πολλάκις, ὁσάκις δή μοι κατὰ τὸν νεὼν ἐνέτυχεν οὐχ ὡς ἄν τις ἐκ παρόδου—τοῦτο δὴ τὸ λεγό‐
μενον—ἀλλὰ καὶ συνέθυσα οὐκ ὀλιγάκις καὶ περὶ θείων τε καὶ ἀνθρωπίνων εἴ τί ποτε διαπορήσειεν ἠρώτησέ τε καὶ ἔμαθε.»107 in vol. 1
Aeth
.

3

.

6

.

3

«Τί οὖν δή σοι τὰ νῦν ἔδοξεν, ὦ ’γαθὲ Καλάσιρι; ἆρά τινα τῇ πομπῇ κόσμον ἤνεγκεν;» «Εὐφήμησον» εἶπον «ὦ Χαρίκλεις, ὥσπερ καὶ τὴν σελήνην εἰ διαπρέπει τῶν ἄλλων ἀστέρων ἠρώτας.» «Καὶ μὴν ἐπῄνουν τινὲς»
5εἶπε «καὶ τὸν Θετταλὸν νεανίσκον.» «Τὰ δεύτερα» ἦν δ’ ἐγὼ «καὶ τρίτα νέμοντες, τὴν δὲ κορωνίδα τῆς πομπῆς καὶ ὀφθαλμὸν ἀληθῶς τὴν σὴν θυγατέρα γνωρίζοντες.»
Aeth
.

3

.

6

.

4

Ἥδετο τούτοις ὁ Χαρικλῆς καί μοι ὁ σκοπὸς ἐκ τῶν ἀλη‐ θῶν ἠνύετο, θαρσεῖν μοι τὸν ἄνδρα βουλομένῳ παντοίως· καὶ μειδιάσας «πορεύομαι νῦν ὡς αὐτὴν» ἔλεγεν· «εἰ δέ σοι φίλον, συμπροθυμήθητι καὶ μή τι πρὸς τῆς ὀχλικῆς
5ἀηδίας ἐπιτέτριπται συνεπίσκεψαι.» Χαίρων μὲν ἐπένευον ἐνεδεικνύμην δὲ ὡς ἀσχολίας ἄλλης προὐργιαίτερον τίθεμαι τὸ κατ’ αὐτόν.
7
Aeth
.

3

.

7

.

1

Ἐπεὶ δὲ παρεγενόμεθα οὗ κατήγετο, καταλαμ‐ βάνομεν εἰσελθόντες ἐπὶ τῆς εὐνῆς ἀλύουσαν καὶ τοὺς ὀφθαλμοὺς τῷ ἔρωτι διαβρόχους· κἀπειδὴ τὸν πατέρα τὰ εἰωθότα περιεπτύξατο, πυνθανομένῳ τί πεπόνθοι τῆς κεφα‐
5λῆς ἄλγημα διοχλεῖν ἔλεγεν ἡδέως τε ἂν ἠρεμεῖν εἴ τις ἐπι‐ τρέποι.
Aeth
.

3

.

7

.

2

Πρὸς ταῦτα διαταραχθεὶς ὁ Χαρικλῆς ὑπεξῄει τε τοῦ θαλάμου σὺν ἡμῖν ἡσυχίαν ταῖς θεραπαίναις ἐπιτά‐ ξας, προελθών τε τῆς οἰκίας «τί ἄρα τοῦτο» ἔλεγεν «ὦ
’γαθὲ Καλάσιρι; τίς ἡ προσπεσοῦσα τῷ θυγατρίῳ μαλακία;»108 in vol. 1
5«Μὴ θαύμαζε» εἶπον «εἰ τοσούτοις ἐμπομπεύσασα δή‐ μοις ὀφθαλμόν τινα βάσκανον ἐπεσπάσατο.» Γελάσας οὖν εἰρωνικὸν «καὶ σὺ γὰρ» εἶπεν «ὡς ὁ πολὺς ὄχλος εἶναί τινα βασκανίαν ἐπίστευσας;» «Εἴπερ τι καὶ ἄλλο τῶν ἀληθῶν» ἔφην· «ἔχει γὰρ οὕτως.
Aeth
.

3

.

7

.

3

Ὁ περικεχυμένος ἡμῖν οὗτος ἀὴρ δι’ ὀφθαλμῶν τε καὶ ῥινῶν καὶ ἄσθματος καὶ τῶν ἄλλων πόρων εἰς τὰ βάθη διικνούμενος καὶ τῶν ἔξωθεν ποιοτήτων συνεισφερόμενος, οἷος ἂν εἰσρεύσῃ τοι‐
5οῦτο καὶ τοῖς δεξαμένοις πάθος ἐγκατέσπειρεν· ὥστε ὁπότ’ ἂν σὺν φθόνῳ τις ἴδῃ τὰ καλά, τὸ περιέχον τε δυσ‐ μενοῦς ποιότητος ἀνέπλησε καὶ τὸ παρ’ ἑαυτοῦ πνεῦμα πικρίας ἀνάμεστον εἰς τὸν πλησίον διερρίπισε, τὸ δὲ ἅτε λεπτομερὲς ἄχρις ἐπ’ ὀστέα καὶ μυελοὺς αὐτοὺς εἰσδύεται
10καὶ νόσος ἐγένετο πολλοῖς ὁ φθόνος, οἰκεῖον ὄνομα βασκα‐ νίαν ἐπιδεξάμενος.
Aeth
.

3

.

7

.

4

Ἤδη δὲ κἀκεῖνα σκόπησον, ὦ Χαρίκλεις, ὅσοι μὲν ὀφθαλμίας ὅσοι δὲ τῆς ἐκ λοιμῶν κα‐ ταστάσεως ἀνεπλήσθησαν θιγόντες μὲν οὐδαμῶς τῶν καμ‐ νόντων ἀλλ’ οὐδὲ εὐνῆς οὐδὲ τραπέζης τῆς αὐτῆς μετασ‐
5χόντες ἀέρος δὲ μόνον ταὐτοῦ κοινωνήσαντες.
Aeth
.

3

.

7

.

5

Τεκμη‐
ριούτω δέ σοι τὸν λόγον εἴπερ ἄλλο τι καὶ ἡ τῶν ἐρώτων γένεσις, οἷς τὰ ὁρώμενα τὴν ἀρχὴν ἐνδίδωσι οἷον ὑπήνεμα διὰ τῶν ὀφθαλμῶν τὰ πάθη ταῖς ψυχαῖς εἰστοξεύοντα. Καὶ109 in vol. 1
5μάλα γε εἰκότως, τῶν γὰρ ἐν ἡμῖν πόρων τε καὶ αἰσθήσεων πολυκίνητόν τε καὶ θερμότατον οὖσα ἡ ὄψις δεκτικωτέρα πρὸς τὰς ἀπορροίας γίνεται, τῷ κατ’ αὐτὴν ἐμπύρῳ πνεύ‐ ματι τὰς μεταβάσεις ἐρώτων ἐπισπωμένη.
8
Aeth
.

3

.

8

.

1

Εἰ δὲ χρή σοι καὶ παραδείγματος ἕνεκα λόγον τινὰ φυσικώτερον παραθέσθαι, βίβλοις ἱεραῖς ταῖς περὶ ζῴων ἀνάγραπτον, ὁ χαραδριὸς τοὺς ἰκτεριῶντας ἰᾶται καὶ ὁ τοῦτο πάσχων εἰ τῷ ὀρνέῳ προσβλέποι .... τὸ δὲ φεύγει
5καὶ ἀποστρέφεται τοὺς ὀφθαλμοὺς ἐπιμῦσαν, οὐ φθονοῦν ὡς οἴονταί τινες τῆς ὠφελείας ἀλλ’ ὅτι θεώμενος ἕλκειν καὶ μετασπᾶν εἰς ἑαυτὸν ὥσπερ ῥεῦμα πέφυκε τὸ πάθος καὶ διὰ τοῦτο ἐκκλίνει καθάπερ τρῶσιν τὴν ὅρασιν.
Aeth
.

3

.

8

.

2

Καὶ ὄφεων δὲ ὁ καλούμενος βασιλίσκος ὅτι καὶ πνεύματι μόνον καὶ βλέμματι πᾶν ἀφαυαίνει καὶ λυμαίνεται τὸ ὑποπῖπτον ἴσως ἀκήκοας· εἰ δέ τινες καὶ τοὺς φιλτάτους καὶ οἷς εὖνοι
5τυγχάνουσι καταβασκαίνουσιν οὐ χρὴ θαυμάζειν, φύσει γὰρ φθονερῶς ἔχοντες οὐχ ὃ βούλονται δρῶσιν ἀλλ’ ὃ πεφύκασι.110 in vol. 1
7
Aeth
.

3

.

9

.

1

Πρὸς ταῦτα μικρὸν ἐπιστήσας «τὸ μὲν ἀπό‐ ρημα» ἔφη «σοφώτατα καὶ πιστικώτατα διέλυσας· εἴθε δὲ καὶ αὐτὴ πόθου ποτὲ καὶ ἔρωτος αἴσθοιτο· τότε ἂν ὑγιαίνειν αὐτὴν οὐ νοσεῖν ὑπέλαβον· οἶσθα ὡς ἐπὶ τοῦτό
5σε καὶ παρεκάλεσα. Νῦν δὲ οὐδὲν δέος μὴ τοῦτο πέπονθεν ἡ μισόλεκτρος καὶ ἀνέραστος, ἀλλὰ βασκανίαν ἔοικε τῷ ὄντι νοσεῖν καὶ δῆλον ὡς καὶ ταύτην διαλῦσαι βουλήσῃ φίλος τε ὢν καὶ τὰ πάντα σοφός.» Ἐπηγγελλόμην εἴ τι πάσχου‐ σαν αἰσθοίμην εἰς δύναμιν βοηθήσειν.
9
Aeth
.

3

.

10

.

1

Καὶ περὶ τούτων ἔτι διασκοπουμένοις ἡμῖν ἐφί‐ σταταί τις ἐσπουδασμένος· καὶ «ὦ ’γαθοὶ» φησὶν «ὑμεῖς δὲ ὥσπερ ἐπὶ μάχην ἢ πόλεμον ἀλλ’ οὐκ εὐωχίαν κληθέν‐ τες οὕτω μέλλετε, ἣν παρασκευάζει μὲν ὁ κάλλιστος
5Θεαγένης ἐποπτεύει δὲ ὁ μέγιστος ἡρώων Νεοπτόλεμος. Δεῦρ’ ἴτε μηδὲ εἰς ἑσπέραν τὸ συμπόσιον παρέλκετε μόνοι τῶν πάντων ἀπολειπόμενοι.»
Aeth
.

3

.

10

.

2

Προσκύψας οὖν μοι πρὸς τὸ οὖς ὁ Χαρικλῆς «οὗτος» ἔφη «τὴν ἀπὸ ξύλου κλῆσιν ἥκει φέρων· ὡς λίαν ἀπροσδιόνυσος καὶ ταῦτα ὑποβεβρεγμένος· ἀλλ’ ἴωμεν, ὡς δέος μὴ καὶ πλη‐
5γὰς ἡμῖν ἐμφορήσῃ τελευτῶν.» «Σὺ μὲν παίζεις, ἴωμεν δ’ οὖν» ἔφην. Ἐπεὶ δὲ ἐπέστημεν, ἑαυτοῦ πλησίον τὸν Χαρικλέα κατέκλινεν ὁ Θεαγένης ἔνεμε δὲ ἄρα τι κἀμοὶ τιμῆς τοῦ Χαρικλέους ἕνεκεν.111 in vol. 1
Aeth
.

3

.

10

.

3

Τὰ μὲν οὖν ἄλλα τῆς εὐωχίας τί ἂν λέγων ἐνοχλοίην, τοὺς παρθενικοὺς χορούς, τὰς αὐλητρίδας, τὴν ἐνόπλιον τῶν ἐφήβων καὶ πυρρίχιον ὄρχησιν, τἄλλα οἷς τὸ πολυτελὲς τῶν ἐδεσμάτων ὁ Θεαγένης
5διῄτησεν, εὐόμιλόν τε καὶ ποτιμώτερον τὸ συμπόσιον ἀπερ‐ γαζόμενος; Ἀλλ’ ἃ δὴ μάλιστα σοί τε ἀκούειν ἀναγκαῖον ἐμοί τε λέγειν ἥδιον, ἐκεῖνα ἦν.
Aeth
.

3

.

10

.

4

Ὁ Θεαγένης ἐνεδεί‐ κνυτο μὲν ἱλαρὸς εἶναι καὶ φιλοφρονεῖσθαι τοὺς παρόντας ἐβιάζετο, ἡλίσκετο δὲ πρὸς ἐμοῦ τὴν διάνοιαν ὅποι φέροιτο, νῦν μὲν τὸ ὄμμα ἠνεμωμένος νῦν δὲ βύθιόν τι καὶ ἀπροφά‐
5σιστον ἐπιστένων καὶ ἄρτι μὲν κατηφής τε καὶ ὥσπερ ἐπ’ ἐννοίας ἄρτι δὲ ἀθρόον ἐπὶ τὸ φαιδρότερον ἑαυτὸν μετα‐ πλάττων, ὥσπερ ἐν συναισθήσει γινόμενος, καὶ ἑαυτὸν ἀνα‐ καλούμενος καὶ πρὸς πᾶσαν μεταβολὴν ῥᾳδίως ὑποφερόμε‐ νος.
Aeth
.

3

.

10

.

5

Διάνοια γὰρ ἐρῶντος ὅμοιόν τι καὶ μεθύοντος εὔτρεπτόν τε καὶ οὐδεμίαν ἕδραν ἀνεχόμενον, ἅτε τῆς ψυ‐ χῆς ἀμφοτέροις ἐφ’ ὑγροῦ τοῦ πάθους σαλευούσης· διὸ καὶ πρὸς μέθην ὁ ἐρῶν καὶ πρὸς τὸ ἐρᾶν ὁ μεθύων ἐπί‐
5φορος.
5
Aeth
.

3

.

11

.

1

Ὡς δὲ καὶ χάσμης ἀδημονούσης ἀνάπλεως ἐφαίνετο, τότε δὴ καὶ τοῖς ἄλλοις τῶν παρόντων κατάδηλος
ἦν οὐχ ὑγιαίνων ὥστε καὶ τὸν Χαρικλέα καθεωρακότα τὸ ἀνώμαλον ἡσυχῇ πρός με εἰπεῖν «ἀλλ’ ἦ καὶ τοῦτον βάσ‐112 in vol. 1
5κανος εἶδεν ὀφθαλμός, καὶ ταὐτόν μοι δοκεῖ πεπονθέναι τῇ Χαρικλείᾳ.» «Ταὐτὸν» ἔφην ἐγὼ «νὴ τὴν Ἶσιν, ὀρθῶς τε καὶ οὐκ ἀπεικότως εἴπερ καὶ ἐν τῇ πομπῇ μετ’ ἐκείνην διέπρεπε.»
Aeth
.

3

.

11

.

2

Ταῦτα μὲν ἡμεῖς, ἐπεὶ δὲ τὰς κύλικας ἔδει περιάγεσθαι, προέπινεν ὁ Θεαγένης καὶ ἄκων ἑκάστῳ φιλοτησίαν· ὡς δὲ εἰς ἐμὲ περιῆλθεν, «ἔχω τὴν φιλοφρόνησιν» εἰπόντος ὑποδεξαμένου δὲ οὐδαμῶς, ὀξύ
5τε καὶ διάπυρον ἐνεῖδεν, ὑπερορᾶσθαι προσδοκήσας. Συνεὶς οὖν ὁ Χαρικλῆς «οἴνου καὶ ἐδεσμάτων» εἶπε «τῶν ἐνε‐ ψυχωμένων ἀπέχεται.» Τοῦ δὲ τὴν αἰτίαν ἐρομένου «Μεμ‐ φίτης ἐστὶν» εἶπεν «Αἰγύπτιος καὶ προφήτης τῆς Ἴσιδος.»
Aeth
.

3

.

11

.

3

Ὁ δὴ Θεαγένης ὡς τὸν Αἰγύπτιον καὶ τὸν προφήτην ἤκουσεν, ἡδονῆς τε ἀθρόον ἐνεπλήσθη καὶ ὥσπερ οἱ θησαυρῷ τινι προστυχόντες ὀρθώσας ἑαυτὸν ὕδωρ τε αἰτή‐ σας καὶ πιὼν «ὦ σοφώτατε» εἶπεν «ἀλλὰ σύ γε ταύτην
5δέχου τὴν φιλοτησίαν ἣν ἀπὸ τῶν ἡδίστων σοι προέπιον, καὶ φιλίαν ἡμῖν ἥδε ἡ τράπεζα σπενδέσθω.» «Ἐσπείσθω»
ἔφην «καλὲ Θεάγενες, ἐμοὶ καὶ πάλαι οὖσα πρός σε», καὶ ὑποδεξάμενος ἔπινον.113 in vol. 1
Aeth
.

3

.

11

.

4

Καὶ τότε μὲν εἰς ταῦτα ἔληξε τὸ συμπόσιον καὶ ἀπηλλαττόμεθα ἐπ’ οἶκον τὸν ἴδιον ἕκασ‐ τος, πολλά με τοῦ Θεαγένους καὶ θερμότερα ἢ κατὰ τὴν προϋπάρχουσαν γνῶσιν κατασπασαμένου. Ἐπεὶ δὲ ἦλθον οὗ
5κατηγόμην ἄυπνος τὰ πρῶτα διῆγον ἐπὶ τῆς εὐνῆς ἄνω καὶ κάτω τὴν περὶ τῶν νέων φροντίδα στρέφων καὶ τοῦ χρησμοῦ τὰ τελευταῖα τί ἄρα βούλοιτο ἀνιχνεύων.
Aeth
.

3

.

11

.

5

Ἤδη δὲ μεσούσης τῆς νυκτὸς ὁρῶ τὸν Ἀπόλλω καὶ τὴν Ἄρτεμιν ὡς ᾤμην, εἴ γε ᾤμην ἀλλὰ μὴ ἀληθῶς ἑώρων· καὶ ὁ μὲν τὸν Θεαγένην ἡ δὲ τὴν Χαρίκλειαν ἐνεχείριζεν· ὀνομαστί τέ
5με προσκαλοῦντες «ὥρα σοι» ἔλεγον «εἰς τὴν ἐνεγκοῦ‐ σαν ἐπανήκειν, οὕτω γὰρ ὁ μοιρῶν ὑπαγορεύει θεσμός. Αὐτός τε οὖν ἔξιθι καὶ τούσδε ὑποδεξάμενος ἄγε, συν‐ εμπόρους ἴσα τε παισὶ ποιούμενος, καὶ παράπεμπε ἀπὸ τῆς Αἰγυπτίων ὅποι τε καὶ ὅπως τοῖς θεοῖς φίλον.»
9
Aeth
.

3

.

12

.

1

Ταῦτα εἰπόντες οἱ μὲν ἀπεχώρησαν ὅτι μὴ ὄναρ ἦν ἡ ὄψις ἀλλ’ ὕπαρ ἐνδειξάμενοι· ἐγὼ δὲ τὰ μὲν ἄλλα συνίειν ὡς ἑωράκειν, εἰς τίνας δὲ ἀνθρώπους ἢ εἰς τίνα γῆν παραπέμπεσθαι τοὺς νέους τοῖς θεοῖς φίλον ἠπόρουν.» Καὶ
5ὁ Κνήμων «ταῦτα μὲν» ἔφη «ὦ πάτερ, εἰς ὕστερον αὐτός τε ἔγνως ἐρεῖς τε πρὸς ἡμᾶς· ἀλλὰ τίνα δὴ τρόπον
ἔφασκες ἐνδεδεῖχθαί σοι τοὺς θεοὺς ὅτι μὴ ἐνύπνιον ἦλθον ἀλλ’ ἐναργῶς ἐφάνησαν;»114 in vol. 1
Aeth
.

3

.

12

.

2

«Ὃν τρόπον» εἶπεν «ὦ τέκνον, καὶ ὁ σοφὸς Ὅμηρος αἰνίττεται, οἱ πολλοὶ δὲ τὸ αἴνιγμα παρατρέχουσιν·
3
Ἴχνια γὰρ μετόπισθεν
4
5ὡς ἐκεῖνός που λέγει
5
ποδῶν ἠδὲ κνημάων
ῥεῖ’ ἔγνων ἀπιόντος, ἀρίγνωτοι δὲ θεοί περ.»
7
Aeth
.

3

.

12

.

3

«Ἀλλ’ ἦ καὶ αὐτὸς ἔοικα τῶν πολλῶν εἶναι καὶ τοῦτο ἴσως ἐλέγχειν, ὦ Καλάσιρι, βουλόμενος τῶν ἐπῶν ἐμνημό‐ νευσας, ὧν ἐγὼ τὴν μὲν ἐπιπολῆς διάνοιαν ὅτε περ καὶ τὴν λέξιν οἶδα ἐκδιδαχθεὶς τὴν δὲ ἐγκατεσπαρμένην αὐ‐
5τοῖς θεολογίαν ἠγνόηκα.»
5
Aeth
.

3

.

13

.

1

Μικρὸν οὖν ἐπιστήσας ὁ Καλάσιρις καὶ τὸν νοῦν πρὸς τὸ μυστικώτερον ἀνακινήσας «θεοὶ καὶ δαί‐ μονες» εἶπεν «ὦ Κνήμων, ἐπιφοιτῶντές τε ἡμᾶς καὶ ἀπο‐ φοιτῶντες εἰς ἄλλο μὲν ζῷον ἐπ’ ἐλάχιστον εἰς ἀνθρώπους
5δὲ ἐπὶ πλεῖστον ἑαυτοὺς εἰδοποιοῦσι, τῷ ὁμοίῳ πλέον ἡμᾶς εἰς τὴν φαντασίαν ὑπαγόμενοι.
Aeth
.

3

.

13

.

2

Τοὺς μὲν δὴ βεβήλους κἂν διαλάθοιεν τὴν δὲ σοφοῦ γνῶσιν οὐκ ἂν διαφύγοιεν, ἀλλὰ τοῖς τε ὀφθαλμοῖς ἂν γνωσθεῖεν ἀτενὲς διόλου βλέ‐ ποντες καὶ τὸ βλέφαρον οὔποτε ἐπιμύοντες καὶ τῷ βαδίσ‐
5ματι πλέον, οὐ κατὰ διάστασιν τοῖν ποδοῖν οὐδὲ μετάθεσιν
ἀνυομένῳ ἀλλὰ κατά τινα ῥύμην ἀέριον καὶ ὁρμὴν ἀπαρα‐ πόδιστον τεμνόντων μᾶλλον τὸ περιέχον ἢ διαπορευομέ‐ νων.115 in vol. 1
Aeth
.

3

.

13

.

3

Διὸ δὴ καὶ τὰ ἀγάλματα τῶν θεῶν Αἰγύπτιοι τὼ πόδε ζευγνύοντες καὶ ὥσπερ ἑνοῦντες ἱστᾶσιν· ἃ δὴ καὶ Ὅμηρος εἰδώς, ἅτε Αἰγύπτιος καὶ τὴν ἱερὰν παίδευσιν ἐκδιδαχθείς, συμβολικῶς τοῖς ἔπεσιν ἐναπέθετο τοῖς δυνα‐
5μένοις συνιέναι γνωρίζειν καταλιπών, ἐπὶ μὲν τῆς Ἀθηνᾶς
5
δεινὼ δέ οἱ ὄσσε φάανθεν
6 εἰπών, ἐπὶ δὲ τοῦ Ποσειδῶνος τὸ
7
ἴχνια γὰρ μετόπισθε ποδῶν ἠδὲ κνημάων
ῥεῖ’ ἔγνων ἀπιόντος,
9
10οἷον ῥέοντος ἐν τῇ πορείᾳ· τοῦτο γάρ ἐστι τὸ ῥεῖ’ ἀπιόν‐ τος καὶ οὐχ ὥς τινες ἠπάτηνται, ῥᾳδίως ἔγνων ὑπολαμβά‐ νοντες.»
12
Aeth
.

3

.

14

.

1

«Ταῦτά με, ὦ θειότατε, μεμύηκας» ἔφη ὁ Κνήμων· «Αἰγύπτιον δὲ Ὅμηρον ἀποκαλοῦντός σου πολλά‐ κις, ὃ τῶν πάντων ἴσως οὐδεὶς ἀκήκοεν εἰς τὴν σήμερον, οὐδὲ ἀπιστεῖν ἔχω καὶ σφόδρα θαυμάζων ἱκετεύω μὴ παρα‐
5δραμεῖν σε τοῦ λόγου τὴν ἀκρίβειαν.» «Ὦ Κνήμων» ἔφην «εἰ καὶ ἔξωρον τὸ περὶ τούτων νυνὶ διαλαμβάνειν ἀλλ’ ὅμως ἀκούοις ἂν ἐπιτέμνοντος.
Aeth
.

3

.

14

.

2

Ὅμηρος, ὦ φίλος, ὑπ’ ἄλλων μὲν ἄλλοθεν ὀνομαζέσθω καὶ πατρὶς ἔστω τῷ
σοφῷ πᾶσα πόλις· ἦν δὲ εἰς ἀλήθειαν ἡμεδαπὸς Αἰγύπτιος καὶ πόλις αὐτῷ Θῆβαι, «αἳ ἑκατόμπυλοί εἰσι» κατ’ αὐτὸν116 in vol. 1
5ἐκεῖνον. Πατὴρ δὲ τὸ μὲν δοκεῖν προφήτης τὸ δὲ ἀψευδὲς Ἑρμῆς, οὗπερ ἦν ὁ δοκῶν πατὴρ προφήτης· τῇ γὰρ τούτου γαμετῇ τελούσῃ τινὰ πάτριον ἁγιστείαν καὶ κατὰ τὸ ἱερὸν καθευδούσῃ συνῆλθεν ὁ δαίμων καὶ ποιεῖ τὸν Ὅμηρον φέ‐ ροντά τι τῆς ἀνομοίου μίξεως σύμβολον.
Aeth
.

3

.

14

.

3

Θατέρῳ γὰρ τοῖν μηροῖν αὐτόθεν ἐξ ὠδίνων πολύ τι μῆκος τριχῶν ἐπε‐ πόλαζεν, ὅθεν παρ’ ἄλλοις τε καὶ οὐχ ἥκιστα παρ’ Ἕλλησιν ἀλητεύων καὶ τὴν ποίησιν ᾄδων τοῦ ὀνόματος ἔτυχεν, αὐτὸς
5μὲν τὸ ἴδιον οὐ λέγων ἀλλ’ οὐδὲ πόλιν ἢ γένος ὀνομάζων τῶν δὲ ἐγνωκότων τὸ περὶ τὸ σῶμα πάθος εἰς ὄνομα κροτη‐ σάντων.»
Aeth
.

3

.

14

.

4

«Τί δὲ σκοπῶν, ὦ πάτερ, ἐσιώπα τὴν ἐνεγ‐ κοῦσαν;» «Ἤτοι τὸ φυγὰς εἶναι καταιδούμενος, ἐδιώχθη γὰρ ὑπὸ τοῦ πατρὸς ὅτε ἐξ ἐφήβων εἰς τοὺς ἱερωμένους ἐνεκρίνετο, ἀπὸ τοῦ κηλῖδα φέρειν ἐπὶ τοῦ σώματος νόθος
5εἶναι γνωρισθείς, ἢ καὶ τοῦτο σοφίᾳ κατεργαζόμενος κἀκ τοῦ τὴν οὖσαν ἀποκρύπτειν πᾶσαν ἑαυτῷ πόλιν [πατρίδα] μνώ‐ μενος.»
7
Aeth
.

3

.

15

.

1

«Ταῦτα μὲν εὖ τε καὶ ἀληθῶς μοι λέγειν ἔδοξας, τεκμαιρομένῳ τῆς τε ποιήσεως τοῦ ἀνδρὸς τὸ ᾐνιγμένον τε
καὶ ἡδονῇ πάσῃ σύγκρατον, ὡς Αἰγύπτιον, καὶ τὸ τῆς φύ‐ σεως ὑπερέχον, ὡς οὐκ ἂν οὕτω τοὺς πάντας ὑπερβαλλό‐117 in vol. 1
5μενον εἰ μή τινος θείας καὶ δαιμονίας ὡς ἀληθῶς μετέσχε καταβολῆς. Ἀλλ’ ἐπειδὴ τοὺς θεοὺς ὁμηρικῶς ἐφώρασας, ὦ Καλάσιρι, τίνα τὰ μετὰ ταῦτα εἰπέ μοι.»
Aeth
.

3

.

15

.

2

«Τοῖς προτέροις, ὦ Κνήμων, ὅμοια· πάλιν ἀγρυπνίαι καὶ βουλεύ‐ ματα καὶ νυκτῶν φίλαι φροντίδες.
Aeth
.

3

.

15

.

3

Ἔχαιρον, εὑρηκέναι τι τῶν οὐ προσδοκωμένων ἐλπίζων καὶ εἰς τὴν ἐνεγκοῦσαν ἐπανήξειν προσδοκῶν· ἠνιώμην δέ, ὁ Χαρικλῆς ὅτι στερή‐ σεται τῆς θυγατρὸς ἐννοῶν· ἠπόρουν, ὅτῳ δεήσει τρόπῳ
5τοὺς νέους συναγαγεῖν καὶ κατασκευάσαι τὴν ἔξοδον συμ‐ φρονῶν· τὸν δρασμὸν ἠγωνίων ὅπως μὲν λήσομεν ὅποι δὲ τραπῶμεν καὶ πότερον διὰ γῆς ἢ θαλαττεύοντες, καὶ ἁπλῶς κλύδων μέ τις εἶχε φροντισμάτων ἄυπνός τε τὸ λειπόμενον ἐταλαιπώρουν τῆς νυκτός.
9
Aeth
.

3

.

16

.

1

Οὔπω δὲ ἡμέρας ἀκριβῶς ὑποφαινούσης ἐψό‐ φει τε ἡ μέταυλος καί τινος ᾐσθόμην καλοῦντος «παι‐ δίον». Ἐρομένου δὲ τοῦ ὑπηρέτου τίς ὁ κόπτων τὴν θύραν ἢ κατὰ ποίαν τὴν χρείαν «ἀπάγγελλε» εἶπεν ὁ καλῶν
5«ὅτι Θεαγένης ὁ Θετταλός.»
Aeth
.

3

.

16

.

2

Ἥσθην ἀπαγγελθέντα μοι τὸν νεανίαν καὶ εἰσκαλεῖν ἐκέλευον, ἐνδιδόναι μοι ταὐ‐ τόματον ἀρχὴν τῶν ἐν χερσὶ βουλῶν ἡγησάμενος· ἐτεκ‐
μαιρόμην γὰρ ὅτι με παρὰ τὸ συμπόσιον Αἰγύπτιον καὶ προ‐118 in vol. 1
5φήτην ἀκηκοὼς ἥκει συνεργὸν πρὸς τὸν ἔρωτα ληψόμενος, πάσχων οἶμαι τὸ τῶν πολλῶν πάθος οἳ τὴν Αἰγυπτίων σοφίαν μίαν καὶ τὴν αὐτὴν ἠπάτηνται κακῶς εἰδότες.
Aeth
.

3

.

16

.

3

Ἡ μὲν γάρ τις ἐστὶ δημώδης καὶ ὡς ἄν τις εἴποι χαμαὶ ἐρχομένη, εἰδώλων θεράπαινα καὶ περὶ σώματα νεκρῶν εἰλουμένη, βοτάναις προστετηκυῖα καὶ ἐπῳδαῖς ἐπανέχουσα, πρὸς οὐδὲν ἀγαθὸν τέλος οὔτε αὐτὴ προϊοῦσα οὔτε τοὺς
5χρωμένους φέρουσα, ἀλλ’ αὐτὴ περὶ αὑτὴν τὰ πολλὰ πταί‐ ουσα λυπρὰ δέ τινα καὶ γλίσχρα ἔστιν ὅτε κατορθοῦσα, φαντασίας τῶν μὴ ὄντων ὡς ὄντων καὶ ἀποτυχίας τῶν ἐλ‐ πιζομένων, πράξεων ἀθεμίτων εὑρέτις καὶ ἡδονῶν ἀκολάσ‐ των ὑπηρέτις.
Aeth
.

3

.

16

.

4

Ἡ δὲ ἑτέρα, τέκνον, ἡ ἀληθῶς σοφία, ἧς αὕτη παρωνύμως ἐνοθεύθη, ἣν ἱερεῖς καὶ προφητικὸν γένος ἐκ νέων ἀσκοῦμεν, ἄνω πρὸς τὰ οὐράνια βλέπει, θεῶν συνόμιλος καὶ φύσεως κρειττόνων μέτοχος, ἄστρων κίνησιν
5ἐρευνῶσα καὶ μελλόντων πρόγνωσιν κερδαίνουσα, τῶν μὲν γηΐνων τούτων κακῶν ἀποστατοῦσα πάντα δὲ πρὸς τὸ καλὸν καὶ ὅτι ἀνθρώποις ὠφέλιμον ἐπιτηδεύουσα·
Aeth
.

3

.

16

.

5

δι’ ἣν κἀγὼ τῆς ἐνεγκούσης εἰς καιρὸν ἐξέστην, εἴ πῃ, καθὼς καὶ πρότερόν σοι διῆλθον, τὰ προρρηθέντα μοι παρ’ αὐτῆς καὶ τὸν τῶν ἐμῶν παίδων κατ’ ἀλλήλων πόλεμον περιγρά‐
5ψαιμι. Ταῦτα μὲν οὖν θεοῖς τε τοῖς ἄλλοις καὶ μοίραις
ἐπιτετράφθω οἳ τοῦ ποιεῖν τε καὶ μὴ τὸ κράτος ἔχουσιν, οἳ καὶ τὴν φυγήν μοι τὴν ἐκ τῆς ἐνεγκούσης οὐ διὰ ταῦτα πλέον ὡς ἔοικεν ἢ τὴν Χαρικλείας εὕρεσιν ἐπέβαλλον, καὶ τοῦτο μὲν ὅπως εἴσῃ τοῖς ἑξῆς.119 in vol. 1
9
Aeth
.

3

.

17

.

1

Τὸν δὲ Θεαγένην ἐπειδήπερ εἰσῆλθεν ἀσπα‐ σάμενον ἀμειψάμενος ἐμαυτοῦ τε πλησίον ἐπὶ τῆς εὐνῆς ἐκάθιζον καὶ «τί χρέος ὄρθριόν σε ἄγει παρ’ ἡμᾶς;» ἠρώ‐ των. Ὁ δὲ τὸ πρόσωπον ἐπὶ πολὺ καταψήσας «ἀγωνιῶ
5μὲν» ἔφη «περὶ τοῦ παντός, ἐρυθριῶ δὲ ἐκφαίνειν»· καὶ ἐσιώπησεν. Ἔγνων οὖν καιρὸν εἶναι τερατεύεσθαι πρὸς αὐτὸν καὶ μαντεύεσθαι δῆθεν ἅπερ ἐγίνωσκον.
Aeth
.

3

.

17

.

2

Ἱλαρώ‐ τερον οὖν αὐτῷ προσβλέψας «εἰ καὶ αὐτὸς λέγειν ὀκ‐ νεῖς» ἔφην «ἀλλὰ τῇ γε ἡμετέρᾳ σοφίᾳ καὶ θεοῖς οὐδὲν ἄγνωστον.» Καὶ ἐπιστήσας ὀλίγον καὶ ψήφους τινὰς οὐδὲν
5καταριθμούσας ἐπὶ δακτύλων συντιθεὶς τήν τε κόμην δια‐ σείσας καὶ τοὺς κατόχους μιμούμενος «ἐρᾷς» εἶπον «ὦ τέκνον.» Ἀνήλατο πρὸς τὴν μαντείαν, ὡς δὲ ὅτι «καὶ Χαρικλείας» προσέθηκα, τοῦτ’ ἐκεῖνο θεοκλυτεῖν με νομί‐ σας μικροῦ μὲν καὶ προσεκύνει πεσών.
Aeth
.

3

.

17

.

3

Ἐμοῦ δὲ ἐπέ‐ χοντος ἐφίλει πολλὰ τὴν κεφαλὴν προσελθών, τοῖς τε θεοῖς ὡμολόγει χάριν, οὐκ ἐσφαλμένος, ὡς ἔλεγεν, ὧν προσεδό‐ κησε, σωτῆρά τέ με γενέσθαι παρεκάλει· μὴ γὰρ ἂν περισω‐
5θῆναι βοηθείας καὶ ταύτης ταχείας ἀποτυχόντα, τοσοῦτον αὐτῷ τὸ κακὸν ἐνσκῆψαι καὶ οὕτως ὑπὸ τοῦ πόθου φλέγεσθαι, πρῶτον καὶ ταῦτα πειρώμενον ἔρωτος.120 in vol. 1
Aeth
.

3

.

17

.

4

Ὁμιλίας γὰρ ἔτι γυναικὸς ἀπείρατος εἶναι διετείνετο πολλὰ διομνύμενος· ἀεὶ γὰρ διαπτύσαι πάσας καὶ γάμον αὐτὸν καὶ ἔρωτας εἴ τινος ἀκούσειεν, ἕως τὸ Χαρικλείας αὐτὸν διήλεγξε κάλλος
5ὅτι μὴ φύσει καρτερικὸς ἦν ἀλλ’ ἀξιεράστου γυναικὸς εἰς τὴν παρελθοῦσαν ἀθέατος. Καὶ ταῦτα λέγων ἐπεδάκρυεν ὥσπερ ὅτι πρὸς βίαν ἥττηται κόρης ἐνδεικνύμενος.
Aeth
.

3

.

17

.

5

Ἀνελάμβανον οὖν αὐτὸν καὶ «θάρσει» ἔλεγον «ἐπειδήπερ ἅπαξ καταπέφευγας ἐφ’ ἡμᾶς· οὐχ οὕτως ἐκείνη κρείττων ἔσται τῆς ἡμετέρας σοφίας. Ἔστι μὲν αὐστηροτέρα καὶ κατενεχθῆναι πρὸς ἔρωτα δύσμαχος, Ἀφροδίτην καὶ
5γάμον ἀτιμάζουσα καὶ μέχρις ὀνόματος· ἀλλὰ διὰ σὲ πάντα κινητέον· τέχνη καὶ φύσιν οἶδε βιάζεσθαι· μόνον εὔθυμος εἶναι καὶ ὑφηγουμένῳ τὰ δέοντα πείθεσθαι πράττειν.» Ἐπηγγέλλετο ἅπαντα ποιήσειν ὡς ἂν ἐγὼ προστάττω κἂν εἰ ξιφῶν ἐπιβαίνειν κελεύοιμι.
9
Aeth
.

3

.

18

.

1

Λιπαροῦντος δὴ περὶ τούτων καὶ μισθὸν ἅπασαν ὑπισχνουμένου τὴν οὐσίαν ἥκων τις παρὰ τοῦ Χαρικλέους «δεῖταί σου Χαρικλῆς» ἔλεγεν «ἀφικέσθαι παρ’ αὐτόν· ἔστι δὲ πλησίον ἐνταῦθα ἐν τῷ Ἀπολλωνίῳ καὶ
5ὕμνον ἀποθύει τῷ θεῷ τεταραγμένος τι κατὰ τοὺς ὕπνους.»
Ἐξανίσταμαι παραχρῆμα καὶ τὸν Θεαγένην ἀποπέμψας ἐπὶ τὸν νεὼν ἀφικόμενος ἐπὶ θώκου τινὸς καταλαμβάνω τὸν Χαρικλέα καθήμενον ἄγαν περίλυπον καὶ συνεχῶς ἐπιστέ‐ νοντα.121 in vol. 1
Aeth
.

3

.

18

.

2

Προσελθὼν οὖν «τί σύννους καὶ σκυθρωπὸς εἶ;» ἠρώτων. Ὁ δὲ «τί γὰρ οὐ μέλλω» φησὶν «ὀνειράτων τέ με διαταραξάντων καὶ τῆς θυγατρός, ὡς ἐπυθόμην, ἀη‐ δέστερον διατεθείσης καὶ τὴν νύκτα πᾶσαν ἄυπνον διαγα‐
5γούσης; Ἐμὲ δὲ λυπεῖ μὲν καὶ ἄλλως οὐχ ὑγιαίνουσα, πλέον δὲ ὅτι τῆς κυρίας τοῦ ἀγῶνος εἰς τὴν ἑξῆς ἐνεστηκυίας, εἰς ἣν τοῖς ὁπλίταις δρομεῦσι δᾷδας ἀναφαίνειν καὶ βρα‐ βεύειν τὴν ζάκορον νόμιμον, δυοῖν θάτερον ἀνάγκη, ἢ ταύτην ἀπολειπομένην λυμαίνεσθαι τὸ πάτριον ἢ καὶ ἄκου‐
10σαν ἀφικνουμένην ἐπιτρίβεσθαι χαλεπώτερον.
Aeth
.

3

.

18

.

3

Ὥστε εἰ καὶ μὴ πρότερον ἀλλὰ νῦν γε ἐπαρκῶν καί τινα προσά‐ γων ἴασιν δικαίως μὲν ἂν πρὸς ἡμᾶς καὶ φιλίαν τὴν ἡμε‐ τέραν εὐσεβῶς δὲ πρὸς τὸ θεῖον ποιοίης. Οἶδα ὡς οὐδὲν
5ἐργῶδες βουλομένῳ σοι τὸ πρᾶγμα, βασκανίαν ὡς αὐτὸς ἔφης ἰάσασθαι· προφήταις καὶ τὰ μέγιστα κατορθοῦν οὐκ ἀδύνατον.» Ὡμολόγουν ἠμεληκέναι, σοφιστεύων καὶ πρὸς ἐκεῖνον, καὶ τὴν παροῦσαν ἐνδοῦναι παρεκάλουν, ἔχειν γάρ τι συνθεῖναι πρὸς τὴν ἴασιν.
Aeth
.

3

.

18

.

4

«Τὸ δὲ νυνὶ παρὰ τὴν κόρην ἴωμεν» ἔφην «ἐπισκεψόμενοί τε ἀκριβέστερον καὶ παραμυθησόμενοι πρὸς ὅσον δυνατόν. Ἅμα δέ, ὦ Χαρίκλεις, βούλομαί σε καὶ λόγους τινὰς ὑπὲρ ἐμοῦ κινῆσαι πρὸς τὴν
5παῖδα καὶ γνωριμώτερον ἀποφῆναι παρακαταθέμενον, ὅπως ἂν οἰκειότερον ἔχουσα πρός με θαρραλεώτερον ἰώμενον προσίηται.» «Γινέσθω ταῦτα» ἔφη «καὶ ἀπίωμεν.»122 in vol. 1
7
Aeth
.

3

.

19

.

1

Ἐπειδὴ οὖν ἐπέστημεν τῇ Χαρικλείᾳ τὰ μὲν πολλὰ τί ἄν τις λέγοι; Δεδούλωτο μὲν γὰρ ὁλοσχερῶς τῷ πάθει καὶ τήν τε παρειὰν ἤδη τὸ ἄνθος ἔφευγε καὶ τὸ φλέγον τοῦ βλέμματος καθάπερ ὕδασιν ἐῴκει τοῖς δάκρυσιν
5ἀποσβεννύμενον. Κατέστελλε δ’ οὖν ὅμως ἑαυτὴν ἐπειδήπερ ἡμᾶς ἐθεάσατο καὶ πρὸς τὸ σύνηθες βλέμμα καὶ φθέγμα παντοίως ἐπανάγειν ἐβιάζετο.
Aeth
.

3

.

19

.

2

Περιβαλὼν δὲ αὐτὴν ὁ Χαρικλῆς καὶ μυρία φιλήσας καὶ θεραπείας οὐδὲν ἀπολι‐ πὼν «ὦ θυγάτριον, ὦ τέκνον» ἔλεγεν «ἐμὲ τὸν πατέρα κρύπτεις ὃ πάσχεις; καὶ βασκανίαν ὑποστᾶσα σιωπᾷς
5ὥσπερ ἀδικοῦσα καὶ οὐκ ἠδικημένη παρὰ τῶν κακῶς ἰδόν‐ των σε ὀφθαλμῶν;
Aeth
.

3

.

19

.

3

Ἀλλὰ θάρσει· παρακέκληται Καλά‐ σιρις ὅδε ὁ σοφὸς ἴασίν τινά σοι πορίσασθαι. Δυνατὸς δὲ ὁ ἀνὴρ ἄριστος ὢν εἴπερ τις ἄλλος τὴν θείαν τέχνην, ἅτε προφητικὸς τὸν βίον καὶ ἱεροῖς ἐκ παίδων ἀνακείμενος καὶ
5τὸ μεῖζον εἰς προσθήκην ἡμῖν ἐς τὰ μάλιστα φίλος ὤν, ὥστε εἰκότα ἂν ποιοίης εἰ προσδέχοιό τε ἀκωλύτως ἐπᾴ‐ δειν τε καὶ ἄλλως ἰᾶσθαι βουλομένῳ σαυτὴν παρέχοις
οὐδὲ ἄλλως οὖσα πρὸς τὸ λόγιον γένος ἀπρόσμικτος.»123 in vol. 1
Aeth
.

3

.

19

.

4

Ἐσιώπα μὲν ἐπένευε δ’ οὖν ἡ Χαρίκλεια καθάπερ ἀσ‐ μένη τὴν ἐπ’ ἐμοὶ συμβουλὴν προσιεμένη. Καὶ τότε μὲν ἐπὶ τούτοις ἀπηλλάγημεν, ὑπομνήσαντός με τοῦ Χαρι‐ κλέους καὶ ὧν πρότερον παρεκάλεσεν ἐπιμεληθῆναι καὶ
5φροντίζειν εἴ πῃ τῇ Χαρικλείᾳ δυναίμην ἔφεσίν τινα γά‐ μων καὶ ἀνδρῶν ἐμποιῆσαι. Ἀπέπεμπον οὖν εὔθυμον οὐκ εἰς μακρὰν ἀνυσθήσεσθαι αὐτῷ τὴν βούλησιν ἐπαγγειλά‐
μενος.»124 in vol. 1
Aeth
.

4

.

1

.

1

«Τῇ δὲ ὑστεραίᾳ ὁ μὲν Πυθίων ἀγὼν ἔληγεν ὁ δὲ τῶν νέων ἐπήκμαζεν ἀγωνοθετοῦντος, οἶμαι, καὶ βρα‐ βεύοντος Ἔρωτος καὶ δι’ ἀθλητῶν δύο τούτων καὶ μόνων οὓς ἐζεύξατο μέγιστον ἀγώνων τὸν ἴδιον ἀποφῆναι φιλο‐
5νεικήσαντος. Γίνεται γάρ τι τοιοῦτον· ἐθεώρει μὲν ἡ Ἑλ‐ λὰς ἠθλοθέτουν δὲ οἱ Ἀμφικτύονες. Ἐπειδὴ τοίνυν τὰ ἄλλα μεγαλοπρεπῶς ἐτετέλεστο, δρόμων ἅμιλλαι καὶ πάλης συμπλοκαὶ καὶ πυγμῆς χειρονομίαι, τέλος ὁ μὲν κῆρυξ «Ἄνδρες ὁπλῖται παριόντων» ἀνεβόησεν.
Aeth
.

4

.

1

.

2

Ἡ ζάκο‐ ρος δὲ ἡ Χαρίκλεια κατ’ ἄκρον τὸ στάδιον ἀθρόον ἐξέλαμψεν, ἀφιγμένη καὶ ἄκουσα διὰ τὸ πάτριον ἢ πλέον, ἐμοὶ δοκεῖν, ὄψεσθαί που τὸν Θεαγένην ἐλπίζουσα, τῇ λαιᾷ μὲν ἡμμένον
5πυρφοροῦσα λαμπάδιον θατέρᾳ δὲ φοίνικος ἔρνος προβεβλη‐ μένη, καὶ φανεῖσα πᾶν μὲν τὸ θέατρον ἐφ’ ἑαυτὴν ἐπέσ‐ τρεψεν, ἔφθη δὲ τάχα οὐδεὶς τὸν Θεαγένους ὀφθαλμόν, ὀξὺς γὰρ ἰδεῖν ὁ ἐρῶν τὸ ποθούμενον.
Aeth
.

4

.

1

.

3

Ἐκεῖνος δὲ ἄρα καὶ προακηκοὼς τὸ ἐσόμενον πρὸς μίαν τὸν νοῦν ἠσχό‐ λει τὴν παρατήρησιν ὥστε οὐδὲ σιωπᾶν ἐκαρτέρησεν ἀλλ’ ἠρέμα πρός με, καθῆστο δέ μου πλησίον ἐξεπίτηδες «Αὕτη
2 in vol. 2
5ἐκείνη» ἔφη «Χαρίκλεια». Καὶ τῷ μὲν ἠρεμεῖν ἐπέταττον.
5
Aeth
.

4

.

2

.

1

Πρὸς δὲ τὴν κλῆσιν τοῦ κήρυκος παρῄει τις εὐσταλῶς ὡπλισμένος μέγα τε φρονῶν καὶ μόνος ἐπίδοξος, ὡς ἐδόκει, καὶ πολλοὺς ἤδη πρότερον ἀγῶνας ἀναδησάμενος τότε δὲ τὸν ἀνταγωνιούμενον οὐκ ἔχων, οὐδενὸς οἶμαι θαρ‐
5σήσαντος τὴν ἅμιλλαν· Ἀπέπεμπον οὖν αὐτὸν οἱ Ἀμφι‐ κτύονες, οὐ γὰρ ἐπιτρέπειν τὸν νόμον οὐκ ἀγωνισαμένῳ στέφανον ἀποκληροῦν. ὁ δὲ καλεῖσθαι τὸν βουλόμενον ὑπὸ τοῦ κήρυκος εἰς τὴν ἀγωνίαν ἠξίου· ἔταττον οἱ ἀθλοθέται καὶ ἀνεῖπεν ὁ κῆρυξ ἥκειν τὸν ἐπελευσόμενον.
Aeth
.

4

.

2

.

2

Ὁ δὴ Θεαγένης «Οὗτος ἐμὲ καλεῖ» πρός με ἔφησεν· ἐμοῦ δὲ «Πῶς τοῦτο λέγεις;» εἰπόντος «Οὕτως» εἶπεν «ὡς ἔσται, ὦ πάτερ· οὐ γάρ τις ἐμοῦ παρόντος καὶ ὁρῶντος
5ἕτερος ἐκ τῶν Χαρικλείας χειρῶν τὸ νικητήριον ἀποίσε‐ ται.» «Τὴν δὲ ἀποτυχίαν» ἔφην «καὶ τὴν ἐκ ταύτης ἀδοξίαν οὐδαμοῦ τίθεσαι;»
Aeth
.

4

.

2

.

3

«Καὶ τίς οὕτως» εἶπεν «ἰδεῖν καὶ πλησιάσαι Χαρικλείᾳ μανικῶς ἐσπούδακεν ὥστ’ ἐμὲ παραδραμεῖν; Τίνα δὲ οὕτως ἡ ὄψις ἐκείνης τάχα καὶ
πτερῶσαι δύναται καὶ μετάρσιον ἐπισπάσασθαι; Οὐκ οἶσθα3 in vol. 2
5ὅτι καὶ τὸν Ἔρωτα πτεροῦσιν οἱ γράφοντες, τὸ εὐκίνητον τῶν ὑπ’ αὐτοῦ κεκρατημένων αἰνιττόμενοι; Εἰ δὲ δεῖ τι καὶ κόμπου προσεῖναι τοῖς εἰρημένοις, οὐδεὶς ἐς τὴν σήμε‐ ρον ποσί με παρελθὼν ἐσεμνύνατο.»
8
Aeth
.

4

.

3

.

1

Ταῦτα εἶπε καὶ ἀνήλατο, παρελθών τε εἰς μέσους τό τε ὄνομα προσήγγελλε καὶ τὸ ἔθνος ἐδήλου καὶ τοῦ δρόμου τὴν χώραν ἐκεκλήρωτο καὶ τὴν πανοπλίαν ἐνδὺς ἐφειστήκει τῇ βαλβῖδι τὸν δρόμον ἀσθμαίνων καὶ τὸ παρὰ
5τῆς σάλπιγγος ἐνδόσιμον ἄκων καὶ μόγις ἀναμένων, σεμνόν τι θέαμα καὶ περίβλεπτον καὶ οἷον Ὅμηρος τὸν Ἀχιλλέα τὴν ἐπὶ Σκαμάνδρῳ μάχην ἀθλοῦντα παρίστησιν.
Aeth
.

4

.

3

.

2

Ἐκε‐ κίνητο μὲν δὴ καὶ πᾶσα πρὸς τὸ παράδοξον ἡ Ἑλλὰς καὶ Θεαγένει νίκην ηὔχετο καθάπερ αὐτός τις ἕκαστος ἀγωνι‐ ζόμενος, ἐπακτικὸν γάρ τι καὶ πρῶτον ὁρώντων εἰς εὔνοιαν
5τὸ κάλλος· ἐκεκίνητο δὲ ἡ Χαρίκλεια πρὸς πᾶσαν ὑπερ‐ βολὴν καὶ εἶδον ἐκ πολλοῦ παρατηρῶν παντοίας μεταβαλ‐ λομένην ἰδέας.
Aeth
.

4

.

3

.

3

Ὡς γὰρ εἰς ἀκοὴν πάντων ὁ κῆρυξ τοὺς δραμουμένους κατήγγειλεν ἀνεῖπέ τε «Ὄρμενος Ἀρκὰς καὶ Θεαγένης Θετταλός», ἔσχαστο μὲν ἡ ὕσπληξ τέτατο δὲ ὁ δρόμος μικροῦ καὶ τὴν τῶν ὀφθαλμῶν κατάλη‐
5ψιν ὑποτέμνων· ἐνταῦθα οὔτε ἀτρεμεῖν ἔτι κατεῖχεν ἡ
κόρη ἀλλ’ ἐσφάδαζεν ἡ βάσις καὶ οἱ πόδες ἔσκαιρον ὥσπερ, οἶμαι, τῆς ψυχῆς τῷ Θεαγένει συνεξαιρομένης καὶ τὸν δρόμον συμπροθυμουμένης.4 in vol. 2
Aeth
.

4

.

3

.

4

Οἱ μὲν δὴ θεαταὶ μετέω‐ ρος ἅπας ἐπὶ τὸ μέλλον καὶ ἀγωνίας ἀνάμεστος, ἐγὼ δὲ καὶ πλέον ἅτε μοι λοιπὸν ὡς παιδὸς ὑπερφροντίζειν προῃ‐ ρημένον.» «Οὐδὲν θαυμαστὸν» ἔφη ὁ Κνήμων «ὁρῶντας
5καὶ παρόντας ἀγωνιᾶν, ὅτε κἀγὼ νυνὶ περὶ τῷ Θεαγένει δέδια καί σου δέομαι θᾶττον εἰ νικῶν ἀνηγορεύθη διελθεῖν.»
6
Aeth
.

4

.

4

.

1

«Ἐπεὶ δὴ μέσον, ὦ Κνήμων, ἠνύετο τὸ στάδιον, ὀλίγον ἐπιστρέψας καὶ ὑποβλέψας τὸν Ὄρμενον ἀνακου‐ φίζει τὴν ἀσπίδα πρὸς ὕψος καὶ τὸν αὐχένα διεγείρας τὸ βλέμμα τε ὅλον εἰς τὴν Χαρίκλειαν τείνας καθάπερ βέλος
5ἐπὶ σκοπὸν ἐφέρετο καὶ τοσοῦτον παρέφθη τὸν Ἀρκάδα ὀρ‐ γυιῶν πλῆθος ὃ διαλεῖπον εἰς ὕστερον ἐμετρήθη.
Aeth
.

4

.

4

.

2

Προσ‐ δραμὼν οὖν τῇ Χαρικλείᾳ πολύς τε ἐξεπίτηδες εἰς τὸ στέρ‐ νον ἐμπίπτει, τοῦ δρόμου δῆθεν τὴν ῥύμην οὐκ ἐνεγκών, καὶ τὸν φοίνικα κομιζόμενος οὐκ ἔλαθέ με τὴν χεῖρα τῆς κόρης
5φιλῶν.» «Ἀπέσωσας» εἶπεν ὁ Κνήμων «ὅτι καὶ ἐνίκησε καὶ ἐφίλησεν· ἀλλὰ τίνα δὴ τὰ ἑξῆς;» «Οὐ μόνον ἀκουσ‐ μάτων ἀκόρεστος ἄρα ἦσθα, ὦ Κνήμων, ἀλλὰ καὶ ὕπνῳ δυσάλωτος· ἤδη γοῦν οὐκ ὀλίγης μοίρας τῆς νυκτὸς παρῳ‐ χηκυίας ἀντέχεις ἐγρηγορὼς καὶ τὴν διήγησιν καὶ μηκυνο‐
10μένην οὐκ ἀποκναίει.»
Aeth
.

4

.

4

.

3

«Ἐγὼ καὶ Ὁμήρῳ μέμφομαι, ὦ πάτερ, ἄλλων τε καὶ φιλότητος κόρον εἶναι φήσαντι, πράγματος ὃ κατ’ ἐμὲ κριτὴν οὐδεμίαν φέρει πλησμονὴν οὔτε καθ’ ἡδονὴν ἀνυόμενον οὔτε εἰς ἀκοὴν ἐρχόμενον· εἰ
5 in vol. 2
5δέ τις καὶ τοῦ Θεαγένους καὶ Χαρικλείας ἔρωτος μνημο‐ νεύοι, τίς οὕτως ἀδαμάντινος ἢ σιδηροῦς τὴν καρδίαν ὡς μὴ θέλγεσθαι καὶ εἰς ἐνιαυτὸν ἀκούων; ὥστε ἔχου τῶν ἑξῆς.»
Aeth
.

4

.

4

.

4

«Ὁ μὲν Θεαγένης, ὦ Κνήμων, ὧδ’ ἐστεφα‐ νοῦτο καὶ νικῶν ἀνηγορεύετο καὶ παρεπέμπετο ὑπὸ ταῖς πάντων εὐφημίαις, ἡ Χαρίκλεια δὲ ἥττητο λαμπρῶς καὶ δεδούλωτο τῷ πόθῳ πλέον ἢ πρότερον, αὖθις ἰδοῦσα τὸν
5Θεαγένην. Ἡ γὰρ τῶν ἐρωτικῶν ἀντίβλεψις ὑπόμνησις τοῦ πάσχοντος γίνεται καὶ ἀναφλέγει τὴν διάνοιαν ἡ θέα καθάπερ ὕλη πυρὶ γινομένη.
Aeth
.

4

.

4

.

5

Κἀκείνη μὲν οἴκαδε ἐλθοῦσα συνήθη νύκτα ταῖς προτέραις ἢ καὶ δριμυτέραν διῆγεν, ἐγὼ δὲ αὖθις ἄυπνος ἦν τήν τε φυγὴν ὅποι τρα‐ πόμενοι λάθοιμεν ἂν ἐπισκοπῶν καὶ πρὸς τίνα χώραν ἄρα
5παραπέμπει τοὺς νέους ὁ θεὸς ἐννοῶν. Τὸν μὲν δὴ δρασ‐ μὸν μόνον ἔγνων κατὰ θάλατταν εἶναι ποιητέον, ἀπὸ τοῦ χρησμοῦ τὸ συνοῖσον λαβὼν ἔνθα ἔφασκεν αὐτοὺς
7
κῦμα τεμόντας
ἵξεσθ’ ἠελίου πρὸς χθόνα κυανέην.
9
Aeth
.

4

.

5

.

1

Τὸ δὲ ὅποι παραπεμπτέον αὐτοὺς μίαν μόνην
λύσιν εὕρισκον, εἴ πῃ δυνηθείην ἐπιτυχεῖν τῆς συνεκτεθεί‐ σης τῇ Χαρικλείᾳ ταινίας, ἐν ᾗ τὸ κατ’ αὐτὴν διήγημα κατεστίχθαι ὁ Χαρικλῆς ἀκηκοὼς ἔλεγεν· εἰκὸς γὰρ εἶναι6 in vol. 2
5καὶ πατρίδα καὶ τοὺς ὑπονοηθέντας ἤδη παρ’ ἐμοὶ γεννή‐ τορας τῆς κόρης ἐντεῦθεν ἐκμαθεῖν καὶ ἴσως ἐκεῖ πέμ‐ πεσθαι αὐτοὺς ὑπὸ τῆς εἱμαρμένης.
Aeth
.

4

.

5

.

2

Ὄρθριος οὖν παρὰ τὴν Χαρίκλειαν ἥκων ἄλλους τε τῶν οἰκείων κατα‐ λαμβάνω δεδακρυμένους καὶ οὐχ ἥκιστα τὸν Χαρικλέα· πλησιάσας οὖν «Τίς ὁ θόρυβος» ἠρώτων· ὁ δὲ «Ἐπέτει‐
5νεν ἡ νόσος» ἔφη «τῆς θυγατρὸς καὶ χαλεπωτέρας ἢ πρότερον πεπείραται τῆς παρηκούσης νυκτός.» «Ἀνίσ‐ τω» ἔφην «καὶ οἱ λοιποὶ πάντες ἔξιτε· τρίποδά τις καὶ δάφνην καὶ πῦρ καὶ λιβανωτὸν παραθέσθω μόνον, ὀχλείτω δὲ μηδὲ εἷς ἕως ἂν προσκαλέσωμαι.»
Aeth
.

4

.

5

.

3

Προσέταττε ταῦτα ὁ Χαρικλῆς καὶ ἐγένετο. Κἀπειδὴ σχολῆς ἐλαβόμην, ἠρχόμην ὥσπερ ἐπὶ σκηνῆς τῆς ὑποκρίσεως καὶ τόν τε λιβανωτὸν ἐθυμίων καί τινα δῆθεν ψιθύροις τοῖς χείλεσι
5κατευξάμενος τὴν δάφνην ἐκ κεφαλῆς εἰς πόδας ἄνω καὶ κάτω πυκνὰ τῆς Χαρικλείας ἐπεσόβουν καὶ ὑπνῶδές τι μᾶλλον δὲ γραῶδες ἐπιχασμώμενος ὀψὲ καὶ βραδέως ἐπαυ‐ σάμην, πολύν τινα λῆρον ἐμαυτοῦ τε καὶ τῆς κόρης κατα‐ χέας.
Aeth
.

4

.

5

.

4

Ἡ δὲ πυκνὰ τὴν κεφαλὴν ἐπέσειε καὶ σεσηρὸς ὑπεμειδία, πλανᾶσθαί με τὴν ἄλλως καὶ τὴν νόσον ἀγνοεῖν ἐνδεικνυμένη· καθεσθεὶς δὴ πλησίον «Θάρσει θύγατερ» ἔλεγον «εὐτελὴς ἡ νόσος καὶ ἰαθῆναι ῥᾳδία. Βασκανία
5σου καθήψατο, τάχα μὲν καὶ ὅτε ἐπόμπευες πλέον δὲ ὅτε ἐβράβευες· ἐγὼ δὲ καὶ ὑπονοῶ τὸν μᾶλλον βασκήναντα· Θεαγένης ἐστίν, ὁ τὸ ἐνόπλιον δραμών· οὐκ ἔλαθέ με παρατη‐ ρῶν σε πολλάκις καὶ τὸν ὀφθαλμὸν ἰταμώτερον ἐπιβάλλων.»7 in vol. 2
Aeth
.

4

.

5

.

5

Ἡ δὲ «Ἐκεῖνος μὲν εἴτε οὕτως εἶδεν εἴτε μή, πολλὰ χαιρέτω· τίνων δέ ἐστιν ἢ πόθεν; ὅτι πολλοὺς ἑώρων περὶ αὐτὸν ἐπτοημένους.» «Ὡς μὲν Θετταλὸς τὸ γένος» ἔφην «ἔφθης ἀκούσασα καὶ τοῦ κήρυκος ὅτε αὐτὸν ἀνη‐
5γόρευεν· ἀναφέρει δὲ ἑαυτὸν εἰς Ἀχιλλέα πρόγονον καί μοι καὶ ἐπαληθεύειν ἔοικεν, εἰ δεῖ τῷ μεγέθει καὶ τῷ κάλλει τοῦ νεανίου τεκμαίρεσθαι, πιστουμένων τὴν Ἀχίλ‐ λειον εὐγένειαν· πλὴν ὅσον οὐχ ὑπέρφρων οὐδὲ ἀγήνωρ κατ’ ἐκεῖνον ἀλλὰ τῆς διανοίας τὸν ὄγκον ἡδύτητι κατα‐
10πραΰνων.
Aeth
.

4

.

5

.

6

Ἀλλὰ καίπερ τοιοῦτος ὢν πάθοι δριμύτερα ὧν δέδρακεν, ἐπίφθονον ἔχων τὸ βλέμμα καὶ σὲ τῇ θέᾳ καταβασκήνας.» «Ὦ πάτερ» ἔφη «σοὶ μὲν χάρις ὑπερ‐ αλγοῦντι τὰ ἡμέτερα, τί δὲ καταρᾷ μάτην τῷ τάχα οὐδὲν
5ἠδικηκότι; Νοσῶ γὰρ οὐ βασκανίαν, ἀλλ’ ἑτέραν τινά, ὡς ἔοικε, νόσον.»
Aeth
.

4

.

5

.

7

«Εἶτα ἀποκρύπτεις» ἔφην «ὦ τέκ‐ νον, ἀλλ’ οὐχὶ θαρσοῦσα λέγεις, ὅπως ἂν καὶ βοηθείας εὐπο‐ ρήσαιμεν; οὐχὶ πατήρ εἰμί σοι τὴν ἡλικίαν καὶ πλέον τὴν εὔνοιαν; οὐ πατρὶ τῷ σῷ γνώριμος καὶ ὁμόψυχος; ἔκφαινε
5ὃ κάμνεις· ἔχεις ἐν ἐμοὶ τὸ πιστόν, εἰ βούλει, καὶ ἐνώ‐ μοτον· λέγε θαρσήσασα μηδὲ χορήγει τῷ λυποῦντι μέγε‐ θος σιωπῶσα· πάθος γὰρ ἅπαν τὸ μὲν ὀξέως γινωσκό‐
μενον εὐβοήθητον, τὸ δὲ χρόνῳ παραπεμπόμενον ἐγγὺς ἀνίατον· τροφὴ γὰρ νόσων ἡ σιωπή, τὸ δὲ ἐκλαλούμενον8 in vol. 2
10εὐπαραμύθητον.»
10
Aeth
.

4

.

6

.

1

Ὀλίγον οὖν ἐπισχοῦσα πρὸς ταῦτα καὶ μυρίας τοῦ νοῦ τροπάς τε καὶ ὁρμὰς ἐκ τῶν ὄψεων ἐμφήνασα «Συγχώρησον» ἔφη «μοι τὸ τήμερον, ἀκούσῃ δὲ εἰσαῦ‐ θις εἰ μὴ γνοίης προλαβών, ἅτε μαντικὸς εἶναι βουλόμε‐
5νος.» Ἐξῄειν αὐτόθεν ἀναστάς, ἐνδιδοὺς τῇ κόρῃ διαι‐ τῆσαι ἐν τῷ μεταξὺ τῆς ψυχῆς τὸ αἰδούμενον.
Aeth
.

4

.

6

.

2

Ὁ δὲ Χαρικλῆς ὑπήντα καὶ «Τί φράζειν ἔχεις;» ἠρώτα. «Πάντα δεξιῶς» ἔλεγον· «εἰς γὰρ τὴν ὑστεραίαν τοῦ μὲν ὀχλοῦντος πάθους ἀπαλλάξεται, ἕτερον δέ τι τῶν σοι
5καθ’ ἡδονὴν ὑποστήσεται· κωλύει δὲ οὐδὲν καὶ ἰατρῶν τινα εἰσκαλεῖν.» Ἀπέτρεχον ταῦτα εἰπὼν τοῦ μή τι πλέον τὸν Χαρικλέα πυνθάνεσθαι.
Aeth
.

4

.

6

.

3

Μικρὸν δὲ ὅσον τοῦ δω‐ ματίου προήκων ὁρῶ τὸν Θεαγένην αὐτοῦ που περὶ τὸν νεὼν καὶ τὸν περίβολον εἰλούμενον καὶ πρὸς ἑαυτὸν δια‐ λεγόμενον ὥσπερ ἀποχρῶν αὐτῷ καὶ μόνην τὴν οἴκησιν
5τῆς Χαρικλείας περισκοπεῖν· ἐκτραπόμενος οὖν παρῄειν ὥσπερ οὐχ ἑωρακώς. Ὁ δὲ «Χαῖρε» εἶπεν «ὦ Καλάσιρι, καὶ ἄκουε, σὲ γάρ τοι περιέμενον.»
Aeth
.

4

.

6

.

4

Ἀνέστρεφον ἀθρόον καὶ «Θεαγένης» ἔλεγον «ὁ καλός· ἀλλ’ οὐχ ἑωρά‐ κειν.» «Ποῖος» ἔφη «καλὸς ὁ Χαρικλείᾳ μὴ ἀρεστός;»
Ἠγανάκτουν ἐγὼ μέχρι τῶν ὄψεων καὶ «Οὐ παύσῃ»9 in vol. 2
5ἔλεγον «ὑβρίζων ἐμέ τε καὶ τὴν ἐμὴν τέχνην, ὑφ’ ἧς ἥλωκεν ἤδη καὶ ἐρᾶν σου κατηνάγκασται καὶ ὁρᾶν ὥσπερ τινὰ τῶν κρειττόνων εὔχεται;»
Aeth
.

4

.

6

.

5

«Τί λέγεις» ἔφη «ὦ πάτερ; ἐρᾷ μου Χαρίκλεια; τί οὖν οὐκ ἄγεις ἤδη παρ’ αὐτήν;», καὶ ἅμα προέτρεχεν· ἐπιλαβόμενος οὖν τῆς χλαμύδος «Στῆθι» ἔφην «οὗτος, εἰ καὶ ὀξὺς δραμεῖν.
5οὐ γὰρ ἅρπαγμα τὸ πρᾶγμα οὐδὲ εὔωνον καὶ τῶν ἐν μέσῳ τῷ βουλομένῳ προκειμένων ἀλλὰ πολλῆς μὲν βουλῆς ὥστε πρεπόντως ἀνυσθῆναι πολλῆς δὲ διασκευῆς ὥστε ἀσφα‐ λῶς πραχθῆναι δεόμενον.
Aeth
.

4

.

6

.

6

Ἢ τὸν πατέρα τῆς κόρης ἠγνόηκας, ὡς Δελφῶν ἐστι τὰ πρῶτα; Τοὺς δὲ νόμους οὐκ ἐννοεῖς οἳ θάνατον τοῖς τοιούτοις ἐπιβάλλουσιν;» «Ἐγὼ μὲν» εἶπε «καὶ τελευτᾶν οὐ διαφέρομαι τυχὼν
5Χαρικλείας· ἀλλ’ ὅμως, εἰ δοκεῖ, καὶ πρὸς γάμον αἰτῶμεν τῷ πατρὶ προσιόντες· οὐ γὰρ δὴ μὴ ἀνάξιοί γε ὄντες τῷ Χαρικλεῖ κηδεύσωμεν.» «Οὐκ ἂν τύχοιμεν» ἔφην, «οὐχ ὅτι τῶν κατὰ σέ τι δυνατὸν ἐπιμέμψασθαι, ἀλλ’ ὁ Χαρι‐ κλῆς ἀδελφῆς ἑαυτοῦ παιδὶ τὴν κόρην πάλαι κατηγγύησεν.»
Aeth
.

4

.

6

.

7

«Οἰμώξει» ἔφη Θεαγένης «ὅστις ποτέ ἐστιν· οὐ γάρ τις ἐμοῦ ζῶντος ἕτερος θαλαμεύσει Χαρίκλειαν· οὐχ οὕτως ἥδε ἡ χεὶρ καὶ ξίφος τοὐμὸν ἀργήσει.» «Παῦσαι» ἔφην, «οὐδενὸς δεήσει τοιούτου· μόνον ἐμοὶ πείθεσθαι καὶ πράτ‐
5τειν ὡς ἂν ὑφηγήσωμαι, νῦν δὲ ἀποχώρει καὶ φυλάττου συνεχῶς φαίνεσθαι πλησιάζων, ἀλλ’ ἐφ’ ἡσυχίας καὶ μόνος ποιοῦ τὰς ἐντεύξεις.» Ἀπῄει κατηφής.10 in vol. 2
7
Aeth
.

4

.

7

.

1

Ὁ δὲ Χαρικλῆς εἰς τὴν ὑστεραίαν ἐντυχὼν ὁμοῦ τε εἶδε καὶ προσδραμὼν ἐφίλει πολλὰ τὴν κεφαλὴν «Τοῦτο σοφία, τοῦτο φιλία» συνεχῶς ἀναβοῶν· «ἤνυσ‐ ταί σοι μέγα ἔργον, ἑάλωκεν ἡ δυσάλωτος καὶ νενίκηται
5ἡ δυσκαταμάχητος· ἐρᾷ Χαρίκλεια.»
Aeth
.

4

.

7

.

2

Πρὸς ταῦτα ἐθρυπτόμην ἀνέσπων τε τὴν ὀφρὺν καὶ βλακῶδες βαίνων «Εὔδηλον ἦν» ἔλεγον «ὡς οὐδὲ πρὸς τὴν πρώτην ἀνθέξει προσβολὴν ἐμοῦ, καὶ ταῦτα μηδενὸς τῶν μειζόνων ὀχλή‐
5σαντος· ἀλλὰ πόθεν, ὦ Χαρίκλεις, ἐρῶσαν ἐγνωρίσατε;»
Aeth
.

4

.

7

.

3

«Σοὶ πεισθέντες» ἔφη· «τοὺς γὰρ εὐδοκίμους τῶν ἰατρῶν, ὡς αὐτὸς ὑπέθου, παρακαλέσας ἦγον εἰς τὴν ἐπίσκεψιν, ἀμοιβὴν τὴν προσοῦσαν οὐσίαν ὑπισχνούμενος εἴ τι δύναιντο ἐπικουρεῖν. Οἱ δὲ ὡς τάχιστα εἰσῆλθον
5ἠρώτων ὅ τι πάσχοι.
Aeth
.

4

.

7

.

4

Τῆς δὲ ἀποστρεφομένης καὶ πρὸς μὲν ἐκείνους οὐδ’ ὁτιοῦν ἀποκρινομένης ἔπος δὲ Ὁμηρικὸν συνεχῶς ἀναβοώσης
3
Ὦ Ἀχιλεῦ Πηλῆος υἱέ, μέγα φέρτατ’ Ἀχαιῶν,
4
5ὁ λόγιος Ἀκεσῖνος (οἶσθα δὲ δήπου τὸν ἄνδρα,) τῷ καρπῷ τὴν χεῖρα καὶ ἀκούσης ἐπιβαλὼν ἀνακρίνειν ἀπὸ τῆς ἀρτηρίας ἐῴκει τὸ πάθος ὥσπερ οἶμαι τὰ καρδίας κινήματα
μηνυούσης· οὐκ ὀλίγον τε χρόνον βασανίσας τὴν ἐπίσκεψιν ἄνω τε καὶ κάτω πολλὰ ἐπιθεωρήσας «Ὦ Χαρίκλεις»11 in vol. 2
10ἔφη «περιττῶς ἡμᾶς ἐνθάδε εἰσκέκληκας· ἰατρικὴ γὰρ οὐδὲν ἂν οὐδαμῶς ἀνύσειε πρὸς ταύτην.»
Aeth
.

4

.

7

.

5

Ἐμοῦ δὲ «Ὦ θεοί, τί τοῦτο λέγεις;» ἀναβοήσαντος «οἴχεται οὖν μοι τὸ θυγάτριον καὶ ἐλπίδος ἐκτὸς γέγονεν;» «Οὐ θορύβου δεῖ» φησὶν «ἀλλ’ ἄκουε.» Καὶ παραλαβών με
5τῆς τε κόρης καὶ τῶν ἄλλων ἄποθεν «Ἡ καθ’ ἡμᾶς» ἔφη «τέχνη σώματος πάθη θεραπεύειν ἐπαγγέλλεται ψυχῆς δὲ οὐ προηγουμένως, ἀλλὰ τότε μόνον ὅταν συμ‐ πάσχῃ μὲν τῷ σώματι κακουμένῳ συνωφελῆται δὲ θερα‐ πευομένῳ.
Aeth
.

4

.

7

.

6

Τὸ δὲ τῆς κόρης νόσος μέν, ἀλλ’ οὐ σώμα‐ τος, οὐ γὰρ χυμῶν τις περιττεύει, οὐ κεφαλῆς ἄλγημα βαρύνει, οὐ πυρετὸς ἀναφλέγει, οὐκ ἄλλο τι τοῦ σώμα‐ τος, οὐ μέρος, οὐχ ὅλον νοσεῖ που· τοῦτο οὐκ ἄλλο τι
5νομιστέον.»
Aeth
.

4

.

7

.

7

Ἐμοῦ δὲ λιπαροῦντος καὶ φράζειν εἴ τι κατέμαθεν ἀξιοῦντος «Οὐ γὰρ καὶ παιδὶ γνώριμον» ἔφη «ψυχῆς εἶναι τὸ πάθος καὶ τὴν νόσον ἔρωτα λαμπρόν; οὐχ ὁρᾷς ὡς κυλοιδιᾷ μὲν τοὺς ὀφθαλμοὺς καὶ τὸ βλέμμα
5διέρριπται καὶ τὸ πρόσωπον ὠχριᾷ, σπλάγχνον οὐκ αἰτιω‐ μένη, τὴν διάνοιαν δὲ ἀλύει καὶ τὸ ἐπελθὸν ἀναφθέγγεται καὶ ἀπροφάσιστον ἀγρυπνίαν ὑφίσταται καὶ τὸν ὄγκον ἀθρόον καθῄρηται; Ζητητέος σοί, Χαρίκλεις, ὁ ἰασόμενος· γένοιτο δ’ ἂν μόνος ὁ ποθούμενος.»
Aeth
.

4

.

7

.

8

Ὁ μὲν ταῦτ’ εἰπὼν ἀπῄει, πρὸς σὲ δὲ ἐγὼ 〈ἥκω〉 δρομαῖος τὸν ἐμὸν
καὶ σωτῆρα καὶ θεόν, ὃν μόνον εὐεργετῆσαι δύνασθαι κἀκείνη γινώσκει· πολλὰ γοῦν ἐμοῦ δεομένου καὶ ἐξειπεῖν12 in vol. 2
5ὅ τι πάσχοι παρακαλοῦντος ἓν μόνον ἀπεκρίνατο, ὡς ἀγνοεῖ μὲν ὃ πέπονθεν εἰδέναι δὲ ὡς Καλάσιρις ἰάσεται μόνος· καὶ εἰσκαλεῖν σε παρ’ αὐτὴν ἱκέτευεν· ἐξ οὗ δὴ καὶ μάλιστα συνέβαλλον ὡς ὑπὸ τῆς σῆς σοφίας ἑάλωκεν.»
Aeth
.

4

.

7

.

9

«Ἆρ’ οὖν ὥσπερ ὅτι ἐρᾷ» πρὸς αὐτὸν ἐγὼ «καὶ τὸ τίνος ἔχοις ἂν λέγειν;» «Οὐ μὰ τὸν Ἀπόλλω» ἔφη· «πῶς γὰρ ἂν τοῦτο ἢ πόθεν εἰδείην; Ηὐχόμην δὲ Ἀλκα‐ μένους αὐτὴν ἐρᾶν ἢ πάντα χρήματα, τοῦ τῆς ἀδελφῆς
5παιδὸς τῆς ἐμῆς, ὃν πάλαι αὐτῇ νυμφίον ὅσα γε εἰς βού‐ λησιν ἥκει τὴν ἐμὴν κατηγγύησα.»
Aeth
.

4

.

7

.

10

Ἐμοῦ δὲ εἰπόν‐ τος ὡς ἔξεστι πεῖραν λαμβάνειν εἰσάγοντα παρ’ αὐτὴν καὶ δεικνύντα τὸ μειράκιον, ἐπαινέσας ἀπῄει· καὶ περὶ πλή‐ θουσαν ἀγορὰν αὖθίς μοι συντυχὼν «Ἀνιαρὸν ἀκούσῃ
5πρᾶγμα» ἔλεγεν· «ἡ παῖς δαιμονᾶν ἔοικεν, οὕτως ἀλλό‐ κοτόν τι τὸ κατ’ αὐτήν.
Aeth
.

4

.

7

.

11

Εἰσῆγον ὡς ἐκέλευσας τὸν Ἀλκαμένην καὶ ἁβρότερον ἐδείκνυον· ἡ δὲ ὥσπερ τὴν Γορ‐ γοῦς θεασαμένη κεφαλὴν ἤ τι τῶν ἀτοπωτέρων, ὀξύ τι καὶ μέγα ἀνέκραγε καὶ τὴν ὄψιν πρὸς θάτερα τοῦ οἰκήμα‐
5τος ἀπέστρεφε καὶ τὰς χεῖρας ὡς βρόχον ἐπάγουσα τῷ τραχήλῳ διαχρήσεσθαι ἠπείλει καὶ ἐπώμνυεν εἰ μὴ θᾶττον ἐξίοιμεν.
Aeth
.

4

.

7

.

12

Ἐκείνης μὲν δὴ καὶ λόγου θᾶττον ἀπηλ‐
λάγημεν, τί γὰρ καὶ ἔδει ποιεῖν ἀτοπίαν τοσαύτην ὁρῶν‐ τας; σοῦ δὲ ἱκέται καὶ πάλιν γινόμεθα μήτε ἐκείνην περι‐ ιδεῖν ἀπολλυμένην μήτε ἡμᾶς τῶν κατ’ εὐχὰς ἀποτυγχάνον‐13 in vol. 2
5τας.» «Ὦ Χαρίκλεις» ἔφην «οὐ διήμαρτες εἰπὼν δαιμο‐ νᾶν τὴν κόρην· ὀχλεῖται γὰρ ὑπὸ δυνάμεων ἃς αὐτὸς κατέ‐ πεμψα καὶ τούτων οὐκ ἐλαχίστων, ἀλλ’ ἃς εἰκὸς ἦν ἐκεί‐ νην ἃ μήτε ἐπεφύκει μήτε ἐβούλετο καταναγκάσαι πράτ‐ τειν.
Aeth
.

4

.

7

.

13

Ἀλλά μοι ἀντίθεός τις ἔοικεν ἐμποδίζειν τὴν πρᾶξιν καὶ διαμάχεσθαι πρὸς τοὺς ἐμοὺς ὑπηρέτας, ὥστε ὥρα σοι πάντως ἐπιδεικνύναι μοι τὴν ταινίαν ἣν τῇ παιδὶ συνεκτεθεῖσαν ὑποδεδέχθαι μετὰ τῶν ἄλλων γνω‐
5ρισμάτων ἔλεγες, ὡς ἔγωγε δέδοικα μή τινος ἐμπέπλησται γοητείας καὶ μαγγανείαις τυγχάνει τραχυνούσαις τὴν ψυχὴν ἀνάγραπτος, ἐχθροῦ τινος αὐτὴν ἐξ ἀρχῆς ἀνέρασ‐ τον ἀποβιῶναι καὶ ἄγονον ἐπιβουλεύσαντος.»
8
Aeth
.

4

.

8

.

1

Ἐπῄνει ταῦτα καὶ ἧκε φέρων οὐ μετὰ πολὺ τὴν ταινίαν· ἐνδοῦναι δή μοι σχολὴν πρὸς αὐτὸν εἰπών, ὡς εἶχον πειθόμενον ἐλθών τε οὗ κατηγόμην οὐδὲ ὅσον ἐλάχιστον ὑπερθέμενος ἐπελεγόμην τὴν ταινίαν γράμ‐
5μασιν Αἰθιοπικοῖς οὐ δημοτικοῖς ἀλλὰ βασιλικοῖς ἐστιγ‐ μένην, ἃ δὴ τοῖς Αἰγυπτίων ἱερατικοῖς καλουμένοις ὡμοίωται· καὶ ἐπερχόμενος τοιάδε ηὕρισκον τὸ γράμμα
διηγούμενον. «Περσίννα Βασίλισσα Αἰθιόπων τῇ ὅ τι δὴ κληθησομένῃ καὶ μέχρι μόνων ὠδίνων θυγατρὶ δῶρον14 in vol. 2
10ἔσχατον χαράττω τόνδε τὸν ἔγγραφον θρῆνον.»
Aeth
.

4

.

8

.

2

Ἐπά‐ γην, ὦ Κνήμων, ὡς τοῦ Περσίννης ὀνόματος ἤκουσα, τὰ δὲ ἑξῆς ὅμως ἐπελεγόμην ὄντα τοιάδε· «Ὡς μὲν οὐδὲν ἀδικοῦσα, παιδίον, οὕτω σε γενομένην ἐξεθέμην
5οὐδὲ πατέρα τὸν σὸν Ὑδάσπην τὴν σὴν θέαν ἀπεκρυψά‐ μην, ἐπικεκλήσθω μάρτυς ὁ γενεάρχης ἡμῶν Ἥλιος· ἀλλ’ ὅμως ἀπολογοῦμαι πρός τε σέ ποτε, θύγατερ, εἰ περισωθείης, πρός τε τὸν ἀναιρησόμενον, εἴ τινά σοι θεὸς ἐπιστήσειε, πρός τε αὐτὸν ὅλον τὸν τῶν ἀνθρώπων βίον,
10ἀνακαλύπτουσα τὴν αἰτίαν τῆς ἐκθέσεως.
Aeth
.

4

.

8

.

3

Ἡμῖν πρό‐ γονοι θεῶν μὲν Ἥλιός τε καὶ Διόνυσος ἡρώων δὲ Περ‐ σεύς τε καὶ Ἀνδρομέδα καὶ Μέμνων ἐπὶ τούτοις. Οἱ δὴ τὰς βασιλείους αὐλὰς κατὰ καιροὺς ἱδρυσάμενοι ταῖς ἀπὸ
5τούτων γραφαῖς ἐκόσμησαν· τὰς μὲν δὴ τῶν ἄλλων εἰκό‐ νας τε καὶ πράξεις ἀνδρῶσί τε καὶ περιδρόμοις ἐνέγραφον, τοὺς δὲ θαλάμους τοῖς Ἀνδρομέδας τε καὶ Περσέως ἔρω‐ σιν ἐποίκιλλον.
Aeth
.

4

.

8

.

4

Ἐνταῦθά ποτε ἡμᾶς, δεκάτου παρήκον‐ τος ἔτους ἐξ οὗ με γαμετὴν Ὑδάσπης ἐγνώρισεν οὔπω τε παίδων ἡμῖν γεγονότων, ἠρεμεῖν τὸ μεσημβρινὸν συνέβαι‐ νεν ὕπνου θερινοῦ κατακλίναντος, καί μοι προσωμίλει τότε
5ὁ πατὴρ ὁ σός, ὄναρ αὐτῷ τοῦτο κελεύειν ἐπομνύμενος, ᾐσθόμην δὲ παραχρῆμα κυοφορήσασα τὴν καταβολήν.
Aeth
.

4

.

8

.

5

Ὁ μὲν δὴ μέχρι τοῦ τόκου χρόνος ἑορτὴ πάνδημος
ἦν καὶ χαριστήριοι θυσίαι τοῖς θεοῖς ὡς τοῦ βασιλέως διάδοχον τοῦ γένους ἐλπίζοντος· ἐπειδὴ δέ σε λευκὴν ἀπέτεκον, ἀπρόσφυλον Αἰθιόπων χροιὰν ἀπαυγάζουσαν,15 in vol. 2
5ἐγὼ μὲν τὴν αἰτίαν ἐγνώριζον ὅτι μοι παρὰ τὴν ὁμιλίαν τὴν πρὸς τὸν ἄνδρα προσβλέψαι τὴν Ἀνδρομέδαν ἡ γραφὴ παρασχοῦσα καὶ πανταχόθεν ἐπιδείξασα γυμνὴν, ἄρτι γὰρ αὐτὴν ἀπὸ τῶν πετρῶν ὁ Περσεὺς κατῆγεν, ὁμοιοει‐ δὲς ἐκείνῃ τὸ σπαρὲν οὐκ εὐτυχῶς ἐμόρφωσεν.
Aeth
.

4

.

8

.

6

Ἔγνων οὖν ἐμαυτήν τε ἀπαλλάξαι τοῦ μετ’ αἰσχύνης θανάτου, πεπεισμένη τὴν σὴν χροιὰν μοιχείαν ἐμοὶ προσάψουσαν (οὐ γὰρ πιστεύσειν οὐδένα λεγούσῃ τὴν περιπέτειαν) καὶ
5σοὶ τὸ ἐκ τῆς τύχης ἀμφίβολον χαρίσασθαι θανάτου προ‐ δήλου ἢ πάντως ὀνόματος νόθου προτιμότερον· γενομέ‐ νην τέ σε τεθνάναι παραχρῆμα πρὸς τὸν ἄνδρα πλασαμένη λάθρα καὶ ἀπορρήτως ἐξεθέμην, ὅσον πλεῖστον ἠδυνάμην πλοῦτον τῷ περισῴζοντι μισθὸν συνεκθεμένη ἄλλοις τέ σε
10κοσμήσασα καὶ ταινίᾳ τῇδε, [καὶ] ἐλεεινῷ διηγήματι τῷ σῷ τε κἀμαυτῆς, ἐνειλήσασα, ἣν ἀπὸ δακρύων τῶν ἐπὶ σοὶ καὶ αἵματος ἐχάραττον ὁμοῦ πρωτοτόκος καὶ πολύθρηνος γενομένη.
Aeth
.

4

.

8

.

7

Ἀλλ’ ὦ γλυκεῖα καὶ μέχρις ὥρας θύγα‐ τερ, ὅπως εἰ περιγένοιο μεμνήσῃ τῆς εὐγενείας τιμῶσα σωφροσύνην, ἣ δὴ μόνη γυναικείαν ἀρετὴν χαρακτηρίζει, καὶ φρόνημα βασίλειον καὶ πρὸς τοὺς φύντας ἀναφέρον
5ἀσκοῦσα· μεμνήσῃ δὲ πρὸ πάντων τῶν συνεκτεθέντων σοι κειμηλίων δακτύλιόν τινα ἐπιζητεῖν καὶ σεαυτῇ περι‐ ποιεῖν, ὃν πατὴρ ὁ σὸς ἐμοὶ παρὰ τὴν μνηστείαν ἐδωρή‐ σατο βασιλείῳ μὲν συμβόλῳ τὸν κύκλον ἀνάγραπτον λίθῳ δὲ παντάρβῃ καὶ ἀπορρήτῳ δυνάμει τὴν σφενδόνην καθιε‐16 in vol. 2
10ρωμένον.
Aeth
.

4

.

8

.

8

Ταῦτά σοι διείλεγμαι τὸ γράμμα διάκονον εὑραμένη, τὰς ἐμψύχους καὶ ἐν ὀφθαλμοῖς ὁμιλίας τοῦ δαίμονος στερήσαντος, τάχα μὲν κωφὰ καὶ ἀνήνυτα τάχα δὲ καὶ εἰς ὄφελός ποτε ἥξοντα, τὸ γὰρ ἄδηλον τῆς τύχης
5ἀνθρώποις ἄγνωστον· καὶ ἔσται σοι τὰ τῆς γραφῆς, ὦ μάτην ὡραία καὶ ἔγκλημα τὸ κάλλος ἐμοὶ προσάψασα, εἰ μὲν περισωθείης, γνωρίσματα, εἰ δ’ ὅπερ καὶ ἀκοὴν λάθοι τὴν ἐμήν, ἐπιτύμβια καὶ μητρὸς ἐπικήδεια δάκρυα.»
8
Aeth
.

4

.

9

.

1

Ταῦτα, ὦ Κνήμων, ὡς ἀνέγνων, ἐγνώριζον μὲν καὶ τὴν ἐκ θεῶν οἰκονομίαν ἐθαύμαζον ἡδονῆς δὲ ἅμα καὶ λύπης ἐνεπλήσθην καὶ πάθος τι καινότερον ὑπέστην ὁμοῦ δακρύων καὶ χαίρων, διαχεομένης μὲν τῆς ψυχῆς πρὸς
5τὴν τῶν ἀγνοουμένων εὕρεσιν καὶ τῶν χρησθέντων ἤδη τὴν ἐπίλυσιν, ἀδημονούσης δὲ πρὸς τὴν τῶν ἐσομένων ἔκβασιν, καὶ τὸν ἀνθρώπινον βίον οἰκτειρούσης ὡς ἄστατόν τι καὶ ἀβέβαιον καὶ ἄλλοτε πρὸς ἄλλα τρεπόμενον τότε δὲ ὑπερβαλλόντως ἐν ταῖς Χαρικλείας τύχαις γνωριζόμενον·
Aeth
.

4

.

9

.

2

Εἰσῄει γάρ με πολλῶν ἔννοια, τίνων μὲν γενομένη τίνων
ἐνομίσθη πόσῳ δὲ τῷ μεταξὺ τῆς ἐνεγκούσης ἀπήχθη, κεκλήρωτο δὲ θυγατρὸς ὄνομα νόθον ἀποβαλοῦσα τὸ γνήσιον Αἰθιόπων καὶ βασίλειον γένος.17 in vol. 2
Aeth
.

4

.

9

.

3

Ἐπὶ πολύ τε ἀμφίβο‐ λος εἱστήκειν τῶν μὲν παρελθόντων οἰκτείρειν ἔχων τῶν δὲ ἐσομένων εὐδαιμονίζειν οὐ θαρσῶν, ἕως τὸν λογισμὸν πρὸς τὸ νῆφον ἀνακαλεσάμενος ἔγνων μὴ ἀμελεῖν ἀλλ’
5ἔργου ἔχεσθαι· καὶ παρὰ τὴν Χαρίκλειαν ἐλθὼν καταλαμ‐ βάνω μόνην, ἀπειρηκυῖαν ἤδη πρὸς τὸ πάθος καὶ τῷ μὲν φρονήματι βιαζομένην ἀναφέρειν, τῷ σώματι δὲ πάντῃ πεπονημένην ἐνδόντι πρὸς τὴν νόσον καὶ ἀντέχειν ἀσθε‐ νήσαντι πρὸς τὸ δεινόν.
9
Aeth
.

4

.

10

.

1

Μεταστησάμενος οὖν τοὺς παρόντας καὶ μη‐ δένα διοχλεῖν ἐπιστείλας ὡς δή τινας εὐχὰς καὶ ἐπικλή‐ σεις τῇ κόρῃ προσάξων «Ὥρα σοι» ἔφην «ὦ Χαρίκλεια, λέγειν ὃ πάσχεις, οὕτω γὰρ ὑπέσχου τῇ προτεραίᾳ, καὶ
5μὴ κρύπτειν ἄνδρα σοί τε εὔνουν καὶ γνῶναι τὰ πάντα καὶ σιωπώσης οὐκ ἀδύνατον.»
Aeth
.

4

.

10

.

2

Ἡ δὲ λαβομένη μου τῆς χειρὸς ἐφίλει τε καὶ ἐπεδάκρυε καὶ «Ὦ σοφὲ Καλάσιρι, τοῦτο πρῶτον εὐεργέτησον» ἔλεγεν, «ἔασόν με σιωπῶσαν δυστυχεῖν, αὐτὸς ὡς βούλει γνωρίσας τὴν
5νόσον, καὶ τὴν γοῦν αἰσχύνην κερδαίνειν, κρύπτουσαν ἃ καὶ πάσχειν αἰσχρὸν καὶ ἐκλαλεῖν αἰσχρότερον.
Aeth
.

4

.

10

.

3

Ὡς ἐμέ γε λυπεῖ μὲν καὶ ἡ νόσος ἀκμάζουσα, πλέον δὲ τὸ μὴ κρατῆσαι τῆς νόσου τὴν ἀρχὴν ἀλλ’ ἡττηθῆναι πάθους ἀπειρημένου μὲν ἐμοὶ τὸν πρὸ τούτου πάντα
5χρόνον λυμαινομένου δὲ καὶ μέχρις ἀκοῆς τὸ παρθε‐ νίας ὄνομα σεμνότατον.»
Aeth
.

4

.

10

.

4

Ἐπιρρωννὺς οὖν αὐτὴν «Ὦ
θύγατερ» ἔφην «δυοῖν ἕνεκεν εὖ ποιεῖς ἀποκρύπτουσα τὰ κατὰ σαυτήν· ἐγώ τε γὰρ οὐδὲν δέομαι μανθά‐ νειν ἃ πάλαι παρὰ τῆς τέχνης ἔγνωκα σύ τε εἰκότα18 in vol. 2
5πάσχεις ἐρυθριῶσα λέγειν ἃ γυναιξὶ κρύπτειν εὐπρεπέσ‐ τερον.
Aeth
.

4

.

10

.

5

Ἀλλ’ ἐπειδήπερ ἅπαξ ἔρωτος ἐπῄσθου καὶ φανείς σε Θεαγένης ᾕρηκε, τοῦτο γὰρ ὀμφή μοι θεῶν ἐμή‐ νυσε, σὺ μὲν ἴσθι μὴ μόνη καὶ πρώτη τὸ πάθος ὑποστᾶσα ἀλλὰ σὺν πολλαῖς μὲν γυναιξὶ τῶν ἐπισήμων σὺν πολλαῖς
5δὲ παρθένοις τῶν τὰ ἄλλα σωφρόνων· μέγιστος γὰρ θεῶν ὁ Ἔρως καὶ ἤδη καὶ θεῶν αὐτῶν ποτε κρατεῖν λεγόμενος.
Aeth
.

4

.

10

.

6

Ἐπισκόπει δὲ ὅπως ἄριστα διαθήσῃ τὰ παρόντα, ὡς τὸ μὲν ἀπείρατον γενέσθαι τὴν ἀρχὴν ἔρωτος εὔδαιμον, τὸ δὲ ἁλόντα πρὸς τὸ σῶφρον τὸ βούλημα περιποιῆσαι σοφώτατον· ὃ δὴ καὶ σοὶ βουλομένῃ πιστεύειν ἔξεστι καὶ
5τὸ μὲν ἐπιθυμίας αἰσχρὸν ὄνομα διώσασθαι τὸ δὲ συνα‐ φείας ἔννομον συνάλλαγμα προελέσθαι καὶ εἰς γάμον τρέψαι τὴν νόσον.»
7
Aeth
.

4

.

11

.

1

Ἱδρῶτι πολλῷ διερρεῖτο τούτων εἰρημένων, ὦ Κνήμων, καὶ δήλη παντοίως ἦν χαίρουσα μὲν ἐφ’ οἷς ἤκουεν ἀγωνιῶσα δὲ ἐφ’ οἷς ἤλπιζεν ἐρυθριῶσα δὲ ἐφ’ οἷς ἑάλωκεν· οὐκ ὀλίγον οὖν ἐφησυχάσασα χρόνον «Ὦ
5πάτερ» ἔφη «γάμον ὀνομάζεις καὶ τοῦτον αἱρεῖσθαι προτρέπεις ὥσπερ δῆλον ὂν ἢ τὸν πατέρα συνθησόμενον ἢ τὸν ἐμοὶ πολέμιον ἀντιποιησόμενον.»
Aeth
.

4

.

11

.

2

«Τὸ μὲν κατὰ
τὸν νεανίαν ἔρρωται ἡμῖν» ἔφην «καὶ πλέον ἢ σὺ τάχα κἀκεῖνος ἑάλωκεν ἀπὸ τῶν ὁμοίων σοι κεκινημένος. Ὡς γὰρ ἔοικεν αἱ ψυχαί πως ὑμῖν ἀπὸ πρώτης ἐντεύξεως19 in vol. 2
5τὰς ἀλλήλων ἀξίας ἐγνώρισαν καὶ πρὸς τὸ ἴσον πάθος κατηνέχθησαν· ἐπέτεινα δὲ αὐτῷ κἀγὼ σοὶ χαριζόμενος σοφίᾳ τὴν ἐπιθυμίαν, ὁ δὲ νομιζόμενός σοι πατὴρ ἄλλον εὐτρεπίζεται νυμφίον, Ἀλκαμένην ὃν οὐκ ἠγνόηκας.»
Aeth
.

4

.

11

.

3

Ἡ δὲ «Ἀλκαμένει μὲν» ἔφη «τάφον πρότερον ἢ γάμον τὸν ἐμὸν εὐτρεπιζέτω, ἐμὲ γὰρ ἢ Θεαγένης ἄξεται ἢ τὸ τῆς εἱμαρμένης διαδέξεται· σὺ δ’ ὅτι μὴ ἔστι μοι πατὴρ ἀλλὰ νομίζεται Χαρικλῆς, ἱκετεύω λέγε πόθεν
5ἐγνώρισας.» «Ἐκ ταύτης» ἔφην ἐπιδείξας τὴν ταινίαν. «Ἔσχες δὲ πόθεν ἢ ὅπως; ἐξ οὗ γάρ με κατὰ τὴν Αἴγυπ‐ τον παρὰ τοῦ θρεψαμένου λαβὼν οὐκ οἶδ’ ὅπως δεῦρο ἤγαγεν, ἀφελόμενος εἶχεν ἀποκειμένην ἐν κοιτίδι τοῦ μὴ τὸν χρόνον αὐτῇ λυμήνασθαι.»
Aeth
.

4

.

11

.

4

«Τὸ μὲν ὅπως ταύτην ἐκομισάμην εἰσαῦθις» ἔφην «ἀκούσῃ, τὸ δὲ παρόν, εἰ τὰ ἐγγεγραμμένα γνωρίζεις εἰπέ μοι.» Τῆς δὲ οὐκ εἰδέναι, πόθεν; ὁμολογούσης, «Γένος» ἔλεγον «καὶ ἔθνος
5τὸ σὸν καὶ τύχην φράζει.» Ὡς δὲ ἀνακαλύπτειν ὅσα ἔχω γινώσκειν ἱκέτευεν, ἔλεγον ἅπαντα τήν τε γραφὴν ἐπιὼν ἐν μέρει καὶ πρὸς ἔπος ἑρμηνεύων.
7
Aeth
.

4

.

12

.

1

Ὡς δὲ ἐγνώρισεν ἑαυτήν, καὶ τὸ φρόνημα
διανιστᾶσα πλέον τῷ γένει προσέδραμε καὶ «Τί οὖν χρὴ ποιεῖν;» ἠρώτα, τότε ἤδη συμβουλῆς τῆς φανερωτέ‐ ρας ἠρχόμην, ἅπαντα ὡς ἔσχεν ἀνακαλύπτων, «Ἐγώ»20 in vol. 2
5λέγων «ὦ θύγατερ, ἦλθον καὶ εἰς Αἰθίοπας ἐπιθυμίᾳ τῆς παρ’ ἐκείνοις σοφίας· ἐγενόμην καὶ Περσίννῃ τῇ σῇ μητρὶ γνώριμος, οἰκειοῦται γὰρ ἀεὶ τὸ σοφῶν γένος ἡ βασίλειος αὐλὴ καὶ ἄλλως εἶχόν τι καὶ δόξης πλέον τὴν Αἰγυπτίων σοφίαν προσθήκῃ τῆς Αἰθιόπων ἐκθειάζων.
Aeth
.

4

.

12

.

2

Ἐπεὶ δὲ ἀπαίρειν μέλλοντά με οἴκαδε ᾔσθετο, τὰ κατὰ σέ μοι πάντα διηγεῖτο τὸ πιστὸν τῆς σιωπῆς ὅρκῳ πρότερον κομισαμένη καὶ ἔλεγε τοῖς μὲν ἐγχωρίοις σοφοῖς οὐ θαρ‐
5σήσειν εἰπεῖν, ἐμὲ δὲ ἱκέτευεν ἐρωτᾶν τοὺς θεοὺς εἰ πρῶτα μὲν ἐκτεθεῖσα διεσώθης, ἔπειτα ὅπῃ γῆς οὖσα τυγχάνεις, οὐ γὰρ πυθέσθαι κατὰ τὸ ἔθνος οὐδεμίαν τοιαύ‐ την, πολλὰ περιεργασαμένη.
Aeth
.

4

.

12

.

3

Ἐμοῦ δὲ ἅπαντα μαθόν‐ τος ἐκ θεῶν καὶ εἶναί τε καὶ ὅπου φράσαντος αὖθις ἱκέτευεν ἐπιζητεῖν καὶ προτρέπειν ἥκειν εἰς τὴν ἐνεγ‐ κοῦσαν, ἄγονος γὰρ καὶ ἄτεκνος ἐκ τῶν ἐπὶ σοὶ διατελεῖν
5ὠδίνων ἑτοίμως τε ἔχειν, εἴ ποτε φανείης, ὁμολογεῖν τῷ σῷ πατρὶ τὸ συμβεβηκός· εἰδέναι γὰρ αὐτὸν πεισθησόμε‐ νον χρόνῳ τε τῆς συμβιώσεως τὴν ἐπ’ αὐτῇ δοκιμασίαν ἔχοντα καὶ τῆς ἐκ παίδων διαδοχῆς τὴν ἐπιθυμίαν ἀπροσ‐ δοκήτως λαμβάνοντα.
9
Aeth
.

4

.

13

.

1

Ταῦτα ἐκείνη μὲν ἔλεγε καὶ ποιεῖν ἱκέτευεν,
ἐπισκήπτουσά μοι πολλὰ τὸν ἥλιον, ὅρκον ὃν οὐδενὶ σοφῶν ὑπερβῆναι θεμιτόν· ἐγὼ δὲ ἥκω τὴν ἐνώμοτον ἱκεσίαν ἐκτελέσων, οὐ διὰ τοῦτο μὲν τὴν ἐπὶ τάδε σπουδάσας21 in vol. 2
5ἄφιξιν θεῶν δὲ ὑποθήκῃ μέγιστον ἐκ τῆς ἄλης τοῦτο κερδήσας, ἐκ πολλοῦ τε ὡς οἶσθα προσεδρεύω χρόνου, θερα‐ πείας μὲν τῆς περί σε καὶ πάλαι τῆς πρεπούσης οὐδὲν ἀπολιπὼν σιωπῶν δὲ τὰ ὄντα, καιροῦ λαβέσθαι καὶ τὴν ταινίαν μηχανῇ τινι κομίσασθαι εἰς πίστιν τῶν πρός σε
10ῥηθησομένων περιμένων.
Aeth
.

4

.

13

.

2

Ὥστε ἔνεστί σοι πειθομένῃ δρασμόν τε τὸν ἐνθένδε σὺν ἡμῖν αἱρουμένῃ, πρίν τι καὶ πρὸς βίαν σε τῶν παρὰ γνώμην ὑποστῆναι, τοῦ Χαρικλέους ἤδη σοι τὸν Ἀλκαμένους γάμον ἐσπουδακότος, γένος μὲν
5καὶ πατρίδα καὶ τοὺς φύντας κομίζεσθαι Θεαγένει δὲ ἀνδρὶ συνεῖναι γῆς ὅποι καὶ βουλόμεθα συνέπεσθαι παρεσκευασ‐ μένῳ, ξένου τε καὶ ὀθνείου γνήσιον καὶ ἄρχοντα βίον ἀνταλ‐ λάξασθαι σὺν τῷ φιλτάτῳ βασιλεύουσαν, εἴ τι δεῖ θεοῖς τε τοῖς ἄλλοις καὶ τῷ χρησμῷ τοῦ Πυθίου καταπιστεύειν.»
Aeth
.

4

.

13

.

3

Καὶ ἅμα ὑπεμίμνησκον τὸν χρησμὸν καὶ ὅ τι βούλοιτο ἔφραζον· οὐ γὰρ ἠγνόητο τῇ Χαρικλείᾳ παρὰ πολλῶν καὶ ᾀδόμενος καὶ ζητούμενος. Ἐπάγη πρὸς ταῦτα «Κἀπειδὴ θεοὺς» εἶπεν «οὕτω βούλεσθαι σύ τε φῂς ἐγώ τε πείθο‐
5μαι, τί χρὴ πράττειν ὦ πάτερ;» «Πλάττεσθαι» εἶπον «ὡς ἐπινεύουσαν τὸν Ἀλκαμένους γάμον.»
Aeth
.

4

.

13

.

4

Ἡ δὲ «Βαρὺ μὲν» ἔφη «καὶ ἄλλως αἰσχρὸν τὸ καὶ μέχρις
ἐπαγγελίας ἕτερον πρὸ Θεαγένους αἱρεῖσθαι, πλὴν ἀλλ’ ἐπεὶ θεοῖς τε καὶ σοί, πάτερ, ἐμαυτὴν ἐπέτρεψα, τίνα22 in vol. 2
5σκοπὸν ἔχει τὸ πλάσμα καὶ τίνα τρόπον ὥστε μὴ εἰς ἔργον ἀχθῆναι διαλυθήσεται;»
Aeth
.

4

.

13

.

5

«Γνώσῃ τοῖς ἔργοις» ἔφην· «τινὰ προαγορευόμενα μὲν γυναιξὶν ἔστιν ὅτε καὶ ὄκνον ἤνεγκεν ἐπιτελούμενα δὲ ἐκ τοῦ παραχρῆμα θαρραλεώτερον ἠνύσθη πολλάκις· ἕπου μόνον ταῖς ἐμαῖς ὑποθήκαις τά τε
5ἄλλα καὶ τὸ παρὸν τῷ Χαρικλεῖ σύντρεχε τὰ πρὸς τὸν γάμον, ὡς οὐδὲν ἐκείνου πράξαντος ἄνευ τῆς ἐμῆς ὑφη‐ γήσεως.» Ὡμολόγει ταῦτα καὶ τὴν μὲν ἀπολείπω δα‐ κρύουσαν.
8
Aeth
.

4

.

14

.

1

Ἄρτι δὲ τοῦ δωματίου προελθὼν ὁρῶ τὸν Χαρικλέα πρὸς ὑπερβολὴν περίλυπον καὶ ὅλης κατηφείας ἀνάπλεων καὶ «Ὦ θαυμάσιε» πρὸς αὐτὸν ἔφην «ὅτε σε ἐχρῆν ἐστέφθαι καὶ χαίρειν ἀποθύειν τε χαριστήρια τοῖς
5θεοῖς ἐπιτυχόντα τῶν πάλαι σοι δι’ εὐχῆς καὶ Χαρικλείας ὀψέ ποτε καὶ σὺν τέχνῃ πολλῇ καὶ σοφίᾳ τῇ ἐμῇ πρὸς ἐπι‐ θυμίαν γάμων ἐπικλασθείσης, τότε σκυθρωπὸς καὶ σύννους καὶ μόνον οὐ θρηνεῖς οὐκ οἶδ’ ὅ τι πεπονθώς.»
Aeth
.

4

.

14

.

2

Καὶ ὃς «Τί δὲ οὐ μέλλω, τῆς φιλτάτης μοι τὸν βίον τάχα πρό‐ τερον μεταστησομένης ἢ πρὸς γάμον, ὡς φῄς, συναφθη‐ σομένης, εἴ τι δεῖ προσέχειν ὀνείρασι τοῖς τε ἄλλοις καὶ
5οἷς τῆς παρηκούσης ἐξεδειματώθην νυκτός, καθ’ ἣν ἀετὸν
ᾤμην ἐκ χειρὸς ἀφεθέντα τοῦ Πυθίου καὶ ἀθρόον καταπ‐ τάντα τό τε θυγάτριον ἐκ κόλπων, οἴμοι, τῶν ἐμῶν ἀναρ‐ πάσαντα γῆς ἐπ’ ἔσχατόν τι πέρας οἴχεσθαι φέροντα, ζοφώδεσί τισιν εἰδώλοις καὶ σκιώδεσι πλῆθον, καὶ τέλος23 in vol. 2
10οὐδὲ γνῶναι ὅ τι ποτὲ καὶ δράσειε, τοῦ μεσεύοντος ἀπείρου διαστήματος συνεκδραμεῖν τῇ πτήσει τὴν θέαν ἐνεδρεύ‐ σαντος;»
12
Aeth
.

4

.

15

.

1

Ταῦτα ὡς εἶπεν, ἐγὼ μὲν ὅπη τείνει τὸ ὄναρ συνέβαλλον, ἐκεῖνον δὲ ἐκ τῆς ἀθυμίας ἀπάγων καὶ ὑπο‐ ψίας εἶναι πόρρω τῶν ἐσομένων παρασκευάζων «Ἱερεὺς» ἔφην «καὶ ταῦτα τοῦ μαντικωτάτου τῶν θεῶν ὀνειροπολεῖν
5μοι δοκεῖς οὐκ ἔχειν ἐπιτηδείως, ὃς τῶν ἐνυπνίων σοι τοὺς ἐσομένους τῆς παιδὸς γάμους προμηνυόντων καὶ ἀετὸν μὲν τὸν ληψόμενον νυμφίον αἰνιττομένων, ταῦτα δὲ ἔσεσ‐ θαι, τοῦ Πυθίου νεύοντος καὶ ὡς ἐκ χειρὸς τὸν συνοικήσοντα προσάγοντος, εὐαγγελιζομένων ἀγανακτεῖς τὴν ὄψιν καὶ
10πρὸς τὸ ἄθυμον ἄγεις τὸ ὄναρ.
Aeth
.

4

.

15

.

2

Ὥστε, ὦ Χαρίκλεις, εὔφημον ἔχωμεν στόμα καὶ συντρέχωμεν τῇ βουλήσει τῶν κρειττόνων πρὸς τὸ πείθειν ἔτι καὶ μᾶλλον τὴν κόρην τραπόμενοι.» Τοῦ δὲ ἐρομένου τί ἂν πράττων ἔχοι πλέον
5πειθομένην «Εἴ τί σοι κειμήλιόν ἐστι πολυτελές» ἔφην, «ἐσθὴς διάχρυσος ἢ ὅρμος ἐρίτιμος, ταῦτα ὡς ἕδνα παρὰ τοῦ νυμφίου πρόσαγε καὶ δωρούμενος ἐξιλεοῦ τὴν Χαρί‐
κλειαν· ἀπαραίτητον ἔχει πρὸς γυναῖκα ἴυγγα χρυσὸς καὶ λίθος.24 in vol. 2
Aeth
.

4

.

15

.

3

Καὶ τἄλλα δέ σοι τὰ πρὸς τὴν πανήγυριν εὐτρε‐ πιστέον, συνέχειν γὰρ δεήσει τοὺς γάμους ἕως τὸ κατη‐ ναγκασμένον τῆς ἐπιθυμίας ἀμετάβλητον ἔχει παρὰ τῆς τέχνης ἡ κόρη.» «Μηδὲν ἀπολείπεσθαι νόμιζε τῶν ἐπ’
5ἐμοί» φήσας ὁ Χαρικλῆς ἀπέτρεχεν, ἔργον ἀποφῆναι τοὺς λόγους ὑφ’ ἡδονῆς ἐπειγόμενος.
Aeth
.

4

.

15

.

4

Καὶ ἔπραξέ γε, ὡς ὕστερον ἔγνων, ἅπερ ὑπεθέμην οὐδὲν ὑπερθέμενος, ἐσθῆτά τε ἄλλην πολύτιμον καὶ δὴ καὶ τοὺς ὅρμους τοὺς Αἰθιο‐ πικοὺς τοὺς συνεκτεθέντας ὑπὸ τῆς Περσίννης εἰς γνω‐
5ρίσματα τῇ Χαρικλείᾳ ὡς ἕδνα δῆθεν παρὰ τοῦ Ἀλκαμέ‐ νους προσκομίσας.
6
Aeth
.

4

.

16

.

1

Ἐγὼ δὲ τῷ Θεαγένει συντυχών, ποῦ τυγχάνου‐ σιν ἐπιδημοῦντες οἱ τὴν πομπὴν αὐτῷ πληρώσαντες ἠρώ‐ των· ὁ δὲ τὰς μὲν κόρας ἔφασκεν ἐξωρμηκέναι τοῦ σχο‐ λαίτερον βαδίζειν ἕνεκεν προαπεσταλμένας, τοὺς δὲ ἐφή‐
5βους οὐδὲ φέρειν ἔτι δι’ ὄχλου γινομένους καὶ πρὸς τὴν ἐπάνοδον τὴν οἴκαδε συνελαύνοντας.
Aeth
.

4

.

16

.

2

Ἅπερ ὡς ἔγνων, παρεγγυήσας τά τε ἐκείνοις ῥητέα καὶ αὐτῷ πρακτέα καὶ τὸ παρ’ ἐμοῦ δοθησόμενον τοῦ καιροῦ καὶ τῆς ὥρας ἐνδόσιμον ἐπιτηρεῖν ἐπιστείλας τοῦ μὲν ἀπεχώρουν ἐπὶ δὲ τὸν νεὼν τοῦ
5Πυθίου τὴν ὁρμὴν ἐποιούμην, τὸν ἅμα τοῖς νέοις δρασμὸν ὑφηγήσασθαι χρηστηρίῳ τὸν θεὸν ἱκετεύσων.
Aeth
.

4

.

16

.

3

Ἀλλ’ ἦν ἄρα καὶ νοῦ παντὸς ὀξύτερον τὸ θεῖον καὶ τοῖς κατὰ βούλη‐ σιν αὐτῷ δρωμένοις ἐπίκουρον γίνεται καὶ ἄκλητον εὐμενείᾳ πολλάκις φθάνον τὴν αἴτησιν· ὡς δὴ καὶ τότε πρὸς τὴν
5οὐδέπω γενομένην πεῦσιν ἔφθη τὴν ἀπόκρισιν ὁ Πύθιος 〈δούσ〉 καὶ τοῖς ἔργοις ἐπεσήμαινε τὴν ὑφήγησιν. Ἐσπου‐ δακότα γάρ με τὰ φροντιζόμενα καὶ παρὰ τὴν πρόμαντιν, ὡς ἔφην, ἐπειγόμενον ἐπεῖχέ τις βοὴ παριόντα «Σύσπενδε ὦ ’γαθέ» ξένων καλούντων· ἔθυον δὲ ἄρα σὺν αὐλήμασιν25 in vol. 2
10Ἡρακλεῖ τὴν εὐωχίαν.
Aeth
.

4

.

16

.

4

Ἐπέσχον τὴν ὁρμὴν ὡς τού‐ των ᾐσθόμην, οὐδὲ γὰρ ἦν μοι θεμιτὸν ἱερὰν κλῆσιν παρα‐ δραμεῖν, κἀπειδὴ τοῦ λιβανωτοῦ λαβὼν ἀπέθυσα καὶ ὕδα‐ τος ἔσπεισα, θαυμάζουσι μὲν ἐῴκεσαν τὸ πολυτελὲς τῶν
5ἐμῶν θυμάτων ὅμως δ’ οὖν καὶ τῆς εὐωχίας συμμετέχειν ἠξίουν.
Aeth
.

4

.

16

.

5

Ὑπήκουον καὶ πρὸς τοῦτο, καὶ κατακλιθεὶς ἐπὶ τῆς στιβάδος ἣν μυρρίναι καὶ δάφναι τοῖς ξένοις ἐστρώκεσαν τῶν τε ἐξ ἔθους ἀπογευσάμενος «Ἀλλ’ ὦ ’γαθοί» πρὸς αὐτοὺς ἔφην «δαιτὸς μὲν ἡδίστης οὐκ ἐνδεὴς
5ἀκοῆς δὲ ἔτι τῆς περὶ ὑμῶν ἀμαθής, ὥστε ὥρα λέγειν ὑμῖν οἵτινες ἢ ὁπόθεν ἐστέ· δημῶδες γὰρ οἶμαι καὶ τῶν ἀγροικοτέρων σπονδῶν καὶ τραπέζης κοινωνήσαντας μὴ οὐχὶ καὶ τὴν περὶ ἀλλήλων γνῶσιν ἔχοντας ἀπελθεῖν, φιλίας ἀρχὴν ἱεροὺς ἅλας ποιησαμένους.»
Aeth
.

4

.

16

.

6

Ἔλεγον δὴ οὖν εἶναι μὲν Φοίνικες Τύριοι τέχνην δὲ ἔμποροι πλεῖν δὲ ἐπὶ Καρχηδόνα τὴν Λιβύων, ὁλκάδα μυριοφόρον Ἰνδικῶν τε καὶ Αἰθιοπικῶν καὶ τῶν ἐκ Φοινίκης ἀγωγίμων φέροντες,
5τὸ δὲ παρὸν Ἡρακλεῖ Τυρίῳ τήνδε νικητήριον ἀποθύειν
τὴν εὐωχίαν, τοῦδε τοῦ νεανίου (δείξαντες τὸν προκατα‐ κείμενον) ἀναδησαμένου τὸν ἀπὸ τῶν παλαιστῶν ἐνθαδὶ στέφανον καὶ νικῶσαν τὴν Τύρον ἐν Ἕλλησιν ἀναγορεύ‐ σαντος.26 in vol. 2
Aeth
.

4

.

16

.

7

«Οὗτος γάρ, ἐπειδὴ Μαλέαν ὑπερβαλόντες ἀνέμοις τε ἐναντίοις χρησάμενοι τῇ Κεφαλληναίων προσ‐ έσχομεν, ὄναρ αὐτῷ προμαντεύειν τὴν μέλλουσαν Πυθιο‐ νίκην τὸν πάτριον ἡμῶν τόνδε θεὸν ἐπομνύμενος ἐκτραπῆ‐
5ναί τε τοῦ προκειμένου πλοῦ καὶ τῇδε κατᾶραι πείσας ἔργοις ἐπιστώσατο τὴν μαντείαν καλλίνικος ἡμῖν ὁ τέως ἔμπορος ἀναδειχθείς.
Aeth
.

4

.

16

.

8

Καὶ τήνδε τὴν θυσίαν ἄγει τῷ θεῷ τῷ φήναντι νικητήριόν τε καὶ χαριστήριον, ἅμα δὲ καὶ ἐμβατήριον· εἰς ἕω γὰρ ἀφήσειν, ὦ λῷστε, μέλλομεν, εἰ τὰ ἐκ τῶν ἀνέμων τῇ βουλήσει συμπνεύσειε.» «Μέλλετε
5δῆτα ἀληθῶς;» ἔφην. «Ναὶ μέλλομεν» ἀπεκρίναντο.
Aeth
.

4

.

16

.

9

«Συνέμπορον ἄρα ἕξετέ με βουλόμενοι, πλοῦς γάρ μοι πρόκειται κατά τι χρέος εἰς Σικελίαν· ἡ δὲ νῆσος, ὡς ἴστε, παράπλους ὑμῖν ἐπὶ τὴν Λιβύων ἐσπουδακόσιν.» «Εἰ γὰρ βουληθείης» ἔλεγον «ἀγαθὸν οὐδὲν ἀπεῖναι
5νομιοῦμεν ἀνδρὶ σοφῷ τε καὶ Ἕλληνι καὶ ὡς δίδωσιν ἡ πεῖρα συμβάλλειν τάχα που καὶ θεοῖς κεχαρισμένῳ συ‐ νόντες.» «Βουλήσομαι» πρὸς αὐτοὺς ἔφην «εἰ μίαν ἐνδοίητε πρὸς παρασκευὴν ἡμέραν.»
Aeth
.

4

.

16

.

10

«Ἕξεις» ἔφα‐ σαν «τὴν αὔριον· μόνον εἰς ἑσπέραν γοῦν ἐπὶ θάλατταν εἶναι, πολὺ γάρ τι καὶ νύκτες εἰς πλοῦν ἀνύουσιν ἀπο‐ γείοις αὔραις ἀκύμονα τὰ σκάφη παραπέμπουσαι.» Συνε‐
5τιθέμην οὕτω ποιήσειν ὅρκῳ πρότερον ὅτι μὴ προαναχθή‐
σονται τὴν ἐπαγγελίαν πιστωσάμενος.27 in vol. 2
Aeth
.

4

.

17

.

1

Καὶ τοὺς μὲν αὐτοῦ καταλιπὼν πρὸς αὐλοῖς ἔτι καὶ ὀρχήσεσιν ὄντας, ἃς ὑπὸ πηκτίδων ἐπίτροχον μέλος Ἀσσύριόν τινα νόμον ἐσκίρτων ἄρτι μὲν κούφοις ἅλμασιν εἰς ὕψος αἰρόμενοι ἄρτι δὲ τῇ γῇ συνεχὲς ἐποκλά‐
5ζοντες καὶ στροφὴν ὁλοσώματον ὥσπερ οἱ κάτοχοι δι‐ νεύοντες,
Aeth
.

4

.

17

.

2

ἀφικόμενος δὲ παρὰ τὴν Χαρίκλειαν ἐπὶ τῶν κόλπων ἔτι τὰ παρὰ τοῦ Χαρικλέους κειμήλια φέρουσάν τε καὶ ἐπισκοποῦσαν καὶ παρὰ τὸν Θεαγένην μετ’ ἐκείνην, ἅ τε δεήσει καὶ ὁπότε πράττειν ἑκάτερον ὑποθέμενος,
5οἴκαδε ἐλθὼν ἐφήδρευον τοῖς ἐσομένοις.
Aeth
.

4

.

17

.

3

Καὶ εἰς τὴν ἑξῆς τοιάδε ἐγίνετο· ἐπειδὴ μέσαι νύκτες ὕπνῳ τὴν πόλιν ἐβάπτιζον, ἔνοπλος κῶμος τὴν οἴκησιν τῆς Χαρικλείας κατελάμβανεν, ἐστρατήγει δὲ Θεαγένης τὸν ἐρωτικὸν τοῦ‐
5τον πόλεμον εἰς λόχον ἀπὸ τῆς πομπῆς τοὺς ἐφήβους συντάξας.
Aeth
.

4

.

17

.

4

Οἳ δὴ μέγα τι καὶ ἀθρόον ἐμβοήσαντες καὶ δούπῳ τῶν ἀσπίδων τοὺς κατὰ μικρὸν αἰσθομένους ἐμβροντήσαντες ὑπὸ λαμπάσιν ἡμμέναις εἰσήλαντο εἰς τὸ δωμάτιον, τὴν αὔλειον οὐ χαλεπῶς ἐκμοχλεύσαντες,
5ἅτε τῶν κλείθρων εἰς ῥᾳδίαν ἄνοιξιν ἐπιβεβουλευμένων, καὶ τὴν Χαρίκλειαν εὐτρεπῆ καὶ ἅπαντα προειδυῖαν καὶ τὴν βίαν ἑκοῦσαν ὑφισταμένην ἀναρπάζουσιν οὐκ ὀλίγα τῶν ἐπίπλων ὅσα κατὰ βούλησιν ἦν τῇ κόρῃ συνεκφορή‐ σαντες.
Aeth
.

4

.

17

.

5

Κἀπειδὴ τῆς οἰκίας ἐκτὸς ἐγεγόνεισαν, οἱ
μὲν τὸν ἐνυάλιον ἀλαλάξαντες καὶ βαρύν τινα πάταγον ἐκ τῶν ἀσπίδων ἐπικτυποῦντες διὰ πάσης ἐχώρουν τῆς πόλεως εἰς ἄφραστόν τι δεῖμα τοὺς ἐνοικοῦντας ἐμβα‐28 in vol. 2
5λόντες ἅτε νυκτός τε ἀωρίᾳ τὸ φοβερώτεροι δοκεῖν προει‐ ληφότες καὶ τοῦ Παρνασοῦ πρὸς τὴν βοὴν ὑπόχαλκον αὐτοῖς συνεπηχοῦντος· καὶ οἱ μὲν οὕτω τοὺς Δελφοὺς διεξῆλθον ἐπάλληλόν τι Χαρίκλειαν καὶ συνεχὲς ἀναφθεγ‐ γόμενοι.
9
Aeth
.

4

.

18

.

1

Κἀπειδὴ τοῦ ἄστεος ἐκτὸς ἦσαν ὡς τάχους εἶχον ἐπὶ τὰ Λοκρῶν ὄρη καὶ Οἰταίων ἀφιππάσαντο. Ὁ δὲ Θεαγένης καὶ ἡ Χαρίκλεια τὰ προδεδογμένα πράττοντες ὑπολείπονται μὲν τῶν Θετταλῶν, ὡς ἐμὲ δὲ λαθραῖοι κατα‐
5φεύγουσι καί μου τοῖς γόνασιν ἅμα προσπεσόντες ἐπὶ πλεῖστον εἴχοντο τρόμῳ τε παλλόμενοι καὶ «Σῷζε πάτερ» συνεχὲς ἐπιφθεγγόμενοι.
Aeth
.

4

.

18

.

2

Ἀλλ’ ἡ μὲν Χαρίκλεια τοῦτο καὶ μόνον, εἰς γῆν τε νεύουσα καὶ τὴν πρᾶξιν ἄρτι καινο‐ τομουμένην ἐρυθριῶσα· ὁ δὲ Θεαγένης καὶ ἕτερα προσεπ‐ έσκηπτε «Σῷζε» λέγων «ὦ Καλάσιρι, ξένους καὶ ἀπόλι‐
5δας ἱκέτας πάντων ἀλλοτριωθέντας, ἵν’ ἐκ πάντων μόνους ἀλλήλους κερδήσωσι· σῷζε τύχης λοιπὸν ἀγώγιμα σώματα καὶ σωφρονοῦντος ἔρωτος αἰχμάλωτα, φυγάδας αὐθαιρέτους μὲν ἀλλ’ ἀνευθύνους καὶ πᾶσαν εἰς σὲ προσδοκίαν σωτη‐ ρίας ἀναρρίψαντας.»
Aeth
.

4

.

18

.

3

Συνεχέθην τοῖς εἰρημένοις καὶ νῷ πλέον ἢ ὀφθαλμῷ τοῖς νέοις ἐπιδακρύσας καὶ ὅσον ἐκείνους μὲν ἐλάνθανεν ἐμὲ δὲ ἐπεκούφιζεν ἀνίστων τε καὶ ἀνελάμβανον· καὶ χρηστὰς ὑποθέμενος τὰς ἐλπίδας
29 in vol. 2
5τῶν ἐσομένων, σὺν γὰρ θεῷ τὴν ἀρχὴν ἐπικεχειρῆσθαι, «Ἐγὼ μὲν ἐπὶ τὰ ἑξῆς τῆς πράξεως ἄπειμι» ἔφην, «ὑμεῖς δέ με κατὰ χώραν περιμένειν τοῦ μή τισιν ὀφθῆ‐ ναι πλείστην ὅσην φροντίδα ἔχοντες»· καὶ εἰπὼν ἀπέ‐ τρεχον.
Aeth
.

4

.

18

.

4

Ἀλλ’ ἡ Χαρίκλεια θοιματίου τε ἐλαμβάνετο καὶ ἐπεῖχε καὶ «Ὦ πάτερ, ἀδικίας» ἔλεγεν «ἀρχὴ τοῦτο μᾶλ‐ λον δὲ προδοσίας, εἰ μόνην οἰχήσῃ με καταλιπών, Θεαγέ‐ νει τὰ καθ’ ἡμᾶς ἐπιτρέψας, οὐδὲ ἐννοήσεις ὡς ἄπιστον
5εἰς φυλακὴν ἐραστὴς εἰ γένοιτο τῶν ἐρωτικῶν ἐγκρατὴς καὶ οὐχ ἥκιστα τῶν καταιδέσαι δυναμένων μονούμενος.
Aeth
.

4

.

18

.

5

Ἀναφλέγεται γάρ, ὡς οἶμαι, πλέον ὅταν ἄνευ προ‐ μάχου βλέπῃ τὸ ποθούμενον προκείμενον, ὥστε οὐ πρό‐ τερόν σε μεθίημι πρὶν δή μοι τῶν τε παρόντων ἕνεκα καὶ ἔτι μᾶλλον τῶν μελλόντων ὅρκῳ πρὸς Θεαγένην τὸ ἀσφα‐
5λὲς ἐμπεδωθείη ὡς οὔτε ὁμιλήσει τὰ Ἀφροδίτης πρότερον ἢ γένος τε καὶ οἶκον τὸν ἡμέτερον ἀπολαβεῖν ἤ, εἴπερ τοῦτο κωλύει δαίμων, ἀλλ’ οὖν γε πάντως βουλομένην γυναῖκα ποιεῖσθαι ἢ μηδαμῶς.»
Aeth
.

4

.

18

.

6

Ἐμοῦ δὲ τὰ εἰρημένα θαυμάσαντος καὶ οὕτω ποιητέον εἶναι πάντως ἐπικρίναν‐ τος τήν τε ἑστίαν ἐσχάραν εἰς βωμὸν ἀνάψαντος καὶ λιβα‐ νωτὸν ἀποθύσαντος ἐπώμνυεν ὁ Θεαγένης, ἀδικεῖσθαι μὲν
5φάσκων εἰ προλήψει τοῦ ὅρκου τὸ πιστὸν τοῦ τρόπου προϋποτέμνεται, οὐ γὰρ ἔχειν ἐπιδείξειν προαίρεσιν φόβῳ τοῦ κρείττονος κατηναγκάσθαι νομιζόμενος· ἐπώμνυε δ’ ὅμως Ἀπόλλω τε Πύθιον καὶ Ἄρτεμιν καὶ Ἀφροδίτην αὐτὴν καὶ Ἔρωτας, ἦ μὴν ἅπαντα οὕτω ποιήσειν ὡς ἠβου‐30 in vol. 2
10λήθη Χαρίκλεια καὶ ἐπέσκηψε.
10
Aeth
.

4

.

19

.

1

Οἱ μὲν ταῦτα καὶ ἕτερα ἄττα πρὸς τούτοις ἐπὶ μάρτυσι τοῖς θεοῖς ὡμολόγουν ἀλλήλοις, ἐγὼ δὲ ὡς τὸν Χαρικλέα δρομαῖος ἥκων θορύβου τε πλήρη καὶ ὀδυρ‐ μοῦ καταλαμβάνω τὴν οἰκίαν, οἰκετῶν τε ἤδη παρ’ αὐτὸν
5ἀφιγμένων καὶ τὴν τῆς κόρης ἁρπαγὴν ἐξαγγειλάντων καὶ πολιτῶν εἰς πλῆθος συρρεόντων καὶ τὸν Χαρικλέα θρη‐ νοῦντα περιεστοιχισμένων, ἀγνοίᾳ δὲ τῶν γεγονότων καὶ ἀμηχανίᾳ τῶν πρακτέων συνεχομένων.
Aeth
.

4

.

19

.

2

Ἐμβοήσας δ’ οὖν «Ὦ δυσδαίμονες» ἔφην «ὑμεῖς δὲ ἐνεοῖς προσεοικότες ἄχρι τίνος ἄναυδοι καὶ ἄπρακτοι καθεδεῖσθε ὥσπερ ἅμα τῷ δυστυχεῖν καὶ τὸ φρονεῖν προσαφῃρημένοι; Οὐκ ἐν
5ὅπλοις ἤδη ἐπιδιώξετε τοὺς πολεμίους; οὐ καταλήψεσθε καὶ τιμωρήσεσθε τοὺς ἐξυβρικότας;»
Aeth
.

4

.

19

.

3

Καὶ ὁ Χαρικλῆς «Περιττὸν μὲν ἴσως» ἔφη «διαμάχεσθαι πρὸς τὰ πα‐
ρόντα, συνίημι γὰρ ὡς ἐκ θεῶν μήνιδος ταυτηνὶ τίνω τὴν δίκην, ἣν ἐξ οὗπερ εἰς τὸ ἄδυτον ἀωρὶ παρελθὼν31 in vol. 2
5εἶδον ὀφθαλμοῖς ἃ μὴ θέμις ὁ θεός μοι προεῖπεν, ἀνθ’ ὧν οὐ προσηκόντως εἶδον τῆς τῶν φιλτάτων ὄψεως στερή‐ σεσθαι. Ὅμως δὲ οὐδὲν κωλύει καὶ πρὸς δαίμονα, φασί, μάχεσθαι, εἰ καὶ τίνα χρὴ μεταθέειν, εἰ τίς ὁ τὸν βαρὺν τοῦτον ἐπενεγκὼν πόλεμον ἐγινώσκομεν.»
Aeth
.

4

.

19

.

4

«Ὁ Θετ‐ ταλὸς» ἔφην «καὶ παρὰ σοὶ θαυμαστός, ὃν κἀμοὶ φίλον εἰσεποίεις, Θεαγένης ἐστὶ καὶ οἱ σὺν αὐτῷ μείρακες· οὔκουν εὕροις ἄν τινα τούτων κατὰ τὴν πόλιν οἳ μέχρι τῆσδε τῆς
5ἑσπέρας ἐπεχωρίαζον, ὥστε ἀνίστασο καὶ εἰς βουλὴν κάλει τὸν δῆμον.»
Aeth
.

4

.

19

.

5

Ἐγίνετο ταῦτα καὶ οἵ τε στρατηγοὶ σύγ‐ κλητον ἐκκλησίαν ἐκήρυττον σάλπιγγι τὸ κήρυγμα πρὸς τὴν πόλιν ἐπισημαίνοντες καὶ ὁ δῆμος αὐτίκα παρῆν καὶ τὸ θέατρον ἐγίνετο νυκτερινὸν βουλευτήριον, ὅ τε Χαρικλῆς
5εἰς μέσους παρελθὼν πρὸς οἰμωγήν τε ἀθρόον ἐκίνει τὸ πλῆθος καὶ μόνον ὀφθείς, ἐσθῆτά [τε] μέλαιναν ἀμπεχό‐ μενος, καὶ κόνιν τοῦ τε προσώπου καὶ τῆς κεφαλῆς καταχεάμενος τοιάδε ἔλεγεν.
Aeth
.

4

.

19

.

6

«Ἴσως μέν, ὦ Δελφοί, προσαγγεῖλαί με βουλόμενον ἐμαυτὸν ἥκειν εἰς μέσους καὶ ταύτην συγκεκληκέναι τὴν ἐκκλησίαν ἡγεῖσθε, πρὸς τὴν ὑπερβολὴν τῶν ἐμῶν συμφορῶν ἀφορῶντες· ἔχει δὲ οὐχ
5οὕτως· πράττω μὲν γὰρ θανάτου καὶ πολλάκις ἀξίως [τὸ
δὲ νῦν] ἔρημος καὶ θεήλατος, καὶ μόνη λοιπὸν 〈ἡ〉 οἰκία πάντων ἅμα τῶν φιλτάτων κεκενωμένη μοι συνομίλων.32 in vol. 2
Aeth
.

4

.

19

.

7

Ὅμως δ’ οὖν ἥ τε κοινὴ πάντων ἀπάτη καὶ μάταιος ἐλπὶς ἔτι με καρτερεῖν ἀναπείθει, τὴν εὕρεσιν τῆς θυγα‐ τρὸς ἐνδεχομένην ὑποτιθεμένη, καὶ ἔτι πλέον ἡ πόλις ἣν ἰδεῖν πρότερον τιμωρίαν εἰσπεπραγμένην παρὰ τῶν ἐξυβρι‐
5σάντων ἀναμένω, εἰ μὴ ἄρα καὶ ὑμῶν τὸ φρόνημα τὸ ἐλεύθερον καὶ τὴν ὑπὲρ τῆς ἐνεγκούσης καὶ θεῶν τῶν πατρῴων ἀγανάκτησιν τὰ Θετταλὰ μειράκια προσαφῄρηται.
Aeth
.

4

.

19

.

8

Τὸ γὰρ δὴ πάντων βαρύτατον ὅτι χορευταὶ παῖδες εὐαρίθμητοι καὶ θεωρίας ὑπηρέται πόλιν οἴχονται τῶν Ἑλληνίδων τὴν πρώτην πατήσαντες καὶ τὸν νεὼν τοῦ Πυθίου τοῦ τιμιωτάτου κτήματος ἀποσυλήσαντες, Χαρι‐
5κλείας οἴμοι τῶν ἐμῶν ὀφθαλμῶν. Ὢ τῆς ἀμειλίκτου καθ’ ἡμῶν τοῦ δαίμονος φιλονεικίας· τὴν πρώτην μοι καὶ γνη‐ σίαν, ὡς ἴστε, θυγατέρα ταῖς νυμφικαῖς λαμπάσι συναπέσ‐ βεσε, τὴν μητέρα μοι τὴν ἐκείνης ἐπὶ νεαρῷ τῷ πάθει συναπήγαγεν, ἐμὲ τῆς ἐνεγκούσης ἐξήλασεν.
Aeth
.

4

.

19

.

9

Ἀλλ’ ἦν πάντα φορητὰ μετὰ τὴν Χαρικλείας εὕρεσιν· Χαρίκλειά μοι βίος ἦν, ἐλπὶς καὶ διαδοχὴ τοῦ γένους, Χαρίκλεια μόνη παραψυχὴ καὶ ὡς εἰπεῖν ἄγκυρα· καὶ ταύτην ὑπετέμετο
5καὶ παρήνεγκεν ὅ τί ποτέ ἐστι τὸ εἰληχός με κλυδώνιον οὐχ ἁπλῶς τοῦτο οὐδ’ ὅτε ἔτυχεν ἀλλὰ, καθ’ ὃν εἴωθε και‐ ρὸν ἀωρὶ καὶ ὠμὰ κατ’ ἐμοῦ κωμάζειν, ἀπ’ αὐτῶν μικροῦ τῶν παστάδων, ἄρτι τῶν γάμων ἅπασιν ὑμῖν προκεκηρυγμένων.»33 in vol. 2
8
Aeth
.

4

.

20

.

1

Ἔτι λέγοντα ταῦτα καὶ ὅλον εἰς θρῆνον παραφερόμενον ὁ στρατηγὸς Ἡγησίας ἐπεῖχέ τε καὶ ἐξεκρούετο καὶ «Ὦ παρόντες» ἔφη, «Χαρικλεῖ μὲν ἐξέσται νῦν τε καὶ τὸ μετὰ ταῦτα θρηνεῖν, ἡμεῖς δὲ μὴ
5συμβαπτιζώμεθα τῷ τούτου πάθει μηδὲ λάθωμεν ὥσπερ ῥεύμασι τοῖς τούτου δάκρυσιν ὑποφερόμενοι καὶ τὸν καιρὸν προϊέμενοι, πρᾶγμα ὃ μεγίστην ἐν ἅπασιν ἔχει καὶ πολέ‐ μοις οὐχ ἥκιστα τὴν ῥοπήν.
Aeth
.

4

.

20

.

2

Ὡς νῦν μὲν καὶ ἀπὸ τῆς ἐκκλησίας ἐξιόντων ἐλπὶς καταληφθῆναι τοὺς πολεμίους ἕως ῥᾳθυμοτέραν αὐτοῖς τὴν πορείαν ἡ προσδοκία τῆς ἡμετέρας ἐμποιεῖ παρασκευῆς· εἰ δὲ οἰκτιζόμενοι μᾶλ‐
5λον δὲ γυναικιζόμενοι πλείονα τῇ μελλήσει τὴν προτέρησιν αὐτοῖς παρασχοῖμεν, οὐδὲν ἄλλ’ ἢ καταγελᾶσθαι πρὸς μειρακίων καὶ ταῦτα περιλείπεται, οὓς ἐγώ φημι χρῆναι αὐτούς τε ὡς ὅτι τάχιστα καταλαβόντας ἀνασκολοπίσαι καὶ τοὺς ἐξ αὐτῶν ἀτιμῶσαι διαβιβάσαντας καὶ εἰς τὸ
10γένος τὴν τιμωρίαν.
Aeth
.

4

.

20

.

3

Τοῦτο δ’ ἂν γένοιτο ῥᾳδίως εἰ πρὸς ἀγανάκτησιν κινήσαιμεν Θετταλοὺς τὴν κατ’ αὐτῶν τε τούτων, εἴ τινες διαφύγοιεν, καὶ τῶν ἐξ αὐτῶν, ἀπει‐
πόντες αὐτοῖς ἐκ ψηφίσματος τὴν θεωρίαν καὶ τὸν ἐνα‐34 in vol. 2
5γισμὸν τοῦ ἥρωος, ἐκ τοῦ δημοσίου τοῦ ἡμετέρου τελεῖσ‐ θαι τοῦτον ἐπικρίναντες.»
6
Aeth
.

4

.

21

.

1

Ἔτι τούτων ἐπαινουμένων καὶ δόγματι τοῦ δήμου κυρουμένων «Ἐπικεχειροτονήσθω» ἔφη ὁ στρατηγὸς «εἰ δοκεῖ, κἀκεῖνο, μηκέτι τὴν ζάκορον ἀναφαίνειν τοῖς τὸ ἐνόπλιον τρέχουσιν· ὡς γὰρ ἔχω συμβαλεῖν ἐκεῖθεν ἡ
5ἀρχὴ Θεαγένει τῆς ἀσεβείας ἐξήφθη καὶ τὴν ἁρπαγήν, ὡς ἔοικεν, ἐκ τῆς πρώτης θέας ἐνεθυμήθη· καλὸν οὖν περιγράψαι τῶν ἑξῆς χρόνων τὴν ὁμοίαν τινῶν ἐπιχεί‐ ρησιν.»
Aeth
.

4

.

21

.

2

Ὡς δὲ καὶ ταῦτα μιᾷ ψήφῳ καὶ χειρὶ τῇ πάντων ἐκράτησεν, ὁ μὲν Ἡγησίας ἐδίδου τῆς ἐξόδου τὸ σύνθημα καὶ πολεμικὸν ἡ σάλπιγξ ὑπεσήμαινε, τὸ δὲ θέα‐ τρον εἰς τὸν πόλεμον διελύετο καὶ δρόμος ἀκάθεκτος ἀπὸ
5τῆς ἐκκλησίας ἐπὶ τὴν μάχην ἠνύετο, οὐ τῆς ἐνόπλου μόνον καὶ ἰσχυούσης ἡλικίας, ἀλλὰ πολλοὶ μὲν παῖδες καὶ ἀμφιβόλως ἔφηβοι τὴν προθυμίαν εἰς ἀκμῆς προσθήκην ποιησάμενοι τῆς ἐξόδου μετασχεῖν ἐκείνης ἐθρασύνοντο.
Aeth
.

4

.

21

.

3

Πολλαὶ δὲ γυναῖκες ἀνδρειότερον τῆς φύσεως ἐφρό‐ νησαν καὶ τὸ προστυχὸν εἰς ὅπλον ἁρπασάμεναι μετέθεον ἀνήνυτα καὶ τὸ θῆλυ καὶ οἰκεῖον ἀσθενὲς ὑστερίζουσαι τῶν ἔργων ἐγνώριζον· εἶδες ἂν καὶ πρεσβύτου πρὸς τὸ
5γῆρας μάχην καὶ ὥσπερ ἕλκουσαν τὸ σῶμα τὴν διάνοιαν καὶ ὀνειδιζομένην τὴν ἀσθένειαν ὑπὸ τῆς προθυμίας. Οὕτως ἄρα πᾶσα ἡ πόλις ὑπερήλγησε τὴν Χαρικλείας ἀφαίρεσιν καὶ ὥσπερ ἑνὶ πάθει κεκινημένη πρὸς τὴν δίωξιν αὐτοβοεὶ καὶ οὐδὲ ἡμέραν ἀναμείνασα πάνδημον
10ἑαυτὴν ἐπαφῆκεν.»35 in vol. 2
Aeth
.

5

.

1

.

1

«Ἡ μὲν δὴ πόλις ἡ Δελφῶν ἐν τούτοις ἦν καὶ ἔδρασεν ὅ τι δὴ καὶ ἔδρασεν, οὐ γὰρ ἔχω γινώσκειν· ἐμοὶ δὲ τὸν καιρὸν τῆς φυγῆς ἡ ἐκείνων ἐπιδίωξις ὑπέβαλεν, ἀναλαβών τε τοὺς νέους ἦγον ὡς ἐπὶ θάλατ‐
5ταν αὐτῆς ὡς εἶχον τῆς νυκτὸς ἐνεβίβαζόν τε εἰς τὴν ναῦν τὴν Φοίνισσαν ἄρτι τὰ πρυμνήσια λύειν μέλ‐ λουσαν· καὶ γάρ πως λοιπὸν καὶ ὄρθρου ὑποφαίνοντος οὐδὲ ὑπερβαίνειν ᾤοντο τὸν πρός με ὅρκον οἱ Φοίνικες ἡμέραν καὶ νύκτα μόνην ἀναμεῖναι συνθέμενοι.
Aeth
.

5

.

1

.

2

Λίαν οὖν χαίροντες ἥκοντας ἡμᾶς ὑποδέχονται καὶ παραχρῆμα λιμένων ἐκτὸς ὑπ’ εἰρεσίᾳ τὸ πρῶτον ἀνήγοντο· ὡς δὲ λείου πνεύματος ἐκ γῆς προσπνεομένου κῦμα χθαμαλὸν
5ὑπέτρεχέ τε καὶ οἷον προσεγέλα τῇ πρύμνῃ, τότε δὴ τὴν ναῦν τοῖς ἱστίοις ὑποφέρειν ἐπέτρεπον. Κιρραῖοι μὲν δὴ
κόλποι καὶ Παρνασοῦ πρόποδες Αἰτωλοί τε καὶ Καλυδώ‐ νιοι σκόπελοι μόνον οὐ διιπταμένην τὴν ὁλκάδα παρημεί‐ βοντο, νῆσοι δὲ Ὀξεῖαι καὶ σχῆμα καὶ ὄνομα θάλαττά τε36 in vol. 2
10Ζακύνθιος ἄρτι πρὸς δύσιν ἡλίου νεύοντος ἀνεφαίνοντο.
Aeth
.

5

.

1

.

3

Ἀλλὰ τί ταῦτα ἀωρὶ μηκύνω; τί δὲ λανθάνω τὴν διή‐ γησιν εἰς πέλαγος ὄντως ἀφεὶς τῶν ἑξῆς; Ἐνταῦθά ποι τὸν λόγον ἐπίσχωμεν ὀλίγον δὲ καὶ ὕπνου σπάσωμεν· εἰ γὰρ καὶ λίαν ἄοκνος ὑπάρχεις τὴν ἀκοὴν καὶ ἐρρωμένως ἀπο‐
5μάχῃ πρὸς τὸν ὕπνον, ὦ Κνήμων, ἀλλ’ ἡγοῦμαί σε λοιπὸν ὀκλάζειν ἐμοῦ τἀμαυτοῦ πάθη μέχρι πόρρω τῶν νυκτῶν ἀποτείναντος· κἀμὲ δὲ λοιπόν, ὦ τέκνον, γῆράς τε βαρύνει καὶ ἡ τῶν συμφορῶν ὑπόμνησις παραλύουσα τὴν διάνοιαν εἰς ὕπνον καταφέρει.»
Aeth
.

5

.

1

.

4

«Ἐπίσχες» εἶπεν ὁ Κνήμων «ὦ πάτερ, οὐχ ὡς ἐμοῦ τὴν διήγησιν ἀποσκευαζομένου, δοκῶ γάρ μοι μηδ’ εἰ πολλὰς μὲν νύκτας πλείους δὲ ἡμέ‐ ρας ἐπισυνάπτοις τοῦτο ἄν ποτε παθεῖν, οὕτως ἀκόρεσ‐
5τόν τι καὶ σειρήνειον τὸ κατ’ αὐτήν. Ἀλλά με πάλαι θροῦς τις καὶ βόμβος ὄχλου κατὰ τὴν οἰκίαν περιηχεῖ, καὶ ἦν μὲν οὐκ ἐκτὸς τοῦ θορυβεῖσθαι σιωπᾶν δὲ ἐβιαζόμην ἐπιθυ‐ μίᾳ τῶν ἀεὶ πρὸς σοῦ λεχθησομένων ἑλκόμενος.»
Aeth
.

5

.

1

.

5

«Ἐγὼ μὲν οὐκ ᾐσθόμην» ἔφη ὁ Καλάσιρις «τάχα μέν που καὶ δι’ ἡλικίαν νωθρότερος ὢν τὴν ἀκοήν, νόσος γὰρ ἄλλων τε καὶ ὤτων τὸ γῆρας, ἴσως δὲ καὶ πρὸς τὴν διήγησιν ἠσχο‐
5λημένος· ἔοικε δέ μοι Ναυσικλῆς ἥκειν ὁ τῆς οἰκίας δεσ‐ πότης, ἀλλὰ τί ἄρα ποτὲ ὦ θεοὶ διαπεπραγμένος;»37 in vol. 2
Aeth
.

5

.

1

.

6

«Ἅπαντα ὡς ἐβουλόμην» ἔφη ὁ Ναυσικλῆς ἀθρόον αὐτοῖς ἐπιφανείς· «οὐ γάρ με ἔλαθες, ὦ ’γαθὲ Καλάσιρι, φροντίζων τὰς ἐμὰς πράξεις καὶ ὥσπερ τῇ διανοίᾳ συνεκ‐ δημῶν, ἀλλά σε ἐφώρασα τῷ τε ἄλλῳ σου περὶ ἐμὲ τρόπῳ
5καὶ οἷς ἐνταῦθα εἰσιὼν κατείληφα διαλεγόμενον· ἀλλὰ τίς ὅδε ὁ ξένος;» «Ἕλλην» ἔφη ὁ Καλάσιρις· «τὰ δ’ ἄλλα εἰσαῦθις ἀκούσῃ· σὺ δὲ εἴ τί σοι κατώρθωται δεξιὸν ἀπάγ‐ γελλε θᾶττον, ὡς ἂν τοῦ χαίρειν γ’ ἔχοις ἡμᾶς κοινωνοῦν‐ τας.»
Aeth
.

5

.

1

.

7

«Ἀλλὰ καὶ ὑμεῖς» εἶπεν ὁ Ναυσικλῆς «εἰς ἕω μαθήσεσθε, τὸ δὲ παρὸν ὑμῖν ὅτι βελτίονα Θίσβην ἐκτη‐ σάμην ἀπόχρη μαθεῖν· ἐμοὶ γὰρ τήν τε ἐκ τῆς ὁδοιπορίας καὶ τῶν ἄλλων φροντίδων κάκωσιν ὕπνῳ βραχεῖ γοῦν ἐστι
5παραμυθητέον.»
5
Aeth
.

5

.

2

.

1

Ὁ μὲν ταῦτα εἰπὼν ἀπέτρεχεν ὡς εἰρήκει ποιή‐ σων, ὁ δὲ Κνήμων αὖος ἐγεγόνει πρὸς τὴν ἀκοὴν τῆς Θίσ‐ βης ὑπό τε ἀμηχανίας πᾶσαν ἔννοιαν διαπορῶν ἀνέστρεφε βαρύ τε καὶ συνεχὲς ἐπιστένων τὸ λειπόμενον ἐταλαιπώρει
5τῆς νυκτός, ὥστε οὐδὲ τὸν Καλάσιριν ἐλάνθανε τελευτῶν, ὕπνῳ καὶ ταῦτα βαθεῖ κατεσχημένον.
Aeth
.

5

.

2

.

2

Ἀλλὰ ἀνασχὼν ἑαυτὸν ὁ πρεσβύτης κἀπὶ τοῦ ἀγκῶνος ἐρείσας ὅ τι πεπόν‐ θοι διηρώτα καὶ δι’ ἣν αἰτίαν οὕτως ἐκτόπως ἀλύοι σχεδόν
τι τῶν μεμηνότων οὐκ ἀποδέων· εἶτα «Οὐ μὴ μανῶ» πρὸς38 in vol. 2
5αὐτὸν ὁ Κνήμων «Θίσβην ὅτι περίεστιν ἀκηκοώς;» «Καὶ τίς ἡ Θίσβη» ἔφη ὁ Καλάσιρις «ἢ πόθεν γνωρίζεις τε ἀκούσας καὶ ζῶσαν ἀγγελλομένην φροντίζεις;»
Aeth
.

5

.

2

.

3

Καὶ ὃς «Τῶν μὲν ἄλλων ἀκούσῃ μετὰ ταῦτα ὅταν ποτὲ καὶ τὰ ἐμαυτοῦ σοι διηγῶμαι· ἐκείνην δὲ ἀνῃρημένην τούτοις ἐγὼ τοῖς ὀφθαλμοῖς ἐγνώρισα καὶ παρὰ τοῖς βουκόλοις
5χερσὶ ταυταισὶ ταῖς ἐμαῖς κατέθαψα.» «Κάθευδε» εἶπεν ὁ Καλάσιρις· «ταῦτα δὲ ὅπη ποτὲ ἔσχεν οὐκ εἰς μακρὰν εἰσόμεθα.»
Aeth
.

5

.

2

.

4

«Οὐκ ἂν δυναίμην» ἔφη, «ἀλλὰ σὺ μὲν ἀτρέμας ἔχε σαυτόν, ἐγὼ δὲ οὐκ ἔστιν ὅπως ἂν βιῴην εἰ μὴ θᾶττον ὑπεξελθὼν τρόπον ὅντινα δὴ πολυπραγμονή‐ σαιμι τίς ποτε πλάνη τὸν Ναυσικλέα κατείληφεν ἢ ὅπως
5παρὰ μόνοις Αἰγυπτίοις οἱ τεθνεῶτες ἀναβιοῦσιν.»
Aeth
.

5

.

2

.

5

Ἐμειδίασε πρὸς ταῦτα μικρὸν ὁ Καλάσιρις καὶ αὖθις ὑπη‐ νέχθη τῷ ὕπνῳ, ὁ δὲ Κνήμων τοῦ δωματίου προήκων ἔπασχε μὲν οἷα εἰκὸς ἦν τὸν νύκτωρ καὶ σκότους καὶ κατ’ οἰκίαν ἄγνωστον ἀλύοντα, πλὴν ἀλλὰ πάντα γε ὑπέμενε τὸ δεῖμα
5τὸ ἐκ τῆς Θίσβης καὶ τὴν ὑπόνοιαν ἀποδύσασθαι σπεύδων·
Aeth
.

5

.

2

.

6

ἕως ὀψέ ποτε καὶ πολλάκις τοὺς αὐτοὺς ὡς ἄλλοτε ἄλλον ἀνελίττων τόπους ᾔσθετο γυναικὸς λαθραῖόν τι καὶ γοερὸν οἷον ἠρινῆς ἀηδόνος αἴλινον ᾠδὴν ἐν νυκτὶ μυρομένης, ἐπί τε τὸ δωμάτιον ὑπὸ τοῦ θρήνου χειραγω‐
5γούμενος ὥρμησε καὶ ταῖς θύραις καθ’ ὃ συνέπιπτον ἀλλή‐
λαις τὸ οὖς παραθέμενος ἐπηκροᾶτο καὶ τοιάδε κατελάμ‐ βανεν ἔτι θρηνοῦσαν.39 in vol. 2
Aeth
.

5

.

2

.

7

«Ἐγὼ δὲ ἡ παναθλία χεῖρα λῃστ‐ ρικὴν ἐκπεφευγέναι καὶ μιαιφόνον ᾤμην θάνατον ἐλπι‐ σθέντα διαδεδρακέναι βιώσεσθαί τε τὸ λειπόμενον ἅμα τῷ φιλτάτῳ, ξένον μὲν καὶ ἀλήτην βίον ἀλλὰ μετ’ ἐκείνου
5γινόμενον ἥδιστον, οὐδὲν γὰρ οὕτως ἐμοὶ χαλεπὸν ὃ μὴ μετ’ ἐκείνου φορητόν· νυνὶ δὲ ὁ μηδεπώποτε κεκορεσ‐ μένος ἐμὲ δὲ ἐξ ἀρχῆς εἰληχὼς δαίμων μικρὸν τῶν ἡδο‐ νῶν ὑποθέμενος εἶτα ἠπάτησε.
Aeth
.

5

.

2

.

8

Δουλείαν ᾤμην ἐκπε‐ φευγέναι, δουλεύω πάλιν· δεσμωτήριον, καὶ φρουροῦμαι· νῆσος εἶχέ με καὶ σκότος· ὅμοια τὰ νῦν ἐκείνοις, ἀλη‐ θέστερον δὲ εἰπεῖν καὶ πικρότερα, τοῦ καὶ βουλομένου
5καὶ δυναμένου παραμυθεῖσθαι ταῦτα κεχωρισμένου· σπή‐ λαιον ἦν μοι λῃστρικὸν εἰς τὴν παρελθοῦσαν τὸ καταγώ‐ γιον, ἄδυτον καὶ βάραθρον καὶ τί γὰρ ἄλλ’ ἢ τάφος ἡ οἴκησις;
Aeth
.

5

.

2

.

9

Ἐπεκούφιζε καὶ ταῦτα παρὼν ὁ πάντων ἐμοὶ φίλτατος· ἐκεῖ με καὶ ζῶσαν ἐθρήνησε καὶ τεθνεῶσαν, ὡς ᾤετο, ἐδάκρυσεν, ὡς ἀνῃρημένην ἐπένθησεν· ἀπεστέ‐ ρημαι νυνὶ καὶ τούτων, οἴχεται ὁ κοινωνὸς τῶν δυστυχη‐
5μάτων καὶ ὡς ἄχθη τὰ πάθη πρός με νεμόμενος· ἐγὼ δὲ μόνη καὶ ἔρημος, αἰχμάλωτος καὶ πολύθρηνος, τύχης βουλήμασι πικρᾶς ἐκκειμένη, καὶ ζῆν τέως ἀνεχομένη διότι μοι περιεῖναι τὸν γλυκύτατον ἐλπίζω.
Aeth
.

5

.

2

.

10

Ἀλλ’ ὦ ψυχὴ ἐμή,
ποῦ ποτε ἄρα τυγχάνεις; τίς δέ σε διεδέξατο τύχη; ἆρα μὴ καὶ αὐτός, οἴμοι, δουλεύεις τὸ μόνον ἐλεύθερον καὶ ἀδούλωτον πλὴν ἔρωτος φρόνημα; ἀλλὰ σῴζοιό γε μόνον40 in vol. 2
5καὶ θεάσαιό ποτε Θίσβην τὴν σήν· τοῦτο γάρ με καλέσεις καὶ μὴ βουλόμενος.»
6
Aeth
.

5

.

3

.

1

Οὐκέτι κατέχειν ἑαυτὸν ἐκαρτέρησεν ὁ Κνήμων ὡς τούτων ἤκουσεν οὐδὲ ὑπέμεινε τὴν τῶν ὑπολοίπων ἀκρόασιν, ἀλλ’ ἐκ τῶν πρώτων ἕτερα ὑπονοήσας, ἐκ τῶν ἐπὶ τέλους τὴν Θίσβην εἶναι τῷ ὄντι πιστεύσας, ὀλίγου
5μὲν ἐδέησε καὶ κατενεχθῆναι παρ’ αὐταῖς σχεδόν τι ταῖς θύραις·
Aeth
.

5

.

3

.

2

ἀντίσχων δὲ χαλεπῶς καὶ δέει τοῦ μὴ πρός τινος ἁλῶναι (καὶ γὰρ καὶ ἀλεκτρυόνες ἤδη τὸ δεύτερον ᾖδον) ἀπέτρεχε σφαλλόμενος καὶ νῦν μὲν τὼ πόδε προσ‐ πταίων νῦν δὲ τοῖς τοίχοις ἀθρόον ἐμπίπτων, καὶ ἄρτι μὲν
5ὑπερθύροις ἄρτι δὲ σκεύεσιν εἴ πή τι τῆς ὀροφῆς ἤρτητο τὴν κεφαλὴν προσαράσσων ἐπὶ τὸ δωμάτιον οὗ κατήγοντο μετὰ πολλὴν τὴν πλάνην ἀφικόμενος ἀθρόον ἐπὶ τὴν εὐνὴν καταφέρεται·
Aeth
.

5

.

3

.

3

καὶ αὐτῷ τὸ μὲν σῶμα παλμὸς εἶχε τῶν δὲ ὀδόντων ἄραβος πολὺς ἐγίνετο, καὶ τάχα ἂν καὶ εἰς ἔσχατον ἦλθε κινδύνου εἰ μὴ θᾶττον ὁ Καλάσιρις αἰσθόμενος ἔθαλπέ τε συνεχῶς καὶ λόγῳ παντοίως ἀνελάμ‐
5βανεν. Ἐπεὶ δὲ μικρὸν ἀνέπνευσε τὴν αἰτίαν ἐξεμάν‐ θανεν· ὁ δὲ «Ἀπόλωλά σοι» ἔφη· «ζῇ γὰρ ὡς ἀληθῶς ἡ
κακίστη Θίσβη»· καὶ εἰπὼν αὖθις ἐξέθανε.41 in vol. 2
Aeth
.

5

.

4

.

1

Καὶ ὁ Καλάσιρις αὖθις πράγματα εἶχεν ἐπιρρων‐ νύναι πειρώμενος. Ἔπαιζε δὲ ἄρα τι τὸν Κνήμωνα δαιμό‐ νιον, ὃ καὶ τὰ ἄλλα χλεύην ὡς ἐπίπαν τὰ ἀνθρώπεια καὶ παιδιὰν πεποίηται, καὶ οὐδὲ τῶν ἡδίστων ἀλύπως μετέχειν
5ἐπέτρεπεν ἀλλ’ ὅτι μετ’ ὀλίγον ἡσθήσεσθαι ἔμελλεν ἤδη τὸ ἀλγεινὸν ἐπέπλεκε, τάχα μὲν οὕτως ἔθος ὂν αὐτῷ καὶ νῦν ἐπιδεικνύμενον, τάχα δέ που καὶ τῆς ἀνθρώπων φύσεως ἀμιγὲς καὶ καθαρὸν τὸ χαῖρον οὐκ ἐπιδεχομένης.
Aeth
.

5

.

4

.

2

Ὡς δὴ καὶ τότε ὁ Κνήμων ἔφευγέ τε τὰ πάντων μᾶλλον αἱρετὰ καὶ φοβερὰ τὰ ἥδιστα ὑπελάμβανεν, ἦν γὰρ οὐ Θίσβη τὸ θρηνοῦν γύναιον ἀλλὰ Χαρίκλεια.
Aeth
.

5

.

4

.

3

Ἐγεγόνει δὲ τὰ περὶ αὐτὴν ὧδε· ἐπειδὴ γὰρ ὁ μὲν Θύαμις ἁλοὺς ἐζώγρητο καὶ εἴχετο αἰχμάλωτος ἡ δὲ νῆσος ἐνεπέπρηστο καὶ τῶν ἐνοίκων ἐκεκένωτο βουκόλων, ὁ μὲν Κνήμων καὶ Θέρμουθις
5ὁ τοῦ Θυάμιδος ὑπασπιστὴς ἑῷοι τὴν λίμνην διέπλευσαν ὅ τί ποτε τὸν λῄσταρχον ἔδρασαν οἱ πολέμιοι κατασκοπή‐ σοντες· ἔσχε τε τὰ κατ’ αὐτοὺς ὡς δὴ καὶ εἴρηται.
Aeth
.

5

.

4

.

4

Μόνοι δὲ Θεαγένης καὶ Χαρίκλεια κατὰ τὸ σπήλαιον ὑπε‐ λείποντο τὸ ὑπερβάλλον τῶν παρόντων δεινῶν ἀγαθὸν μέγιστον τιθέμενοι· τότε γὰρ πρῶτον ἰδίᾳ καὶ παντὸς ἀπηλλαγμένοι τοῦ ὀχλήσοντος ἀλλήλοις ἐντυχόντες ἀπαρα‐
5ποδίστων καὶ ὁλοσχερῶν περιπλοκῶν τε καὶ φιλημάτων ἐνεπίμπλαντο.
Aeth
.

5

.

4

.

5

Καὶ πάντων ἅμα εἰς λήθην ἐμπεσόντες εἴχοντο ἐπὶ πλεῖστον ἀλλήλων οἱονεὶ συμπεφυκότες, ἁγ‐ νεύοντος μὲν ἔτι καὶ παρθενεύοντος ἔρωτος κορεννύμενοι δάκρυσι δὲ ὑγροῖς καὶ θερμοῖς εἰς ἀλλήλους κεραννύμενοι
42 in vol. 2
5καὶ καθαροῖς μόνον μιγνύμενοι τοῖς φιλήμασιν· ἡ γὰρ Χαρίκλεια τὸν Θεαγένην εἴ τι παρακινοῦντα αἴσθοιτο καὶ ἀνδριζόμενον ὑπομνήσει τῶν ὅρκων ἀνέστελλεν, ὁ δὲ οὐ χαλεπῶς ἐπανήγετο καὶ σωφρονεῖν ῥᾳδίως ἠνείχετο ἔρωτος μὲν ἐλάττων ἡδονῆς δὲ κρείττων γινόμενος.
Aeth
.

5

.

4

.

6

Ἐπεὶ δὲ ὀψέ ποτε τῶν πρακτέων εἰς ἔννοιαν ἐλθόντες δόξαι κόρον ἔχειν ἐβιάσθησαν, ἄρχεται ὁ Θεαγένης λόγων τοιῶνδε «Τὸ μὲν συνεῖναι ἡμᾶς ἀλλήλοις, ὦ Χαρίκλεια, καὶ τοῦτο ἔχειν
5ὃ πάντων τε προτιμότερον ἐποιησάμεθα καὶ δι’ ὃ πάντα ὑπέστημεν, ἡμεῖς τε εὐχόμεθα θεοί τε Ἑλλήνιοι παρέχοιεν.
Aeth
.

5

.

4

.

7

Ἐπεὶ δὲ ἀστάθμητόν τι τὸ ἀνθρώπειον καὶ ἄλλοτε πρὸς ἄλλα φερόμενον καὶ πολλὰ μὲν πεπόνθαμεν πολλὰ δὲ ἐλπί‐ ζομεν πρόκειται δὲ ἡμῖν κατὰ τὰ συγκείμενα πρὸς Κνή‐ μωνα πάντως ἐπὶ Χέμμιν τὴν κώμην ἐπείγεσθαι καὶ ἄδη‐
5λον ἥτις ἡμᾶς διαδέξεται τύχη πολὺ δὲ καὶ ἄπειρον ὡς ἔοικε διάστημα τῆς ἐλπιζομένης ἡμῖν γῆς ὑπολείπεται, φέρε σύμβολά τινα ποιησώμεθα δι’ ὧν ἀπόρρητά τε γνω‐ ριοῦμεν παρόντες καὶ εἰ χωρισθῆναί ποτε συμβαίνοι μασ‐ τεύσομεν ἀλλήλους. Ἀγαθὸν γὰρ πλάνης ἐφόδιον σύνθημα
10φιλικὸν εἰς ἀνεύρεσιν φυλαττόμενον.»
10
Aeth
.

5

.

5

.

1

Ἐπῄνει ταῦτα ἡ Χαρίκλεια καὶ ἐδόκει ναοῖς ἐπι‐
γράφειν, εἰ χωρισθεῖεν, ἢ ἀγάλμασιν ἐπισήμοις ἑρμαῖς τε καὶ λίθοις ἐπὶ τριόδων τὸν μὲν Θεαγένην «ὁ Πυθικός» τὴν δὲ Χαρίκλειαν «ἡ Πυθιὰς ἐπὶ δεξιὰ ἢ ἀριστερὰ πεπό‐43 in vol. 2
5ρευται πόλιν ἐπὶ τήνδε ἢ κώμην ἢ ἔθνος», ἡμέραν καὶ ὥραν προσδιορίζοντας.
Aeth
.

5

.

5

.

2

Εἰ δὲ εἰς ταὐτὸν γίνοιντο, ἀρκεῖν μὲν ἑτέρῳ τὸν ἕτερον καὶ μόνον ὀφθῆναι, οὐδένα γὰρ χρόνον εἶναι ὅσος ἀμαυρῶσαι αὐτοῖς τῶν ψυχῶν τὰ ἐρωτικὰ γνωρίσματα. Ὅμως δ’ οὖν ἡ μὲν Χαρίκλεια τὸν
5συνεκκείμενον αὑτῇ πατρῷον ἐδείκνυ δακτύλιον οὐλὴν δὲ ἐπὶ τοῦ γόνατος ἐκ θήρας συὸς ὁ Θεαγένης, ἐκ δὲ λόγων σύμβολα ἡ μὲν λαμπάδα ὁ δὲ φοίνικα συνετίθεντο.
Aeth
.

5

.

5

.

3

Ἐπὶ τούτοις αὖθις περιέβαλλον ἀλλήλους καὶ αὖθις ἔκλαιον ὥσπερ οἶμαι σπονδῶν τῶν δακρύων ἀπάρχοντες καὶ ὅρκια τὰ φιλήματα ποιούμενοι. Τούτων συγκειμένων ἀνεδύοντο τοῦ
5σπηλαίου κειμηλίων μὲν ἄλλων τῶν ἐναποκειμένων οὐδε‐ νὸς θιγόντες, τὸν γὰρ ἀπὸ σύλων πλοῦτον βέβηλον ἐδοκί‐ μαζον, ἃ δὲ αὐτοὶ μὲν ἐκ Δελφῶν ἐπήγοντο οἱ λῃσταὶ δὲ αὐτῶν ἀφείλοντο ταῦτα συνεσκευάζοντο.
Aeth
.

5

.

5

.

4

Ἡ Χαρίκλεια δὲ καὶ μετημφίασεν ἑαυτὴν ἐνθεμένη μὲν πηριδίῳ τινὶ τούς τε ὅρμους καὶ τὰ στέμματα καὶ τὴν ἱερὰν ἐσθῆτα, καὶ ὥστε λανθάνειν αὐτοὺς καὶ ἄλλα σκεύη τῶν εὐτελῶν
5ἐπιβαλοῦσα, τὸ δὲ τόξον καὶ τὴν φαρέτραν Θεαγένει φέρειν ἐγχειρίσασα, φόρτον ἥδιστον ἐκείνῳ καὶ θεοῦ τοῦ κρατοῦν‐ τος ὅπλον οἰκειότατον. Ἄρτι δὲ τῇ λίμνῃ πλησιάσαντες καὶ σκάφους ἐπιβήσεσθαι μέλλοντες ἔνοπλον ὁρῶσι πλῆ‐
θος ἐπὶ τὴν νῆσον περαιούμενον.44 in vol. 2
Aeth
.

5

.

6

.

1

Ἰλιγγιάσαντες οὖν πρὸς τὴν θέαν ἐπὶ πλεῖστον ἀχανεῖς εἱστήκεσαν οἷον ἀπαλγοῦντες πρὸς τὴν τύχην οὕτως ἐπαλλήλως ἐπηρεάζουσαν· ὀψὲ δ’ οὖν ποτε καὶ μόνον οὐ προσορμιζομένων ἤδη τῶν ἐπιόντων ἀποδιδράσ‐
5κειν ἡ Χαρίκλεια καὶ τῷ σπηλαίῳ κρύπτειν ἑαυτοὺς εἴ πη διαλάθοιεν ἠξίου καὶ ἅμα ἀπέτρεχεν.
Aeth
.

5

.

6

.

2

Ἀλλ’ ὁ Θεαγέ‐ νης ἐπεῖχέ τε καὶ «Ἄχρι τίνος» ἔλεγε «φευξόμεθα τὴν πανταχοῦ διώκουσαν εἱμαρμένην; εἴξωμεν τῇ τύχῃ καὶ χωρήσωμεν ὁμόσε τῷ φέροντι· κερδήσωμεν ἄλην ἀνήνυτον
5καὶ πλάνητα βίον καὶ τὴν ἐπάλληλον τοῦ δαίμονος καθ’ ἡμῶν πομπείαν.
Aeth
.

5

.

6

.

3

Οὐχ ὁρᾷς ὡς φυγαῖς ἐπισυνάπτειν πειρατήρια καὶ τοῖς ἐκ θαλάττης ἀτόποις τὰ ἐκ γῆς φιλο‐ τιμεῖται χαλεπώτερα, πολέμους ἄρτι λῃσταῖς μετ’ ὀλίγον; Αἰχμαλώτους μικρῷ πρόσθεν εἶχεν, ἐρήμους αὖθις ἀπέδει‐
5ξεν· ἀπαλλαγὴν καὶ φυγὴν ἐλευθέραν ὑπέθετο καὶ τοὺς ἀναιρήσοντας ἐπέστησε, τοιοῦτον παίζει καθ’ ἡμῶν πόλε‐ μον ὥσπερ σκηνὴν τὰ ἡμέτερα καὶ δρᾶμα πεποιημένος.
Aeth
.

5

.

6

.

4

Τί οὖν οὐχ ὑποτέμνομεν αὐτοῦ τὴν τραγικὴν ταύτην ποίησιν καὶ τοῖς βουλομένοις ἀναιρεῖν ἐγχειρίζομεν; μή πη καὶ ὑπέρογκον τὸ τέλος τοῦ δράματος φιλοτιμούμενος καὶ αὐτόχειρας ἡμᾶς ἑαυτῶν ἐκβιάσηται γενέσθαι.»
4
Aeth
.

5

.

7

.

1

Τούτοις εἰρημένοις οὐ πᾶσιν ἡ Χαρίκλεια συνε‐
τίθετο, τὴν μὲν τύχην ἐν δίκῃ κακηγορεῖσθαι πρὸς αὐτοῦ φάσκουσα τὸ δὲ τοῖς πολεμίοις ἑκόντας ἑαυτοὺς ἐγχειρί‐ ζειν οὐκ ἐπαινοῦσα· μὴ γὰρ εἶναι πρόδηλον ὡς ἀναιρή‐45 in vol. 2
5σουσι λαβόντες (οὐ γὰρ οὕτω χρηστῷ τῷ δαίμονι προσπα‐ λαίειν ὡς ταχεῖαν τῶν συμφορῶν ἀπαλλαγὴν συγχωρῆσαι), ἀλλ’, ἐνδεχόμενον βουληθῆναι καὶ περισῴζειν ἑαυτοῖς εἰς δουλείαν (ὃ τίνος οὐκ ἂν γένοιτο θανάτου πικρότερον;), ὀλέ‐ θροις βαρβάροις ἐκκεῖσθαι πρὸς ὕβριν ἐπίρρητον καὶ δυσώ‐
10νυμον, «ἣν πάντα τρόπον καὶ ὡς δυνατὸν ἐκκλίνωμεν, ἐπι‐ τυχίας ἐλπίδα τὴν πεῖραν τῶν παρελθόντων ὑποθέμε‐ νοι, πολλάκις ἤδη καὶ ἐξ ἀπιστοτέρων περιγενόμενοι.»
Aeth
.

5

.

7

.

2

«Ποιῶμεν ὡς βούλει» φήσας ὁ Θεαγένης εἵπετο ἡγουμένῃ καθάπερ ἑλκόμενος. Οὐ μὴν ἔφθησάν γε πρὸς τὸ σπήλαιον διελθόντες ἀλλ’ ἕως τοὺς κατὰ πρόσωπον ἐπιόν‐ τας περιεσκόπουν ἔλαθον ὑπὸ μοίρας τῶν πολεμίων ἣ κατ’
5ἄλλο μέρος ἀπέβη τῆς νήσου κατόπιν σαγηνευθέντες· καὶ οἱ μὲν ἐκπλαγέντες ἔστησαν ὑποδραμούσης τὸν Θεαγένην τῆς Χαρικλείας ὡς εἰ καὶ τεθνάναι δεήσειεν ἐν χερσὶ ταῖς ἐκείνου γίνοιτο.
Aeth
.

5

.

7

.

3

Τῶν δὲ ἐπελθόντων ἐπανετείναντο μέν τινες ὡς πατάξοντες· ὡς δ’ ἐπιβλέψαντες οἱ νέοι κατηύγασαν τοὺς ἐπιφερομένους ὤκλαζεν αὐτοῖς ὁ θυμὸς καὶ παρεῖντο αἱ δεξιαί, τοὺς γὰρ καλοὺς καὶ βάρβαροι
5χεῖρες ὡς ἔοικε δυσωποῦνται καὶ πρὸς τὴν ἐράσμιον θέαν
καὶ ἀπρόσφυλος ὀφθαλμὸς ἡμεροῦται.46 in vol. 2
Aeth
.

5

.

8

.

1

Συλλαβόντες οὖν ἦγον ἐπὶ τὸν ἄρχοντα λίαν ἐσπουδακότες λαφύρων τὸ κάλλιστον πρῶτοι προσαγαγεῖν· ἔμελλον δὲ ἄρα καὶ μόνον προσφέρειν, ἄλλῳ γὰρ οὐδενὶ τῶν ἄλλων οὐδεὶς ἐπετύγχανεν ἐκ περάτων καὶ ταῦτα εἰς
5πέρατα τὴν νῆσον ἐπιδραμόντες καὶ ὡς ἄρκυσι τοῖς ὅπλοις πανταχόθεν πᾶσαν περιβαλόντες. Ἡ μὲν γὰρ ἄλλη πυρὶ πρὸς τοῦ προτέρου πολέμου κατηνάλωτο· μόνον δὲ λειπόμε‐ νον τὸ σπήλαιον ἠγνοεῖτο.
Aeth
.

5

.

8

.

2

Καὶ οἱ μὲν οὕτως ἤγοντο ἐπὶ τὸν πολέμαρχον, ἦν δ’ ἄρα Μιτράνης ὁ φρούραρχος Ὀροονδάτου τοῦ τῷ βασιλεῖ τῷ μεγάλῳ τὴν Αἴγυπτον σατρα‐ πεύοντος, ἐπὶ χρήμασι πολλοῖς ὑπὸ Ναυσικλέους, ὡς δεδή‐
5λωται, κατὰ ζήτησιν τῆς Θίσβης ἀφιγμένος ἐπὶ τὴν νῆσον.
Aeth
.

5

.

8

.

3

Ὡς οὖν ἀγόμενοι πλησίον οἱ περὶ τὸν Θεαγέ‐ νην ὤφθησαν θεοὺς σωτῆρας ἐπιβοώμενοι πολλάκις, ἐμπο‐ ρικόν τι καὶ δραστήριον ἐννοήσας ὁ Ναυσικλῆς ἐξήλατό τε καὶ προσδραμὼν «Αὕτη ἐκείνη Θίσβη» κεκραγὼς ἔλε‐
5γεν «ἣν ἀφῃρέθην μὲν πρὸς τῶν ὀλέθρων βουκόλων ἔχω δὲ διὰ σέ, Μιτράνη, καὶ τοὺς θεούς.»
Aeth
.

5

.

8

.

4

Ἐδράττετό τε τῆς Χαρικλείας καὶ χαίρειν εἰς ὑπερβολὴν ἐνεδείκνυτο καὶ τῇ Χαρικλείᾳ Θίσβην ὁμολογεῖν ἑαυτὴν εἰ βούλοιτο σῴζεσθαι παρεκελεύετο, ἠρέμα καὶ ἑλληνιστὶ παραφθεγ‐
5γόμενος ὡς ἂν λανθάνοι τοὺς παρόντας· καὶ τοῦ σοφίσ‐ ματος ἔτυχεν· ἡ γὰρ δὴ Χαρίκλεια γλώσσης τε ἑλληνίδος
αἰσθομένη καί τι καὶ συνοῖσον ἀνύεσθαι πρὸς τοῦ ἀνδρὸς στοχαζομένη συνύφαινε τὸν σκοπὸν καὶ τῷ Μιτράνῃ πυνθανομένῳ τίς ποτε καλοῖτο Θίσβην ἑαυτὴν ὡμολόγει.47 in vol. 2
Aeth
.

5

.

8

.

5

Τότε δὴ προσδραμὼν ἐφίλει τε πολλὰ τὴν κεφαλὴν τοῦ Μιτράνου καὶ τῆς τύχης ὑπερθαυμάζων ἐφύσα τὸν βάρβαρον ὡς ἄλλα τε πλεῖστα κατωρθωκότα ἐν πολέμοις καὶ δὴ καὶ τὴν παροῦσαν στρατείαν εὐδαιμόνως πεποιη‐
5μένον. Ὁ δὲ χαυνωθεὶς τοῖς ἐπαίνοις καὶ ἅμα τὸ πρᾶγμα οὕτως ἔχειν ὑπὸ τοῦ ὀνόματος ἀπατηθεὶς ἐξεπέπληκτο μὲν τῆς ὥρας, ἀπ’ εὐτελοῦς γὰρ καὶ ταῦτα τῆς ἐσθῆτος οἷον νέφους αὐγὴ σεληναίας διεξέλαμπεν·
Aeth
.

5

.

8

.

6

ὅμως δ’ οὖν τὸ κοῦφον τοῦ φρονήματος ἀπάτης ὀξύτητι συσχεθεὶς καὶ τὸν καιρὸν τῆς μεταμελείας προληφθεὶς «Ταύτην μὲν» ἔφη «σὴν οὖσαν ἀπολαβὼν ἄγε» (καὶ εἰπὼν ἐνεχεί‐
5ριζεν, ἀφορῶν τε εἰς αὐτὴν συνεχῶς καὶ ὅτι ἄκων καὶ προλήψει τοῦ μισθοῦ παραχωροίη τῆς κόρης ἐπισημαίνων) «οὑτοσὶ δέ, ὅστις ποτέ ἐστι» λέγων τὸν Θεαγένην «λάφυρον ἡμέτερον ἔστω καὶ ἑπέσθω φρουρούμενος, ἀνα‐ πεμφθησόμενος εἰς Βαβυλῶνα, τραπέζῃ γὰρ τῇ βασιλέως
10διακονεῖν ἐμπρέπει.»
10
Aeth
.

5

.

9

.

1

Τούτων εἰρημένων ἐπεραιοῦντο τὴν λίμνην καὶ χωρισθέντες ἀλλήλων ὁ μὲν εἰς τὴν Χέμμιν ὁ Ναυσικλῆς ἔχων τὴν Χαρίκλειαν ἔρχεται, Μιτράνης δὲ ἐπὶ ἑτέρας κώμας τῶν ὑπηκόων ἐκτραπεὶς οὐδὲν ὑπερθέμενος ἅμα
5γράμμασι τὸν Θεαγένην πρὸς Ὀροονδάτην ὄντα κατὰ τὴν Μέμφιν ἐξέπεμψεν.48 in vol. 2
Aeth
.

5

.

9

.

2

Εἶχε δὲ ὧδε τὰ ἐπεσταλμένα· «Ὀροονδάτῃ σατράπῃ Μιτράνης φρούραρχος· Ἕλληνα νεανίσκον, ὑπεραίροντα τὴν ἐμὴν δεσποτείαν καὶ θεῷ βασι‐ λεῖ τῷ μεγίστῳ μόνῳ καὶ φαίνεσθαι καὶ διακονεῖσθαι ἄξιον,
5αἰχμάλωτον εἰληφὼς πρός σε διεπεμψάμην, ἐκχωρῶν σοι τηλικοῦτο καὶ τοιοῦτο δῶρον τῷ κοινῷ δεσπότῃ προσάγειν οἷον ἡ βασίλειος αὐλὴ κόσμον οὔτε πρότερον εἶδεν οὔτε αὖθις ὄψεται.»
8
Aeth
.

5

.

10

.

1

Ταῦτα μὲν ἐκεῖνος ἐπέστελλεν· οὔπω δὲ ἡμέρας ἀκριβῶς ὑποφαινούσης ὁ Καλάσιρις ἅμα τῷ Κνήμωνι παρὰ τὸν Ναυσικλέα σπεύδων μαθεῖν τι τῶν ἀγνοουμένων ἔρχε‐ ται καὶ πυνθανομένω τίνα εἴη διαπεπραγμένος ἅπαντα ὁ
5Ναυσικλῆς ἔλεγεν,
Aeth
.

5

.

10

.

2

ὡς ἦλθεν ἐπὶ τὴν νῆσον, ὡς κατέ‐ λαβεν ἔρημον, ὡς οὐδενὶ τὰ πρῶτα συνέτυχεν, ὡς ἀπάτῃ τὸν Μιτράνην περιῆλθε καί τινα φανεῖσαν κόρην ὡς Θίσ‐ βην ἀπέλαβε, καὶ ὅτι βέλτιον εἴη διαπεπραγμένος ταύτης
5ἐπιτυχὼν ἢ ἐκείνην ἂν εὑρών· οὐ γὰρ μικρὸν εἶναι τὸ διά‐ φορον ἀλλ’ ὅσον ἄν τι γένοιτο θεοῦ πρὸς ἄνθρωπον, οὕτως οὐκ εἶναι τοῦ κάλλους ὑπερβολὴν οὐδὲ αὐτῷ δυνατὸν εἶναι τῷ λόγῳ φράζειν, καὶ ταῦτα ἐξὸν παροῦσαν ἐπιδεικνύναι.
8
Aeth
.

5

.

11

.

1

Ταῦτα ὡς ἤκουσαν ὑπόνοιαν εὐθὺς τῶν ἀληθῶν ἐλάμβανον ἱκέτευόν τε προστάττειν ὡς ὅτι τάχιστα παρεῖ‐ ναι τὴν κόρην, τὸ γὰρ ἄφραστον κάλλος Χαρικλείας ἐγνώ‐
ριζον. Ὡς δὲ ἤχθη καὶ τὰ πρῶτα κάτω νεύουσα καὶ τὸ πρό‐49 in vol. 2
5σωπον εἰς ὀφρὺν σκέπουσα τοῦ Ναυσικλέους θαρρεῖν παρα‐ κελευομένου μικρὸν ἀνένευσεν εἶδέ τε καὶ ὤφθη παρ’ ἐλπί‐ δας, ὀδυρμὸς ἅπασιν ἀθρόον ἀνεκινήθη καὶ ὥσπερ ἐξ ἑνὸς συνθήματος ἢ πληγῆς τῆς αὐτῆς ἀνωλόλυξαν.
Aeth
.

5

.

11

.

2

Ἦν τε ἀκούειν ἐπὶ πλεῖστον «ὦ πάτερ» καὶ «ὦ θύγατερ» καὶ «ἀληθῶς Χαρίκλεια καὶ οὐχὶ Θίσβη» [τοῦ Κνή‐ μωνος]. Ὁ δὲ Ναυσικλῆς ἐνεὸς ἐγεγόνει τόν τε Καλάσιριν
5ἐφ’ ὅσον περιβαλὼν τὴν Χαρίκλειαν ἐδάκρυεν ἀφορῶν καὶ τίς ὁ καθάπερ ἐπὶ σκηνῆς ἀναγνωρισμὸς διαπορῶν, ἕως αὐτὸν ὁ Καλάσιρις ἐφ’ ὅσον πλεῖστον ἅμα φιλήμασι κατα‐ σπασάμενος
Aeth
.

5

.

11

.

3

«Ὦ βέλτιστε ἀνδρῶν» ἔλεγε «σοὶ δὲ ἀντὶ τούτων οἱ θεοὶ τοσαῦτα δοῖεν ὅσα κατὰ γνώμην ὄντα τὴν σὴν εἰς κόρον τελεσθῆναι. Σωτήρ μοι τῆς οὐδαμόθεν ἐλπισθείσης ἔτι θυγατρὸς γέγονας καὶ δέδωκας ἰδεῖν τὴν
5ἐμοὶ πάντων ἡδίστην θέαν. Ἀλλ’ ὦ θύγατερ, ὦ Χαρίκλεια, Θεαγένην δὲ ποῦ κατέλιπες;» Ἀνωλόλυξε πρὸς τὴν ἐρώτη‐ σιν καὶ διαλιποῦσα μικρὸν «Αἰχμάλωτον» εἶπεν «ἄγει λαβὼν ὅστις ποτέ ἐστιν ὁ κἀμὲ τούτῳ παραδεδωκώς.»
Aeth
.

5

.

11

.

4

Ἱκέτευεν οὖν ὁ Καλάσιρις τὸν Ναυσικλέα μηνύειν ἃ γινώσκει περὶ τοῦ Θεαγένους καὶ τίς μὲν ὁ νῦν δεσπόζων ὅποι δ’ ἄγει λαβών. Ἔλεγε πάντα ὁ Ναυσικλῆς συνεὶς ἐκείνους εἶναι τούτους περὶ ὧν διείλεκτο πολλάκις πρὸς
5αὐτὸν ὁ πρεσβύτης καὶ ὧν κατὰ ζήτησιν ἀλώμενον ἐν θρήνοις ἐγίνωσκε.50 in vol. 2
Aeth
.

5

.

11

.

5

Προσετίθει δὲ μηδὲν αὐτοῖς εἶναι πλέον τῆς γνώσεως ἀνθρώποις ἀπορουμένοις, τοῦ Μιτρά‐ νου θαυμαστὸν εἰ καὶ ἐπὶ πολλοῖς ἂν αἱρησομένου χρήμασιν ἀφεῖναι τὸν νεανίσκον. «Ἔστιν ἡμῖν» ἔφη «χρήματα»
5λάθρα πρὸς τὸν Καλάσιριν ἡ Χαρίκλεια «καὶ ἐπάγγειλαι πλῆθος ὁπόσον βούλει· τὸν ὅρμον ὃν οἶσθα διασῴζω καὶ ἔχω φέρουσα.»
7
Aeth
.

5

.

12

.

1

Θαρσήσας οὖν πρὸς ταῦτα ὁ Καλάσιρις δεδιὼς δὲ μή τινα λάβοι τῶν ὄντων ὁ Ναυσικλῆς ὑπόνοιαν καὶ ὧν ἐπεφέρετο ἡ Χαρίκλεια «Ὦ ’γαθὲ Ναυσίκλεις» ἔφη «οὐκ ἔστιν ὅτε ἐνδεής ἐστιν ὁ σοφὸς ἀλλ’ ὕπαρξιν ἔχει
5τὴν βούλησιν, τοσαῦτα λαμβάνων παρὰ τῶν κρειττόνων ὅσα καὶ αἰτεῖν οἶδε καλόν· ὥστε καὶ φράζε μόνον ὅπου ποτέ ἐστιν ὁ κρατῶν Θεαγένους, ὡς τό γε ἐκ τῶν θεῶν ἡμᾶς οὐ περιόψεται ἀλλ’ ἐπαρκέσει πρὸς ὅσον ἂν βουλη‐ θῶμεν τὸ Περσικὸν φυγαδεῦσαι φιλοχρήματον.»
Aeth
.

5

.

12

.

2

Ἐμει‐ δίασε πρὸς ταῦτα ὁ Ναυσικλῆς καὶ «Τότε» ἔφη «δώσεις με πιστεύειν δύνασθαί σε καθάπερ ἐκ μηχανῆς ἀθρόον πλουτεῖν εἴπερ ἐμοὶ προτέρῳ τὰ ὑπὲρ τῆσδε λύτρα κατα‐
5θεῖο· πάντως δὲ ἐννοεῖς ὡς τὸ Περσικὸν καὶ τὸ ἐμπορι‐ κὸν ἐν ἴσῳ φιλοπλούσιον.» «Οἶδα» εἶπεν ὁ Καλάσιρις
«καὶ ἕξεις. Τί δὲ οὐ μέλλεις, φιλανθρωπίας οὐδὲν ἀπολιπὼν ἀλλὰ φθάνων τε τὰς ἡμετέρας παρακλήσεις καὶ τὴν ἀπόδοσιν τῆς θυγατρὸς αὐτεπάγγελτος ἐπινεύων;51 in vol. 2
10εὐχῆς δὲ δεῖ μοι πρότερον.»
Aeth
.

5

.

12

.

3

«Οὐδεὶς φθόνος» ἔφη ὁ Ναυσικλῆς «μᾶλλον δὲ εἰ δοκεῖ, θύειν γὰρ μέλλω χαρισ‐ τήρια τοῖς θεοῖς, ἐπεύχου παρὼν τοῖς ἱεροῖς θεῖος καὶ τὸν πλοῦτον ἡμῖν μὲν αἴτει σαυτῷ δὲ λάμβανε.» «Μὴ
5παῖζε μηδ’ ἄπιστος ἔσο» [ἔφη] πρὸς αὐτὸν ὁ Καλάσιρις «ἀλλ’ ἡγοῦ καὶ εὐτρέπιζε τὰ πρὸς τὴν θυσίαν, ἡμεῖς δὲ παρεσόμεθα πάντων ἡτοιμασμένων.»
7
Aeth
.

5

.

13

.

1

Ἐποίουν οὕτως καὶ μετ’ οὐ πολὺ παρὰ τοῦ Ναυσικλέους ἥκων τις ἐκάλει σπεύδειν ἐπὶ τὴν θυσίαν. Οἱ δέ—τὰ πρακτέα γὰρ αὐτοῖς ἤδη συνέκειτο—χαίροντες ἐπορεύοντο, αὐτοὶ μὲν ἅμα τῷ Ναυσικλεῖ καὶ ἄλλῳ πλήθει
5τῶν κεκλημένων (δημοτελῆ γὰρ ηὐτρέπιστο τὴν θυσίαν) ἡ Χαρίκλεια δὲ σὺν τῇ θυγατρὶ τοῦ Ναυσικλέους καὶ γυναιξὶ ταῖς ἄλλαις ὅσαι παρηγοροῦσαι πολλὰ καὶ λιπαροῦ‐ σαι μόλις ἔπεισαν ἅμα βαδίζειν, τάχα οὐκ ἄν ποτε πεισ‐ θεῖσαν εἰ μὴ τῇ προφάσει τῆς θυσίας εἰς τὰς ὑπὲρ Θεα‐
10γένους εὐχὰς ἀποχρήσασθαι διενοήθη.
Aeth
.

5

.

13

.

2

Ὡς δὲ ἐπὶ τὸν νεὼν τοῦ Ἑρμοῦ παρεγένοντο, τούτῳ γὰρ ἦγε τὴν θυσίαν Ναυσικλῆς ὡς ἀγοραίῳ τε καὶ ἐμπορικῷ διαφερόντως τῶν ἄλλων θεῶν αὑτὸν καθοσιούμενος, καὶ τὰ ἱερὰ τάχιστα
5τέθυτο, πρὸς βραχὺ τὰ σπλάγχνα ὁ Καλάσιρις ἐπιθεωρή‐
σας καὶ ποικίλην δηλοῦσθαι τῶν μελλόντων συντυχίαν ἡδέων τε καὶ λυπηρῶν ταῖς τοῦ προσώπου τροπαῖς ἐμφή‐ νας, ἐπιβάλλει τὼ χεῖρε τοῖς βωμοῖς ἐπιφθεγγόμενος καὶ ὡς τῆς πυρᾶς δῆθεν σπασάμενος ἃ πάλαι ἐπεκομίζετο52 in vol. 2
10«Ταῦτά σοι» ἔφη «λύτρα Χαρικλείας, ὦ Ναυσίκλεις, οἱ θεοὶ δι’ ἡμῶν προσάγουσι.»
Aeth
.

5

.

13

.

3

Καὶ ἅμα ἐνεχείριζε δακ‐ τύλιόν τινα τῶν βασιλικῶν ὑπερφυές τι χρῆμα καὶ θεσπέ‐ σιον, τὸν μὲν κύκλον ἠλέκτρῳ διάδετον ἀμεθύσῳ δὲ Αἰθιο‐ πικῇ τὴν σφενδόνην φλεγόμενον, μέγεθος μὲν ὅσον ὄμμα
5παρθενικὸν περιγραφῇ κάλλος δὲ μακρῷ τῆς Ἰβηρίδος τε καὶ Βρεττανίδος ὑπερφερούσῃ· ἡ μὲν γὰρ ἀδρανεῖ τῷ ἄνθει φοινίσσεται καὶ ῥόδῳ προσέοικεν ἐκ καλύκων ἄρτι πρὸς πέταλα σχιζομένῳ καὶ πρῶτον ἡλιακαῖς ἀκτῖσιν ἐρευθομένῳ.
Aeth
.

5

.

13

.

4

Ἀμεθύσου δὲ Αἰθιοπίδος ἀκραιφνὴς μὲν καὶ ἐκ βάθους ἐαρινή τις ὥρα πυρσεύεται· εἰ δὲ κατέχων περιτρέποις ἀκτῖνα προσβάλλει χρυσῆν οὐκ ἀμαυροῦσαν τραχύτητι τὴν ὄψιν ἀλλὰ φαιδρότητι περιλάμπουσαν· οὐ μὴν ἀλλὰ καὶ δύ‐
5ναμις αὐτῇ γνησιωτέρα τῶν ἐκ δύσεων ἐγκαθίδρυται, οὐ γὰρ ἐπιψεύδεται τὴν προσηγορίαν ἀλλ’ ἀληθῶς ἀμέθυσος τῷ φέροντι γίνεται, νηφάλιον ἐν τοῖς συμποσίοις διαφυλάττουσα.
7
Aeth
.

5

.

14

.

1

Τοιαύτη μὲν καὶ πᾶσα ἐξ Ἰνδῶν τε καὶ Αἰθιό‐ πων ἀμέθυσος· ἣν δὲ τότε τῷ Ναυσικλεῖ προσεκόμιζεν ὁ Καλάσιρις μακρῷ καὶ ταύτας ἐπλεονέκτει, γραφῇ γὰρ ἔξεστο καὶ εἰς μίμημα ζῴων ἐκεκοίλαντο.
Aeth
.

5

.

14

.

2

Καὶ ἦν ἡ γραφή, παιδαρίσκος ἐποίμαινε πρόβατα χαμαιζήλῳ μὲν πέτρᾳ πρὸς περιωπὴν ἐφεστὼς τὴν δὲ νομὴν τῇ ἀγέλῃ πλαγίοις αὐλήμασι διατάττων, τὰ δὲ ἐπείθετο ὡς ἐδόκει
53 in vol. 2
5καὶ ἠνείχετο πρὸς τὰ ἐνδόσιμα τῆς σύριγγος ποιμαινόμενα. Εἶπεν ἄν τις αὐτὰ καὶ χρυσοῖς βεβριθέναι τοῖς μαλλοῖς, οὐ τῆς τέχνης τοῦτο χαριζομένης ἀλλ’ οἰκεῖον ἐρύθημα τῆς ἀμεθύσου τοῖς νώτοις ἐπανθούσης.
Aeth
.

5

.

14

.

3

Γέγραπτο καὶ ἀρνίων ἁπαλὰ σκιρτήματα καὶ οἱ μὲν ἀγεληδὸν ἐπὶ τὴν πέτραν ἀνατρέχοντες οἱ δὲ περὶ τὸν νομέα κύκλους ἀγερώχους ἐξελίττοντες ποιμενικὸν θέατρον ἐπεδείκνυ‐
5σαν τὸν κρημνόν, ἄλλοι δὲ ὥσπερ ἡλίῳ τῇ φλογὶ τῆς ἀμεθύσου γανύμενοι ἅλμασιν ἀκρωνύχοις τὴν πέτραν ἐπέξεον.
Aeth
.

5

.

14

.

4

Ὅσοι δὲ αὐτῶν πρωτόγονοί τε καὶ θρα‐ σύτεροι, καὶ ὑπεράλλεσθαι βουλομένοις τὸν κύκλον ἐῴκε‐ σαν εἰργομένοις δὲ ὑπὸ τῆς τέχνης ὥσπερ εἰ μάνδραν χρυσῆν τὴν σφενδόνην αὐτοῖς τε καὶ τῇ πέτρᾳ περιβαλ‐
5λούσης· ἡ δὲ ἦν πέτρα τῷ ὄντι καὶ οὐχὶ μίμημα, τῶν γὰρ ἄκρων τῆς λίθου μέρος εἰς τοῦτο περιγράψας ὁ τεχνίτης ἔδειξεν ἐκ τῆς ἀληθείας ὃ ἐβούλετο, περίεργον ἡγησάμενος λίθον ἐν λίθῳ σοφίζεσθαι· τοιοῦτος μὲν ὁ δακτύλιος.
8
Aeth
.

5

.

15

.

1

Ὁ δὲ Ναυσικλῆς ἐκπλαγείς τε ἅμα πρὸς τὸ
παράδοξον καὶ πλέον ἡσθεὶς πρὸς τὸ πολύτιμον, οὐσίας ὅλης τὴν λίθον ἰσοστάσιον κρίνων, «Ἐγὼ μὲν ἔπαιζον» εἶπεν «ὦ ’γαθὲ Καλάσιρι καὶ λόγος ἄλλως ἦν ἡ τῶν λύτρων54 in vol. 2
5αἴτησις, σκοπὸς δὲ ἀπριάτην σοι λύσασθαι τὴν θυγατέρα.
Aeth
.

5

.

15

.

2

Ἐπεὶ δὲ οὐκ ἀπόβλητά ἐστιν, ὡς φατέ, θεῶν ἐρικυδέα δῶρα, δέχομαι τὴν θεόπεμπτον ταυτηνὶ λίθον πειθόμενος παρ’ Ἑρμοῦ τοῦ καλλίστου καὶ ἀγαθωτάτου τῶν θεῶν ἥκειν μοι συνήθως καὶ τόδε τὸ εὕρημα διὰ τοῦ πυρός σοι τῷ ὄντι
5τὸ δῶρον διακονήσαντος· ὁρᾶν γοῦν πάρεστι τῇ φλογὶ περι‐ λαμπόμενον. Καὶ ἄλλως κέρδος κρίνω κάλλιστον ὃ μὴ ζημιοῦν τὸν παρέχοντα εὐπορώτερον ἀποφαίνει τὸν λαμ‐ βάνοντα.»
Aeth
.

5

.

15

.

3

Ταῦτα ὡς εἰπὼν ἐποίησεν, ἐπὶ τὴν εὐωχίαν αὐτόν τε καὶ τοὺς ἄλλους ἔτρεπεν, ἰδίᾳ μὲν ταῖς γυναιξὶ τὴν ἐνδοτέρω τοῦ ἱεροῦ χώραν ἀποκληρώσας τοὺς δὲ ἄν‐ δρας ἐν τῷ προτεμενίσματι κατακλίνας· ἐπεὶ δὲ εὐφρο‐
5σύνης τῆς ἐκ τῶν ἐδεσμάτων εἰς κόρον ᾖσαν καὶ τοῖς κρα‐ τῆρσιν αἱ τράπεζαι παρεχώρουν, οἱ μὲν ἄνδρες ἐμβατήρια τῷ Διονύσῳ καὶ ᾖδον καὶ ἔσπενδον αἱ δὲ γυναῖκες ὕμνον τῇ Δήμητρι χαριστήριον ἐχόρευον· ἡ Χαρίκλεια δὲ χωρισ‐ θεῖσα τὸ ἑαυτῆς ἔπραττεν, ηὔχετο Θεαγένει σῴζεσθαι
10κἀκεῖνον ἑαυτῇ φυλάττεσθαι.
10
Aeth
.

5

.

16

.

1

Τοῦ πότου δὲ λαμπρῶς ἤδη βρυάζοντος καὶ
ἄλλου πρὸς ἄλλο τι τῶν τερπόντων ἀποκλίναντος, ὕδατος ἀπαραχύτου φιάλην προτείνας ὁ Ναυσικλῆς «Ὦ ’γαθὲ Καλάσιρι» ἔφη «καθαράς σοι τὰς νύμφας ὥς σοι φίλον55 in vol. 2
5καὶ ἀκοινωνήτους τοῦ Διονύσου καὶ ἀληθῶς ἔτι νύμφας προπίνομεν· σὺ δὲ εἰ λόγους ἡμῖν οὓς ποθοῦμεν ἀντιπρο‐ πίνοις, ἀπὸ καλλίστων ἂν κρατήρων εὐωχοίης.
Aeth
.

5

.

16

.

2

Τὰς μὲν γὰρ γυναῖκας ἀκούεις ὡς διατριβὴν τῷ πότῳ χορείαν ἐστήσαντο· ἡμῖν δὲ ἡ σὴ πλάνη κάλλιστα ἄν, εἰ βουληθείης, τὴν εὐωχίαν παραπέμποι χοροῦ τε γινομένη καὶ αὐλοῦ παν‐
5τὸς ἡδίων, ἣν πολλάκις μοι διελθεῖν ὡς οἶσθα ὑπερθέμενος, ἐπειδή σε τὰ συμβεβηκότα ἐβάπτιζεν, οὐκ ἔστιν ὅπως ἂν ἐς καιρὸν βελτίονα τοῦ παρόντος φυλάξειας, ὅτε σου τῶν παίδων ἡ μὲν θυγατὴρ ἥδε σῴζεται καὶ ὁρᾶται ὁ παῖς δὲ ὅσον οὐδέπω σὺν θεοῖς ὀφθήσεται, καὶ μάλιστα εἴ με μὴ
10ἀνιάσεις ὑπερθέμενος καὶ πάλιν τὴν διήγησιν.»
Aeth
.

5

.

16

.

3

«Ἀλλά σοι πλεῖστα ἀγαθὰ γένοιτο ὦ Ναυσίκλεις» ὑπολαβὼν ὁ Κνήμων «ὡς ἅπαν μουσικῆς ὄργανον εἰς τὸ συμπόσιον παρακεκληκὼς ἐκείνων μὲν τὸ παρὸν ὑπερορᾷς καὶ τοῖς
5δημωδεστέροις ἐκχωρεῖς, πραγμάτων δὲ μυστικῶν ὡς ἀλη‐ θῶς καὶ ἡδονῇ θείᾳ τῷ ὄντι συγκράτων φιληκόως ἔχεις.
Aeth
.

5

.

16

.

4

Καί μοι δοκεῖς καὶ τοῦ δαιμονίου κάλλιστα συνιέναι τὸν Ἑρμῆν τῷ Διονύσῳ συγκαθιδρύων καὶ λόγων ἥδυσμα τῷ πότῳ συναναχέων· ὡς ἐγώ σου καὶ τὴν ἄλλην μὲν τῆς θυσίας πολυτέλειαν ἔχω θαυμάσας, οὐκ ἔστι δὲ ὅπως μᾶλ‐
5λον ἄν τις τὸν Ἑρμῆν ἱλάσαιτο ἢ τὸ οἰκειότατον ἐκείνῳ λόγους εἰς εὐωχίαν ἐρανιζόμενος.»56 in vol. 2
Aeth
.

5

.

16

.

5

Ἐπείθετο ὁ Καλά‐ σιρις ἅμα μὲν τῷ Κνήμωνι χαριζόμενος ἅμα δὲ τὸν Ναυ‐ σικλέα τῶν μετὰ ταῦτα ἕνεκεν ὑποποιούμενος καὶ ἅπαντα ἔλεγε, τὰ μὲν πρῶτα καὶ ἤδη λεχθέντα πρὸς Κνήμωνα
5ἐπιτεμνόμενος καὶ ὡσπερεὶ κεφαλαιούμενος, καί τινα καὶ ἑκὼν ὑπερβαίνων ὅσα τὸν Ναυσικλέα γινώσκειν οὐ συμφέ‐ ρειν ἐδοκίμαζε, τὰ δὲ ἔτι ἀδιήγητα καὶ ἐχόμενα τῶν εἰρη‐ μένων ἔνθεν ἑλών,
8
Aeth
.

5

.

17

.

1

Ὡς ἐπειδὴ τῆς Φοινίσσης ὁλκάδος ἐπέβησαν τοὺς Δελφοὺς ἀποδράντες τὰ μὲν πρῶτα πλεῖν κατὰ γνώμην εὐκραεῖ τῷ πνεύματι καὶ ἐκ νώτων ὑποφερομέ‐ νους, ἐπεὶ δὲ κατὰ τὸν Καλυδώνιον πορθμὸν γενέσθαι δια‐
5ταραχθῆναι σφᾶς οὐ μικρῶς, ταραχώδει τὰ πολλὰ φύσει θαλάττῃ προστυχόντας.
Aeth
.

5

.

17

.

2

Τοῦ δὲ Κνήμωνος μηδὲ τοῦτο παραλιπεῖν ἀξιοῦντος ἀλλὰ φράζειν εἴ τινα καταμεμα‐ θήκοι τῆς ἐπιπολαζούσης τῷ τόπῳ τραχύτητος αἰτίαν, «Τὸ πέλαγος» ἔφη «τὸ Ἰόνιον ἐκ πολλῆς εὐρυχωρίας
5ἐνταῦθα στενούμενον καὶ καθάπερ διὰ στομίου τινὸς εἰς τὸν Κρισαῖον κόλπον εἰσχεόμενον ἐπιμίξαι τε πρὸς τὴν Αἰγαίαν θάλασσαν ἐπειγόμενον ὑπὸ τοῦ Πελοποννησίων ἰσθμοῦ τῆς πρόσω φορᾶς ἀνακόπτεται προμηθείᾳ κρειτ‐
τόνων, ὡς ἔοικεν, ἐπικλύσαι τὴν ἀντίθετον προβολῇ τοῦ57 in vol. 2
10αὐχένος ἀποτειχιζόμενον.
Aeth
.

5

.

17

.

3

Κἀκ τοῦδε παλιρροίας ὡς τὸ εἰκὸς γινομένης καὶ περὶ τόνδε τὸν πορθμὸν πλέον ἢ κατὰ τὸν ἄλλον κόλπον θλιβομένης, τοῦ ἐπιρρέοντος ἔτι τῷ ἀνατρέχοντι πολλάκις ἐμπίπτοντος, βρασμόν τε ἴσχει
5τὸ ὕδωρ καὶ κῦμα φλεγμαῖνον ἐγείρει πρὸς τῆς ἀντιτυπίας εἰς κλύδωνα κορυφούμενον.»
Aeth
.

5

.

17

.

4

Ἐπὶ τούτοις κρότου γε‐ νομένου καὶ ἐπαίνου τῶν παρόντων ἀληθῆ εἶναι μαρτυ‐ ρούντων τὴν αἰτίαν, ὁ Καλάσιρις εἴχετο τῶν ἑξῆς «Ὑπερ‐ βαλόντες δὴ» λέγων «τὸν πορθμὸν καὶ νήσους Ὀξείας
5ἀποκρύψαντες τὴν Ζακυνθίων ἄκραν προσκοπεῖν ἀμφεβάλ‐ λομεν ὥσπερ ἀμυδρόν τι νέφος τὰς ὄψεις ἡμῖν ὑποδρα‐ μοῦσαν, καὶ ὁ κυβερνήτης τῶν ἱστίων παραστέλλειν ἐπέ‐ ταττεν.
Aeth
.

5

.

17

.

5

Ἡμῶν δὲ πυνθανομένων διότι παραλύει τὸ ῥόθιον τῆς νεὼς οὐριοδραμούσης «Ὅτι» ἔφη «πλησισ‐ τίῳ χρώμενοι τῷ πνεύματι περὶ πρώτην ἂν φυλακὴν τῇ νήσῳ προσορμίσαιμεν καὶ δέος προσοκεῖλαι σκοταίους
5τόποις ὑφάλοις τὰ πολλὰ καὶ κρημνώδεσι· καλὸν οὖν ἐννυκτερεῦσαι τῷ πελάγει καὶ τὸ πνεῦμα ὑφειμένως δέχεσ‐ θαι, συμμετρουμένους ὅσον ἂν γένοιτο αὔταρκες ἑῴους ἡμᾶς τῇ γῇ προσπελάσαι.»
8
Aeth
.

5

.

18

.

1

Ταῦτα οὐκ εἶπε μὲν ὁ κυβερνήτης οὐκ ἐγέ‐
νετο δέ, ὦ Ναυσίκλεις, ἀλλ’ ἅμα ἥλιός τε ἀνίσχε καὶ ἡμεῖς ἄγκυραν καθίεμεν.58 in vol. 2
Aeth
.

5

.

18

.

2

Οἱ δὲ τῆς νήσου περὶ τὸν ὅρμον οἰκοῦντες ἀπέχοντα οὐ πολὺ τῆς πόλεως καθάπερ ἐπί τι παράδοξον τὴν θέαν τὴν ἡμετέραν συνέρρεον, ἀγάμενοι μὲν ὡς ἐφαίνοντο καὶ τὸ τῆς ὁλκάδος εὐάγωγον εἰς κάλ‐
5λος τε ἅμα καὶ μέγεθος † αἰρόμενον ἐκπεπονημένης †, Φοινίκιον τὸ φιλοτέχνημα γνωρίζειν λέγοντες, πλέον δὲ θαυμάζοντες ὡς παραλόγῳ τῇ τύχῃ χρησαμένους εὔδιόν τε καὶ ἀπήμονα πλοῦν ἐν χειμερίῳ τῇ ὥρᾳ καὶ Πλειάδων ἤδη δυομένων ἀνύσαντας.
Aeth
.

5

.

18

.

3

Οἱ μὲν οὖν ἄλλοι σχεδόν τι πάντες ἔτι τῶν πρυμνησίων ἀναπτομένων ἀπολιπόντες τὴν ναῦν ἐπὶ τὸ ἄστυ τὴν Ζάκυνθον ἀγοράσοντες ἀνέ‐ τρεχον, ἐγὼ δέ, τοῦ κυβερνήτου γὰρ ἀκηκοὼς ἐτύγχανον
5ὡς χειμαδίῳ χρήσονται τῇ νήσῳ, καταγωγὴν σκεψόμενος αὐτοῦ που περὶ τὴν ἀκτὴν ἠρχόμην, τὴν μὲν ναῦν ὡς ἀπρεπὲς οἰκητήριον διὰ τὴν ναυτικὴν τύρβην, τὴν πόλιν δὲ ὡς οὐκ ἀσφαλὲς διὰ τὴν τῶν νέων φυγὴν παραιτού‐ μενος.
Aeth
.

5

.

18

.

4

Ὀλίγον οὖν ὅσον προήκων ὁρῶ πρεσβύτην ἁλιευτικὸν πρόσθεν τῶν θυρῶν αὐτοῦ καθήμενον καὶ δικ‐ τύου διερρωγότος βροχίδας ἀκεζόμενον. Πλησιάσας δὴ «Χαῖρε» εἶπον «ὦ βέλτιστε καὶ φράζε ὅποι τις ἂν
5τύχοι καταγωγῆς.» Ὁ δὲ «Περὶ τὴν πλησίον ἄκραν» ἔφη «χοιράδι πέτρᾳ τῆς προτεραίας ἐνσχεθὲν διεσπάρακ‐ ται.»59 in vol. 2
Aeth
.

5

.

18

.

5

Κἀγὼ «Τοῦτο μὲν» ἔφην «οὐδὲν ἐδεόμην μαθεῖν, ὅμως δ’ οὖν χρηστῶς ἂν ποιοίης καὶ φιλανθρώπως ἢ αὐτὸς ὑποδεχόμενος ἢ ἕτερον ὑφηγούμενος.» Καὶ ὃς «Οὐκ αὐτὸς» φησίν, «οὐ γὰρ συνέπλεον· μὴ γὰρ οὕτω
5ποτὲ σφαλείη μηδὲ ὑπὸ γήρως πιεσθείη Τυρρηνός, ἀλλ’ ἐστὶ πταῖσμα τῶν παιδαρίων ἀπειρίᾳ τῶν ὑφάλων οὗ μὴ ἐχρῆν τὰ δίκτυα καθορμισάντων.»
Aeth
.

5

.

18

.

6

Ὀψὲ δὴ οὖν συνεὶς ὡς παχύτερον ἔχει τῆς ἀκοῆς γεγωνότερον ἐμβοήσας «Χαίρειν κελεύω σοι» ἔφην «καὶ φράζειν ἡμῖν ξένοις οὖσι καταγωγήν.» «Ἀλλὰ καὶ αὐτὸς χαίροις» ἀπεκρί‐
5νατο «καὶ μένοις εἰ βούλοιο παρ’ ἡμῖν, εἰ μή τις τυγχά‐ νοις τῶν πολυκλίνους οἴκους ἐπιζητούντων ἢ θεραπείαν εἰς πλῆθος ἐπαγομένων.»
Aeth
.

5

.

18

.

7

Ἐμοῦ δὲ εἰπόντος ὡς παῖδές εἰσί μοι δύο καὶ τρίτος ἐγώ, «Χαρίεν» ἔφη «τὸ σύμμετρον, ἑνὶ γὰρ πλείους ἡμᾶς εὑρήσετε· κἀμοὶ γὰρ παῖδές εἰσιν ἔτι δύο συσσιτούμενοι, οἱ προγενέστεροι δὲ
5γήμαντες οἴκου ἄρχουσι, καὶ τετάρτη τροφὸς ἡ τῶν παι‐ δίων· ἡ γὰρ μήτηρ αὐτοῖς οὐ πρὸ πολλοῦ τέθνηκεν· ὥστε, ὦ λῷστε, μὴ μέλλε μηδὲ ἀμφίβαλλε ὡς χαίροντες ὑποδε‐ ξόμεθα ἄνδρα καὶ ἐκ πρώτης ἐντεύξεως εὐγένειαν ἐμφαί‐ νοντα.»
Aeth
.

5

.

18

.

8

Ἔπραττον οὕτω καὶ μετ’ οὐ πολὺ σὺν τῷ Θεαγένει καὶ τῇ Χαρικλείᾳ παρόντα με ἄσμενος ὁ πρεσ‐
βύτης ὑποδέχεται καὶ μέρος τὸ ἀλεεινότερον ἀπεκλήρου τῆς οἰκήσεως· καί πως οὐκ ἀηδῶς τὴν χειμέριον ὥραν60 in vol. 2
5τὰ πρῶτα διηνύομεν, τὰ μὲν ἄλλα συνδιημερεύοντες χωρι‐ ζόμενοι δὲ ὅτε καθεύδειν ἔδει, σὺν τῇ τροφῷ μὲν ἡ Χαρί‐ κλεια ἐγὼ δὲ ἰδίᾳ καὶ Θεαγένης, ὁ Τυρρηνὸς δὲ σὺν τοῖς αὑτοῦ παισὶ καθ’ ἕτερον δωμάτιον ἀναπαυόμενος.
Aeth
.

5

.

18

.

9

Ἡ τράπεζα δὲ ἡμῖν κοινὴ προὐτίθετο τὰ μὲν ἄλλα ἡμῶν παρεχόντων τοῦ Τυρρηνοῦ δὲ ὄψον ἄφθονον ἐκ θαλάττης τοὺς νέους ἑστιῶντος, τὰ μὲν καθ’ ἑαυτὸν ἁλιεύοντος τὰ
5δὲ καὶ ἡμῶν ἔστιν ὅτε τὴν σχολὴν διατιθεμένων καὶ συνε‐ φαπτομένων τῆς ἄγρας, ἣν ποικίλην τε καὶ πρὸς πᾶσαν ὥραν ἁρμόδιον ἐξήσκητο· καὶ ἦν εὔβολόν τι χρῆμα καὶ πολύθηρον ὥστε καὶ οἱ πολλοὶ τὴν ἐμπειρίαν αὐτῷ τῆς τέχνης εἰς εὐμένειαν τύχης προσῆπτον.
9
Aeth
.

5

.

19

.

1

Ἀλλ’ οὐ γὰρ ἦν, φασί, τοὺς δυστυχοῦντας μὴ οὐχὶ πανταχοῦ δυστυχεῖν οὐδὲ ἐπὶ τῆς ἐρημίας ἀνενόχλη‐ τον εἶχεν ἡ Χαρίκλεια τὸ κάλλος, ἀλλ’ ὁ Τύριος ἐκεῖνος ἔμπορος ὁ Πυθιονίκης ᾧ συνεπλεύσαμεν ἰδίᾳ μοι προσιὼν
5ἠνώχλει πολλάκις καὶ ἀπέκναιε λιπαρῶν καὶ εἰς γάμον ὡς ἂν παρὰ πατρὸς αἰτῶν τὴν Χαρίκλειαν,
Aeth
.

5

.

19

.

2

πολλὰ σεμνύνων ἑαυτὸν καὶ τοῦτο μὲν γένος ἔνδοξον καταλέγων
τοῦτο δὲ τὸν παρόντα πλοῦτον καταριθμούμενος τήν τε ὁλκάδα ὡς ἴδιον αὐτοῦ κτῆμα τυγχάνοι καὶ ὡς τοῦ πλείο‐61 in vol. 2
5νος φόρτου τῶν ἀγωγίμων δεσπόζοι, χρυσοῦ τε ὄντων καὶ λίθων πολυταλάντων καὶ σηρικῆς ἐσθῆτος· οὐκ ὀλίγον δὲ εἰς εὐδοξίας προσθήκην καὶ τὴν Πυθιονίκην ὠνόμαζεν ἕτερά τε αὖ πολλὰ πρὸς τούτοις.
Aeth
.

5

.

19

.

3

Ἐμοῦ δὲ τήν τε παροῦσαν πενίαν προβαλλομένου καὶ ὡς οὐκ ἄν ποτέ τῳ χώραν ἄλλην οἰκοῦντι καὶ ἔθνος ὃ τοσοῦτον κεχώρισται τῆς Αἰγυπτίων ἐκδοῦναι τὸ θυγάτριον αἱρησομένου «Πέ‐
5παυσο τούτων» ἔλεγεν «ὦ πάτερ, τὴν μὲν γὰρ προῖκα ἀπέχειν ἡγήσομαι πολλὰ τάλαντα καὶ πλοῦτον ὅλον τὴν κόρην, ἔθνος δὲ καὶ πατρίδα τὴν ὑμετέραν ἀλλάξομαι τῆς μὲν ἐπὶ Καρχηδονίους ὁρμῆς ἐκτραπεὶς ὑμῖν δὲ σύμπλους οἷ δὴ καὶ βούλεσθε γενόμενος.»
9
Aeth
.

5

.

20

.

1

Ὁρῶν δὴ τὸν Φοίνικα μὴ ἀνιέντα ἀλλ’ εἰς ὑπερβολήν τε πρὸς τὸ βούλημα θερμαινόμενον καὶ ἡμέραν οὐδεμίαν τοῦ διοχλεῖν μοι περὶ τῶν αὐτῶν ἀπολειπόμενον, ἔγνων τὸ παρὸν ὑπερθέσθαι χρησταῖς ἐπαγγελίαις μὴ καὶ
5βίαιόν τι κατὰ τὴν νῆσον ὑποσταίημεν, καὶ ἅπαντα ποιή‐ σειν ἐλθὼν εἰς τὴν Αἴγυπτον ἐπηγγελλόμην. Οὔπω δέ μου
τοῦτον ἐπ’ ὀλίγον ἀποσκευασαμένου κῦμα φασὶν ἐπὶ κύματι προσέβαλλεν ὁ δαίμων.62 in vol. 2
Aeth
.

5

.

20

.

2

Ὁ γὰρ Τυρρηνὸς οὐ πολλαῖς ὕστερον ἡμέραις εἴς τινά με παρηγκωνισμένην ἀκτὴν παρα‐ λαβὼν «Ὦ Καλάσιρι» ἔφη «τὸν Ποσειδῶ σοι τὸν πελά‐ γιον ἐπόμνυμι καὶ τοὺς ἄλλους ἐναλίους θεοὺς ἦ μὴν
5αὐτόν τε σὲ ὡς ἀδελφὸν παῖδάς τε τοὺς σοὺς ἴσα καὶ παι‐ σὶν ὁρᾶν τοῖς ἐμοῖς· ἥκω δή σοι φράσων ἐγειρόμενόν τι πρᾶγμα ἀνιαρὸν μὲν ἀλλ’ ἐμοί τε σιωπῆσαι ἀθέμιτον ἑστίας ὑμῖν τῆς αὐτῆς κεκοινωνηκότι σοί τε γνῶναι πάν‐ τως ἀναγκαῖον.
Aeth
.

5

.

20

.

3

Ναυλοχεῖ τὴν ὁλκάδα τὴν Φοίνισσαν πειρατικὸν ἐργαστήριον κατὰ τὴν περιπτύσσουσαν τῆσδε τῆς ἄκρας πλευρὰν ὑποκαθήμενον, σκοποῖς ἀμοιβαδὸν τὸν ἔκπλουν τῆς νεὼς ἐπιτηρούμενον. Ὅρα δὴ οὖν, φυλάτ‐
5του καὶ λογίζου τί ἂν ποιοίης, σοῦ γὰρ δὴ ἕνεκεν μᾶλλον δὲ θυγατρὸς τῆς σῆς τὸ οὕτως ἀπηνὲς ἔργον ἐκείνοις δὲ σύνηθες διανοοῦνται.»
Aeth
.

5

.

20

.

4

Κἀγὼ πρὸς αὐτὸν «Σὲ μὲν» ἔφην «ἀντὶ τούτων οἱ θεοὶ κατ’ ἀξίαν ἀμείψαιντο· πόθεν δέ, ὦ Τυρρηνέ, συνείληφας τὴν ἐπιβουλήν;» Καὶ ὃς «Ἀπὸ τῆς τέχνης» ἔφη «τοῖς ἀνδράσι γνωρίζομαι
5καὶ ὄψον αὐτοῖς προσκομίζων πλέον ἢ παρὰ τῶν ἄλλων τὸ τίμημα κομίζομαι.
Aeth
.

5

.

20

.

5

Τῇ προτεραίᾳ δὴ κύρτους ἀνα‐ λεγομένῳ μοι περὶ τοὺς κρημνοὺς ἐντυχὼν ὁ λῄσταρχος «Πότε ἄρα οἱ Φοίνικες ἐξορμήσειν μέλλουσιν, εἴ γε πέπυ‐
σαι;» διηρώτα, κἀγὼ συνιεὶς τὴν ἐνέδραν τοῦ ἐρωτήμα‐63 in vol. 2
5τος «Τὸ μὲν ἀκριβὲς» ἔφην, «ὦ Τραχῖνε, οὐκ ἔχω λέγειν, εἰς ἔαρ δὲ πρῶτον ἡγοῦμαι αὐτοὺς ἀφορμήσειν.»
Aeth
.

5

.

20

.

6

«Ἆρ’ οὖν» ἔφη «καὶ ἡ κόρη αὐτοῖς ἡ παρὰ σοὶ καταγομένη συμπλεύσεται;» «Ἄδηλον μέν» εἶπον, «ἀλλὰ τί πολυπραγμονεῖς;» «Ὅτι αὐτῆς» ἔφη «ἐρῶ μανικῶς ἅπαξ θεασάμενος· οὐ γὰρ οἶδα προστυχὼν τοιούτῳ κάλ‐
5λει, πολλὰς καὶ ταῦτα καὶ οὐκ ἐξώρους αἰχμαλώτους ᾑρηκώς.»
Aeth
.

5

.

20

.

7

Ὑπαγόμενος οὖν αὐτὸν ὥστε πᾶν ἀναπτύ‐ ξαι τὸ βούλευμα «Τί οὖν» ἔφην «δεῖ σε συμπλέκεσθαι τοῖς Φοίνιξιν ἀλλὰ μὴ ἀναιμωτὶ καὶ πρὸ τῆς θαλάττης ἔχειν, ἐκ τῆς οἰκίας ἁρπάσαντα τῆς ἐμῆς;» «Σῴζεται
5καὶ παρὰ λῃσταῖς» ἔφη «τι συνειδὸς καὶ πρὸς τοὺς γνωρίμους φιλάνθρωπον.
Aeth
.

5

.

20

.

8

Σοῦ τε οὖν φείδομαι μὴ πραγμάτων πειραθείης τοὺς ξένους ἐπιζητούμενος, ἐγώ τε δι’ ἑνὸς ἔργου δύο τὰ μέγιστα κτήσασθαι βούλομαι, τόν τε πλοῦτον τῆς νεὼς καὶ τὸν γάμον τῆς κόρης,
5ὧν θατέρου πάντως ἐστὶν ἀποτυχεῖν κατὰ γῆν ἐγχει‐ ροῦντα τὴν πρᾶξιν· καὶ ἄλλως οὐδὲ ἀκίνδυνον εἴ τι τούτων γίνοιτο πλησίον τῆς πόλεως, ἐκ τοῦ παρα‐ χρῆμα τῆς τε αἰσθήσεως καὶ τῆς ἐπιδιώξεως ἐσομένης.»
Aeth
.

5

.

20

.

9

Πολλὰ δὴ τῆς συνέσεως αὐτὸν ἐπαινέσας ἐκείνου μὲν ἀπηλλαττόμην, σοὶ δὲ καταμηνύων τὴν σκευω‐ ρουμένην πρὸς τῶν ἀλαστόρων ἐπιβουλὴν ἱκετεύω φρον‐ τίδα ποιεῖσθαι τοῦ σαυτόν τε καὶ τοὺς σαυτοῦ διασῴ‐
5ζειν.»64 in vol. 2
Aeth
.

5

.

21

.

1

Ἀπῄειν κατηφὴς τούτων ἀκούσας καὶ παν‐ τοίας ἔστρεφον παρ’ ἐμαυτῷ βουλὰς ἕως ἐκ ταὐτομάτου μοι πάλιν ἐντυχὼν ὁ ἔμπορος καὶ περὶ τῶν αὐτῶν διαλε‐ γόμενος σκέμματός τινος ἐνδόσιμον παρεῖχεν· ἀποκρύπ‐
5των γὰρ τῶν παρὰ τοῦ Τυρρηνοῦ μηνυθέντων ἅπερ ἐβου‐ λόμην, ἐκεῖνο μόνον τὸ μέρος ἐξέφαινον ὡς ἁρπάσαι τις τῶν ἐγχωρίων διανοεῖται τὴν κόρην πρὸς ὃν οὐκ ἔστιν ἀξιόμαχος ἀντιτάξασθαι.
Aeth
.

5

.

21

.

2

«Ἐγὼ δὲ σοὶ μᾶλλον ἂν» ἔφην «ἑλοίμην αὐτὴν κατεγγυῆσαι διά τε τὴν προϋπάρχου‐ σαν γνῶσιν διά τε τὴν περιουσίαν, καὶ πρὸ πάντων ὅτι τὴν ἡμετέραν οἰκεῖν, εἰ τοῦ γάμου τύχοις, ἔφθης ἐπαγγελλόμε‐
5νος, ὥστε εἴ σοι πάντως φίλον σπουδαστέον ἡμῖν τὸν ἐνθένδε ἀπόπλουν πρίν τι καὶ πρὸς τὸ ἀκούσιον προληφ‐ θῆναι παθόντας.»
Aeth
.

5

.

21

.

3

Ὑπερήσθη τούτων ἀκούσας καὶ «Εὔγε, ὦ πάτερ» ἔφη, καὶ ἅμα ἐφίλει προσιὼν τὴν κεφα‐ λὴν ἐπυνθάνετό τε πότε ἀνάγεσθαι κελεύοιμι, καὶ γὰρ εἰ μηδέπω τῆς ὥρας εἶναι τὰ πλώιμα ἀλλ’ ὑπάρχειν μεταστη‐
5σαμένους εἰς ἕτερον ὅρμον ἐπιβουλῆς τε ἐκτὸς γενέσθαι τῆς ὑπονοουμένης καὶ τὸ ἀκριβὲς τοῦ ἔαρος περιμεῖναι.
Aeth
.

5

.

21

.

4

«Οὐκοῦν» ἔφην «εἰ δὴ μέλλει τὸ ἐμὸν ἰσχύειν πρόσ‐ ταγμα, τῆς ἐρχομένης ἂν βουλοίμην ἀποπλεῦσαι νυκτός». Καὶ ὁ μὲν «Οὕτω γενήσεται» εἰπὼν ἀπεχώρει· ἐγὼ δὲ οἴκαδε ἐλθὼν πρὸς μὲν τὸν Τυρρηνὸν οὐδὲ ἓν πρὸς δὲ
5τοὺς παῖδας ἔφραζον ὡς μεθ’ ἑσπέραν βαθεῖαν αὖθις ἐπι‐
βαίνειν δεήσει τῆς ὁλκάδος· τῶν δὲ τὸ αἰφνίδιον θαυμα‐ ζόντων καὶ τὴν αἰτίαν πυνθανομένων ὑπερεθέμην εἰσαῦ‐ θις ἐρεῖν, «νῦν δὲ οὕτω πραχθῆναι συμφέρει» ἔλεγον.65 in vol. 2
8
Aeth
.

5

.

22

.

1

Ἐπεὶ δὲ δείπνου πρὸς ὀλίγον μεταλαβόντες εἰς ὕπνον ἐτράπημεν, ὄναρ μοί τις πρεσβύτης ἐφαίνετο τὰ μὲν ἄλλα κατεσκληκὼς ἐπιγουνίδα δέ, λείψανον τῆς ἐφ’ ἡλικίας ἰσχύος, ἀνεσταλμένου ζώματος ὑποφαίνων,
5κυνῆν μὲν τῆς κεφαλῆς ἐπικείμενος ἀγχίνουν δὲ ἅμα καὶ πολύτροπον περισκοπούμενος καὶ οἷον ἐκ πληγῆς τινος μηρὸν σκάζοντα παρέλκων.
Aeth
.

5

.

22

.

2

Πλησιάσας δή μοι καὶ σεσηρός τι μειδιάσας «Ὦ θαυμάσιε» ἔφη, «σὺ δὲ μόνος ἐν οὐδενὸς λόγου μέρει τέθεισαι τὰ καθ’ ἡμᾶς, ἀλλὰ πάν‐ των ὅσοι δὴ τὴν Κεφαλλήνων παρέπλευσαν οἶκόν τε τὸν
5ἡμέτερον ἐπισκεψαμένων καὶ δόξαν γνῶναι τὴν ἡμετέραν ἐν σπουδῇ θεμένων αὐτὸς οὕτως ὀλιγώρως ἔσχηκας ὡς μηδὲ τοῦτο δὴ τὸ κοινὸν προσειπεῖν, ἐν γειτόνων καὶ ταῦτα οἰκοῦντα.
Aeth
.

5

.

22

.

3

Τοιγάρτοι τούτων ὑφέξεις οὐκ εἰς μακρὰν τὴν δίκην καὶ τῶν ὁμοίων ἐμοὶ παθῶν αἰσθήσῃ, θαλάττῃ τε ἅμα καὶ γῇ πολεμίοις ἐντυγχάνων· τὴν κόρην δὲ ἣν ἄγεις παρὰ τῆς ἐμῆς γαμετῆς πρόσειπε, χαίρειν γὰρ αὐτῇ φησι
5διότι πάντων ἐπίπροσθεν ἄγει τὴν σωφροσύνην καὶ τέλος αὐτῇ δεξιὸν εὐαγγελίζεται.»
Aeth
.

5

.

22

.

4

Ἀνηλάμην ὑπὸ τῆς ὄψεως παλλόμενος καὶ τοῦ Θεαγένους ὅ τι πέπονθα ἐρομέ‐ νου «Τάχα» ἔφην «ὠψίσθημεν τῆς ἀναγωγῆς καὶ τεθο‐
ρύβημαι ἀφυπνίσας πρὸς τὴν ἔννοιαν· ἀλλ’ αὐτός τε66 in vol. 2
5ἀνίστω καὶ τὰ ὄντα συσκευάζου τὴν Χαρίκλειάν τε ἐγὼ μετελεύσομαι.» Παρῆν ἡ παῖς ἐμοῦ τοῦτο σημήναντος καὶ ὁ Τυρρηνὸς αἰσθόμενος διανέστη καὶ τὸ γινόμενον ἐπυν‐ θάνετο.
Aeth
.

5

.

22

.

5

Κἀγὼ «Τὸ μὲν γινόμενον ἔστιν» ἔλεγον «ἡ σὴ συμβουλή· διαδρᾶναι πειρώμεθα τοὺς ἐπιβουλεύοντας· σὺ δὲ αὐτός τε σῴζοιο πρὸς τῶν θεῶν, ἀνδρῶν βέλτιστος περὶ ἡμᾶς γεγενημένος, καὶ τήνδε δίδου τελευταίαν χάριν·
5θῦε διαπλεύσας εἰς Ἰθάκην ὑπὲρ ἡμῶν Ὀδυσσεῖ καὶ αἴτει τῆς μήνιδος ἀνεῖναι τῆς καθ’ ἡμῶν ἣν ἀγανακτεῖν ὡς παρεωραμένος τῆσδέ μοι τῆς νυκτὸς ἐπιφανεὶς ἐξηγόρευ‐ σεν.» Ἐπηγγέλλετο ποιήσειν οὕτω καὶ ἄχρι τῆς νεὼς παρέπεμπεν ἐπιδακρύων τε πλεῖστα καὶ τὸν πλοῦν ἡμῖν
10ἀπήμονά τε γενέσθαι καὶ κατὰ νοῦν ἐπευχόμενος.
Aeth
.

5

.

22

.

6

Τί δεῖ μηκύνοντα ἐνοχλεῖν; ἄρτι φωσφόρου διαλάμψαντος ἀνη‐ γόμεθα, πολλὰ μὲν τῶν ναυτῶν τὴν πρώτην ἐναντιουμένων τέλος δὲ πρὸς τοῦ Τυρίου τοῦ ἐμπόρου πεισθέντων λῃσ‐
5τρικὴν προαγορευθεῖσαν ἔφοδον διαδιδράσκειν εἰπόντος· καὶ ὁ μὲν ἐλάνθανεν τὰ ὄντα ὡς πλάσμα λέγων.
Aeth
.

5

.

22

.

7

Ἡμεῖς δὲ πνεύμασι βιαίοις χρησάμενοι ζάλης τε ἀπροσμάχου καὶ κλύδωνος ἀφράστου πειραθέντες ἀπολέσθαι τε παρὰ μικρὸν ἐλθόντες εἰς ἄκραν τινὰ Κρητικὴν προσωκείλαμεν,
5τῶν τε πηδαλίων θάτερον ἀποβαλόντες καὶ τῆς κεραίας τὸ πλεῖστον συντρίψαντες· ἐδόκει οὖν ἐπισκευῆς τε ἕνεκεν τῆς ὁλκάδος καὶ ἡμῶν αὐτῶν ἀναλήψεως ἡμέρας τινὰς ἐπιμεῖναι 〈ἐν〉 τῇ νήσῳ.
Aeth
.

5

.

22

.

8

Καὶ τούτων οὕτω γενομένων ὁ πλοῦς ἡμῖν αὖθις παρηγγέλλετο πρώτην ἡμέραν τῆς σεληναίας μετὰ τὴν πρὸς ἥλιον σύνοδον ἐπιλαμπούσης· καὶ ἀναχθέντες ἤδη ζεφύρων ἐαρινῶν ὑπηχούντων ἐφε‐
67 in vol. 2
5ρόμεθα νύκτα τε καὶ ἡμέραν ἐπὶ τὴν Λιβύων γῆν τοῦ κυβερ‐ νήτου τὴν ὁλκάδα χειραγωγοῦντος· ἔφασκε γὰρ ἐνδέχεσθαι μὲν εὐθυβόλως καὶ διαμπὰξ περαιωθῆναι τὸ πέλαγος τοῦ πνεύματος ἐπιτρέποντος ἐπείγεσθαι δὲ λαβέσθαι τινὸς ἠπείρου καὶ ὅρμου, πειρατικὸν εἶναι τὸ ἐκ πρύμνης ἀνα‐
10φαῖνον ἀκάτιον ὑφορώμενος.
Aeth
.

5

.

22

.

9

«Ἐξ οὗ γὰρ» ἔφη «τῆς Κρητικῆς ἤραμεν ἄκρας ἕπεται κατ’ ἴχνος καὶ ἀπαράλ‐ λακτον μεταθέει τὸν ἡμέτερον πλοῦν ὥσπερ τῆς αὐτῆς ὁρμῆς ἐξηρτημένον, ἐφώρασά τε πολλάκις συμπαραφερό‐
5μενον, ἐμοῦ τὴν ναῦν ἐξεπίτηδες ἔστιν ὅτε τοῦ εὐθέος παρατρέποντος.»
6
Aeth
.

5

.

23

.

1

Τούτων εἰρημένων οἱ μὲν ἐδήχθησαν καὶ πρὸς ἄμυναν εὐτρεπίζεσθαι παρῄνουν, οἱ δὲ ὀλιγώρως εἶχον, ἔθος εἶναι φάσκοντες ἐν τοῖς πελάγεσιν ἕπεσθαι ταῖς ὑπερόγκοις ναυσὶ τὰς βραχυτέρας, ὥσπερ ὑπὸ
5πλείονος ἐμπειρίας ὁδηγουμένας.
Aeth
.

5

.

23

.

2

Ἔτι τούτων ἐπὶ θάτερα γυμναζομένων ἦν μὲν ἤδη τῆς ἡμέρας ὅτε ἀρότρου βοῦν ἐλευθεροῖ γηπόνος, ὁ δὲ ἄνεμος τῆς ἄγαν φορᾶς ὤκλαζε καὶ κατ’ ὀλίγον ἐνδιδοὺς ἄπρακτός τε καὶ μαλακὸς
5τοῖς ἱστίοις ἐνέπιπτε καὶ σοβῶν μᾶλλον ἢ προωθῶν τὴν
ὀθόνην τέλος καὶ εἰς γαλήνην ἐξενικήθη καθάπερ τῷ ἡλίῳ συγκαταδυόμενος, ἢ ἀληθέστερον εἰπεῖν τοῖς ἐπιδιώκουσιν ὑπηρετούμενος.68 in vol. 2
Aeth
.

5

.

23

.

3

Οἱ γὰρ κατὰ τὴν ἄκατον ἕως μὲν ἡμῖν ὁ πλοῦς ὑπήνεμος ἠνύετο μακρῷ τῆς ὁλκάδος ὡς τὸ εἰκὸς ὑπελείποντο μείζοσι τοῖς ἱστίοις πλέον τὸ πνεῦμα δεχομένης· ἐπειδὴ δὲ τὴν θάλασσαν ἐστόρεσεν ἡ γαλήνη
5καὶ τὰς κώπας ἡ χρεία παρεκάλει, θᾶττον ἡμῖν ἢ ὥστε εἰπεῖν ἐπέστησαν ἅτε οἶμαι πρόσκωποί τε πάντες οἱ ἐμπλέοντες καὶ κοῦφον ἀκάτιον καὶ πρὸς εἰρεσίαν εὐπει‐ θέστερον ἐλαύνοντες.
8
Aeth
.

5

.

24

.

1

Ἤδη δὲ πλησιαζόντων ἀνέκραγέ τις τῶν συνεμβεβηκότων ἀπὸ τῆς Ζακυνθίων «Τοῦτο ἐκεῖνο, ἄνδρες, ἀπολώλαμεν· πειρατικὸς ὁ στόλος, Τραχίνου γνω‐ ρίζω τὴν ἄκατον.»
Aeth
.

5

.

24

.

2

Ἐσείσθη πρὸς τὴν ἀγγελίαν ἡ ὁλκὰς ἔν τε γαλήνῃ κλύδωνος ἐμπέπληστο θορύβοις ὀλο‐ λυγμοῖς διαδρομαῖς καταιγιζομένη, τῶν μὲν εἰς τὰ κοῖλα τῆς νεὼς καταδυομένων τῶν δὲ προμαχεῖν ἐπὶ τῶν ἰκρίων
5ἀλλήλοις παρακελευομένων τῶν δὲ εἰς τὸ σκάφος τὸ ὑπηρ‐ ετικὸν ἅλλεσθαι καὶ διαδρᾶναι βουλευομένων· ἕως ἐν τῷ μέλλειν καὶ ἄκοντας αὐτοὺς προλαβὼν ἔστησεν ὁ πόλεμος, τῷ προστυχόντι πρὸς ἄμυναν ὁπλίσας.
Aeth
.

5

.

24

.

3

Ἐγὼ δὲ καὶ ἡ Χαρίκλεια τῷ Θεαγένει περιφύντες ὅλον ἐνθουσιῶντα πρὸς τὴν μάχην καὶ ζέοντα μόλις ἐπείχομεν, ἡ μὲν ἵνα
μηδὲ παρὰ τὸν θάνατον ὡς ἔφασκε χωρίζοιτο ξίφει δὲ ἑνὶ69 in vol. 2
5καὶ πληγῇ μιᾷ τοῦ πάθους ὁμοίου κοινωνήσειεν, ἐγὼ δὲ ὡς Τραχῖνον εἶναι τὸν ἐπιόντα ἔγνων συνοῖσον πρὸς τὰ μέλ‐ λοντά τι προμηθούμενος.
Aeth
.

5

.

24

.

4

Ὅπερ δὴ καὶ γενέσθαι συνέβη· πλησιάσαντες γὰρ οἱ λῃσταὶ καὶ ἐγκάρσιοι παρε‐ λαύνοντες ἀποπειρώμενοί τε εἴ πως ἀναιμωτὶ γένοιντο ἐγκρατεῖς τῆς ὁλκάδος ἔβαλλον μὲν οὐδέπω τοῖς δὲ εἰς
5κύκλον περίπλοις οὐδαμοῦ προβαίνειν ἐπέτρεπον ἐῴκεσάν τε πολιορκοῦσι καὶ τὴν ναῦν ἐξ ὁμολογίας ἑλεῖν ἐσπου‐ δακόσι.
Aeth
.

5

.

24

.

5

Καὶ «Ὦ δυσδαίμονες» ἔφασαν «τί δή ποτε μαίνεσθε καὶ πρὸς οὕτως ἄμαχον καὶ ὑπερφέρουσαν ἰσχὺν ἐναντίας ἐπαίρετε χεῖρας καὶ προῦπτον ἀναρριπτεῖτε θάνατον; ἔτι φιλανθρωπευόμεθα, ἐπιτρέπομεν ὑμᾶς εἰς τὸ
5ἐφόλκιον εἰσβῆναι, καὶ σῴζεθ’ ἑαυτοὺς οἷ βούλεσθε.» Οἱ μὲν ταῦτα προὔτεινον· οἱ δὲ ἐπὶ τῆς ὁλκάδος ἕως μὲν ἀκίν‐ δυνον μάχην καὶ πόλεμον ἀναίμακτον ἠγωνίζοντο θρασεῖς τε ἦσαν καὶ οὐκ ἂν ἔφασαν ἐκστῆναι.
8
Aeth
.

5

.

25

.

1

Ἐπεὶ δέ τις τῶν λῃστῶν, ὁ τολμηρότατος, ἐναλάμενος εἰς τὴν ναῦν καὶ παίων τῷ ξίφει τοὺς προσ‐ τυχόντας φόνῳ καὶ θανάτῳ κρίνεσθαι τὸν πόλεμον ἐδίδαξεν ἐφήλαντο δὲ καὶ οἱ λοιποὶ πάντες, τότε δὴ μετεμέλοντο οἱ
5Φοίνικες καὶ προσπεσόντες ἀπέχεσθαι σφῶν ἱκέτευον ἐφ’ ᾧ τε τὰ προσταχθησόμενα ποιήσειν.70 in vol. 2
Aeth
.

5

.

25

.

2

Οἱ δὲ καίπερ ἤδη φονῶντες, αἵματος γὰρ ὄψις φρονήματος γίνεται στό‐ μωσις, ἐκ προστάγματος τοῦ Τραχίνου παρ’ ἐλπίδα πᾶσαν ἐφείδοντο τῶν ὑποπεσόντων, ἐγίνετο δὲ ἄσπονδος ἐκεχειρία
5καὶ πόλεμος ἔργοις ὁ χαλεπώτατος εἰρήνης ὀνόματι νόθῳ παραλυόμενος, συνθήκης βαρυτέρας πλέον ἢ τῆς μάχης ὁριζομένης. Σὺν ἑνὶ γὰρ χιτωνίσκῳ τῆς ὁλκάδος ἐξίστασ‐ θαι προηγορεύετο καὶ θάνατος τῷ παραβαίνοντι διηπει‐ λεῖτο.
Aeth
.

5

.

25

.

3

Ἀλλ’ ἔστιν ὡς ἔοικεν ἀνθρώποις ψυχὴ πάντων προτιμότερον· δι’ ἣν καὶ τότε οἱ Φοίνικες ἐλπίδος πλούτου τῆς νεὼς ἀποσυλώμενοι, καθάπερ οὐ στερούμενοι κερδαί‐ νειν δὲ μέλλοντες ὅστις πρότερος τὸν ἕτερον φθάσας ἐπι‐
5βαίη τοῦ σκάφους ἠπείγοντο, θᾶττον ἐν τῷ βεβαίῳ τοῦ περιεῖναι γενέσθαι πᾶς τις ἁμιλλώμενος.
6
Aeth
.

5

.

26

.

1

Ἐπεὶ δὲ καὶ ἡμεῖς τῷ δόγματι πειθόμενοι παρῄειμεν ὁ Τραχῖνος τῆς Χαρικλείας ἐπιλαβόμενος «Οὐδὲν» ἔφη «πρὸς σὲ ὅδε ὁ πόλεμος, ὦ φιλτάτη, ἀλλὰ διὰ σὲ γεγένηται καὶ σοὶ πάλαι καὶ ἐξ οὗ γε ἀπολελοίπατε
5τὴν Ζακυνθίων ἕπομαι, τοσοῦτον ἕνεκα σοῦ καὶ πέλαγος καὶ κίνδυνον ἀναδεξάμενος· ὥστε θάρσει καὶ ἴσθι δέσποινα σὺν ἡμῖν τῶνδε ἁπάντων ἐσομένη.»
Aeth
.

5

.

26

.

2

Ταῦτα ἐκεῖνος μὲν ἔλεγεν, ἡ δέ (ἔστι γὰρ χρῆμα σοφώτατον) καιρὸν δια‐
θέσθαι δραστήριος ἅμα δέ τι καὶ τῆς ἐμῆς ὑποθήκης ἀνύουσα, τὸ κατηφὲς ἐκ τῶν περιεστηκότων τοῦ βλέμμα‐71 in vol. 2
5τος ἀπεσκευασμένη καὶ πρὸς τὸ ἐπαγωγότερον ἐκβιασα‐ μένη «Ἀλλὰ θεοῖς μὲν» ἔφη «χάρις τοῖς τὰ φιλανθρω‐ πότερα περὶ ἡμῶν ἐπὶ νοῦν τὸν σὸν ἄγουσιν.
Aeth
.

5

.

26

.

3

Εἰ δὲ βούλει με τῷ ὄντι θαρσοῦσαν καὶ ἔχειν καὶ μένειν, πρώτην δίδου ταύτην αἴσθησιν τῆς σῆς εὐνοίας· ἀδελφὸν τουτονὶ τὸν ἐμὸν καὶ πατέρα περίσῳζε μηδὲ ἐπίτρεπε τὴν ναῦν
5ἀπολιπεῖν, ὡς οὐκ ἔστιν ὅπως βιώσομαι τούτων χωριζο‐ μένων.» Καὶ ἅμα λέγουσα τοῖς γόνασι προσέπιπτεν καὶ εἴχετο ἐπὶ πλεῖστον ἱκετεύουσα, τοῦ Τραχίνου ταῖς περι‐ πλοκαῖς ἐντρυφῶντος καὶ τὴν ὑπόσχεσιν ἐπίτηδες παρέλ‐ κοντος.
Aeth
.

5

.

26

.

4

Ὡς δὲ ὑπό τε τῶν δακρύων πρὸς οἶκτον ἤγετο καὶ ὑπὸ τῶν βλεμμάτων πρὸς τὸ ὑπήκοον ἐδου‐ λοῦτο, τὴν κόρην ἀναστήσας «Τὸν μὲν ἀδελφὸν» ἔφη «δωροῦμαί σοι καὶ μάλα χαίρων, ὁρῶ γὰρ νεανίσκον
5ἀνδρείας ἀνάμεστον καὶ βίῳ τῷ ἡμετέρῳ συντελεῖν ἐπι‐ τήδειον· ὅδε δὲ ὁ πρεσβύτης, ἄχθος τηνάλλως, εἰς χάριν μόνην τὴν σὴν περιέστω.»
7
Aeth
.

5

.

27

.

1

Τούτων καὶ λεγομένων καὶ γινομένων ὁ μὲν ἥλιος ἀκριβῶς εἰς δυσμὰς περιελθὼν τὸ μεταίχμιον ἡμέρας καὶ νυκτὸς σκιόφως ἀπετέλεσεν, ἡ θάλασσα δὲ
αἰφνίδιον ἐτραχύνετο τάχα μὲν τροπὴν ἐκ τοῦ καιροῦ72 in vol. 2
5λαβοῦσα τάχα δέ που καὶ τύχης τινὸς βουλήματι μετα‐ βληθεῖσα·
Aeth
.

5

.

27

.

2

καὶ βόμβος ἀνέμου κατιόντος ἠκούετο καὶ ὅσον οὔπω πνεῦμα λάβρον τε καὶ βίαιον αὐτόθεν ἐμπεσὸν ἀπροσδοκήτου θορύβου τοὺς λῃστὰς ἐνεπεπλήκει, τὴν μὲν ἰδίαν ἄκατον ἀπολιπόντας κατὰ δὲ τὴν ὁλκάδα πρὸς τῇ
5διαρπαγῇ τοῦ φόρτου καταληφθέντας ὅπη τε χρήσονται τῷ μεγέθει τῆς νεὼς ἀπείρως ἔχοντας.
Aeth
.

5

.

27

.

3

Τοιγάρτοι πᾶν μὲν ναυτιλίας μέρος ὑπὸ τοῦ προστυχόντος ἐσχεδιά‐ ζετο τέχνην δὲ ἄλλος ἄλλην αὐτοδίδακτος ἐθρασύνετο, τῶν μὲν τὰ ἱστία τεταραγμένως ἀνιμώντων τῶν δὲ τοὺς
5κάλως ἀπείρως κατανεμόντων, καὶ ὁ μέν τις τὴν πρώραν ἀδοκίμαστος ἐκληροῦτο ὁ δὲ τὴν πρύμναν εἶχε καὶ τοὺς αὐχένας.
Aeth
.

5

.

27

.

4

Οὐχ ἥκιστα γοῦν· ἡμᾶς εἰς τὸν ἔσχατον τῶν κινδύνων ἐνέβαλλεν οὐ τὸ βίαιον τοῦ κλύδωνος, οὔπω γὰρ ὁλοσχερῶς ἐκτετάρακτο, ἀλλὰ τὸ ἄτεχνον τοῦ κυβερνῶντος ἀντισχόντος μὲν ἐφ’ ὅσον ἡμερινοῦ φωτὸς ἀπαύγασμα
5περιέλαμπεν ἀπειπόντος δὲ τοῦ σκότους ἐκνικήσαντος.
Aeth
.

5

.

27

.

5

Ἤδη δὲ βαπτιζομένων καὶ καταδῦναι μικρὸν ἀπολει‐ πόντων ἐπεχείρουν μὲν τὴν πρώτην ἔνιοι τῶν λῃστῶν εἰς τὴν ἰδίαν αὐτῶν μετεισβαίνειν ἄκατον, ἔπειτα ἐπεῖχον ὑπό τε τοῦ κλύδωνος ἐκκρουόμενοι καὶ τοῦ Τραχίνου πεί‐
5θοντος ὡς μυρίοις σκάφεσιν εὐπορωτέροις ἐξέσται γενέσ‐ θαι τὴν ὁλκάδα καὶ τὸν ἐνόντα πλοῦτον διασῴζουσι·
Aeth
.

5

.

27

.

6

καὶ τέλος καὶ τὸ καλώδιον ἐξ οὗ τῆς νεὼς ἐξήρτητο διέκοψεν ἄλλον χειμῶνα τοῦτον ἐφέλκεσθαι σφᾶς διατει‐ νόμενος, καὶ ἅμα καὶ τοῦ μέλλοντος ἀσφαλοῦς προνοεῖν ὑφηγούμενος, εἶναι γὰρ ὕποπτον ἀμφοτέραις προσπλεῦσαί73 in vol. 2
5ποι ταῖς ναυσί, τῶν ἐμπλευσάντων θατέρᾳ πάντως ἐπιζη‐ τηθησομένων.
Aeth
.

5

.

27

.

7

Ἐδόκει τε εἶναι πιθανὸς καὶ δυοῖν δι’ ἑνὸς τὸ παρὸν εὐδοκιμεῖν, βραχείας ῥᾳστώνης αἰσθομένων ἐξ οὗ τὴν ἄκατον ἐχώρισεν, οὐ μὴν παντάπασι τῶν δει‐ νῶν ἀπαλλαγέντων ἀλλὰ τρικυμίαις τε ἐπαλλήλοις ἐλαυνο‐
5μένων καὶ πολλὰ τῆς νεὼς ἀποβαλλόντων καὶ κινδύνου πᾶν εἶδος ὑφισταμένων, ἕως, ἐκείνης τε τῆς νυκτὸς μόλις διαδρα‐ μούσης καὶ πρὸς τῆς ἐχομένης ἡμέρας, περὶ δείλην ἀκτῇ τινι κατὰ τὸ στόμιον τοῦ Νείλου τὸ Ἡρακλεωτικὸν προσωκείλαμεν
Aeth
.

5

.

27

.

8

καὶ γῆς Αἰγυπτίας ἀβουλήτως οἱ δυσδαίμονες ἐπιβαίνο‐ μεν, οἱ μὲν ἄλλοι χαίροντες ἡμεῖς δὲ ἀνιώμενοι καὶ πολλὰ τῆς σωτηρίας τὴν θάλατταν ὀνειδίζοντες, ὡς ἀνυβρίστου θανάτου φθονήσασαν καὶ φοβερωτέρᾳ γῇ καὶ προσδοκίᾳ παρα‐
5δοῦσαν ἀθέσμοις βουλήμασι λῃστῶν ἐκκειμένους.
Aeth
.

5

.

27

.

9

Οἷα γὰρ καὶ ἐπεχείρουν οὔπω σχεδὸν τῆς γῆς ἐπιβεβηκότες οἱ ἀλιτήριοι· χαριστήρια δῆθεν Ποσειδῶνι θύειν βούλεσθαι φήσαντες οἶνον μὲν Τύριον καὶ ἄλλα ἄττα τῆς νεὼς ἐξεκό‐
5μιζον βοσκήματα δὲ ἐκ τῶν πέριξ χωρίων τοὺς ὠνησομένους ἀπέστελλον, ἀργύριόν τε ὅσον πλεῖστον ἐγχειρίσαντες καὶ τίμημα τὸ πρῶτον αἰτούμενον διδόναι κελεύσαντες.
7
Aeth
.

5

.

28

.

1

Ὡς δὲ ἐκεῖνοί τε τάχιστα παρῆσαν ὅλην
προβάτων ἀγέλην καὶ συῶν ἐλαύνοντες· οἵ τε κατὰ χώραν μείναντες ὑποδεξάμενοι πυράν τε ἐξῆπτον καὶ τὰ θύματα δείραντες ηὐτρέπιζον τὴν εὐωχίαν, ὁ Τραχῖνος ἰδίᾳ με74 in vol. 2
5καὶ τῶν ἄλλων εἰς ἀνήκοον παραλαβὼν «Ὦ πάτερ» ἔφη, «θυγατέρα τὴν σὴν ἐμαυτῷ γαμετὴν ἐμνηστευσάμην καὶ τοὺς γάμους ὡς ὁρᾷς ἑστιᾶν μέλλω τήμερον, ἑορτῶν τὴν ἡδίστην θυσίᾳ τῇ τῶν θεῶν ἐπισυνάπτων.
Aeth
.

5

.

28

.

2

Ὅπως οὖν μὴ αὐτός τε ἀνήκοος στυγνότερον συμποσιάζῃς ἥ τε παῖς διὰ σοῦ μαθοῦσα δέξηται χαίρουσα τὸ ἐσόμενον, ἐδικαίωσα προει‐ πεῖν σοι τὴν ἐμαυτοῦ γνώμην, οὐ βεβαιωθῆναι παρά σου
5ταύτην βουλόμενος, ἔχω γάρ μοι κατεγγυῶσαν τὸ βούλημα τὴν ἐξουσίαν, ἀλλ’ αἴσιον ἄλλως καὶ εὐπρεπὲς δοκιμάζων εὐπειθεστέραν εὐτρεπίσαι τὴν νύμφην, διὰ τοῦ φύντος προμαθοῦσαν τὸν γάμον.» Ἐπῄνουν τὰ εἰρημένα καὶ χαί‐ ρειν ἐνεδεικνύμην τοῖς τε θεοῖς χάριν ὁμολογεῖν ἥτις
10μεγίστη, τοῖς ἄνδρα τὸν δεσποτεύοντα τῆς θυγατρὸς ἀποφήνασιν.
11
Aeth
.

5

.

29

.

1

Ἀποχωρήσας τε μικρὸν καί τινα τῶν πρακ‐ τέων ἔννοιαν ἐπ’ ἐμαυτοῦ φροντίσας, ἐπανελθὼν ἱκέτευον σεμνότερον τελεσθῆναι τὰ δρώμενα καὶ θάλαμον ἀποφῆναι τῇ κόρῃ τὴν ὁλκάδα, ἐπεισιέναι [δὲ] μηδένα μηδὲ διοχλεῖν
5κελεύσαντα ὡς ἂν καὶ κόσμου τοῦ νυμφικοῦ καὶ τῆς ἄλλης
εὐπρεπείας ἐπιμεληθῆναι κατὰ καιρὸν ἐγγένοιτο «καὶ γὰρ ἂν εἴη πάντων ἀτοπώτατον τὴν εὐγενείᾳ καὶ πλούτῳ κομῶ‐ σαν καὶ τὸ μέγιστον Τραχίνου γαμετὴν ἐσομένην μηδὲ ἀφ’ ὧν ἔξεστιν ἁβρύνεσθαι, εἰ καὶ τὰ λαμπρότερα τῆς γαμηλίου75 in vol. 2
10πομπῆς ὁ καιρὸς ἡμᾶς καὶ ὁ τόπος ἀφῄρηται.»
Aeth
.

5

.

29

.

2

Διεχεῖτο πρὸς ταῦτα ὁ Τραχῖνος καὶ χαίρων οὕτω προστάξειν ἐπηγ‐ γέλλετο, καὶ προσέταξεν αὐτίκα πάντα κομισαμένους ὧν χρήζοιεν τοῦ λοιποῦ τῇ νηὶ μὴ πλησιάζειν. Καὶ οἱ μὲν
5τὰ ἐντεταλμένα ἔπραττον, ἐξεφόρουν τραπέζας κρατῆρας τάπητας παραπετάσματα, Σιδωνίων ἔργα χειρῶν καὶ Τυρίων, τἄλλα οἷς δεῖπνον ὑπηρετεῖται πάντα ἀφειδῶς, καὶ ἐπὶ τῶν ὤμων ἀκόσμως ἐξετίθεντο, πλοῦτον ὃν πολλοὶ πόνοι καὶ φειδωλοὶ συνήθροισαν ἀσώτῳ συμποσίῳ τῆς
10τύχης ἐνυβρίσαι παραδούσης.
Aeth
.

5

.

29

.

3

Ἐγὼ δὲ τὸν Θεαγένην παραλαβὼν καὶ παρὰ τὴν Χαρίκλειαν ἐλθὼν εὑρών τε δεδακρυμένην «Ὦ θύγατερ» ἔφην, «εἰωθότα μέν σοι καὶ οὐ ξένα· θρηνεῖς δ’ οὖν ὅμως ἃ καὶ πρότερον ἤ τι καινό‐
5τερον;»
Aeth
.

5

.

29

.

4

Ἡ δὲ «Πάντα μὲν» ἔφη, «πρὸ πάντων δὲ τὰ προσδοκώμενα κατὰ τὴν ἐμοὶ Τραχίνου πολεμίαν εὔνοιαν ἣν εἰκὸς ἐκείνῳ τὸν καιρὸν ἐπιτεῖναι, φιλεῖ γὰρ εὐημερία παράλογος ὕβρεως ἔργα προκαλεῖσθαι. Τραχῖνος
5μὲν οὖν καὶ ὁ Τραχίνου στυγητὸς ἔρως οἰμώξεται, θανάτου μοι προλήψει περιγραφησόμενος, ἐμὲ δὲ ἥ τε σὴ ἔννοια καὶ ἡ Θεαγένους, εἰ πρὸ τοῦ τέλους χωρισθήσομαι, πρὸς θρήνους κατήγαγε.»
Aeth
.

5

.

29

.

5

«Τὰ ὄντα» ἔφην «εἰκάζεις·
ὁ γὰρ Τραχῖνος εἰς γάμον τὸν αὐτοῦ τε καὶ σὸν ἀπὸ τῆς θυσίας μεταποιεῖ τὴν εὐωχίαν, ἐμοί τε ὡς πατρὶ τὴν βου‐ λὴν ἐξηγόρευσεν, εἰδότι μὲν αὐτοῦ καὶ πάλαι τὴν ἐπὶ σοὶ76 in vol. 2
5μανιώδη κίνησιν ἐξ ὧν ὁ Τυρρηνός μοι κατὰ τὴν Ζακυν‐ θίων διείλεκτο, σιωπῶντι δὲ πρὸς ὑμᾶς ὡς ἂν τοῖς μέλλου‐ σιν ἀλγεινοῖς μὴ προκάμνοιτε τὰς γνώμας, ἐνδεχόμενον καὶ διαδρᾶναι τὴν ἐπιβουλήν.
Aeth
.

5

.

29

.

6

Ἐπεὶ δέ, ὦ παῖδες, πρὸς τοῦτο μὲν ὁ δαίμων ἀντέπραξεν ἐν αὐτοῖς δὲ τοῖς δεινοῖς ἐμβεβήκαμεν, φέρε τι γενναῖον καὶ ἀπότομον ἐγχειρήσαντες ὁμόσε τῇ ἀκμῇ τοῦ κινδύνου χωρήσωμεν, ἢ τὸ εἶναι γεν‐
5ναίως καὶ ἐλευθέρως κατορθώσοντες ἢ τὸ τεθνάναι σωφ‐ ρόνως καὶ ἀνδρείως κερδήσοντες.»
6
Aeth
.

5

.

30

.

1

Ὡς δὲ ποιήσειν ὅτι ἂν κελεύω καθυπέσχοντο, ὑποθέμενος τὸ πρακτέον ἐκείνους μὲν ἀπολείπω διασκευα‐ ζομένους ἐπὶ δὲ τὸν δευτερεύοντα Τραχίνου λῃστήν, ἐκα‐ λεῖτο δὲ οἶμαι Πέλωρος, ἀφικόμενος ἔχειν τι φράζειν
5αὐτῷ κερδαλεώτατον ἔλεγον· ἐκείνου δὲ ἑτοίμως ὑπακού‐ σαντος καὶ οὗ μηδεὶς ἀκροάσεται παραγαγόντος «Ἀκούοις ἂν» ἔφην, «ὦ τέκνον, ἐπιτετμημένως· τὸ γὰρ στενὸν τοῦ καιροῦ πολυλογίαν οὐκ ἐπιδέχεται.
Aeth
.

5

.

30

.

2

Ἐρᾷ σου θυγάτηρ ἡ ἐμή, καὶ θαυμαστὸν οὐδέν· ἡττήθη τοῦ βελτίονος· ὑφο‐ ρᾶται δὲ τὸν λῄσταρχον ὡς εἰς γάμον παρασκευάζοντα τὸ
συμπόσιον, καὶ γάρ τι καὶ τοιοῦτο ἐνέφηνεν, εὐπρεπέστε‐77 in vol. 2
5ρον αὐτὴν κοσμηθῆναι προστάξας. Ὅρα δὴ πῶς ἂν τοῦτο διακρούσαιο καὶ σαυτῷ μᾶλλον τὴν παῖδα περιποιήσειας, φησὶ γὰρ ἀποθανεῖσθαι πρότερον ἢ Τραχίνῳ γαμηθήσεσ‐ θαι.»
Aeth
.

5

.

30

.

3

Καὶ ὃς «Θάρσει» ἔφη· «πάλαι γάρ τοι καὶ αὐτὸς τῇ κόρῃ προσπεπονθὼς ἐφοδίου λαβέσθαι τινὸς ηὐχόμην, ὥστε ἢ παραχωρήσει μοι Τραχῖνος ἑκὼν εἰς τὰ πρωτεῖα τῆς νύμφης ἃ χρεωστοῦμαι προεμβάτης τῆς ὁλκά‐
5δος γεγονώς, ἢ πικρόγαμος ἔσται πρὸς τῆσδε τῆς δεξιᾶς ἃ προσήκει παθών.» Ἀπέτρεχον τούτων ἀκούσας ὡς μή τινα ἐγγενέσθαι ὑπόνοιαν, καὶ τοὺς παῖδας ἥκων ἐθάρρυ‐ νον, ὁδῷ βαδίζειν τὴν σκέψιν εὐαγγελιζόμενος.
8
Aeth
.

5

.

31

.

1

Ἐδειπνοῦμεν ὀλίγον ὕστερον καὶ ὅτε διαβε‐ βρεγμένους ἤδη καὶ πρὸς τὸ ὑβριστικώτερον παραφερομέ‐ νους ᾐσθόμην, ἠρέμα πρὸς τὸν Πέλωρον (ἐκείμην δὲ αὐτοῦ πλησίον ἐπιτηδεύσας) «Εἶδες» ἔφην «ὅπως ἡ κόρη
5κεκόσμηται;» Τοῦ δὲ «Οὐδαμῶς» εἰπόντος, «Καὶ μὴν ἔξεστιν» εἶπον «εἰ λάθρα παρέλθοις εἰς τὴν ναῦν· οἶσθα γὰρ ὡς καὶ τοῦτο διεκώλυσεν ὁ Τραχῖνος· αὐτὴν τὴν Ἄρτεμιν ὄψει προκαθημένην. Ἀλλ’ ὅπως τὸ παρὸν θεάσῃ σωφρόνως, μὴ σαυτῷ τε κἀκείνῃ θάνατον προξενήσῃς.»
Aeth
.

5

.

31

.

2

Ὁ δὲ μηδὲν μελλήσας ὥς τινος τῶν ἀναγκαίων ἐπεί‐ γοντος ἀνίσταται καὶ λαθὼν εἰστρέχει τε εἰς τὴν ὁλκάδα καὶ ἰδὼν τὴν Χαρίκλειαν δάφνης τε φέρουσαν ἐπὶ τῆς κεφαλῆς στέφανον καὶ χρυσοϋφεῖ στολῇ καταυγάζουσαν
5(τὴν γὰρ ἐκ Δελφῶν ἱερὰν ἐσθῆτα ἠμφίεστο ὡς ἢ νικη‐ τήριον ἢ ἐντάφιον ἐσομένην) καὶ τἄλλα περὶ αὐτὴν φαι‐ δρυνόμενα καὶ σχῆμα παστάδος ἀπομιμούμενα, διακαίεται ὡς εἰκὸς τῇ θέᾳ, πόθου τε ὁμοῦ καὶ ζήλου προσπεσόντων, καὶ δῆλος ἦν αὐτόθεν ἐπανήκων ἀπὸ τοῦ βλέμματος ἐμμα‐78 in vol. 2
10νές τι διανοούμενος.
Aeth
.

5

.

31

.

3

Οὔπω γὰρ σχεδόν τι κατακλι‐ νεὶς «Ἐγὼ δὲ» ἔφη «τὸ γέρας τὸ προεμβατήριον τίνος ἕνεκεν οὐχὶ κομίζομαι;» «Ὅτι» ἔφη ὁ Τραχῖνος «οὐκ ᾔτησας· ἀλλ’ οὐδὲ νέμησις οὐδέπω προὐτέθη τῶν εἰλημ‐
5μένων.» Καὶ ὃς «Οὐκοῦν αἰτῶ τὴν κόρην τὴν αἰχμάλω‐ τον.» Τοῦ Τραχίνου δὲ «Παρ’ αὐτὴν ὃ βούλει λάμβανε» εἰπόντος ὁ Πέλωρος ὑπολαβὼν «Καταλύεις οὖν τὸν λῃσ‐ τρικὸν νόμον ὃς τῷ πρώτῳ νηὸς ἐπιβάντι πολεμίας καὶ τὸν ὑπὲρ πάντων ἀγῶνα προκινδυνεύσαντι τοῦ κατὰ βούλησιν
10ἐκλογὴν ἀπένειμεν.»
Aeth
.

5

.

31

.

4

«Οὐ τοῦτον» εἶπεν ὁ Τραχῖ‐ νος, «ὦ βέλτιστε, καταλύω ἀλλ’ ἑτέρῳ νόμῳ διισχυρίζομαι, τοὺς ὑπηκόους εἴκειν τοῖς ἄρχουσι κελεύοντι· πέπονθα δή τι πρὸς τὴν κόρην καὶ γαμετὴν ἐμαυτῷ λαμβάνων προ‐
5τιμηθῆναι δικαιῶ, σὺ δὲ εἰ μὴ τὸ κελευόμενον πράττοις οὐκ εἰς μακρὰν οἰμώξῃ τῷδε τῷ κρατῆρι βαλλόμενος.» Ὁ δὲ Πέλωρος ἀπιδὼν εἰς τοὺς παρόντας «Ὁρᾶτε» ἔφη «τἀπίχειρα τῶν πόνων; οὕτω καὶ ὑμῶν ἕκαστος τοῦ γέρως ποτὲ στερηθήσεται καὶ τοῦ τυραννικοῦ τούτου νόμου πει‐
10ραθήσεται.»79 in vol. 2
Aeth
.

5

.

32

.

1

Τί ἦν ἰδεῖν τὸ ἐντεῦθεν, ὦ Ναυσίκλεις; θαλάττῃ προσείκασας ἂν τοὺς ἄνδρας αἰφνιδίῳ σπιλάδι κατασεισθέντας, οὕτως ἀλόγιστος ὁρμὴ πρὸς ἄφραστον αὐτοὺς ἤγειρε τάραχον, ἅτε οἴνῳ καὶ θυμῷ κατόχους
5γεγενημένους. Οἱ μὲν γὰρ ὡς τοῦτον οἱ δὲ ὡς ἐκεῖνον ἀποκλίναντες οἱ μὲν αἰδεῖσθαι τὸν ἄρχοντα οἱ δὲ μὴ κατα‐ λύεσθαι τὸν νόμον ἐθορύβουν.
Aeth
.

5

.

32

.

2

Καὶ τέλος ὁ μὲν Τρα‐ χῖνος ἐπανατείνεται ὡς τῷ κρατῆρι πατάξων τὸν Πέλω‐ ρον, ὁ δέ, προπαρεσκεύαστο γάρ, ἐγχειριδίῳ φθάνει διελαύ‐ νων τὸν μαζόν. Καὶ ὁ μὲν ἔκειτο καιρίᾳ βεβλημένος, τοῖς
5λοιποῖς δὲ ἄσπονδος ἐτέτατο πόλεμος ἔπαιόν τε συμπε‐ σόντες ἀλλήλους ἀφειδῶς, οἱ μὲν ὡς ἐπαμύνοντες τῷ ἄρχοντι οἱ δὲ ὡς τοῦ Πελώρου σὺν τῷ δικαίῳ προασπί‐ ζοντες.
Aeth
.

5

.

32

.

3

Καὶ ἦν οἰμωγὴ μία ξύλοις λίθοις κρατῆρσι δαλοῖς τραπέζαις βαλλόντων καὶ βαλλομένων. Ἐγὼ δὲ ὡς πορρωτάτω χωρίσας ἐμαυτὸν ἐπί τινος λόφου θέαν ἀκίν‐ δυνον ἐμαυτῷ κατένεμον. Οὐ μὴν οὐδὲ Θεαγένης ἀπόλεμος
5ἦν οὐδὲ ἡ Χαρίκλεια, τὰ γὰρ συγκείμενα πράττοντες ὁ μὲν ξιφήρης θατέρῳ τὰ πρῶτα μέρει συνεμάχει παντάπασιν ἐνθουσιῶντι προσεοικώς, ἡ δὲ ὡς συνερρωγότα τὸν πόλε‐ μον εἶδεν ἀπὸ τῆς νεὼς ἐτόξευεν εὔσκοπά τε καὶ μόνου τοῦ Θεαγένους φειδόμενα.
Aeth
.

5

.

32

.

4

Καὶ ἔβαλλεν οὐ καθ’ ἓν τῆς μάχης μέρος, ἀλλ’ ὅντινα πρῶτον ἴδοι τοῦτον ἀνήλισκεν,
αὐτὴ μὲν οὐχ ὁρωμένη ἀλλὰ ῥᾳδίως πρὸς τὴν πυρκαϊὰν τοὺς ἐναντίους κατοπτεύουσα, τῶν δὲ ἀγνοούντων τὸ κακὸν80 in vol. 2
5καὶ δαιμονίους εἶναι τὰς πληγὰς ἐνίων ὑπονοούντων, ἕως τῶν ἄλλων πεσόντων μόνος ὁ Θεαγένης ὑπελείφθη τῷ Πελώρῳ μονομαχῶν, ἀνδρὶ τὰ πάντα γενναίῳ καὶ φόνοις ἐγγεγυμνασμένῳ παμπόλλοις, οὐδὲν οὐδὲ τῆς Χαρικλείου τοξείας ἐπαμύνειν ἔτι δυναμένης, ὠδινούσης μὲν εἰς τὴν
10βοήθειαν δεδοικυίας δὲ τὴν ἀποτυχίαν, αὐτοσχεδίου καὶ ἐν χερσὶ τῆς μάχης αὐτοῖς ὠθουμένης.
Aeth
.

5

.

32

.

5

Οὐ μὴν εἰς τέλος γε ἀντέσχεν ὁ Πέλωρος· ὡς γὰρ ἀποροῦσα πρὸς τὴν ἐνέρ‐ γειον συμμαχίαν ἡ Χαρίκλεια λόγον ἐπίκουρον τῷ Θεαγένει ἐτόξευσεν «Ἀνδρίζου, φίλτατε» βοήσασα, ἐνταῦθα ἤδη
5μακρῷ τὸν Πέλωρον ὑπερεῖχεν ὁ Θεαγένης ὥσπερ ἰσχὺν αὐτῷ καὶ θάρσος τῆς φωνῆς διακονούσης καὶ ὅτι τῆς μάχης περίεστι τὸ ἔπαθλον μηνυούσης.
Aeth
.

5

.

32

.

6

Ἐγείρας γὰρ τὸ φρόνημα πολλοῖς ἤδη τοῖς τραύμασι πεπιεσμένος ἐφήλατό τε τῷ Πελώρῳ καὶ τῇ κεφαλῇ τὸ ἐγχειρίδιον ἐπιβαλὼν τῆς μὲν ἀπέτυχεν, ἐκείνου μικρὸν ἀποκλίναντος, ἄκρον δὲ τὸν
5ὦμον παραξέσας τὴν χεῖρα κατὰ τὴν συμβολὴν τοῦ ἀγκῶ‐ νος ἀπέκοπτε· κἀκ τοῦδε ὁ μὲν ἐτράπη πρὸς φυγήν, ὁ δὲ ἐδίωκε.
7
Aeth
.

5

.

33

.

1

Καὶ τὰ μὲν ἄλλα τῶν μετὰ ταῦτα οὐκ ἔχω
λέγειν πλὴν ὅτι γε ἐμὲ μὲν ἔλαθεν ἐπανελθὼν ἐγκατα‐ μείναντα τῷ λόφῳ καὶ οὐ θαρσήσαντα τῆς νυκτὸς ἐπιμίξαι χωρίῳ πολεμουμένῳ, τὴν Χαρίκλειαν δὲ οὐδαμῶς· ἀλλ’81 in vol. 2
5εἶδον ἡμέρας γενομένης τὸν μὲν ἴσα καὶ νεκρῷ προκείμε‐ νον τὴν δὲ προσκαθημένην καὶ θρηνοῦσαν καὶ βούλεσθαι μὲν ἐπισφάττειν ἑαυτὴν ἐνδεικνυμένην ὑπὸ δὲ ὀλίγης ἐλπίδος τοῦ τάχα ἂν καὶ περιγενέσθαι τὸν νεανίσκον ἐπεχομένην.
Aeth
.

5

.

33

.

2

Οὐδὲ ἔφθην ὁ δυσδαίμων εἰπεῖν τε καὶ μαθεῖν οὐδὲ ἐπικουφίσαι παραμυθίᾳ τὴν συμφορὰν οὐδὲ τὰ ἐνδεχόμενα ἐπιμεληθῆναι, τὰ ἐκ θαλάττης κακὰ τῶν ἐκ γῆς ἀδιαστά‐ τως διαδεξαμένων. Ἄρτι γὰρ ἐμοῦ ὅτε ἡμέραν εἶδον τὸν
5λόφον κατιόντος, λῃστρικὸν Αἰγυπτίων πλῆθος ἐκ τοῦ ὑπερ‐ τείνοντος ὄρους, ὡς ἐῴκει, κατέτρεχεν, εἶχέ τε ἤδη τοὺς νέους καὶ ἀπῆγε μικρὸν ὕστερον, ὅσα φέρειν ἐδύνατο τῆς νεὼς ἐπικομιζόμενον.
Aeth
.

5

.

33

.

3

Ἐγὼ δὲ τηνάλλως πόρρωθεν εἱπόμην ὀδυρόμενος τὰς ἐμαυτοῦ τε κἀκείνων τύχας οὔτε δὲ ἐπαμύνειν ἔχων οὔτε ἐπιμίγνυσθαι δοκιμάζων, εἰς ἐπι‐ κουρίας ἐλπίδα ἐμαυτὸν ταμιευόμενος. Οὐ μὴν ἐπήρκεσά
5γε, πόθεν; ἀπολειφθεὶς μὲν τότε τοῦ γήρως ἐμποδίσαντος ἐν τοῖς ὀρθίοις συνεκδραμεῖν τοῖς Αἰγυπτίοις, ἐπί τε τοῦ παρόντος εἰς τὴν ἀνεύρεσιν τέως τῆς θυγατρὸς θεῶν μὲν εὐμενείᾳ σῇ δέ, ὦ Ναυσίκλεις, εὐνοίᾳ χρησάμενος, αὐτὸς δὲ οὐδὲν ἐρανισάμενος θρήνων δὲ μόνων τῶν ἐπ’ αὐτῆς
10καὶ ὀδυρμῶν ἀφθόνων χαριζόμενος.»
Aeth
.

5

.

33

.

4

Ἐπὶ τούτοις
ἐδάκρυε μὲν αὐτὸς ἐδάκρυον δὲ οἱ παρόντες καὶ εἰς θρῆ‐ νον ἡδονῇ τινι σύγκρατον μετεβέβλητο τὸ συμπόσιον, ἐπί‐ φορον γάρ τι πρὸς δάκρυον οἶνος· ἕως ὁ Ναυσικλῆς ἐπι‐82 in vol. 2
5θαρσύνων τὸν Καλάσιριν «Ὦ πάτερ» ἔφη, «σὺ δὲ εἰς τὸ ἑξῆς γοῦν εὔθυμος εἶναι τὴν μὲν θυγατέρα ἤδη τήνδε κεκομισμένος τὸν παῖδα δὲ ἰδεῖν ὑπὸ τῆς νυκτὸς μόνης εἰργόμενος· εἰς ἕω γὰρ ἀφιξόμεθα πρὸς τὸν Μιτράνην καὶ πάντα τρόπον λύσασθαί σοι τὸν ἄριστον Θεαγένην
10πειρασόμεθα.»
Aeth
.

5

.

33

.

5

«Βουλοίμην ἂν» εἶπεν ὁ Καλάσιρις· «νῦν δὲ ὥρα γε διαλύειν τὸ συμπόσιον· μνήμη τοῦ δαιμο‐ νίου γινέσθω καὶ τὰς λυτηρίους τις σπονδὰς περιαγέσθω.»
3
Aeth
.

5

.

34

.

1

Ἐκ τούτου περιήγοντο μὲν αἱ σπονδαὶ διε‐ λύετο δὲ τὸ συμπόσιον· ὁ Καλάσιρις δὲ τὴν Χαρίκλειαν ἐσκοπεῖτο καὶ ὡς τὴν πάροδον τοῦ πλήθους παρατηρῶν οὐκ ἐφεύρισκεν, ὀψέ τινος γυναίου φράσαντος εἰς τὸ ἄδυ‐
5τον παρελθὼν καταλαμβάνει τοῖς ἴχνεσι τοῦ ἀγάλματος προσπεφυκυῖαν καὶ εὐχῆς τε μακρᾷ παρολκῇ καὶ λύπης προσβολῇ πρὸς ὕπνον βαθὺν ὀλισθήσασαν.
Aeth
.

5

.

34

.

2

Ἐπιδακρύ‐ σας οὖν ὀλίγα καὶ πρὸς τὰ βελτίονα τρέψαι τὰ κατ’ αὐτὴν ἱκετεύσας τὸν θεὸν ἡσυχῆ τε ἀφυπνίσας ἦγεν εἰς τὴν καταγωγὴν ἐρυθριῶσαν ὡς ἐφαίνετο διότι λάθοι πρὸς τοῦ
5ὕπνου κεκρατημένη. Καὶ ἡ μὲν εἰς τὴν γυναικωνῖτιν χωρισθεῖσα σὺν τῷ θυγατρίῳ τε τοῦ Ναυσικλέους κατα‐
κλινεῖσα τὰς παρούσας ἀγρυπνίᾳ διετίθετο φροντίδας.83 in vol. 2
Aeth
.

6

.

1

.

1

Ὁ δὲ Καλάσιρις καὶ ὁ Κνήμων κατά τι τοῦ ἀνδρῶνος ἑαυτοὺς ἀναπαύσαντες ἐπειδὴ τὸ λειπόμενον τῆς νυκτὸς βράδιον μὲν ἢ ἐβούλοντο θᾶττον δὲ ἢ ᾤοντο διέδραμεν, οἷα δὴ παρά τε τὴν εὐωχίαν καὶ τὸ ἀπροσκορὲς μῆκος τῶν
5διηγημάτων τῆς πλείστης παρωχηκυίας, οὐδὲ ἀκριβῶς ἡμέραν ἀναμείναντες ὡς τὸν Ναυσικλέα παραγίνονται καὶ φράζειν ὅπη τὸν Θεαγένην τυγχάνειν οἴοιτο καὶ ἄγειν ὡς ὅτι τάχιστα παρεκάλουν· ὁ δὲ ἐπείθετο καὶ ἀναλαβὼν ἦγεν. Ἡ Χαρίκλεια δὲ πολλὰ συνέπεσθαι ἱκετεύουσα μένειν κατὰ
10χώραν ἐβιάσθη, ὡς οὔτε πόρρω που ἀφίξονται καὶ αὐτίκα σὺν τῷ Θεαγένει ἥξουσι διεγγυωμένου τοῦ Ναυσικλέους.
Aeth
.

6

.

1

.

2

Καὶ τὴν μὲν αὐτοῦ καταλείπουσι λύπης τε ἐπὶ τῷ χωρισμῷ καὶ χαρᾶς ἐπὶ τοῖς ἐλπιζομένοις ἐν μεταιχμίῳ σαλεύουσαν, αὐτοὶ δὲ ἄρτι τῆς κώμης ἐκτὸς γεγονότες καὶ τὰς ὄχθας τοῦ Νείλου παραμείβοντες κροκόδειλον ὁρῶσιν
5ἀπὸ τῶν δεξιῶν ἐπὶ θάτερα διερπύζοντα καὶ τῷ ῥείθρῳ τοῦ
ποταμοῦ σὺν ὀξείᾳ τῇ ῥύμῃ καταδυόμενον. Οἱ μὲν δὴ ἄλλοι συνήθως τε καὶ ἀθορύβως τὸ ὀφθὲν ἦγον πλὴν ὅσον ὁ Καλά‐ σιρις κώλυμά τι τῶν καθ’ ὁδὸν ἐπισημαίνεσθαι προὔλεγεν, ὁ δὲ Κνήμων καὶ σφόδρα ἐπτοεῖτο πρὸς τὴν ὄψιν οὐδ’84 in vol. 2
10ἀκριβῶς αὐτῷ τοῦ ζῴου φανέντος ἀλλὰ σκιᾶς αὐτὸν πλέον χθαμαλῆς ὑποδραμούσης καὶ ὀλίγου ἔδει καὶ ὑποφεύγειν.
Aeth
.

6

.

1

.

3

Ὁ δὴ Καλάσιρις ὅσον πλεῖστον τοῦ Ναυσικλέους ἐκγελῶντος «Ὦ Κνήμων» ἔφη, «ἐγὼ δὲ ᾤμην νύκτωρ σοι μόνον τὴν δειλίαν ἐνοχλεῖν καὶ πρὸς τοῦ σκότους σοι τὸ ψοφοδεὲς ἐπιγίνεσθαι, σὺ δὲ ἄρα καὶ μεθ’ ἡμέραν ἦσθα
5λίαν, ὡς ἔοικε, τολμηρός· καὶ οὐκ ὀνόματά σοι μόνον ἀκουόμενα ἤδη δὲ καὶ θεάματα τῶν ἐν ποσὶ καὶ ἀδεᾶ τάραχον ἐμβάλλει.» «Καὶ τίνος θεῶν» ἔφη ὁ Ναυσικλῆς «ἢ τίνος δαιμόνων ἀκούων τὴν ἐπωνυμίαν ὁ χρηστὸς ἡμῖν οὗτος οὐκ ἀνέχεται;»
Aeth
.

6

.

1

.

4

«Εἰ μὲν καὶ θεῶν» ἀπεκρίνατο «ἢ δαι‐ μόνων, οὐκ ἔχω λέγειν· ἀνθρώπου δὲ καὶ ὃ πλέον οὐδὲ ἀνδρός τινος ἢ τῶν ἐπ’ ἀνδρείᾳ βεβοημένων ἀλλὰ γυναικὸς καὶ ταύτης νεκρᾶς, ὡς αὐτός φησιν, εἴ τις λέγει τοὔνομα
5πέφρικε. Τῆς γοῦν νυκτὸς καθ’ ἣν ἀπὸ τῶν βουκόλων ἐπέστης ἀνασῴζων ἡμῖν, ὦ ’γαθέ, τὴν Χαρίκλειαν οὐκ οἶδ’ ὅπως ἢ ὅθεν οὗ λέγω τούτου παρακηκοὼς τοῦ ὀνόματος οὐδὲ ὅσον πρὸς βραχὺ γοῦν ὕπνου μοι μεταλαβεῖν ἐνέδωκε, συνεχὲς ὑπὸ τοῦ δέους ἐκθνήσκων καί μου πράγματα ἔχοντος
10ὥστε ἀναλαμβάνειν. Καὶ εἰ μὴ λυπεῖν αὐτὸν ἢ πτοεῖν ἔμελ‐ λον, εἶπον ἂν καὶ νῦν τοὔνομα, ὦ Ναυσίκλεις, ὡς ἂν πλέον γελῴης.» Καὶ ἅμα ἐπῆγε τὴν Θίσβην.85 in vol. 2
12
Aeth
.

6

.

2

.

1

Καὶ ὁ Ναυσικλῆς ἐγέλα μὲν οὐκέτι συνεστάλη δὲ πρὸς τὴν ἀκοὴν καὶ σύννους ἐπὶ πλεῖστον εἱστήκει, δια‐ πορῶν προφάσεως ἐκ ποίας ὁ Κνήμων ἢ τίνος κοινωνίας ἢ τί πεπόνθοι πρὸς τοὔνομα τῆς Θίσβης. Ἐξεκάγχασε δὴ
5πρὸς ταῦτα ὁ Κνήμων καὶ «Ὦ ’γαθὲ Καλάσιρι, ὁρᾷς» εἶπεν «ὅση τις τοῦ ὀνόματος ἡ δύναμις καὶ ὡς οὐκ ἐμοὶ μόνῳ μορμολυκεῖον, ὡς αὐτὸς φῄς, ἀλλ’ ἤδη καὶ Ναυσικλεῖ γίνεται; μᾶλλον δὲ καὶ ὁλοσχερὴς γέγονε τοῦ πάθους μετάστασις· καὶ τοὔμπαλιν ἐγὼ μὲν γελῶ, γινώσκων
10οὐκέτ’ οὖσαν, ὁ δὲ γεννάδας ἡμῖν Ναυσικλῆς καὶ πολλῷ γέλωτι τῶν ἄλλων κατατωθάζων ἐστύγνακε.»
Aeth
.

6

.

2

.

2

«Πέ‐ παυσο» ἔφη ὁ Ναυσικλῆς· «καὶ ἅλις σοι τῆς εἰς ἐμὲ ἀμύνης, ὦ Κνήμων. Ἀλλὰ πρὸς ξενίων καὶ φιλίων θεῶν, πρὸς ἁλῶν καὶ τραπέζης ὧν, ὡς οἶμαι, φιλανθρώπων ἐν
5ἡμετέρου πεπείρασθε, πόθεν τὸ Θίσβης ὄνομα εἴτε γνω‐ ρίζετε εἴτε πεφόβησθε εἴτε παιδιὰν ἐμὲ πεποίησθε, κατα‐ μηνύσατε.» Καὶ ὁ Καλάσιρις «Σὸς» ἔφη «ὁ λόγος, ὦ Κνήμων, ὃν πολλάκις μοι διελθεῖν γνῶσίν τε τῶν κατὰ σεαυτὸν παρασχεῖν ἐπαγγειλάμενος εἰς δεῦρό τε ποικίλαις
10ἀεὶ διαδύσεσιν ὑπερθέμενος ἐν καιρῷ λέγοις ἂν τὸ παρόν, Ναυσικλεῖ τε ἅμα τῷδε χαριζόμενος καὶ ἡμῖν τὸν πόνον
τῆς ὁδοιπορίας ἐπικουφίζων καὶ τῷ διηγήματι παρα‐ πέμπων.»86 in vol. 2
Aeth
.

6

.

2

.

3

Ἐπείθετο ὁ Κνήμων καὶ ἔλεγεν ἅπαντα ἐπιτέμνων ὅσα ἤδη τῷ Θεαγένει καὶ τῇ Χαρικλείᾳ προ‐ διηγήσατο, τὴν πατρίδα ὡς Ἀθηναῖος, τὸν πατέρα ὡς Ἀρίστιππος, τὴν Δημαινέτην ὅτι μητρυιὰ γεγόνοι· διῄει
5καὶ τὸν ἀθέμιτον ἐπ’ αὐτῷ τῆς Δημαινέτης ἔρωτα καὶ ὡς ἀποτυγχάνουσα ἐπιβουλεύσειε, διάκονον εἰς τὴν ἐπιβουλὴν καθεῖσα τὴν Θίσβην· προσετίθει καὶ τὸν τρόπον καὶ ὅτι φυγαδευθείη τῆς ἐνεγκούσης, ὡς πατραλοίᾳ τοῦ δήμου ταύτην ζημίαν ἐπιθέντος, καὶ ὡς διάγοντι κατὰ τὴν Αἴγι‐
10ναν πρῶτα μὲν Χαρίας τις τῶν συνεφήβων τὴν Δημαινέτην ὅτι τέθνηκε καὶ ὅπως ἐξαγγείλειε, τῆς Θίσβης κἀκείνῃ τὴν ἐπιβουλὴν συνθείσης, ἔπειτα Ἀντικλῆς ὅπως μὲν ὁ πατὴρ αὐτῷ δημεύσει τῶν ὄντων ὑποβληθείη, συστάντων ἐπ’ αὐτὸν τῶν κατὰ γένος τῇ Δημαινέτῃ προσηκόντων καὶ πρὸς ὑπό‐
15νοιαν φόνου τὸν δῆμον κατ’ αὐτοῦ κινησάντων, ὅπως δὲ ἡ Θίσβη τῶν Ἀθηνῶν ἀπέδρα σὺν τῷ ἐραστῇ τῷ ἐμπόρῳ τῷ Ναυκρατίτῃ.
Aeth
.

6

.

2

.

4

Καὶ τέλος ἐπῆγεν ὁ Κνήμων ὅτι σὺν τῷ Ἀντικλεῖ κατὰ ζήτησιν τῆς Θίσβης ἐκπλεύσας ὡς ἐπὶ τὴν Αἴγυπτον εἰ δή πως ἀνευρὼν ἀγαγών τε εἰς τὰς Ἀθήνας λύσειε μὲν τῷ πατρὶ τὴν συκοφαντίαν τιμωρήσαιτο δὲ
5ἐκείνην, καὶ πολλοῖς μὲν ἄλλοις κινδύνοις πολλαῖς δὲ τύχαις τοὺς μεταξὺ χρόνους περιπεσὼν ἁλοὺς δὲ καὶ ὑπὸ καταποντιστῶν εἶτά πως διαδρὰς καὶ Αἰγύπτῳ προσορμισ‐ θεὶς αὖθις ὑπὸ τῶν βουκόλων ληφθείη λῃστῶν· ἔνθα καὶ τὴν πρὸς Θεαγένην καὶ Χαρίκλειαν αὐτῷ γενέσθαι συντυχίαν,
10καὶ τὴν Θίσβης ἀναίρεσιν ἅμα καταλέγων καὶ τὰ ἐπὶ τού‐ τοις ἑξῆς ἄχρι τῶν γνωριζομένων τῷ τε Καλασίριδι καὶ τῷ Ναυσικλεῖ πάντων.87 in vol. 2
12
Aeth
.

6

.

3

.

1

Ἐφ’ οἷς ὁ Ναυσικλῆς μυρίας ἔστρεφε βουλὰς νῦν μὲν ἐξειπεῖν τὰ ἀμφ’ αὐτῷ τε καὶ τῇ Θίσβῃ διανοούμενος νῦν δὲ εἰσαῦθις ὑπερθέσθαι κρίνων· καὶ τέλος μόγις ἐπέσχε, τὸ μέν τι αὐτὸς οὕτω δοκιμάζων τὸ δὲ καὶ ὑπὸ συντυχίας
5ἑτέρας ἐμποδισθείς. Ἄρτι γὰρ ἑξήκοντά που στάδια δια‐ νύσαντες καὶ ἤδη τῇ κώμῃ καθ’ ἣν ὁ Μιτράνης διῆγε πλη‐ σιάζοντες γνωρίμῳ τινὶ τῶν Ναυσικλέους ἐντυγχάνουσι καὶ ὅποι προθυμοῖτο οὕτως ἐσπουδασμένως ἀνηρώτων.
Aeth
.

6

.

3

.

2

Ὁ δὲ «Ὦ Ναυσίκλεις» ἔφη «τὴν ὁρμὴν ἐκπυνθάνῃ τὴν ἐμὴν ὥσπερ ἀγνοῶν ὅτι μοι τὸ παρὸν πάντα πρὸς ἕνα σπουδάζεται σκοπόν, ὅπως ἂν Ἰσιάδι τῇ Χεμμίτιδι τὰ προσταττόμενα ὑπηρετοίμην· ἐκείνῃ γεωργῶ, πάντα ἐκείνῃ
5πορίζω, δι’ ἐκείνην ἀγρυπνῶ νύκτα τε καὶ ἡμέραν οὐδὲν ἀπαγορεύων—ἀλλά μοι ζημία καὶ μόχθος—ὃ ἄν μοι ἐπιτάττῃ μέγα ἢ μικρὸν Ἰσιὰς ἐκείνη· καὶ νυνὶ δὲ θέω ὄρνιν τινὰ τοῦτον, ὡς ὁρᾷς, Νειλῶον φοινικόπτερον τῆς φιλτάτης ἐπίταγμα κομίζων.»
Aeth
.

6

.

3

.

3

«Ὡς εὐγνώμονι» ἔφη ὁ Ναυσικλῆς «ἐρωμένῃ συμπέπλεξαι καὶ ὡς μικρὰ λίαν αὐτῆς τὰ ἐπιτάγματα, εἴ γε φοινικόπτερον ἀλλ’ οὐκ αὐτόν σοι τὸν φοίνικα τὸν ἐξ Αἰθιόπων ἢ Ἰνδῶν ὡς ἡμᾶς ἀφικνού‐
5μενον ὄρνιν ἐπέταξεν.» Καὶ ὃς «Ταῦτα μὲν ἐκείνη» ἔφη «χλεύην ἐμὲ συνήθως καὶ τὰ ἐμὰ πεποίηται. Ἀλλὰ ποῖ δὴ καὶ ὑμεῖς καὶ ἐπὶ τίνα τὴν χρείαν;»88 in vol. 2
Aeth
.

6

.

3

.

4

Ὡς δὲ ὅτι «παρὰ τὸν Μιτράνην ἐσπουδάκαμεν» ἀπεκρίναντο, «Ἀλλὰ μάτην ὑμῖν» ἔφη «καὶ εἰς κενὸν ἡ σπουδή, Μιτράνου τὰ νῦν κατὰ χώραν οὐκ ὄντος ἀλλ’ ἐπὶ τοὺς Βήσσαν τὴν κώμην
5ἐνοικοῦντας βουκόλους ταύτης τῆς νυκτὸς ἐκστρατεύσαν‐ τος, ὅτι δή τινα νεανίσκον αἰχμάλωτον Ἕλληνα πρὸς Ὀροονδάτην εἰς τὴν Μέμφιν ἀπεσταλκότος, ὡς ἂν ἐκεῖθεν οἶμαι βασιλεῖ τῷ μεγάλῳ δῶρον ἀναχθείη, Βησσαεῖς καὶ ὁ τούτων ἔναγχος ἀποδειχθεὶς ἔξαρχος Θύαμις ἐξ ἐπιδρομῆς
10ἑλόντες ἔχουσι.»
10
Aeth
.

6

.

4

.

1

Καὶ ὁ μὲν ἔτι λέγων παρέτρεχεν «Ἐμοὶ δὲ ἐπὶ τὴν Ἰσιάδα σπευστέον» εἰπών, «ἥ πού με νῦν πολλοῖς περισκοπεῖ τοῖς ὀφθαλμοῖς, μὴ δή τί μοι καὶ πρόσκρουσμα ἐρωτικὸν ἡ βραδυτὴς ἐνέγκῃ· δεινὴ δὲ ἐκείνη καὶ ἀπροφά‐
5σιστος αἰτίας ἐγκλήματά τε καὶ ἀκκισμοὺς ἀναπλάσαι κατ’ ἐμοῦ.» Οἱ δὲ ὡς τούτων ἤκουσαν ἀχανεῖς ἐπὶ πλεῖστον εἱστήκεσαν πρὸς τοῦ ἀνελπίστου τῆς ἀποτυχίας τῶν προσ‐ δοκηθέντων.
Aeth
.

6

.

4

.

2

Ἀλλ’ ὀψέ ποτε αὐτοὺς ὁ Ναυσικλῆς ἀνελάμβανεν ὡς οὐ δέοι 〈διὰ〉 τὴν ἐπ’ ὀλίγον καὶ πρὸς καιρὸν ἀποτυχίαν τέλεον ἀπεγνωκέναι [ἢ] τῶν ἐν χερσὶν
ὑποτιθέμενος, ἀλλὰ νῦν μὲν χρῆναι εἰς τὴν Χέμμιν ἐπα‐89 in vol. 2
5νιέναι τῶν δὲ πρακτέων ἐν ἐπισκέψει ἐχομένους καὶ ὡς πρὸς ἐκδημίαν πλείονα συνεσκευασμένους πρὸς τὴν τοῦ Θεαγένους ἐπιζήτησιν εἴτε παρὰ τοῖς βουκόλοις εἴτε καὶ παρ’ ἄλλοις τισὶ πυνθάνοιντο τρέπεσθαι, ἀγαθὴν τῆς ἀνευρέσεως ἐλπίδα πανταχοῦ προβαλλομένους· ὡς καὶ νῦν
10οὐκ ἀθεεὶ γενέσθαι δοκεῖν τὸ δή τινι τῶν γνωρίμων ἐντυχόν‐ τας χειραγωγηθῆναι πρὸς τῶν ἀγγελθέντων ὅποι δεήσει τὸν Θεαγένην μαστεύειν τὴν ὁρμὴν τῆς πορείας οἷον ἐπὶ σκοπὸν τὴν βουκολικὴν κώμην τείνοντας.
13
Aeth
.

6

.

5

.

1

Ταῦτα λέγων οὐ χαλεπῶς ἔπειθεν, ἅμα τε οἶμαι καὶ ἑτέρας ἐλπίδος τοῖς ἀγγελθεῖσι συναναφαινομένης καὶ τοῦ Κνήμωνος πρὸς τὸν Καλάσιριν ἰδίᾳ πάνυ θαρσεῖν ὡς ὁ Θύαμις περισώσειε τὸν Θεαγένην διισχυριζομένου. Ἐδόκει
5οὖν ἐπανιέναι καὶ ἐπανῄεσαν τήν τε Χαρίκλειαν ἐπὶ τοῖς προθύροις καταλαμβάνουσι πόρρωθεν αὐτοὺς καὶ ἐκ πάντων κλιμάτων περισκοποῦσαν.
Aeth
.

6

.

5

.

2

Καὶ ὡς οὐδαμοῦ τὸν Θεα‐ γένην σὺν αὐτοῖς ἑώρα λύγιόν τι ἀνακωκύουσα «Ἀλλ’ ἦ μόνοι μοι» ἔφη, «ὦ πάτερ, καὶ οἵπερ ἐντεῦθεν ἐξωρμήκατε πάλιν ἐπάνιτε; Θεαγένης δὲ ἄρα ὡς ἔοικε τέθνηκεν. Εἴ τι
5φράζειν ἔχετε θᾶττον ἐξείπατε πρὸς θεῶν μηδὲ ἐπιτείνητέ
μοι τὴν συμφορὰν παρολκῇ τῆς ἀγγελίας· ἔχει τι φιλάνθρω‐ πον ὀξεῖα δυστυχημάτων δήλωσις, τὴν ὁμόσε χώρησιν πρὸς τὸ δεινὸν τῇ ψυχῇ καὶ ταχεῖαν ἀπάλγησιν παρασκευά‐ ζουσα.»90 in vol. 2
Aeth
.

6

.

5

.

3

Ὑποτεμνόμενος δὴ δυσφοροῦσαν ἄγαν ὁ Κνή‐ μων «Ὡς ἐργῶδές σου τοῦτο» ἔφη «ὦ Χαρίκλεια· ἐπίφο‐ ρός πως ἀεὶ τυγχάνεις τὰ χείρονα μαντεύεσθαι καὶ ψεύδη γε ἅμα, καλῶς κατὰ τοῦτο ποιοῦσα. Θεαγένης γοῦν ἔστι καὶ
5σῴζεται θεῶν βουλομένων»· καὶ ὅπως καὶ παρὰ τίσιν, ἐπι‐ τεμὼν ἔλεγε.
Aeth
.

6

.

5

.

4

Καὶ ὁ Καλάσιρις «Οὔπω ποτὲ ἠράσθης» εἶπεν «ἐξ ὧν λέγεις, ὦ Κνήμων· ἦ γὰρ ἂν ἔγνως ὡς καὶ τὰ ἀδεᾶ φοβερὰ τοῖς ἐρῶσι καὶ μόνοις ὀφθαλμοῖς μάρτυσι καταπιστεύουσιν ὑπὲρ τῶν παιδικῶν, ἡ δὲ ἐκείνων ἀπουσία
5δειλία τοῦτο ἤδη καὶ ἀγωνία ψυχαῖς ἐρωτικαῖς γίνεται· αἴτιον δέ, πεπείκασιν ἑαυτοὺς οὐκ ἄλλως πώποτε σφῶν ἀπολείπεσθαι τοὺς φιλτάτους μὴ οὐχὶ κωλύματος ἀηδοῦς ἐμποδίζοντος· ὥστε, ὦ φίλος, Χαρικλείᾳ μὲν ξυγγινώσκωμεν εὖ τὰ ἐρώτων πάθη καὶ ἀκριβῶς νοσούσῃ αὐτοὶ δὲ ἐντὸς
10θυρῶν γενόμενοι τῶν πρακτέων φροντίζωμεν.»
10
Aeth
.

6

.

6

.

1

Καὶ ἅμα λαβόμενος τῆς χειρὸς μετὰ δή τινος πατρικῆς θεραπείας εἰσῆγε τὴν Χαρίκλειαν. Ὁ δὲ Ναυσι‐ κλῆς τὸ ἐντεῦθεν ἀνεῖναι τῶν φροντίδων αὐτοὺς βουλόμε‐ νος καί τι καὶ ἕτερον πραγματευόμενος ἑστίασίν τε λαμπρο‐
5τέραν ἢ κατὰ τὸ εἰωθὸς παρεσκεύασε καὶ μόνοις σὺν τῇ θυγατρὶ τὸ συμπόσιον ἀφῆκεν ἁβροτέραν τε τοῦ εἰωθότος ὀφθῆναι τὴν παῖδα καλλωπίσας καὶ πολυτελέστερον κοσμή‐ σας.91 in vol. 2
Aeth
.

6

.

6

.

2

Κἀπειδὴ τῆς εὐωχίας ἱκανῶς ἔχειν ἐδόκει, λόγων πρὸς αὐτοὺς ἄρχεται τοιῶνδε «Ἐμοὶ» λέγων, «ὦ ξένοι, καὶ θεοὶ μάρτυρες τῶν λεχθησομένων, ἡδὺ μὲν καὶ εἴπερ αὐτοῦ τῇδε καὶ παρ’ ἐμοὶ μένοντες ἐθέλοιτε τὸν πάντα
5διάγειν χρόνον ἐπὶ κοινοῖς μὲν τοῖς οὖσι κοινοῖς δὲ τοῖς φιλτάτοις, οὐ γὰρ ὡς ἐπιδήμους ξένους ἀλλὰ φίλους λοιπὸν εὔνους τε ἐμοὶ καὶ γνησίους νενομικὼς βάρος οὐδ’ ὁτιοῦν ἅπαν τὸ εἰς ὑμᾶς ἐσόμενον ἡγήσομαι· ἕτοιμος δὲ καὶ τοὺς οἰκείους ἀναζητεῖν ὑμῖν βουλομένοις τὰ εἰς δύναμιν ἕως
10ἂν παρεῖναί με συμβαίνῃ συμπράττειν.
Aeth
.

6

.

6

.

3

Ἀλλὰ ἴστε που καὶ αὐτοὶ πάντως ὅτι μοι βίος ἐστὶν ἐμπορικὸς καὶ ταύτην γεωργῶ τὴν τέχνην καὶ ὡς λαμπροὶ ζέφυροι πάλαι κατα‐ πνέοντες ἀνέῳξαν μὲν εἰς ναυτιλίαν τὴν θάλατταν τὰ
5πλώιμα δὲ τοῖς ἐμπόροις εὐαγγελίζονται καί με καθάπερ κήρυγμα ἡ χρεία καλεῖ πρὸς τὴν εἰς Ἕλληνας ἐκδημίαν· δίκαια τοίνυν ἂν ποιοῖτε τί ποτε καὶ ὑμῖν βουλομένοις ἐστὶ κοινούμενοι, ὡς ἂν καὶ αὐτὸς πρὸς τὸν ὑμέτερον σκοπὸν τὰ κατ’ ἐμαυτὸν διαθοίμην.»
9
Aeth
.

6

.

7

.

1

Μικρὸν δὴ ἐφησυχάσας τοῖς εἰρημένοις ὁ Καλά‐ σιρις «Ὦ Ναυσίκλεις» ἔφη, «σοὶ μὲν ἐπ’ αἰσίοις ὁ ἔκπλους στέλλοιτο καὶ Ἑρμῆς μὲν Κερδῷος Ποσειδῶν δὲ
Ἀσφάλειος συνέμποροι καὶ πομποὶ γίνοιντο πᾶν μὲν ἐπὶ92 in vol. 2
5πέλαγος εὔρουν καὶ εὐήνεμον παραπέμποντες πάντα δὲ ὅρμον εὐλίμενον καὶ πᾶσαν πόλιν εὐπρόσοδον καὶ φιλέμπο‐ ρον ἀποφαίνοντες, οὕτως ἡμᾶς καὶ παρόντας περιέποντι καὶ ἀπιέναι βουλομένους πέμποντι καὶ τοὺς ξενίους τε καὶ φιλίους θεσμοὺς ἀκριβοῦντι.
Aeth
.

6

.

7

.

2

Ἀλλ’ ἡμῖν ἀλγεινὸν μὲν ἴσως τὸ χωρίζεσθαι σοῦ τε καὶ οἰκίας τῆς σῆς ἣν ἰδίαν ἡμῶν ἡγεῖσθαι παρεσκεύασας, ἀναγκαῖον δὲ καὶ ἀπαραίτητον τῆς τῶν φιλτάτων ἀνευρέσεως παντοίως ἀντιλαμβάνεσθαι.
5Ἐμοὶ μὲν οὕτω καὶ Χαρικλείᾳ ταύτῃ, Κνήμωνι δὲ τίς ποτε ἡ γνώμη καὶ εἴτε συναλητεύειν ἡμῖν καὶ χαρίζεσθαι ἕτοι‐ μος, εἴτε ἄλλῃ πη διέγνωκεν, αὐτὸς ἂν λέγοι παρών.»
Aeth
.

6

.

7

.

3

Βουλόμενος δὴ ὁ Κνήμων πρὸς ταῦτα ἀποκρίνεσθαι καὶ μέλλων τι ἤδη καὶ φθέγγεσθαι ἔλυξέ τε αἰφνίδιον καὶ ἀθρόον αὐτῷ δάκρυ θερμὸν προχυθὲν ἐπεστόμιζε τὴν γλῶτταν ἕως ὀψέ ποτε τὸ πνεῦμα συλλεξάμενος καὶ ἐπιστενάξας
5«Ὢ πάσης» ἔφη «τροπῆς ἀνάμεστον καὶ ἀσταθμητότατον τύχης ἀνθρωπίνης κίνημα· ὅσην παλίρροιαν κακῶν ἐπί τε ἄλλων δὴ πολλῶν πολλάκις καὶ κατ’ ἐμοῦ πεφιλοτίμησαι.
Aeth
.

6

.

7

.

4

Γένους με καὶ οἰκίας πατρῴας ἐστέρησας, πατρίδος καὶ πόλεως τῆς τῶν φιλτάτων ἐξένωσας, Αἰγυπτίᾳ με γῇ πολλὰ τὰ μεταξὺ σιωπῶντα προσώκειλας, λῃσταῖς βουκόλοις παρέδωκας, μικράν τινα χρηστὴν ἐλπίδα ὑπέφηνας ἀνδρῶν
5συντυχίαν δυστυχῶν μὲν καὶ τούτων πλὴν ἀλλ’ Ἑλλήνων πρυτανεύσασα, μεθ’ ὧν τὸ λειπόμενον τοῦ χρόνου βιώσεσθαι
ἤλπιζον, καὶ ταύτην ὡς ἔοικεν ὑποτέμνῃ τὴν παραμυθίαν.93 in vol. 2
Aeth
.

6

.

7

.

5

Ποῖ γὰρ τράπωμαι; τί δέ με καὶ χρὴ πράττειν; κατα‐ λίπω Χαρίκλειαν οὔπω Θεαγένην ἀνευρηκυῖαν; ἀλλὰ δεινόν, ὦ γῆ, καὶ ἀθέμιτον· ἀλλ’ ἕπεσθαί με χρὴ καὶ συναναζη‐ τεῖν; εἰ μὲν ἐπὶ προδήλῳ τῇ εὑρέσει, καλὸν τὸ μοχθεῖν ἐπ’
5ἐλπίδι τοῦ κατορθώσειν· εἰ δὲ ἄδηλον τὸ μέλλον καὶ πλέον τὸ δυσχερές, ἄδηλον ποῖ ποτε καὶ στήσεταί μοι τὰ τῆς ἄλης.
Aeth
.

6

.

7

.

6

Τί δὲ οὐχὶ συγγνώμην παρ’ ὑμῶν τε καὶ θεῶν φιλίων αἰτήσας νῦν γοῦν ποτε τῆς ἐπὶ τὴν πατρίδα καὶ τὸ γένος ἐπανόδου μνησθήσομαι, καιροῦ καὶ ταῦτα εἰς καλὸν ἔκ του θεῶν ὡς ἔοικε παραπεπτωκότος καὶ τουτουὶ Ναυ‐
5σικλέους, ὡς ἔφη, εἰς Ἕλληνας ἀφήσειν μέλλοντος, μὴ δή μοί τι καὶ τοῦ πατρὸς ἐν τούτῳ παθόντος ἔρημος εἰς τὸ παντελὲς διαδόχου καὶ ἄκληρος ὁ οἶκος ἀπολειφθείη; καὶ γὰρ καὶ εἰ πένεσθαι μέλλοιμι, σῴζεσθαι γοῦν τι λείψανον δι’ ἐμοῦ τῷ γένει καλὸν καὶ αὔταρκες.
Aeth
.

6

.

7

.

7

Ἀλλ’ ὦ Χαρί‐ κλεια, σοὶ γὰρ προηγουμένως ἀπολογοῦμαι, καὶ συγγνώμην αἰτῶ καὶ δέομαι δός· ἄχρι μὲν τῶν βουκόλων ἕψομαι μικρὸν ἐπιμεῖναι Ναυσικλέα κἂν σφόδρα ἐπείγηται παρακαλέσας,
5εἴ πώς σε Θεαγένει παρὼν ἐγχειρίσας χρηστὸς μὲν παρα‐ καταθήκης φύλαξ ἀποδειχθείην ἐπὶ χρησταῖς δὲ καὶ αὐτὸς ταῖς μελλούσαις ἐλπίσι μετὰ ἀγαθοῦ τοῦ συνειδότος χωρι‐ ζοίμην· εἰ δὲ ἀποτύχοιμεν, ὃ μὴ γένοιτο, καὶ οὕτω συγγνωσ‐
τὸς οὔτοι γε δὴ μόνην σε οὐδὲ τότε καταλιπὼν ἀλλ’ ἀγαθόν94 in vol. 2
10σοι φύλακα καὶ πατέρα Καλάσιριν τουτονὶ παρακαταστή‐ σας.»
Aeth
.

6

.

7

.

8

Ἡ δὲ Χαρίκλεια τόν τε Κνήμωνα ἐκ πολλῶν ἤδη συμβάλλουσα τοῦ Ναυσικλέους ἐπὶ τὸ θυγάτριον ἐπτοημέ‐ νον, ὀξὺς γὰρ ὁ ἐρῶν φωράσαι τὸν ἀπὸ τῶν ἴσων παθῶν κεκρατημένον, καὶ τὸν Ναυσικλέα πρὸς τῶν ὑπ’ αὐτοῦ
5λεχθέντων συνεῖσα ὡς ἀσμένῳ γένοιτο ἂν τὸ κῆδος καὶ πάλαι τοῦτο πραγματεύεται καὶ τὸν Κνήμωνα ἐμπορεύεται ποικίλως ἐφελκόμενος καὶ ἅμα οὐδὲ εὐπρεπῆ λοιπὸν τῆς ὁδοῦ κοινωνὸν οὐδὲ ἀνύποπτον ἡγουμένη τὸν Κνήμωνα «Ὡς δὴ σοὶ φίλον» ἔφη, «τῆς μὲν ἐπὶ τοῖς προϋπηργμέ‐
10νοις παρὰ σοῦ χρηστοῖς εἰς ἡμᾶς χάριτος κεχρεωστημένης καὶ ὁμολογουμένης, ἐπὶ δὲ τοῖς λειπομένοις οὐ πάντως ἐπούσης ἀνάγκης τὰ ἡμέτερα ἐκφροντίζειν οὐδὲ ἀλλο‐ τρίαις τύχαις καὶ ἄκοντα συναποκινδυνεύειν.
Aeth
.

6

.

7

.

9

Ἀλλὰ σὺ μὲν Ἀθήνας τε τὰς σὰς καὶ γένος καὶ οἶκον τὸν σὸν κομίσαιο, Ναυσικλέα τουτονὶ καὶ τὴν δι’ αὐτοῦ παραπεσοῦσαν, ὡς φής, πρόφασιν μηδαμῶς παρωσάμενος·
5ἐγὼ δὲ καὶ Καλάσιρις πρὸς τὰ συμπίπτοντα μαχεσόμεθα ἕως ἂν τὸ τέλος τῆς πλάνης εὕρωμεν, εἰ καὶ ἀνθρώπων μηδεὶς συνεφάπτοιτο, θεοὺς συνεμπόρους ἔχειν καταπισ‐ τεύοντες.»
8
Aeth
.

6

.

8

.

1

Ὑπολαβὼν δὲ πρὸς ταῦτα ὁ Ναυσικλῆς «Χαρι‐ κλείᾳ μὲν» ἔφη «κατ’ εὐχὰς ἀποβαίη καὶ θεοὶ συνέμπο‐
ροι κατὰ τὴν αὐτῆς αἴτησιν γίνοιντο καὶ τοὺς οἰκείους κομίζοιτο, οὕτως οὖσα γενναία μὲν τὸ λῆμα συνετὴ δὲ τὸ95 in vol. 2
5φρόνημα. Σὺ δέ, ὦ Κνήμων, μήτε εἰ Θίσβην οὐκ ἄγεις εἰς τὰς Ἀθήνας ἄσχαλλε καὶ ταῦτα ἔχων ὑπόδικον ἐμὲ τουτονὶ τῆς κατ’ ἐκείνην ἁρπαγῆς καὶ τῆς ἐκ τῶν Ἀθηνῶν ὑπεξ‐ αγωγῆς, ὁ γὰρ ἔμπορος ὁ Ναυκρατίτης ὁ Θίσβης ἐραστὴς οὗτος ἐγώ, μήτε πενίαν ὀδύρου πτωχεύσειν ἔτι προσδοκή‐
10σας· εἰ γὰρ σοὶ φίλον ὡς καὶ ἐμοὶ φανείη, χρημάτων τε εὐπορήσεις συχνῶν οἶκόν τε ἀπολήψῃ καὶ πατρίδα τὴν σὴν ἐμοῦ κατάγοντος, γῆμαί τε βουλομένῳ θυγατέρα ταυτηνὶ τὴν ἐμὴν ἁρμόζω Ναυσίκλειαν, προῖκα ἐπιδιδοὺς αὐτὸς μὲν πλείστην ὅσην, τὴν παρὰ σοῦ δὲ πάλιν εἰληφέναι κρίνων
15ἐξ οὗ γένος καὶ οἶκον καὶ ἔθνος τὸ σὸν ἐγνώρισα.»
Aeth
.

6

.

8

.

2

Πρὸς ταῦτα οὐδὲ πρὸς βραχὺ διαμελλήσας ὁ Κνήμων, ἀλλ’ ἃ πάλαι δι’ εὐχῆς τε καὶ ἐπιθυμίας ἔχων [ἃ] οὐκ ἤλπιζε, ταῦτα ὑπὲρ εὐχὴν ἀπροσδόκητα λαμβάνων «Ἅπαντα» ἔφη «δέδεγμαι, ἃ καταγγέλλεις, ἄσμενος»· καὶ ἅμα τὴν δεξιὰν
5προτείνοντι τὸ θυγάτριον ὁ Ναυσικλῆς ἐνεχείριζε καὶ κατηγγύα, καὶ τὸν ὑμέναιον ᾄδεσθαι πρὸς τῶν οἰκείων ἐγκελευσάμενος χορείας ἐν πρώτοις ἐξῆρχεν εἰς αὐτοσχέ‐ διον γάμον τὸ παρὸν συμπόσιον ἀναδείξας.
Aeth
.

6

.

8

.

3

Οἱ μὲν δὴ ἄλλοι πρὸς χοροῖς ἦσαν καὶ τὸν ὑμέναιον ἀπρόσκλητον ἐπὶ τοῖς θαλάμοις ἐκώμαζον καὶ γαμήλιος παννυχὶς τὴν οἰκίαν
κατέλαμπεν, ἡ Χαρίκλεια δὲ χωρισθεῖσα μόνη τῶν ἄλλων96 in vol. 2
5ἐπὶ τὸ σύνηθες ἔρχεται δωμάτιον καὶ τὰς θύρας εἰς τὸ ἀσφαλὲς ἐπικλεισαμένη πρὸς οὐδενός τε ὀχλεῖσθαι πισ‐ τεύουσα βάκχιόν τι οἰστρηθεῖσα τάς τε κόμας ἀφειδῶς λύεται καὶ θοιμάτιον περιρρηξαμένη «Φέρε» ἔφη «καὶ ἡμεῖς δαίμονι τῷ εἰληχότι χορεύσωμεν κατὰ τὸν ἐκείνου
10τρόπον· ᾄσωμεν αὐτῷ θρήνους καὶ γόους ὑπορχησώμεθα ζόφος δὲ ἐπιχείσθω καὶ νὺξ ἀλαμπὴς ἡγείσθω τῶν δρωμέ‐ νων, τοῦδε τοῦ λύχνου τῇ γῇ προσαραχθέντος.
Aeth
.

6

.

8

.

4

Οἵας γὰρ δὴ καὶ ἐφ’ ἡμῖν τὰς παστάδας ἐπήξατο· οἷον τὸν θάλαμον ἀνέδειξε· μόνην μὲν ἔχει με καὶ ἀνύμφευτον, τοῦ δὲ μέχρις ὀνόματος νυμφίου Θεαγένους, οἴμοι, χηρεύει.
5Κνήμων γαμεῖ, Θεαγένης δὲ ἀλητεύει καὶ ταῦτα αἰχμάλω‐ τος ἢ τάχα καὶ δέσμιος· καὶ ταῦτα ἂν εἴη τὰ εὐτυχέστερα, σῴζοιτο μόνον. Ναυσίκλεια νυμφεύεται κἀμοῦ διέζευκται ἡ μέχρι τῆς παρελθούσης ὁμόκοιτος, Χαρίκλεια δὲ μόνη καὶ ἔρημος.
Aeth
.

6

.

8

.

5

Καὶ οὐ τῶν ἐπ’ ἐκείνοις ἡμῖν μέμψις, ὦ τύχη καὶ δαίμονες, ἀλλὰ καὶ πράττοιεν κατὰ γνώμην, τῶν δὲ καθ’ ἡμᾶς ὅτι μὴ τούτοις ἡμῖν ἐξ ἴσου κέχρησθε. Οὕτω τὸ δρᾶμα τὸ περὶ ἡμᾶς εἰς ἄπειρον ἐμηκύνατε καὶ πᾶσαν
5λοιπὸν σκηνὴν ὑπερφθέγγεται. Ἀλλὰ τί ταῦτα ἀωρὶ θεη‐ λατοῦμαι; τελείσθω καὶ τὰ ἑξῆς ὅπη τοῖς θεοῖς φίλον.
Aeth
.

6

.

8

.

6

Ἀλλ’ ὦ Θεάγενες, ὦ μόνη μοι γλυκεῖα φροντίς, εἰ μὲν τέθνηκας καὶ τοῦτο πεισθείην ὃ μήποτε γνοίην, τότε μέν
σοι συνεῖναι οὐχ ὑπερθήσομαι· τὸ παρὸν δέ σοι τάσδε ἐπι‐ φέρω χοάς», καὶ ἅμα ἔτιλλε τὰς τρίχας καὶ ἐπὶ κλίνην97 in vol. 2
5ἐπέβαλλε, «καὶ τάσδε ἀποχέω τὰς σπονδὰς ἐκ τῶν σοι φίλων ὀφθαλμῶν», καὶ αὐτίκα διάβροχος ἦν ἡ στρωμνὴ τοῖς δάκρυσιν. «Εἰ δέ μοι περισῴζῃ καλῶς γε ποιῶν, δεῦρο καὶ συνανάπαυσαι φίλος, ὄναρ γοῦν ὀφθείς· φείδου δὲ καὶ τότε, ὦ ’γαθέ, καὶ φύλαττε νομίμῳ γάμῳ τὴν σὴν παρθένον· ἰδού
10σε καὶ περιπτύσσομαι, παρεῖναι καὶ ὁρᾶν ὑποτιθεμένη.»
10
Aeth
.

6

.

9

.

1

Καὶ ἅμα λέγουσα ῥίπτει κατὰ τῆς κλίνης ἐπὶ πρόσωπον ἑαυτὴν ἀθρόον καὶ περιχυθεῖσα περιέβαλλε λύζουσά τε καὶ βρύχιον ἀναστένουσα, ἕως αὐτὴν ὑπὸ τῆς ἄγαν λύπης ἀχλύς τε καὶ ἴλιγγος ὑποδραμὼν καὶ τὸ νοερὸν
5τῆς ψυχῆς ζοφώσας πρὸς ὕπνον ἔλαθεν ὑποφέρων καὶ εἰς ἡμέραν ἤδη λαμπρὰν κατέχων, ὥστε καὶ ὁ Καλάσιρις θαυ‐ μάζων καὶ παρά γε τὸ εἰωθὸς οὐχ ὁρωμένην ἐπιζητῶν ἐπὶ τὸν θάλαμον ἀφικόμενος ἔπαιέ τε σφοδρότερον τὰς θύρας καὶ ὀνομαστὶ συνεχῶς Χαρίκλειαν ἀνακαλῶν ἀφύπνιζεν.
Aeth
.

6

.

9

.

2

Ἡ δὲ πρὸς τὸ αἰφνίδιον τῆς κλήσεως διεταράχθη τε καὶ ὡς κατελήφθη σχήματος ἐπὶ τὰς θύρας ὁρμήσασα τόν τε μοχλὸν παρήνεγκε καὶ πρὸς εἴσοδον τῷ πρεσβύτῃ διέστελ‐ λεν. Ὁ δὲ ὡς εἶδε τῆς τε κόμης τὸ ἄτακτον καὶ τὸν χιτῶνα
5κατερρωγότα περὶ τοῖς στήθεσι καὶ ὄμμα ἔτι κυμαῖνον καὶ
τὸ πρὸ τῶν ὕπνων ἐμμανὲς ἐπισημαῖνον, συνίησι μὲν τὴν αἰτίαν ἀγαγὼν δὲ αὖθις ἐπὶ τὴν κλίνην καὶ καθίσας ἐφεσ‐ τρίδα τε ἐπέβαλλε καὶ πρὸς τὸ εὔσχημον περιστείλας,98 in vol. 2
Aeth
.

6

.

9

.

3

«Τί ταῦτα» ἔφη «Χαρίκλεια; τί λίαν οὕτω καὶ ἄμετρα δυσφορεῖς; τί δὲ οὕτως ἐκφρόνως ἥττων γίνῃ τῶν προσ‐ πιπτόντων; οὐδέ σε γνωρίζω τὸ παρόν, ἀεὶ γενναίαν καὶ σώφρονα τύχας ἐνεγκεῖν τὸ πρόσθεν ἐγνωκώς. Οὐ παύσῃ
5τῆς ἄγαν ταύτης ἀνοίας; οὐκ ἐννοήσεις ἄνθρωπος οὖσα, πρᾶγμα ἀστάθμητον καὶ ὀξείας ῥοπὰς ἐφ’ ἑκάτερα λαμβά‐ νον; τί σαυτὴν προαναιρεῖς βελτιόνων ἴσως ἐλπίδων; φεῖ‐ σαι καὶ ἡμῶν, ὦ τέκνον, φεῖσαι, εἰ μή γε σαυτῆς, ἀλλὰ γοῦν Θεαγένους, ᾧ βίος ὁ σὺν σοὶ μόνος αἱρετὸς καὶ ἐπὶ σοὶ
10σῳζομένῃ τὸ εἶναι κέρδος.»
Aeth
.

6

.

9

.

4

Ἠρυθρία τούτων ἀκούουσα ἡ Χαρίκλεια, καὶ πλέον ἐν οἵοις κατείληπτο ἐννοοῦσα· σιω‐ πήσασά τε ἐπὶ πλεῖστον, ὡς ἐνέκειτο πρὸς τὴν ἀπόκρισιν ὁ Καλάσιρις, «Ἀληθῆ μὲν» ἔφη «ἐπιτιμᾷς, ἀλλ’ ἴσως
5ἐμοὶ συγγνωστά, ὦ πάτερ· οὐ γάρ με δημώδης οὐδὲ νεωτε‐ ρίζουσά τις ἐπιθυμία πρὸς ταῦτα ἐξάγει τὴν ἀθλίαν ἀλλὰ καθαρός τε καὶ σωφρονῶν ἀπειράτου μὲν ἀλλ’ ἔμοιγε ἀνδρὸς πόθος καὶ τούτου Θεαγένους, λυποῦντος μὲν καὶ ὅτι μὴ σύνεστι πλέον δὲ εἰ περίεστιν ἢ μή, φοβοῦντος.»
Aeth
.

6

.

9

.

5

«Ἀλλὰ τούτου γε ἕνεκα θάρσει» ἔλεγεν ὁ Καλάσιρις, «ὡς ὄντος ἐκείνου καί σοι συνεσομένου θεῶν νευόντων, εἴπερ
τι χρὴ τοῖς τε προθεσπισθεῖσι περὶ ὑμῶν (χρὴ δέ) πιστεύειν καὶ τῷ διαγγείλαντι χθιζὸν ὡς εἴληπται ὑπὸ Θυάμιδος εἰς99 in vol. 2
5τὴν Μέμφιν ἀναπεμπόμενος. Εἰ δὲ εἴληπται, δῆλον ὡς καὶ σῴζεται φιλίας αὐτῷ πρὸς τὸν Θύαμιν καὶ γνώσεως προϋπ‐ αρχούσης. Καιρὸς δὴ μὴ μέλλειν, ἀλλὰ σπευστέον ὡς ἔνεστιν ἡμῖν τάχους ἐπὶ Βήσσαν τὴν κώμην καὶ ἀναζητη‐ τέον σοὶ μὲν τὸν Θεαγένην ἐμοὶ δὲ πρὸς τούτῳ καὶ τὸν
10υἱόν· οἶσθά που πάντως προακηκουῖα παῖδα ἐμὸν εἶναι τὸν Θύαμιν.»
Aeth
.

6

.

9

.

6

Καὶ ἡ Χαρίκλεια γενομένη σύννους «Εἰ μὲν δὴ» ἔφη «παῖς ἐστί σοι Θύαμις καὶ ἔστιν ὁ σὸς ἀλλὰ μὴ ἑτέρου καὶ ἄλλος, νῦν μὲν δὴ τὰ ἡμέτερα πρὸς κίνδυνον ἐλαύνει τὸν μέγιστον.» Θαυμάσαντος δὲ καὶ τὴν αἰτίαν
5ἐρομένου τοῦ Καλασίριδος «Οἶσθα» εἶπεν «ὡς αἰχμάλω‐ τος ἐλήφθην ὑπὸ τῶν βουκόλων· ἐκεῖ τοίνυν καὶ τὸν Θύαμιν ἐπηγάγετο πρὸς τὸν κατ’ ἐμοῦ πόθον ἡ δυστυχῶς μοι προσ‐ εῖναι δοκοῦσα τῶν ὄψεων ὥρα, καὶ δέος, εἰ ἀναζητοῦντες ἐντύχοιμεν, μὴ ὀφθεῖσαν ἐκείνην εἶναί με ταύτην ὑπομνησ‐
10θείς, τὸν γάμον ὃν τότε μοι προτεινόμενον παρ’ αὐτοῦ διεκρουσάμην ἐπινοίαις εἰς ἔργον ἄγειν βιάσηται.»
Aeth
.

6

.

9

.

7

Καὶ ὁ Καλάσιρις «Μὴ οὕτω μέν ποτε» φησὶν «ἐπιθυμία κρατήσειεν ὡς καὶ τὴν πατρῴαν ὄψιν ὁρωμένην ὑπεροφθῆ‐ ναι καὶ ὄμμα τοῦ φύντος μὴ καταιδέσαι τὸν παῖδα κολάσαι τὴν εἴπερ καὶ ἔστιν οὐκ ἔννομον ὄρεξιν· ὅμως δ’ οὖν, κωλύει
5γὰρ οὐδέν, τί οὐχὶ καὶ μηχανήν τινα πρὸς περιγραφὴν τῶν φοβούντων ἐπινοεῖς; δεινὴ δέ τις ἔοικας εἶναι σοφιστεῦσαι
κατὰ τῶν ἐπιχειρούντων διαδύσεις τε καὶ ὑπερθέσεις.»100 in vol. 2
Aeth
.

6

.

10

.

1

Ἀνείθη πρὸς ταῦτα μικρὸν ἡ Χαρίκλεια καὶ «Εἰ μὲν ἀληθεύεις» εἶπεν «ἢ παιδιάν με πεποίησαι, παρείσθω τὸ παρόν· ἐγὼ δὲ τέχνην ἅμα τῷ Θεαγένει μὲν καὶ πρότε‐ ρον ἐπιχειρηθεῖσαν ὑπὸ δὲ τῆς τότε τύχης διακοπεῖσαν
5εἰσηγήσομαι καὶ νῦν ἐπ’ ἀμείνοσι ταῖς τύχαις· τῆς γὰρ νήσου τῆς βουκολικῆς ἀποδρᾶναι διανοηθεῖσιν ἐδόκει τὴν ἐσθῆτα μεταμφιασαμένους ἐς τὸ λυπρότατον καὶ πτωχοῖς ἑαυτοὺς ἀπεικάσαντας οὕτως ἐπιμίγνυσθαι κώμαις τε καὶ πόλεσιν.
Aeth
.

6

.

10

.

2

Εἰ δὴ συναρέσκει πλαττώμεθα τὸ σχῆμα καὶ πτωχεύωμεν, οὕτω γὰρ ἧττόν τε ἐπιβουλευσόμεθα πρὸς τῶν ἐντυγχανόντων—ἀσφάλεια γὰρ ἐν τοῖς τοιού‐ τοις ἡ εὐτέλεια καὶ οἴκτου μᾶλλον ἢ φθόνου πέλας ἡ
5πενία—τῆς τε καθ’ ἡμέραν ἀναγκαίου τροφῆς ῥᾷον εὐπο‐ ρήσομεν, ξένῃ γὰρ ἐν γῇ τὸ μὲν ὤνιον σπάνιον τοῖς ἀγνοοῦσι τὸ δὲ αἰτούμενον εὐμετάδοτον τοῖς ἐλεοῦσιν.»
7
Aeth
.

6

.

11

.

1

Ἐπῄνει ταῦτα ὁ Καλάσιρις καὶ ἔχεσθαι τῆς ὁδοι‐ πορίας ἐπέσπευδε, τοῖς τε περὶ τὸν Ναυσικλέα καὶ Κνή‐ μωνα ἐντυγχάνοντες τήν τε ἔξοδον κοινωσάμενοι εἰς τρίτην ἐξώρμησαν, οὔτε ὑποζύγιον καίτοι διδόμενον οὔτε ἀνθρώ‐
5πων οὐδένα συνέμπορον ἀνασχόμενοι, τοῦ τε Ναυσικλέους καὶ Κνήμωνος προπεμπόντων καὶ ἄλλου τῆς οἰκίας πλήθους· προέπεμπε δὲ καὶ ἡ Ναυσίκλεια πολλὰ τὸν πατέρα ἐπι‐
τρέψαι καθικετεύσασα τῆς νυμφικῆς αἰδοῦς ὑπὸ φίλτρου τοῦ περὶ τὴν Χαρίκλειαν ἐκνικηθείσης.101 in vol. 2
Aeth
.

6

.

11

.

2

Καὶ ὅσον πέντε σταδίους προελθόντες ἠσπάζοντό τε ἀλλήλους τὰ τελευ‐ ταῖα κατὰ γένος καὶ τὰς δεξιὰς ἐνέβαλλον ἐπιδακρύσαντές τε ὅσον πλεῖστον καὶ ἐπὶ βελτίοσι χωρισθῆναι ταῖς τύχαις
5ἐπευξάμενοι, τοῦ Κνήμωνος δὲ καὶ συγγνώμην αἰτοῦντος εἰ μὴ συμπορεύοιτο νεοπήκτους ἔτι τοὺς θαλάμους ἔχων ἐπικαταλήψεσθαί τε εἰ καιρὸς γένοιτο πλαττομένου, διεχω‐ ρίσθησαν, οἱ μὲν ἐπὶ Χέμμιν·
Aeth
.

6

.

11

.

3

ἡ Χαρίκλεια δὲ καὶ ὁ Καλάσιρις πρῶτα μὲν εἰς τὸ πτωχικὸν πλάσμα μετημφιέν‐ νυντο ῥάκεσιν ἑαυτοὺς προπαρεσκευασμένοις ἐξευτελί‐ σαντες, ἔπειτα ἡ μὲν Χαρίκλεια τό τε πρόσωπον ἐνύβριζεν
5ἀσβόλου τε ἐντρίψει καὶ πηλοῦ καταχρίσει μολύνασα καὶ κρηδέμνου ῥυπῶντος τὸ κράσπεδον ἀπὸ μετώπου κατὰ θατέρου τοῖν ὀφθαλμοῖν εἰς ἄτακτον προκάλυμμα ἐπισο‐ βοῦσα, πήραν τε ὑπὸ μάλης, οὑτωσὶ μὲν ἰδεῖν ψωμῶν τινῶν καὶ ἀκόλων δῆθεν ταμιεῖον χρειωδέστερον δὲ τῆς
10ἱερᾶς ἐκ Δελφῶν ἐσθῆτος καὶ τῶν στεμμάτων τῶν τε συνεκτεθέντων μητρῴων κειμηλίων καὶ γνωρισμάτων εἰς ὑποδοχήν, ἐξῆπτο.
Aeth
.

6

.

11

.

4

Ὁ δὲ Καλάσιρις τὴν μὲν φαρέτραν τῆς Χαρικλείας τετρυχωμένοις κωδίοις ἐνειλήσας, ὡς δή τι φορτίον ἕτερον ἐπὶ τῶν ὤμων ἐγκάρσιον ἔφερε, τὸ δὲ
τόξον τῆς νευρᾶς παραλύσας ἐπειδὴ τάχιστα πρὸς τὸ102 in vol. 2
5εὐθύτερον ἀνεκάμφθη βακτηρίαν ταῖν χεροῖν ἐποιεῖτο πολύς τε αὐτῇ καὶ βαρὺς ἐμπίπτων, καὶ εἴ πή τισιν ἐντευξόμενος προΐδοι κυφότητά τε πλέον ἐπετήδευεν ἢ τὸ γῆρας ἐπη‐ νάγκαζε καὶ τοῖν σκέλοιν θάτερον παρεσύρετο, πρὸς τῆς Χαρικλείας ἔσθ’ ὅτε χειραγωγούμενος.
9
Aeth
.

6

.

12

.

1

Κἀπειδὴ τὰ τῆς ὑποκρίσεως αὐτοῖς διηκρίβωτο, μικρὰ καὶ ἐπισκώψαντες εἰς ἀλλήλους καὶ ὡς πρέποι τὸ σχῆμα θάτερος θατέρῳ ἐπιχλευάσαντες τόν τε εἰληχότα δαίμονα στῆσαι τὰ δεινὰ μέχρι γοῦν τούτων καὶ ἀρκεσθῆναι
5παρακαλέσαντες, ἔσπευδον ἐπὶ Βήσσαν τὴν κώμην οὗ τὸν Θεαγένην καὶ τὸν Θύαμιν εὑρήσειν ἐλπίσαντες ἀπετύγχα‐ νον.
Aeth
.

6

.

12

.

2

Ἄρτι γὰρ τῇ Βήσσῃ περὶ δύσιν ἡλίου πλησιά‐ ζοντες πλῆθός τι κείμενον νεκρῶν ὁρῶσι νεοσφαγῶν, τῶν μὲν πλειόνων Περσῶν εἶναι τῇ στολῇ τε καὶ καθοπλίσει γνωριζομένων ὀλίγων δὲ τινῶν ἐγχωρίων· καὶ πολέμου μὲν
5εἶναι τὸ δρᾶμα εἴκαζον, τίνων δὲ ἢ πρὸς τίνας ἠπόρουν, ἕως ἐπιπαριόντες τοὺς νεκροὺς καὶ ἅμα περισκοποῦντες μή πού τις κεῖται καὶ τῶν οἰκείων—δειλαὶ γὰρ αἱ ψυχαὶ περὶ τοῖς φιλτάτοις τὰ δεινότερα μαντεύεσθαι—γυναίῳ προσ‐ τυγχάνουσι πρεσβυτικῷ, σώματι τῶν ἐγχωρίων προσπεφυ‐
10κότι καὶ παντοίους ἐγείροντι θρήνους.
Aeth
.

6

.

12

.

3

Ἔγνωσαν οὖν ἐπιχειρεῖν τι παρὰ τῆς πρεσβύτιδος, εἰ οἷόν τε, ἐκμανθά‐ νειν· καὶ παρακαθισάμενοι πρῶτα μὲν παραμυθεῖσθαί τε καὶ καταστέλλειν τὸν ἄγαν θρῆνον ἐπειρῶντο· ἔπειτα προσιεμέ‐
103 in vol. 2
5νης, ὅντινα πενθοίη καὶ τίς ὁ πόλεμος ἠρώτων, τοῦ Καλασί‐ ριδος πρὸς τὸ γύναιον αἰγυπτιάζοντος. Ἡ δὲ ἔλεγεν ἅπαντα ἐπιτέμνουσα· ἐφ’ υἱῷ μὲν εἶναι κειμένῳ τὸ πένθος καὶ ἐπι‐ τετηδευκέναι τὴν εἰς τοὺς νεκροὺς ἄφιξιν εἴ πή τις διελά‐ σας τοῦ ζῆν ἀπαλλάξειε, τέως μέντοι τὰ νομιζόμενα τῷ παιδὶ
10ἐκ τῶν ἐνόντων δακρύουσάν τε καὶ θρηνοῦσαν ἐπιφέρειν.
10
Aeth
.

6

.

13

.

1

Τὸν πόλεμον δὲ ἔλεγεν ὧδε. «Ἤγετο ξένος νεανίας τις κάλλει τε καὶ μεγέθει διαφέρων ὡς Ὀροονδά‐ την τὸν μεγάλου βασιλέως ὕπαρχον εἰς τὴν Μέμφιν, ἀπέσταλτο δέ, οἶμαι, παρὰ Μιτράνου τοῦ φρουράρχου
5ληφθεὶς αἰχμάλωτος ὥς τι τῶν μεγίστων δῶρον ὡς φασί. Τοῦτον οἱ τῆς κώμης τῆς ἡμετέρας ταυτησί» δείξασα τὴν ἐχομένην «ἐπελθόντες ἀφείλοντο, γνωρίζειν εἴτ’ οὖν ἀληθεύοντες εἴτε καὶ πρόφασιν πλάσαντες.
Aeth
.

6

.

13

.

2

Ὁ δὴ Μιτράνης ταῦτα πυθόμενος καὶ κατὰ τὸ εἰκὸς ἀγανακτή‐ σας ἐπιστρατεύει τῇ κώμῃ δυσὶ ταύταις πρότερον ἡμέραις. Καὶ (ἔστι γὰρ μαχιμώτατον ἡ κώμη γένος, βίον ἀεὶ τὴν
5λῃστείαν πεποιημένοι καὶ θανάτου παντὸς ὑπερόπται καὶ πολλὰς δὴ διὰ τοῦτο πολλάκις ἄλλας τε κἀμὲ τὸ παρὸν ἀνδρῶν τε καὶ παίδων χηρώσαντες), ἐπειδὴ τὴν ἔφοδον ἐσομένην ἐτεκμήραντο προλοχίζουσί τέ τινας ἐνέδρας καὶ
δεξάμενοι τοὺς ἐναντίους ἐπικρατέστεροι γίνονται, οἱ μὲν104 in vol. 2
10κατὰ στόμα ἐκ τοῦ εὐθέος μαχόμενοι οἱ δὲ κατόπιν ἐκ τῶν λόχων ἀπροφυλάκτοις σὺν βοῇ τοῖς Πέρσαις ἐπελθόντες.
Aeth
.

6

.

13

.

3

Καὶ πίπτει μὲν ὁ Μιτράνης ἐν πρώτοις μαχόμενος πίπτουσι δὲ σὺν αὐτῷ σχεδόν τι πάντες, οἷα δὴ κυκλω‐ θέντες καὶ οὐδὲ φυγῆς τόπων εὐμοιρήσαντες, πίπτουσι δὲ καὶ τῶν ἡμετέρων ὀλίγοι· καὶ γίνεται τῶν ὀλίγων βαρείᾳ
5βουλήσει δαίμονος καὶ παῖς ὁ ἐμός, βέλει Περσικῷ πρὸς τὰ στέρνα, ὡς ὁρᾶτε, βληθείς· καὶ νῦν ἡ ἀθλία τὸν μὲν θρηνῶ κείμενον, τὸν δὲ ἔτι μοι μόνον παῖδα λειπόμενον ἔοικα θρηνήσειν, ἐκστρατεύσαντος κἀκείνου τῇ προτεραίᾳ μετὰ τῶν λοιπῶν ἐπὶ τὴν Μεμφιτῶν πόλιν.»
Aeth
.

6

.

13

.

4

Ἐπυνθάνετο καὶ τὴν αἰτίαν τῆς ἐκστρατείας ὁ Καλάσιρις· καὶ ἡ γραῦς, ἀκηκοέναι παρὰ τοῦ λειπομένου παιδὸς προστιθεῖσα, ἔλεγε διότι στρατιώτας βασιλείους καὶ φρούραρχον μεγάλου βασι‐
5λέως ἀνελόντες ἐπὶ μὴ πεπραγμένοις καλῶς εἶδον ἐκεῖνο καλῶς, μὴ εἰς μικρὸν αὐτοῖς ἀλλ’ εἰς τὸν περὶ τῶν ὅλων κίνδυνον τὸ πρᾶγμα τελευτήσειν, Ὀροονδάτου τοῦ κατὰ τὴν Μέμφιν ὑπάρχου πλείστῃ τε χερὶ πεφραγμένου καὶ αὐτίκα, εἰ πύθοιτο, κατὰ πρώτην ἔφοδον σαγηνεύσοντος
10τὴν κώμην καὶ πανωλεθρίᾳ τῶν ἐνοικούντων τὴν δίκην εἰσπράξοντος.
Aeth
.

6

.

13

.

5

«Οἷα δὴ οὖν τὸν περὶ τῶν ὅλων ἀναρριπ‐ τοῦντες κίνδυνον, ἔγνωσαν μεγάλα τολμήματα μείζοσιν,
εἰ δυνατόν, ἰάσασθαι καὶ φθῆναι τὴν Ὀροονδάτου παρα‐ σκευήν, ἀπροσδόκητοί τε ἐπεισπεσόντες ἢ προσανελεῖν105 in vol. 2
5κἀκεῖνον εἰ κατὰ τὴν Μέμφιν ὄντα καταλάβοιεν ἢ εἴπερ ἐκδημῶν τυγχάνοι, πολέμου τινὸς αὐτὸν ὡς φασὶν Αἰθιο‐ πικοῦ τανῦν ἀπασχολοῦντος, ῥᾷόν τε τὴν πόλιν παραστή‐ σασθαι τῶν ὑπερμαχομένων ἔρημον καὶ αὐτοί τε ἐκτὸς κινδύνου γενέσθαι τὸ παρὸν καὶ προσκατορθῶσαι τῷ Θυά‐
10μιδι λῃστάρχῳ τῷ σφῶν τὴν τῆς προφητείας ἱερωσύνην, οὐ κατὰ νόμον παρ’ ἀδελφοῦ νεωτέρου κατεχομένην, ἀνα‐ κομίσασθαι· ἢ εἴπερ καὶ ἀποτυγχάνειν συμβαίνοι, πολέμου γοῦν ἔργον μαχομένους γενέσθαι μηδὲ ἄλλως ἁλῶναι καὶ ταῖς Περσικαῖς αἰκίαις καὶ ὕβρεσιν ἐκκεῖσθαι.
Aeth
.

6

.

13

.

6

Ἀλλ’ ὦ ξένοι, ποῖ δὴ τὸ νῦν ἀφίξεσθε;» «Εἰς τὴν κώμην» ὁ Καλάσιρις εἶπεν. Ἡ δὲ «Οὐκ ἀσφαλὲς ὑμῖν» ἔφη «τῆς τε ὥρας ἀωρὶ καὶ οὐδὲ γνωριζομένοις ἐπιμίξαι τοῖς ὑπο‐
5λειπομένοις.» «Ἀλλ’ εἰ ξεναγοίης» ἔφη ὁ Καλάσιρις «οὐκ ἀπ’ ἐλπίδος ἡμῖν καὶ τὰ τῆς ἀσφαλείας.» «Οὔ μοι καιρός» ἀπεκρίνατο ἡ πρεσβῦτις, «νυκτερινοὺς γάρ τινας ἐναγισμοὺς ἐπιτελέσαι μοι πρόκειται. Ἀλλ’ εἰ δὴ φορητὸν ὑμῖν, ἐπάναγκες δὲ καὶ μὴ βουλομένοις, αὐτοῦ
10που καὶ τῶν νεκρῶν ἐν καθαρῷ μικρὸν ἀποχωρήσαντες τὴν μὲν νύκτα ἐγκαρτερήσατε τὴν ἕω δὲ ὑμῖν πρόξενος ἐγὼ τῆς ἀδείας ξεναγοῦσα γενήσομαι.»
12
Aeth
.

6

.

14

.

1

Ταῦτα εἰπούσης ὁ Καλάσιρις ἅπαντα πρὸς τὴν
Χαρίκλειαν φράσας καὶ παραλαβὼν μεθίστατο. Καὶ μικρὸν ὅσον τοὺς κειμένους ὑπερβάντες βουνῷ τινι χαμαιζήλῳ προστυγχάνουσι, κἀνταῦθα ὁ μὲν κατέκλινεν ἑαυτὸν τῇ106 in vol. 2
5κεφαλῇ τὴν φαρέτραν ὑποθέμενος, ἡ Χαρίκλεια δὲ καθῆστο τὴν πήραν εἰς καθέδραν ποιησαμένη.
Aeth
.

6

.

14

.

2

Ἄρτι δὲ τῆς σεληναίας ἀνισχούσης καὶ φωτὶ λαμπρῷ τὰ πάντα καταυ‐ γαζούσης, τρίτη γὰρ μετὰ πανσέληνον ἐτύγχανεν, ὁ μὲν Καλάσιρις οἷα δὴ πρεσβυτικός τε ἄλλως καὶ πρὸς τῆς
5ὁδοιπορίας κεκοπωμένος ὕπνῳ κατείχετο, ἡ Χαρίκλεια δὲ ὑπὸ τῶν συνεχόντων φροντισμάτων διαγρυπνοῦσα σκηνῆς τινος οὐκ εὐαγοῦς μὲν ταῖς δὲ Αἰγυπτίαις ἐπιχωριαζούσης θεωρὸς ἐγίνετο.
Aeth
.

6

.

14

.

3

Ἡ γὰρ πρεσβῦτις ἀνενοχλήτου καὶ ἀκατόπτου σχολῆς ἐπειλῆφθαι νομίσασα πρῶτα μὲν βόθρον ὠρύξατο, ἔπειτα πυρκαϊὰν ἐκ θατέρου μέρους ἐξῆψε καὶ μέσον ἀμφοῖν τὸν νεκρὸν τοῦ παιδὸς προθεμένη κρατῆρά
5τε ὀστρακοῦν ἔκ τινος παρακειμένου τρίποδος ἀνελομένη μέλιτος ἐπέχει τῷ βόθρῳ καὶ αὖθις ἐξ ἑτέρου γάλακτος, καὶ οἶνον ἐκ τρίτων ἐπέσπενδεν· εἶτα πέμμα στεάτινον εἰς ἀνδρὸς μίμημα πεπλασμένον δάφνῃ καὶ μαράθῳ κατα‐ στέψασα εἰς τὸν βόθρον ἐνέβαλλεν.
Aeth
.

6

.

14

.

4

Ἐφ’ ἅπασι δὲ ξίφος ἀνελομένη καὶ πρὸς τὸ ἐνθουσιῶδες σοβηθεῖσα καὶ πολλὰ πρὸς τὴν σεληναίαν βαρβάροις τε καὶ ξενίζουσι τὴν ἀκοὴν ὀνόμασι κατευξαμένη τὸν βραχίονα ἐντεμοῦσα καὶ δάφνης
5ἀκρέμονι τοῦ αἵματος ἀποψήσασα τὴν πυρκαϊὰν ἐπεψέ‐ καζεν, ἄλλα τε ἄττα τερατευσαμένη πρὸς τούτοις ἐπὶ τὸν νεκρὸν τοῦ παιδὸς προσκύψασα καί τινα πρὸς τὸ οὖς ἐπᾴ‐
δουσα ἐξήγειρέ τε καὶ ὀρθὸν ἑστάναι τῇ μαγγανείᾳ κατην‐ άγκαζεν.107 in vol. 2
Aeth
.

6

.

14

.

5

Ἡ Χαρίκλεια δὴ οὖν οὐδὲ τὰ πρῶτα ἀδεῶς κατοπτεύουσα τότε δὴ καὶ ὑπέφριττε καὶ πρὸς τῶν γινο‐ μένων ἀήθων ἐκδειματωθεῖσα τὸν Καλάσιριν ἀφύπνιζέ τε καὶ θεατὴν γενέσθαι τῶν δρωμένων παρεσκεύαζεν. Αὐτοὶ
5μὲν οὖν ἅτε ἐν σκότῳ διάγοντες οὐχ ἑωρῶντο, κατώπτευον δὲ τὰ ἐν τῷ φωτὶ καὶ πρὸς τῇ πυρκαϊᾷ ῥᾷον καὶ τῶν λεγο‐ μένων οὐ πόρρωθεν ὄντες ἐπηκροῶντο, τῆς γραὸς ἤδη καὶ γεγωνότερον ἐκπυνθανομένης παρὰ τοῦ νεκροῦ· καὶ ἦν ἡ πεῦσις εἴπερ ὁ ἀδελφὸς μὲν ἐκείνου παῖς δὲ αὐτῆς ὁ λει‐
10πόμενος ἐπανήξει περισωθείς.
Aeth
.

6

.

14

.

6

Ὁ δὲ ἀπεκρίνατο μὲν οὐδὲν ἐπινεύσας δὲ μόνον καὶ τῇ μητρὶ τὰ κατὰ γνώμην ἐλπίζειν ἀμφιβόλως ἐνδοὺς κατηνέχθη τε ἀθρόον καὶ ἔκειτο ἐπὶ πρόσωπον. Ἡ δὲ ἐπέστρεφέ τε τὸ σῶμα πρὸς τὸ
5ὕπτιον καὶ οὐκ ἀνίει τὴν πεῦσιν ἀλλὰ βιαιοτέραις, ὡς ἐῴκει, ταῖς κατανάγκαις πολλὰ τοῖς ὠσὶν αὖθις ἐπᾴδουσα καὶ μεθαλλομένη ξιφήρης ἄρτι μὲν πρὸς τὴν πυρκαϊὰν ἄρτι δὲ ἐπὶ τὸν βόθρον ἐξήγειρέ τε αὖθις καὶ ὀρθωθέντος περὶ τῶν αὐτῶν ἐξεπυνθάνετο, μὴ νεύμασι μόνον ἀλλὰ καὶ
10φωνῇ τὴν μαντείαν ἀρισήμως δηλοῦν ἐπαναγκάζουσα.
Aeth
.

6

.

14

.

7

Καὶ τῆς πρεσβύτιδος ἐν τούτοις οὔσης ἡ Χαρίκλεια πολλὰ τὸν Καλάσιριν καθικέτευε τοῖς γινομένοις πλησιάσαντας
πυνθάνεσθαί τι καὶ αὐτοὺς περὶ τοῦ Θεαγένους, ὁ δὲ παρ‐ ῃτεῖτο φάσκων καὶ τὴν θέαν οὐκ εὐαγῆ μὲν κατ’ ἀνάγκην108 in vol. 2
5δ’ οὖν ὅμως γενομένην ἀνέχεσθαι· εἶναι γὰρ οὐ προ‐ φητικὸν οὔτε ἐπιχειρεῖν οὔτε παρεῖναι ταῖς τοιαῖσδε πράξεσιν, ἀλλὰ τὸ μαντικὸν τούτοις μὲν ἐκ θυσιῶν ἐννό‐ μων καὶ εὐχῶν καθαρῶν παραγίνεσθαι, τοῖς δὲ βεβήλοις καὶ περὶ γῆν τῷ ὄντι καὶ σώματα νεκρῶν εἰλουμένοις οὕτως
10ὡς τὴν Αἰγυπτίαν ὁρᾶν ἡ τοῦ καιροῦ περίπτωσις ἐνδέδωκε.
10
Aeth
.

6

.

15

.

1

Καὶ ἔτι λέγοντος ὁ νεκρὸς οἷον ἐκ μυχοῦ τινος ἢ σπηλαίου φαραγγώδους βαρύ τι καὶ δυσηχὲς ὑποτρύζων «Ἐγὼ μὲν» ἔφη «σοῦ τὰ πρῶτα ἐφειδόμην, ὦ μῆτερ, καὶ παρανομοῦσαν εἰς τὴν ἀνθρωπείαν φύσιν καὶ τοὺς ἐκ
5μοιρῶν θεσμοὺς ἐκβιαζομένην καὶ τὰ ἀκίνητα μαγγανείαις κινοῦσαν ἠνειχόμην, σῴζεται γὰρ ἡ περὶ τοὺς φύντας αἰδὼς ἐφ’ ὅσον οἷόν τε καὶ ἐν τοῖς ἀποιχομένοις.
Aeth
.

6

.

15

.

2

Ἀλλ’ ἐπειδὴ καὶ ταύτην ἀναιρεῖς τὸ κατὰ σαυτὴν καὶ ἐλαύ‐ νεις οὐκ ἀθεμίτοις μόνον τὴν ἀρχὴν ἐπιχειρήσασα ἀλλ’ ἤδη καὶ εἰς ἄπειρον τὸ ἀθέμιτον ἐπεξάγουσα, οὐκ ὀρθοῦσθαι μόνον καὶ νεύειν ἀλλὰ καὶ φθέγγεσθαι σῶμα νεκρὸν ἐκβια‐
5ζομένη κηδείας μὲν τῆς ἐμῆς ἀμελοῦσα καὶ ταῖς λοιπαῖς ἐπιμίγνυσθαι ψυχαῖς ἐμποδίζουσα χρείας δὲ μόνης γενο‐ μένη τῆς σῆς, ἄκουε ταῦθ’ ἃ πάλαι σοι μηνύειν ἐφυλαττό‐ μην.
Aeth
.

6

.

15

.

3

Οὔτε ὁ παῖς σοι περισωθεὶς ἐπανήξει οὔτε αὐτὴ τὸν ἀπὸ ξίφους ἐκφεύξῃ θάνατον ἀλλ’ ἀεὶ δὴ τὸν σαυτῆς βίον ἐν οὕτως ἀθέσμοις πράξεσι καταναλώσασα τὴν ἀπο‐ κεκληρωμένην πᾶσι τοῖς τοιούτοις βιαίαν οὐκ εἰς μακρὰν
109 in vol. 2
5ὑποστήσῃ τελευτήν, ἥτις πρὸς τοῖς ἄλλοις οὐδὲ ἐπὶ σαυ‐ τῆς τὰ οὕτως ἀπόρρητα καὶ σιγῇ καὶ σκότῳ φυλαττόμενα μυστήρια δρᾶν ὑπέμεινας, ἀλλ’ ἤδη καὶ ἐπὶ μάρτυσι τοιού‐ τοις τὰς τῶν κειμένων ἐξορχῇ τύχας·
Aeth
.

6

.

15

.

4

ἑνὶ μὲν προφήτῃ —καὶ τοῦτο μὲν ἔλαττον, σοφὸς γὰρ τὰ τοιαῦτα σιγῇ πρὸς τὸ ἀνεκλάλητον ἐπισφραγίσασθαι καὶ ἄλλως θεοῖς φίλος· τοὺς γοῦν παῖδας εἰς τὸν δι’ αἵματος ἀγῶνα καὶ ξιφήρεις
5καθισταμένους καὶ μονομαχήσειν μέλλοντας ἀποκωλύσει τε καὶ παύσει φανείς, εἴπερ ἐπισπεύσειεν—ἀλλ’ ὃ δὴ βαρύ‐ τερον ὅτι καὶ κόρη τις τῶν ἐπ’ ἐμοὶ γίνεται θεωρὸς καὶ πάντων ἐπακροᾶται, γύναιον ὑπ’ ἔρωτος σεσοβημένον καὶ πᾶσαν ὡς εἰπεῖν ἐπὶ γῆν ἐρωμένου τινὸς ἕνεκεν ἀλώμενον,
10ᾧ μετὰ μυρίους μὲν μόχθους μυρίους δὲ κινδύνους γῆς ἐπ’ ἐσχάτοις ὅροις τύχῃ σὺν λαμπρᾷ καὶ βασιλικῇ συμβιώ‐ σεται.»
Aeth
.

6

.

15

.

5

Τούτων εἰρημένων ὁ μὲν ἔκειτο καταρρα‐ γείς, ἡ δὲ γραῦς συνεῖσα τοὺς ξένους εἶναι τοὺς κατασκό‐ πους ὡς εἶχε σχήματος ξιφήρης τε καὶ ἐμμανὴς ἐπ’ αὐτοὺς ἵεται καὶ κατὰ πᾶν μέρος τῶν κειμένων ἐφέρετο, τοῖς
5νεκροῖς ἐγκεκρύφθαι αὐτοὺς ὑποπτεύουσα γνώμην τε ποιου‐
μένη διαχρήσασθαι εἰ ἀνεύροι ὡς ἐπιβούλως τε καὶ πρὸς ἐναντίου τοῖς αὐτῆς μαγγανεύμασι κατασκόπους γεγενη‐ μένους· ἕως ἀπερίσκεπτον ὑπὸ θυμοῦ τὴν κατὰ τοὺς νεκροὺς ἔρευναν ποιουμένη ἔλαθεν ὠρθωμένῳ κλάσματι δόρατος110 in vol. 2
10κατὰ τοῦ βουβῶνος περιπαρεῖσα. Καὶ ἡ μὲν ἔκειτο τὴν ἐκ
τοῦ παιδὸς μαντείαν οὕτω παρὰ πόδας ἐν δίκῃ πληρώσασα.111 in vol. 2
Aeth
.

7

.

1

.

1

Ὁ δὲ Καλάσιρις καὶ ἡ Χαρίκλεια παρὰ τοσοῦτον ἐλθόντες κινδύνου καὶ ἅμα μὲν τῶν παρόντων φόβων ἐκτὸς ἑαυτοὺς ποιούμενοι ἅμα δὲ τῶν μαντευθέντων ἕνεκεν ἐπισπεύδοντες τῆς ἐπὶ τὴν Μέμφιν ὁδοῦ σπουδαιότερον
5εἴχοντο. Καὶ δὴ καὶ ἐπλησίαζον τῇ πόλει τῶν ἐκ τῆς νεκυίας μεμαντευμένων ἤδη κατ’ αὐτὴν τελουμένων.
Aeth
.

7

.

1

.

2

Ὡς γὰρ ὁ Θύαμις τὸ ἀπὸ τῆς Βήσσης λῃστρικὸν ἐπάγων ἐφίστατο, οἱ μὲν κατὰ τὴν Μέμφιν ὀλίγον ὅσον ἔφθησαν τὰς πύλας ἐπικλεισάμενοι, στρατιώτου τινὸς τῶν ὑπὸ Μιτράνην διαδράντος τὴν κατὰ Βῆσσαν μάχην προϊδόν‐
5τος τε τὴν ἔφοδον καὶ τοῖς ἐν τῷ ἄστει προμηνύσαντος· ὁ δὲ Θύαμις περί τι μέρος τοῦ τείχους τὰ ὅπλα καταθέ‐ σθαι κελεύσας διανέπαυέ τε ἅμα ἐκ συντόνου τῆς ὁδοι‐ πορίας τὸν στρατὸν καὶ ὡς πολιορκήσων δῆθεν ἐποιεῖτο γνώμην.
Aeth
.

7

.

1

.

3

Οἱ δὲ κατὰ τὴν πόλιν, πρότερον μὲν ὡς πλῆθος τὸ ἐπιὸν καταδείσαντες ἀπὸ δὲ τῆς ἐκ τῶν τειχῶν
κατασκοπῆς ὀλίγους εἶναι τοὺς ἐπελθόντας καταγνόντες, ὥρμησαν μὲν καὶ αὐτίκα τοὺς ἐγκαταλελειμμένους ὀλίγους112 in vol. 2
5εἰς φρουρὰν τῆς πόλεως τοξότας τε καὶ ἱππέας ἀναλα‐ βόντες καὶ τὸν ἀστικὸν δῆμον τοῖς προστυχοῦσιν ἐξοπλί‐ σαντες ἐξελθεῖν τε καὶ συμπεσεῖν εἰς μάχην τοῖς ἐναν‐ τίοις.
Aeth
.

7

.

1

.

4

Πρεσβυτικοῦ δέ τινος καὶ τῶν ἐπὶ δόξης δια‐ κωλύσαντος καὶ ἐκδιδάξαντος διότι καὶ εἰ τὸν σατράπην Ὀροονδάτην ἀπεῖναι συμβαίνει τὰ νῦν, ἐπὶ τὸν Αἰθιοπι‐ κὸν ἐκστρατεύσαντα πόλεμον, ἀλλὰ Ἀρσάκῃ γοῦν τῇ ἐκείνου
5γαμετῇ δίκαιον πρότερον ἀνακοινοῦσθαι τὴν πρᾶξιν, ὡς ἂν μετὰ γνώμης τῆς ἐκείνης τὸ εὑρισκόμενον κατὰ τὴν πόλιν στρατιωτικὸν ῥᾷόν τε συλλαμβάνοιμεν καὶ προθυ‐ μότερον, ἐδόκει τε δὴ ταῦτα καλῶς εἰρῆσθαι καὶ ἐπὶ τὰ βασίλεια πάντες ὥρμησαν, ταῦτα ἐχόντων εἰς κατοίκησιν
10τῶν σατραπῶν βασιλέως μὴ παρόντος.
10
Aeth
.

7

.

2

.

1

Ἡ δὲ Ἀρσάκη τὰ μὲν ἄλλα καλή τε ἦν καὶ μεγάλη καὶ συνεῖναι δραστήριος τό τε φρόνημα ἐξ εὐγενείας ὑπέρογκος καὶ οἷον εἰκὸς τὴν ἀδελφὴν βασιλέως τοῦ μεγάλου γεγονυῖαν, ἄλλως δὲ τὸν βίον ἐπίμωμος καὶ ἡδο‐
5νῆς παρανόμου καὶ ἀκρατοῦς ἐλάττων· πρὸς γοῦν ἄλλοις καὶ τῷ Θυάμιδι παραιτία τῆς ἐκ Μέμφεώς ποτε φυγῆς ἐγεγόνει.
Aeth
.

7

.

2

.

2

Ἄρτι γὰρ τοῦ μὲν Καλασίριδος διὰ τὰ ἐκ
θεῶν αὐτῷ περὶ τῶν παίδων προθεσπισθέντα τῆς Μέμ‐ φεως ἑαυτὸν λάθρα πάντων ἐξοικίσαντος καὶ ἀφανοῦς ὄντος ἢ καὶ ἀπολωλέναι δοκοῦντος, τοῦ δὲ Θυάμιδος ὡς113 in vol. 2
5ἂν πρεσβυτέρου παιδὸς ἐπὶ τὴν προφητείαν κληθέντος καὶ τὰς εἰσιτηρίους θυσίας πανδημεὶ τελοῦντος, ἐντυχοῦσα κατὰ τὸν νεὼν τῆς Ἴσιδος ἡ Ἀρσάκη νεανίσκῳ χαρίεντι καὶ ἀκμάζοντι καὶ πρὸς τῆς ἐν χερσὶ πανηγύρεως πλέον ὡραϊσμένῳ ὀφθαλμούς τε ἐπέβαλλεν οὐ σώφρονας καὶ νεύ‐
10ματα τῶν αἰσχροτέρων αἰνίγματα.
Aeth
.

7

.

2

.

3

Καὶ ταῦτα ὁ μὲν Θύαμις οὐδὲ κατὰ μικρὸν προσίετο, φύσει τε καὶ ἐκ παί‐ δων εὖ πεφυκὼς τὰ εἰς σωφροσύνην, καὶ τὰ πρὸς ἐκείνης δρώμενα πόρρω τε ἦν ὡς ἐδρᾶτο 〈τοῦ〉 ὑποπτεύειν καὶ τυχὸν
5ἄλλως πως γίνεσθαι ὑπετίθετο τῶν ἱερῶν ὅλος γινόμενος.
Aeth
.

7

.

2

.

4

Ὅ γε μὴν ἀδελφὸς αὐτῷ Πετόσιρις καὶ πάλαι ζηλο‐ τυπίαν ἐπ’ αὐτῷ νοσῶν τῆς ἱερωσύνης τάς τε προσβολὰς τῆς Ἀρσάκης παρατηρήσας, ἀφορμὴν εἰς ἐπιβουλὴν τοῦ ἀδελφοῦ τὴν ἐκείνης οὐκ ἔννομον πεῖραν ἐποιήσατο· καὶ
5τῷ Ὀροονδάτῃ λάθρα προσιὼν κατεμήνυεν οὐ τὴν ἐκείνης ὄρεξιν μόνον ἀλλ’ ἤδη καὶ ὡς ὁ Θύαμις συγκατατίθοιτο προσεπιψευδόμενος.
Aeth
.

7

.

2

.

5

Ὁ δὲ ῥᾳδίως ὑποπεισθεὶς ἐξ ὧν τὴν Ἀρσάκην προϋπώπτευε, τῇ μὲν κατ’ οὐδὲν ἠνώχλει σαφῆ τε ἔλεγχον οὐκ ἔχων καὶ ἅμα φόβῳ καὶ αἰδοῖ τῇ περὶ τὸ βασίλειον γένος εἴ τι καὶ ὑπώπτευεν ἀνέχεσθαι
5βιαζόμενος. Τῷ μέντοι γε Θυάμιδι θάνατον ἐκ προρρήσεως
συνεχῶς διαπειλῶν, οὐ πρότερον ἀνῆκεν ἄχρις οὗ τὸν μὲν ἐφυγάδευσε τὸν Πετόσιριν δὲ εἰς τὴν προφητείαν ἐγκα‐ τέστησεν.114 in vol. 2
8
Aeth
.

7

.

3

.

1

Ἀλλὰ ταῦτα μὲν χρόνοις ἐγεγόνει προτέροις, τότε δ’ οὖν ἡ Ἀρσάκη, τοῦ πλήθους ἐπὶ τὴν οἴκησιν αὐτῆς συρρυέντος καὶ τήν τε ἔφοδον τῶν ἐναντίων δηλοῦντος (ἤδη καὶ αὐτὴ προῃσθημένη) καὶ τοῖς οὖσι τῶν στρατιω‐
5τῶν ἐπιτρέψαι συνεξελθεῖν αὐτοῖς αἰτοῦντος, οὐκ ἂν ἔφη ταῦτα προχείρως οὕτως ἐπιτρέψαι οὔπω μὲν τὸ πλῆθος τῶν πολεμίων ὅσον οὔπω δὲ οἵτινές εἰσιν ἢ πόθεν εἰδυῖα, καὶ πρός γε οὐδὲ τὴν πρόφασιν δι’ ἣν ἐπεληλύθασι γινώσ‐ κουσα. Χρῆναι γὰρ ἄχρι τῶν τειχῶν διαβῆναι πρότερον
10καὶ ἅπαντα ἐκεῖθεν κατοπτεύσαντας καὶ ἄλλους συλλα‐ βόντας οὕτω τοῖς δυνατοῖς καὶ λυσιτελοῦσιν ἐπιχειρεῖν.
Aeth
.

7

.

3

.

2

Ἐδόκει καλῶς εἰρῆσθαι καὶ ὥρμησαν ὡς εἶχον ἐπὶ τὸ τεῖχος, ἔνθα σκηνὴν ὑπὸ ἁλουργοῖς καὶ χρυσοϋφέσι παρα‐ πετάσμασιν ἐκ προστάγματος ἡ Ἀρσάκη πηξαμένη πολυ‐ τελῶς τε ἑαυτὴν καλλωπίσασα καὶ ἐφ’ ὑψηλῆς καθέδρας
5προκαθίσασα τούς τε σωματοφύλακας ἐν ὅπλοις ὑποχρύ‐
σοις περιστήσασα κηρύκειόν τε εἰς εἰρηνικῶν διαλέξεων σύμβολον ἀναδείξασα, τοὺς πρώτους καὶ ἐπιδόξους τῶν ἐναντίων πλησίον ἥκειν τοῦ τείχους προὔτρεπεν.115 in vol. 2
Aeth
.

7

.

3

.

3

Ὡς δὲ ὁ Θύαμις καὶ ὁ Θεαγένης αἱρεθέντες ὑπὸ τοῦ πλήθους ἀφίκοντο καὶ ἔστησαν ὑπὸ τῷ τείχει τὰ μὲν ἄλλα ὡπλισ‐ μένοι γυμνοὶ δὲ τοῦ κράνους, ὁ κῆρυξ τάδε ἔλεγεν·
5«Ἀρσάκη λέγει πρὸς ὑμᾶς, Ὀροονδάτου μὲν τοῦ πρώτου σατράπου γυνὴ μεγάλου δὲ βασιλέως ἀδελφή, τί βουλό‐ μενοι καὶ τίνες ὄντες ἢ τίνα αἰτίαν ἐπάγοντες τὴν ἔφοδον ἐτολμήσατε;»
Aeth
.

7

.

3

.

4

Οἱ δὲ τὸ μὲν πλῆθος εἶναι Βησσαέων ἀπεκρίναντο ἑαυτὸν δὲ ὁ Θύαμις ὅστις εἴη, καὶ ὅτι παρα‐ νομηθεὶς ὑπό τε τοῦ ἀδελφοῦ Πετοσίριδος καὶ Ὀροονδά‐ του τῆς τε προφητείας ἐξ ἐπιβουλῆς ἀφαιρεθεὶς ἐπὶ
5ταύτην ὑπὸ Βησσαέων κατάγοιτο. Καὶ εἰ μὲν ἀπολαμβάνοι τὴν ἱερωσύνην εἰρήνην τε εἶναι καὶ Βησσαέας εἰς τὴν οἰκείαν ἐπανήξειν οὐδενὶ κατ’ οὐδὲν λυμηναμένους, εἰ δὲ μή, πολέμῳ κριτῇ καὶ τοῖς ὅπλοις ἐπιτρέψειν.
Aeth
.

7

.

3

.

5

Χρῆναι δὲ καὶ Ἀρσάκην, εἴπερ τι διανοεῖται τῶν προση‐ κόντων, εἰς καιρὸν τῆς εἰς αὐτὴν ἐπιβουλῆς ἐκ Πετοσί‐ ριδος τὴν ἄμυναν εἰσπράττεσθαι καὶ τῶν ἀθεμίτων διαβο‐ λῶν, ἃς ψευδῶς πρὸς Ὀροονδάτην ποιησάμενος, ἐκείνῃ
5μὲν πρὸς τὸν ἄνδρα παρανόμου καὶ αἰσχρᾶς ἐπιθυμίας ὑποψίαν αὐτῷ δὲ τὴν ἐκ τῆς πατρίδος φυγὴν ἐπιβε‐
βληκὼς τυγχάνοι.116 in vol. 2
Aeth
.

7

.

4

.

1

Πρὸς ταῦτα διεταράχθη μὲν καὶ σύμπαν τὸ Μεμφιτῶν πλῆθος, τόν τε Θύαμιν ἀναγνωρίζοντες καὶ τῆς ἀπροσδοκήτου φυγῆς αὐτῷ τὴν αἰτίαν ἐν ἀρχῇ μὲν καὶ ἡνίκα ἐγίνετο ἀγνοήσαντες ἐκ δὲ τῶν λεχθέντων δι’
5ὑποψίας τε ἄγοντες καὶ ἀλήθειαν εἶναι πιστεύοντες· ἡ δὲ Ἀρσάκη πλέον ἢ σύμπαντες συνεχέθη τὴν διάνοιαν καὶ κλύδωνι φροντισμάτων περιεστοίχιστο.
Aeth
.

7

.

4

.

2

Θυμοῦ μὲν ἐπὶ τὸν Πετόσιριν πεπληρωμένη καὶ πρὸς τὰ πάλαι συμβάντα τῇ διανοίᾳ ἀναπεμπάζουσα ὅπως ἂν τιμωρήσαιτο συνετάτ‐ τετο, τὸν δὲ Θύαμιν ὁρῶσα καὶ αὖθις τὸν Θεαγένην διεσ‐
5πᾶτο τὴν διάνοιαν καὶ ἐμερίζετο εἰς τὴν πρὸς ἑκάτερον ἐπιθυμίαν, ἔρωτα ἐπ’ ἀμφοτέροις τὸν μὲν ἀνανεουμένη τὸν δὲ δριμύτερον ἄρτι τῇ ψυχῇ καταβαλλομένη, ὥστε οὐδὲ τοὺς περιεστηκότας ἔλαθεν ἀδημονοῦσα.
Aeth
.

7

.

4

.

3

Πλὴν ἀλλὰ μικρὸν δὴ διαλιποῦσα καὶ ὥσπερ οἱ ἐξ ἐπιλήψεως ἑαυτὴν ἀναλαβοῦσα «Πολέμου μέν, ὦ βέλτιστοι» ἔφη, «μανίαν ἐνοσήσατε πάντες μὲν Βησσαεῖς οὐχ ἥκιστα δὲ
5ὑμεῖς, ἀκμαῖοι καὶ χαρίεντες οὕτω νεανίαι καὶ εὖ γεγο‐ νότες ὡς γινώσκω τε καὶ εἰκάζειν πάρεστιν, εἰς προῦπτον κίνδυνον ὑπὲρ λῃστῶν καὶ ταῦτα ἑαυτοὺς καθέντες οὐδὲ πρὸς τὴν πρώτην προσβολὴν εἰ μάχης δεήσειεν ἀρκέ‐
σοντες· μὴ γὰρ οὕτω τὰ τοῦ μεγάλου βασιλέως ἀσθενή‐117 in vol. 2
10σειεν ὡς, εἰ καὶ τὸν σατράπην ἀπεῖναι συμβαίνει, μὴ διὰ τῶν λειψάνων γοῦν τῆς ἐνταῦθα στρατιᾶς ἅπαντας ὑμᾶς σαγηνευθῆναι.
Aeth
.

7

.

4

.

4

Ἀλλ’ οὐδὲν οἶμαι δεῖ τρίβεσθαι τοὺς πολλούς, καὶ τῆς κατὰ τὴν ἔφοδον προφάσεως ἰδίας τινῶν οὔσης ἀλλ’ οὐ δημοσίας οὐδὲ κοινῆς, μὴ οὐχὶ καὶ ἰδίᾳ τὴν ἀμφισβήτησιν κρίνεσθαι καὶ πέρας τὸ ἐκ θεῶν
5τε καὶ δίκης αὐτῆς ὁρισθησόμενον ἐκδέχεσθαι. Δοκεῖ δή μοι» ἔφη «καὶ προστάττω τοὺς μὲν ἄλλους Μεμφιτῶν τε καὶ Βησσαέων ἡσύχους εἶναι μηδὲ ἀπροφάσιστον ἀλλή‐ λοις ἐπιφέρειν πόλεμον, τοὺς δὲ τῆς προφητείας ἀμφισ‐ βητοῦντας πρὸς ἀλλήλους μονομαχήσαντας ἔπαθλον τῷ
10νικῶντι προθέσθαι τὴν ἱερωσύνην.»
10
Aeth
.

7

.

5

.

1

Ταῦτα τῆς Ἀρσάκης εἰπούσης οἱ μὲν κατὰ τὴν πόλιν ἅπαντες ἀνεβόησαν καὶ τὰ εἰρημένα ἐπῄνουν, ἅμα μὲν εἰς ὑποψίαν μοχθηρᾶς προαιρέσεως κατὰ τοῦ Πετο‐ σίριδος κεκινημένοι ἅμα δὲ καὶ τὸν ἐν ὀφθαλμοῖς καὶ ὅσον
5οὔπω προσδοκώμενον κίνδυνον αὐτός τις ἕκαστος εἰς τὸν δι’ ἑτέρων ἀγῶνα διώσασθαι δοκιμάζων.
Aeth
.

7

.

5

.

2

Οἱ πολλοὶ δὲ Βησσαέων ἐῴκεσαν οὐκ ἀρεσκομένοις οὐδὲ ἐκδοῦναι προ‐ κινδυνεύειν σφῶν τὸν ἔξαρχον βουλομένοις, ἄχρις 〈οὗ〉 ὁ Θύ‐ αμις ἔπεισε συγκαταθέσθαι, τό τε ἀσθενὲς καὶ τὴν εἰς
5πολέμους ἀπειρίαν τοῦ Πετοσίριδος καταμηνύων καὶ ὡς
ἐκ πολλοῦ τοῦ περιόντος ἔσται ἑαυτῷ τὰ τῆς μάχης ἐπιθαρσύνων, ἅπερ ὡς ἔοικε καὶ ἡ Ἀρσάκη λαβοῦσα ἐνθύ‐ μιον τὴν μονομαχίαν προὔθηκεν, ἀνύποπτον ἑαυτῇ κατορ‐ θωθήσεσθαι τὸν σκοπὸν συνορῶσα καὶ ὡς ὁ Πετόσιρις118 in vol. 2
10ἀραρότως αὑτῇ δίκην ὑφέξει πρὸς πολλῷ γενναιότερον τὸν Θύαμιν διαγωνιζόμενος.
Aeth
.

7

.

5

.

3

Ἦν οὖν καὶ λόγου θᾶτ‐ τον ὁρᾶν τὰ τῆς προστάξεως περαινόμενα, τοῦ Θυάμιδος προθυμίᾳ πάσῃ τὴν πρόκλησιν ἐπισπεύδοντος καὶ τὰ λει‐ πόμενα τῶν ὅπλων ἐν κόσμῳ τῷ γινομένῳ καὶ γεγηθότως
5ἀναλαμβάνοντος, πολλὰ καὶ τοῦ Θεαγένους ἐπιθαρσύνον‐ τος καὶ τό τε κράνος τῇ κεφαλῇ περιτιθέντος εὔλοφόν τε καὶ ὑποχρύσῳ μαρμαρυγῇ πυρσευόμενον καὶ τἄλλα τῶν ὅπλων πρὸς τὸ ἀσφαλὲς διαδέοντος, τοῦ δὲ Πετοσίριδος καὶ ὑπ’ ἀνάγκης πυλῶν τε ἐκτὸς ἐκ προστάγματος τῆς
10Ἀρσάκης ὠθουμένου (πολλά τε καὶ εἰς παραίτησιν βοῶν‐ τος) καὶ πρὸς βίαν ἐξοπλιζομένου.
Aeth
.

7

.

5

.

4

Θεασάμενος δὲ αὐτὸν ὁ Θύαμις «Ὦ ’γαθέ» ἔφη «Θεάγενες, οὐχ ὁρᾷς ὅπως τῷ δέει πάλλεται ὁ Πετόσιρις;» «Ὁρῶ» ἔφη, «ἀλλὰ πῶς χρήσῃ τοῖς προκειμένοις; οὐ γὰρ
5ἁπλῶς πολέμιος ἀλλὰ καὶ ἀδελφὸς ὁ ἐναντίος.» Ὁ δὲ «Εὖ λέγεις» εἶπε «καὶ τοῦ σκοποῦ τῆς ἐμῆς δια‐ νοίας ἐστοχασμένως. Νικῆσαι δὴ οὖν θεοῦ νεύοντος, οὐκ ἀποκτεῖναι προῄρημαι· μὴ γὰρ οὕτω ποτὲ ὀργὴ καὶ μῆνις ἐφ’ οἷς προπέπονθα κρατήσειεν ὡς αἵματος αὐτα‐
10δέλφου καὶ φόνου μιάσματος ὁμογαστρίου ἄμυναν μὲν ἐπὶ τοῖς παρελθοῦσι τιμὴν δέ τινα ἐπὶ τοῖς μέλλουσιν ἀλλάξασθαι.»119 in vol. 2
Aeth
.

7

.

5

.

5

«Γενναίου τὰ ῥήματα» ἔφη ὁ Θεα‐ γένης «καὶ γνωρίζοντος εὖ τὴν φύσιν· ἀλλ’ ἐμοὶ δῆτα τί παραφυλάττειν ἐπιστέλλεις;» Καὶ ὃς «Ὁ μὲν προκεί‐ μενος ἀγὼν εὐκαταφρόνητος, ἀλλ’ ἐπειδὴ πολλὰ καὶ παρά‐
5δοξα πολλάκις αἱ κατ’ ἀνθρώπους τύχαι καινουργοῦσιν, εἰ μὲν κρατοίην συνεισελεύσῃ τε εἰς τὸ ἄστυ καὶ συνοικήσεις ἐπὶ τοῖς ὁμοίοις· εἰ δέ τι τῶν παρ’ ἐλπίδας ἀποβαίνοι, Βησσαέων ἡγήσῃ τούτων εὔνοιαν πρός σε πολλὴν ἐχόντων καὶ τὸν λῃστρικὸν διαθλήσεις βίον ἕως ἄν τι τέλος τῶν
10κατά σε δεξιώτερον ὑποφήνῃ θεός.»
10
Aeth
.

7

.

6

.

1

Ἐπὶ τούτοις ἠσπάζοντό τε ἀλλήλους σὺν δάκρυ‐ σιν ἅμα καὶ φιλήμασι καὶ ὁ μὲν αὐτοῦ καθῆστο ὡς εἶχε περισκοπῶν τὸ μέλλον· καὶ τῇ Ἀρσάκῃ παρεῖχεν οὐκ εἰδὼς ἐντρυφᾶν αὐτοῦ τῇ θέᾳ παντοίως αὐτὸν περισκο‐
5πούσῃ καὶ τοῖς ὀφθαλμοῖς τέως ἀπολαύειν τῆς ἐπιθυμίας ἐπιτρεπούσῃ.
Aeth
.

7

.

6

.

2

Ὁ δὲ Θύαμις ἐπὶ τὸν Πετόσιριν ὥρμη‐ σεν, οὐ μὴν ὑπέστη γε ἐκεῖνος τὴν ἔφοδον ἀλλὰ παρὰ τὴν πρώτην κίνησιν εἰς φυγὴν τραπεὶς ἐπὶ τὰς πύλας ἵετο εἰσφρῆσαι εἰς τὸ ἄστυ προθυμούμενος. Ἀλλ’ ἤνυέ τε
5οὐδέν, ὑπὸ τῶν ἐφεστώτων ταῖς πύλαις ἀποκρουόμενος,
καί, τῶν ἐπὶ τοῦ τείχους μὴ παραδέχεσθαι καθ’ ὃ μέρος ὁρμήσειεν ἐπικελευομένων, ἀπεδίδρασκε δὴ τέως, ὡς εἶχε τάχους, περὶ τὸν κύκλον τοῦ ἄστεως, ἤδη καὶ τὰ ὅπλα ἀποβαλών.120 in vol. 2
Aeth
.

7

.

6

.

3

Συμπαρέθει δὲ κατόπιν καὶ ὁ Θεαγένης ὑπεραγωνιῶν τε τοῦ Θυάμιδος καὶ τῶν γινομένων μὴ πάντα ὁρᾶν οὐ φέρων· οὐ μὴν ἔνοπλός γε, τοῦ μή τινα λαβεῖν ὑπόνοιαν ὡς τῷ Θυάμιδι τοῦ ἔργου συνεφαψόμε‐
5νος, ἀλλ’ ἔνθα καθῆστο τοῦ τείχους ὑπ’ ὄψει τῆς Ἀρσά‐ κης τὴν ἀσπίδα καὶ τὸ δόρυ καταθέμενος καὶ ταῦτα περισ‐ κοπεῖν αὐτῇ πάλιν ἀνθ’ ἑαυτοῦ παρασχὼν συμπαρωμάρτει τοῖς δρόμοις, οὔτε ἁλισκομένου τοῦ Πετοσίριδος οὔτε κατὰ πολὺ τῇ φυγῇ φθάνοντος ἀλλ’ ἀεὶ ληφθησομένῳ
10προσεοικότος καὶ τοσοῦτον ὑπεκφεύγοντος ὅσον εἰκὸς ἦν τοῦ ἀνόπλου καθυστερεῖν ὡπλισμένον τὸν Θύαμιν.
Aeth
.

7

.

6

.

4

Εἰς ἅπαξ μὲν οὖν καὶ δεύτερον οὕτω περιήλασαν τὸ τεῖχος· ἀλλ’ ὅτε δὴ τρίτος αὐτοῖς ἠνύετο κύκλος, ἤδη τὸ δόρυ τοῦ Θυάμιδος κατὰ τῶν μεταφρένων τοῦ ἀδελφοῦ κατα‐
5σείοντος καὶ μένειν ἢ βεβλήσεσθαι διαπειλοῦντος (ἡ πόλις δὲ ὥσπερ ἐκ θεάτρου περιεστῶσα τοῦ τείχους ἠθλοθέτει τὴν θέαν), τότε δή πως εἴτε τι δαιμόνιον εἴτε τύχη τις τὰ ἀνθρώπεια βραβεύουσα καινὸν ἐπεισόδιον ἐπετραγῴδει τοῖς δρωμένοις, ὥσπερ εἰς ἀνταγώνισμα δράματος ἀρχὴν
10ἄλλου παρεισφέρουσα,
Aeth
.

7

.

6

.

5

καὶ τὸν Καλάσιριν εἰς ἡμέραν καὶ ὥραν ἐκείνην ὥσπερ ἐκ μηχανῆς σύνδρομόν τε καὶ οὐκ εὐτυχῆ θεωρὸν τῷ περὶ ψυχῆς ἀγῶνι τῶν παίδων ἐφίστησι, πολλὰ μὲν ἀνατλάντα καὶ πάντα μηχανησάμε‐
5νον φυγάς τε ἑαυτῷ καὶ ἄλας ξενικὰς ἐπιβαλόντα, εἴ πως ἐκκλίνειε τὴν οὕτως ἀπηνῆ θέαν, ἐκνικηθέντα δὲ ὑπὸ τῆς εἱμαρμένης καὶ ἰδεῖν ἃ πάλαι αὐτῷ οἱ θεοὶ προε‐ θέσπισαν συνελαθέντα, πόρρωθεν μὲν τὰ τῆς διώξεως προκατοπτεύσαντα ἐκ δὲ τῶν πολλάκις προρρηθέντων121 in vol. 2
10τοὺς παῖδας εἶναι τοὺς ἑαυτοῦ συννοήσαντα καὶ συντονω‐ τέροις ἢ καθ’ ἡλικίαν δρόμοις ἐπὶ τῷ φθῆναι τὴν εἰς τέλος αὐτῶν συμπλοκὴν καὶ τὸ γῆρας βιασάμενον.
12
Aeth
.

7

.

7

.

1

Ὡς δ’ οὖν ἐπέστη καὶ πλησίον ἤδη συμπαρέθει «Τί ταῦτα, ὦ Θύαμι καὶ Πετόσιρι;» συνεχῶς ἐβόα· «τί ταῦτα, ὦ παῖδες;» ἀνεκάλει πολλάκις. Οἱ δὲ οὐδέπω τὴν πατρῴαν ἀναγνωρίζοντες ὄψιν, τοῦ μὲν ἔτι τοῖς πτωχι‐
5κοῖς ἠμφιεσμένου ῥάκεσιν αὐτοὶ δὲ ὅλοι τῆς ἀγωνίας ὄντες, ὥς τινα τῶν ἀγυρτῶν ἢ καὶ ἄλλως ἐξεστηκότων παρήμει‐ βον· τῶν δὲ ἐπὶ τοῦ τείχους οἱ μὲν ἐθαύμαζον ὡς ἀφει‐ δοῦντα αὐτοῦ καὶ εἰς ξιφήρεις ἐμβάλλοντα οἱ δὲ ὡς παρα‐ πλῆγα καὶ μάτην φερόμενον ἐγέλων.
Aeth
.

7

.

7

.

2

Ἀλλ’ ὅτε συνεὶς ὁ πρεσβύτης ὑπὸ τῆς εὐτελείας τοῦ σχήματος ἑαυτὸν οὐ γνωριζόμενον ἐγυμνώθη μὲν τῶν ἐπιβεβλημένων ῥακῶν τὴν δὲ ἱερὰν κόμην ἄδετον οὖσαν καθῆκε καὶ τὸ κατ’
5ὤμων φορτίον καὶ τὴν ἐν χερσὶ βακτηρίαν ἀπορρίψας ἔστη κατὰ πρόσωπον καὶ ὤφθη γεραρός τε καὶ ἱεροπρεπής, ὑπώκλασέ τε ἠρέμα καὶ τὰς χεῖρας εἰς ἱκετηρίαν προτεί‐ νας «Ὦ τέκνα» σὺν δάκρυσιν ἀνωλόλυξεν «οὗτος ἐγὼ
Καλάσιρις, οὗτος ἐγὼ πατὴρ ὁ ὑμέτερος. Αὐτοῦ στῆτε122 in vol. 2
10καὶ τὴν ἐκ μοιρῶν μανίαν στήσατε, τὸν φύντα καὶ ἔχοντες καὶ αἰδεσθέντες»,
Aeth
.

7

.

7

.

3

τότε οἱ μὲν παρείθησαν καὶ κατε‐ νεχθῆναι μικρὸν ἀπολιπόντες προσέπιπτον ἄμφω τῷ πατρὶ καὶ τοῖς γόνασι περιφύντες πρῶτα μὲν ἀτενέστερον ἐνο‐ ρῶντες διηκριβοῦντο τὸν ἀναγνωρισμόν, ὡς δὲ οὐ φάσμα
5τὴν ὄψιν ἀλήθειαν δὲ ἐγνώρισαν, πολλὰ ἅμα καὶ ἐξ ἐναν‐ τίων ἔπασχον· ἥδοντο ἐπὶ τῷ φύντι σωζομένῳ παρ’ ἐλπί‐ δας, ἐφ’ ᾗ κατελαμβάνοντο πράξει καὶ ἠνιῶντο καὶ ᾐσχύ‐ νοντο, τῆς ἀδηλίας τῶν ἀποβησομένων εἰς ἀγωνίαν καθίσ‐ ταντο.
Aeth
.

7

.

7

.

4

Καὶ ταῦτα ἔτι τῶν ἐκ τῆς πόλεως θαυμαζόντων καὶ λεγόντων μὲν οὐδὲν οὐδὲ πραττόντων, ὥσπερ δὲ ἀχανῶν ὑπ’ ἀγνοίας καὶ τοῖς γεγραμμένοις παραπλησίων πρὸς μόνην τὴν θέαν ἐπτοημένων, ἕτερον ἐγίνετο παρεγκύκλημα τοῦ
5δράματος—ἡ Χαρίκλεια.
Aeth
.

7

.

7

.

5

Κατ’ ἴχνος γὰρ ἐφεπομένη τοῦ Καλασίριδος καὶ πόρρωθεν ἀναγνωρίσασα τὸν Θεαγένην, ὀξὺ γάρ τι πρὸς ἐπίγνωσιν ἐρωτικῶν ὄψις καὶ κίνημα πολλά‐ κις καὶ σχῆμα μόνον κἂν πόρρωθεν ᾖ κἂν ἐκ νώτων τῆς ὁμοιό‐
5τητος τὴν φαντασίαν παρέστησεν, ὥσπερ οἰστρηθεῖσα ὑπὸ ὄψεως ἐμμανὴς ἐπ’ αὐτὸν ἵεται καὶ περιφῦσα τοῦ αὐχένος ἀπρὶξ εἴχετο καὶ ἐξήρτητο καὶ γοεροῖς τισι κατησπάζετο θρήνοις.
Aeth
.

7

.

7

.

6

Ὁ δὲ οἷον εἰκὸς ὄψιν τε ῥυπῶσαν καὶ πρὸς τὸ αἰσχρότερον ἐπιτετηδευμένην ἰδὼν καὶ ἐσθῆτα τετρυχω‐ μένην καὶ κατερρωγυῖαν, ὥσπερ τινὰ τῶν ἀγειρουσῶν καὶ
ἀληθῶς ἀλῆτιν διωθεῖτο καὶ παρηγκωνίζετο· καὶ τέλος123 in vol. 2
5ἐπειδὴ οὐ μεθίει, ὡς ἐνοχλοῦσαν καὶ τῇ θέᾳ τῶν ἀμφὶ Καλάσιριν ἐμποδὼν ἱσταμένην καὶ διερράπισεν.
Aeth
.

7

.

7

.

7

Ἡ δὲ «Ὦ Πύθιε» ἔφη πρὸς αὐτὸν ἠρέμα «οὐδὲ τοῦ λαμπα‐ δίου μέμνησαι;» Καὶ τότε ὁ Θεαγένης ὥσπερ βέλει τῷ ῥήματι βληθεὶς καὶ τῶν συγκειμένων αὐτοῖς συμβόλων τὸ
5λαμπάδιον γνωρίσας, ἐνατενίσας τε καὶ ταῖς βολαῖς τῶν ὀφθαλμῶν τῆς Χαρικλείας ὥσπερ ὑπ’ ἀκτῖνος ἐκ νεφῶν διᾳττούσης καταυγασθείς, περιέβαλλέ τε καὶ ἐνηγκαλίζετο. Καὶ τέλος τὸ πρὸς τῷ τείχει σύμπαν καθ’ ὃ προκαθῆστο ἡ Ἀρσάκη, διοιδουμένη καὶ οὐκ ἄνευ ζηλοτυπίας ἤδη
10τὴν Χαρίκλειαν θεωμένη, σκηνογραφικῆς ἐπληροῦτο θαυ‐ ματουργίας.
11
Aeth
.

7

.

8

.

1

Λέλυτο μὲν ἄθεσμος ἀδελφῶν πόλεμος καὶ ἀγὼν ὁ δι’ αἵματος κριθήσεσθαι προσδοκώμενος εἰς κωμικὸν ἐκ τραγικοῦ τὸ τέλος κατέστρεφε. Πατὴρ τοὺς παῖδας ξιφή‐ ρεις ἐπ’ ἀλλήλους καὶ μονομαχοῦντας θεασάμενος καὶ τὸν
5παρὰ τοσοῦτον τῶν τέκνων θάνατον ἐν ὀφθαλμοῖς τοῖς γεννήσασι δυστυχῆσαι κινδυνεύσας εἰρήνης αὐτὸς ἐγίνετο πρύτανις, διαδρᾶναι μὲν τὸ προωρισμένον ἐκ μοιρῶν ἀδυνα‐ τήσας εἰς καιρὸν δὲ ἐπιστῆναι τοῖς ἀποκεκληρωμένοις εὐτυχήσας.
Aeth
.

7

.

8

.

2

Παῖδες τὸν φύντα μετὰ δεκαετοῦς ἄλης
χρόνον ἐκομίζοντο καὶ τὸν αἴτιον τῆς ἐπὶ τῇ προφητείᾳ καὶ μέχρις αἵματος στάσεως αὐτοὶ μικρὸν ὕστερον κατέστε‐ φον καὶ τοῖς [τε] συμβόλοις τῆς ἱερωσύνης ἀναδοῦντες124 in vol. 2
5παρέπεμπον. Ἐφ’ ἅπασι τὸ ἐρωτικὸν μέρος τοῦ δράματος ἡ Χαρίκλεια καὶ ὁ Θεαγένης ἐπήκμαζεν, ὡραῖοι καὶ χαρίεν‐ τες οὕτω νέοι παρ’ ἐλπίδα πᾶσαν ἀλλήλους ἀπειληφότες καὶ πλέον τῶν ἄλλων εἰς τὴν ἐφ’ ἑαυτοὺς θέαν τὴν πόλιν ἐπιστρέφοντες.
Aeth
.

7

.

8

.

3

Ἐξεχέθη γοῦν πᾶσα διὰ πυλῶν καὶ τὸ προκείμενον πεδίον ἐπλήρου διὰ πάσης ἡλικίας, τοῦ μὲν ἐφηβεύοντος τῆς πόλεως καὶ εἰς ἄνδρας ἄρτι παραλλάτ‐ τοντος τῷ Θεαγένει προστρέχοντος, τῷ δὲ Θυάμιδι τῆς
5ἀκμαζούσης ἡλικίας καὶ † τοὺς ἄνδρας ὁλοκλήρως πλη‐ ρούσης † καί τι καὶ ἀναγνωρίζειν τὸν Θύαμιν ἐχούσης· τὸ δὲ παρθενεῦον τοῦ ἄστεως καὶ νυμφῶνας ἤδη φανταζόμε‐ νον τὴν Χαρίκλειαν περιεῖπε, πρεσβυτικὸν δὲ καὶ ἱερὸν ἅπαν γένος ἐδορυφόρει τὸν Καλάσιριν.
Aeth
.

7

.

8

.

4

Καὶ πομπή τις ἱεροπρεπὴς αὐτοσχέδιος ἐστέλλετο, τοὺς μὲν Βησσαέας τοῦ Θυάμιδος ἀποπέμψαντος καὶ χάριν τε τὴν γενομένην ὑπὲρ τῆς προθυμίας ὁμολογήσαντος καὶ βοῦς μὲν ἑκατὸν
5χίλια δὲ πρόβατα καὶ δραχμὰς ἑκάστῳ δέκα μικρὸν ὕστερον καὶ εἰς πληρουμένην τὴν σελήνην ἀποστέλλειν ἐπαγγειλα‐ μένου, τὸν αὐχένα δὲ ὑπάγοντος ταῖς χερσὶ τοῦ πατρὸς
καὶ τὴν πορείαν ἐπικουφίζοντος καὶ τὴν βάσιν τοῦ πρεσ‐ βύτου πρὸς τὸ παρ’ ἐλπίδα χαῖρον ἠρέμα παραλυομένην125 in vol. 2
10ἐφεδράζοντος.
Aeth
.

7

.

8

.

5

Ἐποίει δὲ ταὐτὸν ἐκ θατέρων καὶ ὁ Πετόσιρις καὶ ὑπὸ λάμπασιν ἡμμέναις ἐπὶ τὸν νεὼν τῆς Ἴσιδος κατήγετο ὁ πρεσβύτης, ὑπὸ κρότῳ καὶ εὐφημίᾳ πολλῇ δορυφορούμενος, πολλῶν ἅμα συρίγγων καὶ αὐλῶν
5ἱερῶν ἐπηχούντων καὶ πρὸς χοροὺς τὸ ἀγέρωχον τῆς ἡλικίας ἐκβακχευόντων.
Aeth
.

7

.

8

.

6

Οὐ μὴν οὐδὲ ἡ Ἀρσάκη κατό‐ πιν ἐλείπετο τῶν δρωμένων, ἀλλ’ ἴδιον δορυφόρημα καὶ πομπείαν καθ’ ἑαυτὴν ὑπέρογκόν τινα σοβοῦσα ὅρμους καὶ πολὺν χρυσὸν ἐνέβαλεν εἰς τὸ Ἰσεῖον, οὑτωσὶ μὲν
5δοκεῖν δι’ ἅπερ καὶ ἡ λοιπὴ πόλις, ἐκ μόνου δὲ τοῦ Θεαγέ‐ νους τὸν ὀφθαλμὸν ἀναρτήσασα καὶ πλέον τῶν ἄλλων τῆς ἐκείνου θέας ἐμφορουμένη, οὐ μὴν ἔχουσά γε καθαρὸν τὸ ἡδόμενον· ἀλλὰ τὴν Χαρίκλειαν ὁ Θεαγένης ἐξ ὠλένης χειραγωγῶν καὶ τὴν ὀχλικὴν ἐπιφορὰν ἀναστέλλων δριμύ
10τι τῇ Ἀρσάκῃ ζηλοτυπίας κέντρον ἐνέβαλλεν.
Aeth
.

7

.

8

.

7

Ὡς οὖν ἐντὸς ἐγεγόνει τῶν ἀνακτόρων ὁ Καλάσιρις ῥίπτει μὲν ἑαυτὸν ἐπὶ πρόσωπον τοῖς δὲ ἴχνεσι προσφὺς τοῦ ἀγάλ‐ ματος ὡρῶν τε ἐπὶ πλεῖστον οὕτως ἔχων ὀλίγου μὲν καὶ
5ἐκθανεῖν ἐδέησεν. Ἀναλαβόντων δὲ τῶν περιεστώτων μόλις διαναστὰς καὶ σπείσας τε τῇ θεῷ καὶ κατευξάμενος, ἀφελὼν τῆς ἑαυτοῦ κεφαλῆς τὸν τῆς ἱερωσύνης στέφανον τὸν παῖδα τὸν Θύαμιν κατέστεφεν, αὐτὸς μὲν ἤδη γηραιός
τε εἶναι πρὸς τὸ πλῆθος εἰπὼν καὶ ἄλλως προορᾶν τὴν126 in vol. 2
10τελευταίαν πλησιάζουσαν, τὸν δὲ παῖδα πρεσβύτερον ὄντα τοῦ γένους χρεωστεῖσθαί τε τὰ σύμβολα τῆς προφητείας ἐκ τοῦ νόμου καὶ ἱκανῶς γε ἔχειν ψυχῆς τε ἅμα καὶ σώμα‐ τος πρὸς τὰς τῆς ἱερωσύνης λειτουργίας.
13
Aeth
.

7

.

9

.

1

Ἐκβοήσαντος δὲ πρὸς ταῦτα τοῦ δήμου καὶ συγ‐ κατατίθεσθαι διὰ τῶν ἐπαίνων παραδηλοῦντος, αὐτὸς μὲν τοῦ νεὼ μέρος τι καταλαβὼν ὃ δὴ τοῖς προφητεύουσιν ἀποκεκλήρωτο τούς τε παῖδας ἔχων ἅμα καὶ τοὺς περὶ τὸν
5Θεαγένην ἐγκατέμεινεν· οἱ λοιποὶ δὲ εἰς οἴκησιν ἕκαστος τὴν ἑαυτῶν ἀπεχώρουν· ἀπεχώρει δὲ καὶ ἡ Ἀρσάκη μόλις μὲν καὶ πολλάκις ἀναστρέφουσα καὶ πλείονι θεραπείᾳ δῆθεν τῇ περὶ τὴν θεὸν ἐναλύουσα πλὴν ἀλλ’ ἀπεχώρει γε ὀψέ ποτε καὶ θαμὰ πρὸς τὸν Θεαγένην ἕως ἐξῆν ἐπιστρέ‐
10φουσα.
Aeth
.

7

.

9

.

2

Ἐπεὶ δ’ οὖν εἰς τὴν βασίλειον αὐλὴν ἦλθε, διαμπὰξ ἐπὶ τὸν θάλαμον ἵεται καὶ καταβαλοῦσα ἑαυτὴν ἐπὶ τῆς κλίνης ὡς εἶχε σχήματος ἔκειτο ἄναυδος, γύναιον καὶ ἄλλως πρὸς ἄσεμνον ἡδονὴν ἐπίφορον τότε δὲ πλέον
5ὑπὸ θέας ἀμάχου τῆς Θεαγένους καὶ τὰς πώποτε εἰς πεῖ‐ ραν ἐλθούσας ὄψεις ὑπερπαιούσης ἀνακαόμενον.
Aeth
.

7

.

9

.

3

Παν‐ νύχιος γοῦν ἔκειτο, πυκνὰ μὲν πρὸς ἑκατέραν πλευρὰν τὸ
σῶμα διαστρέφουσα πυκνὰ δὲ καὶ βύθιον ἐπιστένουσα καὶ νῦν μὲν ὀρθουμένη νῦν δὲ ὀκλάζουσα ἐπὶ τῆς στρωμνῆς127 in vol. 2
5καὶ τῆς ἐσθῆτος ἑαυτὴν κατὰ μέρος ἀπογυμνοῦσα καὶ αὖθις ἀθρόον ἐπὶ τὴν εὐνὴν καταφέρουσα καί ποτε καὶ παιδίσκην ἀπροφασίστως προσκαλέσασα αὖθις ἀπέπεμπεν οὐδὲν ἐπι‐ στείλασα.
Aeth
.

7

.

9

.

4

Καὶ ἁπλῶς εἰς μανίαν λοιπὸν ἐλάνθανεν ὁ ἔρως ὑποφερόμενος, ἕως δή τις πρεσβῦτις ὄνομα Κυβέλη τῶν θαλαμηπόλων καὶ συνήθως τὰ ἐρωτικὰ τῇ Ἀρσάκῃ δια‐ κονουμένων εἰσδραμοῦσα εἰς τὸν θάλαμον, ἔλαθε γὰρ αὐτὴν
5οὐδ’ ὁτιοῦν τῶν γινομένων ἅτε λύχνου φαίνοντος καὶ οἷον συνεξάπτοντος τῇ Ἀρσάκῃ τὸν ἔρωτα,
Aeth
.

7

.

9

.

5

«Τί ταῦτα» ἔλεγεν «ὦ δέσποινα; τί σε νέον ἢ καινὸν ἀλγύνει πάθος; τίς πάλιν ὀφθεὶς τὴν ἐμὴν διαταράττει τροφίμην; τίς οὕτως ἀλαζὼν καὶ ἔκφρων ὡς τοῦ κατὰ σὲ τοσούτου κάλ‐
5λους μὴ ἡττῆσθαι μηδὲ εὐδαιμονίαν ἡγεῖσθαι τὴν σὴν ἐράσ‐ μιον ὁμιλίαν ἀλλὰ νεῦμα τὸ σὸν καὶ βουλὴν ὑπερφρονεῖν; Ἔξειπε μόνον, ὦ γλυκύτατον ἐμοὶ παιδίον· οὐδεὶς οὕτως ἀδαμάντινος ὡς μὴ τοῖς ἡμετέροις ἁλῶναι θελγήτροις· ἔξειπε καὶ οὐκ ἂν φθάνοις ἀνύουσα τὰ κατὰ γνώμην.
10Ἔργοις δὲ οἶμαι πολλάκις τὴν πεῖραν εἴληφας.»
10
Aeth
.

7

.

10

.

1

Ἡ μὲν ταῦτα καὶ ὅμοια ἕτερα κατεπῇδε πολλὰ
τοῖς ποσὶ τῆς Ἀρσάκης προσκνυζωμένη καὶ παντοίαις κολακείαις ἐξειπεῖν τὸ πάθος ἐπαγομένη. Ἡ δὲ μικρὸν ἐφησυχάσασα «Βέβλημαι» εἶπεν «ὦ μῆτερ ὡς οὔπω128 in vol. 2
5πρότερον καὶ πολλὰ δὴ πρὸς σοῦ καὶ πολλάκις εὖ παθοῦσα ἐν ὁμοίαις ταῖς χρείαις οὐκ οἶδα εἰ καὶ νῦν ἕξω κατορθοῦσαν.
Aeth
.

7

.

10

.

2

Ὁ γάρ τοι πόλεμος ὁ πρὸ τῶν τειχῶν τήμερον ὀλίγου μὲν συγκροτηθεὶς ἀθρόον δὲ καταστα‐ λεὶς τοῖς μὲν ἄλλοις ἀναίμακτος ἀπεφάνθη καὶ εἰς εἰρή‐ νην κατέστρεψεν, ἐμοὶ δὲ ἀρχή τις ἀληθεστέρου πολέμου
5καὶ τραῦμα οὐ μέρους μόνον ἢ μέλους ἀλλὰ καὶ ψυχῆς αὐτῆς γέγονε, τὸν ξένον ἐκεῖνον νεανίαν τὸν τῷ Θυάμιδι κατὰ τὴν μονομαχίαν παραθέοντα οὐκ εὐτυχῶς ἐπιδείξας.
Aeth
.

7

.

10

.

3

Οἶσθά που πάντως, ὦ μητέριον, ὃν λέγω· οὐ γὰρ μικρῷ τῷ μέσῳ τοὺς ἄλλους τῷ κάλλει κατήστραπτεν οὔθ’ ὥστε καὶ ἄγροικόν τινα λαθεῖν καὶ τῶν καλῶν ἀνέραστον, μή τί γε δὴ σὲ καὶ τὴν σὴν πολυπειρίαν. Ὥστε, ὦ φιλ‐
5τάτη, τὸ μὲν βέλος τοὐμὸν ἔγνωκας, ὥρα δέ σοι κινεῖν πᾶσαν μηχανὴν πᾶσαν πρεσβυτικὴν ἴυγγα καὶ αἱμυλίαν, εἴπερ δὴ βούλει σοι περιεῖναι τὴν τροφίμην· ὡς οὐκ ἔστιν ὅπως βιώσομαι μὴ πάντως ἐκείνου τυγχάνουσα.»
Aeth
.

7

.

10

.

4

«Γινώσκω» ἔφη «τὸν νεανίαν» ἡ γραῦς. «Εὐρύς τις ἦν τὰ στέρνα καὶ τοὺς ὤμους καὶ τὸν αὐχένα ὄρθιον καὶ ἐλεύθερον ὑπὲρ τοὺς ἄλλους αἴρων καὶ εἰς κορυφὴν τοὺς
ἅπαντας ὑπερέχων γλαυκιῶν τὸ βλέμμα καὶ ἐραστὸν ἅμα129 in vol. 2
5καὶ γοργὸν προσβλέπων, ὁ καταβόστρυχός που πάντως ἐκεῖνος τὴν παρειὰν ἄρτι ξανθῷ τῷ ἰούλῳ περιστέφων, ᾧ γύναιόν τι ξενικὸν οὐκ ἄωρον μὲν ἄλλως δὲ ἰταμόν, ὡς ἐδόκει, προσδραμὸν αἰφνίδιον περιέφυ καὶ περιπλακὲν ἐξήρτητο· ἢ οὐ τοῦτον λέγεις, ὦ δέσποινα;»
Aeth
.

7

.

10

.

5

«Τοῦ‐ τον» ἔφη «μαμμίδιον· εὖ γάρ με καὶ τὸ παράσημον ὑπέ‐ μνησας, τὴν ἀλιτήριον ἐκείνην καὶ τῶν ἀπ’ οἰκήματος ἐπὶ μικρῷ καὶ τῶν πολλῶν καὶ ἐπιτετηδευμένῳ κάλλει μέγα
5μὲν φανταζομένη, πλὴν ἀλλ’ ἐμοῦ γε δὴ εὐτυχοῦσαν πλέον, ἣ τοιοῦτον κεκλήρωται τὸν ἐρώμενον.» Βραχὺ δὴ πρὸς ταῦτα καὶ σεσηρὸς ὑπομειδιάσασα ἡ πρεσβῦτις «Θάρσει» ἔφη «ὦ δέσποινα· εἰς τὴν τήμερον ἐκείνη καλὴ τῷ ξένῳ νενόμισται, εἰ δὲ σοὶ καὶ τῷ σῷ κάλλει προσσχεῖν αὐτὸν
10ἀνύσαιμι χρυσᾶ, φασί, χαλκῶν ἀλλάξεται, ὡς ἑταιρίδιον τὸ ἐθελάστειον ἐκεῖνο καὶ μάτην θρυπτόμενον παραγκωνισά‐ μενος.»
Aeth
.

7

.

10

.

6

«Εἰ γὰρ οὕτω ποιήσειας, Κυβέλιον φίλτα‐ τον· δυεῖν δι’ ἑνός μοι γενήσῃ νόσων ἰατρός, ἔρωτός τε καὶ ζηλοτυπίας, τὸν μὲν ἐμπλήσασα τῆς δὲ ἀπαλλά‐ ξασα.» Καὶ ἡ «Γενήσεται» εἶπεν «τό γε ἐπ’ ἐμοί.
5Σὺ δέ μοι σαυτὴν ἀναλαμβάνειν καὶ τὸ παρὸν ἡσυ‐ χάζειν μηδὲ δυσθυμοῦσα προαποκάμνειν ἀλλ’ εὔελπις εἶναι.»130 in vol. 2
7
Aeth
.

7

.

11

.

1

Ταῦτ’ εἶπε καὶ ἀφελοῦσα τὸν λύχνον ἐπικλεισα‐ μένη τε τοῦ θαλάμου τὰς θύρας ἐξώρμησεν. Οὔπω δὲ ἀκρι‐ βῶς ἡμέρας ἐπῃσθημένη τῶν τε βασιλείων εὐνούχων ἕνα παραλαβοῦσα καὶ ἄλλην θεράπαιναν ἅμα ποπάνοις καὶ
5ἑτέροις δή τισι θύμασιν ἕπεσθαι προστάξασα ἐπὶ τὸ Ἰσεῖον ἔσπευδεν.
Aeth
.

7

.

11

.

2

Ὡς δὲ τοῖς προθύροις ἐπέστη θυσίαν ἄγειν τῇ θεῷ λέγουσα ὑπὲρ τῆς δεσποίνης Ἀρσάκης, ἐκ τινῶν ὀνειράτων τεταραγμένης καὶ ἐξιλεώσασθαι τὰ ὀφθέντα βουλομένης, τῶν νεωκόρων τις διεκώλυέ τε καὶ ἀπέπεμπε,
5κατηφείας τὰ περὶ τὸ ἱερὸν ἐμπεπλῆσθαι φάσκων.
Aeth
.

7

.

11

.

3

Τὸν γὰρ δὴ προφήτην τὸν Καλάσιριν μακροῖς χρόνοις εἰς τὴν οἰκείαν ἐπανήκοντα ἑστιαθῆναι μὲν λαμπρῶς ἅμα τοῖς φιλτάτοις κατὰ τὴν ἑσπέραν καὶ πρὸς πᾶσαν ἄνεσιν καὶ
5ψυχαγωγίαν ἑαυτὸν ἐκδοῦναι· μετὰ δὲ τὴν εὐωχίαν σπεῖ‐ σαί τε καὶ πολλὰ ἐπεύξασθαι τῇ θεῷ.
Aeth
.

7

.

11

.

4

καὶ τοῖς παισὶν εἰπόντα ὡς ἄχρι τοῦ παρόντος ὄψονται τὸν πατέρα, καὶ πολλὰ ἐπισκήψαντα τῶν σὺν αὐτῷ νέων Ἑλλήνων ἀφιγμέ‐
νων ὡς ἔνι μάλιστα προνοεῖν καὶ ἐν οἷς ἂν βουλομένοις131 in vol. 2
5αὐτοῖς γένηται τὰ δυνατὰ συμπράττειν, κατακλίναντά τε ἑαυτὸν καὶ εἴτε διὰ τὸ τῆς χαρᾶς μέγεθος τῶν πνευμα‐ τικῶν πόρων εἰς ὑπερβολὴν ἀνεθέντων καὶ χαλασθέντων, οἷα δὴ γηραιοῦ τοῦ σώματος ἀθρόον διαφορηθέντος, εἴτε καὶ θεῶν αἰτήσαντι τοῦτο παρασχομένων, εἰς ἀλεκτρυόνων
10ᾠδὰς τετελευτηκότα γνωσθῆναι, τῶν παίδων ἐξ ὧν προὔ‐ λεγεν ὁ πρεσβύτης παννύχιον παρατηρούντων.
Aeth
.

7

.

11

.

5

«Καὶ νῦν» ἔφη «διεπεμψάμεθα τοὺς μετακαλέσοντας τὸ λοιπὸν τῶν κατὰ τὴν πόλιν προφητικόν τε καὶ ἱερατικὸν γένος, ὡς ἂν τὰ νομιζόμενα ἐπ’ αὐτῷ τῆς κηδείας κατὰ τὸν
5πάτριον νόμον τελοῖεν. Ἀποχωρητέον οὖν ὑμῖν, οὐ γὰρ θέμις μὴ ὅτι γε θύειν ἀλλ’ οὐδὲ ἐπιβαίνειν τοῦ νεὼ πλὴν τοῖς ἱερωμένοις ἑπτὰ τούτων ὅλων τῶν ἐχομένων ἡμερῶν.»
Aeth
.

7

.

11

.

6

«Πῶς οὖν οἱ ξένοι διάξουσιν οὓς ἔφασκες;» ἡ Κυβέλη. Καὶ ὃς «Καταγώγιον αὐτοῖς εὐτρεπισθῆναι πλη‐ σίον καὶ ἔξω που περὶ τὸν νεὼν ὁ νέος προφήτης ὁ Θύαμις ἐπέστειλε, καὶ ὡς ὁρᾷς αὐτοί γε οὗτοι προσίασι τῷ νόμῳ
5πειθόμενοι καὶ ἐξοικίζοντες ἑαυτοὺς τῶν ἱερῶν τὸ παρόν.»
Aeth
.

7

.

11

.

7

Ἡ δὴ Κυβέλη τὴν ξυντυχίαν ἅρπαγμα καὶ ὥσπερ ἄγρας ἀρχὴν ποιησαμένη «Οὐκοῦν» ἔφη «ὦ νεωκόρων θεοφιλέ‐ στατε, καιρὸς τούς τε ξένους καὶ ἡμᾶς ἅμα εὖ ποιεῖν, μᾶλλον δὲ Ἀρσάκην μεγάλου βασιλέως ἀδελφήν· οἶσθα γὰρ
5ὡς φιλέλλην τέ ἐστι καὶ δεξιόν τι χρῆμα περὶ ξένων ὑπο‐ δοχήν. Λέγε οὖν πρὸς τοὺς νέους ὡς κατὰ πρόσταγμα τοῦ Θυάμιδος ἐν ἡμετέρου τὸ καταγώγιον αὐτοῖς ηὐτρέπι‐ σται.»132 in vol. 2
Aeth
.

7

.

11

.

8

Ἐποίησεν οὕτως ὁ νεωκόρος, οὐδὲν τῶν βυσ‐ σοδομευομένων ὑπὸ τῆς Κυβέλης ὑποτοπήσας, ἀλλ’ εὐερ‐ γετήσειν τε οἰόμενος τοὺς ξένους εἰ πρόξενος αὐτοῖς αὐλῆς σατραπικῆς γένοιτο καὶ ἅμα τοῖς αἰτοῦσι τὴν χάριν,
5ἀβλαβῆ καὶ ταῦτα οὖσαν καὶ ἀζήμιον, † καθικετεύσειν †.
Aeth
.

7

.

11

.

9

Κατηφεῖς δὲ καὶ δεδακρυμένους ἰδὼν πλησιάσαντας τοὺς περὶ τὸν Θεαγένην ὁ νεωκόρος «Οὐκ ἔννομα μὲν» ἔφη «οὐδὲ συγκεχωρημένα ἐκ τῶν πατρίων διαπράττεσθε, καὶ ταῦτα προαπηγορευμένον ὑμῖν, ὀδυρόμενοι καὶ θρη‐
5νοῦντες ἄνδρα προφήτην, ὃν χαίροντας καὶ εὐφημοῦντας ἐκπέμπειν ὡς τῆς βελτίονος μετειληχότα λήξεως καὶ πρὸς τῶν κρειττόνων κεκληρωμένον ὁ θεῖος καὶ ἱερὸς παρεγγυᾷ λόγος· πλὴν ἀλλὰ συγγνωστὰ μὲν ὑμῖν πατέρα, ὥς φατε, καὶ κηδεμόνα καὶ ἐλπίδα τὴν μόνην ἀποβεβληκό‐
10σιν.
Aeth
.

7

.

11

.

10

Οὐ μὴν ἀθυμητέα παντάπασιν, ὁ γὰρ Θύαμις οὐ τῆς ἱερωσύνης μόνον τῆς ἐκείνου ἔοικεν εἶναι διάδοχος ἀλλὰ καὶ τῆς περὶ ὑμᾶς διαθέσεως. Τὰ γοῦν πρῶτα προ‐ νοηθῆναι ὑμῶν ἐπέστειλε καὶ καταγώγιον ὑμῖν ηὐτρέπισται
5λαμπρὸν καὶ οἷον εὔξαιτ’ ἄν τις καὶ εὐδαιμόνων καὶ ἐγχω‐
ρίων, μή τί γε δὴ ξένων καὶ εὐτελέστερον τὸ νυνὶ πράτ‐ τειν δοκούντων. Ἕπεσθε δὴ κοινὴν ὑμῶν μητέρα τήνδε νομίσαντες» δείξας τὴν Κυβέλην «καὶ ξεναγούσῃ πεί‐ θεσθε.»133 in vol. 2
9
Aeth
.

7

.

12

.

1

Ταῦτα ἐκεῖνος μὲν ἔλεγεν ἐποίουν δὲ οἱ περὶ τὸν Θεαγένην, τὸ μέν τι πρὸς τῶν παρ’ ἐλπίδα προσπεπ‐ τωκότων βεβυθισμένοι τὴν διάνοιαν τὸ δὲ ἀγαπῶντες ὅπου δὴ τὸ παρὸν καταγωγῆς τε καὶ καταφυγῆς τυχεῖν, φυλα‐
5ξάμενοι ἄν, ὡς τὸ εἰκός, εἰ τὸ τραγικὸν τῆς οἰκήσεως καὶ ὑπέρογκον καὶ πρὸς κακοῦ γενησόμενον αὐτοῖς ὑπεί‐ δοντο.
Aeth
.

7

.

12

.

2

Νυνὶ δὲ ἡ τὰ κατ’ αὐτοὺς ἀθλοθετοῦσα τύχη πρὸς ὀλίγων ὡρῶν μέρος ἀναπαύσασα καὶ εἰς χαρὰν ἐφή‐ μερον ἀνεῖσα, παραχρῆμα τὰ λυποῦντα ἐπισυνῆπτε καὶ δεσμώτας ὥσπερ αὐθαιρέτους τῇ πολεμίᾳ προσῆγε, δι’ ὀνό‐
5ματος φιλανθρώπου ξενίας νέους καὶ ξένους καὶ ἀπείρους τοῦ μέλλοντος αἰχμαλωτίζουσα· οὕτως ἄρα ὁ πλανήτης βίος οἷον τυφλότητα τὴν ἄγνοιαν ἐπιβάλλει τοῖς ξενιτεύουσιν.
Aeth
.

7

.

12

.

3

Οὗτοι γοῦν ἐπειδὴ τάχιστα παρῆλθον εἰς τὰ σατραπεῖα προπυλαίοις τε ἐντυχόντες ὑπερόγκοις καὶ πλέον ἢ κατὰ ἰδιωτικὴν οἴκησιν ἐξηρμένοις φαντασίας τε δορυφόρων καὶ κόμπου τῆς ἄλλης θεραπείας ἐμπεπλησμένοις, ἐθαύ‐
5μαζον μὲν καὶ διεταράττοντο τῆς παρούσης κατ’ αὐτοὺς τύχης τὴν οἴκησιν ὑπερέχουσαν ὁρῶντες· εἵποντο δ’ οὖν τῇ Κυβέλῃ πολλὰ προτρεπομένῃ καὶ θαρσεῖν παρακελευο‐
μένῃ καὶ τεκνία συνεχῶς καὶ φιλτάτους ἀνακαλούσῃ καὶ ὡς εὐθύμους χρὴ προσδοκᾶν τὰ διαδεξόμενα παρεγγυώσῃ.134 in vol. 2
Aeth
.

7

.

12

.

4

Καὶ τέλος ἐπειδήπερ αὐτοὺς εἰς τὸ δωμάτιον οὗ κατή‐ γετο ἡ πρεσβῦτις ἀνακεχωρηκός πως καὶ ἰδιάζον ἐγκατέ‐ στησε, μεταστησαμένη τοὺς παρόντας καὶ μόνη παρακα‐ θισαμένη «Ὦ τέκνα» ἔλεγε «τῆς μὲν κατειληφυίας
5ὑμᾶς κατηφείας τὸ παρὸν τὴν αἰτίαν ἔγνων καὶ ὡς ὁ προφήτης ὑμᾶς ὁ Καλάσιρις τελευτήσας λελύπηκεν, ἐν πατρὸς ὑμῖν χώρᾳ γεγονώς· δίκαια δ’ ἂν ποιοῖτε καὶ οἵτινες ἢ πόθεν ἔστε λέγοντες. Ὅτι μὲν γὰρ Ἕλληνες καὶ τοῦτο ἔγνων καὶ ὅτι τῶν εὖ γεγονότων πάρεστι τοῖς ὁρωμέ‐
10νοις τεκμαίρεσθαι, βλέμμα γὰρ οὕτω λαμπρὸν καὶ εὐσχή‐ μων ὄψις ἅμα καὶ ἐπέραστος εὐγενείας ἔμφασιν παρίστη‐ σιν.
Aeth
.

7

.

12

.

5

Ἀλλὰ τῆς ποίας Ἑλλάδος ἢ πόλεως τίνος καὶ τίνες ὄντες ἢ ὅπως δεῦρο πλανηθέντες ἀφίκεσθε βουλο‐ μένῃ μοι μαθεῖν ὑπὲρ συνοίσοντος τοῦ ὑμετέρου κατεί‐ πατε, ὡς ἂν καὶ πρὸς δέσποιναν τὴν ἐμὴν Ἀρσάκην τὴν
5μεγάλου μὲν βασιλέως ἀδελφὴν Ὀροονδάτῃ δὲ τῷ μεγίστῳ σατραπῶν συνοικοῦσαν φιλέλληνά τε καὶ φίλαβρον καὶ ξένων εὐεργέτιν ἔχοιμι τὰ καθ’ ὑμᾶς ἐξαγγέλλειν, ὑπὲρ τοῦ καὶ μετὰ πλείονος ὑμᾶς καὶ τῆς χρεωστουμένης τιμῆς ὀφθῆναι.
Aeth
.

7

.

12

.

6

Ἐρεῖτε δὲ πρὸς γυναῖκα οὐ παντάπασιν ἀλλοτρίαν ὑμῖν· εἰμὶ γάρ τοι καὶ αὐτὴ τὸ γένος Ἑλληνὶς καὶ Λεσβία τὴν πόλιν, ὑπ’ αἰχμαλωσίας μὲν ἀχθεῖσα δεῦρο
πράττουσα δὲ τῶν οἴκοι βέλτιον· εἰμὶ γάρ τοι τῇ δεσποίνῃ135 in vol. 2
5τὰ πάντα καὶ μόνον οὐκ ἀναπνεῖ με καὶ ὁρᾷ, καὶ νοῦς ἐκείνῃ καὶ ὦτα καὶ πάντα τυγχάνω, τοὺς καλοὺς αὐτῇ κἀγαθοὺς γνωρίζουσα ἀεὶ καὶ τὸ πιστὸν αὐτῇ διὰ πάντων ἀπορρήτων φυλάττουσα.»
Aeth
.

7

.

12

.

7

Τοῦ δὴ Θεαγένους τὰ εἰρη‐ μένα παρὰ τῆς Κυβέλης τοῖς πεπραγμένοις τῇ προτεραίᾳ παρὰ τῆς Ἀρσάκης παράλληλα καθ’ ἑαυτὸν ἀντεξετάζον‐ τος, καὶ ὡς ἀτενὲς αὐτῷ καὶ ἰταμὸν συνεχές τε καὶ τῶν
5ἀπρεπεστέρων δηλωτικὸν προσέβλεπεν ἐννοοῦντος καὶ ἀγα‐ θὸν οὐδὲν ἐπὶ τοῖς μέλλουσι καταμαντευομένου, μέλλον‐ τός τε ἤδη τι λέγειν πρὸς τὴν πρεσβῦτιν, ἠρέμα προσκύ‐ ψασα πρὸς τὸ οὖς ἡ Χαρίκλεια «Τῆς ἀδελφῆς» ἔφη «μέμνησο ἐφ’ οἷς ἂν λέγῃς.»
9
Aeth
.

7

.

13

.

1

Συνεὶς οὖν τὸ δηλούμενον «Ὦ μῆτερ» ἔφη «τὸ μὲν Ἕλληνας εἶναι καὶ αὐτή που μαθοῦσα τυγχά‐ νεις. Ἀδελφοὶ δὲ ὄντες πατέρων ὑπὸ λῃσταῖς ἁλόντων ἐπὶ ζήτησιν ἐξορμήσαντες χαλεπωτέραις ἐκείνων τύχαις
5κεχρήμεθα, ὠμοτέροις ἀνδράσι περιπεσόντες καὶ πάντων μὲν τῶν ὄντων, πολλὰ δὲ ἦν, ἀποσυληθέντες μόλις δὲ αὐτοὶ περισωθέντες καὶ κατά τι δεξιὸν βούλημα δαίμονος τῇ πρὸς τὸν ἥρωα Καλάσιριν συντυχίᾳ χρησάμενοι ἀφιγ‐ μένοι τε ἐνταῦθα ὡς τὸ λοιπὸν τοῦ χρόνου μετ’ αὐτοῦ
10βιωσόμενοι, νῦν ὡς ὁρᾷς πάντων ἔρημοι καὶ μόνοι περιλε‐ λείμμεθα, τὸν δοκοῦντα καὶ ὄντα πατέρα μετὰ τῶν ἄλλων προσαπολωλεκότες.
Aeth
.

7

.

13

.

2

Τὰ μὲν δὴ καθ’ ἡμᾶς ταῦτα· σοὶ
δὲ πλείστη μὲν χάρις καὶ τῆς νῦν δεξιώσεως καὶ ξεναγίας· χαρίσαιο δ’ ἂν πλέον εἰ καθ’ ἑαυτοὺς ἡμῖν διάγειν τε καὶ λανθάνειν παράσχοις, τὴν εὐεργεσίαν ἣν ἀρτίως136 in vol. 2
5ἔφασκες, τὸ γνωρίζειν ἡμᾶς πρὸς Ἀρσάκην, ὑπερθεμένη, μηδὲ ἐπεισάγοις οὕτω λαμπρᾷ καὶ εὐδαίμονι τύχῃ ξένον καὶ ἀλήτην καὶ στυγνάζοντα βίον. Τὰς γὰρ δὴ γνώσεις καὶ τὰς ἐντεύξεις ἐκ τῶν ὁμοίων, ὡς οἶσθα, γίνεσθαι καλόν.»
9
Aeth
.

7

.

14

.

1

Οὐκ ἐκαρτέρησεν ἡ Κυβέλη τούτων εἰρημένων ἀλλὰ καὶ τῇ διαχύσει τοῦ προσώπου κατάδηλος ἐγεγόνει σφόδρα ὑπερησθεῖσα πρὸς τὴν ἀκοὴν τῶν ἀδελφῶν, ἐνθυ‐ μουμένη μηδὲν κώλυμα μηδὲ ἐμπόδιον ἕξειν πρὸς τὰ ἐρω‐
5τικὰ τῆς Ἀρσάκης τὴν Χαρίκλειαν.
Aeth
.

7

.

14

.

2

Καὶ «Ὦ κάλ‐ λιστε νεανιῶν» ἔφη «οὐκ ἂν εἴποις ταῦτα περὶ Ἀρσάκης ἐπειδὰν εἰς πεῖραν ἔλθῃς τῆς γυναικός· κοινόν τι χρῆμά ἐστι πρὸς πᾶσαν τύχην καὶ πλέον ἐπίκουρος γίνεται τοῖς
5παρ’ ἀξίαν ἔλαττον πράττουσι· καὶ Περσὶς οὖσα τὸ γένος σφόδρα ἑλληνίζει τὴν γνώμην χαίρουσα καὶ προστρέχουσα τοῖς ἐντεῦθεν, ἦθός τε καὶ ὁμιλίαν τὴν Ἑλληνικὴν εἰς ὑπερβολὴν ἠγάπηκε. Θαρσεῖτε οὖν, ὡς σὺ μὲν ὅσα εἰς ἄνδρας καθήκει πράξων καὶ τιμηθησόμενος, ἀδελφὴ δὲ ἡ
10σὴ συμπαίστριά τε καὶ συνόμιλος ἐσομένη.
Aeth
.

7

.

14

.

3

Ἀλλὰ τίνα ὑμῶν ὀνόματα χρὴ προσαγγέλλειν;» Ὡς δὲ ὅτι Θεα‐ γένην καὶ Χαρίκλειαν ἤκουσεν, «αὐτοῦ με περιμένειν»
εἰποῦσα ὡς τὴν Ἀρσάκην ἀπέτρεχεν, ἐπιστείλασα πρότε‐137 in vol. 2
5ρον πρὸς τὴν θυρωρόν—ἦν δὲ καὶ αὕτη γραῦς—εἴ τις βούλοιτο παρεισιέναι μηδαμῶς ἐπιτρέπειν ἀλλὰ μηδὲ ἐξιέναι ποι συγχωρεῖν τοῖς νέοις. Τῆς δὲ «Μηδ’ ἂν ὁ παῖς ὁ σὸς Ἀχαιμένης παραγένηται;» ἐρωτησάσης «ἄρτι γὰρ καὶ μετὰ τὴν σὴν εἰς τὸν νεὼν πρόοδον ἐξελήλυ‐
10θεν ἐναλειψόμενος τὼ ὀφθαλμώ· οἶσθα γὰρ ὡς φέρει τι μικρὸν ἔτι κακώσεως.» «Μηδὲ ἐκεῖνος» ἀπεκρίνατο «ἀλλ’ ἐπικλεισαμένη τὰς θύρας καὶ τὴν κλεῖν αὐτὴ κατέ‐ χουσα φάσκε ἐμὲ κομίζειν.»
Aeth
.

7

.

14

.

4

Οὕτως ἐγένετο καὶ οὔπω τι σχεδὸν τῆς Κυβέλης χωρισθείσης καιρὸν ἡ μόνωσις τῷ Θεαγένει καὶ τῇ Χαρικλείᾳ θρήνων τε καὶ ὑπομνήσεως τῶν καθ’ ἑαυτοὺς ὑπηγόρευεν, ἀπὸ τῶν αὐτῶν τε σχεδόν
5τι ῥημάτων καὶ νοημάτων ἀπωλοφύραντο, ἡ μὲν «ὦ Θεά‐ γενες» ὁ δὲ «ὦ Χαρίκλεια» συνεχῶς ἐπιστένοντες, καὶ ὁ μὲν «τίς ἄρα τύχη πάλιν κατείληφεν ἡμᾶς;» ἡ δὲ «ὁποίοις ποτὲ ἄρα συντευξόμεθα πράγμασι;» καὶ ἐφ’ ἑκάστῳ συνησπάζοντο ἀλλήλους καὶ δακρύσαντες ἀνάπαλιν
10ἐφίλουν.
Aeth
.

7

.

14

.

5

Καὶ τέλος τοῦ Καλασίριδος ὑπομνησθέντες εἰς πένθος τὸ ἐκείνου τοὺς θρήνους κατέστρεφον καὶ πλέον ἡ Χαρίκλεια, ἅτε καὶ πλείονι τῷ χρόνῳ μείζονος τῆς ἀπ’ αὐτοῦ σπουδῆς τε καὶ εὐνοίας πεπειραμένη καὶ «Ὢ τὸν
5Καλάσιριν» ἀνεκάλει κωκύουσα, «τὸ γὰρ χρηστότατον
ὄνομα καλεῖν ἀπεστέρημαι πατέρα, τοῦ δαίμονος παντα‐ χόθεν μοι τὴν τοῦ πατρὸς προσηγορίαν περικόψαι φιλονει‐ κήσαντος.138 in vol. 2
Aeth
.

7

.

14

.

6

Τὸν μὲν φύσει γεννήσαντα οὐκ ἔγνωκα, τὸν δὲ θέμενον Χαρικλέα, οἴμοι, προδέδωκα, τὸν δὲ διαδε‐ ξάμενον καὶ τρέφοντα καὶ περισῴζοντα ἀπολώλεκα, καὶ οὐδὲ θρηνῆσαι τὰ νενομισμένα ἔτι κειμένῳ τῷ πτώματι
5πρὸς τοῦ προφητικοῦ συγκεχώρημαι. Ἀλλ’ ἰδού σοι, τρο‐ φεῦ καὶ σῶτερ, προσθήσω δὲ καὶ πάτερ κἂν ὁ δαίμων μὴ βούληται, ἔνθα γοῦν ἔξεστι καὶ ὡς ἔξεστιν ἀποσπένδω τῶν ἐμαυτῆς δακρύων καὶ ἐπιφέρω χοὰς ἐκ τῶν ἐμαυτῆς πλο‐ κάμων.» Καὶ ἅμα ἀπεσπάραττεν ὡς ὅτι πλείστας τῶν
10ἑαυτῆς τριχῶν.
Aeth
.

7

.

14

.

7

Καὶ ὁ μὲν Θεαγένης ἐπεῖχεν ἐπιλαμ‐ βανόμενος σὺν ἱκεσίαις τῶν χειρῶν, ἡ δὲ ἐπετραγῴδει «Τί γὰρ καὶ δεῖ ζῆν ἔτι;» λέγουσα, «εἰς ποίαν ἀφορῶντας ἐλπίδα; ὁ χειραγωγὸς τῆς ξένης, ἡ βακτηρία τῆς πλά‐
5νης, ὁ ξεναγὸς τῆς ἐπὶ τὴν ἐνεγκοῦσαν, ὁ τῶν φύντων ἀναγνωρισμός, ἡ παραψυχὴ τῶν δυστυχημάτων, ἡ εὐπορία καὶ λύσις τῶν ἀμηχάνων, ἡ πάντων τῶν καθ’ ἡμᾶς ἄγκυρα Καλάσιρις ἀπόλωλε, τὴν ἀθλίαν ἡμᾶς ξυνωρίδα πηρὸν ὥσπερ τῶν πρακτέων ἐπὶ τῆς ἀλλοδαπῆς καταλιπών.
Aeth
.

7

.

14

.

8

Πᾶσα μὲν ἡμῖν ὁδοιπορία πᾶσα δὲ ναυτιλία ὑπ’ ἀγνω‐ σίας ὑποτέτμηται· οἴχεται ἡ σεμνὴ καὶ μείλιχος, ἡ σοφὴ καὶ πολιὰ τῷ ὄντι φρήν, τῶν εἰς ἡμᾶς εὐεργεσιῶν οὔτε
αὐτὴ τέλος εὑραμένη.»139 in vol. 2
Aeth
.

7

.

15

.

1

Καὶ τοιαῦτα ἔτι καὶ ἕτερα πρὸς τούτοις ἐλεει‐ νῶς ὀδυρομένης καὶ τοῦ Θεαγένους τὰ μὲν συνεξαίροντος τοῖς παρ’ ἑαυτοῦ τὸν θρῆνον τὰ δὲ φειδοῖ τῆς Χαρικλείας καταστέλλοντος, ἐφίσταται ὁ Ἀχαιμένης καὶ τὰς θύρας
5τοῖς κλείθροις ἐναπειλημμένας καταλαβὼν «Τί ταῦτα;» τὴν θυρωρὸν ἠρώτα.
Aeth
.

7

.

15

.

2

Ὡς δὲ τῆς αὑτοῦ μητρὸς εἶναι τὸ ἔργον ἔμαθε, προσεστὼς ταῖς θύραις καὶ τὴν αἰτίαν διαπορῶν ᾔσθετο τῆς Χαρικλείας ὀδυρομένης καὶ δια‐ κύψας διὰ τῶν ὀπῶν καθ’ ἃς διενήνεκτο τῶν κλείθρων ἡ
5ἅλυσις εἶδέ τε τὰ γινόμενα καὶ αὖθις τὴν θυρωρὸν οἵτινες εἰσὶν οἱ ἔνδον ἠρώτα. Ἡ δὲ τὰ μὲν ἄλλα οὐκ [ἔχειν] εἰδέ‐ ναι ἔλεγεν, ὅτι δὲ κόρη καὶ νεανίας ξένοι τινὲς ὡς ἔχοι εἰκάζειν ἀρτίως παρὰ τῆς αὐτοῦ μητρὸς ἐσῳκισμένοι.
Aeth
.

7

.

15

.

3

Ὁ δὲ αὖθις διακύψας ἐπειρᾶτο διακριβοῦν τοὺς ὁρω‐ μένους. Τὴν μὲν δὴ Χαρίκλειαν παντάπασιν ἀγνοῶν ὅμως τοῦ κάλλους ὑπερεθαύμαζε καὶ τίς ἂν ὀφθείη καὶ ποία μὴ θρηνοῦσα ἐνενόει καὶ τὸ θαῦμα λανθάνον εἰς ἐρωτικὸν
5πάθος αὐτὸν κατέφερε· τὸν δὲ Θεαγένην ἀμυδρῶς τε καὶ ἀμφιβόλως γνωρίζειν ἐφαντάζετο.
Aeth
.

7

.

15

.

4

Καὶ προσκειμένου τῇ σκέψει τοῦ Ἀχαιμένους ἐφίσταται ἀναστρέψασα ἡ Κυβέλη πάντα μὲν τὰ κατὰ τοὺς νέους ὡς ἐγεγόνει διαγ‐ γείλασα πολλὰ δὲ τῆς εὐτυχίας τὴν Ἀρσάκην μακαρίσασα,
5ὑφ’ ἧς αὐτῇ τοσοῦτον ἐκ ταὐτομάτου κατώρθωται ὃ βου‐ λαῖς μυρίαις καὶ μηχαναῖς οὐκ ἄν τις ἤλπισεν, ὡς καὶ σύνοικον ἔχειν τὸν ἐρώμενον ἐπ’ ἀδείας ὁρῶντα καὶ ὁρώ‐ μενον,
Aeth
.

7

.

15

.

5

καὶ πολλοῖς τοιούτοις τὴν Ἀρσάκην φυσήσασα μόλις τε ἐπειγομένην πρὸς τὴν θέαν τοῦ Θεαγένους ἐπισ‐ χοῦσα καὶ ὡς οὐ βούλοιτο αὐτὴν ὠχριῶσαν καὶ κυλοιδιῶ‐ σαν πρὸς τῆς ἀγρυπνίας ὀφθῆναι τῷ νεανίᾳ ἀναπαυσαμέ‐
140 in vol. 2
5νην δὲ τὴν παροῦσαν ἡμέραν καὶ ἀναλαβοῦσαν τὸ σύνηθες κάλλος, καὶ πολλοῖς τοιούτοις εὔθυμον αὐτὴν καὶ τῶν κατὰ γνώμην εὔελπιν παρασκευάσασα ἅ τε προσήκει πράττειν καὶ ὅπως προσφέρεσθαι τοῖς ξένοις παρεγγυήσασα.
8
Aeth
.

7

.

16

.

1

Ἐπεὶ δ’ οὖν ἐπέστη «Τί πολυπραγμονεῖς, ὦ τέκνον;» ἔλεγεν. Ὁ δὲ «Τοὺς ἔνδον» ἔφη «ξένους οἵτινές εἰσιν ἢ πόθεν.» «Οὐ θέμις, ὦ παῖ» πρὸς αὐτὸν ἡ Κυβέλη, «ἀλλ’ ἐχεμύθει καὶ κατὰ σαυτὸν ἔχε καὶ μηδενὶ
5φράζε μηδὲ ἐπιμίγνυσο τὰ πολλὰ τοῖς ξένοις· οὕτω γὰρ δέδοκται τῇ δεσποίνῃ.» Ἐκεῖνος μὲν οὖν ἀπῄει ῥᾷστα τῇ μητρὶ πεπεισμένος σύνηθές τι καὶ ἀφροδίσιον διακόνημα τῇ Ἀρσάκῃ τὸν Θεαγένην ὑποτοπήσας.
Aeth
.

7

.

16

.

2

Καὶ ἀπιὼν «Οὐχ οὗτός ἐστι» πρὸς ἑαυτὸν ἔλεγεν «ὃν ἐγὼ πρώην παρὰ Μιτράνου τοῦ φρουράρχου παραλαβὼν ὥστε ἄγειν πρὸς Ὀροονδάτην ἀναπεμφθησόμενον βασιλεῖ τῷ μεγάλῳ,
5ὑπὸ Βησσαέων τε καὶ Θυάμιδος ἀφῃρέθην μικροῦ καὶ τὸν περὶ τοῦ ζῆν ὑποστὰς κίνδυνον καὶ μόνος ἐκ τῶν ἀγόντων διαδρᾶναι δυνηθείς;
Aeth
.

7

.

16

.

3

Μὴ ἄρα σφάλλουσί με οἱ ὀφθαλ‐ μοί; ἀλλὰ ῥᾷον μὲν ἔχω καὶ διαβλέπω σχεδόν τι λοιπὸν
συνήθως. Καὶ μὴν καὶ τὸν Θύαμιν ἀκήκοα παρεῖναι τῇ προ‐ τεραίᾳ καὶ διαμονομαχήσαντα πρὸς τὸν ἀδελφὸν ἀνακεκο‐141 in vol. 2
5μίσθαι τὴν ἱερωσύνην· οὗτος ἄρα ἐκεῖνός ἐστιν. Ἀλλὰ τὸ παρὸν σιγητέον τὸν ἀναγνωρισμὸν ἅμα δὲ παρατηρητέον τίς ποτε ἡ περὶ τοὺς ξένους διάνοια τῆς δεσποίνης.» Ὁ μὲν ταῦτα πρὸς ἑαυτόν.
8
Aeth
.

7

.

17

.

1

Ἡ δὲ Κυβέλη πρὸς τοὺς νέους εἰσδραμοῦσα ἴχνη τῶν θρήνων κατελάμβανε· πρὸς γὰρ τὸν ψόφον τῶν θυρῶν ἀνοιγομένων κατέστελλον μὲν ἑαυτοὺς καὶ πρὸς τὸ σύνηθες σχῆμα καὶ βλέμμα διαπλάττειν ἔσπευδον· οὐ μὴν
5ἔλαθόν γε τὴν πρεσβῦτιν, τῶν δακρύων ἔτι τοῖς ὄμμασιν ἐπιπλανωμένων.
Aeth
.

7

.

17

.

2

Ἀναβοήσασα οὖν «Ὦ γλυκύτατα τέκνα» ἔλεγε, «τί ταῦτα ἀωρὶ θρηνεῖτε ἡνίκα προσήκει χαίρειν, ἡνίκα εὐδαιμονίζειν ἑαυτοὺς τῆς δεξιᾶς τύχης, Ἀρσάκης τὰ κάλλιστα καὶ τὰ κατ’ εὐχὰς ἐφ’ ὑμῖν δια‐
5νοουμένης καὶ ὀφθῆναί τε ὑμᾶς εἰς τὴν ἑξῆς ἐπινευ‐ σάσης καὶ τὸ παρὸν πᾶσαν δεξίωσιν καὶ θεραπείαν ὑμῖν ἀποκληρωσάσης; Ἀλλ’ ἀπορριπτέον μὲν ὑμῖν τοὺς ληρώ‐ δεις τούτους καὶ μειρακιώδεις τῷ ὄντι θρήνους, ὥρα δὲ καὶ ῥυθμίζειν ἑαυτοὺς εἴκειν τε καὶ ὑπηρετεῖσθαι τοῖς
10Ἀρσάκης βουλήμασι.»
Aeth
.

7

.

17

.

3

Καὶ ὁ Θεαγένης «Μνήμη» ἔφη «ὦ μῆτερ, τῆς Καλασίριδος τελευτῆς εἰς λύπην ἡμᾶς ἀνεκίνησε καὶ τὸ πατρικὸν ἐκείνου περὶ ἡμᾶς βούλημα
ἀποβεβληκότας εἰς δάκρυα κατήγαγεν.» «Ὕθλοι» ἔφη142 in vol. 2
5«ταῦτα—Καλάσιρις καὶ πατήρ τις προσποιητός, πρεσ‐ βύτης τῇ κοινῇ φύσει καὶ τῷ χρόνῳ τῆς ἡλικίας εἴξας. Πάντα σοι πάρεστι δι’ ἑνός, προστασία πλοῦτος τρυφὴ καὶ ἀπόλαυσις τῆς ἐφ’ ἡλικίας ἀκμῆς, καὶ ἁπλῶς τύχην σαυτοῦ νόμιζε καὶ προσκύνει τὴν Ἀρσάκην.
Aeth
.

7

.

17

.

4

Μόνον ἐμοὶ πείθεσθε πῶς μὲν αὐτῇ προσιτέον καὶ ὀπτέον ὅταν τοῦτο ἐπιτρέψῃ, πῶς δὲ χρηστέον καὶ ὑπουρ‐ γητέον ὅταν τι προστάττῃ· τὸ γὰρ φρόνημα, ὡς οἶσθα,
5μέγα καὶ ὑπέρογκον καὶ βασίλειον νεότητι καὶ κάλλει προσεξαιρόμενον καὶ ὑπεροφθῆναι εἴ τι κελεύοι μὴ ἀνε‐ χόμενον.»
7
Aeth
.

7

.

18

.

1

Πρὸς ταῦτα σιγήσαντος τοῦ Θεαγένους καὶ καθ’ ἑαυτὸν ὡς ἀηδῶν τινῶν καὶ μοχθηρῶν ἐστι δηλωτικὰ ἐννοοῦντος, ὀλίγον ὕστερον εὐνοῦχοι παρῆσαν λείψανα μὲν δῆθεν τῆς σατραπικῆς τραπέζης ἐπὶ χρυσῶν τῶν
5σκευῶν κομίζοντες πᾶσαν δὲ πολυτέλειαν καὶ χλιδὴν ὑπεραίροντα καὶ «Τούτοις» εἰπόντες «ἡ δέσποινα δεξιοῦται καὶ τιμᾷ τὸ παρὸν τοὺς ξένους» καὶ παραθέ‐ μενοι τοῖς νέοις παραχρῆμα ἀπεχώρουν.
Aeth
.

7

.

18

.

2

Οἱ δὲ ἅμα μὲν τῆς Κυβέλης προτρεπούσης ἅμα δὲ προορῶντες μὴ δοκεῖν ἐνυβρίζειν τὴν δεξίωσιν ἀπεγεύοντο πρὸς βραχὺ τῶν παρακειμένων· καὶ τοῦτο καὶ εἰς ἑσπέραν ἐγίνετο
5καὶ κατὰ τὰς ἄλλας λοιπὸν ἡμέρας. Τῇ δ’ οὖν ἑξῆς κατὰ πρώτην που τῆς ἡμέρας ὥραν οἱ συνήθεις εὐνοῦχοι
παρόντες ὡς τὸν Θεαγένην «Μετακέκλησαι, ὦ μακάριε, πρὸς τῆς δεσποίνης» ἔλεγον «καὶ ὀφθῆναί σε προστε‐ τάγμεθα· καὶ ἧκε τῆς εὐτυχίας ἀπολαύσων ἧς ὀλίγοις143 in vol. 2
10δὴ καὶ ὀλιγάκις μεταδίδωσιν.»
Aeth
.

7

.

18

.

3

Ὁ δὲ μικρὸν ἐφησυ‐ χάσας καὶ οἷον πρὸς βίαν ἑλκόμενος διανέστη τε καὶ «Μόνον δέ με ἥκειν ἐπέσταλται» πρὸς αὐτοὺς ἔλεγεν «ἢ καὶ ἀδελφὴν ταυτηνὶ τὴν ἐμήν;» Τῶν δὲ ὅτι μόνον
5ἀποκριναμένων, ἐκείνην δὲ καθ’ ἑαυτὴν ὀφθήσεσθαι, νυνὶ γὰρ συμπαρεῖναι τῇ Ἀρσάκῃ τῶν ἐν τέλει τινὰς Περσῶν καὶ ἄλλως ἔθος εἶναι ἀνδράσι μὲν ἰδίᾳ γυναιξὶ δὲ καθ’ ἕτερον καιρὸν χρηματίζειν, προσκύψας ὁ Θεαγένης «Οὔτε καλὰ ταῦτα οὔτε ἀνύποπτα» πρὸς τὴν Χαρίκλειαν ἠρέμα
10εἰπών, ἀντακούσας δὲ ὡς δεήσει μὴ ἀντιβαίνειν ἀλλὰ συντρέχειν τὴν πρώτην καὶ ἐνδείκνυσθαι ὡς πάντα πρὸς νοῦν τὸν ἐκείνης ποιήσοντα, εἵπετο τοῖς ἄγουσι.
12
Aeth
.

7

.

19

.

1

Καὶ ὅπως δεήσει τὴν ἔντευξιν ποιεῖσθαι καὶ τὸν τρόπον τῆς προσηγορίας ὑφηγουμένοις καὶ ὡς ἔθος προσκυνεῖν τοὺς εἰσιόντας οὐδὲν μὲν ἀπεκρίνατο· εἰσελθὼν δὲ καὶ προκαθημένην ἐφ’ ὑψηλοῦ καταλαβὼν ἁλουργῷ μὲν
5καὶ χρυσοπάστῳ τῇ ἐσθῆτι φαιδρυνομένην ὅρμων δὲ πολυ‐ τελείᾳ καὶ τιάρας ἀξιώματι μεγαλαυχουμένην καὶ παντοίᾳ κομμωτικῇ πρὸς τὸ ἁβρότερον ἐξηνθισμένην δορυφόρων τε παρεστώτων καὶ τῶν ἐπὶ δόξης ἑκατέρωθεν προέδρων παρακαθημένων, οὐκ ἔπτηξε τὸ φρόνημα,
Aeth
.

7

.

19

.

2

ἀλλ’, ὥσπερ τῶν συγκειμένων αὐτῷ πρὸς τὴν Χαρίκλειαν ὑπὲρ τῆς
θεραπευτικῆς ὑποκρίσεως ἐπιλελησμένος, ἀντεξανέστη πλέον εἰς μεγαλοφροσύνην πρὸς τὸ ἀλαζονικὸν τῆς Περ‐144 in vol. 2
5σικῆς θέας, καὶ οὔτε ὀκλάσας οὔτε προσκυνήσας ἀλλ’ ἀπ’ ὀρθῆς τῆς κεφαλῆς «Χαῖρε» ἔφη «βασίλειον αἷμα Ἀρσάκη.» Τῶν δὲ παρόντων ἀγανακτούντων καὶ θροῦν τινα ὅτι μὴ προσεκύνησε καταστασιαστικὸν τοῦ Θεαγένους ὡς τολμηροῦ καὶ θρασέος ἀφιέντων, ἡ Ἀρσάκη μειδιάσασα
10«Σύγγνωτε» εἶπεν «ὡς ἀπείρῳ καὶ ξένῳ καὶ τὸ ὅλον Ἕλληνι καὶ τὴν ἐκεῖθεν ὑπεροψίαν καθ’ ἡμῶν νοσοῦντι.»
Aeth
.

7

.

19

.

3

Καὶ ἅμα καὶ τῆς κεφαλῆς τὴν τιάραν ἀφεῖλε, πολλὰ τῶν παρόντων κωλυόντων—τοῦ γὰρ ἀμείβεσθαι τὸν ἀσπασά‐ μενον σύμβολον τοῦτο πεποίηνται Πέρσαι—καὶ «Θάρσει, ὦ ξένε» εἰποῦσα διὰ τοῦ ἑρμηνέως, συνιεῖσα γὰρ τὴν
5Ἑλλάδα γλῶτταν οὐκ ἐφθέγγετο, «καὶ λέγε τίνος χρῄζεις, ὡς οὐκ ἀποτευξόμενος» ἀπέπεμπε, νεύματι τοῦτο πρὸς τοὺς εὐνούχους ἐπισημήνασα.
Aeth
.

7

.

19

.

4

Παρεπέμπετο δὴ μετὰ δορυφορίας καὶ ὁ Ἀχαιμένης αὖθις θεασάμενος ἐγνώριζε μὲν ἀκριβέστερον καὶ τῆς ἄγαν εἰς αὐτὸν τιμῆς τὴν αἰτίαν ὑποπτεύων ἐθαύμαζεν, ἐσίγα δ’ οὖν ὅμως τὰ δεδογμένα
5πράττων.
Aeth
.

7

.

19

.

5

Ἡ δὲ Ἀρσάκη τοὺς ἐν τέλει Περσῶν ἑστιά‐ σασα, δῆθεν μὲν ὡς συνήθως ἐκείνους τιμῶσα ἀληθέστε‐ ρον δὲ τὴν πρὸς Θεαγένην ἔντευξιν εὐωχίαν ἄγουσα, οὐ μοίρας μόνον κατὰ τὸ εἰωθὸς τῶν ἐδεσμάτων τοῖς περὶ
5τὸν Θεαγένην ἀπέστειλεν ἀλλὰ καὶ τάπητάς τινας καὶ
στρωμνὰς πεποικιλμένας Σιδωνίας τε καὶ Λυδίας ἔργα χειρός.145 in vol. 2
Aeth
.

7

.

19

.

6

Συναπέστειλε δὲ καὶ ἀνδράποδα ὑπηρετησό‐ μενα, κόριον μὲν τῇ Χαρικλείᾳ παιδάριον δὲ τῷ Θεαγένει τὸ μὲν γένος Ἰωνικὰ τὴν δὲ ἡλικίαν ἥβης ἐντός, πολλὰ τὴν Κυβέλην παρακαλέσασα ἐπισπεύδειν καὶ ὡς ὅτι τάχιστα
5διανύειν τὸν σκοπόν (οὐ γὰρ ἔτι φέρειν τὸ πάθος οἶδεν) οὐδὲ αὐτὴν ἀνιεῖσαν ἀλλὰ παντοίως ἐκπεριιοῦσαν τὸν Θεα‐ γένην.
Aeth
.

7

.

19

.

7

Προδήλως μὲν γὰρ οὐκ ἐξέφαινε τὸ βούλημα τῆς Ἀρσάκης κύκλῳ δὲ καὶ δι’ αἰνιγμάτων εἰς τὸ συνιέναι προσβιβάζουσα καὶ τήν τε περὶ αὐτὸν φιλοφροσύνην τῆς δεσποίνης μεγαλύνουσα καὶ τὸ κάλλος, οὐ τὸ φαινόμενον
5μόνον ἀλλὰ καὶ τὸ ἐντὸς ἐσθῆτος, μετὰ τινῶν εὐλόγων προφάσεων ὑπ’ ὄψιν ἄγουσα, καὶ τὸ ἦθος ὡς ἐράσμιός τε καὶ εὐόμιλος καὶ χαίρουσα τοῖς ἁβροτέροις καὶ ἀγερωχο‐ τέροις τῶν νέων καὶ ὅλως ἀπόπειραν ἐν οἷς διεξῄει λαμ‐ βάνουσα εἰ προστρέχει τοῖς ἐπαφροδίτοις.
Aeth
.

7

.

19

.

8

Καὶ ὁ Θεα‐ γένης τὸ μὲν τῆς φιλοφροσύνης καὶ ὡς φιλέλλην τὸ ἦθος καὶ ὅσα τοιαῦτα συνεπῄνει καὶ χάριν ὡμολόγει, τὰ δὲ ἐπα‐ γωγὰ τῶν ἀτοπωτέρων ὡς ἂν μηδὲ συνιεὶς τὴν ἀρχὴν ἑκὼν
5ὑπερέβαινε. Πνιγμὸς τοίνυν εἶχε τὴν γραῦν καὶ οἷον ἔλυζε τὴν καρδίαν στοχαζομένη μὲν ὡς συνίησι τῆς προαγω‐ γείας ἀπαυθαδιαζόμενον δὲ καὶ διωθούμενον ὁρῶσα τὴν πεῖραν.
Aeth
.

7

.

19

.

9

Καὶ τὴν Ἀρσάκην οὐκέτι φέρειν οἵα τε ἦν δι’ ὄχλου γινομένην καὶ καρτερεῖν οὐκέτι δύνασθαι λέγου‐
σαν καὶ τὴν ἐπαγγελίαν ἀπαιτοῦσαν ἣν ἄλλοτε ἄλλαις προφάσεσιν ὑπερετίθετο ἡ Κυβέλη, νῦν μὲν βουλόμενον146 in vol. 2
5ἀποδειλιᾶν τὸν νεανίαν φάσκουσα νῦν δὲ ἀνωμαλίαν τινὰ προσπεπτωκέναι πλαττομένη.
6
Aeth
.

7

.

20

.

1

Καὶ πέμπτης που λοιπὸν καὶ ἕκτης ἡμέρας παρῳχηκυίας ἤδη καὶ τὴν Χαρίκλειαν τῆς Ἀρσάκης ἅπαξ που καὶ δεύτερον προσκεκλημένης καὶ εἰς τὸ τῷ Θεαγένει κεχαρισμένον μετὰ τιμῆς καὶ φιλοφροσύνης ἑωρακυίας
5ἀναγκάζεται καὶ λευκότερον διαλεχθῆναι τῷ Θεαγένει καὶ τὸν ἔρωτα ἀπαρακαλύπτως ἐξηγόρευε, πολλὰ καὶ μυρία ἀγαθὰ συγκατατιθεμένῳ διεγγυωμένη καὶ
Aeth
.

7

.

20

.

2

«Τίς ἡ ἀτολμία;» προστιθεῖσα «τί δὲ τὸ ἀναφρόδιτον; νέος οὕτω καὶ καλὸς καὶ ἀκμαῖος γυναῖκα ὁμοίαν καὶ προστε‐ τηκυῖαν ἀπωθεῖται καὶ οὐχ ἅρπαγμα οὐδὲ ἕρμαιον ποιεῖται
5τὸ πρᾶγμα δέους μὲν οὐδενὸς ἐπόντος τῇ πράξει μήτε τἀνδρὸς παρόντος κἀμοῦ τῆς θρεψαμένης καὶ πάντα ἀπόρ‐ ρητα διὰ χειρὸς ἐχούσης τὴν ὁμιλίαν διακονούσης, μήτε σοί τινος ἐπόντος κωλύματος, οὐ νύμφης οὐ γαμετῆς παρούσης.
Aeth
.

7

.

20

.

3

Καίτοι καὶ τούτων ὑπερεῖδον πολλοὶ πολ‐ λάκις ὅσοι δὴ νοῦν ἔχοντες τοὺς μὲν οἰκείους ἔγνωσαν οὐδὲν ἐκ τούτου καταβλάψειν αὑτοὺς δὲ ὠφελήσειν κτή‐ σεως χρημάτων προσγενομένης καὶ τῶν καθ’ ἡδονὴν ἀπο‐
5λαύσεων.»
Aeth
.

7

.

20

.

4

Τελευτῶσα δὲ καὶ ἀπειλήν τινα κατεμίγνυ τοῖς λεγομένοις «Αἱ χρησταὶ» λέγουσα «καὶ φιλόνεοι γυναῖκες ἀμείλικτοι γίνονται καὶ βαρυμήνιδες ἀποτυγχά‐
νουσαι καὶ τοὺς ὑπερόπτας ὡς ὑβριστὰς εἰκότως ἀμύνον‐147 in vol. 2
5ται. Ταύτην δὲ ὅτι καὶ Περσὶς τὸ γένος ἐννόει καὶ ὡς βασίλειον αἷμα—τοῦτο δὴ τὸ τῆς σῆς προσρήσεως—καὶ ὡς πολλὴν ἐξουσίαν καὶ δύναμιν περιβέβληται, ὑφ’ ἧς αὐτῇ καὶ τιμῆσαι τὸν εὔνουν καὶ κολάσαι τὸν ἐναντιούμενον ἐπ’ ἀδείας, σὺ δὲ καὶ ξένος καὶ ἔρημος καὶ ὁ προστησόμενος
10οὐδείς.
Aeth
.

7

.

20

.

5

Φεῖσαι τὸ μέρος καὶ σαυτοῦ φεῖσαι κἀκείνης· ἀξία δέ ἐστι παρὰ σοῦ φειδοῦς, εἰς τἄδικα διὰ τὸν σὸν πόθον οὕτως ἐκμεμηνυῖα. Εὐλαβήθητι καὶ μῆνιν ἐρωτικὴν φύλαξαι καὶ τὸ ἐκ τῆς ὑπεροψίας νεμεσητόν· πολλοὺς
5οἶδα μεταμεληθέντας, πεῖραν ἔχω σοῦ μᾶλλον τῶν Ἀφρο‐ δίτης, ἡ πολιὰ θρὶξ ἣν ὁρᾷς αὕτη πολλοῖς τοιούτοις ἐνήθλησεν ἀλλ’ οὕτως ἄτεγκτον καὶ ἀνήμερον οὐκ ἔγνωκα.»
Aeth
.

7

.

20

.

6

Καὶ ἀποστρέψασα τὸν λόγον πρὸς τὴν Χαρίκλειαν, ὑπ’ ἀνάγκης γὰρ κἀκείνης εἰς ἐπήκοον ἀπεθάρσησε τὰ τοιαῦτα διαλέγεσθαι, «Συμπαρακάλεσον» ἔφη «ὦ θύγατερ, καὶ σὺ τὸν οὐκ οἶδ’ ὅντινα προσείπω προσηκόντως ἀδελ‐
5φόν σου τοῦτον. Συνοίσει καὶ σοὶ τὸ πρᾶγμα· οὐκ ἔλαττον ἀγαπηθήσῃ, πλέον τιμηθήσῃ· πλουτήσεις εἰς κόρον, γάμου σοι προνοήσει λαμπροῦ. Ζηλωτὰ δὲ ταῦτα καὶ εὖ πράτ‐ τουσι, μή τί γε δὴ ξένοις καὶ ἐν ἐνδείᾳ τὸ παρὸν ἐξετα‐ ζομένοις.»
9
Aeth
.

7

.

21

.

1

Ἡ δὲ Χαρίκλεια σεσηρός τι καὶ κατεσμυγμένον
ὑποβλέψασα «Εὐκτὸν μὲν ἦν» ἔφη «καὶ κάλλιστον μηδὲν τοιοῦτον ὑποστῆναι τὴν πάντα ἀρίστην Ἀρσάκην· εἰ δὲ μή, δεύτερα γοῦν ἐγκρατείᾳ φέρειν τὸ πάθος. Ἀλλ’ ἐπειδή148 in vol. 2
5τι πέπονθεν ἀνθρώπινον καὶ νενίκηται, ὡς φῄς, καὶ ἥττων ἐστὶ τῆς ἐπιθυμίας, συμβουλεύσαιμ’ ἂν καὶ αὐτὴ Θεαγένει τούτῳ τὴν πρᾶξιν, εἰ τὸ ἀσφαλὲς αὐτῷ προσείη, μὴ ἀρνεῖσθαι· μὴ δέ τι λάθῃ κακὸν αὐτός τε ἑαυτὸν κἀκεί‐ νην ἐργασάμενος, εἰ ταῦτα εἰς φῶς ἔλθοι καὶ γνοίη ποθὲν
10τὸ παράνομον τῶν δεδραμένων ὁ σατράπης.»
Aeth
.

7

.

21

.

2

Ἀνή‐ λατο πρὸς τοὺς λόγους ἡ Κυβέλη καὶ περιπτύξασα καὶ φιλήσασα πολλὰ τὴν Χαρίκλειαν «Εὖγε» ἔφη «ὦ τέκνον, ὅτι καὶ γυναῖκα ὁμοίαν σοι τὴν φύσιν ἠλέησας καὶ τῆς
5ἀσφαλείας τἀδελφοῦ πεφρόντικας· ἀλλὰ τούτου γε ἕνεκα θάρσει, ὡς οὐδ’ ὁ ἥλιος, τοῦτο δὴ τὸ τοῦ λόγου, γνώσεται.» «Πέπαυσο τὸ παρόν» ἔφη ὁ Θεαγένης «καὶ ἔνδος ἡμῖν εἰς ἐπίσκεψιν.»
Aeth
.

7

.

21

.

3

Ἐξελθούσης δὲ παραχρῆμα τῆς Κυβέ‐ λης «Ὦ Θεάγενες» ἔλεγεν ἡ Χαρίκλεια «ὁ μὲν δαίμων τοιαῦτα ἡμῖν προξενεῖ τὰ εὐτυχήματα ἐν οἷς πλέον ἐστὶ τὸ κακῶς πράττειν τῆς δοκούσης εὐπραγίας· πλὴν ἀλλὰ
5συνετῶν γέ ἐστι καὶ τὰ δυστυχήματα ἐκ τῶν ἐνόντων πρὸς τὸ βέλτιστον διατίθεσθαι. Εἰ μὲν οὖν ἔχεις γνώμην καὶ τελείως δρᾶσαι τὸ ἔργον οὐκ ἔχω λέγειν· καίτοι γε οὐκ ἂν σφόδρα διενεχθεῖσα εἰ πάντως ἡμῖν ἐν τούτῳ τὸ σῴζεσθαι καὶ μὴ περιλείπεται.
Aeth
.

7

.

21

.

4

Εἰ δὲ εὖ ποιῶν ἄτοπον δοκιμά‐ ζεις τὸ αἰτούμενον ἀλλὰ σύ γε πλάττου τὸ συγκατατίθεσ‐ θαι καὶ τρέφων ἐπαγγελίαις τῆς βαρβάρου τὴν ὄρεξιν ὑπερθέσεσιν ὑπότεμνε τὸ πρὸς ὀξύ τι καθ’ ἡμῶν βουλεύ‐
149 in vol. 2
5σασθαι, ἐφηδύνων ἐλπίδι καὶ καταμαλάττων ὑποσχέσει τοῦ θυμοῦ τὸ φλεγμαῖνον· εἰκός τινα καὶ λύσιν θεῶν βουλήσει τὸν μεταξὺ χρόνον ἀποτεκεῖν. Ἀλλ’ ὦ Θεάγενες, ὅπως μὴ ἐκ τῆς μελέτης εἰς τὸ αἰσχρὸν τοῦ ἔργου κατολισ‐ θήσῃς.»
Aeth
.

7

.

21

.

5

Μειδιάσας οὖν ὁ Θεαγένης «Ἀλλὰ σύ γε οὐδὲ ἐν τοῖς δεινοῖς» ἔφη «τὴν γυναικῶν ἔμφυτον νόσον ζηλοτυπίαν ἐκπέφευγας, ἐμὲ δὲ ἴσθι μηδὲ πλάσασθαι τὰ τοιαῦτα δύνασθαι· ποιεῖν γὰρ τὰ αἰσχρὰ καὶ λέγειν ὁμοίως
5ἀπρεπές· καὶ ἄλλως τὸ ἀπογνῶναι τὴν Ἀρσάκην αὐτόθεν φέρει τι χαρίεν, τὸ μηκέτι διοχλεῖν ἡμῖν. Εἰ δὲ πάσχειν τι δέοι, φέρειν τὰ προσπίπτοντα ἤδη με πολλάκις ἥ τε τύχη καὶ ἡ γνώμη παρεσκεύασε.» «Μὴ λάθῃς εἰς μέγα κακὸν ἡμᾶς ἐμβάλλων» εἰποῦσα ἡ Χαρίκλεια ἐσιώπησε.
9
Aeth
.

7

.

22

.

1

Καὶ τούτων ἐν ταύτῃ τῇ σκέψει διαγόντων ἡ Κυβέλη πάλιν ἀναπτερώσασα τὴν Ἀρσάκην καὶ ὡς τὰ δεξιώτερα χρὴ προσδοκᾶν εἰποῦσα, ἐνδεδεῖχθαι γάρ τι τὸν Θεαγένην τοιοῦτον, ἐπανῆλθεν εἰς τὸ αὑτῆς
5δωμάτιον. Κἀκείνην διαλιποῦσα τὴν ἑσπέραν καὶ πολλὰ διὰ τῆς νυκτὸς ὁμόκοιτον οὖσαν ἐξ ἀρχῆς τὴν Χαρίκλειαν παρακαλέσασα συμπράττειν εἰς ἕω πάλιν ἠρώτα τὸν Θεα‐ γένην τίνα εἴη τὰ δεδογμένα.
Aeth
.

7

.

22

.

2

Ἀπειπόντος δὲ λαμ‐ πρῶς καὶ παντοίως τὸ προσδοκᾶν ἀποφήσαντος, σύννους ἐπὶ τὴν Ἀρσάκην ἀπέδραμεν. Ἡ δέ, ὡς τὸ ἀπηνὲς παρὰ Θεαγένους ἐξήγγειλεν ἡ Κυβέλη, τὴν γραῦν ἐπὶ κεφαλὴν
150 in vol. 2
5ἐξωσθῆναι προστάξασα εἰσδραμοῦσά τε εἰς τὸν θάλαμον ἔκειτο ἐπὶ τῆς εὐνῆς ἑαυτὴν σπαράττουσα.
Aeth
.

7

.

22

.

3

Καὶ ἄρτι τῆς γυναικωνίτιδος ἐκτὸς γεγονυῖαν τὴν Κυβέλην ἰδὼν ὁ υἱὸς Ἀχαιμένης κατηφῆ τε καὶ δεδακρυμένην «Μή τι ἄτοπον μή τι πονηρόν, ὦ μῆτερ, προσπέπτωκεν;» ἠρώτα
5«μή τις ἀγγελία τὴν δέσποιναν ἠνίακε; μή τι δυστύχημα ἀπὸ στρατοπέδου προσήγγελται; μή τι καταπονοῦσι κατὰ τὸν ἐνεστῶτα πόλεμον Αἰθίοπες τὸν δεσπότην Ὀροονδά‐ την;»
Aeth
.

7

.

22

.

4

Καὶ πολλὰ τοιαῦτα εἰπὼν ἠρώτα· ἡ δὲ «Ἀδο‐ λεσχεῖς» εἰποῦσα ἀπέτρεχεν· ὁ δὲ οὐδέν τι μᾶλλον ἀνιεὶς ἀλλὰ παρακολουθῶν καὶ τῶν χειρῶν λαμβανόμενος καὶ κατασπαζόμενος ἐξαγορεύειν πρὸς παῖδα τὸν ἴδιον τὰ
5λυποῦντα ἱκέτευε.
5
Aeth
.

7

.

23

.

1

Λαβοῦσα δὴ αὐτὸν καὶ εἴς τι μέρος τοῦ παραδείσου χωρισθεῖσα «Ἄλλῳ μὲν οὐκ ἄν» ἔφη «ἐξεῖ‐ πον τὰ ἐμαυτῆς τε καὶ δεσποίνης κακά· ἐπεὶ δὲ ἐκείνη τε ἐν τῷ παντὶ σαλεύει κἀγὼ τὸν περὶ τοῦ ζῆν προσδοκῶ
5κίνδυνον, οἶδα γὰρ ὡς ἡ Ἀρσάκης ἀνία καὶ μανία εἰς ἐμὲ ἀποσκήψει, λέγειν ἀναγκάζομαι εἰ δή τινα καὶ ἐπικουρίαν
τῇ γεννησάσῃ καὶ εἰς φῶς προαγαγούσῃ καὶ τουτοισὶ ἐκθρεψαμένῃ σε τοῖς μαζοῖς ἐπινοήσειας.151 in vol. 2
Aeth
.

7

.

23

.

2

Ἐρᾷ τοῦ νέου τοῦ παρ’ ἡμῖν ἡ δέσποινα καὶ ἐρᾷ οὐ φορητόν τινα οὐδὲ νενομισμένον ἀλλὰ ἀνίατον ἔρωτα καὶ ὃν εἰς δεῦρο κατορθώσειν ἐγώ τε κἀκείνη μάτην ἠπατώμεθα. Καὶ αὗται
5ἦσαν αἱ πολλαὶ φιλοφροσύναι καὶ ποικίλαι δεξιώσεις αἱ περὶ τοὺς ξένους.
Aeth
.

7

.

23

.

3

Ἐπεὶ δὲ εὐήθης τις καὶ θρασὺς καὶ ἀπηνὴς ὢν ὁ νεανίας ἀπεῖπε τὰ πρὸς ἡμᾶς, οὐδὲ ἐκείνην οἶδα βιωσομένην καὶ ἐμαυτὴν ἀναιρησομένην ὡς χλευάσασαν ταῖς ἐπαγγελίαις καὶ διαψευσαμένην. Ταῦτα
5ἔστιν, ὦ παῖ, καὶ εἰ μὲν ἔχεις τι βοηθεῖν σύμπραττε· εἰ δὲ μή, τελευτήσασαν τὴν μητέρα κήδευε.»
Aeth
.

7

.

23

.

4

Καὶ ὃς «Μισθὸς δέ μοι τίς ἔσται» ἔφη «ὦ μῆτερ; οὐ γάρ μοι καιρὸς θρύπτεσθαι πρός σε οὐδὲ ἐκ περιόδων οὐδὲ κυκλού‐ μενον τοῖς λόγοις τὴν βοήθειαν ἐπαγγέλλεσθαι πρὸς οὕτως
5ἀγωνιῶσαν καὶ ἐγγὺς λειποψυχοῦσαν.» «Πᾶν ὅ τι βούλει» ἔφη «προσδόκα» ἡ Κυβέλη. «Ἀρχιοινοχόον μὲν γάρ σε καὶ νῦν εἰς ἐμὴν τιμὴν πεποίηται· εἰ δέ τι μεῖζον ἀξίωμα περινοεῖς, ἀπάγγελλε· πλούτου γὰρ οὐδὲ ἀριθμὸς ἔσται ὅσον ἂν κομίσαιο, σωτὴρ τῆς ἀθλίας γενόμενος.»
Aeth
.

7

.

23

.

5

«Πάλαι ταῦτα» ἔφη «δι’ ὑποψίας ἔχων, ὦ μῆτερ, ἐγὼ καὶ συνιεὶς ἐσιώπων, τὸ μέλλον ἀπεκδεχόμενος. Ἀλλ’ οὐδὲ ἀξιώματος οὐδὲ πλούτου μεταποιοῦμαι· τὴν δὲ κόρην τὴν ἀδελφὴν
5λεγομένην τοῦ Θεαγένους εἴ μοι πρὸς γάμον ἐκδοίη, πάντα
αὐτῇ τὰ κατὰ γνώμην πεπράξεται· ἐρῶ δέ, ὦ μῆτερ, τῆς κόρης οὐχὶ μετρίως, ὥστε ἐκ τῶν ἰδίων γινώσκουσα τὸ πάθος ἡ δέσποινα καὶ ὅσον τι καὶ οἷόν ἐστι δικαίως ἂν καὶ αὐτὴ συμπράττοι τῷ ταὐτὰ νοσοῦντι, καὶ ἄλλως τοσοῦ‐152 in vol. 2
10τον κατόρθωμα ἐπαγγελλομένῳ.»
Aeth
.

7

.

23

.

6

«Μηδὲν ἀμφί‐ βαλλε» εἶπεν ἡ Κυβέλη· «ἥ τε γὰρ δέσποινα δώσει τὴν χάριν ἀνενδοιάστως εὐεργέτῃ σοι καὶ σωτῆρι γεγενημένῳ καὶ ἄλλως τάχα ἂν καὶ καθ’ ἑαυτοὺς πείσαιμεν τὴν κόρην.
5Ἀλλὰ τίς ὁ τρόπος εἰπὲ τῆς βοηθείας;» «Οὐκ ἂν εἴποιμι» ἔφη, «πρὶν ὅρκοις ἐμπεδωθῆναί μοι τὴν ἐπαγγελίαν παρὰ τῆς δεσποίνης. Σὺ δὲ μὴ ἀποπειραθῇς τὴν ἀρχὴν τῆς κόρης, ὁρῶ γάρ πως κἀκείνην ἄνω τε καὶ μέγα φρονοῦσαν, μὴ καὶ λάθῃς τὸ πρᾶγμα διαστρέφουσα.»
Aeth
.

7

.

23

.

7

«Πάντα γενήσεται» εἰποῦσα εἰσέδραμεν εἰς τὸν θάλαμον ὡς τὴν Ἀρσάκην καὶ προσπεσοῦσα τοῖς γόνασιν «Εὔθυμος ἔσο» ἔφη· «πάντα σοι θεῶν βουλήσει κατορθοῦται· τὸν παῖδα
5μόνον τὸν ἐμὸν Ἀχαιμένην εἰσκληθῆναι πρόσταξον.» «Εἰσκεκλήσθω» εἶπεν ἡ Ἀρσάκη «εἰ μή τί με πάλιν ἀπατᾶν μέλλεις.»
7
Aeth
.

7

.

24

.

1

Εἰσῆλθεν ὁ Ἀχαιμένης καὶ πάντα διελθούσης τῆς πρεσβύτιδος ἐπώμοσεν ἡ Ἀρσάκη παρέξειν τὸν γάμον τῆς ἀδελφῆς Θεαγένους. Ὁ δὲ Ἀχαιμένης «Δέσποινα» ἔφη «πεπαύσθω λοιπὸν Θεαγένης, δοῦλος ὤν, [καὶ] θρυπτόμε‐
5νος κατὰ δεσποίνης ἰδίας.»
Aeth
.

7

.

24

.

2

«Καὶ πῶς τοῦτο λέγεις;» ἐρωτώσης ἅπαντα ἐξηγόρευεν· ὡς πολέμου νόμῳ ληφ‐ θείη καὶ γένοιτο αἰχμάλωτος ὁ Θεαγένης, ὡς Μιτράνης ἐκπέμψειεν αὐτὸν πρὸς Ὀροονδάτην ἀναπεμφθησόμενον
153 in vol. 2
5βασιλεῖ τῷ μεγάλῳ, ὡς αὐτὸς ἵνα ἄγοι παραλαβὼν ἀπολέ‐ σειεν ἔφοδον Βησσαέων καὶ Θυάμιδος κατατολμησάντων, ὡς μόλις αὐτὸς διαδράσειε καὶ ἐπὶ πᾶσι τὸ γράμμα τὸ Μιτράνου πρὸς Ὀροονδάτην προηυτρεπισμένος ἐπεδείκνυε τῇ Ἀρσάκῃ, καὶ εἰ προσδέοιτο καὶ ἑτέρων ἀποδείξεων
10ἕξειν μαρτυροῦντα καὶ τὸν Θύαμιν.
Aeth
.

7

.

24

.

3

Ἀνέπνει πρὸς ταῦτα ἡ Ἀρσάκη· καὶ οὐδὲν ὅσον μελλήσασα πρόεισί τε τοῦ θαλάμου καὶ εἰς τὸν οἶκον οὗ προκαθημένη χρηματί‐ ζειν εἰώθει παρελθοῦσα ἄγεσθαι τὸν Θεαγένην ἐκέλευσεν.
5Ἐπεὶ δὲ ἤχθη ἐπηρώτα εἰ γνωρίζει τὸν Ἀχαιμένην, ἑστῶτα πλησίον ἐπιδεικνύουσα· τοῦ δὲ φήσαντος «Οὔκουν καὶ αἰχ‐ μάλωτον ἦγέ σε παραλαβών;» αὖθις ἠρώτα.
Aeth
.

7

.

24

.

4

Συμφή‐ σαντος δὲ καὶ τοῦτο τοῦ Θεαγένους «Δοῦλος τοίνυν ἡμέ‐ τερος ὢν ἴσθι· καὶ σὺ μὲν πράξεις τὰ τῶν οἰκετῶν, τοῖς ἡμετέροις νεύμασι καὶ ἄκων ἑπόμενος, ἀδελφὴν δὲ τὴν σὴν
5Ἀχαιμένει τῷδε πρὸς γάμον κατεγγυῶ τὰ πρῶτα φερο‐ μένῳ παρ’ ἡμῖν τῆς τε μητρὸς ἕνεκεν καὶ τῆς ἄλλης αὐτοῦ περὶ ἡμᾶς εὐνοίας, ὑπερθεμένη τοσοῦτον ὅσον ἡμέραν προορίσαι καὶ τὰ πρὸς τὴν εὐωχίαν λαμπρότερον εὐτρε‐ πισθῆναι.»
Aeth
.

7

.

24

.

5

Ὁ δὲ Θεαγένης ἐβέβλητο μὲν ὡς ὑπὸ
τρώσεως τῶν λόγων· ἔγνω δ’ οὖν μὴ ὁμόσε χωρεῖν ἀλλὰ καθάπερ θηρίου τὴν ὁρμὴν ἐκκλῖναι καὶ «Ὦ δέσποινα» ἔλεγε «θεοῖς χάρις ὅτι εὐγενείας τὰ πρῶτα ὄντες ταῦτα154 in vol. 2
5γοῦν ὡς ἐν δυστυχήμασιν εὐπραγοῦμεν, τὸ μὴ ἄλλοις σοὶ δὲ δουλεύειν ἣ καὶ ἀλλοτρίους εἶναι δοκοῦντας καὶ ξένους οὕτως ἡμέρως τε καὶ φιλοφρόνως ἑώρας.
Aeth
.

7

.

24

.

6

Ἀδελφῆς δὲ τῆς ἐμῆς ἕνεκεν, αἰχμαλώτου μὲν οὐκ οὔσης οὐδὲ διὰ τοῦτο δούλης αἱρουμένης δέ σε θεραπεύειν καὶ κεκλῆσθαι τὸ σοὶ καθ’ ἡδονήν, βουλευσαμένη πρᾶττε τοῦθ’ ὅπερ ἂν
5ἔχειν ὀρθῶς δοκιμάζῃς.» Ἡ δὲ Ἀρσάκη «Κατατετάχθω» ἔφη «ἐν τοῖς τραπεζοκόμοις καὶ οἰνοχοεῖν πρὸς Ἀχαιμέ‐ νους ἐκδιδασκέσθω, πρὸς τὴν βασιλικὴν διακονίαν πόρρωθεν προεθιζόμενος.»
8
Aeth
.

7

.

25

.

1

Ἐξῄεσαν οὖν σύννους μὲν ὁ Θεαγένης καὶ τῶν πρακτέων εἰς ἐπίσκεψιν τὸ βλέμμα ἐπιστρέφων, ἐγγε‐ λῶν δὲ ὁ Ἀχαιμένης καὶ τοῦ Θεαγένους καταμωκώμενος «ὁ σοβαρὸς ἡμῖν ἀρτίως» λέγων «καὶ ὑπερήφανος, ὁ τὸν
5αὐχένα ἄκαμπτος καὶ μόνος ἐλεύθερος, ὁ τὴν κεφαλὴν νεύειν εἰς τὸ προσκυνεῖν οὐκ ἀνεχόμενος, νῦν που τάχα κλινεῖς ἢ καὶ κονδύλοις ὑφέξεις αὐτὴν παιδαγωγούμενος.»
Aeth
.

7

.

25

.

2

Ἡ δὲ Ἀρσάκη τοὺς ἄλλους ἀποπέμψασα πρὸς μόνην τὴν Κυβέλην «Νῦν μὲν δὴ» ἔφη «ὦ Κυβέλη πᾶσα περιῄ‐ ρηται πρόφασις καὶ λέγε ἐλθοῦσα πρὸς τὸν ὑπερήφανον
ὡς πειθόμενος μὲν ἡμῖν καὶ τὰ κατὰ νοῦν τὸν ἡμέτερον155 in vol. 2
5πράττων ἐλευθερίας τε μεθέξει καὶ ἀφθόνως ὡς ἐν εὐπορίᾳ βιώσεται, τοῖς δὲ ἐναντίοις ἐπιμένων ἐρωμένης τε ὑπερ‐ φρονουμένης καὶ δεσποίνης ἅμα ἀγανακτούσης αἰσθήσεται, δουλείαν μὲν τὴν ἐσχάτην καὶ ἀτιμοτάτην ὑπηρετησόμενος κολάσεως δὲ πᾶν εἶδος ὑποστησόμενος.»
Aeth
.

7

.

25

.

3

Ἦλθεν ἡ Κυβέλη καὶ ἀπήγγειλε τὰ παρὰ τῆς Ἀρσάκης, πολλὰ καὶ παρ’ ἑαυτῆς εἰς προτροπὴν τῶν φαινομένων λυσιτελεῖν προστιθεῖσα. Ὁ δὴ Θεαγένης ὀλίγον ἐπιμεῖναι παρακα‐
5λέσας μόνος τε πρὸς τὴν Χαρίκλειαν ἰδιάσας «Οἴχεται τὰ καθ’ ἡμᾶς» ἔφη «Χαρίκλεια.
Aeth
.

7

.

25

.

4

Πᾶν, τοῦτο δὴ τὸ τοῦ λόγου, πεῖσμα διέρρηκται, πᾶσα ἐλπίδος ἄγκυρα καὶ παν‐ τοίως ἀνέσπασται καὶ οὐδὲ μετ’ ὀνόματος γοῦν ἐλευθέρου δυστυχοῦμεν ἀλλὰ δοῦλοι γεγόναμεν αὖθις» (καὶ ὅπως
5προσετίθει) «καὶ βαρβαρικαῖς λοιπὸν ἐκκείμεθα αἰκίαις, ἢ πράττοντες τὰ δοκοῦντα τοῖς δεσποτεύουσιν ἢ τοῖς κατα‐ κρίτοις ἐναριθμούμενοι.
Aeth
.

7

.

25

.

5

Καὶ ταῦτα μὲν ἔτι φορητά, τὸ δὲ πάντων βαρύτατον Ἀχαιμένει τῷ Κυβέλης υἱεῖ πρὸς γάμον ἐκδώσειν ἡ Ἀρσάκη σε κατεπηγγείλατο· καὶ τοῦτο μὲν ὅτι μὴ ἔσται ἢ γινόμενον οὐκ ὄψομαι δῆλον, ἕως ἂν ὁ
5βίος ξιφῶν τε καὶ ἀμυντηρίων εὐπορῇ.
Aeth
.

7

.

25

.

6

Τί δὲ χρὴ πράττειν ἢ τίνα μηχανὴν ἐπινοεῖν ὥστε διακρούσασθαι τήν τε ἐμὴν πρὸς Ἀρσάκην καὶ τὴν σὴν πρὸς Ἀχαιμένην ἀπευκτὴν σύνοδον;» «Μίαν» ἔφη πρὸς αὐτὸν ἡ Χαρί‐
5κλεια· «κατανεύσας τὴν ἑτέραν, τὴν κατ’ ἐμὲ διακωλύ‐ σεις.»156 in vol. 2
Aeth
.

7

.

25

.

7

«Εὐφήμησον» ἔφη· «μὴ γὰρ οὕτως ἡ δαίμο‐ νος τοῦ ἡμετέρου βαρύτης ἰσχύσειεν ὥστε με τὸν Χαρι‐ κλείας ἀπείρατον ἄλλης ὁμιλίᾳ παρανόμως μιανθῆναι. Ἀλλά τι δραστήριον ἐπινενοηκέναι μοι δοκῶ· εὑρέτις ἄρα
5ἐπιλογισμῶν ἡ ἀνάγκη.» Καὶ ἅμα πρὸς τὴν Κυβέλην μετα‐ στὰς «Ἀπάγγελλε» εἶπε «τῇ δεσποίνῃ βούλεσθαί με μόνῃ καὶ ἰδίᾳ τῶν ἄλλων ἐντυχεῖν.»
7
Aeth
.

7

.

26

.

1

Τοῦτ’ ἐκεῖνο νομίσασα εἶναι ἡ πρεσβῦτις καὶ ὑποπεπτωκέναι τὸν Θεαγένην ἀπήγγειλέ τε πρὸς τὴν Ἀρσάκην καὶ μετὰ δεῖπνον ἄγειν τὸν νεανίαν ἀκούσασα οὕτως ἔπραττε. Καὶ ἡσυχίαν παρασχεῖν τῇ δεσποίνῃ τοὺς
5παρεδρεύοντας κελεύσασα καὶ μὴ παρενοχλεῖν τοῖς περὶ τὸν θάλαμον, παρεισῆγε τὸν Θεαγένην, τῶν μὲν ἄλλων οἷα δὴ νυκτὸς ὑπὸ σκότους κατεχομένων καὶ λαθεῖν παρεχόντων μόνον δὲ τὸν θάλαμον λύχνου καταυγάζοντος, καὶ εἰσάγουσα ὑπέστελλεν ἑαυτήν.
Aeth
.

7

.

26

.

2

Ἀλλ’ ὁ Θεαγένης ἐπεῖχέ τε «Παρέστω καὶ ἡ Κυβέλη τὸ παρόν, ὦ δέσποινα» εἰπών, «οἶδα ὡς τὸ πιστὸν ἔχει φυλακῆς τῶν ἀπορρήτων»· καὶ ἅμα τῶν χειρῶν τῆς Ἀρσάκης λαβόμενος «Ὦ δέσποινα»
5ἔλεγεν «οὔτε πρότερον ἀπαυθαδιαζόμενος πρὸς τὸ βού‐ λημα τὸ σὸν ὑπερεθέμην τὸ κελευόμενον ἀλλ’ ὅπως ἂν ἀσφαλῶς γένοιτο πρυτανευόμενος· νῦν τε ἐπειδή με καὶ δοῦλον τάχα καλῶς ποιοῦσα ἡ τύχη σὸν ἀπέφηνε, πολὺ πλέον εἰς πάντα ἕτοιμος εἴκειν.
Aeth
.

7

.

26

.

3

Ἕν μοι μόνον παρα‐ σχέσθαι νεῦσον, καίτοι πολλὰ καὶ μεγάλα ὑποσχομένη· ἄπειπε τὸν γάμον Ἀχαιμένει τὸν Χαρικλείας· τῶν γὰρ ἄλλων σιωπωμένων, τὴν εὐγενείᾳ τῇ μεγίστῃ κομῶσαν οἰκό‐
157 in vol. 2
5τριβι συνοικεῖν ἀθέμιτον· ἢ ἐπόμνυμί σοι θεῶν τὸν κάλλι‐ στον ἥλιον καὶ θεοὺς τοὺς ἄλλους ὡς οὔτε ὑπείξω τῷ σῷ βουλήματι καὶ εἰ γένοιτό τι πρὸς βίαν εἰς τὴν Χαρίκλειαν ἐπόψει με πρότερον ἐμαυτὸν διαχρησάμενον.»
Aeth
.

7

.

26

.

4

Καὶ ἡ Ἀρσάκη «Μὴ ἀπίστει» ἔφη «βούλεσθαί με πάντα σοι χαρίζεσθαι, ἥτις καὶ ἐμαυτὴν ἕτοιμος ἐκδιδόναι· ἀλλὰ προ‐ ληφθεῖσα ἐπώμοσα ἐκδώσειν Ἀχαιμένει τὴν σὴν ἀδελφήν.»
5«Εὖ» ἔφη «ὦ δέσποινα· τὴν ἀδελφὴν τοίνυν ἥτις ἐστὶν ἐκδίδου· μνηστὴν δὲ τὴν ἐμὴν καὶ νύμφην καὶ τί γὰρ ἄλλο ἢ γαμετὴν οὔτε θελήσεις, εὖ οἶδα, οὔτε θέλουσα ἐκδώσεις.»
Aeth
.

7

.

26

.

5

«Πῶς» ἔφη «λέγεις;» Ὁ δὲ «Τὰ ὄντα» ἀπεκρί‐ νατο· «οὐ γὰρ ἀδελφὴν ἔχω τὴν Χαρίκλειαν ἀλλὰ νύμφην ὥσπερ ἔλεγον, ὡς λελύσθαι μέν σοι τὸν ὅρκον ἐξεῖναι δέ, εἰ βούλοιο, καὶ ἄλλην ἔχειν ἀπόδειξιν τοὺς γάμους, ὅταν
5κρίνῃς, ἐμοῦ τε κἀκείνης εὐωχοῦσαν.»
Aeth
.

7

.

26

.

6

Ὑπεκνίσθη μὲν νύμφην οὐκ ἀδελφὴν εἶναι τὴν Χαρίκλειαν οὐκ ἄνευ ζηλοτυπίας ἀκούσασα, πλὴν ἀλλ’ «Ἔσται οὕτως» εἶπεν ἡ Ἀρσάκη «καὶ Ἀχαιμένην ἡμεῖς ἑτέρῳ γάμῳ παραμυ‐
5θησόμεθα.» «Ἔσται καὶ τὰ παρ’ ἐμοῦ» φησι «πρὸς σὲ» ὁ Θεαγένης «τούτων διακριθέντων»· καὶ ἅμα προσ‐ ῄει ὡς τὰς χεῖρας φιλήσων.
Aeth
.

7

.

26

.

7

Ἡ δὲ προσκύψασα καὶ τὸ στόμα ἀντὶ τῶν χειρῶν προβαλοῦσα ἐφίλησε καὶ ἐξῆλθεν ὁ Θεαγένης φιληθείς, οὐ μὴν αὐτός γε φιλήσας· καὶ τῇ Χαρικλείᾳ καιροῦ λαβόμενος ἅπαντα ἐξεῖπεν, οὐκ ἄνευ
158 in vol. 2
5ζηλοτυπίας οὐδὲ ἐκείνης ἔνια μανθανούσης· καὶ τῶν ἀτό‐ πων τῆς ἐπαγγελίας τὸν σκοπὸν προσέθηκεν καὶ ὡς πολλὰ δι’ ἑνὸς ἀνύοιτο.
Aeth
.

7

.

26

.

8

«Ἀχαιμένει τε γὰρ ὁ γάμος διασεσό‐ βηται καὶ τῇ κατ’ Ἀρσάκην ἐπιθυμίᾳ πρόφασις τὸ παρὸν ὑπερθέσεως ἐπινενόηται· καὶ τὸ δὴ κεφάλαιον ὡς εἰκὸς τὸν Ἀχαιμένην ἅπαντα ταραχῆς ἐμπλήσειν, ἀνιώμενον μὲν
5ἐφ’ οἷς ἀποτυγχάνει προσδοκήσας ἀγανακτοῦντα δὲ ἐφ’ οἷς ἠλάττωται παρὰ τῇ Ἀρσάκῃ διὰ τὴν εἰς ἐμὲ χάριν.
Aeth
.

7

.

26

.

9

Οὐ γὰρ δὴ λήσεται αὐτὸν οὐδὲν τῆς μητρὸς ἐξαγο‐ ρευούσης, ἣν ἐπίτηδες παρεῖναι τοῖς λεγομένοις προὐ‐ νόησα, μηνυθῆναί τε ταῦτα τῷ Ἀχαιμένει βουλόμενος καὶ μάρτυρα τῆς ἄχρι λόγων πρὸς τὴν Ἀρσάκην ὁμιλίας ποιού‐
5μενος. Ἀρκεῖ μὲν γὰρ ἴσως καὶ τὸ μηδὲν ἑαυτῷ συνειδότα φαῦλον εὐμενείᾳ τῇ παρὰ τῶν κρειττόνων ἐπελπίζειν· καλὸν δὲ καὶ ἀνθρώπων τοὺς συνόντας πείθοντα σὺν παρ‐ ρησίᾳ τὸν ἐπίκαιρον τοῦτον βίον διάγειν.»
Aeth
.

7

.

26

.

10

Προσε‐ τίθει δὲ κἀκεῖνα, ὡς σφόδρα χρὴ προσδοκᾶν καὶ ἐπιβου‐ λεύσειν τῇ Ἀρσάκῃ τὸν Ἀχαιμένην, ἄνδρα δοῦλον μὲν τὴν τύχην (ἀντίθετον δὲ ὡς ἐπίπαν τῷ κρατοῦντι τὸ κρατού‐
5μενον), ἀδικούμενον δὲ καὶ εἰς ὅρκους ἀθετούμενον ἐρῶντα δὲ καὶ ἄλλους ἑαυτοῦ προτετιμῆσθαι πυθόμενον, συνειδότα
δὲ τὰ πάντων αἴσχιστα καὶ παρανομώτατα καὶ οὐδὲν εἰς τὴν ἐπιβουλὴν πλάσασθαι δεόμενον, οἷα δὴ πολλοὶ πολλά‐ κις ἀνιαθέντες ἐτόλμησαν, ἀλλὰ καὶ ἐκ τῶν ἀληθῶν ἔχοντα159 in vol. 2
10πρόχειρον τὴν ἄμυναν.
10
Aeth
.

7

.

27

.

1

Τοιαῦτα πολλὰ διελθὼν πρὸς τὴν Χαρίκλειαν καὶ τὰ μέτρια θαρσεῖν παρασκευάσας, εἰς τὴν ἑξῆς ὑπη‐ ρετησόμενος ταῖς τραπέζαις ὑπὸ τοῦ Ἀχαιμένους ἤγετο, προστεταγμένον τοῦτο παρὰ τῆς Ἀρσάκης· καὶ ἐσθῆτα
5Περσικὴν τῶν πολυτελῶν ἀποστειλάσης ταύτην τε μετημ‐ φιέννυτο καὶ στρεπτοῖς τε χρυσοῖς καὶ περιαυχενίοις λιθο‐ κολλήτοις ἑκών τε τὸ μέρος καὶ ἄκων ἐκοσμεῖτο.
Aeth
.

7

.

27

.

2

Καὶ τοῦ Ἀχαιμένους ἀποδεικνύναι τι καὶ ὑφηγεῖσθαι τῶν οἰνο‐ χοϊκῶν πειρωμένου προσδραμὼν ὁ Θεαγένης ἑνὶ τῶν κυλι‐ κοφόρων τριπόδων καὶ φιάλην τῶν πολυτίμων ἀνελόμενος
5«Οὐδὲν» ἔφη «δέομαι διδασκάλων, ἀλλ’ αὐτοδίδακτος ὑπουργήσω τῇ δεσποίνῃ τὰ οὕτω ῥᾷστα μὴ θρυπτόμενος· σὲ μὲν γάρ, ὦ βέλτιστε, ἡ τύχη εἰδέναι τὰ τοιαῦτα κατα‐ ναγκάζει, ἐμοὶ δὲ ἡ φύσις τὰ πρακτέα καὶ ὁ καιρὸς ὑπαγο‐ ρεύει.»
Aeth
.

7

.

27

.

3

Καὶ ἅμα προσέφερε τῇ Ἀρσάκῃ προσηνὲς κερασάμενος εὔρυθμόν τέ τι καὶ ἄκροις τοῖς δακτύλοις ἐποχῶν τὴν φιάλην. Ἐκείνην μὲν οὖν πλέον ἢ πρότερον τὸ ποτὸν ἐξεβάκχευσεν, ἐπιρροφοῦσάν τε ἅμα καὶ ἀκλινῶς
5εἰς τὸν Θεαγένην ἀτενίζουσαν καὶ τοῦ ἔρωτος πλέον ἢ τοῦ κράματος ἕλκουσαν καὶ τὴν φιάλην ἐπίτηδες οὐκ ἐκπίνου‐ σαν ἀλλὰ σὺν τέχνῃ καὶ διὰ μικροῦ τοῦ λειψάνου τῷ Θεαγέ‐ νει προπίνουσαν.160 in vol. 2
Aeth
.

7

.

27

.

4

Ἀντιτέτρωτο δὲ ἐκ θατέρων ὁ Ἀχαι‐ μένης καὶ ὀργῆς ἅμα καὶ ζηλοτυπίας ἐμπλησθείς, ὡς μηδὲ λανθάνειν τὴν Ἀρσάκην, ὑποβλέψαντά τε καί τι πρὸς τοὺς παρόντας ἠρέμα διαγογγύσαντα. Ἤδη δὲ διαλυομένου τοῦ
5συμποσίου «Πρώτην αἰτῶ χάριν, ὦ δέσποινα» ἔφη ὁ Θεαγένης «ὑπηρετοῦντά με μόνον ἀμφιέννυσθαι ταύτῃ τῇ στολῇ κέλευσον.» Ὡς δὲ ἐπένευσεν ἡ Ἀρσάκη τὰ συνήθη μεταμφιασάμενος ἐξῄει.
Aeth
.

7

.

27

.

5

Συνεξῄει δὲ καὶ ὁ Ἀχαι‐ μένης, πολλὰ τῆς προπετείας τὸν Θεαγένην ὀνειδίζων καὶ ὡς μειρακιῶδες εἴη τὸ πρόχειρον καὶ ὡς τὴν μὲν πρώτην ἡ δέσποινα τὸ ξένον καὶ ἄπειρον ὑπερεῖδεν, εἰ δὲ ἐπιμένοι
5βλακευόμενος οὐ χαιρήσει καὶ ὅτι φίλος ὢν ταῦτα συμβου‐ λεύοι μᾶλλον δὲ ὀλίγον ὕστερον καὶ εἰς γένος συναφθησόμε‐ νος καὶ ἀδελφῆς τῆς ἐκείνου καθ’ ὑπόσχεσιν τῆς δεσποίνης ἀνὴρ ἐσόμενος.
Aeth
.

7

.

27

.

6

Καὶ πολλὰ τοιαῦτα ἐκεῖνος μὲν ἔλεγεν, ὁ δὲ οὐδὲ ἀκούοντι προσεοικὼς κάτω νεύσας ἀντιπαρῄει, μέχρις οὗ συνέβαλεν αὐτοῖς ἡ Κυβέλη κατευνάσαι τὴν δέσ‐ ποιναν τὸ μεσημβρινὸν ἐπειγομένη. Καὶ ἰδοῦσα σκυθρωπὸν
5τὸν υἱὸν ἠρώτα τὴν αἰτίαν.
Aeth
.

7

.

27

.

7

Ὁ δὲ «Τὸ ξένον μειρά‐ κιον» ἔφη «προτετίμηται ἡμῶν, καὶ χθὲς καὶ τήμερον
παρεισδεδυκὸς οἰνοχοεῖν ἐπιτέτραπται καὶ τοῖς ἀρχιτρι‐ κλίνοις ἡμῖν καὶ ἀρχιοινοχόοις πολλὰ χαίρειν φράσαν ὀρέ‐161 in vol. 2
5γει φιάλην καὶ παρίσταται πλησίον βασιλικοῦ σώματος τὸ μέχρις ὀνόματος ἡμῶν ἀξίωμα παραγκωνισάμενον.
Aeth
.

7

.

27

.

8

Καὶ τὸ μὲν τοῦτον τιμᾶσθαι μετέχοντα καὶ τῶν μειζόνων καὶ κοινωνοῦντα καὶ τῶν ἀπορρητοτέρων διότι γε κακῶς ποιοῦν‐ τες ἡμεῖς σιωπῶμεν καὶ συμπράττομεν ἧττόν ἐστι δεινόν,
5καίπερ ὂν δεινόν· ἀλλ’ ἐκεῖνό γε ἐξῆν, ἄνευ ὕβρεως τῆς εἰς ἡμᾶς τοὺς συνεργοὺς καὶ ὑπουργοὺς τῶν καλῶν πράξεων τὰ τοιαῦτα γίνεσθαι.»
7
Aeth
.

7

.

28

.

1

«Καὶ περὶ μὲν τούτων δεύτερος λόγος· τὸ δὲ παρόν, ὦ μῆτερ, τὴν μνηστὴν ἐβουλόμην τὴν τὰ πάντα ἐμοὶ γλυκυτάτην Χαρίκλειαν ἰδεῖν, εἴ πως τὸ δεδηγμένον τῆς ψυχῆς τῇ θέᾳ τῇ ἐκείνης διαιτῆσαι δυνηθείην.»
Aeth
.

7

.

28

.

2

Καὶ ἡ Κυβέλη «Ποίαν μνηστήν, ὦ τέκνον; ἔοικάς μοι τὰ σμι‐ κρότατα τῶν κατὰ σαυτὸν ἀγανακτεῖν, τὰ μείζονα δὲ ἀγνοῶν λανθάνειν. Οὐκέτι λαμβάνεις πρὸς γάμον τὴν Χαρί‐
5κλειαν.» «Τί» ἔφη «λέγεις;» ἀναβοήσας «Οὐκ εἰμὶ ἄξιος γαμεῖν ὁμόδουλον ἐμαυτοῦ; διὰ τί, ὦ μῆτερ;» «Δι’ ἡμᾶς» ἔφη «καὶ τὴν ἡμετέραν παράνομον περὶ Ἀρσάκην εὔνοιαν τε καὶ πίστιν.
Aeth
.

7

.

28

.

3

Ἐπειδὴ γὰρ ἐκείνην καὶ τῆς ἑαυτῶν ἀσφαλείας προτιμήσαντες καὶ τὴν ἐκείνης ἐπιθυμίαν καὶ τῆς ἡμετέρας σωτηρίας ἐπίπροσθεν ἀγαγόντες ἅπαντα
καθ’ ἡδονὴν συνεπράξαμεν, ἅπαξ που παρεισελθὼν εἰς162 in vol. 2
5τὸν θάλαμον ὁ γεννάδας οὗτος καὶ λαμπρῶς αὐτῆς ἐρώμε‐ νος καὶ μόνον ὀφθεὶς ἀναπέπεικε παραβῆναι μὲν τοὺς πρὸς σὲ γεγενημένους ὅρκους ἑαυτῷ δὲ κατεγγυᾶν τὴν Χαρί‐ κλειαν, οὐκ ἀδελφὴν ἀλλὰ μνηστὴν εἶναι διατεινόμενος.»
Aeth
.

7

.

28

.

4

«Καὶ ἐπήγγελται ταῦτα ἐκείνη, ὦ μῆτερ;» «Ἐπήγ‐ γελται, παιδίον» ἀπεκρίνατο ἡ Κυβέλη «παρούσης ἐμοῦ καὶ ἀκουούσης καὶ τοὺς γάμους αὐτῶν ἑστιάσει λαμπρῶς ὀλίγαις ὕστερον ἡμέραις· σοὶ δὲ ἄλλην σύνοικον εἶναι
5ἐπήγγελτο.»
Aeth
.

7

.

28

.

5

Βαρὺ δή τι πρὸς ταῦτα ἀνοιμώξας ὁ Ἀχαιμένης καὶ τὼ χεῖρε διατρίψας «Ἐγὼ» ἔφη «πικρο‐ γάμους θήσω σύμπαντας· μόνον μοι σύμπραττε τὴν εἰς χρόνον σύμμετρον τῶν γάμων ὑπέρθεσιν καὶ εἴ τις ἐπιζη‐
5τοίη, κακοῦσθαί με κατ’ ἀγρόν που συμπεσόντα ἀπάγγελλε.
Aeth
.

7

.

28

.

6

Μνηστὴν ὁ γεννάδας ὀνομάζει τὴν ἀδελφήν, ὥσπερ οὐ συνιέντων ἐπὶ διακρούσει μόνῃ τῇ ἐμῇ ταῦτα πράττε‐ σθαι· εἰ γὰρ περιβάλλοι, εἰ γὰρ φιλοίη καθάπερ δὴ κοινόν, εἰ καὶ συγκαθεύδοι, καθαρός τις ἔλεγχος ὅτι μὴ ἀδελφὴ
5μνηστὴ δέ ἐστιν. Ἐμοὶ μελήσει ταῦτα καὶ ὅρκοις καὶ θεοῖς τοῖς παραβαθεῖσι.»
6
Aeth
.

7

.

29

.

1

Ταῦτα εἶπε καὶ ὑπ’ ὀργῆς ἅμα καὶ ζηλοτυ‐ πίας καὶ ἔρωτος καὶ ἀποτυχίας οἰστρηθείς, ἱκανῶν καὶ
ἄλλον τινὰ διαταράξαι πραγμάτων, μή τί γε δὴ βάρβαρον, τὴν προσπεσοῦσαν ἔννοιαν ἐπιλογισμῷ μὴ διακρίνας ἐκ δὲ163 in vol. 2
5τῆς πρώτης ὁρμῆς κρατύνας,
Aeth
.

7

.

29

.

2

ἑσπέρας ἐπελθούσης ἵππον τε Ἀρμένιον τῶν εἰς πομπὰς καὶ πανηγύρεις τῷ σατράπῃ φατνιζομένων ὑφελέσθαι δυνηθείς, ἀφιππάσατο ὡς τὸν Ὀροονδάτην κατὰ Θήβας τότε τὰς μεγάλας τὴν
5ἐπ’ Αἰθίοπας συγκροτοῦντα στρατείαν καὶ πᾶν εἶδος πολέ‐ μου καὶ χεῖρα παντοίαν ἀθροίζοντα καὶ τὴν ἐπ’ αὐτοὺς
ἔξοδον ἤδη συσκευαζόμενον.164 in vol. 2
Aeth
.

8

.

1

.

1

Ὁ γὰρ δὴ βασιλεὺς ὁ Αἰθιόπων ἀπάτῃ περιεληλυ‐ θὼς τὸν Ὀροονδάτην καὶ θατέρου τῶν ἐπάθλων τοῦ πολέ‐ μου γεγονὼς ἐγκρατὴς καὶ τὴν πόλιν ἐπίμαχον τὰς Φίλας ἀεὶ τυγχάνουσαν ἐκ προλήψεως ὑφ’ αὑτῷ πεποιημένος, εἰς
5πᾶσαν ἀμηχανίαν καὶ ὥστε κατηπειγμένως ποιεῖσθαι τὴν ἐκστρατείαν καὶ αὐτοσχέδιον τὰ πολλὰ κατηνάγκαζεν.
Aeth
.

8

.

1

.

2

Ἡ γὰρ πόλις αἱ Φίλαι κεῖται μὲν ἐπὶ τῷ Νείλῳ τῶν ἐλαττόνων καταρρακτῶν ἀνωτέρω μικρόν, Συήνης δὲ καὶ Ἐλεφαντίνης ἑκατόν που τοῖς μεταξὺ σταδίοις διείργεται· ταύτην ποτὲ φυγάδες Αἰγύπτιοι καταλαβόντες καὶ ἐνοική‐
5σαντες ἀμφίβολον Αἰθίοψί τε καὶ Αἰγυπτίοις κατέστησαν, τῶν μὲν τοῖς καταρράκταις τὴν Αἰθιοπίαν ὁριζομένων, Αἰγυπτίων δὲ καὶ τὰς Φίλας κατὰ τὴν προενοίκησιν τῶν παρ’ ἑαυτῶν φυγάδων ὡς ἂν δορυαλώτους ἑαυτοῖς προσνέ‐ μειν ἀξιούντων.
Aeth
.

8

.

1

.

3

Συνεχῶς δὴ μεταπιπτούσης τῆς πόλεως καὶ τῶν ἀεὶ προλαβόντων καὶ ἐπικρατούντων γινομένης, τότε δὲ ὑπὸ φρουρᾶς Αἰγυπτίων τε καὶ Περσῶν
κατεχομένης, ὁ τῶν Αἰθιόπων βασιλεὺς πρεσβείαν ὡς2 in vol. 3
5τὸν Ὀροονδάτην στείλας ἐξῄτει μὲν [καὶ] τὰς Φίλας ἐξῄτει δὲ καὶ τὰ σμαράγδεια μέταλλα (καὶ πάλαι περὶ τού‐ των ὡς εἴρηται διακηρυκευσάμενος καὶ οὐ τυχών), ὀλίγαις τε προφθῆναι τοὺς πρεσβευτὰς ἡμέραις ἐπιτρέψας ἐφεί‐ πετο, πάλαι προπαρασκευασάμενος δῆθεν ὡς ἐπ’ ἄλλον τινὰ
10πόλεμον καὶ οὐδενὶ τὴν ὁρμὴν τῆς στρατείας φράσας.
Aeth
.

8

.

1

.

4

Κἀπειδὴ τὰς Φίλας ὑπερβεβηκέναι τοὺς πρεσβευτὰς εἴκαζεν, ὀλιγωρίαν τοῖς τε ἐνοικοῦσι καὶ φρουροῖς ἐμποιή‐ σαντας καὶ ὡς ὑπὲρ εἰρήνης ἢ καὶ φιλίας πρεσβεύοιεν ἀπαγγείλαντας, αὐτὸς αἰφνίδιον ἐπιστὰς τήν τε φρουρὰν
5ἐξήλασε, δύο μέν που καὶ τριῶν ἡμερῶν ἀντισχοῦσαν πλήθει δὲ τῶν ἐναντίων καὶ μηχαναῖς τειχομάχοις ἐνδοῦσαν, καὶ τὴν πόλιν κατέσχεν οὐδενὶ τῶν ἐνοικούντων λυμηνάμενος.
Aeth
.

8

.

1

.

5

Διὰ ταῦτα δὴ τεταραγμένον καταλαβὼν τὸν Ὀροονδάτην ὁ Ἀχαιμένης καὶ ἅπαντα πεπυσμένον παρὰ τῶν διαδράν‐ των ἔτι πλέον ἐξετάραξεν, ἀπροσδόκητός τε καὶ ἀπρόσ‐ κλητος ὀφθείς· καὶ μή τι δεινὸν περὶ τὴν Ἀρσάκην ἢ τὸν
5ἄλλον οἶκον γεγόνοι πυνθανομένῳ, γεγονέναι μὲν ὁ Ἀχαι‐ μένης ἰδίᾳ δὲ βούλεσθαι φράζειν ἀπεκρίνατο.
Aeth
.

8

.

1

.

6

Κἀπειδὴ τῶν ἄλλων ἐχωρίσθησαν ἅπαντα κατεμήνυεν· ὡς ὑπὸ Μιτράνου ληφθεὶς αἰχμάλωτος ὁ Θεαγένης ἀπέσταλτο πρὸς Ὀροονδάτην, δῶρον εἰ δόξειεν ὡς βασιλέα τὸν μέγαν
5ἀναπεμφθησόμενος, καὶ γὰρ εἶναι τὸ χρῆμα τοῦ νεανίου τῆς βασιλέως αὐλῆς καὶ τραπέζης ἐπάξιον· ὡς ὑπὸ Βησ‐ σαέων ἀφαιρεθείη προσανελόντων καὶ τὸν Μιτράνην· ὡς ἀφίκοιτο μετὰ ταῦτα εἰς τὴν Μέμφιν, παρενείρων ἅμα καὶ τὰ κατὰ τὸν Θύαμιν·3 in vol. 3
Aeth
.

8

.

1

.

7

καὶ τέλος τὸν ἐπὶ τῷ Θεαγένει τῆς Ἀρσάκης ἔρωτα καὶ τὸν εἰς τὰ βασίλεια τοῦ Θεαγέ‐ νους εἰσοικισμόν, καὶ τὰς περὶ αὐτὸν φιλοφρονήσεις καὶ τὰς ἐκείνου διακονίας τε καὶ οἰνοχοΐας· καὶ ὡς πέπρακται
5μὲν ἤδη τῶν παρανόμων ἴσως οὐδέν, ἀνθισταμένου τέως τοῦ νέου καὶ ἀντέχοντος,
Aeth
.

8

.

1

.

8

δέος δὲ πραχθῆναι βιασθέν‐ τος ἢ καὶ τῷ χρόνῳ τοῦ ξένου πως ἐνδόντος, εἰ μὴ φθαίη τις αὐτὸν προαναρπάζων ἐκ τῆς Μέμφεως καὶ τὴν ὅλην τοῦ ἔρωτος ὑπόθεσιν τῆς Ἀρσάκης ὑποτεμνόμενος· διὰ γὰρ
5δὴ ταῦτα καὶ αὐτὸς ἐπειχθῆναι καὶ λάθρα διαδρὰς ἥκειν μηνυτής, εὐνοίᾳ τῇ περὶ τὸν δεσπότην ἀποκρύπτειν τὰ κατὰ τοῦ δεσπότου μὴ ἐνεγκών.
7
Aeth
.

8

.

2

.

1

Κἀπειδὴ τούτοις θυμοῦ τὸν Ὀροονδάτην ἐμπεπλή‐ κει (καὶ ὅλος πρὸς ἀγανάκτησιν καὶ τιμωρίαν ἐξῄει), δι’ ἐπιθυμίας αὖθις ἐξέκαε τὰ κατὰ τὴν Χαρίκλειαν προστιθεὶς καὶ ἐπὶ μέγα ὥσπερ ἦν ἐξαίρων καὶ τὸ κάλλος παντοίως
5ἐκθειάζων καὶ τὴν ὥραν τῆς κόρης, ὡς οὔτε ὀφθείη πρότε‐ ρον οὔτε αὖθις δυνήσεται,
Aeth
.

8

.

2

.

2

«Μικρὰ νόμιζε» λέγων «πάσας σοι τὰς παλλακίδας εἶναι παρὰ ταύτην, οὐ μόνον
τὰς κατὰ τὴν Μέμφιν ἀλλὰ καὶ τὰς ἑπομένας» καὶ ἄλλα πολλὰ πρὸς τούτοις ὁ Ἀχαιμένης ἐλπίζων εἰ καὶ προσ‐4 in vol. 3
5ομιλήσειεν Ὀροονδάτης τῇ Χαρικλείᾳ μικρὸν γοῦν ὕστερον ἐπὶ μισθῷ τῶν μηνυμάτων ἐξαιτήσας πρὸς γάμον ἕξειν.
Aeth
.

8

.

2

.

3

Καὶ ὅλως ἐξηρέθιστο ἤδη καὶ διακαὴς ἦν ὁ σατράπης, θυμοῦ καὶ ἐπιθυμίας ἅμα ὥσπερ εἰς ἄρκυς ἐμβεβλημένος· καὶ οὐδὲ μικρὸν ὑπερθέμενος Βαγώαν τινὰ τῶν πεπιστευ‐ μένων εὐνούχων προσκαλεσάμενος ἱππέας τε πεντήκοντα
5ἐγχειρίσας εἰς τὴν Μέμφιν ἐξέπεμπεν, ἄγειν ὡς αὐτὸν Θεαγένην τε καὶ Χαρίκλειαν ὡς ὅτι τάχιστα καὶ οὗπερ ἂν αὐτὸς καταλαμβάνοιτο ἐπιστείλας.
7
Aeth
.

8

.

3

.

1

Ἐνεχείριζε δὲ καὶ γράμματα τὸ μὲν πρὸς Ἀρσά‐ κην ὧδε ἔχον «Ὀροονδάτης Ἀρσάκῃ. Θεαγένην καὶ Χαρί‐ κλειαν τοὺς αἰχμαλώτους ἀδελφοὺς βασιλέως δὲ δούλους, βασιλεῖ διαπεμφθησομένους ἀπόστειλον· ἀλλ’ ἑκοῦσα ἀπό‐
5στειλον, ἐπεὶ καὶ ἀκούσης ἀχθήσονται καὶ Ἀχαιμένης πισ‐ τευθήσεται.»
Aeth
.

8

.

3

.

2

Πρὸς δὲ Εὐφράτην τὸν κατὰ τὴν Μέμφιν ἀρχιευνοῦχον τοιόνδε «Ὑπὲρ μὲν ὧν οἰκίας τῆς ἐμῆς ὀλιγωρεῖς, εὐθύνας ὑφέξεις· τὸ παρὸν δὲ τοὺς ξένους Ἕλληνας τοὺς αἰχμαλώτους Βαγώᾳ παράδος ὡς ἐμὲ ἀχθη‐
5σομένους ἑκούσης Ἀρσάκης εἴτε καὶ ἀκούσης· πάντως δὲ παράδος ἢ αὐτὸς ἴσθι δέσμιος ἀχθῆναι προστεταγμένος τῆς δορᾶς ἀφαιρησόμενος.»
Aeth
.

8

.

3

.

3

Οἱ μὲν δὴ περὶ τὸν Βαγώαν ἐπὶ τὸ προστεταγμένον ἐξώρμησαν τῶν ἐπεσταλμένων παρὰ τοῦ σατράπου κατασεσημασμένων, ὡς ἂν μᾶλλον πιστεύ‐
σειαν οἱ κατὰ τὴν Μέμφιν καὶ θᾶττον τοὺς νέους ἐκδοῖεν·5 in vol. 3
5ἐξώρμησε δὲ καὶ Ὀροονδάτης ἐπὶ τὸν πρὸς Αἰθίοπας πόλε‐ μον, ἕπεσθαι καὶ τὸν Ἀχαιμένην προστάξας ἠρέμα καὶ οὐκ εἰδότα παραφρουρούμενον ἕως ἂν τὰ πρὸς αὑτοῦ μηνυθέντα δείξειεν ἐπαληθεύων.
Aeth
.

8

.

3

.

4

Κατὰ δὲ τὰς αὐτὰς ἡμέρας καὶ κατὰ τὴν Μέμφιν τοιάδε ἐγίνετο. Ἄρτι τοῦ Ἀχαιμένους ἀποδράντος ὁ Θύαμις ἤδη τὴν προφητείαν ὁλόκληρον ἀνα‐ δεδεγμένος καὶ τὰ πρῶτα τῆς πόλεως διὰ τοῦτο φερόμενος,
5τὰ περὶ τὴν κηδείαν τοῦ Καλασίριδος ἐκτελέσας καὶ τὰ νενομισμένα τῷ πατρὶ πάντα ἐν ἡμέραις ταῖς τεταγμέναις ἐπενέγκας, ἀναζητήσεως ἔννοιαν τῶν περὶ τὸν Θεαγένην ἐλάμβανεν, ὅτε δὴ παραδιαιτᾶσθαι καὶ τοῖς θύραθεν ἐκ τοῦ προφητικοῦ νόμου διατεταγμένον ἐγένετο.
Aeth
.

8

.

3

.

5

Κἀπειδὴ πολυπραγμονῶν καὶ ἐκπυνθανόμενος ἔγνω τοῖς σατραπείοις ἐνῳκισμένους, ὡς εἶχε σπουδῆς ἐλθὼν ὡς τὴν Ἀρσάκην ἐξῄτει τοὺς νέους ξένους ὡς αὐτῷ κατὰ πολλὰ μὲν καὶ
5ἄλλα προσήκοντας πλέον δὲ ὅτι ὁ πατὴρ Καλάσιρις τελευ‐ τῶν ἐπέσκηπτε παντοίως προνοεῖν καὶ ὑπερμαχεῖν τῶν ξένων [ἐπιστείλας], χάριν μὲν ἔχειν ὁμολογῶν ὅτι τὰς διὰ μέσου ταύτας ἡμέρας ὑπεδέξατο νέους καὶ ξένους καὶ Ἕλληνας φιλανθρωπευομένη, καθ’ ἃς ἐνδιαιτᾶσθαι τῷ ναῷ
10τοῖς μὴ ἱερωμένοις ἀπηγόρευτο, δικαιῶν δὲ ἀνακομίζεσθαι τὴν αὐτὸς αὑτοῦ παρακαταθήκην.
Aeth
.

8

.

3

.

6

Καὶ ἡ Ἀρσάκη
«Θαυμάζω σου» ἔφη «χρηστὰ μὲν ἡμῖν καὶ φιλάνθρωπα προσμαρτυροῦντος ἀπανθρωπίαν δὲ αὖθις καταγινώσκοντος, εἰ μὴ δυνησόμεθα ἢ βουλησόμεθα προνοεῖν τῶν ξένων καὶ6 in vol. 3
5τὰ πρέποντα αὐτοῖς ἀπονέμειν.»
Aeth
.

8

.

3

.

7

«Οὐ τοῦτο» εἶπεν ὁ Θύαμις· «καὶ γὰρ ἐν ἀφθονωτέροις τῇδε πλέον ἢ παρ’ ἡμῖν οἶδα ἐσομένους, εἰ καὶ μένειν βουλομένοις ἦν. Νυνὶ δὲ γένους ὄντες τῶν ἐπὶ δόξης ἄλλως δὲ τύχης ἐπηρείαις
5ποικίλαις κεχρημένοι καὶ τὸ παρὸν ἀλητεύοντες, πάντων ἐπίπροσθεν ποιοῦνται γένος τὸ ἴδιον ἀνακομίσασθαι καὶ εἰς τὴν ἐνεγκοῦσαν ἐπανήκειν, ὧν εἰς τὴν σύλληψιν ἐμὲ κλη‐ ρονόμον ὁ πατὴρ καταλέλοιπεν, ὄντων μοι καὶ ἄλλων φιλίας πρὸς τοὺς ξένους δικαιωμάτων.»
Aeth
.

8

.

3

.

8

«Εὖ γε ἐποίησας» ἡ Ἀρσάκη πρὸς αὐτόν «τοῦ μὲν ἐκδυσωπεῖν ἀφέμενος τὸ δὲ δίκαιον προβαλλόμενος, πλέον γὰρ τοῦτο μεθ’ ἡμῶν ἀναφαίνεται ὅσῳ καὶ τὸ δεσποτεύειν τοῦ προνοεῖν τηνάλλως
5εἰς τὸ ἔχειν ἐπικρατέστερον.» Ὁ δὴ Θύαμις θαυμάσας «Δεσποτεύεις δὲ» ἔφη «σὺ τούτων πῶς;» «Πολέμου νόμῳ» πρὸς αὐτὸν ἀπεκρίνατο «δούλους τοὺς αἰχμαλώτους ἀναδεικνύντος».
8
Aeth
.

8

.

4

.

1

Συνεὶς δὴ οὖν ὁ Θύαμις ὅτι τὰ περὶ τὸν Μιτρά‐ νην ἐθέλοι λέγειν «Ἀλλ’ ὦ Ἀρσάκη» ἔφη «οὐ πόλεμος τάδε ἀλλ’ εἰρήνη τὸ παρόν, κἀκεῖνος μὲν δουλοῦν, ἐλευθε‐ ροῦν δὲ αὕτη πέφυκε· κἀκεῖνο μέν ἐστι βούλημα τυραννι‐
5κόν, τουτὶ δὲ δόγμα βασιλικόν.
Aeth
.

8

.

4

.

2

Εἰρήνην δὲ καὶ πόλεμον
οὐχ ἡ τῶν ὀνομάτων ἀξίωσις ἀλλ’ ἡ τῶν χρωμένων διάταξις ἀληθέστερον γνωρίζειν πέφυκε· τὸ μὲν δίκαιον τούτοις τιθε‐ μένη βέλτιον ἂν φανείης ὁριζομένη, τό γε μὴν πρέπον ἢ7 in vol. 3
5συμφέρον οὐδὲ εἰς ἀμφισβήτησιν καθίσταται· πῶς γὰρ σοὶ καλὸν ἢ λυσιτελοῦν νέων καὶ ξένων οὕτως ἐκθύμως φαί‐ νεσθαί τε καὶ ὁμολογεῖν ἀντεχομένην;»
7
Aeth
.

8

.

5

.

1

Ἐπὶ τούτοις οὐκέτι κατέσχεν ἡ Ἀρσάκη ἀλλ’ ἔπασχεν ὃ δὴ καὶ πάντες ὡς ἐπίπαν οἱ ἐρῶντες· λανθάνειν μὲν οἰόμενοι καὶ ἐρυθριῶσιν ἁλισκόμενοι δὲ ἀπαναισχυντοῦ‐ σιν, ὁ μὲν ἀγνοούμενος ὀκνηρότερος ὁ δὲ πεφωραμένος θρα‐
5σύτερος καθιστάμενος· ὡς δὴ κἀκείνῃ τὸ συνειδὸς τῆς ψυχῆς ἔλεγχος ἐγίνετο καὶ τὸν Θύαμιν ὑπωπτευκέναι τι τῶν κατ’ αὐτὴν ὑποτοπήσασα παρ’ οὐδὲν μὲν τὸν προφήτην καὶ τὸ προφητικὸν ἀξίωμα ποιησαμένη πᾶσαν δὲ γυναικείαν αἰδῶ παραγκωνισαμένη,
Aeth
.

8

.

5

.

2

«Ἀλλ’ οὐδὲ τῶν εἰς Μιτράνην» ἔφη «δεδραμένων ὑμῖν χαιρήσετε ἀλλ’ ἔσται καιρὸς ἐν ᾧ τοὺς σφαγέας ἐκείνου τε καὶ τῶν σὺν αὐτῷ τὴν δίκην Ὀροονδάτης εἰσπράξεται. Τούσδε δὲ οὐ μεθήσομαι, τὸ
5μὲν παρὸν ἐμοὶ δουλεύοντας ὀλίγον δὲ ὕστερον ἀδελφῷ τῷ ἐμῷ βασιλεῖ τῷ μεγάλῳ κατὰ νόμον τὸν Περσικὸν ἀνα‐ πεμφθησομένους.
Aeth
.

8

.

5

.

3

Πρὸς ταῦτα ῥητόρευε καὶ δίκαια καὶ πρέποντα καὶ συμφέροντα μάτην ὁριζόμενος, ὡς οὐδενὸς προσδεῖται ὁ κρατῶν τὸ βούλημα τὸ ἴδιον τούτων ἕκαστον ποιούμενος· καὶ αὐλῆς τῆς ἡμετέρας ὡς ὅτι τάχιστα καὶ
5ἑκὼν μεθίστασο, μὴ δὴ λάθῃς καὶ ἄκων μεθιστάμενος.»8 in vol. 3
Aeth
.

8

.

5

.

4

Ὁ μὲν οὖν Θύαμις ἐξῄει θεούς τε ἐπιμαρτυράμενος καὶ τοσοῦτον ἐπισκήψας, ὡς οὐκ εἰς καλὸν ταῦτα τελευ‐ τήσει, κατάδηλα ποιῆσαι πρὸς τὴν πόλιν καὶ ἐπικαλέσασθαι πρὸς βοήθειαν ἐνθυμούμενος· ἡ δὲ Ἀρσάκη «Λόγος οὐδεὶς»
5εἰποῦσα «τῆς σῆς προφητείας· μίαν ὁρᾷ προφητείαν ἔρως τὴν ἐπιτυχίαν» εἰς τὸν θάλαμόν τε χωρισθεῖσα καὶ τὴν Κυβέλην προσκαλεσαμένη περὶ τῶν παρόντων διεσκοπεῖτο.
Aeth
.

8

.

5

.

5

Καὶ γάρ πως ἤδη καὶ τὸν δρασμὸν τοῦ Ἀχαιμένους οὐ φαινομένου δι’ ὑποψίας ἐλάμβανε, τῆς Κυβέλης εἴ ποτε πυνθάνοιτο καὶ ἐπιζητοίη τὸν Ἀχαιμένην ποικίλας καὶ ἄλλοτε ἄλλας προφάσεις ἀναπλαττούσης καὶ πάντα μᾶλλον
5ἢ τὴν ὡς Ὀροονδάτην ἄφιξιν πιστεύειν παρασκευαζούσης, πλὴν οὐ παντάπασι τὰ τελευταῖα πειθούσης ἀλλ’ ἤδη διὰ τὸν χρόνον καὶ ἀπιστουμένης.
Aeth
.

8

.

5

.

6

Τότε δ’ οὖν «Τί ποιή‐ σομεν» ἔλεγεν «ὦ Κυβέλη; τίς λύσις ἔσται μοι τῶν περιεσ‐ τηκότων; Ὁ μὲν ἔρως οὐκ ἀνίησιν ἀλλ’ ἐπιτείνει πλέον, ὥσπερ ὕλῃ τῷ νέῳ λάβρως ὑποπιμπράμενος· ὁ δὲ ἔστιν
5ἀπηνής τε καὶ ἀμείλιχος, φιλανθρωπότερος τὰ πρῶτα ἢ νῦν φαινόμενος, τότε μὲν ἀπατηλαῖς γοῦν ἐπαγγελίαις παρηγορῶν νῦν δὲ παντάπασι καὶ ἀπαρακαλύπτως τὰ πρός με ἀπαγορεύων· ὃ δή με καὶ διαταράττει μᾶλλον μὴ δή τι περὶ Ἀχαιμένους ὧν ὑπονοῶ καὶ αὐτὸς πέπυσται καὶ πλέον
10ἀποδειλιᾷ τὴν πρᾶξιν.
Aeth
.

8

.

5

.

7

Λυπεῖ δὲ ἐπὶ πᾶσιν Ἀχαιμέ‐ νης· οὐχὶ μηνυτὴς ὡς Ὀροονδάτην πεπόρευται ἢ πείσων
ἴσως ἢ οὐ πάντως ἄπιστα λέξων; Ὀφθείη μοι μόνον Ὀροον‐ δάτης· μίαν θεραπείαν καὶ δάκρυον Ἀρσάκειον ἓν οὐχ9 in vol. 3
5ὑποστήσεται· μεγάλην εἰς πειθὼ κέκτηται πρὸς ἄνδρας ἴυγγα τὰ γυναικεῖα καὶ σύνοικα βλέμματα. Ἀλλ’ ἐκεῖνο ὑπέρδεινον εἰ μὴ τυχοῦσα Θεαγένους προληφθείην ὑπὸ τῆς κατηγορίας, ἢ κἂν οὕτω τύχῃ τῆς τιμωρίας, εἴ τι πρὶν ἐντυ‐ χεῖν μοι πιστεύσειεν Ὀροονδάτης.
Aeth
.

8

.

5

.

8

Ὥστε ὦ Κυβέλη πάντα κίνει πᾶσαν εὕρισκε μηχανὴν πρὸς ὀξὺ καὶ τὴν ἄκραν ἀκμὴν περιεστηκότα ἡμῖν ὁρῶσα τὰ πράγματα, καὶ ἅμα ἐννοῦσα ὡς οὐκ ἔστι (πῶς γάρ;) ὅπως ἐμαυτῆς ἀπο‐
5γνοῦσα φείσομαι ἄλλων, ἀλλὰ πρώτη παραπολαύσεις τῶν τοῦ παιδὸς ἐπιχειρημάτων, ἃ πῶς ἠγνόησας οὐκ ἔχω συμβάλ‐ λειν.»
Aeth
.

8

.

5

.

9

Καὶ ἡ Κυβέλη «Παιδὸς μὲν» ἔφη «τοῦ ἐμοῦ πέρι καὶ πίστεως εἰς σὲ τῆς ἐμῆς, ὦ δέσποινα, οὐκ ἀληθῆ δοξάζουσα γνώσῃ τοῖς ἔργοις· αὐτὴ δὲ οὕτως ὑπτίως προσ‐ ιοῦσα τῷ σαυτῆς ἔρωτι καὶ τῷ ὄντι μαλακιζομένη μὴ ἄγε
5τὴν αἰτίαν ἐπ’ ἄλλους τοὺς οὐκ αἰτίους.
Aeth
.

8

.

5

.

10

Οὐ γὰρ ὡς δέσποινα κρατεῖς ἀλλ’ ὡς δουλεύουσα θεραπεύεις τὸ μειρά‐ κιον, ἃ παρὰ μὲν τὴν πρώτην ὀρθῶς ἴσως ἐγίνετο, ἁπαλοῦ τινος ἐκείνου καὶ εὐηνίου τὴν ψυχὴν νομισθέντος· ἐπειδὴ
5δὲ κατεξανίσταται ὡς ἐρωμένης, λαμβανέτω πεῖραν ὡς δεσποίνης καὶ μαστιγούμενος καὶ στρεβλούμενος ὑποπιπ‐ τέτω τοῖς σοῖς βουλεύμασι. Πεφύκασι γὰρ οἱ νέοι θερα‐ πευόμενοι μὲν ὑπερφρονεῖν βιαζόμενοι δὲ ὑπείκειν· ὥστε καὶ οὗτος πράξει κολαζόμενος ἅπερ ἠθέτει κολακευόμε‐
10νος.»
Aeth
.

8

.

5

.

11

«Ἀλλὰ δοκεῖς μὲν» ἔφη «εὖ λέγειν» ἡ Ἀρσάκη «πῶς δ’ ἂν ἐνέγκαιμι, ὦ θεοί, τοῖς ἐμοῖς ὀφθαλμοῖς ἢ ξαινόμενον ὁρῶσα τὸ σῶμα ἐκεῖνο ἢ καὶ ἄλλως κολαζόμε‐ νον;» «Αὖθις αὖ σὺ μαλακίζῃ» ἔφη «ὥσπερ οὐ πρὸς
10 in vol. 3
5ἐκείνου τε γενησόμενον 〈ἐπ’〉 ὀλίγαις στρεβλώσεσιν ἑλέσθαι τὰ βελτίονα καὶ σοὶ πρὸς μικρὸν ἀνιαθείσῃ τυχεῖν τῶν κατὰ γνώμην.
Aeth
.

8

.

5

.

12

Ἔνεστι δέ σοι μηδὲ λυπεῖν τὸν ὀφθαλ‐ μὸν τοῖς γινομένοις, ἀλλ’ Εὐφράτῃ παραδοῦσαν καὶ κολά‐ ζειν εἰποῦσαν ὥς τι πεπλημμεληκότα μήτε ἀνιᾶσθαι ὁρῶσαν —ἀκοὴ γὰρ ὄψεως εἰς τὸ λυπῆσαι κουφότερον—καὶ εἰ
5μεταβεβλημένον αἰσθοίμεθα, πάλιν ἐξελέσθαι ὡς αὐτάρκως ἐπεστραμμένον.»
6
Aeth
.

8

.

6

.

1

Ἐπείθετο ἡ Ἀρσάκη, ἀπελπισθεὶς γὰρ ἔρως οὐδε‐ μίαν ἔχει φειδὼ τοῦ ἐρωμένου τρέπειν δὲ φιλεῖ τὴν ἀπο‐ τυχίαν εἰς τιμωρίαν, καὶ τὸν ἀρχιευνοῦχον μετακαλεσα‐ μένη τὰ δεδογμένα προσέταξεν.
Aeth
.

8

.

6

.

2

Ὁ δὲ καὶ φύσει μὲν τὴν εὐνούχων ζηλοτυπίαν νοσῶν, σμυχόμενος δὲ καὶ πάλαι κατὰ τοῦ Θεαγένους ἐξ ὧν ἑώρα τε καὶ ὑπώπτευεν, εὐθὺς ἐν δεσμοῖς εἶχε σιδηροῖς καὶ ἐπίεζε λιμῷ καὶ αἰκίαις, εἰς
5οἴκημα ζοφῶδες κατακλεισάμενος καὶ εἰδότι μέν, 〈μὴ〉 προσ‐ ποιουμένῳ δὲ καὶ πυνθανομένῳ δῆθεν τὴν αἰτίαν οὐδὲν ἀποκρινόμενος, ἐπιτείνων δὲ ὁσημέραι τὰ τῆς κολάσεως καὶ πλέον ἢ ἐβούλετο ἡ Ἀρσάκη καὶ ἐντέταλτο τιμωρούμε‐ νος, εἰσφοιτᾶν δὲ οὐδενὶ παριεὶς ἢ μόνῃ τῇ Κυβέλῃ, τοῦτο
10προστεταγμένον.
Aeth
.

8

.

6

.

3

Ἡ δὲ ἐφοίτα συνεχῶς καὶ τροφὰς κρύφα παρεισφέρειν ἐνεδείκνυτο, οἰκτείρουσα μὲν δῆθεν καὶ ὑπὸ τῆς συνηθείας ἐπικλωμένη τὸ δὲ ἀληθὲς ἀποπειρω‐ μένη ποίαν τινὰ γνώμην ἔχοι πρὸς τὰ παρόντα καὶ εἴπερ
11 in vol. 3
5ἐνδιδοίη καὶ μαλάσσοιτο πρὸς τῶν στρεβλώσεων.
Aeth
.

8

.

6

.

4

Ὁ δὲ ἦν πλέον ἀνὴρ τότε καὶ πλέον ἀπεμάχετο πρὸς τὰς πείρας, τὸ μὲν σῶμα καταπονούμενος τὴν δὲ ψυχὴν ἐπὶ σωφροσύνῃ ῥωννύμενος, καὶ μεγαλαυχούμενος ἅμα πρὸς τὴν τύχην
5καὶ γαυριῶν εἰ λυποῦσα τὸ πλεῖστον μέρει τῷ καιριωτάτῳ χαρίζοιτο, ἐπιδείξεως ἀφορμὴν τῆς εἰς τὴν Χαρίκλειαν εὐνοίας τε καὶ πίστεως παρεσχημένη, μόνον εἰ γινώσκοι ταῦτα κἀκείνη μέγιστον ἀγαθὸν τιθέμενος καὶ συνεχῶς Χαρίκλειαν ζωὴν καὶ φῶς καὶ ψυχὴν ἀνακαλῶν.
Aeth
.

8

.

6

.

5

Ὥστε καὶ ἡ Κυβέλη ταῦτα ὁρῶσα καὶ παρὰ μὲν τῆς Ἀρσάκης ὡς ἠρέμα βούλοιτο πιέζεσθαι τὸν Θεαγένην ἀκούουσα, οὐ γὰρ εἰς τελευτὴν ἀλλ’ εἰς ἀνάγκην παραδεδωκέναι, αὐτὴ δὲ
5ἐκ τῶν ἐναντίων ἐπιτείνειν τὰ τῶν κολάσεων πρὸς τὸν Εὐφράτην ἀπαγγέλλουσα,
Aeth
.

8

.

6

.

6

ὡς ἀνύουσα ᾔσθετο οὐδὲν ἀλλ’ ἀπηγόρευτο καὶ αὕτη παρ’ ἐλπίδας ἡ πεῖρα, συνεῖσα οἷ κακῶν ἦν καὶ νῦν μὲν τὴν ἐξ Ὀροονδάτου τιμωρίαν εἰ πύθοιτο ταῦτα παρὰ Ἀχαιμένους ὅσον οὐδέπω προσδοκῶσα,
5νῦν δὲ ὡς φθήσεται αὐτὴν διαχρωμένη τάχα καὶ ἡ Ἀρσάκη ὡς παιχθεῖσα εἰς τὴν τοῦ ἔρωτος σύλληψιν,
Aeth
.

8

.

6

.

7

ὁμόσε
χωρεῖν ἔγνω τοῖς κατειληφόσι καὶ μέγα τι κακὸν ἐπιτελέ‐ σασα ἢ κατορθῶσαι τῇ Ἀρσάκῃ τὰ κατὰ γνώμην καὶ τὸ παρὸν τὸν ἀπ’ ἐκείνης προσδοκώμενον διαδῦναι κίνδυνον ἢ12 in vol. 3
5τοὺς ἐλέγχους τῶν πάντων πραγμάτων ἀφανίσαι θανάτους ἅμα πᾶσιν ἐπινοήσασα.
Aeth
.

8

.

6

.

8

Καὶ πρὸς τὴν Ἀρσάκην ἐλθοῦσα «Μάτην» ἔφη «κάμνομεν, ὦ δέσποινα· οὐ γὰρ ἐνδίδωσιν ὁ ἀπηνὴς ἐκεῖνος ἀλλ’ ἀεὶ γίνεται καὶ πλέον θρασύτερος Χαρίκλειαν διὰ στόματος ἔχων καὶ ταῖς ἐκείνης ἀνακλή‐
5σεσιν ὥσπερ θεραπείαις παρηγούμενος.
Aeth
.

8

.

6

.

9

Τελευταίαν οὖν, εἰ δοκεῖ, τὸ τοῦ λόγου, ῥίψωμεν ἄγκυραν καὶ τὴν ἐμπο‐ δὼν γινομένην ἐκποδὼν ποιησώμεθα. Εἰ γὰρ μάθοι μὴ οὖσαν, εἰκός που καὶ μεταβληθῆναι αὐτὸν πρὸς τὸ βούλημα
5τὸ ἡμέτερον ἀπογνόντα τὸν ἐπ’ ἐκείνῃ πόθον.»
5
Aeth
.

8

.

7

.

1

Ἅρπαγμα τὸ ῥηθὲν ἐποιήσατο ἡ Ἀρσάκη καὶ τὴν ἐκ πολλοῦ ζηλοτυπίαν ὀργῇ τῶν εἰρημένων ἐπιτείνασα «Εὖ λέγεις» ἔφη «καὶ μελήσει μοι προστάξαι τὴν ἀλιτή‐ ριον ἀναιρεθῆναι.» «Καὶ τίς ὁ πεισθησόμενος;» ἀπεκρί‐
5νατο ἡ Κυβέλη. «Πάντων γὰρ ἐν ἐξουσίᾳ σοι τυγχανούσῃ τὸ ἀναιρεῖν δίχα κρίσεως τῶν ἐν τέλει Περσῶν πρὸς τῶν νόμων ἀπηγόρευται.
Aeth
.

8

.

7

.

2

Δεήσει τοίνυν πραγμάτων σοι καὶ δυσχερείας, αἰτίας τινὰς καὶ ἐγκλήματα κατὰ τῆς κόρης ἀναπλαττούσῃ, καὶ πρόσεστι τὸ ἄδηλον εἰ πιστευθησόμεθα. Ἀλλ’ εἰ δοκεῖ, πάντα γὰρ ὑπὲρ σοῦ καὶ πράττειν καὶ
5πάσχειν ἕτοιμος, φαρμάκῳ τὴν ἐπιβουλὴν διακονήσομαι καὶ
ποτῷ γεγοητευμένῳ τὴν ἀντίδικον ἐκποδὼν ποιήσομαι.» Ἐπῄνεσε ταῦτα ἡ Ἀρσάκη καὶ ποιεῖν ἐκέλευεν.13 in vol. 3
Aeth
.

8

.

7

.

3

Ἡ δὲ αὐτίκα ὥρμησε καὶ καταλαβοῦσα τὴν Χαρίκλειαν ἐν ὀδυρ‐ μοῖς καὶ δάκρυσι καὶ τί γὰρ ἄλλ’ ἢ πενθοῦσαν καὶ ὅπως ἑαυτὴν ἐξάξει τοῦ βίου διανοουμένην, (ἤδη γὰρ ὑπῄσθητο
5τὰς ἀμφὶ Θεαγένει τύχας ποικίλως αὐτὴν καὶ ταῦτα τῆς Κυβέλης τὰ πρῶτα βουκολούσης καὶ τοῦ μὴ ὁρᾶσθαι αὐτὸν μηδὲ φοιτᾶν συνήθως εἰς τὸ δωμάτιον ἄλλοτε ἄλλας προφά‐ σεις ἀναπλαττούσης),
Aeth
.

8

.

7

.

4

[καὶ] «Ὦ δαιμονία» φησὶν «οὐ παύσῃ σαυτὴν τρύχουσα καὶ καταναλίσκουσα μάτην; Ἰδού σοι καὶ Θεαγένης ἀφεῖται καὶ ἥξει τήμερον εἰς ἑσπέ‐ ραν. Ἡ γὰρ δέσποινα πλημμελήσαντά τι κατὰ τὴν διακο‐
5νίαν εἰς βραχὺ παροξυνθεῖσα καὶ καθειρχθῆναι προστάξασα τήμερον ἀφήσειν ἐπηγγείλατο, ἑορτήν τινα πάτριον εὐωχεῖν μέλλουσα καὶ ἅμα καὶ πρὸς ἐμοῦ λιπαρηθεῖσα· ὥστε ἀνίσ‐ τασο καὶ σαυτὴν ἀναλάμβανε μικρὸν καὶ τροφῆς σὺν ἡμῖν νῦν γοῦν ποτε μεταλαβοῦσα.»
Aeth
.

8

.

7

.

5

«Καὶ πῶς ἂν» ἔφη «πεισθείην;» ἡ Χαρίκλεια· «τὸ γὰρ συνεχῶς σε πρός με διαψεύδεσθαι τὸ πιστὸν τῶν παρά σου λεγομένων ὑποτέμνε‐ ται.» Καὶ ἡ Κυβέλη «Θεοὺς» ἔφη «ἐπόμνυμι πάντας ἦ
5μὴν λυθήσεσθαί σοι πάντα τήμερον καὶ πάσης σε φροντί‐ δος ἀπαλλαγήσεσθαι. Μόνον μὴ προαναίρει σαυτὴν ἡμερῶν ἤδη τοσούτων ἀπόσιτος οὖσα, ἀλλ’ ἀπόγευσαι εἴκουσα τῶν εἰς καιρὸν ηὐτρεπισμένων.»
Aeth
.

8

.

7

.

6

Μόλις μὲν ἐπείθετο δ’ οὖν ὅμως ἡ Χαρίκλεια, τὸ μὲν ἀπατηλὸν συνήθως ὑφο‐
ρωμένη τοῖς δὲ ὅρκοις ἐν μέρει πειθομένη καὶ τὸ ἡδὺ τῶν ἐπαγγελθέντων ἑκοῦσα καταδεχομένη· ἃ γὰρ ἐπιθυμεῖ ἡ14 in vol. 3
5ψυχὴ καὶ πιστεύειν φιλεῖ.
Aeth
.

8

.

7

.

7

Κατακλινεῖσαι τοίνυν εἱσ‐ τιῶντο· καὶ τῆς διακονουμένης ἅβρας οἴνου κεκραμένου κύλικας ἐπιδούσης, προτέρᾳ τῇ Χαρικλείᾳ προσφέρειν ἡ Κυβέλη νεύσασα μετ’ ἐκείνην αὐτὴ λαβοῦσα ἔπινε. Καὶ
5οὔπω τὸ πᾶν ἐκπέποτο καὶ ἰλιγγιᾶν ἐφαίνετο ἡ πρεσβῦτις, τό τε περιττεῦσαν ὀλίγον ἐκχέασα δριμύ τε εἰς τὴν θερά‐ παιναν ἐνεώρα καὶ σπασμοῖς τε καὶ σφακελισμοῖς ὀξυτά‐ τοις ἐπιέζετο.
8
Aeth
.

8

.

8

.

1

Θόρυβός τε κατειλήφει μὲν καὶ τὴν Χαρίκλειαν καὶ ἀναλαμβάνειν ἐπειρᾶτο, κατειλήφει δὲ καὶ τοὺς παρόν‐ τας· τὸ γὰρ κακὸν ὡς ἐῴκει τοξεύματος παντὸς ὀξύτερον ἰῷ φθοροποιῷ δεδευμένου καὶ ἱκανὸν καὶ νέον τινὰ καὶ
5ἀκμάζοντα διαχρήσασθαι τότε καὶ πλέον εἰς γηραιὸν σῶμα καὶ ἀπεσκληκὸς ἤδη προσομιλῆσαν ὀξύτερον ἢ ὥστε εἰπεῖν τῶν καιριωτέρων καθίκετο.
Aeth
.

8

.

8

.

2

Καὶ τό τε ὄμμα ἡ πρεσ‐ βῦτις ἐπίμπρατο καὶ τὰ μέλη τῶν σπασμῶν ἐνδόντων πρὸς τὸ ἀκίνητον παρεῖτο καὶ χροιὰ μελαίνουσα τὴν ἐπιφάνειαν ἐπεπόλαζεν. Ἀλλ’ ἦν οἶμαι καὶ δηλητηρίου ψυχὴ δολερὰ
5πικρότερον· ἡ γοῦν Κυβέλη καὶ ἐκθνήσκουσα οὐ μεθίετο τῶν πανουργημάτων ἀλλὰ τὰ μὲν νεύμασι τὰ δὲ παραφθεγγο‐
μένη Χαρίκλειαν εἶναι τὴν ἐπιβουλεύσασαν ἐνεδείκνυτο.15 in vol. 3
Aeth
.

8

.

8

.

3

Καὶ ὁμοῦ τε ἡ γραῦς ἀπέπνει καὶ ἡ Χαρίκλεια δεσμῶτις εἴχετο καὶ παρὰ τὴν Ἀρσάκην αὐτίκα ἤγετο· τῆς δὲ πυνθα‐ νομένης εἰ τὸ φάρμακον αὐτὴ σκευάσειε καὶ εἰ μὴ βούλοιτο λέγειν τὸ ἀληθὲς κολαστήρια καὶ βασάνους ἀπειλούσης,
5καινὸν ἦν ἡ Χαρίκλεια τοῖς ὁρῶσι θέαμα.
Aeth
.

8

.

8

.

4

Οὔτε γὰρ κατηφήσασα οὔτε ἀγεννές τι παθοῦσα γέλωτα ἐφαίνετο καὶ χλεύην τὰ παρόντα ποιουμένη, τὸ μὲν ὑπὸ ἀγαθοῦ τοῦ συνειδότος τῆς συκοφαντίας ἀφροντιστοῦσα τὸ δὲ χαίρουσα
5εἰ Θεαγένους οὐκέτι ὄντος τεθνήξεται καὶ κερδήσει τὸ ἐναγὲς τῆς πράξεως, ὃ καθ’ ἑαυτῆς ἐγνώκει ποιεῖν, ἑτέ‐ ρων τοῦτο δρασάντων.
Aeth
.

8

.

8

.

5

Καὶ «Ὦ θαυμασία» ἔφη «εἰ μὲν ζῇ Θεαγένης καθαρεύω κἀγὼ τοῦ φόνου· εἰ δέ τι πέπον‐ θεν ὑπὸ τῶν σῶν ὁσίων βουλευμάτων, οὐδὲν δεῖ σοι τῶν κατ’ ἐμοῦ βασάνων· ἔχεις με τὴν φαρμακίδα τῆς καὶ θρε‐
5ψαμένης σε καὶ πρὸς τὰ κάλλιστα τῶν ἔργων παιδευσαμέ‐ νης, καὶ ἀπόσφαττε μὴ μελλήσασα· οὐδὲν γὰρ οὕτως ἐφίλει Θεαγένης ὁ τῶν σῶν ἀνόμων βουλευμάτων ἔννομος ὑπε‐ ρόπτης.»
8
Aeth
.

8

.

9

.

1

Ἐξέμηνε τὰ εἰρημένα τὴν Ἀρσάκην καὶ διαρρα‐ πισθῆναι κελεύσασα «Ὡς ἔχει» 〈ἔφη〉 «δεσμῶν ἄγετε τὴν ἀλιτήριον καὶ ἐν τοῖς ὁμοίοις ὄντα κατ’ ἀξίαν ἐπιδείξαντες τὸν θαυμαστὸν αὐτῆς ἐρώμενον παντί τε μέλει τὰ δεσμὰ
5ἐπιβαλόντες Εὐφράτῃ καὶ ταύτην παράδοτε φυλαχθησο‐ μένην εἰς αὔριον τήν τε διὰ θανάτου τιμωρίαν ὑπὸ κρίσει τῶν ἐν τέλει Περσῶν ὑφέξουσαν.»
Aeth
.

8

.

9

.

2

Ἤδη δὲ ἀγομένης τὸ οἰνοχοῆσαν τῇ Κυβέλῃ παιδισκάριον (ἦν δὲ τῶν Ἰωνικῶν θάτερον τῶν εἰς διακονίαν παρὰ τὴν πρώτην ὑπὸ τῆς Ἀρσάκης τοῖς νέοις δωρηθέντων) εἴτε τι παθὸν εὐνοίᾳ τῇ
16 in vol. 3
5περὶ τὴν Χαρίκλειαν ὑπὸ συνηθείας τε καὶ συνδιαιτήσεως, εἴτε καὶ δαιμονίᾳ βουλήσει χρησάμενον, ὑπεδάκρυσέ τε καὶ ἐστέναξε καὶ «Ὢ τῆς ἀθλίας» ἔφη, «τῆς οὐδὲν αἰτίας.»
Aeth
.

8

.

9

.

3

Τῶν δὲ περιεστώτων θαυμασάντων καὶ σαφῶς ὅτι βού‐ λοιτο λέγειν ἐκφαίνειν ἀναγκαζόντων, αὐτὴ δεδωκέναι διω‐ μολόγει τῇ Κυβέλῃ τὸ φάρμακον εἰληφέναι δὲ παρ’ αὐτῆς ἐκείνης ἐφ’ ᾧ δοῦναι μὲν τῇ Χαρικλείᾳ, προληφθεῖσαν δὲ
5εἴτε ὑπὸ θορύβου τῆς κατὰ τὴν πρᾶξιν ἀτοπίας εἴτε καὶ συγχεθεῖσαν ὑπὸ τῆς Κυβέλης προτέρᾳ δοῦναι τῇ Χαρικλείᾳ νευούσης, ἐναλλάξαι τὰς κύλικας καὶ τῇ πρεσβύτιδι προσ‐ ενεγκεῖν ἐν ᾧ ἦν τὸ φάρμακον.
Aeth
.

8

.

9

.

4

Ἤγετο οὖν ἐπὶ τὴν Ἀρσάκην εὐθέως, ἕρμαιον ἁπάντων ποιουμένων ἐλευθέραν εὑρεθῆναι τῶν ἐγκλημάτων τὴν Χαρίκλειαν· εὐγενοῦς γὰρ ἤθους καὶ ὄψεως καὶ βάρβαρον γένος οἶκτος εἰσέρχεται.
Aeth
.

8

.

9

.

5

Καὶ εἰπούσης ταῦτα τῆς θεραπαινίδος πλέον ἐγένετο οὐδέν, ἀλλ’ «Ἦ καὶ αὕτη συνεργὸς ἔοικεν εἶναι» εἰποῦσα ἡ Ἀρσάκη δεσμεῖσθαι καὶ φρουρεῖσθαι εἰς τὴν κρίσιν ἐκέ‐ λευσε· τούς τε δυναστὰς Περσῶν οἳ τοῦ βουλεύεσθαι ὑπὲρ
5τῶν κοινῶν καὶ δικάζειν τε καὶ τιμωρίας ὁρίζειν τὴν ἰσχὺν
εἶχον ἐπὶ τὴν κρίσιν εἰς τὴν ἑξῆς παρεκάλει διαπέμπουσα.17 in vol. 3
Aeth
.

8

.

9

.

6

Καὶ ἡκόντων εἰς ἕω καὶ προκαθημένων κατηγόρει μὲν ἡ Ἀρσάκη καὶ τὴν φαρμακείαν κατήγγελλεν ἅπαντα ὡς εἶχεν ἀπαγγέλλουσα καὶ συνεχὲς ἐπιδακρύουσα τὴν θρεψα‐ μένην καὶ ὡς τὴν πάντων τιμιωτέραν καὶ εὐνουστέραν ἀπο‐
5λέσειε, μάρτυρας τοὺς δικαστὰς ἐπικαλουμένη ὡς ξένην ὑποδεξαμένη καὶ πάσης μεταδοῦσα φιλοφροσύνης τοιαῦτα ἀντιπάθοι.
Aeth
.

8

.

9

.

7

Καὶ ὅλως ἡ μὲν ἦν πικροτάτη κατήγορος· ἀπελογεῖτο δὲ οὐδὲν ἡ Χαρίκλεια ἀλλ’ ὡμολόγει καὶ αὖθις τὸ ἔγκλημα καὶ τὸ φάρμακον ὡς δοίη συγκατετίθετο, προστι‐ θεῖσα ὡς καὶ τὴν Ἀρσάκην διεχρήσατο ἂν ἡδέως εἰ μὴ
5προείληπτο καὶ ἕτερα πρὸς τούτοις, τὴν μὲν Ἀρσάκην ἐκ τοῦ εὐθέος λοιδορουμένη καὶ παντοίως τοὺς δικαστὰς εἰς τὴν τιμωρίαν ἐκκαλουμένη.
Aeth
.

8

.

9

.

8

Τὰ γὰρ καθ’ ἑαυτὴν ἅπαντα τῷ Θεαγένει τῆς νυκτὸς καὶ κατὰ τὸ δεσμωτήριον ἀναθεμένη τὰ παρ’ ἐκείνου τε ἐν μέρει πυθομένη, συνθεμένη τε ὡς δεήσει πάντα θάνατον ἐπαγόμενον αὐθαιρέτους δέχεσθαι
5καὶ ἀπηλλάχθαι λοιπὸν ζωῆς ἀνιάτου καὶ ἄλης ἀνηνύτου καὶ τύχης ἀσπόνδου, τὰ τελευταῖά τε ὡς ἐδόκει κατασπα‐ σαμένη τούς τε συνεκτεθέντας ὅρμους ἀεὶ μὲν καὶ ἀπορρή‐ τως ἐπιφέρεσθαι προνοουμένη τότε δὲ τῆς ἐσθῆτος ἐντὸς καὶ ὑπὸ γαστέρα ζωσαμένη καὶ οἷον ἐντάφιά τινα ἐπιφερο‐
10μένη, πᾶν ἔγκλημα [καὶ θάνατον] ἐπαγόμενόν τε ὡμολόγει καὶ μὴ ἐπαγόμενον ἀνέπλαττεν.
Aeth
.

8

.

9

.

9

Ἐφ’ οἷς οἱ δικάζοντες οὐδὲ μελλήσαντες μικροῦ μὲν ἐδέησαν ὠμοτέρᾳ τε καὶ Περσικῇ τιμωρίᾳ ὑποβαλεῖν, ἴσως δέ τι πρὸς τὴν ὄψιν καὶ τὸ νέον τε καὶ ἄμαχον τῆς ὥρας παθόντες πυρὶ κατανα‐
18 in vol. 3
5λωθῆναι κατέκριναν.
Aeth
.

8

.

9

.

10

Ἥρπαστο οὖν αὐτίκα πρὸς τῶν δημίων καὶ μικρὸν τοῦ τείχους ἐκτὸς ἤγετο, κήρυκος ὅτι ἐπὶ φαρμάκοις εἰς πυρὰν ἄγοιτο συνεχὲς ἐκβοῶντος, πολλοῦ καὶ ἄλλου πλήθους ἐκ τῆς πόλεως ἐπακολουθήσαντος· οἱ
5μὲν γὰρ αὐτόπται γεγόνεσαν ἀγομένης οἱ δὲ πρὸς τῆς ἀκοῆς τάχιστα κατὰ τὸ ἄστυ διαδραμούσης ἐπὶ τὴν θέαν ἠπείχθησαν. Ἀφίκετο δὲ καὶ ἡ Ἀρσάκη καὶ θεωρὸς ἀπὸ τῶν τειχῶν ἐγίνετο, δεινὸν γὰρ εἰ μὴ καὶ τὴν ὄψιν ἐμφορη‐ θείη τῆς εἰς Χαρίκλειαν κολάσεως ἐποιεῖτο.
Aeth
.

8

.

9

.

11

Κἀπειδὴ τὴν πυρκαϊὰν ὡς ὅτι μεγίστην ἔνησαν οἱ δήμιοι καὶ τὴν φλόγα ὑποβαλόντων λαμπρῶς ἐξῆπτο, μικρὸν ἐνδοθῆναι αὐτῇ πρὸς τῶν ἑλκόντων ἡ Χαρίκλεια παρακαλέσασα καὶ
5ὡς ἑκοῦσα ἐπιβήσεται τῆς πυρᾶς ἐπαγγειλαμένη, τὰς χεῖ‐ ρας εἰς οὐρανὸν καὶ καθ’ ὃ μέρος τὴν ἀκτῖνα ἔβαλλεν ὁ ἥλιος ἀνατείνασα,
Aeth
.

8

.

9

.

12

«Ἥλιε» ἀνεβόησε «καὶ Γῆ καὶ δαίμονες ἐπὶ γῆς τε καὶ ὑπὸ γῆν ἀνθρώπων ἀθεμίτων ἔφοροί τε καὶ τιμωροί, καθαρὰν μὲν εἶναί με τῶν ἐπιφερομένων ὑμεῖς ἐστε μάρτυρες ἑκοῦσαν δὲ ὑπομένουσαν τὸν θάνατον
5διὰ τὰς ἀφορήτους τῆς τύχης ἐπηρείας· ἐμὲ μὲν 〈οὖν〉 σὺν εὐμενείᾳ προσδέξασθε τὴν δὲ ἀλάστορα καὶ ἀθεμιτουργὸν καὶ μοιχαλίδα καὶ ἐπ’ ἀποστερήσει νυμφίου τοῦ ἐμοῦ ταῦτα δρῶσαν Ἀρσάκην ὡς ὅτι τάχιστα τιμωρήσασθε.»19 in vol. 3
Aeth
.

8

.

9

.

13

Καὶ εἰποῦσα, πάντων ἐκβοώντων τι πρὸς τὰ εἰρημένα καὶ ἐπέχειν τὴν τιμωρίαν εἰς δευτέραν κρίσιν τῶν μὲν εὐτρε‐ πιζομένων τῶν δὲ καὶ ὁρμησάντων, ἐπέβη προλαβοῦσα τῆς
5πυρᾶς καὶ εἰς τὸ μεσαίτατον ἐνιδρυθεῖσα αὐτὴ μὲν ἐπὶ πλεῖστον ἀπαθὴς εἱστήκει, περιρρέοντος αὐτὴν μᾶλλον τοῦ πυρὸς ἢ προσπελάζοντος καὶ λυμαινομένου μὲν οὐδὲν ὑπο‐ χωροῦντος δὲ καθ’ ὃ μέρος ὁρμήσειεν ἡ Χαρίκλεια καὶ περιαυγάζεσθαι μόνον καὶ διοπτεύεσθαι παρέχοντος ἐπι‐
10φαιδρυνομένην ἐκ τοῦ περιαυγάσματος τὸ κάλλος καὶ οἷον ἐν πυρίνῳ θαλάμῳ νυμφευομένην.
Aeth
.

8

.

9

.

14

Ἡ δὲ ἄλλοτε ἄλλῳ μέρει τῆς πυρᾶς ἐνήλλετο θαυμάζουσα μὲν τὸ γινόμενον ἐπισπεύδουσα δὲ πρὸς τὸν θάνατον· ἤνυε δὲ οὐδέν, ὑποχω‐ ροῦντος ἀεὶ τοῦ πυρὸς καὶ ὥσπερ ὑποφεύγοντος πρὸς τὴν
5ἐκείνης ἐφόρμησιν. Οἱ δήμιοι δὲ οὐκ ἀνίεσαν ἀλλ’ ἐνέκειντο πλέον (καὶ τῆς Ἀρσάκης νεύμασιν ἀπειλητικοῖς ἐγκελευο‐ μένης) ξύλα τε ἐπιφορτίζοντες καὶ τὴν ποταμίαν καλάμην ἐπισωρεύοντες καὶ παντοίως τὴν φλόγα ἐρεθίζοντες.
Aeth
.

8

.

9

.

15

Ὡς δὲ ἠνύετο οὐδὲν, ἔτι καὶ πλέον ἡ πόλις ἐκτετά‐ ρακτο καὶ δαιμονίαν εἶναι τὴν ἐπικουρίαν εἰκάζουσα «Καθα‐ ρὸν τὸ γύναιον, ἀναίτιον τὸ γύναιον» ἀνεβόα καὶ προσιόντες
ἀπὸ τῆς πυρᾶς ἀπεσόβουν, τοῦ Θυάμιδος ἐξάρχοντος καὶ20 in vol. 3
5τὸν δῆμον εἰς τὴν βοήθειαν ἐπιρρωννύντος (ἤδη γὰρ κἀκεῖ‐ νος παραγεγόνει τῆς ἀπείρου βοῆς τὸ γινόμενον μηνυού‐ σης), καὶ τὴν Χαρίκλειαν ἐξελέσθαι προθυμούμενοι πλη‐ σιάζειν μὲν οὐκ ἐθάρσουν ἐξάλλεσθαι δὲ τῇ κόρῃ τῆς πυρ‐ καϊᾶς ἐνεκελεύοντο· οὐ γὰρ δὴ δέος τῇ ἐνδιαιτωμένῃ τὴν
10φλόγα καὶ ἀπολιπεῖν βουλομένῃ.
Aeth
.

8

.

9

.

16

Ἅπερ ὁρῶσα καὶ ἀκούουσα ἡ Χαρίκλεια νομίσασά τε καὶ αὐτὴ πρὸς θεῶν εἶναι τὴν ὑπὲρ αὑτῆς ἄμυναν ἔγνω μὴ ἀχαριστεῖν πρὸς τὸ κρεῖττον ἀρνουμένη τὴν εὐεργεσίαν ἐξήλατό τε τῆς πυρᾶς
5ὡς τὴν μὲν πόλιν ὑπὸ χαρᾶς ἅμα καὶ ἐκπλήξεως μέγα τε καὶ σύμφωνον ἐκβοῆσαι καὶ μεγάλους τοὺς θεοὺς ἐπικα‐ λεῖσθαι, τὴν δὲ Ἀρσάκην μὴ κατασχοῦσαν καθάλλεσθαί τε ἀπὸ τῶν τειχῶν καὶ διὰ πυλίδος ἐκδραμοῦσαν σὺν πολλῇ δορυφορίᾳ καὶ τοῖς δυναστεύουσι Περσῶν ἐπιβάλλειν τε
10αὐτὴν τῇ Χαρικλείᾳ τὰς χεῖρας καὶ εἰς τὸν δῆμον ἰταμὸν ἐνορῶσαν,
Aeth
.

8

.

9

.

17

«Οὐκ αἰσχύνεσθε» εἰπεῖν «ἀλιτήριον γυναῖκα καὶ φαρμακίδα καὶ φόνων ἐργάτιν ἐπ’ αὐτοφώρῳ ληφθεῖσαν καὶ ὁμολογήσασαν ἐξελέσθαι τῆς τιμωρίας πει‐ ρώμενοι; καὶ ἅμα μὲν ἀθεμίτῳ γυναίῳ βοηθοῦντες ἅμα δὲ
5καὶ νόμοις τοῖς Περσῶν καὶ βασιλεῖ τε αὐτῷ καὶ σατράπαις καὶ δυνασταῖς καὶ δικασταῖς ἀνθιστάμενοι ὑπὸ τοῦ μὴ
ἐμπεπρῆσθαι αὐτὴν ἴσως εἰς ἔλεον ἀπατώμενοι καὶ θεοῖς τὸ ἔργον ἐπιγράφοντες;21 in vol. 3
Aeth
.

8

.

9

.

18

Οὐδὲ ἐννοήσετε σωφρονήσαντες ὡς τοῦτο καὶ μᾶλλον αὐτῆς βεβαιοῖ τὴν φαρμακείαν ᾗ τοσοῦτον περίεστι τῆς γοητείας ὡς καὶ πρὸς τὴν πυρὸς δύναμιν ἀπομάχεσθαι; συνέλθετε εἰ δοκεῖ πρὸς τὸ συνέδριον
5εἰς αὔριον δημοσίᾳ δι’ ὑμᾶς ἐσόμενον καὶ γνώσεσθε αὐτήν τε ὁμολογοῦσαν καὶ ὑπὸ τῶν συνειδότων οὓς ἔχω φρουροῦσα διελεγχομένην.»
Aeth
.

8

.

9

.

19

Καὶ ἅμα ἀπῆγεν αὐτὴν τῷ τραχήλῳ προσφῦσα καὶ τοὺς δορυφόρους ἀναστέλλειν τὸν ὄχλον ἐπιτάξασα. Οἱ δὲ τὰ μὲν ἠγανάκτουν καὶ ἀνθίστασθαι διεσ‐ κοποῦντο, τὰ δὲ ὑπεῖκον ἅμα τι καὶ τῇ ὑπονοίᾳ τῆς φαρμα‐
5κείας ὑπαγόμενοι, τινὲς δὲ καὶ δέει τῆς Ἀρσάκης καὶ τῆς περὶ αὐτὴν δυνάμεως ἀποτρεπόμενοι.
Aeth
.

8

.

9

.

20

Καὶ ἡ μὲν Χαρίκλεια αὖθις τῷ Εὐφράτῃ παραδίδοται καὶ αὖθις πλείοσι τοῖς δεσμοῖς ἐνεβέβλητο δευτέρᾳ κρίσει καὶ τιμωρίᾳ φυλατ‐ τομένη, κέρδος ἓν μέγιστον ὡς ἐν δεινοῖς εὑρισκομένη τὸ
5συνεῖναι Θεαγένει καὶ τὰ καθ’ ἑαυτὴν ἐκδιηγεῖσθαι.
Aeth
.

8

.

9

.

21

Τῇ μὲν γὰρ Ἀρσάκῃ καὶ τοῦτο εἰς τιμωρίαν ἐπινε‐ νόητο ὥσπερ ἐπικερτομούσῃ καὶ πλέον νομιζούσῃ τοὺς νέους ἀνιάσειν εἰ καθ’ ἓν δεσμωτήριον καθειργμένοι θεαταὶ γίνοιντο ἀλλήλων ἐν δεσμοῖς καὶ κολάσεσιν ἐξεταζομένων·
5ᾔδει γὰρ ὡς πάθος τοῦ ἐρωμένου τὸν ἐρῶντα πλέον ἢ τὸ ἴδιον ἀλγύνει.
Aeth
.

8

.

9

.

22

Τοῖς δὲ ἦν παραψυχὴ μᾶλλον τὸ γινό‐ μενον καὶ τὸ ἐν ὁμοίοις τοῖς πάθεσιν ἐξετάζεσθαι κέρδος ἐνόμιζον, εἰ ἔλαττον αὐτῶν τις κολασθήσεται νενικῆσθαι ὑπὸ
θατέρου καὶ μειονεκτεῖν τῶν ἐρωτικῶν οἰόμενος. Προσῆν22 in vol. 3
5δὲ καὶ τὸ προσομιλεῖν ἀλλήλοις καὶ τὸ παρηγορεῖν τε καὶ ἐπιθαρσύνειν εὐγενῶς τε καὶ γενναίως τὰς προσπιπτούσας τύχας καὶ τοὺς ὑπὲρ σωφροσύνης τε καὶ πίστεως τῆς εἰς ἀλλήλους φέρειν ἀγῶνας.
8
Aeth
.

8

.

10

.

1

Πολλὰ γοῦν μέχρι πόρρω τῶν νυκτῶν ἀλλήλοις διειλεγμένοι καὶ ὅσα εἰκὸς τοὺς μετὰ τὴν νύκτα τὴν παροῦ‐ σαν ἐντεύξεσθαι ἀλλήλοις ἀπεγνωκότας καὶ οἷον ἀλλήλων ἐφ’ ὅσον ἔξεστι κορεννυμένους τέλος καὶ περὶ τῆς κατὰ
5τὴν πυρκαϊὰν θαυματουργίας ἀνεσκοποῦντο. Καὶ ὁ μὲν Θεαγένης εἰς θεῶν εὐμένειαν τὸ αἴτιον ἀνέφερε, στυγη‐ σάντων μὲν τὴν ἄδικον Ἀρσάκης συκοφαντίαν κατελεησάν‐ των δὲ τὴν ἀθῷον καὶ οὐδὲν αἰτίαν· ἡ Χαρίκλεια δὲ ἀμφι‐ βάλλειν ἐῴκει.
Aeth
.

8

.

10

.

2

«Τὸ μὲν γὰρ καινουργὸν» ἔφη «τῆς σωτηρίας δαιμονίᾳ τινὶ καὶ θείᾳ παντάπασιν ἔοικεν εὐεργε‐ σίᾳ τὸ δὲ ἐν τοσούτοις ἐξετάζεσθαι δυστυχήμασιν ἀδιαστά‐ τως καὶ κολάσεσιν αἰκίζεσθαι ποικίλως τε καὶ ὑπερβαλλόν‐
5τως θεηλατουμένων εἶναι καὶ δυσμενείας κρείττονος πειρω‐ μένων, πλὴν εἰ μὴ θαυματοποιΐα τίς ἐστι δαίμονος εἰς τὰ ἔσχατα μὲν βάλλοντος ἐκ δὲ τῶν ἀπόρων διασῴζοντος.»
7
Aeth
.

8

.

11

.

1

Καὶ ἔτι ταῦτα λέγουσα τοῦ Θεαγένους εὐφημεῖν παρακαλοῦντος καὶ τοῦ εὐσεβεῖν πλέον καὶ σωφρονεῖν
ἀντέχεσθαι παραινοῦντος «Ἱλήκοιτε, θεοί» ἀνεβόησεν «οἷον γάρ μοι νῦν ὄναρ εἴτε καὶ ὕπαρ ἦν ἐνθύμιον γέγονεν23 in vol. 3
5ὃ τῆς προτεραίας ἰδοῦσα νυκτὸς τότε μὲν οὐκ οἶδ’ ὅπως τῆς διανοίας ἀπέβαλον νυνὶ δέ μοι εἰς μνήμην παραγέγονε.
Aeth
.

8

.

11

.

2

Τὸ δὲ ὄναρ ἔπος ἦν εἰς μέτρον ἡρμοσμένον, ἔλεγε δὲ τὸ ἔπος ὁ θειότατος Καλάσιρις, εἴτε καταδαρθεῖν λαθούσῃ φανείς, εἴτε καὶ ἐναργῶς ὀφθείς· εἶχε δέ, οἶμαι, ὧδέ πως
3
παντάρβην φορέουσα πυρὸς μὴ τάρβει ἐρωήν,
5ῥηίδι’ ὡς μοίραις χἄ τ’ ἀδόκητα πέλει.»
5
Aeth
.

8

.

11

.

3

Καὶ ὁ Θεαγένης διεσείσθη τε ὥσπερ οἱ κάτοχοι καὶ ἐφ’ ὅσον ἐνεδίδου τὰ δεσμὰ ἀνήλατο καὶ «Εὐμενεῖς εἴητε, θεοί» ἀνέκραγε· «κἀγὼ γάρ τοι ποιητὴς ἐξ ὑπομνήσεως ἀναδείκνυμαι καὶ χρησμὸς δή μοι παρ’ ὁμοίου τοῦ μάντεως,
5εἴτε Καλάσιρις ἦν εἴτε θεὸς εἰς Καλάσιριν φαινόμενος, πεφοίτηκε καὶ λέγειν ἐδόκει τοιάδε
6
Αἰθιόπων εἰς γαῖαν ἀφίξεαι ἄμμιγα κούρῃ
δεσμῶν Ἀρσακέων αὔριον ἐκπροφυγών.
8
Aeth
.

8

.

11

.

4

Ἐμοὶ μὲν οὖν ὅποι τείνει τὸ χρήσμιον ἔχω συμβάλλειν γῆν μὲν γὰρ Αἰθιόπων τὴν τῶν καταχθονίων ἔοικε λέγειν
ἄμμιγα δὲ κούρῃ τῇ Περσεφόνῃ με συνέσεσθαι καὶ λύσιν δεσμῶν τὴν ἐνθένδε ἀπὸ τοῦ σώματος ἀπαλλαγήν. Σοὶ δὲ24 in vol. 3
5ἄρα τί φράζει τὸ ἔπος οὕτως ἐξ ἐναντίων πρὸς ἑαυτὸ συγκείμενον; Τοὔνομα μὲν γὰρ ἡ παντάρβη πάντα φοβουμένη δηλοῖ, τὸ παράγγελμα δὲ μὴ δεδοικέναι τὴν πυρὰν ἀξιοῖ.»
Aeth
.

8

.

11

.

5

Καὶ ἡ Χαρίκλεια «Ὦ γλυκύτατε» ἔφη «Θεάγενες, ἡ συνήθειά σε τῶν δυστυχημάτων πάντα πρὸς τὸ φαυλότα‐ τον νοεῖν τε καὶ εἰκάζειν παρεσκεύασε, φιλεῖ γὰρ ἄνθρωπος πρὸς τὰ συμπίπτοντα τρέπειν τὴν γνώμην. Χρηστότερα δὲ
5ἢ ὡς σοὶ παρίσταται μηνύειν μοι τὰ μαντευθέντα φαίνεται, καὶ ἡ κόρη τάχ’ ἂν εἴην ἐγώ, μεθ’ ἧς σε πατρίδος τῆς ἐμῆς Αἰθιοπίας ἐπιβήσεσθαι ἐπαγγέλλεται, Ἀρσάκην καὶ δεσμὰ τὰ Ἀρσάκης ἀποφυγόντα.
Aeth
.

8

.

11

.

6

Τὸ δὲ ὅπως ἡμῖν μὲν οὔτε δῆλα οὔτε εὔπιστα, θεοῖς δὲ καὶ δυνατὰ καὶ μελήσει τοῖς καὶ τὰ μαντεύματα φήνασιν· ἡ γοῦν εἰς ἐμὲ πρόρρησις ἤδη, ὡς οἶσθα, βουλήματι τῷ ἐκείνων τετέλεσται καὶ ζῶ σοι
5τὸ παρὸν ἡ παντοίως ἀπελπισθεῖσα, καὶ σωτηρίαν ἐμαυτῆς ἐπαγομένη τότε μὲν ἠγνόουν συνίημι δὲ τὸ παρὸν ὡς ἔοικε.
Aeth
.

8

.

11

.

7

Τὰ γὰρ συνεκτεθέντα μοι γνωρίσματα καὶ παρὰ τοὺς ἔμπροσθεν ἀεὶ χρόνους ἐπιφέρεσθαι προνοουμένη, τότε καὶ πλέον, τῆς κρίσεως μοι γενησομένης καὶ τῆς τελευταίας προσδοκωμένης, περὶ τῇ γαστρὶ ζωσαμένη κρύφα ἐτύγχανον,
5εἰ μὲν σῳζοίμην εὐπορίαν βίου καὶ τῶν ἀναγκαίων, εἰ δέ τι πάσχοιμι καλλωπίσματα ἔσχατα καὶ ἐντάφια γενησόμενα.
Aeth
.

8

.

11

.

8

Ἐν δὴ τούτοις, ὦ Θεάγενες, οὖσιν ὅρμοις πολυτελέσι
καὶ λίθοις ἐριτίμοις Ἰνδικοῖς τε καὶ Αἰθιοπικοῖς ἔστι καὶ δακτύλιος δῶρον μὲν παρὰ τοῦ πατρὸς τοὐμοῦ τῇ μητρὶ παρὰ τὴν μνηστείαν δοθείς, λίθῳ δὲ τῇ καλουμένῃ παντάρβῃ25 in vol. 3
5τὴν σφενδόνην διάδετος γράμμασι δὲ ἱεροῖς τισιν ἀνάγραπ‐ τος καὶ τελετῆς, ὡς ἔοικε, θειοτέρας ἀνάμεστος παρ’ ἧς εἰκάζω δύναμίν τινα ἥκειν τῇ λίθῳ πυρὸς φυγαδευτικήν, ἀπάθειαν τοῖς ἔχουσιν ἐν ταῖς φλογώσεσι δωρουμένην, ἣ κἀμὲ τυχὸν συμβουλήσει θεῶν περιέσωσε.
Aeth
.

8

.

11

.

9

Ταῦτα δ’ ἔχω καὶ συμβάλλειν καὶ γινώσκειν ἐξ ὧν ὁ θειότατός μοι Καλά‐ σιρις ὑπετίθετο, πολλάκις ταῦτα καὶ φράζεσθαι καὶ ἐκδε‐ διδάχθαι πρὸς τῶν ἐνεστιγμένων τῇ συνεκτεθείσῃ μοι ταινία
5(νυνὶ δὲ κατὰ γαστέρα τὴν ἐμὴν εἰλημένῃ) διηγούμενος.»
Aeth
.

8

.

11

.

10

«Ταῦτα μὲν εἰκότα καὶ ὄντα, πλέον καὶ τοῖς ὑπηργμέ‐ νοις συμβαίνοντα» ἔφη ὁ Θεαγένης· «ἐκ δὲ τῶν εἰς αὔριον κινδύνων ποία τις ἄρα παντάρβη ἄλλη ἐξαιρήσεται; οὐ γάρ που καὶ ἀθανασίαν ὡς ὤφελε, καθὰ τὴν πρὸς τὰς
5πυρκαϊὰς ἀντιπάθειαν, ἐπαγγέλλεται, τῆς ἀλάστορος Ἀρσάκης, ὡς εἰκάζειν ἔνεστιν, ἕτερόν που καὶ καινότερον τιμωρίας τρόπον τὰ νῦν ἐπινοούσης.
Aeth
.

8

.

11

.

11

Καὶ εἴθε γε ἅμα κατ’ ἀμφοτέρων καὶ θάνατον ἕνα καὶ ἐν ὥρᾳ μιᾷ καταδικ‐ άσειεν ὡς οὐδὲ τελευτὴν ἂν τοῦτο ἐθέμην ἀλλὰ πάντων
κακῶν ἀνάπαυλαν.» Καὶ ἡ Χαρίκλεια «Θάρσει» ἔφη· «παν‐26 in vol. 3
5τάρβην ἑτέραν ἔχομεν τὰ μεμαντευμένα καὶ θεοῖς ἐπανέ‐ χοντες σῳζοίμεθά τε ἂν ἥδιον καί, εἰ δέοι, πάσχοιμεν ὁσιώτερον.»
7
Aeth
.

8

.

12

.

1

Οὗτοι μὲν δὴ ταῦτα ἀναθεωροῦντες καὶ νῦν μὲν θρηνοῦντες καὶ πλέον ἀνιᾶσθαι καὶ ἀγωνιᾶν ἅτερος ὑπὲρ θατέρου διεγγυώμενοι, νῦν δὲ τὰ τελευταῖα ἀλλήλοις ἐπισ‐ κήπτοντες καὶ ὡς μέχρι θανάτου πιστοὶ τὰ ἐρωτικὰ πρὸς
5ἀλλήλους ἔσονται θεούς τε καὶ τὰς παρούσας τύχας ἐπομ‐ νύντες οὕτω διῆγον.
Aeth
.

8

.

12

.

2

Ὁ δὲ Βαγώας καὶ οἱ σὺν αὐτῷ πεντήκοντα ἱππεῖς νυκτὸς ἔτι βαθείας ὕπνῳ τὰ πάντα ἐχούσης ἀφικνοῦνται εἰς τὴν Μέμφιν καὶ τοὺς ἐπὶ τῶν πυλῶν ἡσυχῇ διαναστήσαντες καὶ οἵτινες εἶεν εἰπόντες
5τε καὶ γνωρισθέντες ἐπὶ τὰ σατραπεῖα σὺν σπουδῇ καὶ ἀθορύβως εἰσέρχονται.
Aeth
.

8

.

12

.

3

Καὶ τοὺς μὲν ἱππέας ὁ Βαγώας αὐτοῦ κατέλιπε τοῖς σατραπείοις ἐν κύκλῳ περιστήσας ὡς εἴ τις καὶ γένοιτο ἀντίστασις ηὐτρεπίσθαι πρὸς ἄμυναν, αὐτὸς δὲ κατά τινα παραπυλίδα τοῖς πολλοῖς ἀγνοουμένην
5ἀσθενεῖς τὰς θύρας ἐκμοχλεύσας καὶ τῷ κατοικοῦντι φράσας τε ἑαυτὸν καὶ τὸ σιωπᾶν ἐπιστείλας ὡς τὸν Εὐφράτην ἐμπειρίᾳ καὶ γνώσει τῶν τόπων ἔσπευδεν ἅμα τι καὶ τῆς σεληναίας τότε μικρὸν ὑπαυγαζούσης.
Aeth
.

8

.

12

.

4

Καὶ καταλαβὼν
ἐπὶ τῆς εὐνῆς ἀφύπνισέ τε καὶ θορυβούμενον καὶ «Τίς οὑτοσί;» βοῶντα κατέστελλε «Βαγώας ἐγώ» λέγων, «ἀλλὰ φῶς ἥκειν πρόσταττε.» Προσκαλεσάμενος δή τι παιδάριον27 in vol. 3
5τῶν προσεδρευόντων, λύχνον ἅψασθαι τοὺς ἄλλους καθεύδειν ἐάσαντα προσέταττεν. Ἐπειδὴ δὲ ἧκεν ὁ παῖς καὶ τὴν 〈δᾷδα〉 κατὰ λυχνοῦχον ἐπιθεὶς μετέστη, «〈Τί〉 τοῦτο» ἔλεγεν ὁ Εὐφράτης· «τί ἄρα καινὸν ἀγγέλλει πάθος ἡ αἰφνίδιος σου καὶ ἀπροσδόκητος ἄφιξις;»
Aeth
.

8

.

12

.

5

Ὁ δὲ «Οὐ πολλῶν» ἔφη «δεῖ λόγων ἀλλὰ τουτὶ τὸ γράμμα ἀναγίνωσκε λαβὼν καὶ πρό γε τούτου τῆς σφραγῖδος τοὐπίσημον ἀναγνώριζε καὶ ὡς Ὀροονδάτης ἐστὶν ὁ κελεύων πίστευε καὶ τὰ ἐπεσ‐
5ταλμένα πρᾶττε νυκτὶ καὶ τάχει συμμάχοις εἰς τὸ λαθεῖν ἀποχρώμενος. Εἰ δὲ καὶ τὰ πρὸς Ἀρσάκην ἐπεσταλμένα λυσιτελὲς ἀποδοῦναι πρότερον, αὐτὸς δοκίμαζε.»
7
Aeth
.

8

.

13

.

1

Ὑποδεξάμενος οὖν ὁ Εὐφράτης τὰς ἐπιστολὰς καὶ ἀμφοτέρας ἐπελθὼν «Ἀρσάκη μὲν» ἔφη «ἄλλως τε οἰμώξει καὶ τὸ παρὸν ἐν ἐσχάτοις διάγει, πυρετοῦ τινος ὥσπερ θεηλάτου τῆς προτεραίας ἐνσκήψαντος καὶ θερμῆς
5ὀξείας ὑποδραμούσης καὶ εἰς δεῦρο κατεχούσης καὶ ὀλίγας τοῦ περιέσεσθαι τὰς ἐλπίδας ἐνδεικνυμένη. Ἐγὼ δ’ ἂν ταῦτα οὐδὲ ἐρρωμένῃ ἔδωκα, θᾶττον ἂν προαποθανούσῃ
καὶ ἡμᾶς συναπολεσάσῃ ἢ ἑκούσῃ τοὺς νέους ἐκδούσῃ.28 in vol. 3
Aeth
.

8

.

13

.

2

Σὺ δὲ εἰς καιρὸν ἥκων ἴσθι καὶ ὑποδεξάμενος ἄγε τοὺς ξένους καὶ τὴν εἰς δύναμιν ἐπικουρίαν σύσπευδε. Καὶ κατελέει παντοίως ἀθλίους μὲν ὄντας καὶ κακοδαίμονας καὶ μυρίαις αἰκίαις καὶ κολάσεσιν οὔτοι ἑκόντος ἐμοῦ κελευομέ‐
5νου δὲ πρὸς Ἀρσάκης ὑποστάντας τἄλλα δέ, ὡς ἔοικεν, εὖ γεγονότας καὶ ὡς ἡ πεῖρά μοι καὶ τὰ ἔργα παρέστησε τὰ πάντα σώφρονας.» Καὶ ἅμα λέγων ἦγεν ἐπὶ τὸ δεσμωτή‐ ριον.
Aeth
.

8

.

13

.

3

Ὁ μὲν δὴ Βαγώας ἰδὼν τοὺς νέους, δεσμώτας καὶ ταῦτα καὶ ἤδη πρὸς τῶν βασάνων τετρυχωμένους, ἐκπέπληκτο τοῦ μεγέθους ἅμα καὶ κάλλους· οἱ δὲ τοῦτο ἐκεῖνο εἶναι νομίσαντες καὶ ἀωρὶ τοὺς περὶ τὸν Βαγώαν ἥκειν τὴν
5ἐπὶ θανάτῳ καὶ τὴν τελευταίαν ἀπάξοντας εἰς βραχὺ μὲν διεταράχθησαν, εἶτα ἀνενεγκόντες ἱλαρῷ καὶ διακεχυμένῳ τῷ βλέμματι ὅτι ἀφροντιστοῦσι καὶ πλείονα χαίρουσιν ἐπίδηλοι τοῖς παροῦσιν ἐγίνοντο.
Aeth
.

8

.

13

.

4

Ἤδη γοῦν τῶν περὶ τὸν Εὐφράτην πλησιαζόντων καὶ ἐπιδραττομένων καὶ ἀπὸ τῶν ξύλων πρὸς οἷς τὰ δεσμὰ κατακέκλειστο ὑπεκλυόντων ὁ Θεαγένης «Εὖγε ἡ ἀλάστωρ Ἀρσάκη» ἀνεβόησεν «ὅτι
5νυκτὶ καὶ ζόφῳ τὰς ἑαυτῆς ἀθεμίτους πράξεις ἐπικρύπτειν οἴεται. Δεινὸς δὲ ὁ τῆς δίκης ὀφθαλμὸς ἐλέγχῳ καὶ τὰ ἀμήνυτα κρύφια καὶ ἀθέμιτα φωτίζειν.
Aeth
.

8

.

13

.

5

Ἀλλ’ ὑμεῖς τὰ προστεταγμένα πράττετε καὶ εἴτε πῦρ εἴτε ὕδωρ εἴτε ξίφος ὥρισται καθ’ ἡμῶν τὸν αὐτὸν ἅμα καὶ ἕνα θάνατον
ἀμφοτέροις χαρίσασθε.» Συμπαρεκάλει δὲ τὰ αὐτὰ καὶ ἡ29 in vol. 3
5Χαρίκλεια. Ἐπιδακρύσαντες οὖν οἱ εὐνοῦχοι, συνίεσαν γὰρ ἠρέμα τῶν λεγομένων, αὐτοῖς δεσμοῖς ὑπεξῆγον.
6
Aeth
.

8

.

14

.

1

Κἀπειδὴ τῶν σατραπείων ἐκτὸς ἐγεγόνεσαν, ὁ μὲν Εὐφράτης κατὰ χώραν ἔμενεν· ὁ δὲ Βαγώας καὶ οἱ ἱππεῖς τῶν πολλῶν δεσμῶν ἐπικουφίσαντες τοὺς νέους καὶ ὅσα φυλάττειν οὐ κολάζειν ἔμελλεν ἐγκαταλιπόντες ἐφ’
5ἵππου τε ἑκάτερον ἀναθέμενοι καὶ μέσους εἰς κύκλον περιστοιχισάμενοι τάχους οὐδὲν ἀνιέντες ἐπὶ τὰς Θήβας ἤλαυνον.
Aeth
.

8

.

14

.

2

Τὸ δὴ λειπόμενον τῆς νυκτὸς ἀδιαστάτως ὁδοιπορήσαντες καὶ κατὰ τὴν ἑξῆς ἡμέραν εἰς ὥραν που τρίτην οὐδαμοῦ γόνυ κάμψαντες τῆς τε ἡλιακῆς ἀκτῖνος τὸν φλογμὸν οἷα δὴ θέρους ὥρᾳ καὶ κατ’ Αἴγυπτον οὐκέτ’
5ἀνεχόμενοι πιεζόμενοί τε ὑπ’ ἀγρυπνίας καὶ πλέον τὴν Χαρίκλειαν πρὸς τῆς συνεχοῦς ἱππηλασίας ἀπειρηκυῖαν ὁρῶντες ἔγνωσαν αὐτοῦ που † κατασκήψαντες † ἀναπνεῦ‐ σαι μὲν αὐτοὶ ἀναπνεῦσαι δὲ καὶ τὴν ἵππον ἀναψῦξαι δὲ καὶ τὴν κόρην.
Aeth
.

8

.

14

.

3

Καὶ ἦν γάρ τις ὄχθη καὶ ἄκρα τοῦ Νείλου καθ’ ἣν τῆς ἐπ’ εὐθὺ στάθμης τὸ ὕδωρ ἀνακοπὲν καὶ πρὸς ἑλιγμὸν ἡμίκυκλον ἐκτραπὲν πρός τε τὸ ἀντίθετον τῆς ἐκτροπῆς ἐπιστρέψαν οἷον ἠπειρωτικόν τινα κόλπον
5ἀπετέλει τὸ περιγραφόμενον πολλοῦ μὲν λειμῶνος οἷα δὴ διαρρεομένου τοῦ παντὸς ἀνάπλεων πολλὴν δὲ πόαν καὶ
χιλὸν ἄφθονον ἐνδαψιλεύσασθαι κτήνεσι νομὴν ἀπαυτοματ‐ ίζοντα δένδρεσί τε Περσέαις καὶ συκομόροις καὶ ἄλλοις τοῖς Νείλου συννόμοις [τε καὶ] φύλλοις ἐπηρεφῆ τε καὶ30 in vol. 3
10κατάσκιον·
Aeth
.

8

.

14

.

4

ἐνταῦθα ὁ Βαγώας ἅμα τοῖς ἀμφ’ αὐτὸν ἐνηυλίσατο σκηνὴν τὰ δένδρα ποιησάμενος καὶ αὐτός τε σίτου μετέλαβε καὶ τοῖς περὶ τὸν Θεαγένην μετέδωκε διωθου‐ μένους τὰ πρῶτα ἐπαναγκάσας, καὶ ὡς περιττὸν εἴη σιτεῖσ‐
5θαι τοὺς αὐτίκα τεθνηξομένους φάσκοντας μετέπειθεν, ὡς οὐδὲν ἔσται τοιοῦτο διεγγυώμενος καὶ ὡς οὐκ ἐπὶ θάνατον ἄγοιντο, ἄγοιντο δὲ πρὸς Ὀροονδάτην ἐκδιδάσκων.
7
Aeth
.

8

.

15

.

1

Ἤδη δὲ τῆς ἄγαν μεσημβρίας χαλώσης οὐκέτι κατὰ κορυφὴν ἡλίου πλάγια δὲ καὶ ἀπὸ τῶν δυσμικωτέρων βάλλοντος τῶν τε περὶ τὸν Βαγώαν εἰς τὴν πορείαν διασκευαζομένων ἐφίσταταί τις ἱππεὺς ὑπὸ συντόνου τῆς
5ἐλασίας ὡς ἐδόκει, πνευστιῶν μὲν αὐτὸς ἱδρῶτι δὲ καταρ‐ ρεόμενον τὸν ἵππον χαλεπῶς ἀνέχων, καὶ πρὸς τὸν Βαγώαν ἰδίᾳ τι φράσας ἡσύχαζεν.
Aeth
.

8

.

15

.

2

Ὁ δὲ εἰς βραχὺ κατηφήσας καὶ ἐν συννοίᾳ τῶν ἀπαγγελθέντων γεγονέναι δόξας «Ὦ ξέ‐ νοι» ἔφη «θαρσεῖτε. Δίκην ὑμῖν ὑπέσχεν ἡ πολεμία· τέθνηκεν Ἀρσάκη βρόχον ἀγχόνης ἁψαμένη ἐπειδὴ τὴν
5ἡμετέραν σὺν ὑμῖν ἔξοδον ἐπύθετο καὶ τὸν ἐξ ἀνάγκης θάνατον
〈τῷ〉 αὐθαιρέτῳ προὔλαβεν, οὐκ ἂν διαδράσασα τὴν ἐξ Ὀροον‐ δάτου καὶ βασιλέως τιμωρίαν ἀλλ’ ἢ σφαγεῖσα ἢ τῷ λειπομένῳ τοῦ βίου πάντως ἐνασχημονοῦσα.31 in vol. 3
Aeth
.

8

.

15

.

3

Ταυτὶ γὰρ φράζει καὶ ἐπιστέλλει διὰ τοῦ νῦν ἥκοντος Εὐφράτης, ὥστε θαρσεῖτε πλέον καὶ θυμὸν ἔχετε ἀγαθὸν αὐτοὶ μὲν οὐδὲν ἠδικηκότες ὡς ἀκριβῶς ἔγνων τὴν δὲ ἀδικήσασαν ἐκποδὼν ἔχοντες.»
5Ταῦτ’ ἔλεγεν ὁ Βαγώας 〈ὡσ〉 παραστησόμενος, ἀλλὰ ψελλιζό‐ μενος τὴν Ἑλλάδα φωνὴν καὶ παράσημα τὰ πολλὰ ἐπισύρων.
Aeth
.

8

.

15

.

4

Ἔλεγε δὲ ἅμα μὲν καὶ αὐτὸς χαίρων, τὸ ἀκόλαστον τῆς Ἀρσάκης καὶ τυραννικὸν ζώσης βαρυνόμενος, ἅμα δὲ τοὺς νέους ἐπιρρωννύς τε καὶ παρηγορούμενος, ἐλπίζων, ὅπερ ἦν, ἐπὶ μέγα παρὰ τῷ Ὀροονδάτῃ καὶ λαμπρῶς εὐδοκ‐
5ιμήσειν εἰ περισώσειεν αὐτῷ νεανίαν τε πᾶσαν τὴν ἄλλην τοῦ σατράπου διακονίαν ἐπισκιάσοντα καὶ κόρην ἀπρόσ‐ μαχόν τε τὸ κάλλος καὶ εἰς γυναῖκα μετὰ Ἀρσάκην ἀπελθοῦ‐ σαν ἐσομένην.
Aeth
.

8

.

15

.

5

Ἔχαιρον δὲ καὶ οἱ περὶ τὸν Θεαγένην τῇ ἀκοῇ, θεούς τε καὶ δίκην μεγάλους ἀνακαλοῦντες οὐδὲν ἔτι πείσεσθαι δεινὸν ὑπετίθεντο κἂν εἰ τὰ χαλεπώτατα δια‐ δέχοιτο, τῆς ἐχθίστης κειμένης. Οὕτως ἄρα ἡδύ τισι καὶ
5τὸ ἀπόλλυσθαι ὅταν συμβαίνῃ τοῖς ἐχθροῖς ἐπαπόλλυσθαι.
Aeth
.

8

.

15

.

6

Δείλης οὖν ὀψίας ἤδη πρὸς τὸ εὐπνούστερον ἀναχεομένης καὶ πρὸς τὸ βάσιμον τὴν ὁδοιπορίαν ἐπιψυχούσης ἄραντες
ἤλαυνον αὐτήν τε τὴν ἑσπέραν καὶ τὴν συνεχῆ νύκτα καὶ τῆς συναπτομένης ἡμέρας τὰ ὄρθρια σπουδὴν ποιούμενοι32 in vol. 3
5κατὰ τὰς Θήβας τὸν Ὀροονδάτην εἰ δύναιντο καταλαβεῖν.
Aeth
.

8

.

15

.

7

Οὐ μὴν προὐχώρει γε αὐτοῖς, ἀλλά τινος τῶν ἀπὸ τῆς στρατιᾶς καθ’ ὁδὸν ἐντυχόντος καὶ ὡς ἐξωρμήκοι μὲν τῶν Θηβῶν ὁ σατράπης ἀπαγγείλαντος αὐτὸς δὲ ἀποσταλείη πάντα τινὰ στρατιώτην καὶ ἔνοπλον κἂν εἰ πρὸς φρουραῖς
5εἴη καταλελειμμένος ἐπισπεῦσαι πρὸς τὴν Συήνην κατε‐ πείξων, ἐμπεπλῆσθαι γὰρ ἅπαντα θορύβου καὶ δέος εἶναι τὴν πόλιν ἡλωκέναι τοῦ μὲν σατράπου καθυστεροῦντος τοῦ δὲ Αἰθιοπικοῦ στρατοῦ θᾶττον ἀκοῆς ἐπιβρίσαντος, ἐκτραπ‐ εὶς τῶν Θηβῶν ὁ Βαγώας ἐπὶ τὴν Συήνην ἤλαυνεν.
9
Aeth
.

8

.

16

.

1

Ἤδη δὲ πλησιάζων Αἰθιοπικῷ περιπίπτει λόχῳ καὶ πλήθει νεολαίας εὐοπλούσης οἳ προαπεστάλησαν μὲν ὀπτῆρές τε ἐσόμενοι καὶ τὸ ἀσφαλὲς τῆς ὁδοιπορίας τῇ παρὰ σφῶν ἀποπείρᾳ πρὸς τὴν ὅλην στρατιὰν βεβαιώσοντες,
5τότε δὲ ὑπὸ νυκτός τε καὶ τόπων ἀπειρίας, ᾗ πορρωτάτω τῶν φιλίων προσῆκον ἦν φθάνειν ἀποσφαλέντες, κατά τινα τοῦ ποταμοῦ λόχμην ἐγκαταδύντες αὐτοῖς τε ἅμα εἰς
φρουρὰν καὶ τοῖς ἐναντίοις εἰς ἐνέδραν ἄυπνοι τὴν λόχμην ἐπετείχιζον.33 in vol. 3
Aeth
.

8

.

16

.

2

Ἄρτι δὲ ἡμέρας ὑποφαινούσης τὸν Βαγώαν καὶ τὴν σὺν αὐτῷ ἵππον αἰσθόμενοι παριόντας καὶ τὸ πλῆθος ὡς ὀλίγοι διοπτεύσαντες μικρόν τε παραδραμεῖν ἐνδόντες καὶ ὅτι ἄλλοι μηδένες ἐφέποιντο ἀκριβώσαντες
5ἀθρόον τοῦ ἕλους μετὰ βοῆς ἐκδύντες μετέθεον.
Aeth
.

8

.

16

.

3

Ὁ δὲ Βαγώας καὶ τὸ ἄλλο ἱππικὸν ὑπό τε τῆς ἀπροσδοκήτου βοῆς πτοίας ἐμπέπληστο καὶ ἀπὸ τῆς χροιᾶς Αἰθίοπας εἶναι τοὺς φανέντας γνωρίσαντες καὶ τὸ πλῆθος ὡς ἀπρόσ‐
5μαχον ἰδόντες (χίλιοι γὰρ εἰς τὴν κατασκοπὴν ὡπλισμένοι κούφως ἐστάλησαν) οὐδὲ ἀκριβῶς τὴν θέαν ἀνασχόμενοι πρὸς φυγὴν ὥρμησαν σχολαίτερον τὰ πρῶτα ἢ ὅσον ἠδύναντο καὶ ὥστε μὴ προῦπτον δρασμὸν ἐμφαίνειν ἀπιόντες· οἱ δὲ ἐπεδίωκον, τοὺς ὅσοι Τρωγλοδύται σφῶν (ἦσαν δὲ εἰς
10διακοσίους) προτέρους ἐπαφέντες.
Aeth
.

8

.

16

.

4

Τρωγλοδύται δὲ μοῖρα μέν ἐστιν Αἰθιοπική, νομαδική τε καὶ Ἀράβων ὅμορος, δρόμου δὲ ὀξύτητα φύσει τε εὐτυχοῦντες καὶ ἐκ παίδων ἀσκοῦντες, τὴν μὲν βαρεῖαν ὅπλισιν οὐδὲ ἀρχὴν ἐδιδάχθη‐
5σαν ἀπὸ σφενδόνης δὲ κατὰ τὰς μάχας ἀκροβολιζόμενοι ἢ δρῶσί τι πρὸς ὀξὺ τοὺς ἀνθισταμένους ἢ καθυπερτέρους αἰσθόμενοι διαδιδράσκουσιν· οἱ δὲ ἀπογινώσκουσιν αὐτίκα τὴν ἐπιδίωξιν ἐπτερωμένους τῇ ποδωκείᾳ συνειδότες καὶ εἰς ὀπάς τινας βραχυστόμους καὶ χηραμοὺς κρυφίους
10πετρῶν καταδυομένους.
Aeth
.

8

.

16

.

5

Οὗτοι δ’ οὖν τότε πεζοὶ τοὺς ἱππέας ἔφθανον καί τινας καὶ τραυματίας γενέσθαι σφενδο‐
νῶντες ἴσχυσαν· οὐ μὴν ἐδέξαντό γε ἀντεφορμήσαντας ἀλλὰ προτροπάδην εἰς τοὺς ἀπολειφθέντας τῶν φιλίων34 in vol. 3
5πολὺ καθυστεροῦντας ἀπεδίδρασκον. Ὃ δὴ καὶ σκοπήσαντες οἱ Πέρσαι καὶ τῆς ὀλιγότητος ὑπεριδόντες τὴν ἀντεφόρμησιν ἐθάρσησαν, ἀποσκευασάμενοί τε εἰς βραχὺ τοὺς ἐγκειμένους τὸν δρασμὸν αὖθις ἐπέσπευδον τοῖς τε μύωψι τοὺς ἵππους ἐρεθίζοντες καὶ δυνάμεως ὅσον ἦν καὶ τάχους ἀνέτοις τοῖς
10χαλινοῖς ἐφιέντες.
Aeth
.

8

.

16

.

6

Οἱ μὲν οὖν ἄλλοι διαδιδράσκουσιν ἑλιγμόν τινα τοῦ Νείλου καθάπερ ἄκραν ὑποδραμόντες καὶ τῷ προβόλῳ τῆς ὄχθης τὴν θέαν τῶν ἐναντίων ἀποκρύψαντες· ὁ δὲ Βαγώας ἁλίσκεται προσπταίσαντι τῷ ἵππῳ συγκατ‐
5ενεχθεὶς καὶ θάτερον τοῖν σκελοῖν εἰς τὸ ἀκίνητον πηρωθείς.
Aeth
.

8

.

16

.

7

Ἁλίσκονται δὲ Θεαγένης καὶ Χαρίκλεια τὸ μέν τι τὸν Βαγώαν ἐγκαταλιπεῖν οὐκ ἐνεγκόντες, ἄνδρα φιλάνθρωπον περὶ αὐτοὺς καὶ ὀφθέντα καὶ ἐλπισθέντα (παρειστήκεισαν γοῦν ἀποβάντες τῶν ἵππων ἴσως ἂν καὶ διαφυγόντες), πλέον
5δὲ ἑκόντες ὑποκατακλινόμενοι, τοῦ Θεαγένους πρὸς τὴν Χαρίκλειαν τοῦτ’ ἐκεῖνο εἶναι τὸ ὄναρ εἰπόντος καὶ τοὺς Αἰθίοπας τούτους ὧν εἰς τὴν γῆν ἀφικέσθαι πεπρωμένον εἶναι ἡμῖν αἰχμαλώτους ἁλόντας· καλὸν οὖν ἐγχειρίζειν ἑαυτοὺς καὶ ἐπιτρέπειν ἀδηλοτέρᾳ τύχῃ τοῦ προδήλου
10παρὰ Ὀροονδάτῃ κινδύνου.
10
Aeth
.

8

.

17

.

1

Καὶ ἡ Χαρίκλεια συνίει μὲν λοιπὸν ὑπὸ τῶν εἱμαρμένων χειραγωγουμένη καὶ εὔελπις ἦν τῶν βελτιό‐ νων, φιλίους πλέον ἢ πολεμίους τοὺς ἐπιόντας ὑποτιθεμένη, φράζουσα δὲ οὐδὲν τῷ Θεαγένει τῶν νοουμένων ὑπὸ μόνης35 in vol. 3
5πείθεσθαι τῆς συμβουλῆς ἐνεδείκνυτο.
Aeth
.

8

.

17

.

2

Πλησιάσαντες οὖν οἱ Αἰθίοπες καὶ τὸν μὲν Βαγώαν εὐνοῦχον καὶ ἀπόλεμον ἐκ τῶν ὄψεων γνωρίσαντες τοὺς δὲ ἀόπλους μὲν καὶ δεσμώ‐ τας κάλλει δὲ καὶ εὐγενείᾳ διαπρέποντας ἠρώτων οἵτινες
5εἶεν Αἰγύπτιόν τε ἀπὸ σφῶν ἕνα τε καὶ περσίζοντα τὴν φωνὴν εἰς τὴν πεῦσιν καθέντες ὡς ἢ ἀμφοτέρων ἢ θατέρου πάντως συνήσοντας. Οἱ γὰρ ὀπτῆρές τε καὶ σκοποὶ λεγο‐ μένων τε καὶ πραττομένων ἀποσταλέντες ὁμογλώσσους τε καὶ ὁμοφώνους τοῖς τε ἐγχωρίοις καὶ πολεμίοις ἐπάγεσθαι
10ὑπὸ τῆς χρείας ἐδιδάχθησαν.
Aeth
.

8

.

17

.

3

Ὡς οὖν ὁ Θεαγένης ὑπό τε συνδιαιτήσεως ἤδη μακρᾶς τῆς Αἰγυπτίας καὶ βραχείας τῆς πεύσεως τὰ πρῶτα εἶναι τοῦ σατράπου Περσῶν Βαγώαν ἀπεκρίνατο ἑαυτὸν δὲ καὶ τὴν Χαρίκλειαν Ἕλληνας γένος
5Πέρσαις μὲν πρότερον αἰχμαλώτους ἀγομένους τὸ παρὸν δὲ Αἰθίοψιν ὑπὸ χρηστοτέρας ἴσως τύχης ἐγχειριζομένους, ἔγνωσαν φείδεσθαι καὶ ζωγρίᾳ λαβόντες ἄγειν·
Aeth
.

8

.

17

.

4

καὶ πρώτην ὥσπερ ἄγραν καὶ μεγίστην βασιλεῖ τῷ σφῶν προσ‐
άγειν τὸν μὲν κτῆμα τῶν τοῦ σατράπου τὸ τιμιώτατον (Περσῶν γὰρ βασιλείοις αὐλαῖς ὀφθαλμοὶ καὶ ἀκοαὶ τὸ36 in vol. 3
5εὐνούχων γένος οὐ παίδων οὐ συγγενείας τὸ πιστὸν τῆς εὐνοίας μετασπώσης ἀλλὰ 〈ἐκ〉 μόνου τοῦ πιστεύσαντος ἀναρτώμενον), τοὺς δὲ νέους δῶρον τὸ κάλλιστον διακονίᾳ καὶ αὐλῇ τῇ τοῦ βασιλέως ἐσομένους.
Aeth
.

8

.

17

.

5

Ἦγον οὖν αὐτίκα τῶν ἵππων ἐπιβιβάσαντες τὸν μὲν ὡς τραυματίαν τοὺς δὲ ὡς ὑπὸ τῶν δεσμῶν εἰς τὸ ἐπισπεῦδον τῆς πορείας ἰσοταχεῖν ἀδυνατοῦντας. Καὶ ἦν ὥσπερ ἐν δράματι προαναφώνησις καὶ
5προεισόδιον τὸ γινόμενον· ξένοι καὶ δεσμῶται τὴν σφαγὴν ὀλίγῳ πρόσθεν τὴν αὑτῶν ἐν ὀφθαλμοῖς ταλαντεύσαντες οὐκ ἤγοντο πλέον ἢ προεπέμποντο ἐν αἰχμαλώτῳ τύχῃ πρὸς τῶν ὀλίγον ὕστερον ὑπηκόων δορυφορούμενοι. Καὶ οἱ
μὲν ἐν τούτοις ἦσαν.37 in vol. 3
Aeth
.

9

.

1

.

1

Ἡ δὲ Συήνη πολιορκίᾳ λαμπρῶς ἤδη περιεστοί‐ χιστο καὶ ὥσπερ ἄρκυσιν ἐναπείληπτο τοῖς Αἰθίοψιν. Ὁ μὲν γὰρ Ὀροονδάτης, ὅσον οὔπω πλησιάζειν τοὺς Αἰθίοπας αἰσθόμενος καὶ τοὺς καταρράκτας ὑπερθεμένους ἐπὶ τὴν
5Συήνην ἐλαύνειν, ὀλίγον ἔφθη προεισελάσας εἰς τὸ ἄστυ, καὶ τάς τε πύλας ἐπικλεισάμενος καὶ τὰ τείχη βέλεσι καὶ ὅπλοις καὶ μηχανήμασι φραξάμενος ἐκαραδόκει τὸ μέλλον.
Aeth
.

9

.

1

.

2

Ὁ δὲ δὴ τῶν Αἰθιόπων βασιλεὺς Ὑδάσπης, ἐπειδὴ πόρρωθεν εἰσελαύνειν μέλλοντας εἰς τὴν Συήνην τοὺς Πέρσας προκατοπτεύσας, εἶτα ἐπιδιώξας ὥστε φθῆναι συμβαλὼν καθυστέρησεν, ἐπαφῆκε τῇ πόλει τὸν στρατὸν
5καὶ εἰς κύκλον τῷ τείχει περιχέας ἀπρόσμαχον καὶ μόνῃ τῇ θέᾳ προσεκάθητο, μυριάσιν ἀπείροις ἀνδρῶν ὁμοῦ καὶ ὅπλων καὶ ζῴων τὰ Συηναίων πεδία στενοχωρῶν.
Aeth
.

9

.

1

.

3

Ἔνθα καὶ καταλαβόντες αὐτὸν οἱ κατάσκοποι τοὺς ἁλόντας προ‐ σῆγον· ὁ δὲ ἥδετο μὲν καὶ τῇ ὄψει τῶν νέων, εὐμενὴς
αὐτόθεν πρὸς τὰ ἴδια καὶ οὐκ εἰδὼς ὑπὸ [τοῦ] μαντευτοῦ38 in vol. 3
5τῆς ψυχῆς γινόμενος· ἐγάνυτο δὲ πλέον τῷ συμβόλῳ δεσ‐ μίων προσαγομένων.
Aeth
.

9

.

1

.

4

Καὶ «Εὖ γε» ἀνεβόησε, «δεσ‐ μίους ἡμῖν οἱ θεοὶ τοὺς πολεμίους ἐκ τῶν πρωτολείων παραδιδόασι· καὶ οὗτοι μὲν» ἔφη «πρῶτοι ληφθέντες εἰς ἀπαρχὴν τοῦ πολέμου σῳζέσθωσαν κατὰ τὰς ἐπινικίους
5θυσίας, ὡς ὁ πάτριος Αἰθιόπων βούλεται νόμος, θεοῖς τοῖς ἐγχωρίοις εἰς ἱερουργίαν φυλαχθησόμενοι.»
Aeth
.

9

.

1

.

5

Τοὺς δὲ κατασκόπους δώροις ἀμειψάμενος, τούτους τε καὶ τοὺς αἰχμαλώτους εἰς τοὺς σκευοφόρους ἀπέπεμπε, μοῖραν αὐτάρκη τῶν ὁμογλώσσων εἰς τὴν φρουρὰν ἀποκληρώσας
5τά τε ἄλλα σὺν ἐπιμελείᾳ τῇ πάσῃ διάγειν καὶ δίαιταν ἄφθονον παρέχειν καὶ παντὸς ἄγους καθαρεύοντας φυλάτ‐ τειν, οἷον ἱερεῖά τινα ἤδη τρεφομένους, ἐπιστείλας καὶ τὰ δεσμά τε ἀμείβειν καὶ χρυσᾶ ἐπιβάλλειν· ὅσα γὰρ σίδηρος παρ’ ἄλλοις εἰς τὰς χρείας, ταῦτα παρ’ Αἰθίοψιν ὁ χρυσὸς
10νομίζεται.
10
Aeth
.

9

.

2

.

1

Καὶ οἱ μὲν τὰ προστεταγμένα ἔπραττον, καὶ ὡς τῶν προτέρων δεσμῶν παραλύοντες ἐλπίδα τε διαγωγῆς ἐλευθέρας παραστήσαντες πλέον παρεῖχον οὐδέν, χρυσᾶς τὰς ἁλύσεις αὖθις ἐνείροντες, τότ’ ἤδη καὶ γέλως ἐπῄει τῷ
5Θεαγένει, καὶ «Βαβαὶ τῆς λαμπρᾶς» ἔφη «μεταβολῆς· ταῦτα ἡμᾶς ἡ τύχη τὰ μεγάλα φιλανθρωπεύεται· χρυσᾶ σιδηρῶν ἀμείβομεν, καὶ φρουρὰν πλουτοῦντες ἐντιμότεροι δεσμῶται γεγόναμεν.»
Aeth
.

9

.

2

.

2

Ἐμειδία δὲ καὶ ἡ Χαρίκλεια καὶ τὸν Θεαγένην μεταβάλλειν ἐπειρᾶτο τοῖς ἐκ θεῶν προρρηθεῖσιν ἐπανέχουσα καὶ χρηστοτέραις ἐλπίσι κατ‐ επᾴδουσα.
39 in vol. 3
Aeth
.

9

.

2

.

3

Ὁ δὲ Ὑδάσπης, ἐπειδὴ τῇ Συήνῃ προσ‐ βαλών, αὐτοβοεί τε καὶ τείχεσιν αὐτοῖς ἀναρπάσασθαι τὴν πόλιν ἐλπίσας, εἰς μικρὸν ἀπεκρούσθη πρὸς τῶν ὑπερμαχ‐ ούντων ἔργῳ τε λαμπρῶς ἀμυναμένων καὶ λόγοις εἰς ὕβριν
5καὶ παροξυσμὸν ἐπιχλευασάντων, ὀργὴν τὸ πρᾶγμα ποιη‐ σάμενος εἰ τὴν ἀρχὴν ὅλως ἀντιστῆναι διενοήθησαν ἀλλὰ μὴ παρὰ τὴν πρώτην ἑκοντὶ φέροντες αὑτοὺς ἐνεχείρισαν, ἔγνω μὴ χρονοτριβεῖν τὸν στρατὸν προσκαθήμενος μήτε ἑλεπόλεσιν ἀποπειρώμενος, ἐξ ὧν οἱ μὲν ἁλώσεσθαι οἱ δέ
10που καὶ διαδράσεσθαι ἔμελλον, ἀλλὰ πολιορκίᾳ μεγαλουργῷ καὶ ἀφύκτῳ τὴν πόλιν εἰς ἄρδην καὶ θᾶττον ἐξελεῖν.
11
Aeth
.

9

.

3

.

1

Ἔπραττε δὴ οὖν οὕτως· εἰς μοίρας κατανέμει τοῦ τείχους τὸν κύκλον καὶ δεκάδα ὀργυιῶν δεκάδι ἀνδρῶν ἀποκληρώσας εὖρός τε καὶ βάθος ὡς ὅτι πλεῖστον ἀφορίσας ὀρύττειν εἰς τάφρον ἐκέλευσεν· οἱ δὲ ὤρυττον, ἄλλοι τὸν
5χοῦν ἐξεφόρουν, ἕτεροι εἰς ὀφρῦν πρὸς ὕψος ἐσώρευον, τῷ πολιουρκουμένῳ τεῖχος ἕτερον ἀντεγείροντες.
Aeth
.

9

.

3

.

2

Ἐκώλυε δὲ οὐδεὶς οὐδὲ ἐνίστατο πρὸς τὴν ἀποτείχισιν, ἐκδραμεῖν τε
τῆς πόλεως ἐπὶ μυριοπληθῆ στρατὸν οὐ θαρσῶν καὶ τὰς ἐκ τῶν ἐπάλξεων τοξείας ἀνηνύτους ὁρῶν· ὁ γὰρ Ὑδάσπης40 in vol. 3
5καὶ τούτου προὐνόησε, τὸ μεσεῦον τῶν δύο τειχῶν ὅσον βολῆς ἐκτὸς εἶναι τοὺς ἐργασομένους συμμετρησάμε‐ νος.
Aeth
.

9

.

3

.

3

Ἐπεὶ δὲ τοῦτο καὶ λόγου θᾶττον ἤνυσεν ἅτε δὴ μυρίας αὐτῷ χειρὸς τὸ ἔργον ἐπισπευδούσης, ἑτέρου τοιοῦδε ἤρχετο. Τοῦ κύκλου μέρος, πλάτος ὅσον ἡμίπλεθρον, ἰσό‐ πεδόν τε καὶ ἄχωστον διαλιπών, κατὰ τὴν ἀπολήγουσαν
5ἑκατέρωθεν ἄκραν σκέλος ἐκ χώματος ἐπιζευγνὺς ἐπὶ τὸ Νεῖλον εἰς μῆκος ἦγεν, ἀπὸ τῶν ταπεινοτέρων ἀεὶ πρὸς τὰ ὄρθια καὶ μετέωρα σκέλος ἑκάτερον προβιβάζων,
Aeth
.

9

.

3

.

4

Εἴκασεν ἄν τις μακροῖς τείχεσι τὸ γινόμενον, τοῦ μὲν ἡμιπλέθρου τὸ ἴσον πλάτος δι’ ὅλου φυλάττοντος μῆκος δὲ τὸ μεταξὺ τοῦ τε Νείλου καὶ τῆς Συήνης ἀπολαμβάνον‐ τος. Ἐπεὶ δὲ συνῆψε τὸ χῶμα ταῖς ὄχθαις, ἐνταῦθα στό‐
5μιον τῷ ποταμῷ διατεμὼν εἰς τὸν ἀπὸ τῶν σκελῶν ὁλκὸν τὴν ἀπορροὴν εἰσωχέτευσεν.
Aeth
.

9

.

3

.

5

Οἷα δὲ ἐξ ὑπερδεξίων πρὸς χθαμαλώτερον καὶ ἐξ ἀπείρου τῆς κατὰ τὸν Νεῖλον εὐρύτητος στενῷ πορθμῷ τὸ ὕδωρ ἐμπῖπτον καὶ ταῖς χει‐ ροποιήτοις ὄχθαις θλιβόμενον πολύν τινα καὶ ἄφραστον
5κατὰ μὲν τὸ στόμιον φλοῖσβον κατὰ δὲ τὸν ὁλκὸν ἐξάκουσ‐ τον καὶ τοῖς πορρωτάτω πάταγον ἀπετέλει.
Aeth
.

9

.

3

.

6

Ἅπερ ἀκούοντες ἤδη δὲ καὶ ὁρῶντες οἱ κατὰ τὴν Συήνην καὶ οἷ κακῶν ἦσαν συνιέντες καὶ ὡς ἐπικλυσμός ἐστιν ὁ σκοπὸς τοῦ περιτειχίσματος, οὔτε ἀποδρᾶναι τὴν πόλιν ἔχοντες
5ἅτε τοῦ χώματος καὶ ἤδη πλησιάζοντος τοῦ ὕδατος τὴν
ἔξοδον ἀποκλειόντων οὔτε τὸ μένειν ἀκίνδυνον ὁρῶντες, ἐκ τῶν ἐνόντων πρὸς βοήθειαν τὴν αὑτῶν παρεσκευάζοντο.41 in vol. 3
Aeth
.

9

.

3

.

7

Καὶ πρῶτον μὲν τῶν κατὰ τὰς πύλας σανιδωμάτων τὰ διεστῶτα θρυαλλίδι τε καὶ ἀσφάλτῳ διέφραττον· ἔπειτα τὸ τεῖχος πρὸς ἀσφαλεστέραν ἕδραν διήρειδον, ὁ μέν τις χῶμα, ὁ δὲ λίθους, ὁ δὲ ξύλα, καὶ τὸ προστυχὸν ἕκαστος ἐπιφέ‐
5ρων.
Aeth
.

9

.

3

.

8

Καὶ ἦν οὐδεὶς ἡσυχάζων, ἀλλ’ ὁμοίως παῖς, γυνὴ καὶ πρεσβύτης ἔργου εἴχετο· γένος γὰρ οὐδὲν οὐδὲ ἡλικίαν ὁ περὶ ψυχῆς δυσωπεῖται κίνδυνος. Οἱ δυνατώτε‐ ροι δὲ καὶ τὸ ἀκμάζον ἐν ὅπλοις αὐλῶνά τινα στενόν τε
5καὶ ὑπόγειον ἀπὸ τῆς πόλεως ἐπὶ τὸ χῶμα τῶν πολεμίων διϊκνούμενον ὀρύττειν ἀποκεκλήρωντο.
6
Aeth
.

9

.

4

.

1

Καὶ δὴ καὶ ἠνύετο τὸ ἔργον ὧδε. Φρεατίαν τοῦ τείχους πλησίον εἰς ὀργυιάς που πέντε τὴν κάθετον βαθύ‐ ναντες καὶ τοὺς θεμελίους ὑποδραμόντες, ἐγκάρσιοι τὸ ἐντεῦθεν ὑπὸ πυρσοῖς ἐπ’ εὐθείας τινὰ φέροντα τῶν χωμά‐
5των ὑπόνομον ἐκοίλαινον, τῶν κατόπιν ἀεὶ καὶ δευτέρων παρὰ τῶν προτέρων ἐν τάξει τὸν χοῦν διαδεχομένων καὶ εἴς τι μέρος τῆς πόλεως πάλαι κηπευόμενον ἐκφορούντων καὶ εἰς κολωνὸν ἐγειρόντων.
Aeth
.

9

.

4

.

2

Ταῦτα δὲ ἔπραττον ῥήξεως ἐνδόσιμον τῷ ὕδατι κατὰ τὸ κενὸν εἴ ποτε ἐπέλθοι προμηθούμενοι· ἀλλ’ ὅμως ἔφθανε τὰ δεινὰ τὴν προθυμίαν,
καὶ ὁ Νεῖλος ἤδη τὸ μακρὸν χῶμα παραμείψας ἐπίφορος42 in vol. 3
5τῷ κατὰ τὸν κύκλον ἐνέπιπτε καὶ πανταχόθεν περιρρυεὶς τὸ μεταίχμιον τῶν τειχῶν ἐλίμναζε· καὶ νῆσος αὐτίκα ἦν ἡ Συήνη καὶ περίρρυτος ἡ μεσόγαιος τῷ Νειλῴῳ κλύδωνι κυματουμένη.
Aeth
.

9

.

4

.

3

Κατ’ ἀρχὰς μὲν δὴ καὶ χρόνον τῆς ἡμέ‐ ρας ἐπ’ ὀλίγον ἀντεῖχε τὸ τεῖχος· ἐπειδὴ δὲ ἐπιβρῖσαν τὸ ὕδωρ εἰς ὕψος τε ἤρετο καὶ διὰ τῶν ἀραιωμάτων τῆς γῆς, οἷς μέλαινα καὶ εὔγειος οὖσα πρὸς τῆς θερινῆς ὥρας
5κατέσχιστο, πρὸς τὰ βάθη κατεδύετο καὶ τὴν κρηπῖδα τοῦ τείχους ὑπέτρεχε, τότ’ ἤδη πρὸς τὸ ἄχθος ἐνεδίδου τὸ ὑπο‐ κείμενον, καὶ καθ’ ὃ μέρος χαυνούμενον ἱζήσειεν ἐνταῦθα τὸ τεῖχος ὤκλαζε καὶ τῷ σάλῳ τὸν κίνδυνον ἐπεσήμαινεν, ἐπάλξεών τε κραδαινομένων καὶ τῶν ὑπερμαχομένων τῷ
10βρασμῷ κλονουμένων.
10
Aeth
.

9

.

5

.

1

Ἤδη δὲ ἑσπέρας ἐπιούσης καὶ μέρος τι τοῦ τείχους καὶ μεταπύργιον ἐγκατερείπεται, οὐ μὴν ὥστε χθα‐ μαλωτέραν γενέσθαι τῆς λίμνης τὴν πτῶσιν οὐδ’ ὥστε εἰσδέξασθαι τὸ ὕδωρ, ἀλλὰ πέντε που πήχεις ὑπερέχουσαν
5ἀπειλουμένην ὅσον οὔπω κατεπτηχέναι τὴν ἐπίκλυσιν. Ἐφ’ οἷς οἰμωγή τε συμμιγὴς τῶν κατὰ τὴν πόλιν ἐξάκουσ‐ τος καὶ τοῖς πολεμίοις ἐγίνετο· καὶ χεῖρας εἰς οὐρανὸν αἴροντες, τὴν ὑπολειπομένην ἐλπίδα, θεοὺς ἐπεβοῶντο σωτῆρας, καὶ τὸν Ὀροονδάτην ἐπικηρυκεύεσθαι πρὸς τὸν
10Ὑδάσπην ἱκέτευον.
Aeth
.

9

.

5

.

2

Ὁ δὲ ἐπείθετο μέν, δοῦλος καὶ ἄκων τῆς τύχης γινόμενος, ἀποτετειχισμένος δὲ τῷ ὕδατι καὶ ὅπως ἄν τινα διαπέμψαιτο ὡς τοὺς πολεμίους ἀδυνα‐ τῶν ἐπίνοιαν ὑπὸ τῆς ἀνάγκης ἐδιδάσκετο· γραψάμενος γὰρ
43 in vol. 3
5ἃ ἐβούλετο καὶ λίθῳ τὴν γραφὴν ἐναψάμενος σφενδόνῃ πρὸς τοὺς ἐναντίους ἐπρεσβεύετο διαπόντιον τὴν ἱκεσίαν τοξευόμενος· ἤνυε δὲ οὐδέν, ἐλαττουμένης τοῦ μήκους τῆς βολῆς καὶ τῷ ὕδατι προεμπιπτούσης.
Aeth
.

9

.

5

.

3

Ὁ δὲ καὶ αὖθις τὴν αὐτὴν γραφὴν ἐκτοξεύων ἀπετύγχανε, πάντων μὲν τοξοτῶν καὶ σφενδονητῶν ἐφικέσθαι τῆς βολῆς φιλοτιμου‐ μένων οἷα δὴ τὸν περὶ ψυχῆς σκοπὸν ἀθλούντων, ἁπάντων
5δὲ τὰ ὅμοια πασχόντων. Τέλος δὲ τὰς χεῖρας εἰς τοὺς πολεμίους ὀρέγοντες, τοῖς χώμασιν ἐφεστῶτας καὶ θέατρον τὰ πάθη τὰ ἐκείνων ποιουμένους, ἐλεεινοῖς τοῖς σχήμασι τὸ βούλευμα τῶν τοξευμάτων ὡς δυνατὸν ἔφραζον, νῦν μὲν ὑπτίας προτείνοντες εἰς ἱκεσίας ἔμφασιν, νῦν δὲ κατὰ
10νώτων πρὸς δεσμὸν περιάγοντες εἰς δουλείας ἐξομολόγησιν
Aeth
.

9

.

5

.

4

Ὁ δὲ Ὑδάσπης ἐγνώριζε μὲν σωτηρίαν αἰτοῦντας καὶ παρέχειν ἦν ἕτοιμος (ὑπαγορεύει γὰρ τοῖς χρηστοῖς φιλαν‐ θρωπίαν πολέμιος ὑποπίπτων), τὸ παρὸν δὲ ἀδυνάτως ἔχων ἔγνω σαφεστέραν λαβεῖν τῶν ἐναντίων ἀπόπειραν. Καί, ἦν
5γὰρ πορθμεῖα τῶν ποταμίων προηυτρεπισμένος, ἃ κατὰ ῥοῦν τῆς διώρυχος ἐκ τοῦ Νείλου φέρεσθαι συγχωρήσας ἐπειδὴ τῷ κύκλῳ τοῦ χώματος προσηνέχθη καθελκύσας εἶχε, τούτων δέκα νεόπηκτα ἐπιλέξας τοξότας τε καὶ ὁπλίτας ἐνθέμενος
ἅ τε χρὴ λέγειν ἐπιστείλας ὡς τοὺς Πέρσας ἐξέπεμπεν.44 in vol. 3
Aeth
.

9

.

5

.

5

Οἱ δὲ ἐπεραιοῦντο πεφραγμένοι ὡς, εἴ τι καὶ παρ’ ἐλπί‐ δας ἐγχειροῖεν οἱ ἐπὶ τῶν τειχῶν, ηὐτρεπίσθαι πρὸς ἄμυ‐ ναν. Καὶ ἦν θεαμάτων τὸ καινότατον, ναῦς ἀπὸ τειχῶν πρὸς τείχη περαιουμένη καὶ ναύτης ὑπὲρ μεσογαίας πλωϊ‐
5ζόμενος καὶ πορθμεῖον κατὰ τὴν ἀρόσιμον ἐλαυνόμενον· καινουργὸς δὲ ὢν ἀεί πως ὁ πόλεμος τότε τι καὶ πλέον καὶ οὐδαμῶς εἰωθὸς ἐθαυματούργει, ναυμάχους τειχομάχοις συμπλέξας καὶ λιμναίῳ στρατιώτῃ χερσαῖον ἐφοπλίσας.
Aeth
.

9

.

5

.

6

Οἱ γὰρ δὴ κατὰ τὴν πόλιν τὰ σκάφη καὶ τοὺς ἐμπλέον‐ τας ἐνόπλους τε καὶ καθ’ ὃ μέρος κατήρειπτο τὸ τεῖχος ἐπι‐ φερομένους θεασάμενοι, καταπλῆγες ἄνθρωποι καὶ πτοίας ἤδη πρὸς τῶν περιεχόντων κινδύνων ἀνάμεστοι, πολεμίους
5καὶ τοὺς ἐπὶ σωτηρίᾳ τῇ σφῶν ἥκοντας ὑπετόπαζον (πᾶν γὰρ ὕποπτον καὶ φοβερὸν τῷ κατ’ ἔσχατον κινδύνου γινο‐ μένῳ), ἠκροβολίζοντό τε ἀπὸ τῶν τειχῶν καὶ εἰσετόξευον.
Aeth
.

9

.

5

.

7

Οὕτως ἄρα καὶ ἀπεγνωκότες ἑαυτῶν ἄνθρωποι τὴν ἀεὶ παροῦσαν ὥραν κέρδος εἰς ὑπέρθεσιν θανάτου νομίζουσιν. Ἔβαλλον δὲ οὐχ ὥστε καὶ τιτρώσκειν, ἀλλ’ ὅσον ἀπείργειν τὸν πρόσπλουν καταστοχαζόμενοι.
Aeth
.

9

.

5

.

8

Ἀντετόξευον δὲ καὶ οἱ Αἰθίοπες καὶ ἅτε εὐσκοπώτερά τε βάλλοντες καὶ οὔπω τῆς τῶν Περσῶν γνώμης συνιέντες δύο πού τινας καὶ πλείους διαπείρουσιν, ὥστε τινὰς ὑπὸ ὀξείας καὶ
5ἀπροόπτου τῆς τρώσεως ἐπὶ κεφαλὴν ἀπὸ τῶν τειχῶν εἰς τὸ ἐκτός τε καὶ τὸ ὕδωρ σφενδονηθῆναι.
Aeth
.

9

.

5

.

9

Καὶ ἂν καὶ ἐπὶ πλέον ἐξεκαύθη τὰ τῆς μάχης, τῶν μὲν σὺν φειδοῖ κωλυόντων μόνον τῶν δὲ καὶ σὺν ὀργῇ τῶν Αἰθιόπων ἀμυ‐ νομένων, εἰ μή τις τῶν ἐπὶ δόξης καὶ πρεσβύτης ἤδη Συη‐
45 in vol. 3
5ναίων τοῖς ἐπὶ τοῦ τείχους παραγενόμενος «Ὦ φρενοβλα‐ βεῖς» ἔφη «καὶ πρὸς τῶν δεινῶν παραπλῆγες, οὓς εἰς δεῦρο ἱκετεύοντες καὶ ἐπικαλούμενοι πρὸς βοήθειαν διετε‐ λοῦμεν, τούτους ἐλπίδος ἐπέκεινα παραγινομένους ἀπείρ‐ γομεν; οἵ, φίλιοι μὲν ἥκοντες καὶ εἰρηνικὰ διαγγέλλοντες,
10σωτῆρες ἔσονται, πολέμια δὲ διανοούμενοι, ῥᾷστα καὶ προσ‐ ορμισθέντες ἐλαττωθήσονται.
Aeth
.

9

.

5

.

10

Τί δὲ καὶ πλέον εἰ τούτους διαχρησόμεθα τοσούτου νέφους ἐκ γῆς καὶ ὕδατος κεκυκλωμένου τὴν πόλιν; Ἀλλὰ καὶ προσδεχώμεθα καὶ ὅ τι βουλομένοις ἐστὶν ἐκδιδασκώμεθα.» Πᾶσιν εὖ λέγειν ἔδο‐
5ξεν, ἐπῄνει δὲ καὶ ὁ σατράπης· καὶ τοῦ κατηρειπωμένου τῇδε κἀκεῖσε μεταστάντες ἐν ἀκινήτοις τοῖς ὅπλοις ἡσύ‐ χαζον.
7
Aeth
.

9

.

6

.

1

Ὡς δὲ ἐκενώθη τὸ μεταπύργιον τῶν ἐφεστώτων ὅ τε δῆμος ὀθόναις κατασείων ἐπιτρέπειν τὸν ὅρμον ἐνε‐ δείκνυτο, τότε δὴ καὶ οἱ Αἰθίοπες πλησιάσαντες ὥσπερ ἀπ’ ἐκκλησίας τῶν πορθμείων πρὸς τὸ πολιορκούμενον
5θέατρον τοιάδε ἔλεγον.
Aeth
.

9

.

6

.

2

«Ὦ Πέρσαι καὶ Συηναίων οἱ παρόντες, Ὑδάσπης ὁ τῶν πρὸς ἀνατολαῖς καὶ δυσμαῖς
Αἰθιόπων νυνὶ δὲ καὶ ὑμῶν βασιλεὺς πολεμίους τε ἐκπορθεῖν οἶδε καὶ ἱκέτας οἰκτείρειν πέφυκε, τὸ μὲν ἀνδρεῖον, τὸ δὲ46 in vol. 3
5φιλάνθρωπον δοκιμάζων καὶ τὸ μὲν χειρὸς εἶναι στρατιω‐ τικῆς, τὸ δὲ ἴδιον τῆς ἑαυτοῦ γνώμης.
Aeth
.

9

.

6

.

3

Ἔχων τε τὸ ὑμᾶς εἶναι καὶ μὴ κατ’ ἐξουσίαν, ἱκέταις γεγενημένοις ἀνίησι τὸν ἐκ τοῦ πολέμου πᾶσιν ὁρώμενον καὶ οὐκ ἀμφί‐ βολον κίνδυνον, ἐφ’ οἷς ἂν ἄσμενοι τῶν δεινῶν ἀπαλλαγείητε
5τὴν αἵρεσιν οὐκ αὐτὸς ὁρίζων ἀλλ’ ὑμῖν ἐπιτρέπων· οὐ γὰρ τυραννεῖ τὴν νίκην, ἀλλὰ πρὸς τὸ ἀνεμέσητον διοικεῖ τὴν τῶν ἀνθρώπων τύχην.»
Aeth
.

9

.

6

.

4

Πρὸς ταῦτα Συηναῖοι μὲν ἀπεκρίναντο σφᾶς τε αὐτοὺς καὶ παῖδας καὶ γυναῖκας ἐπι‐ τρέπειν Ὑδάσπῃ χρῆσθαι πρὸς ὅτι βούλοιτο καὶ τὴν πόλιν, εἰ περιγένοιτο, ἐγχειρίζειν, ἣν καὶ νῦν ἐν τῷ ἀνελπίστῳ
5σαλεύειν, εἰ μὴ φθαίη τις ἐκ θεῶν καὶ ἐξ Ὑδάσπου μηχανὴ σωτηρίας.
Aeth
.

9

.

6

.

5

Ὁ δὲ Ὀροονδάτης τῶν μὲν αἰτίων ἔφη τοῦ πολέμου καὶ τῶν ἐπάθλων ἐκστήσεσθαι καὶ τάς τε Φίλας τὴν πόλιν καὶ τὰ σμαράγδεια μέταλλα παραχωρήσειν· αὐτὸς δὲ ἠξίου μηδεμίαν ὑποστῆναι ἀνάγκην μήτε ἑαυτὸν μήτε
5τοὺς στρατιώτας ἐγχειρίζειν, ἀλλ’ εἰ βούλοιτο Ὑδάσπης εἰς ὁλόκληρον ἐπιδείκνυσθαι τὸ φιλάνθρωπον, ἐπιτρέπειν οὐδὲν λυμαινομένους οὐδὲ χεῖρας ἀνταίροντας ἀποχωρεῖν εἰς τὴν Ἐλεφαντίνην·
Aeth
.

9

.

6

.

6

ὡς ἴσον εἶναί οἱ νῦν τε ἀπο‐ λέσθαι καὶ δοκοῦντα περισῴζεσθαι προδοσίας τοῦ στρατιω‐ τικοῦ παρὰ βασιλεῖ τῷ Περσῶν ἁλῶναι· μᾶλλον δὲ καὶ
χαλεπώτερον, νῦν μὲν ἁπλοῦ καὶ νενομισμένου τυχὸν47 in vol. 3
5ἐπαχθησομένου θανάτου, τότε δὲ ὠμοτάτου καὶ εἰς πικ‐ ροτάτην κόλασιν καινουργουμένου.
6
Aeth
.

9

.

7

.

1

Ταῦτα λέγων ὑποδεχθῆναι καὶ δύο Περσῶν εἰς τὰ σκάφη παρεκάλει, πρόφασιν ὡς εἰς Ἐλεφαντίνην ἀφιξομένους καὶ εἴπερ οἱ κατ’ αὐτὴν συνενδιδοῖεν εἰς τὸ δουλεύειν οὐδὲ αὐτὸς ἔτι μελλήσειν.
Aeth
.

9

.

7

.

2

Ταῦτ’ ἀκούσαντες οἱ πρέσβεις ἐπανῄεσαν ἅμα καὶ δύο Περσῶν ἀναλαβόντες, καὶ πρὸς τὸν Ὑδάσπην ἅπαντα ἀπήγγελλον. Ὁ δ’ ἐπιγελάσας καὶ πολλὰ τῆς ἀβελτηρίας τὸν Ὀροονδάτην ἐπιμεμψάμενος,
5εἰ περὶ τῶν ἴσων διαλέγεται ἄνθρωπος ἐπ’ ἄλλῳ καὶ οὐκ ἐν ἑαυτῷ τὴν ἐλπίδα τοῦ εἶναι καὶ τεθνάναι σαλεύων, «Εὔηθες» ἔφη «τὴν ἑνὸς ἄνοιαν τοσούτοις ἐπαγαγεῖν ἀπώλειαν.»
Aeth
.

9

.

7

.

3

Καὶ τούς τε ἀπεσταλμένους παρὰ τοῦ Ὀροονδάτου βαδίζειν εἰς τὴν Ἐλεφαντίνην ἐπέτρεπεν, ὡς οὐδεμιᾶς ὢν φροντίδος εἰ κἀκεῖνοί τι πρὸς ἀντίστασιν βουλεύσειαν, καὶ τῶν ἰδίων τοὺς μὲν ἐμφράττειν τὸ διορυγὲν
5τοῦ Νείλου στόμιον, τοὺς δὲ ὥστε ἕτερον κατὰ τὸ χῶμα ἐκτέμνειν ἀπεκλήρωσεν, ὡς τῆς τε ἐπιρροῆς κωλυομένης καὶ τῆς λιμναζούσης πρὸς τῆς ἐκροῆς κενουμένης θᾶττον ἀναψῦξαι τὰ περὶ τὴν Συήνην καὶ εἰς τὸ βάσιμον ἐξικ‐ μασθῆναι.
Aeth
.

9

.

7

.

4

Οἱ μὲν δὴ ταῦτα προσταχθέντες μικρὰ τοῦ ἔργου κατάρξαντες εἰς τὴν ἑξῆς ἐπιτελέσειν ἔμελλον, ἑσπέρας αὐτίκα καὶ νυκτὸς προσφάτοις τοῖς προστάγμασιν
ἐπιγενομένης.48 in vol. 3
Aeth
.

9

.

8

.

1

Οἱ δὲ κατὰ τὸ ἄστυ τῆς ἐν χερσὶ καὶ δυνατῆς βοηθείας οὐ μεθίεντο, τὴν καὶ παρ’ ἐλπίδας ἐνδεχομένην σωτηρίαν οὐκ ἀπογινώσκοντες· ἀλλ’ οἵ τε τὸν ὑπόγειον αὐλῶνα διορύττοντες ἤδη τοῖς χώμασι πλησιάζειν ἐῴκεσαν,
5τὸ ἀπὸ τοῦ τείχους ἐπὶ τὸ χῶμα ταῖς ὄψεσιν ὑποπῖπτον διάστημα σχοίνῳ κατὰ τὸ ὄρυγμα συμμετρούμενοι, καὶ τὸ πεπτωκὸς ἕτεροι τοῦ τείχους ὑπὸ λαμπτῆρσιν ἀνήγειρον· ἦν δὲ ἡ οἰκοδομὴ ῥᾳδία, τῶν λίθων εἰς τὸ ἐντὸς κατὰ τὴν πτῶσιν κυλινδηθέντων.
Aeth
.

9

.

8

.

2

Ἐπειδὴ δὲ ἀσφαλῶς ἔχειν τὸ παρὸν ᾠήθησαν, οὐδὲ τότε ἀθορύβως διῆγον, ἀλλὰ κατὰ μέσας που νύκτας μέρος τι τοῦ χώματος καθ’ ὃ τῆς ἑσπέρας οἱ Αἰθίοπες τοῦ διορύττειν ἐφήψαντο—εἴτε τῆς γῆς κατ’
5ἐκεῖνο χαύνης τε καὶ ἀκροτήτου σωρευθείσης εἶξε τὸ ὑπο‐ κείμενον διάβροχον γεγενημένον, εἴτε καὶ τῶν ὑπορυττόντων συνενδοῦναι πρὸς τὸ κενὸν τῷ ὑποκειμένῳ παρασχόντων, ἢ καὶ τοῦ πρὸς βραχὺ διορυγέντος ταπεινοτέρου πρὸς τῶν ἐρ‐ γαζομένων † ἐπιλαβόντος † ἐπίχυσις αὐξομένου διὰ νυκτὸς
10ἐγένετο τοῦ ὕδατος ὅ, τοῦ ῥαγέντος ἅπαξ ὁδοποιοῦντος, ἔλαθε βαθυνόμενον, εἴτε καὶ δαιμονίας ἐπικουρίας θείη τις τὸ ἔργον—παρὰ δόξαν ἐκρήγνυται.
Aeth
.

9

.

8

.

3

Καὶ τοσοῦτος ἦχος καὶ δοῦπος ἀπετελέσθη, διὰ τῆς ἀκοῆς τὴν διάνοιαν ἐκδειμαίνων, ὡς τὸ μὲν συμβὰν ἀγνοεῖν, μέρος δὲ τὸ πλεῖστον τῶν τειχῶν καὶ τῆς πόλεως ὑπενηνέχθαι τούς
5τε Αἰθίοπας καὶ αὐτοὺς Συηναίους ὑποπτεύειν.
Aeth
.

9

.

8

.

4

Ἀλλ’ οἱ μὲν ἐν τῷ ἀσφαλεῖ διάγοντες ἐφ’ ἡσυχίας ηὐλίζοντο, ὡς εἰς ἕω τὸ σαφὲς εἰσόμενοι· οἱ δὲ κατὰ τὴν πόλιν πάντῃ τὸ τεῖχος καὶ εἰς κύκλον περιέθεον, τὸ μὲν καθ’ αὑτοὺς ἕκα‐
49 in vol. 3
5στος σῶον ὁρῶντες, ἄλλοι δὲ παρ’ ἄλλοις γεγενῆσθαι τὸ πάθος εἰκάζοντες, ἄχρι δὴ τὸ ἡμέρας φῶς ἐπιγενόμενον τὴν ἀχλὺν τῶν ἀμφιβαλλομένων δεινῶν παρέλυσε, τοῦ τε ῥήγματος ἀπόπτου γενομένου καὶ τοῦ ὕδατος ἀθρόον ὑπονοστήσαν‐ τος.
Aeth
.

9

.

8

.

5

Ἤδη γὰρ καὶ οἱ Αἰθίοπες τὸ ἐποχετεῦον στό‐ μιον ἔφραττον καταρράκτας τε ἐκ σανίδων συνηρμοσμένων καθιέντες καὶ ξύλων παχέσι κορμοῖς ἔκτοσθεν διερείδοντες χοῦν τε ἅμα καὶ φρυγανίτιδα ὕλην συνδέοντες καὶ πολλαὶ
5χιλιάδες ἀθρόον οἱ μὲν ἀπὸ τῆς ὄχθης οἱ δὲ καὶ ἐκ πορθμείων ἐπιφοροῦντες.
Aeth
.

9

.

8

.

6

Οὕτω μὲν δὴ τὸ ὕδωρ ὑπενόστησεν· ἦν δὲ οὐδ’ ὣς πορευτέα παρ’ ἀλλήλους οὐδ’ ἑκατέροις· ἰλύος γὰρ βαθείας ἡ γῆ κατάπλεως ἐγεγόνει καὶ τὴν ἐπιφάνειαν ἐξικμάσθαι φαινομένην τέλμα δίυγρον ὑπέτρεχεν ἵππου τε
5ὁμοίως καὶ ἀνδρὸς βάσιν εἰς βυθισμὸν ἐνεδρεῦον.
5
Aeth
.

9

.

9

.

1

Ἡμέρας μὲν δὴ δύο που καὶ τρεῖς οὕτω διῆγον, ἠνεῳγμέναις μὲν ταῖς πύλαις οἱ Συηναῖοι ὅπλοις δὲ ἀποκει‐ μένοις οἱ Αἰθίοπες τὴν εἰρήνην ἐπισημαίνοντες. Καὶ ἦν
τὸ γινόμενον ἀνακωχή τις ἀνεπίμικτος, οὔτε φρουρᾶς ἔτι50 in vol. 3
5παρ’ οὐδετέροις σπουδαζομένης καὶ πλέον τῶν κατὰ τὴν πόλιν εὐπαθείαις ἑαυτοὺς ἐκδεδωκότων.
Aeth
.

9

.

9

.

2

Καὶ γάρ πως συνέπεσε καὶ τὰ Νειλῷα τότε, τὴν μεγίστην παρ’ Αἰγυπ‐ τίοις ἑορτήν, ἐνεστηκέναι, κατὰ τροπὰς μὲν τὰς θερινὰς μάλιστα καὶ ὅτε ἀρχὴν τῆς αὐξήσεως ὁ ποταμὸς ἐμφαίνει
5τελουμένην, ὑπὲρ πάσας δὲ τὰς ἄλλας πρὸς Αἰγυπτίων σπουδαζομένην δι’ αἰτίαν τοιάνδε.
Aeth
.

9

.

9

.

3

Θεοπλαστοῦσι τὸν Νεῖλον Αἰγύπτιοι καὶ κρειττόνων τὸν μέγιστον ἄγουσιν, ἀντίμιμον οὐρανοῦ τὸν ποταμὸν σεμνηγοροῦντες οἷα δὴ δίχα νεφώσεων καὶ ὑετῶν ἀερίων τὴν ἀρουμένην αὐτοῖς ἄρδοντος
5καὶ εἰς ἔτος ἀεὶ τεταγμένως ἐπομβρίζοντος· καὶ ταυτὶ μὲν ὁ πολὺς λεώς.
Aeth
.

9

.

9

.

4

Ἃ δὲ ἐκθειάζουσιν, ἐκεῖνα· τοῦ εἶναι καὶ ζῆν ἀνθρώπους τὴν ὑγρᾶς τε καὶ ξηρᾶς οὐσίας σύνοδον αἰτίαν μάλιστα νομίζουσι, τὰ ἄλλα στοιχεῖα τούτοις συν‐ υπάρχειν τε καὶ συναναφαίνεσθαι λέγοντες, καὶ τὴν μὲν
5ὑγρὰν τὸν Νεῖλον, θατέραν δὲ τὴν γῆν τὴν αὑτῶν ἐμφαίνειν. Καὶ ταυτὶ μὲν δημοσιεύουσι, πρὸς δὲ τοὺς μύστας Ἶσιν τὴν γῆν καὶ Ὄσιριν τὸν Νεῖλον καταγγέλλουσι, τὰ πράγματα τοῖς ὀνόμασι μεταλαμβάνοντες.
Aeth
.

9

.

9

.

5

Ποθεῖ γοῦν ἀπόντα ἡ θεὸς καὶ χαίρει συνόντι καὶ μὴ φαινόμενον αὖθις θρηνεῖ καὶ ὡς δή τινα πολέμιον τὸν Τυφῶνα ἐχθραίνει, φυσικῶν τινῶν, οἶμαι, ἀνδρῶν καὶ θεολόγων πρὸς μὲν τοὺς βεβήλους
5τὰς ἐγκατεσπαρμένας τούτοις ὑπονοίας μὴ παραγυμνούντων, ἀλλ’ ἐν εἴδει μύθου προκατηχούντων, τοὺς δὲ ἐποπτικω‐ τέρους καὶ ἀνακτόρων ἐντὸς τῇ πυρφόρῳ τῶν ὄντων λαμπάδι φανότερον τελούντων.51 in vol. 3
8
Aeth
.

9

.

10

.

1

Τοῦτό τοι καὶ ἡμῖν εὐμένεια μὲν εἴη τῶν εἰρημένων, τὰ μυστικώτερα δὲ ἀρρήτῳ σιγῇ τετιμήσθω, τῶν κατὰ Συήνην ἑξῆς περαινομένων.
Aeth
.

9

.

10

.

2

Τῆς γὰρ δὴ τῶν Νειλῴων ἑορτῆς ἐνεστηκυίας οἱ μὲν ἐγχώριοι πρὸς θυσίαις τε καὶ τελεταῖς ἦσαν τοῖς μὲν σώμασιν ἐπὶ περιεστηκόσι δεινοῖς κάμνοντες ταῖς ψυχαῖς δὲ τῆς περὶ τὸ θεῖον εὐσεβείας ἐκ
5τῶν ἐνόντων οὐκ ἀμνημονοῦντες· ὁ δὲ Ὀροονδάτης μέσας νύκτας ἐπιτηρήσας, πρὸς ὕπνον βαθὺν τῶν Συηναίων ὑπὸ τῆς εὐωχίας τετραμμένων, ὑπεξάγει τὸν στρατόν, ὥραν τε μίαν καὶ πύλην καθ’ ἣν ἔδει ποιήσασθαι τὴν ἔξοδον κρύφα τοῖς Πέρσαις προπαραγγείλας.
Aeth
.

9

.

10

.

3

Ἐπέσταλτο δὲ ἑκάστῳ δεκάρχῃ ἵππους μὲν καὶ ὑποζύγια κατὰ χώραν ἐᾶν πρός τε δυσχερείας ἀπαλλαγὴν καὶ τοῦ μή τινα πρὸς τὸν τάραχον αἴσθησιν γενέσθαι τῶν δρωμένων, τὰ ὅπλα δὲ ἀναλαβόντας
5μόνα καὶ δοκίδα ἢ σανίδα πορισαμένους ἐπάγεσθαι.
5
Aeth
.

9

.

11

.

1

Ἐπεὶ δὲ ἠθροίσθησαν καθ’ ἣν προείρητο πύλην, ἐγκάρσια τῷ πηλῷ τὰ ξύλα ἅπερ ἑκάστη δεκὰς ἐπήχθιστο ἐπιβάλλων καὶ ἀλλήλων ἐχόμενα συντιθείς, τῶν κατόπιν
ἀεὶ τοῖς ἡγουμένοις μεταδιδόντων, οἷον διὰ ζεύγματος52 in vol. 3
5ῥᾷστά τε καὶ τάχιστα διεβίβασε τὸ πλῆθος.
Aeth
.

9

.

11

.

2

Καὶ λαβό‐ μενος τῆς ἐστερεωμένης τούς τε Αἰθίοπας οὐδὲν προϊδο‐ μένους οὐδὲ φροντίδα τῆς φυλακῆς πεποιημένους ἀλλ’ ἀπρονοήτως καθεύδοντας διαλαθὼν ἐπὶ τὴν Ἐλεφαντίνην
5ὡς δρόμου τε εἶχε καὶ ἄσθματος καθ’ ἓν τὸν στρατὸν ἦγεν, ἀκώλυτός τε εἰσέφρησεν εἰς τὴν πόλιν, τῶν ἐκ τῆς Συήνης προαπεσταλμένων δύο Περσῶν (οὕτω πρὸς αὐτοὺς συντεταγμένον) ἐπιτηρούντων ὅσαι νύκτες τὴν ἔφοδον κἀπειδὴ τὸ συγκείμενον ἀνεφθέγξαντο σύμβολον παραχρῆμα
10τὰς πύλας ἀναπετασάντων.
Aeth
.

9

.

11

.

3

Ἤδη δὲ ἡμέρας ὑπο‐ φαινούσης οἱ Συηναῖοι τὸν δρασμὸν ἐγνώριζον, τὰ μὲν πρῶτα κατ’ οἶκον τὸν ἴδιον ἕκαστος τοὺς ἐπεξενωμένους Περσῶν οὐχ ὁρῶντες, εἶτα καὶ κατὰ συλλόγους συνιστάμενοι,
5καὶ τέλος καὶ τὸ ζεῦγμα ἐποπτεύοντες. Αὖθις οὖν εἰς ἀγωνίαν καθίσταντο καὶ δευτέρων ἀδικημάτων ἔγκλημα προσεδέχοντο βαρύτερον ὡς ἐπὶ φιλανθρωπίᾳ τοσαύτῃ γεγο‐ νότες ἄπιστοι καὶ τὸν δρασμὸν τοῖς Πέρσαις συνεργήσαν‐ τες.
Aeth
.

9

.

11

.

4

Ἔγνωσαν οὖν πανδημεὶ τῆς πόλεως ἐξορμήσαντες ἐγχειρίζειν ἑαυτοὺς τοῖς Αἰθίοψι καὶ ὅρκοις πιστοῦσθαι τὴν ἄγνοιαν, εἴ πως εἰς ἔλεον ἐπικλασθεῖεν. Ἀθροίσαντες οὖν πᾶσαν ἡλικίαν καὶ κλάδους εἰς ἱκετηρίαν ἀναλαβόντες
5κηρούς τε καὶ δᾷδας ἁψάμενοι καὶ τὰ ἱερὰ † γένη † καὶ ἕδη τῶν θεῶν ὥσπερ κηρύκεια προβεβλημένοι διά τε τοῦ ζεύγματος ὡς τοὺς Αἰθίοπας ἐλθόντες, ἱκέται πόρρωθεν γονυπετοῦντες ἐκάθηντο καὶ ὑφ’ ἓν σύνθημα καὶ φωνὴν γοώδη μίαν ἐλεεινὴν ὀλολυγὴν ἱέντες ἱκέτευον.
Aeth
.

9

.

11

.

5

Οἰκτι‐
ζόμενοι δὲ πλέον, τὰ νεογνὰ τῶν βρεφῶν ἐπὶ γῆς προκατα‐ βάλλοντες φέρεσθαι ὡς ἔτυχε μεθῆκαν, διὰ τῆς ἀνυπόπτου καὶ ἀνυπαιτίου μοίρας τὸ θυμούμενον τῶν Αἰθιόπων προ‐53 in vol. 3
5μαλάσσοντες.
Aeth
.

9

.

11

.

6

Τὰ βρέφη δὲ ὑπὸ πτοίας τε ἅμα καὶ ἀγνοίας τῶν πραττομένων τοὺς μὲν φύντας καὶ τρέφοντας, τάχα που τὴν ἄπειρον ἀποτρεπόμενα βοήν, ὑπέφευγεν, ἐπὶ δὲ τὴν ἄγουσαν ὡς τοὺς πολεμίους τὰ μὲν εἷρπε, τὰ
5δὲ ψελλιζόμενα τὴν βάσιν καὶ κλαυθμυριζόμενα ἐπαγωγὸν ἐφέρετο, καθάπερ σχεδιαζούσης ἐν αὐτοῖς τὴν ἱκεσίαν τῆς τύχης.
7
Aeth
.

9

.

12

.

1

Ὁ δὲ Ὑδάσπης ταῦτα ὁρῶν καὶ τὴν πάλαι ἱκε‐ σίαν ἐπιτείνειν αὐτοὺς καὶ εἰς τὸ παντελὲς ἐξομολογεῖσθαι οἰηθείς, ἀποστείλας ἠρώτα τί βούλοιντο καὶ ὅπως μόνοι καὶ οὐ μετὰ τῶν Περσῶν ἥκοιεν.
Aeth
.

9

.

12

.

2

Οἱ δὲ πάντα ἔλεγον, τὸν δρασμὸν τῶν Περσῶν, τὸ ἑαυτῶν ἀνυπαίτιον, τὴν πάτριον ἑορτήν, καὶ ὡς πρὸς θεραπείαν τῶν κρειττόνων ὄντας καὶ πρὸς τῆς εὐωχίας ἀφυπνωμένους διαλάθοιεν,
5ἴσως ἂν διαδράντες καὶ εἰδότων καὶ γυμνῶν τοὺς ἐνόπλους κωλύειν ἀδυνατούντων.
Aeth
.

9

.

12

.

3

Ὁ δὴ οὖν Ὑδάσπης, τούτων πρὸς αὐτὸν ἀπαγγελθέντων, ὑποτοπήσας, ὅπερ ἦν, ἀπάτην τινὰ καὶ ἐνέδραν πρὸς τοῦ Ὀροονδάτου γενησομένην, τοὺς ἱερέας μόνους μετακαλεσάμενος καὶ τοῖς ἀγάλμασι τῶν
5θεῶν ἃ συνεπήγοντο πρὸς τὸ μᾶλλον καταιδέσαι προσκυνή‐
σας, εἴ τι πλέον ἔχοιεν ἀναδιδάσκειν περὶ τῶν Περσῶν ἐπυνθάνετο καὶ ὅποι μὲν ὥρμησαν, τίνι δὲ θαρσεῖν ἔχουσιν ἢ τίσιν ἐπιχειρήσουσιν.54 in vol. 3
Aeth
.

9

.

12

.

4

Οἱ δὲ τὰ μὲν ἄλλα ἀγνοεῖν ἔφασαν, εἰκάζειν δὲ εἰς τὴν Ἐλεφαντίνην ὡρμηκέναι, τοῦ πλείστου στρατοῦ κατ’ ἐκείνην συνειλεγμένου καὶ τοῦ Ὀροονδάτου τοῖς τε ἄλλοις καὶ πλέον τοῖς καταφράκτοις
5ἱππεῦσιν ἐπανέχοντος.
5
Aeth
.

9

.

13

.

1

Ταῦτα εἰπόντων καὶ εἰσιέναι εἰς τὴν πόλιν ὡς ἰδίαν καὶ μεθεῖναι τῆς κατ’ αὐτῶν ὀργῆς ἱκετευόντων, τὸ μὲν παρελθεῖν αὐτὸς εἰς τὴν πόλιν τὸ παρὸν ὁ Ὑδάσπης οὐκ ἐδοκίμαζε, δύο δὲ φάλαγγας ὁπλιτῶν εἰσπέμψας εἰς
5ἀπόπειράν τε ὑποπτευομένης ἐνέδρας καί, εἰ μηδὲν εἴη τοιοῦτον, εἰς φρουρὰν τῆς πόλεως, τούς τε Συηναίους ἐπὶ χρησταῖς ταῖς ὑποσχέσεσιν ἀποπέμψας αὐτὸς εἰς τάξιν καθίστη τὸν στρατὸν ὡς ἢ δεξόμενος ἐπιόντας τοὺς Πέρσας ἢ καθυστεροῦσιν ἐπελευσόμενος.
Aeth
.

9

.

13

.

2

Καὶ οὔπω πᾶν διε‐ τέτακτο καὶ σκοποὶ προσελαύνοντες ἔφοδον τῶν Περσῶν εἰς μάχην ἐκτεταγμένων ἐμήνυον. Ὁ γὰρ Ὀροονδάτης τὴν μὲν ἄλλην στρατιὰν εἰς τὴν Ἐλεφαντίνην ἀθροίζεσθαι δια‐
5τεταγμένος, αὐτὸς δὲ, ὅτε τοὺς Αἰθίοπας ἐπιόντας παρ’ ἐλπίδα κατώπτευεν, εἰσδραμεῖν σὺν ὀλίγοις εἰς τὴν Συήνην ἀναγκασθεὶς καὶ τοῖς χώμασιν ἀποτειχισθείς, σωτηρίαν τε αἰτήσας καὶ καθ’ ὑπόσχεσιν τοῦ Ὑδάσπου λαβὼν ἀπιστότατος ἀνθρώπων γίνεται·
Aeth
.

9

.

13

.

3

καὶ δύο Περσῶν ἅμα τοῖς Αἰθίοψι
περαιωθῆναι παρασκευάσας δῆθεν ὡς τὴν γνώμην τῶν κατὰ τὴν Ἐλεφαντίνην, ἐφ’ οἷς ἂν ἕλοιντο διαλύσασθαι πρὸς Ὑδάσπην, μαθησομένους ἐξέπεμπε, τὸ δ’ ἀληθές, εἰ παρα‐55 in vol. 3
5σκευάζεσθαι πρὸς μάχην προαιροῦνται ὅταν αὐτός ποτε διαδρᾶναι δυνηθῇ.
Aeth
.

9

.

13

.

4

Καὶ τὸ τῆς γνώμης ἄπιστον εἰς ἔργον ἦγεν, ηὐτρεπισμένους τε καταλαβὼν αὐτίκα ἐξῆγεν οὐδὲ εἰς βραχὺ τὴν ἔφοδον ὑπερθέμενος, ἀλλὰ τῷ τάχει τὴν παρασκευήν, ὡς ἐδόκει, τῶν ἐναντίων ὑποτεμνόμενος.
4
Aeth
.

9

.

14

.

1

Ἤδη γοῦν παραταττόμενος ἑωρᾶτο κόμπῳ τε Περσικῷ τὰς ὄψεις προκαταλαμβάνων καὶ ἀργυροῖς τε καὶ ἐπιχρύσοις τοῖς ὅπλοις τὸ πεδίον καταστράπτων· ἄρτι γὰρ ἀνίσχοντος ἡλίου καὶ τὴν ἀκτῖνα κατὰ πρόσωπον τοῖς
5Πέρσαις ἐπιβάλλοντος, μαρμαρυγή τις ἄφραστος καὶ εἰς τοὺς πορρωτάτω διερριπίζετο, τῆς πανοπλίας οἰκεῖον σέλας ἀνταυγαζούσης.
Aeth
.

9

.

14

.

2

Τὸ μὲν οὖν δεξιὸν κέρας αὐτῷ Περ‐ σῶν τε καὶ Μήδων τὸ γνήσιον ἐπεῖχε, τῶν μὲν ὁπλιτῶν ἡγουμένων τῶν δὲ ὅσοι τοξόται κατόπιν ἐφεπομένων, ὡς ἂν γυμνοὶ πανοπλίας ὄντες ἀσφαλέστερον βάλλοιεν ὑπὸ
5τοῖς ὁπλίταις προασπιζόμενοι· τὴν δὲ Αἰγυπτίων τε καὶ Λιβύων χεῖρα καὶ τὴν ξενικὴν ἅπασαν εἰς τὸ ἀριστερὸν κατένεμεν, ἀκοντιστὰς καὶ τούτοις καὶ σφενδονήτας παρα‐ ζεύξας ἐκδρομάς τε ποιεῖσθαι καὶ εἰσακοντίζειν ἐκ πλα‐ γίων ὁρμωμένους ἐπιστείλας.
Aeth
.

9

.

14

.

3

Αὐτὸς δὲ τὸ μέσον κατε‐ λάμβανεν, ἅρματός τε δρεπανηφόρου λαμπρῶς ἐπιβεβηκὼς καὶ ὑπὸ τῆς ἑκατέρωθεν φάλαγγος εἰς ἀσφάλειαν δορυφορ‐ ούμενος τοὺς καταφράκτους ἱππέας μόνους ἑαυτοῦ προέ‐
5ταττεν, οἷς δὴ καὶ πλέον θαρσήσας τὴν μάχην ἀπετόλμησε· καὶ γὰρ οὖν καὶ ἔστιν ἥδε ἡ φάλαγξ Περσῶν ἀεὶ τὸ μαχι‐ μώτατον καὶ οἱονεὶ τεῖχος ἀρραγὲς τοῦ πολέμου προβαλλό‐ μενον.56 in vol. 3
8
Aeth
.

9

.

15

.

1

Τρόπος δὲ αὐτοῖς πανοπλίας τοιόσδε· ἀνὴρ ἔκκρι‐ τος καὶ σώματος ἰσχὺν ἐπίλεκτος κράνος μὲν ὑπέρχεται συμφυές τε καὶ μονήλατον καὶ ὄψιν ἀνδρὸς εἰς ἀκρίβειαν ὥσπερ τὰ προσωπεῖα σοφιζόμενον· τούτῳ δὲ ἐκ κορυφῆς εἰς
5αὐχένα πάντα πλὴν τῶν ὀφθαλμῶν εἰς τὸ διοπτεύειν σκεπό‐ μενος, τὴν μὲν δεξιὰν κοντῷ μείζονι λόγχης ὁπλίζει τὴν λαιὰν δὲ εἰς τὸν χαλινὸν ἀσχολεῖ· κοπίδα δὲ ὑπὸ τὴν πλευρὰν παρηρτημένος οὐ τὰ στέρνα μόνον ἀλλὰ καὶ σῶμα τὸ ἄλλο ἅπαν τεθωράκισται.
Aeth
.

9

.

15

.

2

Ἐργασία δὲ τοῦ θώρακος τοιάδε· σκυτάλας χαλκᾶς τε καὶ σιδηρᾶς ὅσον σπιθαμιαίας παντα‐ χόθεν εἰς σχῆμα τετράγωνον ἐλάσαντες καὶ ἄλλην ἐπ’ ἄλλῃ κατ’ ἄκρα τῶν πλευρῶν ἐφαρμόσαντες, ὡς τῇ κατωτέρᾳ τὴν
5ὑπερκειμένην ἀεὶ καὶ τῇ πλαγίᾳ τὴν παρακειμένην κατὰ τὸ συνεχὲς ἐπιβαίνειν, καὶ ῥαφαῖς ὑπὸ τὰς ἐπιπτυχὰς τὴν συμπλοκὴν ἀγκιστρώσαντες, χιτῶνά τινα φολιδωτὸν ἀπεργά‐ ζονται προσπίπτοντα μὲν ἀλύπως τῷ σώματι καὶ πάντῃ περιφυόμενον περιγράφοντα δὲ μέλος ἕκαστον καὶ πρὸς τὸ
10ἀκώλυτον τῆς κινήσεως συστελλόμενόν τε καὶ συνεκτεινό‐ μενον.
Aeth
.

9

.

15

.

3

Ἔστι γὰρ χειριδωτὸς ἀπ’ αὐχένος εἰς γόνυ καθειμένος, μόνοις τοῖς μηροῖς καθ’ ὃ τῶν ἱππείων νώτων ἐπιβαίνειν ἀνάγκη διαστελλόμενος. Ὁ μὲν δὴ θώραξ τοιοῦ‐ τος, ἀντίτυπόν τι βελῶν χρῆμα καὶ πρὸς πᾶσαν τρῶσιν
5ἀπομαχόμενον· ἡ κνημὶς δὲ ἀπ’ ἄκρων ταρσῶν εἰς γόνυ διήκει συνάπτουσα πρὸς τὸν θώρακα.
Aeth
.

9

.

15

.

4

Παραπλησίᾳ δὲ σκευῇ καὶ τὸν ἵππον περιφράττουσι, τούς τε πόδας κνη‐ μῖσι περιδέοντες καὶ προμετωπιδίοις τὴν κεφαλὴν δι’ ὅλου σφηκοῦντες ἐκ νώτων τε ἐπὶ γαστέρα καθ’ ἑκατέραν πλευ‐
57 in vol. 3
5ρὰν σκέπασμα σιδηρόπλοκον ἀπαιωροῦντες ὡς ὁπλίζειν τε ἅμα καὶ τῇ λαγαρότητι μὴ ἐμποδίζειν τοὺς δρόμους.
Aeth
.

9

.

15

.

5

Οὕτως ἐσκευασμένον καὶ οἷον ἐμβεβλημένον περιβαίνει τὸν ἵππον, οὐκ αὐτὸς ἐφαλλόμενος, ἀλλ’ ἑτέρων διὰ τὸ ἄχθος ἀνατιθεμένων. Κἀπειδὰν ὁ καιρὸς ἥκῃ τῆς μάχης ἐφεὶς τὸν χαλινὸν τῷ ἵππῳ καὶ μυωπίσας παντὶ τῷ ῥοθίῳ
5κατὰ τῶν ἐναντίων ἵεται σιδηροῦς τις ἀνὴρ φαινόμενος ἢ καὶ σφυρήλατος ἀνδριὰς κινούμενος.
Aeth
.

9

.

15

.

6

Ὁ κοντὸς δὲ τὰ μὲν πρὸς τῇ αἰχμῇ κατὰ πολὺ καὶ εἰς εὐθὺ προβέβληται, δεσμῷ πρὸς τὸν αὐχένα τὸν ἵππειον ἀνεχόμενος, τὸν οὐρία‐ χον δὲ βρόχῳ πρὸς τοῖς ἱππείοις μηροῖς ἐξήρτηται, μὴ
5εἴκων ἐν ταῖς συμβολαῖς ἀλλὰ συνεργῶν τῇ χειρὶ τοῦ ἱππέως εὐθυνούσῃ μόνον τὴν βολὴν, αὐτοῦ δὲ ἐπιτείνοντος καὶ πρὸς τὸ σφοδρότερον τῆς τρώσεως ἀντερείδοντος, τῇ ῥύμῃ γοῦν διαπείρει πάντα τὸν ὑποπίπτοντα καὶ μιᾷ πληγῇ δύο που φέρει πολλάκις ἀναρτήσας.
9
Aeth
.

9

.

16

.

1

Τοιοῦτον ἔχων τὸ ἱππικὸν ὁ σατράπης καὶ οὕτω τὸ Περσικὸν διατάξας ἐπῄει ἀντιμέτωπος κατὰ νώτων ἀεὶ τὸν ποταμὸν ποιούμενος καὶ πλήθει κατὰ πολὺ τῶν Αἰθιό‐ πων λειπόμενος τῷ ὕδατι τὴν κύκλωσιν ἀπετείχιζεν.
Aeth
.

9

.

16

.

2

Ἀντεπῆγε δὲ καὶ ὁ Ὑδάσπης τοῖς μὲν ἐπὶ τοῦ δεξιοῦ κέρως Πέρσαις τε καὶ Μήδοις τοὺς ἐκ Μερόης ἀντιτάττων, ἄνδρας ὁπλομάχους τε καὶ τῆς κατασυστάδην χειρονομίας ἐπιστήμονας· τοὺς δὲ ἐκ τῆς Τρωγλοδυτικῆς καὶ τοὺς τῇ58 in vol. 3
5κινναμωμοφόρῳ προσοίκους, εὐσταλεῖς τε τὴν ὅπλισιν καὶ ποδώκεις καὶ τοξείαν ἀρίστους, τοῖς κατὰ τὸ λαιὸν τῶν ἐναντίων σφενδονήταις τε καὶ ἀκοντισταῖς παρενοχλήσον‐ τας ἀπεκλήρωσε.
Aeth
.

9

.

16

.

3

Τὸ δὲ μεσεῦον τοῦ Περσικοῦ τοῖς καταφράκτοις μεγαλαυχούμενον καταμαθών, ἑαυτόν τε καὶ τοὺς περὶ αὑτὸν πυργοφόρους ἐλέφαντας ἀντέταξε, τὸ Βλεμμύων καὶ Σηρῶν ὁπλιτικὸν προτάξας καὶ ἃ χρὴ
5πράττειν παρὰ τὸ ἔργον ἐπιστείλας.
5
Aeth
.

9

.

17

.

1

Ἀρθέντων δὲ ἑκατέρωθεν τῶν σημείων καὶ τοῦ μὲν Περσικοῦ διὰ σαλπίγγων ῥόμβοις δὲ καὶ τυμπάνοις τῶν Αἰθιόπων τὴν μάχην ἐπισημαινόντων, ὁ μὲν Ὀροονδάτης ἐμβοήσας δρόμῳ τὰς φάλαγγας ἐπῆγε· ὁ δὲ Ὑδάσπης τὰ
5μὲν πρῶτα σχολαίτερον ἀντεπιέναι προσέταττε βάσιν ἐκ βάσεως ἡσυχῇ παραμείβοντας, τῶν τε ἐλεφάντων ἕνεκεν ὅπως ἂν μὴ ἀπολειφθεῖεν τῶν προμάχων καὶ ἅμα τὴν ῥύμην τῶν ἱππέων τῷ μεταξὺ προϋπεκλύων.
Aeth
.

9

.

17

.

2

Ἐπεὶ δὲ βολῆς ἐντὸς ἤδη καθίσταντο καὶ τοὺς καταφράκτους ἐρεθίζοντας τὴν ἵππον εἰς τὴν ἐπέλασιν οἱ Βλέμμυες κατέμαθον, τὰ προστεταγμένα πρὸς τοῦ Ὑδάσπου ἔπραττον καὶ τοὺς Σῆρας
5ὥσπερ προκώλυμα εἶναι καὶ προασπίζειν τῶν ἐλεφάντων καταλιπόντες αὐτοὶ πολὺ τῶν τάξεων προπηδήσαντες ὡς τάχους εἶχον ἐπὶ τοὺς καταφράκτους ὥρμησαν, μανίας ἔμφασιν τοῖς ὁρῶσι παριστάντες, οὕτως ὀλίγοι πρὸς πλείο‐
νας καὶ πρὸς οὕτω πεφραγμένους προεφορμήσαντες.59 in vol. 3
Aeth
.

9

.

17

.

3

Οἱ Πέρσαι δὲ πλέον ἢ πρότερον ἐφέντες τοῖς ἵπποις ἐπήλαυνον, ἕρμαιον τὸ ἐκείνων θράσος ποιούμενοι καὶ ὡς αὐτίκα καὶ παρὰ τὴν πρώτην ἐμβολὴν ἀναρπασόμενοι.
3
Aeth
.

9

.

18

.

1

Τότε οἱ Βλέμμυες εἰς χεῖρας ἤδη συμπίπτοντες καὶ μόνον οὐ ταῖς αἰχμαῖς ἐγχρίμπτοντες ἀθρόον καὶ καθ’ ἓν σύνθημα ὑπώκλασάν τε καὶ ὑπεδύοντο τοῖς ἵπποις, γόνυ μὲν θάτερον τῇ γῇ προσερείδοντες κεφαλὴν δὲ καὶ νῶτα
5† ταῖς μὲν οὐδὲν ἢ † μόνον οὐ πατούμενοι.
Aeth
.

9

.

18

.

2

Παράδοξον δὲ ἔδρων καὶ ἐλυμαίνοντο τὴν ἵππον ὑπὸ τὴν γαστέρα κατὰ τὴν διεξέλασιν τοῖς ξίφεσιν ἀνακόπτοντες· ὥστε ἔπιπτον μὲν οὐκ ὀλίγοι, τῶν ἵππων πρὸς τὴν ἀλγηδόνα τῶν χαλι‐
5νῶν ὑπερορώντων καὶ τοὺς ἀναβάτας ἀποσειομένων, οὓς κορμηδὸν κειμένους οἱ Βλέμμυες ὑπὸ τοὺς μηροὺς ἀνέ‐ τεμνον· ἀκίνητος γὰρ Περσῶν κατάφρακτος τοῦ χειραγω‐ γήσοντος ἀμοιρήσας.
Aeth
.

9

.

18

.

3

Ὅσοι δὲ ἀτρώτοις τοῖς ἵπποις συνηνέχθησαν, ἐπὶ τοὺς Σῆρας ἐφέροντο· οἱ δὲ ἐπειδὴ μόνον ἐπλησίαζον κατόπιν ἑαυτοὺς τῶν ἐλεφάντων ὑπέ‐ στελλον ὥσπερ ἐπὶ λόφον ἢ φρούριον τὸ ζῷον καταφεύγοντες.
5Ἐνταῦθα πολὺς φόνος καὶ ὀλίγου παντελὴς συνέπιπτε τοῖς ἱππεῦσι.
Aeth
.

9

.

18

.

4

Οἵ τε γὰρ ἵπποι πρὸς τὸ ἄηθες τῆς τῶν ἐλε‐ φάντων ὄψεως ἀθρόον παραγυμνωθείσης καὶ τῷ μεγέθει [ξενίζοντι τῆς θέας] τὸ φοβερὸν ἐπιφερούσης οἱ μὲν παλιν‐ δρομοῦντες οἱ δὲ ἐν ἀλλήλοις συνταραττόμενοι τὴν τάξιν
5τῆς φάλαγγος τάχιστα παρέλυον·
Aeth
.

9

.

18

.

5

οἵ τε ἐπὶ τῶν ἐλε‐ φάντων κατὰ τοὺς πύργους (ἓξ μὲν ἕκαστον κατειληφότες δύο δὲ κατὰ πλευρὰν ἑκάστην ἐκτοξεύοντες, τῆς ἐπ’ οὐρὰν μόνης εἰς τὸ ἄπρακτον σχολαζούσης) οὕτω δή τι συνεχές
60 in vol. 3
5τε καὶ ἐπίσκοπον ὥσπερ ἐξ ἀκροπόλεως τῶν πύργων ἔβαλ‐ λον ὥστε εἰς νέφους φαντασίαν τὴν πυκνότητα παραστῆναι τοῖς Πέρσαις,
Aeth
.

9

.

18

.

6

καὶ πλέον ὅτε τοὺς ὀφθαλμοὺς μάλιστα τῶν ἐναντίων σκοποὺς οἱ Αἰθίοπες ποιούμενοι, καθάπερ οὐκ ἐκ τῶν ἴσων πολεμοῦντες ἀλλ’ εὐστοχίας ἀγώνισμα προθέντες, οὕτως ἀδιαπτώτως ἐτύγχανον ὥστε οἱ διαπε‐
5παρμένοι τοῖς βέλεσιν ἐφέροντο σὺν οὐδενὶ κόσμῳ διὰ τοῦ πλήθους καθάπερ αὐλοὺς τοὺς ὀιστοὺς τῶν ὀφθαλμῶν προ‐ βεβλημένοι.
Aeth
.

9

.

18

.

7

Εἰ δέ τινας ὑπὸ ῥύμης τοῦ δρόμου μὴ κατασχεθέντες οἱ ἵπποι καὶ ἄκοντας ὑπεξαγαγόντες εἰς τοὺς ἐλέφαντας ἐνέβαλλον καὶ οὕτως οἱ μὲν αὐτοῦ κατ‐ ανηλίσκοντο ὑπὸ [τε] τῶν ἐλεφάντων ἀνερευγόμενοι καὶ
5πατούμενοι οἱ δὲ ὑπό τε τῶν Σηρῶν ὑπό τε τῶν Βλεμμύων ὥσπερ ἐκ λόχου τοῦ ἐλέφαντος ἐκδρομάς τε ποιουμένων καὶ τοὺς μὲν καὶ τιτρώσκειν εὐστοχούντων τοὺς δὲ κατὰ συμπλοκὴν ἀπὸ τῶν ἵππων εἰς γῆν ὠθούντων.
Aeth
.

9

.

18

.

8

Ὅσοι δὲ καὶ διεδίδρασκον ἄπρακτοι καὶ οὐδὲν δράσαντες τοὺς ἐλέ‐ φαντας ἀπεχώρουν· τὸ γὰρ θηρίον πέφρακται μὲν καὶ σιδήρῳ παραγινόμενον εἰς μάχην καὶ ἄλλως δὲ πρὸς τῆς
5φύσεως τὴν δορὰν ἐστόμωται, στερεμνίου φολίδος τὴν ἐπι‐ φάνειαν ἐπιτρεχούσης καὶ πᾶσαν αἰχμὴν τῷ ἀντιτύπῳ
θραυούσης.61 in vol. 3
Aeth
.

9

.

19

.

1

Τραπέντων δὲ ἅπαξ εἰς φυγὴν τῶν ὑπολειπο‐ μένων αἴσχιστα δὴ πάντων ὁ σατράπης Ὀροονδάτης, τὸ μὲν ἅρμα ἐγκαταλιπὼν ἵππου δὲ τῶν Νισαίων ἐπιβάς, διε‐ δίδρασκεν, ἀγνοούντων ταῦτα τῶν κατὰ τὸ ἀριστερὸν κέρας
5Αἰγυπτίων τε καὶ Λιβύων καὶ σὺν εὐτολμίᾳ πάσῃ τὴν μάχην συμφερομένων καὶ πασχόντων μὲν πλείονα ἢ δρώντων καρ‐ τερικῷ δὲ λήματι τὰ δεινὰ ὑπομενόντων.
Aeth
.

9

.

19

.

2

Οἱ γὰρ ἐκ τῆς κινναμωμοφόρου κατ’ αὐτοὺς τεταγμένοι δεινῶς πιε‐ ζοῦντες πολλὴν ἀπορίαν παρεῖχον, ἐπιόντας μὲν ὑποφεύ‐ γοντες καὶ ἐκ πολλοῦ τοῦ περιόντος προφθάνοντες καὶ
5ἀπεστραμμένοις εἰς τοὐπίσω τοῖς τόξοις καὶ παρὰ τὴν φυγὴν βάλλοντες, ἀναχωροῦσι δὲ ἐπιτιθέμενοι καὶ κατὰ τὰ πλάγια οἱ μὲν ταῖς σφενδόναις βάλλοντες οἱ δὲ μικροῖς μὲν τοῖς βέλεσιν ἰῷ δὲ δρακόντων πεφαρμαγμένοις εἰστοξ‐ εύοντες ὀξύν τινα καὶ ἀπότομον θάνατον ἐπέφερον.
Aeth
.

9

.

19

.

3

Τοξεύουσι δὲ οἱ τῆς κινναμωμοφόρου παίζειν πλέον ἢ σπουδάζειν τὴν τοξείαν ἐοικότες· πλέγμα γάρ τι κυκλοτερὲς τῇ κεφαλῇ περιθέντες καὶ τοῦτο βέλεσι κατὰ τὸν κύκλον περιπείραντες τὸ μὲν ἐπτερωμένον τοῦ βέλους πρὸς τῇ
5κεφαλῇ περιτίθενται τὰς δὲ ἀκίδας οἷον ἀκτῖνας εἰς τὸ ἐκτὸς προβέβληνται.
Aeth
.

9

.

19

.

4

Κἀντεῦθεν ἐξ ἑτοίμου παρὰ τὰς μάχας ὥσπερ ἐκ φαρέτρας ἀφαιρῶν ἕκαστος ἀγέρωχόν τι καὶ σατυρικὸν σκίρτημα λυγιζόμενός τε καὶ καμπτόμενος καὶ τοῖς ἰοῖς ἐστεμμένος ἀπὸ γυμνοῦ τοῦ σώματος τοῖς
5ἐναντίοις ἐφίησιν οὐδὲν σιδήρου πρὸς τὴν αἰχμὴν δεόμενος· ὀστοῦν γὰρ δράκοντος νωτιαῖον ἀφελὼν τὸ μὲν ἄλλο εἰς τὸν
πῆχυν τοῦ βέλους ἀπευθύνει τὰ δὲ ἄκρα πρὸς τὸ ἀκμαιότα‐ τον ἀποξέσας αὐτογλώχινα τὸν ὀϊστὸν ἀπεργάζεται, τάχα που καὶ ἀπὸ τῶν ὀστῶν οὕτω παρωνομασμένον.62 in vol. 3
Aeth
.

9

.

19

.

5

Χρόνον μὲν δή τινα συνειστήκεισαν οἱ Αἰγύπτιοι καὶ τῷ συνασ‐ πισμῷ πρὸς τὴν τοξείαν ἀντείχοντο, φύσει τε τλήμονες ὄντες καὶ πρὸς τὸν θάνατον οὐ λυσιτελῶς μᾶλλον ἢ φιλο‐
5νείκως κενοδοξοῦντες, ἴσως δέ που καὶ τιμωρίαν λιποτα‐ ξίου προορῶντες.
6
Aeth
.

9

.

20

.

1

Ἐπεὶ δὲ τούς τε καταφράκτους, τὴν μεγίστην τοῦ πολέμου χεῖρά τε καὶ ἐλπίδα νομιζομένους, διεφθαρμέ‐ νους κατέμαθον τόν τε σατράπην ἀποδεδρακότα τούς τε Μήδων καὶ Περσῶν πολυθρυλήτους ὁπλίτας οὔτε τι παρὰ
5τὴν μάχην λαμπρὸν ἀποδεδειγμένους ἀλλ’ ὀλίγα μὲν δρά‐ σαντας κατὰ τῶν ἐκ Μερόης, οἳ κατ’ αὐτοὺς ἐτάχθησαν, παθόντας δὲ πλείονα καὶ τοῖς λοιποῖς ἐφεπομένους, ἐνδόντες καὶ αὐτοὶ προτροπάδην ἔφευγον.
Aeth
.

9

.

20

.

2

Ὁ δὲ Ὑδάσ‐ πης ὥσπερ ἀπὸ σκοπῆς τοῦ πύργου λαμπρᾶς ἤδη τῆς νίκης θεωρὸς γινόμενος κήρυκας διαπέμπων εἰς τοὺς διώκοντας τοῦ μὲν φονεύειν ἀπέχεσθαι προηγόρευε ζῶντας δὲ οὓς
5δύναιντο καὶ συλλαμβάνειν καὶ ἄγειν, καὶ πρὸ πάντων τὸν Ὀροονδάτην· ὡς δὴ καὶ ἐγένετο.
Aeth
.

9

.

20

.

3

Παρεκτείναντες γὰρ ἐπ’ ἀσπίδα τὰς φάλαγγας οἱ Αἰθίοπες καὶ τὸ πολὺ βάθος τῶν τάξεων εἰς μῆκος ἑκατέρωθεν ἐπαγαγόντες τάς τε
κεραίας ἐπιστρέψαντες, εἰς κύκλωσιν τὸ Περσικὸν συνή‐63 in vol. 3
5λασαν καὶ μίαν μόνην ἀτραπὸν τὴν ἐπὶ τὸν ποταμὸν ἀκώ‐ λυτον εἰς φυγὴν τοῖς ἐναντίοις ὑπέλειπον·
Aeth
.

9

.

20

.

4

εἰς ὃν οἱ πλείους ἐμπίπτοντες ὑπό τε ἵππων καὶ δρεπανηφόρων ἁρμάτων καὶ τοῦ λοιποῦ ταράχου καὶ πλήθους ὠθούμενοι σὺν πολλῷ μετεμάνθανον ὡς τὸ δοκοῦν στρατήγημα τοῦ
5σατράπου πρὸς ἐναντίου σφίσιν ἦν καὶ ἄσκεπτον· τὸ γοῦν κυκλωθῆναι παρὰ τὴν ἀρχὴν καταδείσας καὶ τὸν Νεῖλον διὰ τοῦτο κατὰ νώτων ποιήσας ἔλαθεν ἑαυτῷ τὴν φυγὴν ἀποτειχίσας.
Aeth
.

9

.

20

.

5

Ἐνταῦθα οὖν καὶ αὐτὸς ἁλίσκεται, Ἀχαι‐ μένους τοῦ Κυβέλης παιδὸς ἅπαντα ἤδη τὰ κατὰ τὴν Μέμφιν πεπυσμένου καὶ προανελεῖν μὲν τὸν Ὀροονδάτην παρὰ τὸν θόρυβον ἐπιβουλεύσαντος (μετέμελε γὰρ αὐτῷ τῶν
5κατὰ τῆς Ἀρσάκης μηνυμάτων, τῶν ἐλέγχων προδιεφθαρ‐ μένων), τρῶσαι δὲ καιρίαν ἀποτυχόντος.
Aeth
.

9

.

20

.

6

Ὑπέσχε γε μὴν αὐτίκα τὴν δίκην πρός τινος τῶν Αἰθιόπων τόξῳ βλη‐ θείς, ἀναγνόντος μὲν τὸν σατράπην καὶ περισῴζειν, ὡς προστέτακτο, βουλομένου, ἀγανακτήσαντος δὲ τὸ ἄδικον
5τοῦ ἐγχειρήματος, εἰ τοὺς ἐναντίους τις ὑποφεύγων χωροίη κατὰ τῶν φιλίων, τὸν καιρὸν τῆς τύχης εἰς ἐχθροῦ ἄμυναν, ὡς ἐῴκει, θηρώμενος.
7
Aeth
.

9

.

21

.

1

Τοῦτον μὲν οὖν ἀχθέντα πρὸς τοῦ ἑλόντος ὁ Ὑδάσπης ψυχορραγοῦντα θεασάμενος καὶ πολλῷ αἵματι ῥεόμενον, τοῦτο μὲν ἐπαοιδῇ διὰ τῶν τοῦτο ἔργον πεποιη‐ μένων ἐπέσχε, κρίνας δὲ, εἰ δύναιτο, περισῴζειν ἐπιρρων‐
5νύς τε τοῖς λόγοις. «Ὦ βέλτιστε» ἔφη, «τὸ μὲν σῴζεσθαί σε κατ’ ἐμὴν ὑπάρξει γνώμην· νικᾶν γὰρ καλὸν τοὺς ἐχθροὺς ἑστῶτας μὲν ταῖς μάχαις πεπτωκότας δὲ ταῖς εὐποιΐαις· τί δ’ οὖν βουλόμενος οὕτως ἄπιστος ἀπεδείχθης;»64 in vol. 3
Aeth
.

9

.

21

.

2

Ὁ δὲ «Πρὸς σὲ» ἔφη «〈ἄπιστοσ〉 πιστὸς δὲ πρὸς τὸν ἐμὸν δεσπότην.» Καὶ ὁ Ὑδάσπης, «Ὑποπεσὼν τοίνυν τίνα σαυτῷ τιμωρίαν ὁρίζεις;» πάλιν ἠρώτα· καὶ ὅς, «Ἣν
5ἂν» ἔφη «βασιλεὺς ὁ ἐμός, τῶν σῶν τινα στρατηγῶν φυλάττοντα σοὶ πίστιν λαβών, ἀπῄτησεν.»
Aeth
.

9

.

21

.

3

«Οὐκοῦν» ἔφη ὁ Ὑδάσπης «ἐπῄνεσεν ἂν καὶ δωρησάμενος ἀπέπεμψεν, εἰ βασιλεύς τίς ἐστιν ἀληθὴς καὶ μὴ τύραννος, ἐν ἀλλοτρίοις ἐπαίνοις ζῆλον τοῖς ἰδίοις τῶν ὁμοίων κατασκευαζόμενος.
5Ἀλλ’ ὦ θαυμάσιε, πιστὸς μὲν εἶναι λέγεις, ἀσύνετος δὲ κἂν αὐτὸς ὁμολογήσειας πρὸς τοσαύτας μυριάδας οὕτω παρατόλμως ἀντιταξάμενος.»
Aeth
.

9

.

21

.

4

«Οὐκ ἦν ἀσύνετον ἴσως» ἀπεκρίνατο «τῆς γνώμης ἐστοχάσθαι τοῦ βασι‐ λεύοντος, μεθ’ ἧς ἐκεῖνος πλέον τιμωρεῖται τοὺς ὁπωσοῦν ἐν πολέμῳ δειλοὺς ἢ τιμᾷ τοὺς ἀνδρείους. Ἔγνων οὖν ὁμόσε
5χωρῆσαι πρὸς τὸν κίνδυνον καὶ ἤτοι μέγα τι κατορθῶσαι καὶ παρὰ δόξαν, οἷα πολλὰ πολέμου καιροὶ θαυματουργοῦσιν, ἢ διασωθείς, εἰ τοῦτο συμβαίνοι, χώραν ἀπολογίας ὑπολεί‐ πεσθαι, ὡς πάντων τῶν ἐπ’ ἐμοὶ πεπραγμένων.»
8
Aeth
.

9

.

22

.

1

Τοιαῦτα εἰπὼν καὶ ἀκούσας ὁ Ὑδάσπης ἐπῄνει τε καὶ εἰς τὴν Συήνην εἰσέπεμπεν, ἐπιμεληθῆναι αὐτοῦ παντοίως τοῖς ἰατρεύουσιν ἐπιστείλας. Εἰσῄει δὲ καὶ αὐτὸς
ἅμα τοῖς ἐπιλέκτοις τοῦ στρατοῦ, πάσης μὲν τῆς πόλεως65 in vol. 3
5καὶ διὰ πάσης ἡλικίας προϋπαντώσης, στεφάνοις δὲ καὶ ἄνθεσι νειλῴοις τὴν στρατιὰν βαλλούσης καὶ ταῖς ἐπινικίοις εὐφημίαις τὸν Ὑδάσπην ἀνυμνούσης.
Aeth
.

9

.

22

.

2

Ἐπεὶ δὲ τειχῶν ἐντὸς εἰσήλασεν ὥσπερ ἐφ’ ἅρματος τοῦ ἐλέφαντος, ὁ μὲν αὐτίκα πρὸς ἱεροῖς ἦν καὶ θεραπείαις τῶν κρειττόνων χαριστηρίοις, τῶν τε Νειλῴων ἥτις γένεσις παρὰ τῶν
5ἱερέων ἐκπυνθανόμενος καὶ εἴ τι θαύματος ἢ θεάματος ἄξιον κατὰ τὴν πόλιν ἐπιδεικνύναι ἔχουσιν.
Aeth
.

9

.

22

.

3

Οἱ δὲ τήν τε φρεατίαν τὸ νειλομέτριον ἐδείκνυσαν, τῷ κατὰ τὴν Μέμφιν παραπλήσιον, συννόμῳ μὲν καὶ ξεστῷ λίθῳ κατεσ‐ κευασμένον γραμμαῖς δὲ ἐκ πηχυαίου διαστήματος κεχα‐
5ραγμένον, εἰς ἃς τὸ ποτάμιον ὕδωρ ὑπὸ γῆς διηθούμενον καὶ ταῖς γραμμαῖς ἐμπῖπτον τάς τε αὐξήσεις τοῦ Νείλου καὶ ὑπονοστήσεις τοῖς ἐγχωρίοις διασημαίνει, τῷ ἀριθμῷ τῶν σκεπομένων καὶ γυμνουμένων χαραγμάτων τὸ πόσον τῆς πλημμύρας ἢ τῆς λειψυδρίας μετρουμένων.
Aeth
.

9

.

22

.

4

Ἐδεί‐ κνυσαν δὲ καὶ τοὺς τῶν ὡρονομίων γνώμονας ἀσκίους κατὰ μεσημβρίαν ὄντας, τῆς ἡλιακῆς ἀκτῖνος κατὰ τροπὰς θερινὰς ἐν τοῖς περὶ Συήνην εἰς ἀκρίβειαν κατὰ κορυφὴν
5ἱσταμένης καὶ τῷ πανταχόθεν περιφωτισμῷ τὴν παρέμπτω‐ σιν τῆς σκιᾶς ἀπελαυνούσης, ὡς καὶ τῶν φρεάτων τὸ κατὰ βάθος ὕδωρ καταυγάζεσθαι διὰ τὴν ὁμοίαν αἰτίαν. Καὶ ταῦτα μὲν ὁ Ὑδάσπης οὐ σφόδρα ὡς ξένα ἐθαύμαζε·
συμβαίνειν γὰρ τὰ ἴσα καὶ κατὰ Μερόην τὴν Αἰθιόπων·66 in vol. 3
Aeth
.

9

.

22

.

5

ὡς δὲ τὴν ἑορτὴν ἐξεθείαζον, ἐπὶ μέγα τὸν Νεῖλον αἴροντες, Ὧρόν τε καὶ ζείδωρον ἀποκαλοῦντες, Αἰγύπτου τε ὅλης, τῆς μὲν ἄνω σωτῆρα, τῆς κάτω δὲ καὶ πατέρα καὶ δημιουργὸν νέαν ἰλὺν δι’ ἔτους ἐπάγοντα, καὶ Νεῖλον
5ἐντεῦθεν ὀνομαζόμενον, τάς τε ἐτησίους ὥρας φράζοντα, θερινὴν μὲν ταῖς αὐξήσεσι μετοπωρινὴν δὲ ταῖς ὑπο‐ νοστήσεσι καὶ τὴν ἠρινὴν τοῖς τε κατ’ αὐτὸν φυομένοις ἄνθεσι καὶ ταῖς τῶν κροκοδείλων ᾠοτοκίαις,
Aeth
.

9

.

22

.

6

καὶ οὐδὲν ἀλλ’ ἢ τὸν ἐνιαυτὸν ἀντικρὺς εἶναι τὸν Νεῖλον, τοῦτο καὶ τῆς προσηγορίας ἐκβεβαιουμένης (τῶν γοῦν κατὰ τοὔνομα στοιχείων εἰς ψήφους μεταλαμβανομένων, πέντε καὶ ἑξή‐
5κοντα καὶ τριακόσιαι μονάδες, ὅσαι καὶ τοῦ ἔτους ἡμέραι, συναχθήσονται), φυτῶν δὲ καὶ ἀνθέων καὶ ζῴων ἰδιότητας καὶ ἕτερα πλείονα τούτοις προστιθέντων,
Aeth
.

9

.

22

.

7

«Ἀλλ’ οὐκ Αἰγύπτια ταῦτα» εἶπεν ὁ Ὑδάσπης «ἀλλ’ Αἰθιοπικὰ τὰ σεμνολογήματα· τὸν γοῦν ποταμὸν τοῦτον, εἴτε καὶ καθ’ ὑμᾶς θεόν, καὶ κῆτος ἅπαν ποτάμιον ἡ Αἰθιόπων δεῦρο
5παραπέμπουσα δικαίως ἂν παρ’ ὑμῶν τυγχάνοι σεβάσματος, μήτηρ ὑμῖν γινομένη θεῶν». «Καὶ τοιγαροῦν καὶ σέβομεν» ἔφασαν οἱ ἱερεῖς «τῶν τε ἄλλων ἕνεκεν καὶ ὅτι σὲ σωτῆρα ἡμῖν καὶ θεὸν ἀνέδειξεν.»
8
Aeth
.

9

.

23

.

1

Εὐφήμους εἶναι προσήκειν τοὺς ἐπαίνους ὁ
Ὑδάσπης εἰπὼν αὐτός τε εἰς τὴν σκηνὴν ἐλθὼν τὸ λειπό‐ μενον τῆς ἡμέρας ἑαυτὸν ἀνελάμβανε τούς τε ἐπὶ δόξης Αἰθιόπων καὶ τοὺς κατὰ Συήνην ἱερέας εὐωχῶν καὶ τοῖς67 in vol. 3
5ἄλλοις οὕτω ποιεῖν ἐφῆκε, πολλὰς μὲν ἀγέλας βοῶν πολλὰς δὲ ποίμνας προβάτων πλεῖστα δὲ αἰγῶν αἰπόλια καὶ συῶν συβόσια καὶ οἴνου πλῆθος τῶν Συηναίων τῇ στρατιᾷ τὰ μὲν δῶρον τὰ δὲ κατ’ ἀγορασίαν παρεχόντων.
Aeth
.

9

.

23

.

2

Εἰς δὲ τὴν ὑστεραίαν ἐφ’ ὑψηλοῦ προκαθήμενος ὁ Ὑδάσπης τά τε ὑποζύγια καὶ ἵππους καὶ ὕλην ἄλλην τὴν ἐν λαφύροις τῶν τε κατὰ τὴν πόλιν καὶ τῶν κατὰ τὴν μάχην ληφθέντων τῇ
5στρατιᾷ διένεμε, τὸ πρὸς ἀξίαν τῶν ἑκάστῳ πεπραγμένων ἀνακρίνων.
Aeth
.

9

.

23

.

3

Ὡς δὲ καὶ ὁ ζωγρήσας τὸν Ὀροονδάτην παρῆν, «Αἴτησον ὃ βούλει» ἔφη πρὸς αὐτὸν ὁ Ὑδάσπης. Καὶ ὃς «Οὐδὲν αἰτεῖν δέομαι, βασιλεῦ» εἶπεν, «ἀλλ’ εἰ καὶ σὺ τοῦτο ἐπικρίνειας, ἔχω τὸ αὔταρκες Ὀροονδάτου
5μὲν ἀφελόμενος αὐτὸν δὲ προστάγματι τῷ σῷ διασωσά‐ μενος.»
Aeth
.

9

.

23

.

4

Καὶ ἅμα ἐδείκνυε τὸν ξιφιστῆρα τοῦ σατράπου λιθοκόλλητόν τε καὶ πολύτιμον καὶ ἐκ πολλῶν ταλάντων κατεσκευασμένον, ὥστε πολλοὺς τῶν περιεστώτων ἐκβοᾶν ὑπὲρ ἰδιώτην εἶναι καὶ πλέον βασιλικὸν τὸ κειμήλιον.
Aeth
.

9

.

23

.

5

Ἐπιμειδιάσας οὖν ὁ Ὑδάσπης «Καὶ τί ἂν» ἔφη «γένοιτο βασιλικώτερον τοῦ μὴ λειφθῆναι τὴν ἐμὴν μεγα‐ λοψυχίαν τῆς τούτου φιλοπλουτίας; Εἶτα καὶ σώματος ἁλόντος τῷ κρατήσαντι σκυλεύειν ὁ πολέμου δίδωσι νόμος.
5Ὥστε ἀπίτω λαβὼν καὶ παρ’ ἡμῶν ὃ καὶ ἀκόντων ἔσχεν ἂν ῥᾳδίως ἀποκρύπτων.»
6
Aeth
.

9

.

24

.

1

Μετὰ τοῦτον παρῄεσαν οἱ τὸν Θεαγένην καὶ
τὴν Χαρίκλειαν ἑλόντες, καὶ «Ὦ βασιλεῦ» ἔφασαν, «ἡμῶν δὲ οὐ χρυσὸς οὐ λίθοι τὰ λάφυρα, πρᾶγμα κατ’ Αἰθιοπίαν εὔωνον καὶ σωρηδὸν 〈ἐν〉 τοῖς βασιλείοις ἀποκείμενον68 in vol. 3
5ἀλλά σοι κόρην καὶ νεανίαν προσαγηοχότες ἀδελφοὺς μὲν καὶ Ἕλληνας, μεγέθει δὲ καὶ κάλλει, μετά γε σέ, πάντας ἀνθρώπους ὑπερφέροντας, ἀξιοῦμεν μὴ ἀμοιρῆσαι τῆς παρά σοι μεγαλοδωρεᾶς.»
Aeth
.

9

.

24

.

2

«Εὖ γε» εἶπεν ὁ Ὑδάσπης «ὑπεμνήσατε· καὶ γὰρ ἐν παρέργῳ τότε καὶ κατὰ θόρυβον προσαχθέντας ἐθεασάμην. Ὥστε ἀγέτω τις, ἡκόντων δὲ καὶ οἱ λοιποὶ τῶν αἰχμαλώτων.» Ἤγοντο οὖν αὐτίκα,
5δρομαίου τινὸς ἔξω τειχῶν καὶ εἰς τοὺς σκευοφόρους ἀφιγμένου καὶ τοῖς φυλάττουσιν ἄγειν ὡς βασιλέα τὴν ταχίστην εἰπόντος. Οἱ δὲ μιξέλληνά τινα τῶν φυλάκων ὅποι τὸ παρὸν ἄγοιεν ἠρώτων· ἐκείνου δὲ εἰπόντος ὡς βασιλεὺς Ὑδάσπης ἐπισκοπεῖ τοὺς αἰχμαλώτους «Θεοὶ
10σωτῆρες» ἀνεβόησαν ἅμα οἱ νέοι τοὔνομα τὸ Ὑδάσπου γνωρίσαντες, εἰς τὴν τότε ὥραν μὴ καὶ ἕτερός ἐστιν ὁ βασιλεύων ἀμφιβάλλοντες.
Aeth
.

9

.

24

.

3

Ὁ οὖν Θεαγένης ἠρέμα πρὸς τὴν Χαρίκλειαν «Ἐρεῖς» ἔφη «δηλονότι, φιλτάτη, πρὸς βασιλέα τὰ καθ’ ἡμᾶς. Ἰδοὺ γὰρ καὶ Ὑδάσπης ὃν πατέρα σοι γεγενῆσθαι πρός με πολλάκις ἔφραζες.» Καὶ
5ἡ Χαρίκλεια «Ὦ γλυκύτατε» ἔφη «τὰ μεγάλα τῶν πραγμάτων μεγάλων δεῖται κατασκευῶν.
Aeth
.

9

.

24

.

4

Ὧν γὰρ πολυπλόκους τὰς ἀρχὰς ὁ δαίμων καταβέβληται, τούτων ἀνάγκη καὶ τὰ τέλη διὰ μακροτέρων συμπεραίνεσθαι· ἄλλως τε καὶ ἃ πολὺς χρόνος συνέχεε, ταῦτα εἰς ὀξὺν καιρὸν
5ἀνακαλύπτειν οὐ λυσιτελές, τοῦ κεφαλαίου καὶ ταῦτα τῆς ὅλης καθ’ ἡμᾶς ὑποθέσεως καὶ ἐξ ἧς ἡ σύμπασα πλοκή τε καὶ ἀνεύρεσις ἤρτηται, Περσίννης λέγω μητρὸς τῆς
ἐμῆς, ἀπολειπομένης. Σῴζεσθαι δὲ καὶ ταύτην θεῶν βουλήσει πεπύσμεθα.»69 in vol. 3
Aeth
.

9

.

24

.

5

«Ἂν οὖν προθύσηταί τις ἡμᾶς» ὑπολαβὼν ὁ Θεαγένης «ἢ καὶ ὡς αἰχμάλωτον δῶρον παρασχὼν τὴν εἰς Αἰθιοπίαν ἡμῖν ἄφιξιν ὑποτέμηται;», «Μή, πᾶν τοὐναντίον» ἔφη ἡ Χαρίκλεια. «Νυνὶ μὲν γὰρ
5πρὸς τῶν φυλάκων ἀκήκοας πολλάκις ὡς ἱερεῖα τρεφόμεθα τοῖς κατὰ Μερόην θεοῖς ἐναγισθησόμενοι, καὶ δέος οὐδὲν δωρηθῆναι ἡμᾶς ἢ προαναιρεθῆναι καθωσιωμένους ἐξ ὑπο‐ σχέσεως τοῖς θεοῖς ἣν παραβαθῆναι ὑπ’ ἀνδρῶν εὐσέβειαν ἐκτετιμηκότων οὐ θέμις.
Aeth
.

9

.

24

.

6

Εἰ δὲ περιχαρείᾳ τὸ ὅλον ἐνδόντες προχείρως τὰ καθ’ ἑαυτοὺς ἐξαγορεύοιμεν, τῶν καὶ γνωρίζειν ταῦτα καὶ βεβαιοῦν δυναμένων οὐ παρόντων, μὴ καὶ λάθωμεν τὸν ἀκούοντα παροξύναντες καὶ πρὸς
5ὀργήν τι δικαίως ὑφιστάμενοι, χλεύην, ἂν οὕτω τύχῃ, καὶ ὕβριν τὸ πρᾶγμα ἡγησάμενον, εἴ τινες αἰχμάλωτοι καὶ δου‐ λεύειν ἀποκεκληρωμένοι πεπλασμένοι καὶ ἀπίθανοι καθάπερ ἐκ μηχανῆς τῷ βασιλεύοντι παῖδας ἑαυτοὺς εἰσποιοῦσιν.»
Aeth
.

9

.

24

.

7

«Ἀλλὰ τὰ γνωρίσματα» ἔφη ὁ Θεαγένης, «ἃ φέρειν σε οἶδα καὶ διασῴζειν, ὅτι μὴ πλάσμα ἐσμὲν μηδὲ ἀπάτη συλλήψεται.» Καὶ ἡ Χαρίκλεια «Τὰ γνωρίσματα» ἔφη «τοῖς γινώσκουσιν αὐτὰ ἢ συνεκθεμένοις ἐστὶ γνωρίσματα,
5τοῖς δὲ ἀγνοοῦσιν ἢ μὴ πάντα γνωρίζειν ἔχουσι κειμήλια τηνάλλως καὶ ὅρμοι κλοπῆς, ἂν οὕτω τύχῃ, καὶ λῃστείας τοῖς φέρουσιν ὑπόνοιαν προσάπτοντες.
Aeth
.

9

.

24

.

8

Εἰ δὲ δή τι καὶ γνωρίσειεν Ὑδάσπης, τίς ὅτι καὶ Περσίννα ἡ δεδωκυῖα,
τίς δ’ ὅτι καὶ ὡς θυγατρὶ μήτηρ ὁ πείσων ἔνεστιν; Ἀν‐ αντίρρητον γνώρισμα, Θεάγενες, ἡ μητρῴα φύσις, ὑφ’ ἧς τὸ70 in vol. 3
5γεννῶν περὶ τὸ γεννώμενον ἐκ πρώτης ἐντεύξεως φιλόσ‐ τοργον ἀναδέχεται πάθος, ἀπορρήτῳ συμπαθείᾳ κινού‐ μενον. Τοῦτο οὖν μὴ προώμεθα δι’ ὅτι καὶ τὰ ἄλλα γνωρίσ‐ ματα ἂν πιστὰ φανείη.»
8
Aeth
.

9

.

25

.

1

Τοιαῦτα διαλεγόμενοι πλησίον ἤδη τοῦ βασιλέως ἦσαν· συμπαρῆν δὲ καὶ ὁ Βαγώας ἀγόμενος. Κἀπειδὴ παραστάντας ὁ Ὑδάσπης εἶδεν, ἀνήλατο πρὸς βραχὺ τοῦ θρόνου καὶ «Ἱλήκοιτε θεοί» φήσας αὖθις ἐπὶ συννοίας
5ἑαυτὸν ἥδραζε. Τῶν δὲ ἐν τέλει παρεστώτων ὅτι πεπόνθοι πυνθανομένων, «Τοιαύτην» ἔφη «τετέχθαι μοι θυγατέρα τήμερον καὶ εἰς ἀκμὴν τοσαύτην ἥκειν ἀθρόον ᾤμην· καὶ τὸ ὄναρ ἐν οὐδεμιᾷ φροντίδι θέμενος νυνὶ πρὸς τὴν ὁμοίαν τῆς ὁρωμένης ὄψιν ἀπήνεγκα.»
Aeth
.

9

.

25

.

2

Τῶν δὴ περὶ αὐτὸν εἰπόντων ὡς φαντασία τις εἴη ψυχῆς τὰ μέλλοντα πολλάκις 〈εἰσ〉 εἴδωλα προτυπουμένης, ἐν παρέργῳ τότε τὸ ὀφθὲν ποιησάμενος, τίνες καὶ ὁπόθεν εἶεν ἠρώτα. Σιωπώσης δὲ
5τῆς Χαρικλείας καὶ τοῦ Θεαγένους εἰπόντος ὡς ἀδελφοὶ καὶ Ἕλληνες, «Εὖ γε ἡ Ἑλλὰς» εἶπε «τά τε ἄλλα καλοὺς κἀγαθοὺς φέρουσα καὶ γνήσια ἡμῖν καὶ εὐσύμβολα εἰς τὰς ἐπινικίους θυσίας τὰ ἱερεῖα παρασχοῦσα.
Aeth
.

9

.

25

.

3

Ἀλλὰ πῶς οὐχὶ καὶ παῖς ἐτέχθη μοι κατὰ τὴν ὄψιν», γελάσας πρὸς τοὺς παρόντας, «εἴπερ τὸν νεανίαν τοῦτον ἀδελφὸν ὄντα
τῆς κόρης καὶ ὁρᾶσθαί μοι μέλλοντα προειδωλοποιηθῆναι,71 in vol. 3
5ὡς φατέ, διὰ τῶν ὀνειράτων ἐχρῆν;» Καὶ ἀποστρέψας τὸν λόγον εἰς τὴν Χαρίκλειαν καὶ τὴν φωνὴν ἑλληνίζων, σπουδά‐ ζεται γὰρ ἥδε ἡ γλῶττα παρὰ τοῖς Γυμνοσοφισταῖς καὶ βασιλεῦσιν Αἰθιόπων, «Σὺ δὲ» ἔφη, «ὦ κόρη, τί σιγᾷς οὐδὲν ἀποκρινομένη πρὸς τὴν πεῦσιν;»
Aeth
.

9

.

25

.

4

Καὶ ἡ Χαρί‐ κλεια «Πρὸς τοῖς βωμοῖς» ἔφη «τῶν θεῶν, οἷς ἱερεῖα φυλαττόμενοι συνίεμεν, ἐμέ τε καὶ τοὺς ἐμὲ φύντας γνώσεσθε.» «Καὶ ποῦ γῆς εἰσιν οὗτοι;» πρὸς αὐτὴν ὁ
5Ὑδάσπης. Ἡ δὲ «Καὶ πάρεισιν» ἔφη «καὶ πάντως ἱερουρ‐ γουμένης παρέσονται.» Μειδιάσας οὖν αὖθις ὁ Ὑδάσπης «Ὀνειρώττει τῷ ὄντι» φησίν «ἡ ὀνειρογενὴς αὕτη μου θυγάτηρ, ἀπὸ τῆς Ἑλλάδος κατὰ μέσην Μερόην τοὺς φύντας ἀναπεμφθήσεσθαι φανταζομένη. Οὗτοι μὲν οὖν
10ἀγέσθωσαν σὺν ἐπιμελείᾳ καὶ ἀφθονίᾳ τῇ συνήθει τὴν θυσίαν κοσμήσοντες.
Aeth
.

9

.

25

.

5

Ἀλλὰ τίς οὗτος ὁ πλησίον εὐνούχῳ προσεοικώς;» Τῶν δή τις ὑπηρετουμένων «Καὶ εὐνοῦχος ἀληθῶς» εἶπεν «ὄνομα Βαγώας, τῶν Ὀροονδάτου κτῆμα τὸ τιμιώτατον.» «Ἑπέσθω» ἔφη «καὶ οὗτος, οὐχ
5ἱερεῖον, τῶν δὲ ἱερείων θατέρου, τῆς κόρης ταύτης, φύλαξ, πολλῆς διὰ τὴν ὥραν προνοίας δεομένης ὥστε ἁγνὴν ἡμῖν ἄχρι καιροῦ τῆς θυσίας φυλαχθῆναι. Ἔχει τι ζηλότυπον ἔμφυτον τὸ εὐνούχων γένος· ὧν γὰρ ἀπεστέρηται, τούτων εἰς κώλυμα τοῖς ἄλλοις προβέβληται.»
9
Aeth
.

9

.

26

.

1

Ταῦτα εἰπὼν τοὺς ἄλλους αἰχμαλώτους ἐν
τάξει παριόντας ἐπεσκόπει τε καὶ ἀνέκρινε, τοὺς μὲν δωρούμενος, οὓς δούλους ἐξ ἀρχῆς ἐγνώριζεν ἡ τύχη, τοὺς δὲ εὖ γεγονότας ἐλευθέρους ἀφιείς. Δέκα δὲ νέους κόρας72 in vol. 3
5τε ἰσαρίθμους τῶν ἐν ἀκμῇ καὶ ὥρᾳ διαπρεπόντων ἐπιλε‐ ξάμενος, ἅμα τοῖς περὶ τὸν Θεαγένην ἐφ’ ὁμοίαν τὴν χρείαν ἀνάγεσθαι προσέταττε.
Aeth
.

9

.

26

.

2

Τοῖς τε ἄλλοις ἅπασιν ὧν ἕκαστος ἐδεῖτο χρηματίσας, τέλος πρὸς τὸν Ὀροονδάτην μετάκλητον καὶ φοράδην ἀχθέντα «Ἐγὼ» ἔφη «τὰς αἰτίας τοῦ πολέμου συνῃρηκὼς καὶ τὰς ἐξ ἀρχῆς προφάσεις
5τῆς ἔχθρας, τάς τε Φίλας καὶ τὰ σμαράγδεια μέταλλα, ὑπ’ ἐμαυτῷ πεποιημένος οὐ πάσχω τὸ τῶν πολλῶν πάθος οὐδὲ ἐπεξάγω τὴν τύχην πρὸς πλεονεξίαν οὐδὲ εἰς ἄπειρον ἐκτείνω τὴν ἀρχὴν διὰ τὴν νίκην, ἀλλ’ ὅροις ἀρκοῦμαι οἷς ἔθετο ἐξ ἀρχῆς ἡ φύσις τὴν Αἴγυπτον ἀπὸ τῆς Αἰθιοπίας
10τοῖς καταρράκταις ἀποκρίνασα· ὥστε ἔχων δι’ ἃ κατῆλθον ἄνειμι σέβων τὸ δίκαιον.
Aeth
.

9

.

26

.

3

Σὺ δέ, εἰ περιγένοιο, τῶν ἐξ ἀρχῆς σατράπευε καὶ ἐπίστελλε πρὸς βασιλέα τῶν Περσῶν ὡς ἀδελφὸς ὁ σὸς Ὑδάσπης τῇ μὲν χειρὶ κεκράτηκε, τῇ δὲ γνώμῃ πάντα σοι τὰ σὰ μεθῆκε, φιλίαν τε πρός σε βου‐
5λόμενον ἀσπαζόμενος, χρημάτων ἐν ἀνθρώποις τὸ κάλ‐ λιστον, καὶ μάχην, εἰ αὖθις ἄρχοιο, μὴ παραιτούμενος. Συηναίοις δὲ τοῖσδε τοὺς τεταγμένους φόρους εἰς δεκάδα ἐτῶν αὐτός τε ἀφίημι καὶ σοὶ ποιεῖν οὕτως ἐντέλλομαι.»
8
Aeth
.

9

.

27

.

1

Τούτων εἰρημένων, ὑπὸ μὲν τῶν παρόντων ἀστῶν τε ὁμοίως καὶ στρατιωτῶν εὐφημία τε ἤρθη καὶ
κρότος ἐπὶ πλεῖστον ἐξάκουστος· ὁ δὲ Ὀροονδάτης, τὼ χεῖρε προτείνας καὶ τὴν δεξιὰν ἐπὶ θατέραν παραλλάξας,73 in vol. 3
5κύψας προσεκύνησε, πρᾶγμα οὐ νενομισμένον παρὰ Πέρσαις βασιλέα ἕτερον τοῦτον τὸν τρόπον θεραπεύειν.
Aeth
.

9

.

27

.

2

Καὶ «Ὦ παρόντες, οὐ δοκῶ μοι» ἔφη «παραβαίνειν τὸ πάτριον εἰ βασιλέα γνωρίζω τὸν σατραπείαν μοι δωρού‐ μενον, οὐδὲ παρανομεῖν τὸν ἐννομώτατον ἀνθρώπων προσ‐
5κυνῶν ἀναιρεῖν μὲν δυνάμενον τὸ εἶναι δὲ φιλανθρωπευό‐ μενον καὶ δεσπόζειν μὲν κεκληρωμένον σατραπεύειν δέ μοι παρεχόμενον.
Aeth
.

9

.

27

.

3

Ἐφ’ οἷς, εἰ μὲν περισωθείην, Αἰθίοψί τε καὶ Πέρσαις εἰρήνην ἐγγυῶμαι βαθεῖαν καὶ φιλίαν ἀίδιον καὶ Συηναίοις τὰ προστεταγμένα ἐμπεδώσειν· εἰ δέ τι πάθοιμι, θεοὶ τῶν εἰς ἐμὲ καλῶν Ὑδάσπην τε καὶ οἶκον τὸν
5Ὑδάσπου καὶ γένος ἀμείβοιντο.»74 in vol. 3
Aeth
.

10

.

1

.

1

Τὰ μὲν δὴ κατὰ Συήνην ἐπὶ τοσόνδε πραχθέντα εἰρήσθω, παρὰ τοσοῦτον μὲν ἐλθοῦσαν κινδύνου πρὸς τοσαύτην δὲ εὐπάθειαν ἀθρόον δι’ 〈ἑνὸσ〉 εὐνομίαν ἀνδρὸς μεταβαλοῦσαν· ὁ δὲ Ὑδάσπης τὸ πολὺ τοῦ στρατοῦ προεκ‐
5πέμψας καὶ αὐτὸς ἐπὶ τὴν Αἰθιοπίαν ἐξήλαυνε πάντων μὲν Συηναίων πάντων δὲ Περσῶν ἄχρι πλείστου σὺν εὐφημίαις προπεμπόντων.
Aeth
.

10

.

1

.

2

Τὰ μὲν οὖν πρῶτα ἐχώρει τῆς ὄχθης ἀεὶ τοῦ Νείλου καὶ 〈τῆσ〉 παραποταμίας ἐχό‐ μενος· ἐπεὶ δὲ εἰς τοὺς καταρράκτας ἀφίκετο, θύσας τῷ Νείλῳ καὶ θεοῖς ἐνορίοις, ἐκτραπεὶς τῆς μεσογαίας μᾶλλον
5εἴχετο καὶ εἰς τὰς Φίλας ἐλθὼν ἡμέρας μέν που δύο δια‐ ναπαύει τὸν στρατόν, αὖθις δὲ τὸ πολὺ τοῦ πλήθους προαποστείλας, προεκπέμψας δὲ καὶ τοὺς αἰχμαλώτους, αὐτὸς ἐπιμείνας τά τε τείχη τῆς πόλεως ὠχύρωσε καὶ φρουρὰν ἐγκαταστήσας ἐξώρμησε.
Aeth
.

10

.

1

.

3

Δύο δὲ ἱππέας
ἐπιλέξας, οὓς ἔδει προλαβόντας καὶ κατὰ κώμην ἢ πόλιν τοὺς ἵππους ἀμείβοντας σὺν τάχει τὸ προστεταγμένον ἀνύειν, ἐπιστέλλει τοῖς κατὰ Μερόην τὴν νίκην εὐαγγε‐75 in vol. 3
5λιζόμενος·
5
Aeth
.

10

.

2

.

1

πρὸς μὲν τοὺς σοφούς, οἳ Γυμνοσοφισταὶ κέκληνται σύνεδροί τε καὶ σύμβουλοι τῶν πρακτέων τῷ βασιλεῖ γινό‐ μενοι, τοιάδε· Τῷ θειοτάτῳ συνεδρίῳ βασιλεὺς Ὑδάσπης· τὴν νίκην ὑμῖν τὴν κατὰ Περσῶν εὐαγγελίζομαι, οὐκ ἀλα‐
5ζονευόμενος τὸ κατόρθωμα (τὸ γὰρ ὀξύρροπον τῆς τύχης ἱλάσκομαι), ἀλλὰ τὴν προφητείαν ὑμῶν ἀεί τε καὶ τὸ παρὸν ἐπαληθεύουσαν τῷ γράμματι προδεξιούμενος. Ἥκειν οὖν ὑμᾶς εἰς τὸν εἰωθότα τόπον καὶ παρακαλῶ καὶ δυσωπῶ τὰς εὐχαριστηρίους τῶν ἐπινικίων θυσίας εὐαγεστέρας τῇ
10παρουσίᾳ τῷ κοινῷ τῶν Αἰθιόπων ἀποφανοῦντας.
Aeth
.

10

.

2

.

2

Πρὸς δὲ τὴν γυναῖκα Περσίνναν οὕτω· Νικᾶν ἡμᾶς ἴσθι καί, ὃ πρότερόν ἐστι παρὰ σοί, σῴζεσθαι. Πολυτελεῖς δὴ τὰς χαριστηρίους ἡμῖν πομπάς τε καὶ θυσίας εὐτρέπιζε καὶ
5τοὺς σοφοὺς ἅμα τοῖς παρ’ ἡμῶν ἐπεσταλμένοις συμπαρα‐ καλέσασα εἰς τὴν ἀφιερωμένην τοῖς πατρίοις ἡμῶν θεοῖς, Ἡλίῳ τε καὶ Σελήνῃ καὶ Διονύσῳ, πρὸ τοῦ ἄστεως ὀργάδα σύσπευδε.
8
Aeth
.

10

.

3

.

1

Τούτων κομισθέντων τῶν γραμμάτων, ἡ μὲν Περσίννα «Τοῦτ’ ἦν ἄρα» ἔφη «τὸ ἐνύπνιον ὃ κατὰ τὴν
νύκτα ταύτην ἐθεώμην, κύειν τε οἰομένη καὶ τίκτειν ἅμα καὶ τὸ γεννηθὲν εἶναι θυγατέρα γάμου παραχρῆμα ὡραίαν,76 in vol. 3
5διὰ μὲν τῶν ὠδίνων, ὡς ἔοικε, τὰς κατὰ τὸν πόλεμον ἀγωνίας διὰ δὲ τῆς θυγατρὸς τὴν νίκην αἰνιττομένου τοῦ ὀνείρατος. Ἀλλὰ τὴν πόλιν ἐπιόντες τῶν εὐαγγελίων ἐμπλήσατε.»
Aeth
.

10

.

3

.

2

Καὶ οἱ μὲν πρόδρομοι τὸ προστεταγμένον ἔπραττον καὶ τάς τε κεφαλὰς τῷ Νειλῴῳ λωτῷ κατα‐ στέψαντες καὶ φοινίκων πτόρθους ταῖς χερσὶ κατασείοντες τὰ ἐπισημότερα τῆς πόλεως καθιππεύοντο τὴν νίκην καὶ
5μόνῳ τῷ σχήματι δημοσιεύοντες.
Aeth
.

10

.

3

.

3

Ἐμπέπληστο γοῦν αὐτίκα χαρᾶς ἡ Μερόη, νύκτωρ τε καὶ μεθ’ ἡμέραν χοροὺς καὶ θυσίας κατὰ γένη καὶ ἀγυιὰς καὶ φατρίας τοῖς θεοῖς ἀναγόντων καὶ τὰ τεμένη καταστεφόντων, οὐκ ἐπὶ τῇ νίκῃ
5τοσοῦτον ὅσον ἐπὶ τῇ σωτηρίᾳ τοῦ Ὑδάσπου θυμηδούντων, ἀνδρὸς δι’ εὐνομίαν τε ἅμα καὶ τὸ πρὸς τοὺς ὑπηκόους ἵλεών τε καὶ ἥμερον πατρικόν τινα ἔρωτα τοῖς δήμοις ἐνστάξαντος.
8
Aeth
.

10

.

4

.

1

Ἡ δὲ Περσίννα βοῶν τε ἀγέλας καὶ ἵππων καὶ προβάτων ὀρύγων τε καὶ γρυπῶν καὶ ἄλλων ζῴων παντοίων εἰς τὴν περαίαν ὀργάδα προπέμψασα, τὰ μὲν ὥστε ἐξ ἑκάστου γένους ἑκατόμβην εἰς τὴν θυσίαν ηὐτρεπίσθαι τὰ
5δὲ ὥστε εἰς εὐωχίαν εἶναι τοῖς δήμοις, τέλος καὶ παρὰ τοὺς Γυμνοσοφιστὰς ἐλθοῦσα, οἴκησιν τὸ Πανεῖον πεποιη‐
μένους, τό τε παρὰ τοῦ Ὑδάσπου γράμμα ἐνεχείριζε καὶ συμπαρεκάλει πεισθῆναί τε ἀξιοῦντι τῷ βασιλεῖ καὶ δοῦναι καὶ αὐτῇ τὸ μέρος τὴν χάριν, κόσμον τῆς πανηγύρεως τῇ77 in vol. 3
10παρουσίᾳ γινομένους.
Aeth
.

10

.

4

.

2

Οἱ δὲ ὀλίγον ἐπιμεῖναι κελεύ‐ σαντες καὶ εἰς τὸ ἄδυτον περελθόντες εὔχεσθαι ὡς ἔθος, παρὰ θεῶν τὸ πρακτέον πυθόμενοι, μικρὸν διαλιπόντες ἐπανῆλθον. Καὶ τῶν ἄλλων σιγώντων ὁ προκαθηγητὴς τοῦ
5συνεδρίου Σισιμίθρης «Ὦ Περσίννα» ἔλεγεν «ἡμεῖς μὲν ἥξομεν, οἱ θεοὶ γὰρ ἐπιτρέπουσι· θόρυβον δέ τινα καὶ ταραχὴν προμηνύει τὸ δαιμόνιον, ἐσομένην μὲν παρὰ τὰς θυσίας εἰς ἀγαθὸν δὲ καὶ ἡδὺ τὸ τέλος καταστρέψουσαν, ὡς μέλους μὲν ὑμῶν τοῦ σώματος ἢ μέρους τῆς βασιλείας
10ἀπολωλότος, τοῦ πεπρωμένου δὲ εἰς τότε τὸ ζητούμενον ἀναφαίνοντος.»
Aeth
.

10

.

4

.

3

Καὶ ἡ Περσίννα «Τά τε φοβερὰ» ἔφη «καὶ πάντα τὴν πρὸς τὸ κρεῖττον ἕξει μεταβολὴν ὑμῶν πα‐ ρόντων. Ἀλλ’ ὅταν αἴσθωμαι προσάγοντα Ὑδάσπην, σημανῶ πρὸς ὑμᾶς.» «Οὐδὲν δεῖ» ἔφη «σημαίνειν» ὁ Σισιμίθρης,
5«ἥξει γὰρ αὔριον ὄρθριος· καὶ τοῦτό σοι γράμμα μηνύσει μικρὸν ὕστερον.»
Aeth
.

10

.

4

.

4

Καὶ ἐγίνετο οὕτως. Ἄρτι γὰρ ἐπανιούσῃ τῇ Περσίννῃ καὶ τοῖς βασιλείοις πλησιαζούσῃ γράμμα τοῦ βασιλέως ἱππεὺς ἐνεχείριζεν εἰς τὴν ἑξῆς ἔσεσθαι τὴν παρουσίαν αὐτοῦ σημαῖνον. Κήρυκες οὖν
5αὐτίκα διήγγελλον τὴν γραφήν, μόνῳ τῷ ἄρρενι γένει τὴν ὑπάντησιν ἐπιτρέποντες γυναιξὶ δὲ ἀπαγορεύοντες.
Aeth
.

10

.

4

.

5

Ἅτε γὰρ τοῖς καθαρωτάτοις καὶ φανοτάτοις θεῶν Ἡλίῳ
τε καὶ Σελήνῃ τῆς θυσίας τελουμένης ἐπιμίγνυσθαι τὸ θῆλυ γένος οὐ νενόμιστο, τοῦ μή τινα καὶ ἀκούσιόν ποτε γενέσθαι μολυσμὸν τοῖς ἱερείοις· μόνῃ δὲ παρεῖναι γυναικῶν78 in vol. 3
5τῇ ἱερείᾳ τῆς Σεληναίας ἐπιτέτραπτο, καὶ ἦν ἡ Περσίννα, τῷ μὲν Ἡλίῳ τοῦ βασιλέως τῇ Σεληναίᾳ δὲ τῆς βασιλίδος ἐκ νόμου καὶ ἔθους ἱερουμένων. Ἔμελλε δὲ ἄρα καὶ ἡ Χαρίκλεια παρέσεσθαι τοῖς δρωμένοις, οὐχ ὡς θεωρὸς ἀλλ’ ἱερεῖον ἐσομένη τῆς Σεληναίας.
Aeth
.

10

.

4

.

6

Ἀκατάσχετος οὖν ὁρμὴ κατειλήφει τὴν πόλιν· καὶ οὔτε τὴν προηγορευμένην ἡμέραν ἀναμείναντες, ἀφ’ ἑσπέρας ἐπεραιοῦντο κατὰ τὸν Ἀσταβόρραν ποταμὸν οἱ μὲν κατὰ τὸ ζεῦγμα οἱ δὲ πορθμείοις
5ἐκ καλάμων πεποιημένοις, ἃ δὴ πλεῖστα καὶ κατὰ πολλὰ μέρη τῆς ὄχθης ἐσάλευε τοῖς πορρωτέρω τῆς γεφύρας κατοικοῦσιν ἐπιτόμους διακονοῦντα τὰς περαιώσεις· ἔστι δὲ ὀξυδρομώτατα τῆς τε ὕλης ἕνεκα καὶ ἄχθος, πλὴν ὅτι δύο που καὶ τρεῖς ἄνδρας, οὐκ ἀνεχόμενα· κάλαμος γάρ
10ἐστι δίχα τετμημένος καὶ τομὴν ἑκάστην σκάφιον παρεχό‐ μενος.
11
Aeth
.

10

.

5

.

1

Ἡ γὰρ δὴ Μερόη μητρόπολις οὖσα τῶν Αἰθιόπων τὰ μὲν ἄλλα ἐστὶ νῆσος τριγωνίζουσα ποταμοῖς ναυσιπόροις τῷ τε Νείλῳ καὶ τῷ Ἀσταβόρρᾳ καὶ τῷ Ἀσασόβᾳ περιρ‐ ρεομένη, τοῦ μὲν κατὰ κορυφὴν ἐμπίπτοντος, τοῦ Νείλου,
5καὶ πρὸς ἑκάτερα σχιζομένου, τῶν ἑτέρων δὲ δυοῖν κατὰ πλευρὰν ἑκατέραν θατέρου παραμειβόντων καὶ αὖθις ἀλλή‐
λοις συμπιπτόντων καὶ εἰς ἕνα τὸν Νεῖλον τό τε ῥεῦμα τό τ’ ὄνομα ἐκνικωμένων.79 in vol. 3
Aeth
.

10

.

5

.

2

Μέγεθος δὲ οὖσα μεγίστη καὶ ἤπειρον ἐν νήσῳ σοφιζομένη (τρισχιλίοις γὰρ τὸ μῆκος, εὖρος δὲ χιλίοις περιγράφεται σταδίοις); ζῴων τε παμ‐ μεγεθῶν τῶν τε ἄλλων καὶ ἐλεφάντων ἐστὶ τροφὸς καὶ
5δένδρα παραλλάττοντα ἢ κατ’ ἄλλας φέρειν ἀγαθή. Ἐκτὸς γὰρ ὅτι φοίνικές τε ὑπερμήκεις καὶ τὴν βάλανον εὔστομοί τε καὶ ὑπέρογκοι, σίτου τε καὶ κριθῶν στάχυες τὴν μὲν αὔξησιν ὥστε καὶ ἱππέα πάντα καὶ καμηλίτην ἔστιν ὅτε καλύπτειν, τὸν δὲ καρπὸν ὥστε καὶ εἰς τριακόσια τὸ κατα‐
10βληθὲν ἐκφέρειν, καὶ τὸν κάλαμον φύει τοιοῦτον οἷος εἴρηται.
11
Aeth
.

10

.

6

.

1

Τότε δ’ οὖν διὰ πάσης νυκτὸς ἄλλοι κατ’ ἄλλο τὸν ποταμὸν περαιωθέντες, προαπαντῶντές τε καὶ ἴσα καὶ θεὸν εὐφημοῦντες ἐδεξιοῦντο τὸν Ὑδάσπην· οὗτοι μὲν δὴ καὶ πορρωτέρω, μικρὸν δὲ καὶ πρὸ τῆς ὀργάδος ἐντυχόντες
5οἱ Γυμνοσοφισταὶ δεξιάς τε ἐνέβαλλον καὶ φιλήμασιν ἠσπάζοντο· μετὰ δὲ τούτους ἡ Περσίννα τοῦ νεώ τε ἐν προπύλοις καὶ περιβόλων ἐντός.
Aeth
.

10

.

6

.

2

Κἀπειδὴ προσπε‐ σόντες τοὺς θεοὺς προσεκύνησαν καὶ τὰς χαριστηρίους εὐχὰς ὑπέρ τε τῆς νίκης καὶ σωτηρίας ἐτέλεσαν, ἐκτὸς
περιβόλων ἐλθόντες ἐπὶ τὴν δημοτελῆ θυσίαν ἐτρέποντο,80 in vol. 3
5κατὰ τὴν προηυτρεπισμένην ἐν τῷ πεδίῳ σκηνὴν προ‐ καθίσαντες, ἣν τέσσαρες ἐπλήρουν νεότμητοι κάλαμοι, σχήματος τετραπλεύρου γωνίαν ἑκάστην ἑνὸς καλάμου, κίονος δίκην, ἐρείδοντος καὶ κατὰ τὰς ἄκρας εἰς ἁψῖδα περιαγομένου καὶ τοῖς ἄλλοις ἅμα φοινίκων ἔρνεσι συμ‐
10πίπτοντος καὶ τὸ ὑποκείμενον ὀροφοῦντος.
Aeth
.

10

.

6

.

3

Καθ’ ἑτέραν δὲ σκηνὴν πλησίον ἐφ’ ὑψηλῆς μὲν κρηπῖδος θεῶν τε ἐγχωρίων ἀγάλματα καὶ ἡρώων εἰκόνες προὔκειντο, Μέμ‐ νονός τε καὶ Περσέως καὶ Ἀνδρομέδας οὓς γενεάρχας
5ἑαυτῶν οἱ βασιλεύοντες Αἰθιόπων νομίζουσι· χθαμαλώτεροι δὲ καὶ οἷον ὑπὲρ κορυφῆς τὰ θεῖα πεποιημένοι κατὰ τῆς δευτερευούσης κρηπῖδος οἱ Γυμνοσοφισταὶ ὑπεκάθηντο.
Aeth
.

10

.

6

.

4

Τούτων ἑξῆς ὁπλιτῶν φάλαγξ εἰς κύκλον περιεστοίχιστο ταῖς ἀσπίσιν ὠρθωμέναις καὶ ἀλλήλων ἐχομέναις ἐπε‐ ρειδομένη, τό τε πλῆθος ἐξόπισθεν ἀναστέλλουσα καὶ τὸ μεσεῦον ἀνενόχλητον τοῖς ἱερουργουμένοις παρασκευά‐
5ζουσα. Μικρὰ δὲ δὴ προδιαλεχθεὶς πρὸς τὸν δῆμον ὁ Ὑδάσπης καὶ τήν τε νίκην καὶ τὰ ὑπὲρ τοῦ κοινοῦ κατορ‐ θωθέντα καταγγείλας, ἔχεσθαι τῆς θυσίας τοῖς ἱεροποιοῖς ἐκέλευε.
Aeth
.

10

.

6

.

5

Τριῶν δὴ βωμῶν τῶν πάντων εἰς ὕψος ἠρμένων καὶ τοῖν μὲν δυοῖν κεχωρισμένως Ἡλίῳ τε καὶ Σελήνῃ συνεξευγμένων τοῦ τρίτου δὲ τῷ Διονύσῳ καθ’ ἕτερον μέρος ἰδιάζοντος, τούτῳ μὲν παντοῖα ζῷα ἐπεσφάττοντο, διὰ τὸ
5πάνδημον, οἶμαι, τοῦ θεοῦ καὶ πᾶσι κεχαρισμένον ἐκ
ποικίλων τε καὶ παντοίων ἱλασκόμενοι· ἐπὶ δὲ τῶν ἑτέρων, Ἡλίῳ μὲν τέθριππον λευκὸν ἐπῆγον, τῷ ταχυτάτῳ θεῶν, ὡς ἔοικε, τὸ τάχιστον καθοσιοῦντες, τῇ Σεληναίᾳ δὲ ξυνωρίδα βοῶν, διὰ τὸ περίγειον, ὡς εἰκός, τῆς θεοῦ τοὺς81 in vol. 3
10γηπονίας συνεργοὺς καθιεροῦντες.
10
Aeth
.

10

.

7

.

1

Καὶ ἔτι τούτων δρωμένων βοή τις ἀθρόον ἠγείρετο συμμιγής τε καὶ ταραχώδης καὶ οἷα εἰκὸς ὑπὸ πλήθους ἀπείρου συγκλύδων ἀνθρώπων, «Τὰ πάτρια τελείσθω» τῶν περιεστώτων ἐκβοώντων, «ἡ νενομισμένη
5θυσία λοιπὸν ὑπὲρ τοῦ ἔθνους τελείσθω, αἱ ἀπαρχαὶ τοῦ πολέμου τοῖς θεοῖς προσαγέσθωσαν.»
Aeth
.

10

.

7

.

2

Συνεὶς οὖν ὁ Ὑδάσπης ὅτι τὴν ἀνθρωποκτονίαν ἐπιζητοῦσιν, ἣν ἐπὶ ταῖς κατὰ τῶν ἀλλοφύλων νίκαις μόναις ἐκ τῶν ἁλισκομένων ἐπιτελεῖν εἰώθεσαν, κατασείσας τῇ χειρὶ καὶ αὐτίκα τὸ
5αἰτούμενον ἔσεσθαι τοῖς νεύμασι σημήνας, τοὺς εἰς τοῦτο πάλαι ἀποκεκληρωμένους αἰχμαλώτους ἄγεσθαι προσέτατ‐ τεν.
Aeth
.

10

.

7

.

3

Ἤγοντο οὖν οἵ τε ἄλλοι καὶ ὁ Θεαγένης καὶ ἡ Χαρίκλεια τῶν τε δεσμῶν λελυμένοι καὶ κατεστεμμένοι, κατηφεῖς μέν, οἷα εἰκός, οἱ ἄλλοι—Θεαγένης δὲ ἐπ’ ἔλαττον—, ἡ Χαρίκλεια δὲ καὶ φαιδρῷ τῷ προσώπῳ καὶ
5μειδιῶντι συνεχές τε καὶ ἀτενὲς εἰς τὴν Περσίνναν ἀφορῶσα, ὥστε κἀκείνην παθεῖν τι πρὸς τὴν ὄψιν·
Aeth
.

10

.

7

.

4

καὶ βύθιόν τι στενάξασαν «Ὦ ἄνερ» εἰπεῖν, «οἵαν κόρην εἰς τὴν θυσίαν
ἐπιλέλεξαι· οὐκ οἶδα ἰδοῦσα τοιοῦτο κάλλος· ὡς δὲ καὶ εὐγενὴς τὸ βλέμμα, ὡς δὲ καὶ μεγαλόφρων πρὸς τὴν τύχην,82 in vol. 3
5ὡς δὲ καὶ ἐλεεινὴ τῆς κατὰ τὴν ἡλικίαν ἀκμῆς. Εἰ περιεῖναι συνέβαινεν ἡμῖν τὸ ἅπαξ μοι κυηθὲν καὶ κακῶς ἀπολωλὸς θυγάτριον, ἐν ἴσοις που ταύτῃ τοῖς ἔτεσιν ἐξητάζετο.
Aeth
.

10

.

7

.

5

Ἀλλ’ εἴθε γε, ὦ ἄνερ, ἐνῆν πως ἐξελέσθαι τὴν κόρην, πολλὴν ἂν ἔσχον παραψυχὴν διακονουμένης μοι τοιαύτης. Ἴσως δέ που καὶ Ἑλληνίς ἐστιν ἡ ἀθλία· τὸ γὰρ πρόσωπον οὐκ Αἰγυπτίας.» «Ἑλληνὶς μὲν» ἔφη πρὸς αὐτὴν ὁ
5Ὑδάσπης «καὶ πατέρων οὓς λέξει τὸ παρόν· δεῖξαι γὰρ οὐκ ἂν ἔχοι· πόθεν; καίτοι γε ἐπηγγέλλετο.
Aeth
.

10

.

7

.

6

Ῥυσθῆναί γε μὴν τῆς θυσίας ἀδύνατος· καίτοι γε ἐβουλόμην, πεπονθώς τι καὶ αὐτὸς οὐκ οἶδ’ ὅπως καὶ κατελεῶν τὴν κόρην· ἀλλ’ οἶσθα ὡς ἄρρενα μὲν τῷ Ἡλίῳ θήλειαν δὲ τῇ Σεληναίᾳ
5προσάγειν τε καὶ ἱερουργεῖν ὁ νόμος βούλεται. Ταύτης δὴ πρώτης αἰχμαλώτου μοι προσαχθείσης καὶ εἰς τὴν νῦν θυσίαν ἀποκληρωθείσης ἀπαραίτητος ἂν γένοιτο πρὸς τὸ πλῆθος ἡ ὑπέρθεσις.
Aeth
.

10

.

7

.

7

Ἓν μόνον ἂν βοηθήσειεν, εἰ τῆς ἐσχάρας ἣν οἶσθα ἐπιβᾶσα μὴ ἁγνεύουσά πως ὁμιλίας τῆς πρὸς ἄνδρας ἐλεγχθείη, καθαρὰν εἶναι τὴν προσκομιζομένην τῇ θεῷ, καθάπερ οὖν καὶ τὸν 〈τῷ〉 Ἡλίῳ, τοῦ νόμου κελεύ‐
5οντος, ἐπὶ δὲ τῆς τοῦ Διονύσου θυσίας ἀδιαφοροῦντος. Ἀλλ’ ὅρα, εἰ προσομιλήσασά τῳ φωραθείη πρὸς τῆς ἐσχά‐ ρας, μὴ οὐκ εὐπρεπὲς ᾖ τὴν τοιάνδε εἰς τὸν οἶκον εἰσδέ‐ ξασθαι.»
Aeth
.

10

.

7

.

8

Καὶ ἡ Περσίννα «Φωραθείη» ἔφη «καὶ σωθείη μόνον· αἰχμαλωσία καὶ πόλεμος καὶ τοσοῦτος τῆς
ἐνεγκούσης ἐξοικισμὸς ἀνέγκλητον ποιεῖ τὴν προαίρεσιν, καὶ πλέον ἐπὶ ταύτης, ἐν τῷ κάλλει τὴν καθ’ ἑαυτῆς βίαν,83 in vol. 3
5εἰ καί τι τοιοῦτον ὑπέστη, περιαγούσης.»
5
Aeth
.

10

.

8

.

1

Καὶ ἔτι τοιαῦτα λεγούσης καὶ ἅμα ὑποδακρυ‐ ούσης λανθάνειν δὲ τοὺς παρόντας πειρωμένης, ἄγεσθαι τὴν ἐσχάραν ὁ Ὑδάσπης ἐκέλευσε. Παιδάρια τοίνυν ἄνηβα συλλαβόντες ἐκ τοῦ πλήθους οἱ ὑπηρέται (μόνοις γὰρ τοῖς
5τοιούτοις ἀβλαβῶς θιγγάνειν ἔνεστιν), ἐκόμιζόν τε ἐκ τοῦ νεὼ καὶ εἰς μέσους προὐτίθεσαν, ἐπιβαίνειν ἕκαστον τῶν αἰχμαλώτων κελεύοντες.
Aeth
.

10

.

8

.

2

Τῶν δὲ ὅστις ἐπιβαίη παραυ‐ τίκα τὴν βάσιν ἐφλέγετο, οὐδὲ τὴν πρώτην καὶ πρὸς ὀλίγον ψαῦσιν ἐνίων ὑποστάντων, χρυσοῖς μὲν ὀβελίσκοις τῆς ἐσχάρας διαπεπλεγμένης πρὸς τοῦτο δὲ ἐνεργείας τετελεσ‐
5μένης ὥστε πάντα τὸν μὴ καθαρὸν καὶ ἄλλως ἐπιορκοῦντα καταίθειν, τῶν δὲ ἀπ’ ἐναντίας ἀλύπως προσιέσθαι τὴν βάσιν. Τούτους μὲν δὴ τῷ τε Διονύσῳ καὶ ἄλλοις θεοῖς ἀπεκλήρουν πλὴν δύο που καὶ τριῶν νεανίδων αἳ τῆς ἐσχάρας ἐπιβᾶσαι παρθενεύειν ἐγνωρίσθησαν.
9
Aeth
.

10

.

9

.

1

Ἐπεὶ δὲ καὶ Θεαγένης ἐπιβὰς καθαρεύων ἐφαί‐ νετο, θαυμασθεὶς πρὸς ἁπάντων τά τε ἄλλα τοῦ μεγέθους καὶ κάλλους καὶ ὅτι περ οὕτως ἀκμαῖος ἀνὴρ ἀπείρατος εἴη τῶν τῆς Ἀφροδίτης, πρὸς τὴν ἡλιακὴν ἱερουργίαν
5ηὐτρεπίζετο «Καλὰ» λέγων ἠρέμα πρὸς τὴν Χαρίκλειαν «τἀπίχειρα παρ’ Αἰθίοψι τῶν καθαρῶς βιούντων· θυσίαι καὶ σφαγαὶ τὰ ἔπαθλα τῶν σωφρονούντων.84 in vol. 3
Aeth
.

10

.

9

.

2

Ἀλλ’ ὦ φιλτάτη, τί οὐχὶ φράζεις σαυτήν; ποῖον ἀναμένεις ἔτι καιρόν; ἢ τὸν ἕως ἂν ἀποδειροτομήσῃ τις; Λέγε, ἱκετεύω, καὶ μήνυε τὴν σαύτης τύχην. Ἴσως μὲν κἀμὲ περισώσεις
5ἥτις ποτὲ εἴης γνωρισθεῖσα καὶ ἐξαιτήσασα· εἰ δ’ ἄρα μὴ τοῦτο, σύ γε μὴν προδήλως διαδράσῃ τὸν κίνδυνον· αὔταρκες δὲ τοῦτό μοι μαθόντι καὶ τελευτᾶν.»
Aeth
.

10

.

9

.

3

Ἡ δὲ «Πλησίον ὁ ἀγὼν» εἰποῦσα «καὶ νῦν ταλαντεύει τὰ καθ’ ἡμᾶς ἡ μοῖρα» μηδὲ κελεῦσαι τοὺς ἐπιτεταγμένους ἀναμείνασα ἐνέδυ τε τὸν ἐκ Δελφῶν ἱερὸν χιτῶνα, ἐκ
5πηριδίου τινὸς ὃ ἐπεφέρετο προκομίσασα, χρυσοϋφῆ τε ὄντα καὶ ἀκτῖσι κατάπαστον, τήν τε κόμην ἀνεῖσα καὶ οἷον κάτοχος φανεῖσα προσέδραμέ τε καὶ ἐφήλατο τῇ ἐσχάρᾳ καὶ εἱστήκει πολὺν χρόνον ἀπαθής, τῷ τε κάλλει τότε πλέον ἐκλάμποντι καταστράπτουσα, περίοπτος ἐφ’
10ὑψηλοῦ πᾶσι γεγενημένη, καὶ πρὸς τοῦ σχήματος τῆς στο‐ λῆς ἀγάλματι θεοῦ πλέον ἢ θνητῇ γυναικὶ προσεικαζο‐ μένη.
Aeth
.

10

.

9

.

4

Θάμβος γοῦν ἅμα πάντας κατέσχε· καὶ βοὴν μίαν ἄσημον μὲν καὶ ἄναρθρον δηλωτικὴν δὲ τοῦ θαύμα‐ τος ἐπήχησαν τῶν τε ἄλλων ἀγασθέντες καὶ πλέον ὅτι κάλλος οὕτως ὑπεράνθρωπον καὶ τὸ ὥριον τῆς ἀκμῆς ἄθικ‐
5τον ἐτήρει καὶ ἔχειν ἐνεδείκνυτο σωφροσύνῃ πλέον ἢ τῇ ὥρᾳ κοσμούμενον.85 in vol. 3
Aeth
.

10

.

9

.

5

Ἐλύπει μὲν οὖν καὶ ἄλλους τῶν ὄχλων ἁρμόδιος τῇ θυσίᾳ φανεῖσα, καὶ δεισιδαιμονοῦντες ὅμως ἥδιστα ἂν εἶδον ἔκ τινος μηχανῆς περισωθεῖσαν. Πλέον δὲ ἠνία τὴν Περσίνναν, ὥστε καὶ εἰπεῖν πρὸς τὸν
5Ὑδάσπην «Ὡς ἀθλία καὶ δυστυχὴς ἡ κόρη σὺν πολλῷ καὶ οὐκ εἰς καιρὸν τῇ σωφροσύνῃ σεμνυνομένη καὶ θάνατον τῶν πολλῶν τούτων ἐπαίνων ἀλλαττομένη. Ἀλλὰ τί ἂν γένοιτο» ἔφη «ὦ ἄνερ;» Ὁ δὲ «Μάτην» ἔφη «μοι ἐνοχλεῖς καὶ οἰκτίζῃ τὴν οὐ σῳζομένην ἀλλὰ θεοῖς, ὡς
10ἔοικε, διὰ τὸ ὑπερβάλλον τῆς φύσεως ἀρχῆθεν φυλαττομέ‐ νην.»
Aeth
.

10

.

9

.

6

Καὶ ἀποστρέψας τὸν λόγον πρὸς τοὺς Γυμνο‐ σοφιστάς, «Ἀλλ’ ὦ σοφώτατοι» ἔφη «πάντων ηὐτρε‐ πισμένων τί οὐχὶ κατάρχετε τῶν ἱερῶν;» Καὶ ὁ Σισιμί‐ θρης «Εὐφήμησον» ἀπεκρίνατο, ἑλληνίζων ὥστε μὴ τὸ
5πλῆθος ἐπαΐειν, «ἱκανῶς γὰρ καὶ μέχρι τούτων ὄψιν τε καὶ ἀκοὴν ἐχράνθημεν. Ἀλλ’ ἡμεῖς μὲν εἰς τὸν νεὼν μεταστησόμεθα, θυσίαν οὕτως ἔκθεσμον τὴν δι’ ἀνθρώπων οὔτε αὐτοὶ δοκιμάζοντες οὔτε προσίεσθαι τὸ θεῖον νομί‐ ζοντες (ὡς εἴθε γε ἦν καὶ τὰς διὰ τῶν ἄλλων ζῴων θυσίας
10κεκωλῦσθαι) μόναις ταῖς δι’ εὐχῶν καὶ ἀρωμάτων καθ’ ἡμέτερον νόον ἀρκουμένους.
Aeth
.

10

.

9

.

7

Σὺ δὲ ἐπιμένων (ἐπάναγ‐ κες γὰρ βασιλεῖ καὶ ἄκριτον ἔστιν ὅτε πλήθους ὁρμὴν θεραπεύειν) ἐπιτέλει τὴν οὐκ εὐαγῆ μὲν ταύτην θυσίαν διὰ δὲ τὸ προκατειληφὸς τοῦ Αἰθιοπικοῦ νόμου πάτριον ἀπα‐
5ραίτητον, καθαρσίων εἰσαῦθις δεησόμενος, ἴσως δὲ καὶ οὐ
δεησόμενος· οὐ γάρ μοι δοκεῖ πρὸς τέλος ἥξειν ἥδε ἡ θυσία τοῖς τε ἄλλοις ἐκ τοῦ θείου συμβόλοις τεκμαιρομένῳ καὶ τῷ περιλάμποντι φωτὶ τοὺς ξένους, ὑπερμαχεῖν τινα τῶν κρειττόνων διασημαίνοντι.»86 in vol. 3
9
Aeth
.

10

.

10

.

1

Καὶ ταῦτα εἰπὼν ἅμα καὶ τοῖς ἄλλοις συνέδροις ἀνίστατο καὶ πρὸς τὴν μετάστασιν ἐρρυθμίζετο. Ἀλλ’ ἥ γε Χαρίκλεια καθήλατό τε τῆς ἐσχάρας καὶ προσδραμοῦσα προσπίπτει τοῖς γόνασι τοῦ Σισιμίθρου, τῶν ὑπηρετῶν
5παντοίως ἐπεχόντων καὶ τὴν ἱκεσίαν παραίτησιν εἶναι τοῦ θανάτου νομιζόντων, καὶ «Ὦ σοφώτατοι» ἔλεγε «μικρὸν ἐπιμείνατε· δίκη γάρ μοι καὶ κρίσις πρόκειται πρὸς τοὺς βασιλεύοντας, ὑμᾶς δὲ μόνους καὶ τοῖς τοσούτοις δικάζειν πυνθάνομαι.
Aeth
.

10

.

10

.

2

Καὶ τὸν περὶ ψυχῆς ἀγῶνά μοι διαιτή‐ σατε· σφαγιασθῆναι γάρ με θεοῖς οὔτε δυνατὸν οὔτε δίκαιον εἶναι μαθήσεσθε.» Προσήκαντο ἄσμενοι τὰ εἰρημένα καὶ «Ὦ βασιλεῦ» ἔφασαν «ἀκούεις τῆς προκλήσεως καὶ ἃ
5προίσχεται ἡ ξένη;» Γελάσας οὖν ὁ Ὑδάσπης «Καὶ ποία δίκη» φησίν «ἢ πόθεν ἐμοὶ καὶ ταύτῃ; προφάσεως δὲ ἐκ ποίας ἢ ποίων ἴσων ἀναφαινομένη;»
Aeth
.

10

.

10

.

3

Καὶ ὁ Σισιμίθ‐ ρης «Αὐτὰ» ἔφη «δηλώσει τὰ λεχθησόμενα.» «Καὶ οὐκ ἂν δόξειεν» ἔφη «τὸ πρᾶγμα οὐ κρίσις ἀλλ’ ὕβρις, εἰ πρὸς τὴν αἰχμάλωτον βασιλεὺς ὢν διαδικάσομαι;» «Τὰς
5ὑπεροχὰς οὐ δυσωπεῖται τὸ δίκαιον» ἀπεκρίνατο πρὸς αὐτὸν ὁ Σισιμίθρης· «ἀλλ’ εἷς ἐστιν ὁ βασιλεύων ἐν ταῖς κρίσεσιν, ὁ τοῖς εὐλογωτέροις κρατῶν.»
Aeth
.

10

.

10

.

4

«Ἀλλὰ πρὸς τοὺς ἐγχωρίους» ἔφη «καὶ οὐ τοὺς ξένους δικάζειν ὑμᾶς τοῖς βασιλεύουσιν ὁ νόμος ἐφίησι.» Καὶ ὁ Σισιμίθρης «Οὐ τοῖς προσώποις μόνον» ἔφη «τὰ δίκαια γίνεται ἰσχυρὰ
87 in vol. 3
5παρὰ τοῖς σώφροσιν, ἀλλὰ καὶ τοῖς τρόποις.» «Δῆλον μὲν» εἶπεν «ὡς οὐδὲν ἐρεῖ σπουδαῖον, ἀλλ’, ὅπερ ἴδιον τῶν τὰ τελευταῖα κινδυνευόντων, λόγων ματαίων ἔσται πλάσματα πρὸς ὑπέρθεσιν. Λεγέτω δ’ οὖν ὅμως, ἐπειδὴ βούλεται Σισιμίθρης.»
9
Aeth
.

10

.

11

.

1

Ἡ δὲ Χαρίκλεια καὶ ἄλλως οὖσα εὔθυμος διὰ τὴν προσδοκωμένην τῶν περιεστηκότων λύσιν, πλέον ἐγεγόνει περιχαρὴς ὡς τοῦ Σισιμίθρου τοὔνομα ἐπήκουσεν· ἦν γὰρ δὴ οὗτος ὁ τὴν ἀρχὴν ἐκτεθεῖσαν ἀνελόμενος καὶ τῷ
5Χαρικλεῖ παρακαταθέμενος ἔτεσι δέκα πρότερον, ὅτε εἰς τοὺς Καταδούπους ἐστάλη τῶν σμαραγδείων μετάλλων ἕνεκεν ὡς τὸν Ὀροονδάτην πρεσβεύων, τότε μὲν εἷς τῶν πολλῶν Γυμνοσοφιστῶν τυγχάνων, τὸ παρὸν δὲ πρόεδρος ἀναδεδειγμένος.
Aeth
.

10

.

11

.

2

Τὴν μὲν οὖν ὄψιν τἀνδρὸς οὐκ ἀνέ‐ φερεν ἡ Χαρίκλεια, νέα κομιδῇ καὶ ἑπταέτις χωρισθεῖσα, τοὔνομα δὲ ἀναγνοῦσα περιχαρὴς ἐγεγόνει πλέον, συνήγο‐ ρόν τε καὶ συνεργὸν ἔσεσθαι πρὸς τὸν ἀναγνωρισμὸν ἐλπί‐
5σασα.
Aeth
.

10

.

11

.

3

Τὰς δὴ χεῖρας εἰς τὸν οὐρανὸν ἀνατείνασα καὶ βοῶσα ἐξάκουστον «Ἥλιε, γενεάρχα προγόνων ἐμῶν» ἔλεγε «θεοί τε ἄλλοι καὶ ἥρωες γένους ἡμετέρου καθηγε‐
μόνες, ὑμεῖς ἔστε μοι μάρτυρες ὡς οὐδὲν ἐρῶ ψεῦδος, ὑμεῖς88 in vol. 3
5δὲ καὶ συλλήπτορες εἰς τὴν κρίσιν τὴν νυνὶ προκει‐ μένην, εἰς ἣν τῶν προσόντων μοι δικαίων ἐντεῦθεν ἄρξο‐ μαι. Ξένους, ὦ βασιλεῦ, ἢ καὶ ἐγχωρίους ὁ νόμος ἱερουρ‐ γεῖσθαι κελεύει;» Τοῦ δὲ «Ξένους» εἰπόντος, «Οὐκοῦν ὥρα σοι» ἔφη «ζητεῖν ἑτέρους εἰς τὴν θυσίαν· ἐμὲ γὰρ
10ὑμεδαπήν τε καὶ ἐγχώριον εὑρήσεις.»
10
Aeth
.

10

.

12

.

1

Τοῦ δὲ θαυμάζοντος καὶ πλάττεσθαι λέγοντος, ἡ Χαρίκλεια «Τὰ μικρότερα» ἔφη «θαυμάζεις, τὰ μεί‐ ζονα δὲ ἐστὶν ἕτερα· οὐ γὰρ ἐγχώριος μόνον ἀλλὰ καὶ γένους τοῦ βασιλείου τὰ πρῶτα καὶ ἐγγύτατα.» Καὶ αὖθις
5τοῦ Ὑδάσπου διαπτύοντος ὡς φληνάφους τοὺς λόγους «Παῦσαι» εἶπεν, «ὦ πάτερ, θυγατέρα τὴν σὴν ἐκφαυ‐ λίζων.»
Aeth
.

10

.

12

.

2

Ὁ δὴ βασιλεὺς τὸ ἐντεῦθεν οὐχ ὑπερορῶν τὰ λεγόμενα μόνον ἀλλ’ ἤδη καὶ ἀγανακτῶν ἐφαίνετο, χλεύην τὸ πρᾶγμα καὶ ὕβριν ποιούμενος· καὶ «Ὦ Σισιμί‐ θρη καὶ οἱ λοιποί» ἔλεγεν, «ὁρᾶτε οἷ περιέστη τὰ τῆς
5ἀνεξικακίας; ἦ γὰρ οὐκ ἄντικρυς μανίαν ἡ κόρη νοσεῖ παρατόλμοις πλάσμασι τὸν θάνατον πειρωμένη διώσασθαι, θυγατέρα ἐμὴν ὥσπερ ἐπὶ σκηνῆς ἐξ ἀπόρων ἑαυτὴν καὶ οἷον ἐκ μηχανῆς ἀναφαίνουσα τοῦ μηδεπώποτε, ὡς ἴστε, παίδων γονὴν εὐτυχήσαντος, ἅπαξ δέ που μόνον ὁμοῦ τε
10ἀκηκοότος καὶ ἀποβαλόντος;
Aeth
.

10

.

12

.

3

Ὥστε ἀγέτω τις, μηδὲ ἐπὶ πλέον ἐπινοείτω τῇ θυσίᾳ τὴν ὑπέρθεσιν.» «Οὐκ ἄξει οὐδείς» ἀνεβόησεν ἡ Χαρίκλεια «τέως ἂν μὴ τοῦτο κελεύωσιν οἱ δικάζοντες· σὺ δὲ δικάζῃ τὸ παρόν, οὐ ψῆφον
89 in vol. 3
5φέρεις. Ξενοκτονεῖν μὲν ἴσως, ὦ βασιλεῦ, ὁ νόμος ἐπιτρέ‐ πει, τεκνοκτονεῖν δὲ οὔθ’ οὗτος οὔθ’ ἡ φύσις σοι, πάτερ, ἐφίησι· πατέρα γάρ σε τήμερον οἱ θεοὶ καὶ ἀρνούμενον ἀναδείξουσι.
Aeth
.

10

.

12

.

4

Πᾶσα δίκη καὶ κρίσις, ὦ βασιλεῦ, δύο τὰς μεγίστας ἀποδείξεις οἶδε, τάς τε ἐγγράφους πίστεις καὶ τὰς ἐκ μαρτύρων βεβαιώσεις· ἄμφω σοι τοῦ θυγάτηρ ὑμετέρα εἶναι παρέξομαι, μάρτυρα μὲν οὐχ ἕνα τῶν πολ‐
5λῶν ἀλλ’ αὐτόν γε δὴ τὸν δικάζοντα προκαλουμένη (μεγί‐ στη δὲ οἶμαι τῷ λέγοντι πίστις ἡ τοῦ διαιτῶντος γνῶσις), γράμματα δὲ τάδε τύχης τῆς ἐμῆς τε καὶ ὑμῶν διηγήματα προϊσχομένη.»
8
Aeth
.

10

.

13

.

1

Καὶ ἅμα λέγουσα τὴν συνεκτεθεῖσαν ἑαυτῇ ται‐ νίαν ὑπὸ τῇ γαστρὶ φέρουσα προὔφερέ τε καὶ ἀνειλήσασα τῇ Περσίννῃ προσεκόμιζεν. Ἡ δὲ ἐπειδὴ τὸ πρῶτον εἶδεν ἀχανής τε καὶ αὖος ἐγεγόνει καὶ χρόνον ἐπὶ πλεῖστον τὰ
5ἐγγεγραμμένα τῇ ταινίᾳ καὶ τὴν κόρην αὖθις ἐν μέρει περιεσκόπει· τρόμῳ τε καὶ παλμῷ συνείχετο καὶ ἱδρῶτι διερρεῖτο, χαίρουσα μὲν ἐφ’ οἷς εὕρισκεν ἀμηχανοῦσα δὲ πρὸς τὸ τῶν παρ’ ἐλπίδας ἄπιστον, δεδοικυῖα δὲ τὴν ἐξ
Ὑδάσπου τῶν φανερουμένων ὑποψίαν τε καὶ ἀπιστίαν ἢ90 in vol. 3
10καὶ ὀργήν, ἂν οὕτω τύχῃ, καὶ τιμωρίαν.
Aeth
.

10

.

13

.

2

Ὥστε καὶ τὸν Ὑδάσπην ἐνορῶντα εἰς τὸ θάμβος καὶ τὴν συνέχουσαν ἀγωνίαν «Ὦ γύναι» εἰπεῖν «τί ταῦτα; ἢ τί πέπονθας πρὸς τὴν δεικνυμένην γραφήν;» Ἡ δὲ «Ὦ βασιλεῦ»
5εἶπε «καὶ δέσποτα καὶ ἄνερ, ἄλλο μὲν οὐδὲν ἂν εἴποιμι πλέον, λαβὼν δὲ ἀναγίνωσκε· διδάσκαλός σοι πάντων ἡ ται‐ νία γενήσεται.» Καὶ ἐπιδοῦσα αὖθις ἐσιώπα κατηφήσασα.
Aeth
.

10

.

13

.

3

Δεξάμενος γοῦν ὁ Ὑδάσπης καὶ πλησίον παρεῖναι καὶ συνεπιλέγεσθαι τοὺς Γυμνοσοφιστὰς παρακαλέσας ἐπῄει τὴν γραφήν, πολλὰ μὲν αὐτὸς θαυμάζων πολλὰ δὲ καὶ τὸν Σισιμίθρην ἐκπεπληγμένον καὶ μυρίας τροπὰς τῆς δια‐
5νοίας ἐκ τῶν ὄψεων ἐμφαίνοντα ὁρῶν συνεχές τε εἰς τὴν ταινίαν καὶ εἰς τὴν Χαρίκλειαν ἀτενίζοντα.
Aeth
.

10

.

13

.

4

Καὶ τέλος, ἐπειδὴ τήν τε ἔκθεσιν ἐδιδάχθη καὶ τὴν αἰτίαν τῆς ἐκθέ‐ σεως ὁ Ὑδάσπης, «Ἀλλ’ ὅτι μὲν ἐτέχθη μοι κόρη τις» ἔφη «γινώσκω, καὶ ἀποθανοῦσαν τότε πυθόμενος, ὡς αὐτὴ
5Περσίννα ἔλεγεν, ἐκτεθεῖσθαι νυνὶ μανθάνω. Τίς δὲ ὁ ἀνε‐ λόμενος καὶ διασώσας καὶ θρέψας, τίς δὲ ὁ διακομίσας εἰς Αἴγυπτον οὗ καὶ αἰχμάλωτος εἴληπται;
Aeth
.

10

.

13

.

5

Ἢ πόθεν ὅλως ὅτι αὕτη ἐκείνη, καὶ μὴ διέφθαρται μὲν τὸ ἐκτεθὲν τοῖς δὲ γνωρίσμασιν ἐπιτυχών τις ἀποκέχρηται τοῖς ἐκ τῆς τύχης; μή τις δαίμων ἡμῖν ἐπιπαίζει καὶ ὥσπερ προ‐
5σωπεῖον τῇ κόρῃ ταῦτα περιθεὶς ἐντρυφᾷ τῇ ἡμετέρᾳ περὶ
τεκνοποιΐαν ἐπιθυμίᾳ καὶ νόθον ἡμῖν καὶ ὑποβολιμαῖον εἰσ‐ ποιεῖ διαδοχήν, καθάπερ νέφει τῇ ταινίᾳ τὴν ἀλήθειαν ἐπισκιάζων.»91 in vol. 3
8
Aeth
.

10

.

14

.

1

Ἐπὶ τούτοις ὁ Σισιμίθρης «Τὰ μὲν πρῶτα» ἔφη «τῶν ζητουμένων ἔχει σοι λύσιν· ὁ γὰρ ἀνελόμενος ἐκτεθεῖσαν καὶ ἀναθρέψας λάθρα καὶ εἰς Αἴγυπτον κομίσας ὅτε με πρεσβευτὴν ἔστειλας, οὗτος εἰμὶ ἐγώ, καὶ ὡς οὐ
5θεμιτὸν ἡμῖν τὸ ψεῦδος οἶσθα προλαβών. Γνωρίζω καὶ τὴν ταινίαν τοῖς βασιλείοις Αἰθιόπων γράμμασιν ὡς ὁρᾷς κεχα‐ ραγμένην καὶ οὐ παρέχουσαν ἀμφιβολίαν ἀλλαχοῦ συντε‐ τάχθαι, Περσίννης δὲ αὐτοχειρίᾳ κατεστίχθαι παρὰ σοὶ μάλιστα γνωριζομένην.
Aeth
.

10

.

14

.

2

Ἀλλ’ ἦν καὶ ἕτερα συνεκτε‐ θέντα γνωρίσματα, δοθέντα παρ’ ἐμοῦ τῷ ὑποδεξαμένῳ τὴν κόρην ἀνδρὶ Ἕλληνί τε καί, ὡς ἐφαίνετο, καλῷ τε καὶ ἀγαθῷ.» «Σῴζεται» ἔφη «καὶ ταῦτα» ἡ Χαρί‐
5κλεια, καὶ ἅμα ἐπεδείκνυ τοὺς ὅρμους. Πλέον ἡ Περσίννα ἰδοῦσα κατεπλάγη, καὶ πυνθανομένου τοῦ Ὑδάσπου τίνα ταῦτα εἴη καὶ εἴ τι πλέον ἔχοι ἐκδιδάσκειν ἀπεκρίνατο οὐδὲν ἢ ὅτι γνωρίζει μὲν κατ’ οἶκον δὲ ταῦτα ἐξετάζειν καλόν.
Aeth
.

10

.

14

.

3

Αὖθις οὖν ἀδημονῶν ὁ Ὑδάσπης ἐφαίνετο καὶ ἡ Χαρίκλεια «Ταῦτα μὲν ἂν εἴη τῆς μητρὸς τὰ γνωρίσ‐ ματα· σὸν δὲ ἴδιον ὅδε ὁ δακτύλιος·» καὶ ἐδείκνυ τὴν παν‐ τάρβην. Ἐγνώρισεν ὁ Ὑδάσπης, δεδωκὼς δῶρον τῇ Περ‐
5σίννῃ παρὰ τὴν μνηστείαν. Καὶ «Ὦ βελτίστη» ἔφη «τὰ μὲν γνωρίσματα ἐμά, σὲ δὲ ἐμὴν οὖσαν τούτοις κεχρῆσθαι καὶ μὴ ἄλλως ἐπιτυχοῦσαν οὐδέπω γνωρίζω· πρὸς γὰρ τοῖς ἄλλοις καὶ χροιᾷ ξένῃ τῆς Αἰθιοπίδος λαμπρύνῃ.»92 in vol. 3
Aeth
.

10

.

14

.

4

Καὶ ὁ Σισιμίθρης «Λευκὴν» ἔφη «κἀγὼ τότε ἀνειλόμην ἣν ἀνειλόμην, ἄλλως τε καὶ τῶν ἐτῶν ὁ χρόνος συμβαίνει πρὸς τὴν παροῦσαν τῆς κόρης ἡλικίαν, ἑπτακαίδεκά που τῶν
5πάντων ταύτῃ τε καὶ τῇ ἐκθέσει πληρουμένων. Ἐμοὶ δὲ καὶ τὸ βλέμμα τῶν ὀφθαλμῶν παρίσταται, καὶ τὸν ὅλον τῆς ὄψεως χαρακτῆρα καὶ τὸ ὑπερφυὲς τῆς ὥρας, ὁμολογοῦντα τοῖς τότε τὰ νυνὶ φαινόμενα, γνωρίζω.»
Aeth
.

10

.

14

.

5

«Ταυτὶ μὲν ἄριστα, ὦ Σισιμίθρη» πρὸς αὐτὸν ὁ Ὑδάσπης «καὶ ὡς ἄν τις ἐκθυμότατα συνηγορῶν μᾶλλον ἢ δικάζων. Ἀλλ’ ὅρα μὴ μέρος τι λύων ἕτερον ἀνακινεῖς ἀπόρημα δεινόν τε καὶ
5οὐδαμῶς ἀπολύσασθαι τὴν ἐμοὶ συμβιοῦσαν εὔπορον· λευ‐ κὴν γὰρ πῶς ἂν Αἰθίοπες ἀμφότεροι παρὰ τὸ εἰκὸς ἐτε‐ κνώσαμεν;»
Aeth
.

10

.

14

.

6

Ὑποβλέψας οὖν ὁ Σισιμίθρης καί τι καὶ εἰρωνικὸν ὑπομειδιάσας «Σὺ μὲν οὐκ οἶδα» ἔφη «ὅτι πάσχεις, ἀπὸ τρόπου τοῦ σοῦ τὸ παρὸν συνηγορίαν ἡμῖν ὀνειδίζων ἣν οὐκ ἂν ἐν φαύλῳ ποιησαίμην· δικαστὴν γὰρ
5ὁρίζομαι γνήσιον τὸν τοῦ δικαίου συνήγορον. Τί δὲ οὐχὶ σοὶ μᾶλλον ἢ τῇ κόρῃ συνηγορῶν φανήσομαι, πατέρα σε σὺν τοῖς θεοῖς ἀναδεικνὺς καὶ ἣν ἐκ σπαργάνων περιέσωσα ὑμῖν θυγατέρα ταύτην καὶ νῦν ἀνασῳζομένην ἐπ’ ἀκμῆς οὐ περιορῶν;
Aeth
.

10

.

14

.

7

Ἀλλὰ σὺ μὲν ἃ βούλει γίνωσκε περὶ
ἡμῶν οὐδένα ὑπόλογον τούτου ποιουμένων· οὐ γὰρ πρὸς τὴν ἑτέρων ἀρέσκειαν βιοῦμεν, αὐτὸ δὲ τὸ καλὸν κἀγαθὸν ζηλοῦντες ἑαυτοὺς πείθειν ἀγαπῶμεν. Τῆς γε μὴν κατὰ93 in vol. 3
5τὴν χροιὰν ἀπορίας φράζει μέν σοι καὶ ἡ ταινία τὴν λύσιν, ὁμολογούσης ἐν αὐτῇ ταυτησὶ Περσίννης ἐσπακέναι τινὰ εἴδωλα καὶ φαντασίας ὁμοιοτήτων † ἀπὸ τῆς κατὰ τὴν Ἀνδρομέδαν πρός σε ὁμιλίας ὁρωμένην †. Εἰ δ’ οὖν καὶ ἄλλως πιστώσασθαι βούλει, πρόκειται τὸ ἀρχέτυπον· ἐπι‐
10σκόπει τὴν Ἀνδρομέδαν ἀπαράλλακτον ἐν τῇ γραφῇ καὶ ἐν τῇ κόρῃ δεικνυμένην.»
11
Aeth
.

10

.

15

.

1

Ἐκόμιζον ἀράμενοι τὴν εἰκόνα προσταχθέντες οἱ ὑπηρέται καὶ πλησίον τῆς Χαρικλείας ἀντεγείραντες τοσοῦτον ἐκίνησαν παρὰ πάντων κρότον καὶ θόρυβον, ἄλλων πρὸς ἄλλους, ὅσοι καὶ κατὰ μικρὸν συνίεσαν τὰ λεγόμενα
5καὶ πραττόμενα, διαδηλούντων καὶ πρὸς τὸ ἀπηκριβωμένον τῆς ὁμοιότητος σὺν περιχαρείᾳ ἐκπλαγέντων, ὥστε καὶ τὸν Ὑδάσπην οὐκέτι μὲν ἀπιστεῖν ἔχειν, ἐφεστάναι δὲ πολὺν χρόνον ὑφ’ ἡδονῆς ἅμα καὶ θαύματος ἐχόμενον.
Aeth
.

10

.

15

.

2

Ὁ δὲ Σισιμίθρης «Ἓν ἔτι λείπεται» ἔφη· «περὶ βασιλείας γὰρ καὶ τῆς κατ’ αὐτὴν γνησίας διαδοχῆς ὁ λόγος καί, πρό γε
πάντων, ἀληθείας αὐτῆς. Γύμνωσον τὴν ὠλένην, ὦ κόρη—94 in vol. 3
5μέλανι συνθήματι τὸ ὑπὲρ πῆχυν ἐσπίλωτο—οὐδὲν ἀπρε‐ πὲς γυμνούμενον τὸ τῶν φύντων καὶ γένους μαρτύριον.» Ἐγύμνωσεν αὐτίκα ἡ Χαρίκλεια τὴν λαιάν, καὶ ἦν τις ὥσπερ ἔβενος περίδρομος ἐλέφαντα τὸν βραχίονα μιαίνων.
8
Aeth
.

10

.

16

.

1

Οὐκέτι κατεῖχεν ἡ Περσίννα, ἀλλ’ ἀθρόον τε ἀνήλατο τοῦ θρόνου καὶ προσδραμοῦσα περιέβαλέ τε καὶ περιφῦσα ἐδάκρυέ τε καὶ πρὸς τὸ ἀκατάσχετον τῆς χαρᾶς μυκηθμῷ τινι προσεοικὸς ἀνωρύετο (ὑπερβολὴ γὰρ ἡδο‐
5νῆς καὶ θρῆνόν ποτε ἀποτίκτειν φιλεῖ), μικροῦ τε ἔδει συγκατενεχθῆναι τῇ Χαρικλείᾳ.
Aeth
.

10

.

16

.

2

Ὁ δὲ Ὑδάσπης ἠλέει μὲν τὴν γυναῖκα ὀδυρομένην ὁρῶν καὶ εἰς συμπάθειαν ἐκάμπτετο τὴν διάνοιαν, τὸ ὄμμα δὲ οἱονεὶ κέρας ἢ σίδηρον εἰς τὰ ὁρώμενα τείνας εἱστήκει πρὸς τὰς ὠδῖ‐
5νας τῶν δακρύων ἀπομαχόμενος· καὶ τῆς ψυχῆς αὐτῷ πατρικῷ τῷ πάθει καὶ ἀνδρείῳ τῷ λήματι κυματουμέ‐ νης καὶ τῆς γνώμης ὑπ’ ἀμφοτέρων στασιαζομένης καὶ πρὸς ἑκατέρου καθάπερ ὑπὸ σάλου μετασπωμένης τελευ‐ τῶν ἡττήθη τῆς τὰ πάντα νικώσης φύσεως καὶ πατὴρ
10οὐκ εἶναι μόνον ἐπείθετο ἀλλὰ καὶ πάσχειν ὅσα πατὴρ ἠλέγχετο· καὶ τὴν Περσίνναν συγκατενεχθεῖσαν τῇ θυγα‐ τρὶ καὶ συμπεπλεγμένην ἀνεγείρων οὐκ ἔλαθε καὶ τὴν Χαρίκλειαν ἐναγκαλιζόμενος καὶ δακρύων ἐπιρροῇ πατρικὰ πρὸς αὐτὴν σπενδόμενος.
Aeth
.

10

.

16

.

3

Οὐ μὴν εἰς τὸ παντελές γε ἐξεκρούσθη τῶν πρακτέων, ἀλλ’ ὀλίγον ἐπιστὰς τόν τε δῆμον κατοπτεύσας ἀπὸ τῶν ἴσων παθῶν κεκινημένον καὶ πρὸς τὴν σκηνοποιΐαν τῆς τύχης ὑφ’ ἡδονῆς τε ἅμα καὶ
95 in vol. 3
5ἐλέου δακρύοντας ἠχήν τέ τινα θεσπεσίαν ἄχρις αἰθέρος αἴροντας καὶ οὔτε κηρύκων σιγὴν ἐπιταττόντων ἐπαΐοντας οὔτε τὸ βούλημα τοῦ ταράχου προδήλως ἐκφαίνοντας, τὴν χεῖρα προτείνας καὶ κατασείων πρὸς ἡσυχίαν τὸ κλυδώνιον τοῦ δήμου κατέστελλε·
Aeth
.

10

.

16

.

4

καὶ «Ὦ παρόντες» ἔλεγεν «οἱ μὲν θεοὶ πατέρα με, ὡς ὁρᾶτε καὶ ἀκούετε, πάσης ἐπέκεινα προσδοκίας ἀνέδειξαν, καὶ θυγάτηρ εἶναί μοι ἥδε ἡ κόρη πολλαῖς ταῖς ἀποδείξεσι γνωρίζεται· ἐγὼ δὲ τοσαύ‐
5την ὑπερβολὴν ποιοῦμαι τῆς εἰς ὑμᾶς τε καὶ τὴν ἐνεγ‐ κοῦσαν εὐνοίας, ὥστε μικρὰ φροντίσας καὶ γένους δια‐ δοχῆς καὶ πατρῴας ἀνακλήσεως, ἃ δὴ πάντα μοι διὰ τῆσδε ἔμελλεν ἔσεσθαι, θεοῖς ἱερουργεῖν ὑπὲρ ὑμῶν ἐπείγομαι.
Aeth
.

10

.

16

.

5

Ὁρῶ μὲν γὰρ ὑμᾶς δακρύοντας καὶ ἀνθρώπινόν τι πάθος ἀναδεδεγμένους καὶ ἐλεοῦντας μὲν τὴν ἀωρίαν τῆς κόρης ἐλεοῦντας δὲ καὶ τὴν ἐμοὶ μάτην προσδοκηθεῖσαν τοῦ γένους διαδοχήν· ὅμως δ’ οὖν ἀνάγκη, καὶ ὑμῶν ἴσως
5μὴ βουλομένων, τῷ πατρίῳ πείθεσθαι νόμῳ, τῶν ἰδίων λυσιτελῶν τὸ τῆς πατρίδος ἐπίπροσθεν ποιούμενον.
Aeth
.

10

.

16

.

6

Εἰ μὲν γὰρ τοῖς θεοῖς οὕτω φίλον ὥστε παρέχεσθαί τε ἅμα καὶ ἀφαιρεῖσθαι (τοῦτο γὰρ ἤδη πάλαι τε πέπονθα γεννη‐
θείσης καὶ πάσχω τὸ παρὸν εὑρεθείσης) οὐκ ἔχω λέγειν96 in vol. 3
5ὑμῖν δὲ καταλείπω σκοπεῖν, οὐδ’ εἴπερ ἣν ἐξῴκισαν τῆς ἐνεγκούσης ἐπὶ πέρατα γῆς ἔσχατα αὖθις δὲ θαυματουρ‐ γοῦντες ἐν αἰχμαλώτῳ τῇ τύχῃ φέροντες ἐνεχείρισαν, ταύ‐ την αὑτοῖς πάλιν ἱερουργουμένην προσδέξονται.
Aeth
.

10

.

16

.

7

Καὶ ἣν ὡς πολεμίαν οὐκ ἀνεῖλον καὶ αἰχμάλωτον γενομένην οὐκ ἐλυμηνάμην, ταύτην θυγατέρα φανεῖσαν ἐναγίζειν, ὡς καὶ ὑμῖν ὄντος κατὰ βούλησιν τοῦ πράγματος, οὐχ
5ὑπερθήσομαι οὐδὲ πείσομαι ὃ καὶ ἄλλῳ πάσχοντι πατρὶ συγγνωστὸν ἴσως ἂν ἦν οὐδὲ ὀκλάσω οὐδὲ εἰς ἱκεσίαν τρέ‐ ψομαι συγγνώμην δοῦναι καὶ ἀφοσιώσασθαι τὸ παρὸν πρὸς τὸν νόμον, τῇ φύσει πλέον καὶ τοῖς ἐκ ταύτης πάθεσι προσθεμένους, ὡς ἐξὸν καὶ ἑτέρῳ τρόπῳ θεραπεύειν τὸ
10θεῖον.
Aeth
.

10

.

16

.

8

Ἀλλ’ ὅσῳ συμπάσχοντες ἡμῖν οὐ λελήθατε καὶ ὡς ἴδια τὰ ἡμέτερα πάθη περιαλγοῦντες, τοσούτῳ κἀμοὶ προτιμότερα τὰ ὑμέτερα ὀλίγον μὲν τῆς ἀκληρίας λόγον ποιουμένῳ ὀλίγον δὲ τῆς ἀθλίας ταυτησὶ Περσίννης κατ‐
5οδυρομένης, πρωτοτόκου τε ἅμα καὶ ἀγόνου καθισταμένης· ὥστε, εἰ δοκεῖ, παύσασθε μὲν δακρύοντες καὶ ἡμᾶς κατοικ‐ τιζόμενοι μάτην, τῆς δὲ ἱερουργίας ἐχώμεθα.
Aeth
.

10

.

16

.

9

Σὺ δὲ ὦ θύγατερ (πρῶτα γάρ σε καὶ ὕστατα τὸ ποθητὸν ὄνομα
τοῦτο προσφθέγγομαι), ὦ μάτην μὲν ὡραία μάτην δὲ ἀνευραμένη τοὺς γεννήσαντας, ὦ τῆς ἀλλοδαπῆς βαρυτέραν97 in vol. 3
5τὴν πατρίδα δυστυχήσασα, ὦ σωτηριώδους μὲν τῆς ξένης ἐπ’ ὀλέθρῳ δὲ πειρωμένη τῆς ἐνεγκούσης, μή μοι σύγχει τὸν θυμὸν ὀδυρομένη, ἀλλὰ τὸ ἀνδρεῖον ἐκεῖνό σου φρό‐ νημα καὶ βασίλειον νῦν εἴπερ ποτὲ καὶ πρότερον ἐπιδείκ‐ νυσο·
Aeth
.

10

.

16

.

10

καὶ ἕπου τῷ γεννήσαντι, νυμφοστολῆσαι μὲν οὐ δυνηθέντι οὐδὲ ἐπὶ παστάδας καὶ θαλάμους ἀγαγόντι, πρὸς δὲ θυσίαν κοσμοῦντι καὶ δᾷδας οὐ γαμηλίους ἀλλ’ ἐπιβω‐ μίους ἅπτοντι καὶ τὴν ἄμαχον ταυτηνὶ τοῦ κάλλους ἀκμὴν
5ἀνθ’ ἱερείων προσάγοντι. Ὑμεῖς δὲ ἱλήκοιτε ὦ θεοὶ τῶν εἰρημένων [καὶ] εἰ δή τι πρὸς τοῦ πάθους νικώμενος οὐκ εὐαγὲς ἐφθεγξάμην ὁ τέκνον ὁμοῦ καλεσάμενος καὶ τεκ‐ νοκτόνος γινόμενος.»
8
Aeth
.

10

.

17

.

1

Καὶ ταῦτα εἰπὼν ὁ μὲν ἐπέβαλλε τῇ Χαρικλείᾳ τὰς χεῖρας, ἄγειν μὲν ἐπὶ τοὺς βωμοὺς καὶ τὴν ἐπ’ αὐτῶν πυρκαϊὰν ἐνδεικνύμενος πλείονι δὲ αὐτὸς πυρὶ τῷ πάθε τὴν καρδίαν σμυχόμενος καὶ τὴν ἐπιτυχίαν τῶν ἐνηδρευ‐
5μένων τῇ δημηγορίᾳ λόγων ἀπευχόμενος. Τὸ δὲ πλῆθος τῶν Αἰθιόπων ἐσείσθη πρὸς τὰ εἰρημένα καὶ οὐδὲ πρὸς βραχὺ τῆς Χαρικλείας ἀγομένης ἀνασχόμενοι μέγα τι καὶ ἀθρόον ἐξέκραγον «Σῷζε τὴν κόρην» ἀναβοῶντες, «σῷζε τὸ βασίλειον αἷμα, σῷζε τὴν ὑπὸ θεῶν σωθεῖσαν· ἔχομεν
10τὴν χάριν· πεπλήρωται ἡμῖν τὸ νόμιμον.
Aeth
.

10

.

17

.

2

Ἐγνωρίσαμέν 〈σε〉 ὡς βασιλέα· γνώριζε καὶ σὺ σαυτὸν ὡς πατέρα. Ἱλή‐ κοιεν οἱ θεοὶ τῆς δοκούσης παρανομίας. Πλέον παρανομή‐ σομεν ἀνθιστάμενοι τοῖς ἐκείνων βουλήμασι· μηδεὶς ἀναι‐
98 in vol. 3
5ρείτω τὴν ὑπ’ ἐκείνων περισωθεῖσαν. Ὁ τοῦ δήμου πατὴρ, γίνου καὶ κατ’ οἶκον πατήρ.» Καὶ μυρίας ἐπὶ τούτοις καὶ ὁμοίας φωνὰς ἱέντες τέλος καὶ ἔργῳ τὸ κωλύειν ἐπε‐ δείκνυντο προιστάμενοί τε καὶ ἀνθιστάμενοι καὶ διὰ τῶν ἄλλων θυσιῶν ἱλάσκεσθαι τὸ θεῖον αἰτοῦντες.
Aeth
.

10

.

17

.

3

Ὁ δὲ Ὑδάσπης ἑκών τε καὶ χαίρων προσίετο τὴν ἧτταν, τὴν εὐκτὴν ταυτηνὶ βίαν αὐθαίρετος ὑπομένων καὶ τοὺς δήμους ἐπαλλήλοις ταῖς ἐκβοήσεσι χρονιώτερον ἐντρυφῶντας καὶ
5ταῖς εὐφημίαις ἀγερωχότερον ἐπισκιρτῶντας ὁρῶν τούτοις μὲν ἐμφορηθῆναι τῆς ἡδονῆς ἐνεδίδου, κατασταλῆναί ποτε πρὸς ἡσυχίαν ἑκόντας ἀναμένων.
7
Aeth
.

10

.

18

.

1

Αὐτὸς δὲ πλησιαίτερον τῇ Χαρικλείᾳ παρα‐ στάς, «Ὦ φιλτάτη» ἔλεγεν, «ἐμὴν μὲν εἶναί σε θυγατέρα τά τε γνωρίσματα ἐμήνυσε καὶ ὁ σοφὸς Σισιμίθρης ἐμαρτύ‐ ρησε καὶ τὸ τῶν θεῶν εὐμενὲς πρὸ πάντων ἀνέδειξεν·
5ἀλλ’ οὑτοσὶ τίς ποτέ ἐστιν, ὁ σοὶ μὲν ἅμα συλληφθεὶς καὶ εἰς τὰς ἐπινικίους σπονδὰς τοῖς θεοῖς φυλαχθείς, νυνί τε τοῖς βωμοῖς εἰς τὴν ἱερουργίαν προσιδρυμένος;
Aeth
.

10

.

18

.

2

Ἢ πῶς αὐτὸν ἀδελφὸν ὠνόμαζες ὅτε μοι τὸ πρῶτον κατὰ τὴν Συήνην προσήχθητε; οὐ γὰρ δήπου καὶ οὗτος ἡμέτε‐
ρος υἱὸς εὑρεθήσεται· ἅπαξ γὰρ Περσίννα καὶ σὲ μόνην99 in vol. 3
5ἐκυοφόρησε.» Καὶ ἡ Χαρίκλεια σὺν ἐρυθήματι κατανεύ‐ σασα «Τὸν μὲν ἀδελφὸν ἐψευσάμην» ἔφη «τῆς χρείας τὸ πλάσμα συνθείσης· ὅστις δέ ἐστιν ἀληθῶς αὐτὸς ἂν λέγοι βέλτιον, ἀνήρ τε γάρ ἐστιν ἐμοῦ τε τῆς γυναικὸς εὐθαρσέστερον ἐξαγορεύειν οὐκ αἰσχυνθήσεται.»
Aeth
.

10

.

18

.

3

Καὶ ὁ Ὑδάσπης μὴ συλλαβὼν τὸν νοῦν τῶν εἰρημένων «Σύγ‐ γνωθι» ἔφη «θυγάτριον κατερυθριάσασα δι’ ἡμᾶς παρθε‐ νικῆς αἰδοῦς ἀνοίκειον πεῦσιν ὑπὲρ νεανίου σοι προσαγα‐
5γόντας. Ἀλλὰ σὺ μὲν κατὰ τὴν σκηνὴν ἅμα τῇ μητρὶ κάθησο ἐνευφραίνεσθαί τέ σοι παρέχουσα, πλέον ἢ ὅτε σε ἔτικτεν ὠδινούσῃ τὴν ἐπὶ σοὶ τὸ παρὸν ἀπόλαυσιν, καὶ τοῖς κατὰ σαυτὴν διηγήμασι παρηγοροῦσα. Ἡμῖν δὲ τῶν ἱερείων μελήσει, τῆς ἀντὶ σοῦ σφαγιασθησομένης ἅμα τῷ
10νεανίᾳ παντοίως εἴ τινα εὕροιμεν ἀνταξίαν ἐπιλεχθείσης.»
10
Aeth
.

10

.

19

.

1

Καὶ ἡ Χαρίκλεια μικροῦ μὲν καὶ ἐξωλόλυξε πρὸς τὴν δήλωσιν τῆς τοῦ Θεαγένους σφαγῆς ἐκτραχυν‐ θεῖσα· μόγις δ’ οὖν τὸ συμφέρον τιθεμένη καὶ πρὸς τὸ ἐκμανὲν τοῦ πάθους διὰ τὸ χρειῶδες ἐγκαρτερῆσαι βιασα‐
5μένη πάλιν ὑφεῖρπε τὸν σκοπὸν καὶ «Ὦ δέσποτα» ἔλε‐ γεν «ἀλλ’ οὐδὲ κόρην μὲν ἴσως ἔτι ἐχρῆν σε ἐπιζητεῖν, ἅπαξ τοῦ δήμου τὸ ἱερεῖον τὸ θῆλυ δι’ ἐμοῦ συγχωρήσαν‐ τος.
Aeth
.

10

.

19

.

2

Εἰ δ’ οὖν προσφιλονεικοίη τις ἄρτιον καὶ ἐξ ἑκατέρου γένους ἐπιτελεῖσθαι τὴν ἱερουργίαν, ὥρα σοι μὴ κόρην μόνον ἀλλὰ καὶ νεανίαν ἄλλον ἐπιζητεῖν, ἢ μὴ τοῦτο ποιοῦντα μηδὲ κόρην ἄλλην ἀλλ’ ἐμὲ πάλιν σφαγιάζειν.»
100 in vol. 3
5Τοῦ δὲ «Εὐφήμησον» εἰπόντος καὶ τὴν αἰτίαν διότι τοῦτο λέγοι πυνθανομένου, «Ὅτι» ἔφη «ἐμοὶ καὶ ζῶντι συζῆν καὶ θνῄσκοντι συντεθνάναι τῷ ἀνδρὶ τῷδε πρὸς τοῦ δαιμονίου καθείμαρται.»
8
Aeth
.

10

.

20

.

1

Πρὸς ταῦτα ὁ Ὑδάσπης, οὔπω τῶν ὄντων ἐπή‐ βολος γινόμενος, «Ἐπαινῶ μέν σε τῆς φιλανθρωπίας, ὦ θύγατερ» ἔφη, «ξένον Ἕλληνα καὶ ἥλικα καὶ συναιχμά‐ λωτον καὶ συνήθειαν πρός σε τὴν ἐκ τῆς ἐκδημίας κεκτη‐
5μένον χρηστῶς κατελεοῦσαν καὶ περισῴζειν ἐπινοοῦσαν, ἀλλ’ οὐκ ἔστιν ὅπως ἂν ἐκεῖνος ἐξαιρεθείη τῆς ἱερουργίας· ἄλλως τε γὰρ οὐκ εὐαγὲς παντάπασι περιγραφῆναι τὸ πάτριον τῆς τῶν ἐπινικίων θυσίας, καὶ ἅμα οὐδ’ ἂν ὁ δῆ‐ μος ἀνάσχοιτο, μόλις καὶ πρὸς τὴν ἐπὶ σοὶ συγχώρησιν
10θεῶν εὐμενείᾳ κινηθείς.»
Aeth
.

10

.

20

.

2

Ἡ δὴ οὖν Χαρίκλεια «Ὦ βασιλεῦ» ἔφη, «πατέρα γάρ σε καλεῖν τάχα οὐκ ἐγγίνεται, εἰ μὲν δὴ θεῶν εὐμενείᾳ σῶμα τοὐμὸν περισέσωσται, τῆς αὐτῆς ἂν γένοιτο εὐμενείας καὶ τὴν ἐμὴν ἐμοὶ περισῶσαι
5ψυχήν, ἣν ἀληθῶς εἶναί μοι ψυχὴν ἐπικλώσαντες ἴσασιν. Εἰ δὲ τοῦτο ἀβούλητον Μοίραις εὑρίσκοιτο καὶ δεήσει πάν‐ τως τὰ ἱερεῖα κοσμῆσαι σφαγιασθέντα τὸν ξένον, ἓν γοῦν
μοι χαρίσασθαι νεῦσον· αὐτήν με κέλευσον αὐτουργῆσαι τὸ θῦμα καὶ τὸ ξίφος ὡς κειμήλιον δεξαμένην περίβλεπτον101 in vol. 3
10ἐπ’ ἀνδρείᾳ παρ’ Αἰθίοψιν ἀναδειχθῆναι.»
10
Aeth
.

10

.

21

.

1

Διαταραχθεὶς δὲ πρὸς ταῦτα ὁ Ὑδάσπης «Ἀλλ’ οὐ συνίημι μὲν» ἔφη «τὴν πρὸς ἐναντία σου τῆς γνώμης μεταβολήν, ἀρτίως μὲν ὑπερασπίζειν τοῦ ξένου πειρωμέ‐ νης νυνὶ δὲ ὡς πολεμίου τινὸς αὐτόχειρα γενέσθαι παρα‐
5καλούσης.
Aeth
.

10

.

21

.

2

Ἀλλ’ οὐδὲ σεμνόν τι καὶ ἐπίδοξον, ὅσα γε πρὸς σὲ καὶ τὴν σὴν ἡλικίαν, ἐνορῶ τῇ πράξει· καὶ τού‐ του δὲ ὄντος τὸ δυνατὸν οὐκ ἔστι· μόνοις γὰρ τοῖς ἱερω‐ μένοις τῷ τε Ἡλίῳ καὶ τῇ Σεληναίᾳ πρὸς τῶν πατρίων
5ἀποκεκλήρωται ἥδε ἡ πρᾶξις, καὶ τούτοις οὐ τοῖς τυχοῦ‐ σιν ἀλλὰ τοῦ μὲν γυναικὶ τῆς δὲ ἀνδρὶ συνοικούσης· ὥστε ἡ κατά σε παρθενία κωλύει τὴν οὐκ οἶδ’ ὅπως γινομένην αἴτησιν.»
Aeth
.

10

.

21

.

3

«Ἀλλὰ τούτου γε ἕνεκεν οὐδὲν ἐμπόδιον» ἔφη ἡ Χαρίκλεια, λάθρα καὶ παρὰ τὸ οὖς τῇ Περσίννῃ προσκύψασα· «ἔστι γὰρ κἀμοί, μῆτερ, ὁ τὸ ὄνομα τοῦτο πληρῶν, εἰ καὶ ὑμεῖς βουληθείητε.» «Βουλησόμεθα»
5εἶπεν ἡ Περσίννα μειδιάσασα «καὶ αὐτίκα μάλα ἐκδώσο‐ μεν, θεῶν νευόντων, σοῦ τε καὶ ἡμῶν ἄξιον ἐπιλεξάμε‐ νοι.» Καὶ ἡ Χαρίκλεια γεγωνότερον «Οὐδὲν δεῖ ἐπιλέ‐ γειν» ἔφη «τὸν ὄντα ἤδη.»
8
Aeth
.

10

.

22

.

1

Καὶ λέγειν τι φανερώτερον μελλούσης (τολμᾶν γὰρ τὸ κατεπεῖγον καὶ τὴν αἰδῶ τὴν παρθένιον παρορᾶν
τὸ ἐν ὀφθαλμοῖς ὁρώμενον τοῦ κινδύνου τῷ Θεαγένει κατη‐ νάγκαζεν), οὐκέτι κατασχὼν ὁ Ὑδάσπης «Ὦ θεοί» ἔφη,102 in vol. 3
5«ὡς κακὰ τοῖς καλοῖς ἐοίκατε μιγνύναι καὶ τὴν ἀπ’ ἐλπί‐ δος μοι δωρηθεῖσαν πρὸς ὑμῶν εὐδαιμονίαν τὸ μέρος κωλύειν, θυγατέρα μὲν ἀπροσδόκητον ἀλλὰ παράφρονά πως ἀναδείξαντες.
Aeth
.

10

.

22

.

2

Πῶς γὰρ οὐ παραπλῆγος τὸ νόημα τῆς ἀλλόκοτα ῥήματα προιεμένης; Ἀδελφὸν ὠνόμαζε τὸν μὴ ὄντα· τὸν ὄντα ὅστις ἐστὶν ὁ ξένος ἐρωτωμένη ἀγνοεῖν ἔλεγεν. Αὖθις ἐζήτει περισῴζεσθαι ὡς φίλον τὸν ἀγνοού‐
5μενον· ἀδύνατον εἶναι μαθοῦσα τὴν αἴτησιν αὐτὴ κατα‐ θύειν ὡσανεὶ πολεμιώτατον ἱκέτευε.
Aeth
.

10

.

22

.

3

Καὶ τοῦτο ὡς οὐ θεμιτὸν λεγόντων, μιᾷ μόνῃ καὶ ταύτῃ ὑπάνδρῳ τῆς τοιᾶσδε θυσίας καθωσιωμένης, ἄνδρα ἔχειν ἐμφαίνει τὸ τίνα οὐ προστιθεῖσα· πῶς γὰρ τόν γε μηδὲ ὄντα μηδὲ γεγε‐
5νῆσθαι αὐτῇ διὰ τῆς ἐσχάρας ἀποδειχθέντα; εἰ μὴ ἄρα παρὰ ταύτῃ μόνῃ ψεύδεται μὲν τὸ παρ’ Αἰθίοψιν ἀψευδὲς τῶν καθαρευόντων πειρατήριον καὶ ἐπιβᾶσαν ἄφλεκτον ἀποπέμπεται καὶ παρθενεύειν νόθως χαρίζεται· μόνῃ δὲ ἔξεστι φίλους καὶ πολεμίους τοὺς αὐτοὺς ἐν ἀκαρεῖ κατα‐
10λέγειν, ἀδελφοὺς δὲ καὶ ἄνδρας τοὺς μὴ ὄντας ἀναπλάτ‐ τειν.
Aeth
.

10

.

22

.

4

Ὥστε, ὦ γύναι, σὺ μὲν εἰς τὴν σκηνὴν εἴσιθι καὶ ταύτην κατάστελλε πρὸς τὸ νηφάλιον εἴτε ὑπό του θεῶν τοῖς ἱερείοις ἐπιφοιτήσαντος ἐκβακχευομένην εἴτε καὶ δι’ ὑπερβολὴν χαρᾶς τῶν ἀνελπίστως εὐτυχηθέντων
5τὸν νοῦν παραφερομένην.
Aeth
.

10

.

22

.

5

Ἐγὼ δὲ τὴν ὀφείλουσαν τοῖς θεοῖς ἀντὶ τῆσδε σφαγιασθῆναι καὶ ζητεῖν καὶ ἀνευρεῖν
τινι προστάξας, ἕως ἂν τοῦτο γίνηται, εἰς τὸ χρηματίσαι ταῖς ἐκ τῶν ἐθνῶν ἡκούσαις πρεσβείαις καὶ δῶρα τὰ ἐπὶ103 in vol. 3
5τοῖς ἐπινικίοις προσκομιζόμενα παρ’ αὐτῶν ὑποδέξασθαι τρέψομαι.»
Aeth
.

10

.

22

.

6

Καὶ ταῦτα εἰπὼν τῆς τε σκηνῆς πλησίον ἐφ’ ὑψηλοῦ προκαθίσας ἥκειν τοὺς πρεσβευτάς, καὶ εἴ τινα ἐπικομίζοιντο δῶρα προσάγειν, ἐκέλευεν. Ὁ δὴ οὖν εἰσαγ‐ γελεὺς Ἑρμωνίας εἰ πάντας ἅμα ἢ ἐν μέρει καὶ ἔθνους
5ἑκάστου κεκριμένως καὶ ἰδίᾳ προσάγειν κελεύοι διηρώτα.
5
Aeth
.

10

.

23

.

1

Τοῦ δὲ ἐν τάξει καὶ διῃρημένως εἰπόντος, ὡς ἂν καὶ τῆς πρὸς ἀξίαν ἕκαστος μεταλαμβάνοι τιμῆς, πάλιν ὁ εἰσαγγελεὺς «Οὐκοῦν» ἔφη «ὦ βασιλεῦ, πρῶτος ἀδελφοῦ τοῦ σοῦ παῖς ἥξει Μερόηβος, ἀρτίως μὲν ἥκων,
5ἀπαγγελθῆναι δὲ ἑαυτὸν πρὸ τῆς παρεμβολῆς ἀναμένων.»
Aeth
.

10

.

23

.

2

«Εἶτα, ὦ νωθέστατε καὶ ἠλίθιε» πρὸς αὐτὸν ὁ Ὑδάσ‐ πης, «οὐ παραχρῆμα ἐμήνυες, οὐ πρεσβευτὴν ἀλλὰ βασι‐ λέα τὸν ἀφιγμένον ἐπιστάμενος καὶ τοῦτον ἀδελφοῦ παῖδα τοῦ ἐμοῦ τελευτήσαντος μὲν οὐ πρὸ πολλοῦ πρὸς ἐμοῦ δὲ
5εἰς τὸν ἐκείνου θρόνον ἐνιδρυθέντα καὶ ἀντὶ παιδὸς ἐμοὶ γινόμενον;»
Aeth
.

10

.

23

.

3

«Ἐγίνωσκον ταῦτα» εἶπεν «ὦ δέσ‐ ποτα» ὁ Ἑρμωνίας· «ἀλλὰ καιροῦ στοχάζεσθαι πρὸ πάν‐ των ἐγίνωσκον, πράγματος τοῖς εἰσαγγελεῦσιν, εἴπερ τινὸς ἄλλου, δεομένου προνοίας. Σύγγνωθι οὖν εἰ πρὸς τὰς βασι‐
5λίδας σε κοινολογούμενον ἀπασχολῆσαι τῶν ἡδίστων ἐφυ‐ λαξάμην.» «Ἀλλὰ νῦν γοῦν ἡκέτω» τοῦ βασιλέως εἰπόν‐ τος, ἀπέτρεχέ τε ὁ προσταχθεὶς καὶ αὐτίκα ἐπανῄει μετὰ τοῦ προστάγματος.
Aeth
.

10

.

23

.

4

Καὶ ὤφθη ὁ Μερόηβος, ἀξιοπρε‐
πές τι νεανίου χρῆμα, τὴν μὲν ἡλικίαν ἄρτι τὸν μείρακα παραλλάττων, δεκάδα ἐτῶν πρὸς ἑβδομάδι πληρῶν, μεγέθει δὲ τοὺς παρόντας σχεδὸν ἅπαντας ὑπερκύπτων, λαμπροῦ104 in vol. 3
5μὲν δορυφορήματος ὑπασπιστῶν προπομπεύοντος, τοῦ δὲ περιεστῶτος Αἰθιοπικοῦ στρατοῦ θαυμασμῷ τε ἅμα καὶ σεβασμῷ πρὸς τὸ ἀκώλυτον τὴν πάροδον διαστέλλοντος.
7
Aeth
.

10

.

24

.

1

Οὐ μὴν οὐδὲ ὁ Ὑδάσπης ἐπὶ τῆς καθέδρας ἐκαρτέρησεν, ἀλλ’ ὑπήντα τε καὶ μετὰ πατρικῆς τῆς φιλο‐ φροσύνης περιπτυξάμενος πλησίον τε ἑαυτοῦ καθίδρυσε καὶ τὴν δεξιὰν ἐμβαλὼν «Εἰς καιρὸν ἥκεις» ἔλεγεν «ὦ
5παῖ, τά τε ἐπινίκια συνεορτάσων καὶ τὰ γαμήλια θύσων· οἱ γὰρ πατρῷοι καὶ γενεάρχαι θεοί τε καὶ ἥρωες ἡμῖν μὲν θυγατέρα σοὶ δὲ νύμφην, ὡς ἔοικεν, ἐξευρήκασιν·
Aeth
.

10

.

24

.

2

Ἀλλὰ τῶν τελειοτέρων αὖθις ἀκουσόμενος, εἴ τί με βούλει χρηματίσαι τῷ ἔθνει τῆς ὑπὸ σοὶ βασιλείας ἀνάγ‐ γελλε.» Ὁ δὴ Μερόηβος πρὸς τὴν ἀκοὴν τῆς νύμφης ὑφ’ ἡδονῆς τε ἅμα καὶ αἰδοῦς οὐδὲ ἐν μελαίνῃ τῇ χροιᾷ
5διέλαθε φοινιχθείς, οἱονεὶ πυρὸς αἰθάλην τοῦ ἐρυθήματος ἐπιδραμόντος.
Aeth
.

10

.

24

.

3

Καὶ μικρὸν ἐφησυχάσας «Οἱ μὲν ἄλ‐ λοι» ἔφη «ὦ πάτερ, τῶν ἡκόντων πρέσβεων τοῖς ἐκ τῆς ἑαυτῶν ἐξαιρέτοις ἕκαστος τὴν σὴν περίβλεπτον νίκην στέφοντες ξενιοῦσιν· ἐγὼ δὲ σὲ τὸν ἐν πολέμοις γεννάδαν τε
5καὶ ἀριστέα διαφανέντα προσφόρως τε καὶ ἀπὸ τῶν ὁμοίων
δωρήσασθαι δικαιώσας, ἄνδρα σοι προσκομίζω πολέμων μὲν καὶ αἱμάτων ἀθλητὴν ἀνανταγώνιστον πάλην δὲ καὶ πυγ‐ μὴν τὴν ἐν κόνει καὶ σταδίοις ἀνυπόστατον.» Καὶ ἅμα νεύσας ἥκειν ὑπεδείκνυ τὸν ἄνδρα.105 in vol. 3
9
Aeth
.

10

.

25

.

1

Καὶ ὃς προσελθὼν εἰς μέσους προσεκύνει τὸν Ὑδάσπην, τοσοῦτός τις τὸ μέγεθος καὶ οὕτως ὠγύγιος ἄνθρωπος ὥστε τὸ γόνυ τοῦ βασιλέως φιλῶν μικροῦ φανῆ‐ ναι τοῖς ἐφ’ ὑψηλοῦ προκαθημένοις ἐξισούμενος. Καὶ μηδὲ
5τὸ κελευσθῆναι ἀναμείνας, τὴν ἐσθῆτα ἀποδὺς γυμνὸς εἱστήκει, πάντα τὸν βουλόμενον ὅπλων τε καὶ γυμνῶν χει‐ ρῶν εἰς ἅμιλλαν προκαλούμενος. Ὡς δὲ οὐδεὶς παρῄει πολ‐ λάκις διὰ κήρυκος τοῦ βασιλέως προτρεψαμένου «Δοθήσε‐ ταί σοι» ἔφη «καὶ παρ’ ἡμῶν» ὁ Ὑδάσπης «ἰσοστάσιον
10τὸ ἔπαθλον.»
Aeth
.

10

.

25

.

2

Καὶ εἰπὼν ἐλέφαντα πολυετῆ καὶ παμ‐ μεγέθη προσκομισθῆναι αὐτῷ προσέταττεν. Ὡς δὲ ἤχθη τὸ ζῷον, ὁ μὲν ὑπεδέχετο ἄσμενος, ὁ δῆμος δὲ ἀθρόον ἐξεκάγχασε, τῷ ἀστεϊσμῷ τοῦ βασιλέως ἡσθέντες καὶ τὴν
5δόξασαν αὑτῶν ὑποκατάκλισιν τῷ ἐπιτωθασμῷ τῆς κατ’ ἐκεῖνον μεγαλαυχίας παρηγορηθέντες. Μετὰ τοῦτον οἱ Σηρῶν προσήγοντο πρεσβευταί, τῶν παρ’ αὐτοῖς ἀραχνίων νήματά τε καὶ ὑφάσματα τὴν μὲν φοινικοβαφῆ τὴν δὲ λευ‐ κοτάτην ἐσθῆτα προσκομίζοντες.
9
Aeth
.

10

.

26

.

1

Καὶ τούτων τῶν δώρων ὑποδεχθέντων καὶ
ἀφεθῆναι αὐτοῖς τῶν πάλαι τινὰς ἐν δεσμωτηρίῳ κατακρί‐ των ἀξιωσάντων ἐπινεύσαντος τοῦ βασιλέως οἱ Ἀράβων τῶν εὐδαιμόνων προσῄεσαν [καὶ] φύλλου τε τοῦ θυώδους106 in vol. 3
5καὶ κασίας καὶ κινναμώμου καὶ τῶν ἄλλων οἷς ἡ Ἀραβία γῆ μυρίζεται, ἐκ πολλῶν ταλάντων ἑκάστου, τὸν τόπον εὐω‐ δίας ἐμπλήσαντες.
Aeth
.

10

.

26

.

2

Παρῄεσαν μετὰ τούτους οἱ ἐκ τῆς Τρωγλοδυτικῆς, χρυσόν τε τὸν μυρμηκίαν καὶ γρυπῶν ξυν‐ ωρίδα χρυσαῖς ἁλύσεσιν ἡνιοχουμένην προσκομίζοντες. Ἐπὶ τούτοις ἡ Βλεμμύων παρῄει πρεσβεία, τόξα τε καὶ
5βελῶν ἀκίδας ἐκ δρακοντείων ὀστῶν εἰς στέφανον διαπλέ‐ ξασα καὶ «Ταῦτά σοι» ἔλεγον «ὦ βασιλεῦ, τὰ παρ’ ἡμῶν δῶρα, πλούτου μὲν τοῦ παρὰ τῶν ἄλλων λειπόμενα, παρὰ δὲ τὸν ποταμὸν ὑπὸ σοὶ μάρτυρι κατὰ Περσῶν εὐδοκιμή‐ σαντα.»
Aeth
.

10

.

26

.

3

«Πολυτελέστερα μὲν οὖν» ἔφη ὁ Ὑδάσπης «τῶν πολυταλάντων ξενίων, ἅ γε καὶ τὰ ἄλλα νυνί μοι προσκομίζεσθαι γέγονεν αἴτια.» Καὶ ἅμα εἴ τι βούλοιντο ἐπαγγέλλειν ἐπέτρεπε, καὶ μειωθῆναι αὐτοῖς ἐκ τῶν φόρων
5αἰτησάντων, τὸ σύμπαν εἰς δεκάδα ἐτῶν ἀφῆκε.
5
Aeth
.

10

.

27

.

1

Καὶ πάντων σχεδὸν τῶν κατὰ πρεσβείαν ἀφιγμένων ὀφθέντων καὶ τοῖς ἴσοις ἑκάστους καὶ φιλοτιμο‐ τέροις τοὺς πλείστους ἀμειψαμένου τοῦ βασιλέως, τελευ‐
ταῖοι παρῆσαν οἱ Αὐξωμιτῶν πρεσβευταί, φόρου μὲν οὐκ107 in vol. 3
5ὄντες ὑποτελεῖς, φίλιοι δὲ ἄλλως καὶ ὑπόσπονδοι, καὶ τὸ ἐπὶ τοῖς κατωρθωμένοις εὐμενὲς ἐνδεικνύμενοι δῶρα καὶ οὗτοι προσῆγον ἄλλα τε καὶ δὴ καὶ ζῴου τινὸς εἶδος ἀλλο‐ κότου τε ἅμα καὶ θαυμασίου τὴν φύσιν, μέγεθος μὲν εἰς καμήλου μέτρον ὑψούμενον χροιὰν δὲ καὶ δορὰν παρδάλεως
10φολίσιν ἀνθηραῖς ἐστιγμένον.
Aeth
.

10

.

27

.

2

Ἦν δὲ αὐτῷ τὰ μὲν ὀπίσθια καὶ μετὰ κενεῶνας χαμαίζηλά τε καὶ λεοντώδη, τὰ δὲ ὠμιαῖα καὶ πόδες πρόσθιοι καὶ στέρνα πέρα τοῦ ἀνα‐ λόγου τῶν ἄλλων μελῶν ἐξανιστάμενα· λεπτὸς ὁ αὐχὴν καὶ
5ἐκ μεγάλου τοῦ λοιποῦ σώματος εἰς κύκνειον φάρυγγα μηκυνόμενος· ἡ κεφαλὴ τὸ μὲν εἶδος καμηλίζουσα τὸ μέγε‐ θος δὲ στρουθοῦ Λιβύσσης εἰς διπλάσιον ὀλίγου ὑπερφέ‐ ρουσα καὶ ὀφθαλμοὺς ὑπογεγραμμένους βλοσυρῶς σοβοῦσα.
Aeth
.

10

.

27

.

3

Παρήλλακτο καὶ τὸ βάδισμα χερσαίου τε ζῴου καὶ ἐνύ‐ δρου παντὸς ὑπεναντίως σαλευόμενον, τῶν σκελῶν οὐκ ἐναλλὰξ ἑκατέρου καὶ παρὰ μέρος ἐπιβαίνοντος, ἀλλ’ ἰδίᾳ μὲν τοῖν δυοῖν καὶ ἅμα τῶν ἐν δεξιᾷ χωρὶς δὲ καὶ ζυγηδὸν
5τῶν εὐωνύμων σὺν ἑκατέρᾳ τῇ ἐπαιωρουμένῃ πλευρᾷ μετα‐ τιθεμένων. Ὁλκὸν δὲ οὕτω τὴν κίνησιν καὶ τίθασον τὴν ἕξιν ὥστε ὑπὸ λεπτῆς μηρίνθου τῇ κορυφῇ περιελιχθείσης ἄγεσθαι πρὸς τοῦ θηροκόμου, καθάπερ ἀφύκτῳ δεσμῷ τῷ ἐκείνου βουλήματι ὁδηγούμενον.
Aeth
.

10

.

27

.

4

Τοῦτο φανὲν τὸ ζῷον τὸ μὲν πλῆθος ἅπαν ἐξέπληξε, καὶ ὄνομα τὸ εἶδος ἐλάμ‐ βανεν ἐκ τῶν ἐπικρατεστέρων τοῦ σώματος, αὐτοσχεδίως πρὸς τοῦ δήμου καμηλοπάρδαλις κατηγορηθέν· ταράχου γε
5μὴν τὴν πανήγυριν ἐνέπλησε.108 in vol. 3
Aeth
.

10

.

28

.

1

Γίνεται γάρ τι τοιοῦτο. Τῷ βωμῷ τῆς μὲν Σεληναίας παρειστήκει ταύρων ξυνωρὶς τῷ δὲ τοῦ Ἡλίου τέτρωρον ἵππων λευκῶν εἰς τὴν ἱερουργίαν ηὐτρεπισμέ‐ νων.
Aeth
.

10

.

28

.

2

Ξένου δὲ καὶ ἀήθους καὶ τότε πρῶτον ἀλλοκότου ζῴου φανέντος οἱονεὶ πρὸς φάσμα διαταραχθέντες, πτοίας τε ἐνεπίμπλαντο καὶ τῶν κατεχόντων τὰ δεσμὰ σπαρά‐ ξαντες τῶν τε ταύρων ἅτερος (ὁ μόνος, ὡς ἐῴκει, τὸ
5θηρίον κατωπτευκώς) καὶ δύο τῶν ἵππων εἰς φυγὴν ἀκα‐ τάσχετον ὥρμησαν, διεκπεσεῖν μὲν τὸν περίβολον τοῦ στρατοῦ μὴ δυνάμενοι πυκνῷ τῷ συνασπισμῷ τῶν ὁπλιτῶν εἰς κύκλον τετειχισμένον, φερόμενοι δὲ ἀτάκτως καὶ τὸ μεσεῦον ἅπαν δρόμοις σεσοβημένοις ἐξελίττοντες τό τε
10προστυχὸν ἅπαν εἴτε σκεῦος εἴτε ζῷον ἀνατρέποντες·
Aeth
.

10

.

28

.

3

ὥστε καὶ βοὴν αἴρεσθαι συμμιγῆ πρὸς τὸ γινόμενον, τὴν μὲν ὑπὸ δέους οἷς προσπελάσειαν, τὴν δὲ ὑφ’ ἡδονῆς οἷς καθ’ ἑτέρους ἐναλλόμενοι τέρψιν τε καὶ γέλωτα τὴν τῶν ὑποπιπτόντων συντριβὴν παρεῖχον. Ἐφ’ οἷς οὐδὲ ἡ
5Περσίννα καὶ ἡ Χαρίκλεια μένειν ἐφ’ ἡσυχίας κατὰ τὴν σκηνὴν ἐκαρτέρησαν, ἀλλὰ τὸ παραπέτασμα μικρὸν παρα‐ στείλασαι θεωροὶ τῶν δρωμένων ἐγίνοντο.
Aeth
.

10

.

28

.

4

Ἐνταῦθα ὁ Θεαγένης, εἴτ’ οὖν οἴκοθεν ἀνδρείῳ τῷ λήματι κινούμενος εἴτε καὶ ἔκ του θεῶν ὁρμῇ χρησάμενος, τούς τε παρεστῶ‐ τας αὐτῷ φύλακας πρὸς τῆς καταλαβούσης ταραχῆς διε‐
5σκεδασμένους θεασάμενος ὠρθώθη τε ἀθρόον, εἰς γόνυ πρὸς
τοῖς βωμοῖς πρότερον ὀκλάζων καὶ τὴν ὅσον οὐδέπω σφα‐ γὴν ἀναμένων, καὶ σχίζαν τῶν ἐπικειμένων τοῖς βωμοῖς ἀναρπάζει, καὶ τῶν οὐ διαδράντων ἵππων ἑνὸς λαβόμενος τοῖς τε νώτοις ἐφίπταται καὶ τῶν αὐχενίων τριχῶν ἐπι‐109 in vol. 3
10δραξάμενος καὶ ὅσα χαλινῷ τῇ χαίτῃ χρώμενος μυωπίζει τε τῇ πτέρνῃ τὸν ἵππον καὶ ἀντὶ μάστιγος τῇ σχίζῃ συνε‐ χῶς ἐπισπέρχων ἐπὶ τὸν διαδράντα τῶν ταύρων ἤλαυνε.
Aeth
.

10

.

28

.

5

Τὰ μὲν δὴ πρῶτα φυγὴν εἶναι τοῦ Θεαγένους τὸ γινό‐ μενον οἱ παρόντες ὑπελάμβανον καὶ σὺν βοῇ μὴ συγχωρεῖν διεξελάσαι τὸ ὁπλιτικὸν ἕρκος τῷ πλησίον ἕκαστος ἐνεκε‐ λεύετο· προϊόντος δὲ τοῦ ἐγχειρήματος ὅτι μὴ ἀποδειλίασις
5ἦν μηδὲ ἀπόδρασις τοῦ σφαγιασθῆναι μετεδιδάσκοντο.
Aeth
.

10

.

28

.

6

Καταλαβὼν γὰρ ὡς ὅτι τάχιστα τὸν ταῦρον ἐπ’ ὀλίγον μὲν κατ’ οὐρὰν ἤλαυνεν, ὑπονύττων τε ἅμα καὶ εἰς ὀξύτε‐ ρον δρόμον τὸν βοῦν ἐρεθίζων· καὶ ὅποι δὴ καὶ ὁρμήσειε τρεπομένῳ συνεφείπετο τὰς ἐπιστροφάς τε καὶ ἐμβολὰς
5πεφυλαγμένως ἐκκλίνων.
5
Aeth
.

10

.

29

.

1

Ὡς δὲ εἰς συνήθειαν τῆς τε ὄψεως τῆς ἑαυ‐ τοῦ καὶ τῆς πράξεως ἐνεβίβασεν, ἀντίπλευρος ἤδη παρίπ‐ πευε χρωτί τε χρωτὸς ἐπιψαύων καὶ ἱππείῳ ταύρειον ἄσθμα καὶ ἱδρῶτα κεραννύων καὶ τὸν δρόμον οὕτως ὁμό‐
5ταχον ῥυθμίζων ὡς καὶ συμφυεῖς εἶναι τὰς κορυφὰς τῶν ζῴων τοὺς πορρωτέρω φαντάζεσθαι καὶ τὸν Θεαγένην λαμ‐ πρῶς ἐκθειάζειν ξένην τινὰ ταύτην ἱπποταύρου ξυνωρίδα ζευξάμενον.
Aeth
.

10

.

29

.

2

Τὸ μὲν δὴ πλῆθος ἐν τούτοις ἦν· ἡ Χαρί‐ κλεια δὲ ὁρῶσα τρόμῳ καὶ παλμῷ συνείχετο, τό τε ἐγχεί‐ ρημα ὅ τι καὶ βούλοιτο διαποροῦσα καὶ εἴ τι σφάλμα συμ‐ βαίη τὴν ἐκείνου τρῶσιν ὡς ἰδίαν σφαγὴν ὑπεραγωνιῶσα·
110 in vol. 3
5ὥστε μηδὲ τὴν Περσίνναν λαθεῖν, ἀλλ’ «Ὦ τέκνον» εἰ‐ πεῖν, «τί μοι πέπονθας; προκινδυνεύειν ἔοικας τοῦ ξένου.
Aeth
.

10

.

29

.

3

Πάσχω μέν τι καὶ αὐτὴ καὶ οἰκτείρω τῆς νεό‐ τητος· διαδρᾶναί γε μὴν τὸν κίνδυνον εὔχομαι καὶ φυλαχ‐ θῆναι τοῖς ἱεροῖς, ὡς ἂν μὴ παντάπασιν ἀτέλεστα ἡμῖν τὰ πρὸς τοὺς θεοὺς ἐγκαταλειφθείη.» Καὶ ἡ Χαρίκλεια «Γε‐
5λοῖον» ἔφη «τὸ εὔχεσθαι μὴ ἀποθανεῖν ἵνα ἀποθάνῃ. Ἀλλ’ εἰ ἄρα σοι δυνατόν, ὦ μῆτερ, περίσῳζε τὸν ἄνδρα ἐμοὶ χαριζομένη.»
Aeth
.

10

.

29

.

4

Καὶ ἡ Περσίννα, πρόφασιν οὐ τὴν οὖσαν ἀλλ’ ἐρωτικὴν ἄλλως ὑποτοπήσασα, «Οὐ δυνατὸν μὲν» ἔφη «τὸ περισῴζειν· ὅμως δ’ οὖν τίς σοι κοινωνία πρὸς τὸν ἄνδρα δι’ ἣν οὕτως ὑπερφροντίζεις θαρροῦσα ὡς
5πρὸς μητέρα λοιπὸν ἐξαγόρευε· κἄν τι νεώτερον 〈ᾖ〉 κίνημα κἂν παρθενίᾳ μὴ πρέπον, ἡ μητρῴα φύσις τὸ θυγατρὸς καὶ τὸ θῆλυ συμπαθὲς τὸ πταῖσμα τὸ γυναικεῖον οἶδεν ἐπισκιάζειν.»
Aeth
.

10

.

29

.

5

Ἐπιδακρύσασα οὖν ἐπὶ πλεῖστον ἡ Χαρίκλεια «Καὶ τοῦτο» ἔφη «δυστυχῶ πρὸς τοῖς ἄλλοις ὅτι καὶ τοῖς συνετοῖς ἀσύνετα φθέγγομαι καὶ λέγουσα τὰς ἑαυτῆς συμφορὰς οὔπω λέγειν νομίζομαι· πρὸς γυμνὴν δὲ
5λοιπὸν καὶ ἀπαρακάλυπτον χωρεῖν τὴν ἐμαυτῆς κατηγο‐
ρίαν ἀναγκάζομαι.»111 in vol. 3
Aeth
.

10

.

30

.

1

Ταῦτα εἶπε, καὶ βουλομένη τὰ ὄντα ἀνακαλύπ‐ τειν αὖθις ἐξεκρούσθη βοῆς πολυηχεστάτης πρὸς τοῦ πλή‐ θους ἀρθείσης. Ὁ γὰρ δὴ Θεαγένης [εἰς] ὅσον εἶχε τάχους ἐφεὶς τῷ ἵππῳ χρήσασθαι καὶ προφθάσαντα μικρὸν τὰ
5στέρνα τῇ κεφαλῇ τοῦ ταύρου παρισῶσαι, τὸν μὲν ἄνετον φέρεσθαι μεθίησι μεθαλάμενος,
Aeth
.

10

.

30

.

2

ἐπιρρίπτει δὲ ἑαυτὸν τῷ αὐχένι τοῦ ταύρου καὶ τοῖς κέρασι τὸ ἑαυτοῦ πρόσωπον κατὰ τὸ μεταίχμιον ἐνιδρύσας τοὺς πήχεις δὲ οἱονεὶ στε‐ φάνην περιθεὶς καὶ εἰς ἅμμα κατὰ τοῦ ταυρείου μετώπου
5τοὺς δακτύλους ἐπιπλέξας τό τε ὑπόλοιπον ἑαυτοῦ σῶμα παρ’ ὦμον τοῦ βοὸς τὸν δεξιὸν μετέωρον καθείς, ἐκκρεμὴς ἐφέρετο, πρὸς βραχὺ μὲν τοῖς ταυρείοις ἅλμασιν ἀναπαλ‐ λόμενος.
Aeth
.

10

.

30

.

3

Ὡς δὲ ἀγχόμενον ἤδη πρὸς τοῦ ὄγκου καὶ χαλῶντα τοῦ ἄγαν τόνου τοὺς τένοντας ᾔσθετο καὶ καθ’ ὃ μέρος ὁ Ὑδάσπης προὐκαθέζετο περιελθόντα, παραφέρει μὲν εἰς τοὔμπροσθεν καὶ προβάλλει τῶν ἐκείνου σκελῶν
5τοὺς ἑαυτοῦ πόδας, ταῖς χηλαῖς δὲ συνεχῶς ἐναράττων τὴν βάσιν ἐνήδρευεν.
Aeth
.

10

.

30

.

4

Ὁ δὲ τὴν ῥύμην τοῦ δρόμου παραποδιζόμενος καὶ τῷ σθένει τοῦ νεανίου βριθόμενος τά τε γόνατα ὑποσκελίζεται καὶ ἀθρόον ἐπὶ κεφαλὴν σφενδο‐ νηθεὶς κύμβαχός τε ἐπ’ ὤμους καὶ νῶτα ῥιπισθεὶς ἥπλωτο
5ὕπτιος ἐπὶ πλεῖστον, τῶν μὲν κεράτων τῇ γῇ προσπεπηγό‐ των καὶ εἰς τὸ ἀκίνητον τῆς κεφαλῆς ῥιζωθέντων, τῶν
σκελῶν δὲ ἄπρακτα σκαιρόντων καὶ εἰς κενὸν ἀερονομούν‐ των καὶ τὴν ἧτταν ἀλυόντων.112 in vol. 3
Aeth
.

10

.

30

.

5

Ἐπέκειτο δὲ ὁ Θεαγέ‐ νης, ταῖν χεροῖν τὴν λαιὰν μόνην εἰς τὸ ἐπερείδειν ἀπασ‐ χολῶν, τὴν δεξιὰν δὲ εἰς τὸν οὐρανὸν ἀνέχων καὶ συνεχὲς ἐπισείων εἴς τε τὸν Ὑδάσπην καὶ τὸ ἄλλο πλῆθος ἱλαρὸν
5ἀπέβλεπε, τῷ μειδιάματι πρὸς τὸ συνήδεσθαι δεξιούμενος καὶ τῷ μυκηθμῷ τοῦ ταύρου καθάπερ σάλπιγγι τὸ ἐπινίκιον ἀνακηρυττόμενος. Ἀντήχει δὲ καὶ ἡ τοῦ δήμου βοή, τρα‐ νὸν μὲν οὐδὲν εἰς τὸν ἔπαινον διαρθροῦσα, κεχηνόσι δὲ ἐπὶ πολὺ τοῖς στόμασιν ἐξ ἀρτηρίας μόνης τὸ θαῦμα ἐξε‐
10φώνει, χρόνιόν τε καὶ ὁμότονον εἰς οὐρανὸν παραπέμ‐ πουσα.
Aeth
.

10

.

30

.

6

Κελεύσαντος οὖν τοῦ βασιλέως ὑπηρέται προσ‐ δραμόντες οἱ μὲν τὸν Θεαγένην προσῆγον ἀναστήσαντες οἱ δὲ τοῦ ταύρου τοῖς κέρασι καλωδίου βρόχον ἐπιβαλόντες εἷλκόν τε κατηφιῶντα καὶ τοῖς βωμοῖς αὖθις τοῦτόν τε
5καὶ τὸν ἵππον συλλαβόντες προσεδέσμευον.
Aeth
.

10

.

30

.

7

Καὶ τοῦ Ὑδάσπου μέλλοντός τι πρὸς τὸν Θεαγένην λέγειν τε καὶ πράττειν ὁ δῆμος ἅμα μὲν ἡσθεὶς τῷ νέῳ καὶ ἐξ οὗπερ τὸ πρῶτον ὤφθη προσπαθών, ἅμα δὲ καὶ τῆς ἰσχύος ἐκπλα‐
5γείς, πλέον δέ τι καὶ πρὸς τὸν Αἰθίοπα, τὸν ἀθλητὴν τὸν Μεροήβου, ζηλοτυπίᾳ δηχθείς, «Οὗτος τῷ Μεροήβου ζευγνύσθω» πάντες ὁμοθυμαδὸν ἀνεβόησαν. «Ὁ τὸν ἐλέ‐ φαντα λαβὼν τῷ τὸν ταῦρον ἑλόντι διαγωνιζέσθω» συνε‐ χὲς ἐξεφώνουν.
Aeth
.

10

.

30

.

8

Καὶ ἐπὶ πλεῖστον ἐγκειμένων ἐπέ‐ νευσέ τε ὁ Ὑδάσπης καὶ ἤγετο εἰς μέσους ὁ Αἰθίοψ, ὑπέρ‐ οπτόν τι καὶ σοβαρὸν περισκοπῶν ὁλκά τε βαίνων καὶ πλατυνομένοις ἐναλλὰξ τοῖς ἀγκῶσι τοὺς πήχεις ὑποσοβῶν.
113 in vol. 3
4
Aeth
.

10

.

31

.

1

Κἀπειδὴ τοῦ συνεδρίου πλησίον ἐγεγόνει, πρὸς τὸν Θεαγένην βλέψας ὁ Ὑδάσπης καὶ ἑλληνίζων «Ὦ ξένε» ἔφη «τούτῳ σε χρὴ διαγωνίσασθαι· ὁ δῆμος κε‐ λεύουσι.» «Γινέσθω τὸ δοκοῦν» ὁ Θεαγένης ἀπεκρίνατο.
5«Ἀλλὰ τίς ὁ τρόπος τῆς ἀγωνίας;» «Πάλης» εἶπεν ὁ Ὑδάσπης. Καὶ ὃς «Τί δὲ οὐχὶ καὶ ξιφήρης καὶ ἔνοπλος, ἵνα τι ῥέξας ἢ παθὼν ἐκπλήσσω Χαρίκλειαν, τὴν σιωπᾶν εἰς δεῦρο τὰ καθ’ ἡμᾶς καρτεροῦσαν, ἢ καὶ εἰς τέλος, ὡς ἔοικεν, ἡμῶν ἀπεγνωκυῖαν;»
Aeth
.

10

.

31

.

2

Καὶ ὁ Ὑδάσπης «Τί μὲν βούλεταί σοι» εἶπε «τὸ παραπλέκειν ὄνομα Χαρι‐ κλείας αὐτὸς ἂν γινώσκοις· παλαίειν δ’ οὖν σε καὶ οὐ ξιφήρη πυκτεύειν χρεών· αἷμα γὰρ ἐκχεόμενον ὀφθῆναι
5πρὸ τοῦ καιροῦ τῆς θυσίας οὐ θεμιτόν.» Συνεὶς οὖν ὁ Θεαγένης ὅτι δέδοικεν ὁ Ὑδάσπης μὴ προαναιρεθῇ τῆς θυσίας «Εὖ ποιεῖς» ἔφη «τοῖς θεοῖς με φυλάττων, οἷς καὶ μελήσει περὶ ἡμῶν.»
Aeth
.

10

.

31

.

3

Καὶ ἅμα κόνιν ἀνελόμενος καὶ ὤμοις τε καὶ πήχεσιν ἔτι πρὸς τῆς βοηλασίας ἱδρῶτι
νενοτισμένοις ἐπιχεάμενος τήν τε μὴ προσιζήσασαν ἀπο‐ σεισάμενος, προβάλλει τε ἐκτάδην τὼ χεῖρε καὶ τοῖν ποδοῖν114 in vol. 3
5τὴν βάσιν εἰς τὸ ἑδραῖον διερεισάμενος τήν τε ἰγνὺν σιμώ‐ σας καὶ ὤμους καὶ μετάφρενα γυρώσας καὶ τὸν αὐχένα μικρὸν ἐπικλίνας τό τε ὅλον σῶμα σφηκώσας εἱστήκει τὰς λαβὰς τῶν παλαισμάτων ὠδίνων.
Aeth
.

10

.

31

.

4

Ὁ δὲ Αἰθίοψ ἐνορῶν ἐμειδία τε σεσηρὸς καὶ εἰρωνικοῖς τοῖς νεύμασιν ἐκφαυλί‐ ζειν ἐῴκει τὸν ἀντίπαλον· ἀθρόον τε ἐπιδραμὼν τόν τε πῆχυν τῷ αὐχένι τοῦ Θεαγένους ὥσπερ τινὰ μοχλὸν ἐπα‐
5ράσσει καὶ βόμβου πρὸς τῆς πληγῆς ἐξακουσθέντος αὖθις ἐθρύπτετο καὶ ἐπεγέλα βλακῶδες.
Aeth
.

10

.

31

.

5

Ὁ δὲ Θεαγένης, οἷα δὴ γυμνασίων ἀνὴρ καὶ ἀλοιφῆς ἐκ νέων ἀσκητὴς τήν τε ἐναγώνιον Ἑρμοῦ τέχνην ἠκριβωκώς, εἴκειν τὰ πρῶτα ἔγνω καὶ ἀπόπειραν τῆς ἀντιθέτου δυνάμεως λαβὼν πρὸς
5μὲν ὄγκον οὕτω πελώριον καὶ θηριωδῶς τραχυνόμενον μὴ ὁμόσε χωρεῖν, ἐμπειρίᾳ δὲ τὴν ἄγροικον ἰσχὺν κατασοφί‐ σασθαι.
Aeth
.

10

.

31

.

6

Αὐτίκα γοῦν ὀλίγον ὅσον ἐκ τῆς πληγῆς κρα‐ δανθείς, πλέον ἢ ὡς εἶχεν ἀλγεῖν ἐσκήπτετο καὶ τοῦ αὐχέ‐ νος θάτερον μέρος ἔκδοτον εἰς τὸ παίεσθαι προὐβάλλετο. καὶ τοῦ Αἰθίοπος αὖθις πλήξαντος συνενδοὺς τῇ πληγῇ
5μικροῦ καὶ καταφέρεσθαι ἐπὶ πρόσωπον ἐσχηματίζετο.
5
Aeth
.

10

.

32

.

1

Ὡς δὲ καταγνοὺς καὶ ἀποθαρσήσας ὁ Αἰθίοψ ἀφυλάκτως ἤδη τὸ τρίτον ἐπεφέρετο καὶ τὸν πῆχυν αὖθις
ἀνατείνας κατασείσειν ἔμελλεν, ὑπεισῆλθέ τε ἀθρόον ὁ Θεαγένης κεκυφώς, τὴν καταφορὰν ἐκκλίνας, πήχει τε115 in vol. 3
5τῷ δεξιῷ τὸν ἐκείνου λαιὸν βραχίονα προσαναστείλας ἐρρί‐ πισέ τε τὸν ἀντίπαλον, ἅμα τι καὶ τῇ καταφορᾷ τῆς ἰδίας αὐτοῦ χειρὸς εἰς κενὸν ἐνεχθείσης πρὸς τὸ ἔδαφος ἐπι‐ σπασθέντα, καὶ ὑπὸ τὴν μασχάλην ἀναδὺς τοῖς τε νώτοις περιεχεῖτο,
Aeth
.

10

.

32

.

2

καὶ παχεῖαν τὴν γαστέρα χαλεπῶς ταῖς χερσὶ διαζώσας τὴν βάσιν τε κατὰ τὰ σφυρὰ καὶ ἀστρα‐ γάλους τῇ πτέρνῃ σφοδρῶς τε καὶ ἐπαλλήλως ἐκμοχλεύσας εἰς γόνυ τε ὀκλάσαι βιασάμενος ἀμφιβαίνει τοῖς ποσὶ καὶ
5τοῖς κατὰ τοὺς βουβῶνας τὰ σκέλη καταπείρας τούς τε καρποὺς οἷς ἐπερειδόμενος ὁ Αἰθίοψ ἀνεῖχε τὰ στέρνα ἐκκρουσάμενος καὶ τοῖς κροτάφοις εἰς ἅμμα τοὺς πήχεις περιαγαγὼν ἐπί τε τὰ μετάφρενα καὶ ὤμους ἀνέλκων ἐφα‐ πλῶσαι τῇ γῇ τὴν γαστέρα κατηνάγκασε.
Aeth
.

10

.

32

.

3

Μιᾶς δὴ οὖν βοῆς ἐπὶ τούτοις καὶ γεγωνοτέρας ἢ τὸ πρότερον ὑπὸ τοῦ πλήθους ἀρθείσης, οὐδὲ ὁ βασιλεὺς ἐκαρτέρησεν ἀλλ’ ἀνή‐ λατό τε τοῦ θρόνου καὶ «Ὢ τῆς ἀνάγκης» ἔλεγεν· «οἷον
5ἄνδρα καταθύειν ὑπὸ τοῦ νόμου πρόκειται.» Καὶ ἅμα προσ‐ καλεσάμενος «Ὦ νεανία» πρὸς αὐτὸν ἔφη, «στεφανω‐ θῆναι μέν σε καὶ ἐπὶ ταῖς θυσίαις, ὡς ἔθος, ἀπόκειται· στεφανοῦ δ’ οὖν καὶ νῦν τὴν ἐπίδοξον μὲν ταύτην ἀνόνη‐ τον δέ σοι καὶ ἐφήμερον νίκην.
Aeth
.

10

.

32

.

4

Κἀπειδή μοι τοῦ προ‐ κειμένου καὶ βουλομένῳ ῥύσασθαί σε οὐ δυνατόν, ὅσα γοῦν
ἐφεῖται παρέξομαι· καὶ εἴ τι γινώσκεις ἔτι σε ζῶντα ἧσαι δυνάμενον αἴτησον.» Καὶ ἅμα λέγων χρυσοῦν τε καὶ λιθο‐116 in vol. 3
5κόλλητον τῷ Θεαγένει στέφανον ἐπέθηκε, καί τι καὶ ἐπι‐ δακρύων οὐκ ἐλάνθανεν. Ὁ δὴ Θεαγένης «Οὐκοῦν αἰτήσω» ἔφη, «καὶ δέομαι δὸς ὑποσχόμενος· εἰ τὸ διαδρᾶναί με τὴν ἱερουργίαν πάντως ἀνέφικτον, χειρὶ γοῦν τῆς εὑρημένης σοι νυνὶ θυγατρὸς κέλευε.»
9
Aeth
.

10

.

33

.

1

Δηχθεὶς δὴ πρὸς τὸ εἰρημένον ὁ Ὑδάσπης καὶ πρὸς τὸ ὅμοιον τῆς Χαρικλείου παρακλήσεως τὸν νοῦν ἀναπέμπων, οὐ δοκιμάζων δὲ ἐν συνέχοντι τῷ καιρῷ τὸ ἀκριβὲς ἀνιχνεύειν, «Τὰ δυνατὰ» εἶπεν, «ὦ ξένε, καὶ
5αἰτεῖν ἐπέτρεψα καὶ δώσειν ἐπένευσα· γεγαμῆσθαι οὖν χρὴ τὴν σφαγιάζουσαν, οὐ παρθενεύειν· ὁ νόμος διαγορεύει.» «Ἀλλ’ ἔχει ἄνδρα καὶ αὐτὴ» πρὸς αὐτὸν ὁ Θεαγένης.
Aeth
.

10

.

33

.

2

«Φληναφοῦντος» εἶπεν ὁ Ὑδάσπης «καὶ τῷ ὄντι θανατῶντος οἱ λόγοι. Γάμου καὶ ἀνδρὸς ὁμιλίας ἀπείρατον τὴν κόρην ἡ ἐσχάρα διέδειξε· πλὴν εἰ μὴ Μερόηβον ἄνδρα τουτονὶ λέγεις οὐκ οἶδ’ ὅθεν ἐγνωκώς, οὔπω μὲν ἄνδρα νυμ‐
5φίον δὲ πρὸς ἐμοῦ μόνον ὠνομασμένον.» «Ἀλλ’ οὐδὲ ἐσόμενον πρόσθες» εἶπεν ὁ Θεαγένης, «εἴ τι ἐγὼ τοῦ Χαρικλείου φρονήματος ἐπῄσθημαι· κἀμοὶ ὡς θύματι μαν‐ τευομένῳ πιστεύειν ἔσται δίκαιον.»
Aeth
.

10

.

33

.

3

Πρὸς ταῦτα ὁ Μερόηβος «Ἀλλ’ οὐ ζῶντα» εἶπεν, «ὦ βέλτιστε, τὰ θύματα, σφαγιασθέντα δὲ καὶ ἀνατμηθέντα τὴν ἀπὸ τῶν σπλάγχνων σημείωσιν τοῖς μαντικοῖς ὑποδείκνυσιν· ὥστε
117 in vol. 3
5ὀρθῶς ἔλεγες, ὦ πάτερ, θανατῶντα παραφθέγγεσθαι τὸν ξένον. Ἀλλὰ τοῦτον μέν, εἰ κελεύοις, ἀγέτω τις ἐπὶ τοὺς βωμούς· σὺ δέ, εἴ τι λείπεται διοικησάμενος, ἔχου τῆς ἱερουργίας.»
Aeth
.

10

.

33

.

4

Καὶ ὁ μὲν Θεαγένης ἤγετο οἷ προστέ‐ τακτο· ἡ Χαρίκλεια δὲ ἐπὶ τῇ νίκῃ μικρὸν ἀναπνεύσασα καὶ τὰ βελτίονα ἐλπίσασα, πάλιν ἀγομένου πρὸς θρήνοις ἦν. Καὶ τῆς Περσίννης πολλὰ παρηγορούσης καὶ «Εἰκὸς
5σωθῆναι τὸν νέον, εἴ μοι καὶ τὰ λειπόμενα καὶ σαφέστερα τῶν κατὰ σαυτὴν ἐξαγορεύειν βούλοιο» λεγούσης, ἡ μὲν Χαρίκλεια βιασθεῖσα καὶ τὸν καιρὸν οὐκ ἐνδιδόντα ὑπέρ‐ θεσιν ὁρῶσα, πρὸς τὰ καιριώτερα τῶν διηγημάτων ὥρμησεν.
8
Aeth
.

10

.

34

.

1

Ὁ δὲ Ὑδάσπης εἴ τινες ὑπολείπονται τῶν πρεσβευσάντων τοῦ εἰσαγγελέως ἐπυνθάνετο. Ὁ δὲ Ἑρμω‐ νίας «Οἱ ἐκ Συήνης» ἔφη «μόνοι, βασιλεῦ, γράμματα μὲν Ὀροονδάτου καὶ ξένια κομίζοντες, ἄρτι δὲ καὶ πρὸ
5βραχέος ἐπελθόντες.» «Ἡκόντων οὖν καὶ οὗτοι» τοῦ Ὑδάσπου φήσαντος, παρῆσαν καὶ τὸ γράμμα ἐνεχείριζον.
Aeth
.

10

.

34

.

2

Καὶ ἀνειλήσας ἐπελέγετο, καὶ ἦν τοιόνδε· Βασιλεῖ φιλανθρώπῳ καὶ εὐδαίμονι τῷ Αἰθιόπων Ὑδάσπῃ Ὀροον‐
δάτης ὁ μεγάλου βασιλέως σατράπης. Εἰ νικῶν κατὰ τὴν μάχην πλέον γνώμῃ ἐνικήσας καί μοι σατραπείαν ὅλην ἑκὼν118 in vol. 3
5παρεχώρησας, οὐκ ἂν θαυμάσαιμι τὸ παρὸν εἰ βραχεῖαν αἴτησιν ἐπινεύσειας.
Aeth
.

10

.

34

.

3

Κόρη τις ἀγομένη πρός με ἀπὸ τῆς Μέμφεως τοῦ πολέμου γέγονε πάρεργον, καὶ ὅτι αἰχ‐ μάλωτος ἐκ σοῦ προστάγματος εἰς Αἰθιοπίαν ἐπέμφθη πρὸς τῶν σὺν αὐτῇ γεγονότων καὶ διαδράντων τὸν τότε κίνδυ‐
5νον ἐπυθόμην· ταύτην αἰτῶ λυθῆναί μοι καὶ δοθῆναί μοι δῶρον, ἐφιέμενος μὲν καὶ αὐτὸς τῆς παιδός, πλεὸν δὲ περι‐ ποιῆσαι τῷ πατρὶ βουλόμενος, πολλὴν ἀληθέντι γῆν καὶ κατὰ ζήτησιν τῆς θυγατρὸς ἐν Ἐλεφαντίνῃ τῷ φρουρίῳ κατὰ τὸν πόλεμον καταληφθέντι, καὶ ἐπισκοποῦντί μοι μετὰ ταῦτα
10τοὺς περισῳζομένους ὀφθέντι καὶ ἐκπεμφθῆναι πρὸς τὸ σὸν ἥμερον ἀξιώσαντι.
Aeth
.

10

.

34

.

4

Ἔχεις αὐτόθι μετὰ τῶν ἄλλων πρέσβεων τὸν ἄνδρα, ἱκανὸν μὲν ἐξ ἤθους τὴν εὐγένειαν ἐμφῆναι, ἱκανὸν δὲ καὶ ἐξ ὄψεως δυσωπῆσαι. Χαίροντά μοι τοῦτον, ὦ βασιλεῦ, ἀντίπεμψον, πατέρα μὴ μόνον
5ὀνομαζόμενον ἀλλὰ καὶ γεγενημένον.
Aeth
.

10

.

34

.

5

Ταῦτα ὡς ἀνέγ‐ νω, «Τίς οὖν τῶν παρόντων ὁ τὴν θυγατέρα ἐπιζητῶν;» ἠρώτησεν. Ὑποδειξάντων δέ τινα πρεσβύτην, «Ὦ ξένε» πρὸς αὐτὸν ἔφη «πάντα, αἰτοῦντος Ὀροονδάτου, ποιεῖν
5ἕτοιμος· ἀλλὰ δέκα μὲν ἀχθῆναι μόνας αἰχμαλώτους ἐκέ‐ λευσα νεάνιδας· μιᾶς δὲ τέως ὅτι μὴ ἔστι σὴ θυγάτηρ ἐπεγ‐ νωσμένης, τὰς ἄλλας ἐπισκόπησον καὶ γνωρίζων, εἰ εὕροις, λάμβανε.»
Aeth
.

10

.

34

.

6

Προκύψας ἐφίλει τοὺς πόδας ὁ πρεσβύτης. Καὶ ἀχθείσας τὰς κόρας ὡς ἐπισκοπῶν τὴν ἐπιζητουμένην
οὐχ ηὕρισκεν, αὖθις κατηφήσας «Ὦ βασιλεῦ, οὐδεμία τούτων ἐστίν» ἔλεγε. «Τὴν γνώμην» ἔφη ὁ Ὑδάσπης «τὴν119 in vol. 3
5ἐμὴν ἔχεις· μέμφου δὲ τὴν τύχην, εἰ τὴν ἐπιζητουμένην οὐχ εὑρίσκεις. Ὅτι γὰρ ἄλλη μήτε ἤχθη παρὰ ταύτας μήτε ἔστι κατὰ τὸ στρατόπεδον ἔξεστί σοι περισκοποῦντι πεισθῆναι.»
7
Aeth
.

10

.

35

.

1

Ῥαπίσας τὸ μέτωπον ὁ πρεσβύτης καὶ ἐπι‐ δακρύσας, ἀνανεύσας τε καὶ περιαθρῶν ἐν κύκλῳ τὸ πλῆ‐ θος, ἀθρόον ὥσπερ τις ἐμμανὴς ἐξέδραμε, καὶ τοῖς βωμοῖς προσελθὼν τοῦ τε τριβωνίου (τοῦτο γὰρ ἔτυχεν ἀμπεχόμε‐
5νος) τὸ κράσπεδον εἰς βρόχον περιειλήσας ἐπιβάλλει τε τῷ αὐχένι τοῦ Θεαγένους καὶ εἷλκεν ἐξάκουστον βοῶν, «Ἔχω σε, ὦ πολέμιε» λέγων «ἔχω σε, ὦ παλαμναῖε καὶ ἀλιτήριε.»
Aeth
.

10

.

35

.

2

Καὶ τῶν φρουρούντων ἀντέχειν καὶ ἀποσ‐ πᾶν βιαζομένων, ἀπρὶξ ἐχόμενος καὶ οἱονεὶ συμπεφυκὼς ἀγαγεῖν εἰς τὸ πρόσωπον τοῦ τε Ὑδάσπου καὶ τῶν συνέ‐ δρων ἐξενίκησε· καὶ «Ὦ βασιλεῦ» ἔλεγεν, «οὗτός ἐστιν
5ὁ τὴν ἐμὴν θυγατέρα συλαγωγήσας· οὗτος ὁ τὴν ἐμὴν οἰκίαν εἰς ἀπαιδίαν ἐρημώσας καὶ ἐκ μέσων τῶν τοῦ Πυθίου βωμῶν τὴν ἐμὴν ψυχὴν ἀναρπάσας καὶ νῦν ὡς εὐαγὴς τοῖς τῶν θεῶν βωμοῖς προσκαθήμενος.» Ἐσείσθη‐ σαν πρὸς τὰ γινόμενα σύμπαντες, τὰ μὲν ῥήματα οἱ συ‐
10νιέντες τὰ ὁρώμενα δὲ οἱ λοιποὶ θαυμάζοντες.
10
Aeth
.

10

.

36

.

1

Καὶ τοῦ Ὑδάσπου σαφέστερον λέγειν ὃ βού‐
λοιτο κελεύοντος, ὁ πρεσβύτης (ἦν δὲ ἄρα ὁ Χαρικλῆς) τὰ μὲν ἀληθέστερα τοῦ γένους τῆς Χαρικλείας ἀπέκρυπτε μή πη ἄρα καὶ κατὰ τὴν φυγὴν ἐκείνης τὴν ἄνω προαφανισ‐120 in vol. 3
5θείσης πόλεμον καθ’ ἑαυτοῦ πρὸς τῶν ἀληθῶς γεννησάν‐ των ἐπισπάσηται διευλαβούμενος, ἐξετίθετο δὲ ἐπιτέμνων ἃ μηδὲν ἔβλαπτε, καὶ ἔλεγεν·
Aeth
.

10

.

36

.

2

«Ἦν μοι θυγάτηρ, ὦ βασιλεῦ, τίς μὲν τὴν φρόνησιν καὶ οἵα τὸ εἶδος θεασάμενοι μόνον ἐπαξίως ἄν με λέγειν ἐπιστεύσατε· ἦν δ’ οὖν παρ‐ θενευομένη καὶ ζάκορος τῆς ἐν Δελφοῖς Ἀρτέμιδος.
Aeth
.

10

.

36

.

3

Ταύτην ὁ θαυμάσιος οὗτος, Θετταλὸς ὢν γένος καὶ εἰς Δελφοὺς τὴν ἐμὴν πόλιν ὥς τι πάτριον ἐπιτελέσων ἀρχι‐ θεωρὸς ἀφιγμένος, ἔλαθεν ἐκ τῶν ἀδύτων αὐτῶν τὴν κόρην ἀποσυλήσας, καὶ ἀδύτων τοῦ Ἀπόλλωνος· διὸ καὶ εἰς ὑμᾶς
5ἀσεβεῖν δικαίως ἂν νομισθείη, τὸν πάτριον ὑμῶν θεὸν Ἀπόλλωνα, τὸν αὐτὸν ὄντα καὶ Ἥλιον, καὶ τὸ ἐκείνου τέμενος βεβηλώσας.
Aeth
.

10

.

36

.

4

Συνεργοῦ δὲ αὐτῷ πρὸς τὴν ἐναγῆ ταύτην πρᾶξιν ψευδοπροφήτου τινὸς Μεμφίτου γεγονότος, ἐπειδὴ κατὰ τὴν Θετταλίαν μεταθέων καὶ παρὰ Οἰταίων ὄντων αὐτοῦ πολιτῶν ἐξαιτῶν οὐδαμῶς ηὕρισκον,
5ἔκδοτον ἐκείνων τουτονὶ καὶ εἰς σφαγήν, ὅπου ποτὲ ἂν εὑρίσκηται, ὡς ἀλάστορα παραχωρησάντων, ὁρμητήριον
εἶναι τῆς φυγῆς τὴν Καλασίριδος Μέμφιν εἰκάσας εἴς τε ταύτην ἀφικόμενος, καὶ τὸν μὲν Καλάσιριν, ὡς ἐχρῆν, τεθνηκότα καταλαβών, παρὰ Θυάμιδος δὲ τοῦ ἐκείνου παι‐121 in vol. 3
10δὸς ἅπαντα τὰ περὶ τὴν θυγατέρα ἐκδιδαχθείς, τά τε ἄλλα καὶ ὅτι πρὸς Ὀροονδάτην εἰς τὴν Συήνην ἐξαπέσταλτο,
Aeth
.

10

.

36

.

5

καὶ τοῦ μὲν Ὀροονδάτου κατὰ τὴν Συήνην ἀποτυχών (ἦλθον γὰρ κἀκεῖσε), κατὰ δὲ τὴν Ἐλεφαντίνην ὑπὸ τοῦ πολέμου καταληφθείς, ἥκω τὰ νῦν ἐνταῦθα καὶ γίνομαι ἱκέτης οὕτως ὡς ἡ ἐπιστολὴ διηγήσατο. Τὸν ἀποσυλήσαντα
5ἔχεις· τὴν θυγατέρα ἐπιζήτησον, ἐμὲ πολυτλήμονα ἄνθρω‐ πον εὐεργετῶν καὶ σαυτῷ χαριζόμενος, εἰ τὸν πρεσβεύοντα ὑπὲρ ἡμῶν σατράπην ὀφθείης αἰδούμενος.»
7
Aeth
.

10

.

37

.

1

Καὶ ὁ μὲν ἐσιώπησεν ἐπιθρηνῶν γοῶδες τοῖς εἰρημένοις. Ὁ δὲ Ὑδάσπης πρὸς τὸν Θεαγένην «Τί» ἔφη «πρὸς ταῦτα ἐρεῖς;» Ὁ δὲ «Ἀληθῆ» ἔφη «πάντα τὰ κατηγορηθέντα. Λῃστὴς ἐγὼ καὶ ἅρπαξ καὶ βίαιος καὶ
5ἄδικος περὶ τοῦτον, ἀλλ’ ὑμέτερος εὐεργέτης.»
Aeth
.

10

.

37

.

2

«Ἀπό‐ δος οὖν» ἔφη «τὴν ἀλλοτρίαν» ὁ Ὑδάσπης, «διὰ τὸ προκαθωσιῶσθαι τοῖς θεοῖς, τὴν ἐκ τῆς θυσίας ἐπίδοξον, οὐ τὴν ἐκ τῆς τιμωρίας ἔνδικον, σφαγὴν ὑφέξων.» «Ἀλλ’
5οὐχ ὁ ἀδικήσας» εἶπεν ὁ Θεαγένης, «ἀλλ’ ὁ τὸ ἀδίκημα ἔχων ἀποδιδόναι δίκαιος· ἔχεις δὲ αὐτός. Ἀπόδος, εἰ μὴ
σὴν θυγατέρα εἶναι Χαρίκλειαν καὶ οὗτος ὁμολογήσειεν.»122 in vol. 3
Aeth
.

10

.

37

.

3

Οὐκέτι καρτερεῖν οὐδεὶς ἠνέσχετο, ἀλλ’ ἅμα πάντων σύγχυσις ἐγίνετο. 〈Ὁ〉 Σισιμίθρης δὲ ἐπὶ πολὺ διαρκέσας καὶ πάλαι τὰ λεγόμενα καὶ πραττόμενα γνωρίζων, εἰς τὸ ἀκριβὲς δὲ περιελθεῖν τὰ φανερούμενα πρὸς τοῦ κρείττο‐
5νος ἀναμένων, προσέδραμέ τε καὶ τὸν Χαρικλέα περιε‐ πτύσσετο, καὶ «Σῴζεταί σοι ἡ νομισθεῖσα καὶ παρ’ ἡμῶν ἐγχειρισθεῖσά ποτε θυγάτηρ» ἔλεγε, «θυγάτηρ ἀληθῶς οὖσα καὶ εὑρεθεῖσα ὧν γινώσκεις.»
8
Aeth
.

10

.

38

.

1

Καὶ ἡ Χαρίκλεια τῆς σκηνῆς ἐξέδραμε καὶ πᾶσαν τὴν ἐκ φύσεώς τε καὶ ἡλικίας αἰδῶ παραγκωνισαμένη βάκχιόν τι καὶ ἐμμανὲς ἐφέρετο καὶ τοῖς γόνασι τοῦ Χαρικλέους προσπεσοῦσα «Ὦ πάτερ» ἔλεγεν, «ὦ τῶν
5φύντων οὐδὲν ἔλαττον ἐμοὶ σεβάσμιε, τιμώρησαι ὡς βούλει τὴν ἀθέμιτον ἐμὲ καὶ πατραλοίαν, κἂν εἰς βούλημά τις ἀναφέρῃ θεῶν κἂν εἰς διοίκησιν ἐκείνων τὰ δεδραμένα μὴ προσέχων.»
Aeth
.

10

.

38

.

2

Ἡ Περσίννα καθ’ ἕτερον μέρος τὸν Ὑδάσπην ἐνηγκαλίζετο, καὶ «Πάντα οὕτως ἔχειν, ἄνερ, πίστευε» πρὸς αὐτὸν ἔλεγε «καὶ νυμφίον εἶναι τοῦ θυγατρίου τὸν Ἕλληνα τουτονὶ νεανίαν ἀληθῶς γίνωσκε,
5ἄρτι μοι ταῦτα ἐκείνης καὶ μόλις ἐξαγορευσάσης.»
Aeth
.

10

.

38

.

3

Ὁ δῆμος ἑτέρωθεν σὺν εὐφήμοις ταῖς βοαῖς ἐξεχόρευε, πᾶσα ἡλικία καὶ τύχη συμφώνως τὰ γινόμενα θυμηδοῦντες, τὰ
μὲν πλεῖστα τῶν λεγομένων οὐ συνιέντες, τὰ ὄντα δὲ ἐκ123 in vol. 3
5τῶν προγεγονότων ἐπὶ τῇ Χαρικλείᾳ συμβάλλοντες, ἢ τάχα καὶ ἐξ ὁρμῆς θείας ἣ σύμπαντα ταῦτα ἐσκηνογράφησεν εἰς ὑπόνοιαν τῶν ἀληθῶν ἐλθόντες.
Aeth
.

10

.

38

.

4

Ὑφ’ ἧς καὶ τὰ ἐναντι‐ ώτατα πρὸς συμφωνίαν ἡρμόζετο, χαρᾶς καὶ λύπης συμπε‐ πλεγμένων, γέλωτι δακρύων κεραννυμένων, τῶν στυγνοτάτων εἰς ἑορτὴν μεταβαλλομένων, γελώντων ἅμα τῶν κλαιόντων
5καὶ χαιρόντων τῶν θρηνούντων, εὑρισκόντων οὓς μὴ ἐζήτουν καὶ ἀπολλύντων οὓς εὑρηκέναι ἐδόκουν, καὶ τέλος τῶν προσδοκηθέντων φόνων εἰς εὐαγεῖς θυσίας μεταβαλλομένων.
7
Aeth
.

10

.

39

.

1

Τοῦ γὰρ Ὑδάσπου πρὸς τὸν Σισιμίθρην «Τί χρὴ δρᾶν, ὦ σοφώτατε» εἰπόντος· «ἀρνεῖσθαι τὴν τῶν θεῶν θυσίαν οὐκ εὐσεβές, σφαγιάζειν τοὺς παρ’ αὐτῶν δωρηθέντας οὐκ εὐαγές· ἐπινοητέον ἡμῖν τὸ πρακτέον»,
5ὁ Σισιμίθρης, οὐχ ἑλληνίζων ἀλλ’ ὥστε καὶ πάντας ἐπαΐειν αἰθιοπίζων, «Ὦ βασιλεῦ» εἶπεν, «ἐπισκιάζονται, ὡς ἔοικεν, ὑπὸ τῆς ἄγαν χαρᾶς καὶ οἱ συνετώτατοι τῶν ἀνδρῶν.
Aeth
.

10

.

39

.

2

Σὲ γοῦν καὶ πάλαι συμβάλλειν ἐχρῆν ὅτι μὴ προσίενται οἱ θεοὶ τὴν εὐτρεπιζομένην θυσίαν, νῦν μὲν τὴν πανόλβιον Χαρίκλειαν ἐξ αὐτῶν σοι τῶν βωμῶν θυγατέρα ἀναδείξαντες καὶ τὸν ταύτης τροφέα, καθάπερ ἐκ μηχανῆς, ἐκ μέσης
5τῆς Ἑλλάδος ἐνταῦθα ἀναπέμψαντες, αὖθις τὴν πτοίαν καὶ τὸν τάραχον τοῖς προσβωμίοις ἵπποις τε καὶ βουσὶν ἐπιβαλόντες καὶ τὸ διακοπήσεσθαι τὰ τελεώτερα νομιζόμενα
τῶν ἱερείων συμβάλλειν παρέχοντες· νῦν τὴν κορωνίδα τῶν ἀγαθῶν καὶ ὥσπερ λαμπάδιον δράματος τὸν νυμφίον τῆς124 in vol. 3
10κόρης τουτονὶ τὸν ξένον νεανίαν ἀναφήναντες.
Aeth
.

10

.

39

.

3

Ἀλλ’ αἰσθανώμεθα τοῦ θείου θαυματουργήματος καὶ συνεργοὶ γινώμεθα τοῦ ἐκείνων βουλήματος καὶ ἐχώμεθα τῶν εὐαγεσ‐ τέρων ἱερείων, τὴν δι’ ἀνθρώπων θυσίαν καὶ εἰς τὸν ἑξῆς
5αἰῶνα περιγράψαντες.»
5
Aeth
.

10

.

40

.

1

Ταῦτα τοῦ Σισιμίθρου λαμπρῶς τε καὶ εἰς ἐπήκοον ἁπάντων ἐκβοήσαντος, ὁ Ὑδάσπης τὴν ἐγχώριον γλῶτταν καὶ αὐτὸς νῦν ἱείς, τῆς τε Χαρικλείας καὶ τοῦ Θεαγένους ἐπιδεδραγμένος, «Οὐκοῦν, ὦ παρόντες» ἔλεγε,
5«θεῶν νεύματι τούτων οὕτω διαπεπραγμένων τὸ ἀντιβαίνειν ἀθέμιτον·
Aeth
.

10

.

40

.

2

ὥστε ὑπὸ μάρτυσιν αὐτοῖς τε τοῖς ταῦτα ἐπικλώσασι καὶ ὑμῖν ἀκόλουθα ἐκείνοις φρονεῖν ἐνδεικνυ‐ μένοις ξυνωρίδα ταύτην γαμηλίοις νόμοις ἀναδείκνυμι καὶ συνεῖναι θεσμῷ παιδογονίας ἐφίημι. Καὶ εἰ δοκεῖ, βεβαιούτω
5τὰ δόξαντα ἡ θυσία καὶ πρὸς τὰ ἱερὰ τρεπώμεθα.»
5
Aeth
.

10

.

41

.

1

Τούτοις εἰρημένοις ἐπευφήμησεν ὁ στρατός, καὶ κρότον τῶν χειρῶν ὡς ἐπιτελουμένοις ἤδη τοῖς γάμοις ἐπεκτύπησαν. Καὶ πλησίασας τοῖς βωμοῖς ὁ Ὑδάσπης καὶ μέλλων ἀπάρχεσθαι τῶν ἱερείων «Ὦ δέσποτα» εἶπεν «Ἥλιε
5καὶ Σελήνη δέσποινα, εἰ μὲν δὴ ἀνὴρ καὶ γυνὴ Θεαγένης τε καὶ Χαρίκλεια βουλήμασιν ὑμετέροις ἀνεδείχθησαν, ἔξεστιν αὐτοῖς ἄρα καὶ ἱερατεύειν ὑμῖν.»
Aeth
.

10

.

41

.

2

Καὶ ταῦτα εἰπὼν τήν τε αὑτοῦ καὶ τὴν Περσίννης μίτραν, τὸ σύμβολον τῆς ἱερωσύνης, ἀφελών, τὴν μὲν τῷ Θεαγένει, τὴν αὑτοῦ, Χαρι‐ κλείᾳ δὲ τὴν Περσίννης ἐπιτίθησιν· οὗ γεγονότος ἐνθύμιον
125 in vol. 3
5τοῦ χρησμοῦ τοῦ ἐν Δελφοῖς ὁ Χαρικλῆς ἐλάμβανε καὶ τοῖς ἔργοις βεβαιούμενον τὸ πάλαι παρὰ τῶν θεῶν προαγορευθὲν ηὕρισκεν, ὃ τοὺς νέους ἔφραζεν ἐκ τῶν Δελφῶν διαδράντας
7
ἵξεσθ’ ἠελίου πρὸς χθόνα κυανέην,
Τῇ περ ἀριστοβίων μέγ’ ἀέθλιον ἐξάψονται
10Λευκὸν ἐπὶ κροτάφων στέμμα μελαινομένων.
10
Aeth
.

10

.

41

.

3

Στεφθέντες οὖν οἱ νέοι λευκαῖς ταῖς μίτραις, τήν τε ἱερωσύνην [ἅμα τῷ Ὑδάσπῃ] ἀναδησάμενοι καὶ τὴν θυσίαν αὐτοὶ καλλιερήσαντες, ὑπὸ λαμπάσιν ἡμμέναις, αὐλῶν τε καὶ συρίγγων μελῳδίαις, ἐφ’ ἅρματος ἵππων μὲν ὁ Θεαγένης
5ἅμα τῷ Ὑδάσπῃ (ὁ Σισιμίθρης δὲ καθ’ ἕτερον ἅμα τῷ Χαρικλεῖ), βοῶν δὲ λευκῶν ἡ Χαρίκλεια ἅμα τῇ Περσίννῃ, σὺν εὐφημίαις καὶ κρότοις καὶ χοροῖς ἐπὶ τὴν Μερόην παρεπέμποντο, τῶν ἐπὶ τῷ γάμῳ μυστικωτέρων κατὰ τὸ ἄστυ φαιδρότερον τελεσθησομένων.
Aeth
.

10

.

41

.

4

Τοιόνδε πέρας ἔσχε τὸ σύνταγμα τῶν περὶ Θεαγένην καὶ Χαρίκλειαν Αἰθιοπικῶν· ὃ συνέταξεν ἀνὴρ Φοῖνιξ Ἐμισηνός, τῶν ἀφ’
Ἡλίου γένος, Θεοδοσίου παῖς Ἡλιόδωρος.126 in vol. 3