TLG 0656 001 :: DIOSCORIDES PEDANIUS :: De materia medica DIOSCORIDES PEDANIUS Med., Dioscurides Pedianus Cf. et Pseudo–DIOSCORIDES Med. (1118) De materia medica
Cf. et 0656 003 Citation: Book — chapter — section — (line) | ||
1t1 | ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ | |
1Pr1 | Πολλῶν οὐ μόνον ἀρχαίων ἀλλὰ καὶ νέων συνταξαμένων περὶ τῆς τῶν φαρμάκων σκευασίας τε καὶ δυνάμεως καὶ δοκιμα‐ σίας, φίλτατε Ἄρειε, πειράσομαι παραστῆσαί σοι μὴ κενὴν μηδὲ ἄλογον ὁρμὴν ἐσχηκέναι με πρὸς τήνδε τὴν πραγματείαν διὰ τὸ | |
5 | τοὺς μὲν αὐτῶν μὴ τετελειωκέναι, τοὺς δὲ ἐξ ἱστορίας τὰ πλεῖστα ἀναγράψαι. Ἰόλλας μὲν γὰρ ὁ Βιθυνὸς καὶ Ἡρακλείδης ὁ Ταραντῖνος ἐπ’ ὀλίγον ἥψαντο τῆς αὐτῆς πραγματείας τὴν βοτανικὴν παντελῶς ἐάσαντες παράδοσιν, οὐ μὴν οὐδὲ τῶν μεταλλικῶν ἢ ἀρωμάτων πάντων ἐμνημόνευσαν. Κρατεύας | |
---|---|---|
10 | δὲ ὁ ῥιζοτόμος καὶ Ἀνδρέας ὁ ἰατρός—οὗτοι γὰρ δοκοῦσιν ἀκριβέστερον τῶν λοιπῶν περὶ τοῦτο τὸ μέρος ἀνεστράφθαι— πολλὰς ῥίζας εὐχρηστοτάτας καί τινας βοτάνας ἀπαρασημειώ‐ | |
1Pr2 | τους εἴασαν. πλὴν τοῖς μὲν ἀρχαίοις μαρτυρητέον μετὰ τῆς ὀλιγότητος τῶν παραδοθέντων καὶ τὴν ἀκρίβειαν προσπαραλα‐ βοῦσι, τοῖς μέντοι νέοις οὐ συγκαταθετέον, ὧν ἐστι Βάσσος Ἰουλαῖος καὶ Νικήρατος καὶ Πετρώνιος Νίγερ τε καὶ | |
5 | Διόδοτος, Ἀσκληπιάδειοι πάντες, οἳ τὴν μὲν πᾶσι σύμφυλον καὶ γνώριμον ὕλην ἠξίωσαν ἐπὶ ποσὸν ἀναγραφῆς ἀκριβοῦς, τὰς δὲ τῶν φαρμάκων δυνάμεις καὶ δοκιμασίας ἐξ ἐπιδρομῆς παρέδοσαν, οὐ τῇ πείρᾳ τὴν ἐνέργειαν αὐτῶν κανονίζοντες, τῇ δὲ τῆς αἰτίας κενοφωνίᾳ εἰς ὄγκων διαφορὰς ἕκαστον αὐτῶν | 1 in vol. 1 |
1Pr3 | ἀναφέροντες μετὰ τοῦ καὶ ἄλλα ἀντ’ ἄλλων γράφειν. Ὁ γοῦν διαπρεπὴς δοκῶν εἶναι ἐν αὐτοῖς Νίγερ τὸ Εὐφόρβιόν φησιν ὀπὸν εἶναι χαμελαίας γεννωμένης ἐν Ἰταλίᾳ καὶ τὸ ἀνδρόσαι‐ μον ταὐτὸ ὑπάρχειν ὑπερικῷ, ἀλόην δὲ ὀρυκτὴν ἐν Ἰουδαίᾳ γεν‐ | |
5 | νᾶσθαι, καὶ ἄλλα τούτοις ὅμοια πλεῖστα παρὰ τὴν ἐνάργειαν ἐκτίθεται ψευδῶς, ἅπερ ἐστὶ τεκμήρια οὐκ αὐτοψίας ἀλλὰ τῆς ἐκ παρακουσμάτων ἱστορίας. ἥμαρτον δὲ καὶ περὶ τὴν τάξιν, οἱ μὲν ἀσυμφύλους δυνάμεις συγκρούσαντες, οἱ δὲ κατὰ στοι‐ χεῖον καταγράψαντες, διέζευξάν 〈τε〉 τῆς ὁμογενείας τά τε γένη | |
10 | καὶ τὰς ἐνεργείας αὐτῶν, ὡς διὰ τοῦτο ἀσυμμνημόνευτα γί‐ νεσθαι. | |
1Pr4 | ἡμεῖς δὲ ὡς εἰπεῖν ἐκ πρώτης ἡλικίας ἄληκτόν τινα ἔχον‐ τες ἐπιθυμίαν περὶ τὴν ἐπίγνωσιν τῆς ὕλης καὶ πολλὴν γῆν ἐπελθόντες—οἶσθα γὰρ ἡμῖν στρατιωτικὸν τὸν βίον—συν‐ αγηόχαμεν τὴν πραγματείαν ἐν πέντε βιβλίοις σοῦ προτρεψα‐ | |
5 | μένου, ᾧ καὶ τὴν σύνταξιν ἀνατίθεμεν, εὐχάριστον ἐκπληροῦντες πάθος δι’ ἣν ἔχεις πρὸς ἡμᾶς διάθεσιν, φύσει μὲν πρὸς πάν‐ τας τοὺς ἀπὸ παιδείας ἀναγομένους οἰκειούμενος, μάλιστα δὲ | |
πρὸς τοὺς ὁμοτέχνους, ἰδιαίτερον δὲ πρὸς ἡμᾶς. δεῖγμα δὲ οὐ σμικρὸν τῆς ἐν σοὶ καλοκἀγαθίας καὶ ἡ τοῦ κρατίστου Λαι‐ | 2 in vol. 1 | |
10 | κανίου Βάσσου πρὸς σὲ διάθεσις, ἣν ἔγνωμεν συνδιάγοντες ὑμῖν ἀξιοζήλωτον τὸ παρ’ ἀμφοτέρων ὑμῶν πρὸς ἀλλήλους εὔ‐ | |
1Pr5 | νουν ὁρῶντες. παρακαλοῦμεν δὲ σὲ καὶ τοὺς ἐντευξομένους τοῖς ὑπομνήμασι μὴ τὴν ἐν λόγοις δύναμιν ἡμῶν σκοπεῖν, ἀλλὰ τὴν ἐν τοῖς πράγμασι μετ’ ἐμπειρίας ἐπιμέλειαν. μετὰ γὰρ πλεί‐ στης ἀκριβείας τὰ μὲν πλεῖστα δι’ αὐτοψίας γνόντες, τὰ δὲ ἐξ | |
5 | ἱστορίας τῆς πᾶσι συμφώνου καὶ ἀνακρίσεως τῶν παρ’ ἑκάστοις ἐπιχωρίων ἀκριβώσαντες πειρασόμεθα καὶ τῇ τάξει διαφόρῳ χρήσασθαι καὶ τὰ γένη κατὰ τὰς δυνάμεις ἑκάστου αὐτῶν ἀνα‐ γράψασθαι. ὅτι γε μὴν ἀναγκαῖος ὑπάρχει ὁ περὶ φαρμάκων λόγος, παντί που δῆλον, συνεζευγμένος ὅλῃ τῇ τέχνῃ καὶ τὴν | |
10 | ἀφ’ ἑαυτοῦ συμμαχίαν ἀήττητον παντὶ μέρει παρεχόμενος, καὶ διότι δύναται αὔξεσθαι κατά τε τὰς σκευασίας καὶ τὰς μείξεις καὶ τοὺς ἐπὶ τῶν παθῶν πειρασμοὺς πλεῖστα συμβαλλομένης | |
1Pr6 | τῆς περὶ ἕκαστον τῶν φαρμάκων γνώσεως. προσπαραλημψόμεθα δὲ καὶ τὴν συνήθη καὶ σύμφυλον ὕλην, ἵνα ἡ γραφὴ γένηται τελεία. πρὸ πάντων οὖν φροντίζειν τῆς ἀποθέσεως καὶ συλλογῆς | |
5 | ἑκάστου κατὰ τοὺς οἰκείους καιροὺς προσήκει· παρὰ γὰρ δὴ τούτους ἢ ἐνεργῆ ἢ ἐξίτηλα γίνεται τὰ φάρμακα· αἰθρίου γὰρ ὄντος τοῦ καταστήματος συλλέγειν δεῖ. μεγάλη γὰρ κἂν τούτῳ ὑπάρχει διαφορὰ παρὰ τὸ αὐχμῶν ἢ ὄμβρων παραγινομένων τὴν συλλογὴν ποιεῖσθαι, ὡς καὶ παρὰ τὸ ὀρεινοὺς καὶ ὑψηλοὺς | |
10 | καὶ διαπνεομένους καὶ ψυχροὺς καὶ ἀνύδρους εἶναι τοὺς τόπους· | |
ἰσχυρότεραι γάρ εἰσιν αἱ δυνάμεις αὐτῶν. αἱ δὲ ἐν πεδινοῖς καὶ καθύγροις 〈τόποισ〉 καὶ κατασκίοις καὶ μὴ διαπνεομένοις ἀτονώτεραι κατὰ τὸ πλεῖστον, καὶ μᾶλλον αἱ μὴ καθ’ ὥραν | 3 in vol. 1 | |
1Pr7 | εὐκαίρως συλλεγεῖσαι ἢ δι’ ἀσθένειαν ἐφθινηκυῖαι. οὐκ ἀγνο‐ ητέον μέντοι ὅτι πολλάκις τὰ τοιαῦτα παρὰ τὴν ἰδιότητα τῆς χώρας καὶ παρὰ τὴν σύγκρασιν τοῦ ἔτους τάχιον ἢ βράδιον ἀκμάζει, ἔνια δὲ καὶ παρὰ τὴν ἑαυτῶν ἰδιότητα ἐν χειμῶνι ἄνθη | |
5 | τε καὶ φύλλα φέρει, τινὰ δὲ καὶ δὶς τοῦ ἔτους ἀνθοφορεῖ. τὸν δὲ βουλόμενον ἐν τούτοις ἐμπειρίαν ἔχειν δεῖ κατά τε τὴν ἀρτι‐ φυῆ βλάστησιν ἐκ τῆς γῆς καὶ ἀκμάζουσι καὶ παρηκμακόσι παρα‐ τυγχάνειν· οὔτε γὰρ ὁ τῇ βλαστήσει ἐντετυχηκὼς μόνον δύνα‐ ται τὸ ἀκμάζον γνωρίσαι οὔτε ὁ ἑωρακὼς τὰ ἀκμάζοντα τὸ | |
10 | ἀρτιφυὲς ἐπιγνῶναι. παρὰ γὰρ τοὺς μετασχηματισμοὺς τῶν φύλλων καὶ τὰ μεγέθη τῶν καυλῶν καὶ ἀνθῶν καὶ καρπῶν καί τινας ἄλλας ἰδιότητας μεγάλη πλάνη γίνεται ἐπ’ ἐνίων τοῖς μὴ | |
1Pr8 | οὕτω τὴν θέαν ποιησαμένοις. παρὰ ταύτην γοῦν τὴν αἰτίαν τινὲς τῶν ἀναγραψαμένων ἐπλανήθησαν εἰπόντες τινὰ μήτε ἄνθη μήτε καυλὸν μήτε καρπὸν φέρειν, καθάπερ ἐπὶ τῆς ἀγρώ‐ στεως καὶ βηχίου καὶ πενταφύλλου. ὁ δὲ πολλάκις ἐντετευχὼς | |
5 | αὐτοῖς καὶ ἐν πολλοῖς τόποις μάλιστα τὴν ἐπίγνωσιν ποιήσεται. χρὴ μέντοι εἰδέναι ὅτι ἔνια τῶν βοτανικῶν φαρμάκων ἐπὶ πολλὰ ἔτη διαμένει, οἷον ἐλλέβορος λευκὸς καὶ μέλας, τὰ δὲ λοιπὰ μέχρι τριετίας ἐστὶν εὔχρηστα. τὰ μὲν οὖν ἐρνώδη, ὧν ἐστι στοιχάς, χαμαίδρυς, πόλιον, ἁβρότονον, σέριφον, ἀψίνθιον, | |
10 | ὕσσωπον καὶ τὰ ὅμοια τούτοις, συλλέγειν δεῖ ἐγκύμονα τῶν σπερμάτων, ἄνθη δὲ πρὸ τῆς ἀποπτώσεως αὐτῶν, τοὺς δὲ καρ‐ ποὺς πεπείρους ὄντας, καὶ τὰ σπέρματα δὲ ἀρχόμενα ξηραί‐ | |
1Pr9 | νεσθαι πρὸ τοῦ ἀπορρεῖν· χυλίζειν δὲ τὰς βοτάνας ἀρτιβλάστων | |
ὄντων τῶν καυλῶν, ὁμοίως καὶ τὰ φύλλα, ὀποὺς δὲ καὶ δάκρυα λαμβάνειν τέμνοντας ἐν ἀκμῇ ἔτι τοὺς καυλούς, τὰς δὲ εἰς ἀπόθεσιν ῥίζας καὶ χυλίσματα καὶ φλοιοὺς ἀφαιρεῖν ἀρχομένων | 4 in vol. 1 | |
5 | φυλλορροεῖν τῶν βοτανῶν· καὶ τὰς μὲν καθαρὰς αὐτόθεν ξη‐ ραίνειν ἐν τόποις ἀνοτίστοις, τὰς δὲ μετεχούσας γῆς ἢ πηλοῦ πλύνειν ὕδατι. ἀποτίθεσθαι δὲ καὶ ἄνθη καὶ ὅσα εὐώδη τυγ‐ χάνει ἐν κιβωτίοις φιλυρίνοις ἀνοτίστοις, ἔστι δ’ ὅτε καὶ ἐν χάρ‐ ταις ἢ φύλλοις χρησίμως περιδεῖται πρὸς συμμονὴν τῶν σπερ‐ | |
10 | μάτων. πρὸς δὲ τὰ ὑγρὰ φάρμακα ἁρμόσει ὕλη πᾶσα ἐξ ἀργύρου ἢ ὑάλου ἢ κεράτων γεγενημένη, καὶ ὀστρακίνη δὲ ἡ μὴ ἀραιὰ εὔθετος, ξυλίνων δὲ ὅσα ἐκ πύξου κατασκευάζεται. τὰ δὲ χαλκᾶ ἀγγεῖα ἁρμόσει πρὸς τὰ ὀφθαλμικὰ ὑγρὰ καὶ ὅσα δι’ ὄξους ἢ πίσσης ὑγρᾶς ἢ κεδρίας σκευάζεται· στέατα δὲ καὶ | |
15 | μυελοὺς ἐν κασσιτερίνοις ἀποτίθεσθαι. | |
1.1.1 | ἶρις Ἰλλυρικὴ φύλλα φέρει ὅμοια ξιφίῳ, μείζονα δὲ καὶ πλατύτερα καὶ λιπαρώτερα, ἄνθη ἐπὶ καυλῶν παράλληλα, ἐπικαμπῆ, ποικίλα· ἢ γὰρ λευκὰ [ἢ ὠχρὰ] ἢ μήλινα ἢ πορφυρᾶ | |
ἢ κυανίζοντα ὁρᾶται, ὅθεν διὰ τὴν ποικιλίαν ἀπεικάσθη Ἴριδι | 5 in vol. 1 | |
5 | τῇ οὐρανίᾳ. ῥίζαι δὲ ὕπεισι γονατώδεις, στερεαί, εὐώδεις, ἃς δεῖ μετὰ τὴν τομὴν ξηράναντας ἐν σκιᾷ καὶ διείραντας λίνῳ ἀποτίθεσθαι. ἔστι δὲ βελτίων ἡ Ἰλλυρικὴ καὶ Μακεδονική, καὶ ταύτης ἀρίστη ἡ πυκνόρριζος καὶ ὑποκόλοβος καὶ δύσθραυστος καὶ τῇ χρόᾳ ὑπόκιρρος καὶ σφόδρα εὐώδης καὶ τῇ γεύσει πυρω‐ | |
10 | 〈δεσ〉τέρα τήν τε ὀσμὴν εἰλικρινὴς καὶ μὴ νοτίζουσα πταρμούς τε ἐν τῷ κόπτεσθαι κινοῦσα. ἡ δὲ Λιβυκὴ λευκή τέ ἐστι τὴν χρόαν τῇ τε γεύσει πικρά, δευτερεύουσα 〈δὲ〉 τῇ δυνάμει. παλαι‐ ούμεναι δὲ τερηδονίζονται, εὐωδέστεραι μέντοι τότε γίνονται. | |
1.1.2 | δύναμιν δὲ ἔχουσι πᾶσαι θερμαντικήν, λεπτυντικήν, ἁρμό‐ ζουσαι πρὸς βῆχας καὶ τὰ δυσανάγωγα ὑγρὰ λεπτοποιοῦσαι. | |
καθαίρουσι δὲ πάχη καὶ χολὰς ποτιζόμεναι μεθ’ ὑδρομέλιτος ὁλκὴ δραχμῶν ἑπτά. εἰσὶ δὲ καὶ ὑπνοποιοὶ καὶ δακρυοποιοὶ | 6 in vol. 1 | |
5 | καὶ στρόφους ἰῶνται. μετ’ ὄξους δὲ πινόμεναι θηριοδήκτοις ἀρήγουσι καὶ σπληνικοῖς καὶ σπωμένοις καὶ περιψυχομένοις ἢ ῥιγοῦσι καὶ τοῖς γόνον προιεμένοις, σὺν οἴνῳ δὲ ποθεῖσαι ἄγουσιν ἔμμηνα. καὶ τὸ ἀπόζεμα δὲ αὐτῶν πρὸς γυναικείας πυρίας εὔθετον, μαλάσσον τοὺς τόπους καὶ ἀναστομοῦν, ἰσχιάδος | |
1.1.3 | τε ἔγκλυσμα, καὶ συρίγγων καὶ κόλπων σαρκωτικόν. προστε‐ θεῖσαι δὲ ὡς κολλύριον μετὰ μέλιτος ἔμβρυα κατασπῶσι, 〈καὶ〉 μαλάσσουσι δὲ χοιράδας καὶ σκιρρώματα παλαιὰ ἑφθαὶ κατα‐ πλασθεῖσαι. ξηραὶ δὲ πληροῦσιν ἕλκη καὶ ἀνακαθαίρουσι μετὰ | |
5 | μέλιτος καὶ τὰ ἐψιλωμένα τῶν ὀστέων σαρκοῦσιν. ὠφελοῦσι δὲ καὶ κεφαλαλγίας σὺν ὄξει καὶ ῥοδίνῳ καταπλασθεῖσαι, φα‐ κούς τε καὶ ἐφήλεις ἀποκαθαίρουσι σὺν ἐλλεβόρῳ λευκῷ δι‐ πλασίονι καὶ μέλιτι καταχρισθεῖσαι. μείγνυνται δὲ καὶ πεσ‐ σοῖς καὶ μαλάγμασι καὶ ἀκόποις, καὶ καθόλου εἰσὶ πολύχρηστοι. | |
1.2.1 | ἄκορον τὰ μὲν φύλλα ἔχει ἐμφερῆ ἴριδι, στενότερα δέ, | |
καὶ τὰς ῥίζας 〈δὲ〉 οὐκ ἀνομοίους, διαπεπλεγμένας δὲ καὶ οὐκ εἰς εὐθὺ πεφυκυίας, ἀλλὰ πλαγίας καὶ ἐξ ἐπιπολῆς, γόνασι διειλημμένας, ὑπολεύκους, δριμείας δὲ τῇ γεύσει καὶ τῇ ὀσμῇ | 7 in vol. 1 | |
5 | οὐκ ἀηδεῖς. διαφέρει δὲ τὸ πυκνὸν καὶ λευκὸν ἄβρωτόν τε καὶ πλῆρες εὐωδίας. τοιοῦτο δέ ἐστι τὸ ἐν Κολχίδι καὶ τὸ ἐκ τῆς Γαλατίας δὲ ἄσπληνον λεγόμενον. | |
1.2.2 | δύναμιν δὲ ἔχει ἡ ῥίζα θερμαντικήν. πινόμενον δὲ τὸ ἀπό‐ ζεμα οὖρα κινεῖ, ἁρμόζον πρὸς πλευρᾶς πόνους καὶ θώρακος καὶ ἥπατος, στρόφους, ῥήγματα, σπάσματα, σπλῆνάς 〈τε〉 τήκει· ὠφελεῖ καὶ στραγγουριῶντας, θηριοδήκτους, καὶ εἰς ἐγκάθισμα | |
5 | ὡς ἶρις πρὸς τὰ γυναικεῖα. ὁ δὲ χυλὸς τῆς ῥίζης ἀποκαθαίρει τὰ ἐπισκοτοῦντα ταῖς κόραις· μείγνυται δὲ καὶ ταῖς ἀντιδότοις ἡ ῥίζα χρησίμως. | |
1.3.1 | μῆον τὸ καλούμενον Ἀθαμαντικὸν γεννᾶται πλεῖστον ἐν Μακεδονίᾳ καὶ Σπανίᾳ, ὅμοιον 〈τῷ〉 καυλῷ καὶ τοῖς φύλλοις ἀνή‐ θῳ, παχύτερον δὲ τοῦ ἀνήθου, δίπηχύ που ἀναβαῖνον, ταῖς ῥίζαις | |
ὑπεσπαρμένον λεπταῖς, πλαγίαις καὶ εὐθείαις, μακραῖς, εὐώδεσι, | 8 in vol. 1 | |
5 | θερμαινούσαις τὴν γλῶτταν, αἵτινες ἀποζεσθεῖσαι μεθ’ ὕδατος ἢ καὶ λεῖαι δίχα ἑψήσεως ποθεῖσαι τὰ στεγνὰ περὶ κύστιν καὶ νεφροὺς πάθη παρηγοροῦσι καὶ δυσουρίαις ἁρμόζουσι, στο‐ μάχου τε ἐμπνευματώσεσι καὶ στρόφοις, ὑστερικαῖς τε διαθέ‐ σεσι καὶ ἄρθρων πόνοις, θώρακί 〈τε〉 ῥευματιζομένῳ σὺν μέ‐ | |
10 | λιτι λεῖαι ἀντὶ ἐκλεικτοῦ βοηθοῦσιν, αἷμά τε ἄγουσι δι’ ἐμμή‐ νων ἀποζεσθεῖσαι εἰς ἐγκάθισμα, παιδίων δὲ καταπλασθέντος 〈τοῦ〉 ἐφηβαίου οὖρα ἄγουσιν. ἔστι δὲ καὶ κεφαλαλγὲς πλεῖον ἢ δεῖ πινόμενον. | |
1.4.1 | κύπερος· οἱ δὲ ἐρυσίσκηπτρον ὡς τὴν ἀσπάλαθον κα‐ λοῦσιν. ἔχει φύλλα ὅμοια πράσῳ, μακρότερα δὲ καὶ ἰσχνότερα, καυλὸν δὲ πηχυαῖον ἢ καὶ μείζονα, γωνιώδη, ὅμοιον σχοίνῳ, οὗ κατὰ κορυφὴν φυλλαρίων ἐστὶν ἔκφυσις μικρῶν καὶ σπέρματος. | |
5 | ῥίζαι δ’ ὕπεισιν, ὧν καὶ ἡ χρῆσις, ὥσπερ ἐπιμήκεις ἐλαῖαι συναφθεῖσαι ἑαυταῖς ἢ καὶ στρογγύλαι, μέλαιναι, εὐώδεις, ἔμ‐ | |
πικροι. φύεται δὲ ἐν τόποις ἐργασίμοις καὶ τελματώδεσιν. ἀρίστη δέ ἐστιν ἡ βαρυτάτη καὶ πυκνή, ἁδρὰ καὶ δύσθραυστος, τραχεῖα, εὐώδης μετά τινος δριμύτητος. τοιαύτη δέ ἐστιν ἡ | 9 in vol. 1 | |
10 | Κιλίκιος καὶ ἡ Συριακὴ καὶ ἡ ἀπὸ τῶν Κυκλάδων νήσων. | |
1.4.2 | δύναμις δέ ἐστιν αὐτῆς θερμαντική, ἀναστομωτική, δι‐ ουρητικὴ 〈ἐπὶ〉 λιθιώντων καὶ ὕδρωπος πινομένη. βοηθεῖ δὲ καὶ σκορπιοπλήκτοις, καὶ πρὸς τὰς περὶ μήτραν καταψύξεις καὶ μύσεις πυριωμένη ἁρμόζει, ἄγουσα ἔμμηνα. ποιεῖ δὲ καὶ | |
5 | τοῖς ἐνστομίοις ἕλκεσι καὶ νεμομένοις ξηρὰ λεῖα· μείγνυται καὶ μαλάγμασι θερμαντικοῖς καὶ εἰς τὰ στύμματα τῶν μύρων εὐχρηστεῖ. | |
1.5.1 | ἱστορεῖται δὲ καὶ ἕτερον εἶδος κυπέρου ἐν Ἰνδίᾳ γεννώμενον, προσεοικὸς ζιγγιβέρει, ὃ διαμασηθὲν κροκῶδες, πικρὸν εὑρίσκεται, καταχρισθὲν δὲ παραχρῆμα ψιλοῖ τὰς τρίχας. | |
1.6.1 | καρδάμωμον ἄριστον τὸ ἐκ τῆς Κομμαγηνῆς καὶ Ἀρ‐ μενίας καὶ Βοσπόρου κομιζόμενον· γεννᾶται δὲ καὶ ἐν Ἰνδίᾳ καὶ Ἀραβίᾳ. ἐκλέγου δὲ τὸ δύσθραυστον, πλῆρες, μεμυκός—τὸ γὰρ μὴ τοιοῦτον ἔξωρόν ἐστι—καὶ τὸ τῇ ὀσμῇ δὲ πληκτικόν, | |
5 | γεύσει δὲ δριμὺ καὶ ὑπόπικρον. | |
δύναμιν δὲ ἔχει θερμαντικήν· ποιεῖ δὲ πινόμενον μεθ’ ὕδατος πρὸς ἐπιλημπτικούς, βήττοντας, ἰσχιαδικοὺς καὶ 〈πρὸσ〉 παράλυσιν, ῥήγματα, σπάσματα, στρόφους καὶ ἕλμινθα πλα‐ τεῖαν ἐκβάλλει. μετ’ οἴνου δὲ πινόμενον νεφριτικοῖς, δυσουροῦσι, | 10 in vol. 1 | |
10 | σκορπιοπλήκτοις καὶ πᾶσι τοῖς ἰοβόλοις ἁρμόζει. μετὰ δὲ δάφνης ῥίζης φλοιοῦ ποθεῖσα δραχμὴ 〈μία〉 λίθους θρύπτει· φθείρει καὶ ἔμβρυα ὑποθυμιώμενον καὶ ψώρας ἐξαίρει σὺν ὄξει καταχριόμενον. μείγνυται δὲ καὶ εἰς τὰς τῶν μύρων στύψεις. | |
1.7.1 | νάρδου ἐστὶ γένη δύο· ἡ μὲν γάρ τις καλεῖται Ἰνδικὴ ἡ δὲ Συριακή, οὐχ ὅτι ἐν Συρίᾳ εὑρίσκεται, ἀλλ’ ὅτι τοῦ ὄρους ἐν ᾧ γεννᾶται τὸ μὲν πρὸς Συρίαν τέτραπται τὸ δὲ πρὸς Ἰν‐ δούς. καὶ τῆς λεγομένης Συριακῆς ἐστι βελτίων ἡ πρόσφατος | |
5 | καὶ κούφη, πολύκομος, ξανθὴ τὴν χρόαν, εὐώδης ἄγαν καὶ μετὰ τοῦ κυπερίζειν ἐν τῇ ὀσμῇ μικρὸν ἔχουσα τὸν στάχυν, πικρὰ τὴν γεῦσιν καὶ τῆς γλώττης ἀναξηραντικὴ ἐπιμένουσά τε τῇ | |
1.7.2 | εὐωδίᾳ ἐφ’ ἱκανόν. τῆς δὲ Ἰνδικῆς ἡ μέν τις λέγεται Γαγγῖ‐ τις ἀπό τινος ποταμοῦ παραρρέοντος τοῦ ὄρους, Γάγγου κα‐ λουμένου, παρ’ ᾧ φύεται, ἀσθενεστέρα κατὰ δύναμιν οὖσα διὰ τὸ ἐφ’ ὑδατωδῶν τόπων εἶναι καὶ ἐπιμηκεστέρα, πλείους | |
5 | τε ἔχουσα τοὺς στάχυας ἀπὸ τῆς αὐτῆς ῥίζης καὶ πολυκόμους καὶ περιπεπλεγμένους, βρωμώδεις κατὰ τὴν ὀσμήν. ἡ δὲ ὀρει‐ νοτέρα εὐωδεστέρα, κολοβόσταχυς, κυπερίζουσα κατὰ τὴν εὐω‐ | |
δίαν ἔχουσά τε καὶ τὰ ἄλλα ἐν αὑτῇ, ὅσαπερ καὶ ἡ Συριακὴ λεγομένη. καλεῖται δέ τις καὶ Σαμφαριτικὴ ἀπὸ χωρίων ὠνο‐ | 11 in vol. 1 | |
10 | μασμένη, μεγαλόσταχυς, λευκοτέρα, καυλὸν ἔσθ’ ὅτε μέσον | |
1.7.3 | ἔχουσα, ὑπερτραγίζοντα τῇ ὀσμῇ, ἣν δεῖ ἀπεκλέγεσθαι. πι‐ πράσκεται δὲ καὶ ἀποβεβρεγμένη, ὅπερ γινώσκεται ἐκ τοῦ λευ‐ κὸν εἶναι τὸν στάχυν καὶ αὐχμηρὸν καὶ μὴ ἔχειν τὸν χνοῦν. δολίζουσι δὲ αὐτὴν ἐμφυσῶντες στίβι μεθ’ ὕδατος ἢ οἴνου | |
5 | φοινικίτου πρὸς τὸ συμπιλοῦσθαι αὐτὴν καὶ βαρυτέραν γίνε‐ σθαι. ἐπὶ δὲ τῆς χρείας ἀφαιρεῖν δεῖ, εἰ προσείη ταῖς ῥίζαις πηλός, καὶ σήθειν χωρίζοντας τὸν κονιορτὸν εὐχρηστοῦντα εἰς χειρόνιπτρον. δύναμιν δὲ ἔχουσι θερμαντικήν, ξηραντικήν, οὐρητικήν, ὅθεν | |
10 | κοιλίαν τε ἱστᾶσι πινόμεναι καὶ τὰς ἐκ μήτρας ῥύσεις προστι‐ | |
1.7.4 | θέμεναι καὶ ἰχῶρας στέλλουσι. βοηθοῦσι δὲ καὶ ναυτίαις σὺν ψυχρῷ ὕδατι πινόμεναι καὶ καρδιωγμοῖς καὶ ἐμπνευματικοῖς ἡπατικοῖς τε καὶ ἰκτερικοῖς καὶ νεφριτικοῖς. ἐναφεψηθεῖσαι δὲ ὕδατι καὶ πυριαθεῖσαι εἰς ἐγκάθισμα φλεγμονὰς μήτρας | |
5 | ἰῶνται· ποιοῦσι καὶ πρὸς τὰς ἐν ὀφθαλμοῖς μυδήσεις τῶν βλεφάρων, στύφουσαι καὶ δασύνουσαι τὰς βλεφαρίδας, καθύγροις τε σώμασι διάπασμα· μείγνυνται δὲ καὶ ἀντιδότοις. ἀποτί‐ θενται δὲ εἰς τὰ ὀφθαλμικὰ ἐν ἀγγείῳ καινῷ ἀκωνήτῳ λειοτρι‐ βηθεῖσαι σὺν οἴνῳ καὶ ἀναπλασθεῖσαι. | |
1.8.1 | ἡ δὲ Κελτικὴ νάρδος γεννᾶται μὲν ἐν ταῖς κατὰ Λι‐ | |
γυρίαν Ἄλπεσιν, ἐπιχωρίως ὠνομασμένη σαλιούγκα· γεννᾶται δὲ καὶ ἐν τῇ Ἰστρίᾳ. ἔστι δὲ θαμνίσκος μικρὸς σὺν ταῖς ῥί‐ ζαις εἰς δέσμας ἀναλαμβανόμενος χειροπληθεῖς, ἔχει δὲ φύλλα | 12 in vol. 1 | |
5 | ἐπιμήκη, ὑπόξανθα, ἄνθος μήλινον. μόνων δὲ τῶν καυλῶν ἐστι καὶ τῶν ῥιζῶν ἡ χρῆσις καὶ ἡ εὐωδία, ὅθεν δεῖ πρὸ μιᾶς ἡμέρας καταρράναντας ὕδατι τὰς δέσμας καὶ χωρίζοντας τὸ γεῶδες τι‐ θέναι ἐπ’ ἐδάφους νοτεροῦ προυποκειμένου χαρτίου, τῇ δὲ ὑστεραίᾳ καθαίρειν· οὐ γὰρ συναποκαθαίρεται τῷ ἀχυρώδει | |
10 | καὶ ἀλλοτρίῳ τὸ εὔχρηστον διὰ τὴν ἐκ τῆς ἰκμάδος εὐτονίαν. | |
1.8.2 | δολίζεται δὲ συναποτιλλομένης αὐτῇ πόας ἐμφεροῦς, ἣν διὰ τὸ περὶ τὴν ὀσμὴν βρωμῶδες τράγον καλοῦσιν. εὐχερὴς δὲ ἡ ἐπί‐ γνωσις· ἄκαυλός 〈τε〉 γάρ ἐστιν ἡ πόα καὶ λευκοτέρα καὶ ἧττον ἐπιμήκη τὰ φύλλα ἔχει οὐδὲ τὴν ῥίζαν πικρὰν ἢ ἀρωματίζουσαν | |
5 | ὥσπερ ἐπὶ τῆς ἀληθινῆς ἔχει. ἀποκρίνας οὖν τὰ καυλία καὶ τὰς ῥίζας, τὰ δὲ φύλλα ῥίψας, εἰ βούλοιο ἀποτίθεσθαι, ἀναλαμ‐ βάνων οἴνῳ λεῖα καὶ τροχίσκους ἀναπλάσας φύλασσε ἐν ὀστρα‐ κίνῳ ἀγγείῳ καινῷ, πωμάζων ἐπιμελῶς. ἀρίστη δέ ἐστιν ἡ πρόσφατος καὶ ἡ εὐώδης, πολύρριζος, οὐκ εὔθρυπτος, πλήρης. | |
1.8.3 | δύναται δὲ ὅσα καὶ ἡ Συριακή, διουρητικωτέρα καὶ εὐστο‐ μαχωτέρα 〈οὖσα〉. ὠφελεῖ δὲ καὶ τὰς περὶ ἧπαρ φλεγμονὰς καὶ ἰκτερικοὺς καὶ πνευματώσεις στομάχου μετὰ ἀφεψήματος ἀψιν‐ θίου πινομένη, ὁμοίως καὶ σπλῆνα καὶ τὰ περὶ τὴν κύστιν καὶ | |
5 | νεφρούς, καὶ πρὸς ἰοβόλων δήγματα σὺν οἴνῳ, καὶ εἰς τὰ μα‐ λάγματα μείγνυται καὶ ποτίσματα καὶ χρίσματα θερμαντικά. | |
1.9.1 | ἡ δὲ ὀρεινὴ νάρδος, καλουμένη δὲ ὑπό τινων καὶ θυλα‐ | |
κῖτις καὶ πυρῖτις, γεννᾶται ἐν Κιλικίᾳ καὶ Συρίᾳ, καὶ φύλλα καὶ καυλοὺς ὅμοια ἠρυγγίῳ ἔχουσα, μικρότερα μέν, οὐ μὴν τραχέα καὶ ἀκανθώδη. ῥίζαι δὲ ὕπεισι μέλαιναι, εὐώδεις, δύο ἢ καὶ | 13 in vol. 1 | |
5 | πλείους ὥσπερ ἀσφοδέλου, ἰσχνότεραι 〈δὲ〉 καὶ μικρότεραι πολλῷ· οὔτε δὲ [καυλὸν οὔτε] καρπὸν οὔτε ἄνθος φέρει. ποιεῖ δὲ ἡ ῥίζα πρὸς ὅσα καὶ ἡ Κελτικὴ νάρδος. | |
1.10.1 | ἄσαρον, οἱ δὲ νάρδον ἀγρίαν καλοῦσι· φύλλα ἔχει | |
κισσῷ ὅμοια, μαλακώτερα δὲ πολλῷ καὶ στρογγυλώτερα, ἄνθος μεταξὺ τῶν φύλλων πρὸς τῇ ῥίζῃ πορφυροῦν, ὑοσκυάμου κυ‐ τίνῳ ἐμφερές, ἐφ’ ᾧ τὸ σπέρμα ἐοικὸς γιγάρτῳ. ῥίζαι δὲ | 14 in vol. 1 | |
5 | ὕπεισι πολλαί, γονατώδεις, λεπταί, πλάγιαι, ὅμοιαι ἀγρώστει, ἰσχνότεραι μέντοι πολλῷ καὶ εὐώδεις, θερμαίνουσαι καὶ δάκνου‐ σαι λίαν τὴν γλῶσσαν. | |
1.10.2 | δύναμις δὲ αὐτῶν οὐρητική, θερμαντική, ἁρμόζουσα ὑδρω‐ πικοῖς, ἰσχιάδι χρονίᾳ· ἄγουσι δὲ καὶ ἔμμηνα. μετὰ μελικράτου δὲ ποθεῖσαι, πλῆθος ὁλκῆς οὐγγιῶν ἑπτά, ὡς ἐλλέβορος λευ‐ κὸς καθαίρουσι· μείγνυνται δὲ καὶ μύροις. φύεται δὲ ἐν ὑπο‐ | |
5 | σκίοις ὄρεσι, πλεῖστα δὲ ἐν Πόντῳ καὶ ἐν Φρυγίᾳ καὶ Ἰλλυρίδι καὶ ἐν Οὐεστίνοις τῆς Ἰταλίας. | |
1.11.1 | φοῦ, οἱ δὲ καὶ τοῦτο ἀγρίαν νάρδον καλοῦσι· γεννᾶται μὲν ἐν Πόντῳ, φύλλα δὲ ἐλαφοβόσκῳ ἢ ἱπποσελίνῳ παραπλήσια ἔχει, καυλὸν πηχυαῖον ἢ μείζω, λεῖον, τρυφερόν, ἐμπόρφυρον, | |
μεσόκοιλον, διειλημμένον γόνασιν, ἄνθη πρὸς τὰ τοῦ ναρκίσσου, | 15 in vol. 1 | |
5 | μείζονα δὲ καὶ ἐν τῷ ὑπολεύκῳ διαπόρφυρα· ῥίζα δὲ ἡ μὲν ἀνωτέρω περὶ δακτύλου μικροῦ τὸ πάχος, πλάγια δὲ ὑπόρριζα ἔχει καθάπερ σχοῖνος ἢ μέλας ἐλλέβορος, ἀλλήλοις ἐπιπεπλεγ‐ μένα, ὑπόξανθα, εὐώδη, ναρδίζοντα τῇ ὀσμῇ μετά τινος βάρους βρωμώδους. | |
1.11.2 | δύναται δὲ θερμαίνειν, οὖρα κινεῖν ξηρὰ ποτιζομένη. καὶ τὸ ἀπόζεμα δὲ αὐτῆς τὸ αὐτὸ δύναται ποιεῖν καὶ πρὸς πλευρᾶς πόνον, ἔμμηνά τε ἄγει καὶ ἀντιδότοις μείγνυται. δολοῦται δὲ ὀξυμυρσίνης ῥίζης παραμειγνυμένης. εὐχερὴς | |
5 | δὲ ἡ ἐπίγνωσις αὐτῆς ἐστι· σκληραὶ γάρ εἰσιν αὗται καὶ δύσ‐ θραυστοι, δίχα εὐωδίας. | |
1.12.1 | μαλάβαθρον ἔνιοι ὑπολαμβάνουσιν εἶναι τῆς Ἰνδικῆς νάρδου φύλλον πλανώμενοι ὑπὸ τῆς κατὰ τὴν ὀσμὴν ἐμφερείας· πολλὰ γάρ ἐστιν ὅμοια τῇ ὀσμῇ νάρδῳ ὡς τὸ φοῦ, ἄσαρον, ἶρις. οὐκ ἔχει δὲ οὕτως· ἴδιον γάρ ἐστι γένος φυόμενον ἐν τοῖς | |
5 | Ἰνδικοῖς τέλμασι, φύλλον ὂν ἐπινηχόμενον τῷ ὕδατι καθάπερ οἱ ἐπὶ τῶν τελμάτων φακοί, ῥίζαν οὐκ ἔχον, ὅπερ συλλέγοντες εὐθέως διαπείρουσι λίνῳ καὶ ξηράναντες ἀποτίθενται. φασὶ δὲ καὶ τῆς θερείας ἀναξηρανθέντος τοῦ ὕδατος καίεσθαι φρυ‐ γάνοις τὴν γῆν· μὴ γενομένου γὰρ τούτου φύλλον μηκέτι φύε‐ | |
1.12.2 | σθαι. ἔστι δὲ καλὸν τὸ πρόσφατον καὶ ὑπόλευκον ἐν τῷ με‐ λανίζοντι, ἄθραυστον καὶ ὁλόκληρον, πληκτικὸν τῇ ὀσμῇ καὶ ἐπιδιαμένον τῇ εὐωδίᾳ, ναρδίζον δὲ τῇ γεύσει 〈καὶ〉 μὴ ἁλμυ‐ ρίζον. τὸ δὲ ἀδρανὲς καὶ λελεπτοκοπημένον εὐρωτιῶσαν ἔχον | |
5 | τὴν ἀποφορὰν φαῦλον. δύναμιν δὲ ἔχει τὴν αὐτὴν τῇ νάρδῳ, ἐνεργέστερον δὲ ἐκείνη πάντα ποιεῖ. διουρητικωτέρα μέντοι καὶ εὐστομαχωτέρα ἐστὶν ἡ τοῦ μαλαβάθρου δύναμις, καὶ πρὸς τὰς ὀφθαλμικὰς φλεγμο‐ νὰς ἁρμόζει ἀναζεσθὲν ἐν οἴνῳ καὶ λεῖον ἐπιχριόμενον· ὑποτί‐ | 16 in vol. 1 |
10 | θεται καὶ 〈τῇ〉 γλώσσῃ πρὸς εὐωδίαν στόματος καὶ σὺν ἱμα‐ τίοις τίθεται· ἄβρωτα γὰρ καὶ εὐώδη τηρεῖ ταῦτα. | |
1.13.1 | κασσίας δέ ἐστι πλείονα εἴδη περὶ τὴν ἀρωματοφόρον Ἀραβίαν γεννώμενα· ἔχει δὲ ῥάβδον παχύφλοιον, φύλλα δὲ ὡς πεπέρεως. ἐκλέγου δὲ τὴν ἔγκιρρον, εὔχρουν, κοραλλίζουσαν, στενήν, λείαν, μακρὰν καὶ παχεῖαν τοῖς συριγγίοις [πλήρη], | |
5 | δηκτικὴν ἐν τῇ γεύσει καὶ στύφουσαν μετὰ ποσῆς πυρώσεως, ἀρωματίζουσαν, οἰνίζουσαν τῇ ὀσμῇ. ἡ δὲ τοιαύτη ὑπὸ τῶν ἐπιχωρίων ἄχυ καλεῖται, δαφνῖτις δὲ προσαγορεύεται ὑπὸ τῶν ἐν Ἀλεξανδρείᾳ ἐμπόρων. πρὸ δὲ ταύτης ἐστὶν ἡ μέλαινα καὶ ἐμπόρφυρος, παχεῖα, γίζιρ καλουμένη, ῥοδίζουσα τῇ ὀσμῇ, μά‐ | |
10 | λιστα πρὸς τὴν ἰατρικὴν τέχνην εὔθετος, δευτερεύει δὲ ἡ προ‐ | |
1.13.2 | ειρημένη, τρίτη δέ ἐστιν ἡ καλουμένη βάτος Μοσυλῖτις. αἱ δὲ λοιπαὶ εὐτελεῖς, ὡς ἡ καλουμένη ἀσύφη, μέλαινα καὶ ἀηδὴς καὶ λεπτόφλοιος ἢ καὶ φλοιορραγής, ὡς καὶ ἡ κιττὼ καὶ δάρκα | |
καλουμένη. | 17 in vol. 1 | |
5 | ἔστι δέ τις καὶ ψευδοκασσία ἀφάτως ἐμφερής, ἥτις ἐλέγ‐ χεται τῇ γεύσει, οὐκ οὖσα δριμεῖα οὐδὲ ἀρωματώδης, προσεχό‐ μενόν τε τὸν φλοιὸν ἔχει τῇ ἐντεριώνῃ. εὑρίσκεται δὲ καὶ πλατεῖα σύριγξ, ἁπαλή, κούφη, εὐερνής, διαφέρουσα δὲ τῆς ἄλλης. ἀποδο‐ κίμαζε δὲ τὴν ὑπόλευκον καὶ ψωρώδη, πρασίζουσαν ἐν τῇ ὀσμῇ καὶ | |
10 | τὴν μὴ ἔχουσαν δὲ τὴν σύριγγα παχεῖαν, ψωρώδη δὲ καὶ λεπτήν. | |
1.13.3 | δύναμιν δὲ ἔχει θερμαντικήν, οὐρητικήν, ξηραντικήν, στύ‐ φουσαν πραέως. ἁρμόζει δὲ εἰς τὰ πρὸς ὀξυδερκίαν ὀφθαλμικὰ καὶ μαλάγματα, φακούς τε αἴρει μετὰ μέλιτος καταχριομένη, καὶ ἔμμηνα ἄγει καὶ ἐχιοδήκτοις βοηθεῖ πινομένη καὶ πρὸς τὰς | |
5 | ἐντὸς φλεγμονὰς πάσας ποθεῖσα καὶ πρὸς νεφρούς, εἰς ἐγκα‐ θίσματά τε καὶ ὑποθυμιάματα γυναιξὶ πρὸς ἀνευρυσμὸν μήτρας. διπλάσιον δὲ αὐτῆς μειγνύμενον τοῖς φαρμάκοις, εἰ μὴ παρείη κινάμωμον, τὸ αὐτὸ δρᾷ, ἄγαν τέ ἐστι πολύχρηστος. | |
1.14.1 | κιναμώμου ἐστὶ πλείονα εἴδη ὀνομαζόμενα ἐπιχωρίως. διαφέρει δὲ τὸ Μόσυλον διὰ τὸ σῴζειν ποσὴν ἐμφέρειαν πρὸς τὴν Μοσυλῖτιν καλουμένην κασσίαν, καὶ τούτου τὸ πρόσφατον, τῇ χρόᾳ μέλαν, τεφρίζον ἐν τῷ οἰνώδει, λεπτὸν δὲ τοῖς ῥαβ‐ | |
5 | δίοις καὶ λεῖον, ὄζοις συνεχέσι κεχρημένον, σφόδρα εὐῶδες— σχεδὸν γὰρ ἡ τοῦ ἀρίστου κρίσις ἐστὶ περὶ τὴν ἐν τῇ εὐωδίᾳ ἰδιότητα· εὑρίσκεται γὰρ μετὰ τοῦ ἡδίστου καὶ ἰδιάζοντος ἡ | |
ὀσμὴ πηγανίζουσα ἢ καρδάμῳ ἐμφερής—, ἔτι καὶ δριμὺ καὶ δηκτικὸν τῇ γεύσει καὶ ὑφαλμυρίζον μετὰ θερμασίας ἔν τε τῇ | 18 in vol. 1 | |
10 | παρατρίψει μὴ ταχέως διαλυόμενον καὶ ἐν τῷ θραύεσθαι χνοῶ‐ | |
1.14.2 | δες καὶ λεῖον ἔχον τὸ μεταξὺ τῶν ὄζων. δοκιμάζων δὲ ἀπὸ μιᾶς ῥίζης λάμβανε τὸν θαλλόν· εὐχερὴς γὰρ ἡ τοιαύτη δοκι‐ μασία. τὰ γὰρ θραύσματα μείγματα τυγχάνει καὶ κατὰ τὴν πρώτην δοκιμασίαν τὰ κρείττονα περιπνέοντα καὶ πληροῦντα | |
5 | τὴν ὄσφρησιν ἐμποδίζει τὴν τοῦ ἥττονος ἐπίκρισιν. ἔστι δὲ καὶ ὀρεινόν, παχὺ καὶ κολοβόν, σφόδρα ὑπόκιρρον τὴν χρόαν· καὶ τρίτον παρὰ τὸ Μόσυλον μέλαν καὶ λεῖον, ἰνῶδες δὲ καὶ οὐ πολυγόνατον· τέταρτον λευκόν, χαῦνον, ὀγκῶδες ἰδέσθαι καὶ εὐγενές, εὔθραυστόν τε καὶ μεγάλην ἔχον ῥίζαν [κασσίζον]· | |
10 | πέμπτον 〈κασσίζον〉 τῇ ὀσμῇ καὶ πληκτικόν, ὑπόκιρρον δὲ καὶ προσεμφερὲς τὸν φλοιὸν κασσίᾳ πυρρᾷ, πρὸς τὴν ἁφὴν δὲ στερεόν, οὐ πάνυ ἰνῶδες, παχύρριζον. τούτων δὲ τὸ πνέον λι‐ βανωτοῦ ἢ μυρσίνης ἢ κασσίας ἢ βρωμώδους εὐωδίας ἧττόν | |
1.14.3 | ἐστιν. ἀπεκλέγου δὲ τὸ λευκὸν καὶ τὸ ψωρῶδες καὶ τὸ ῥυσό‐ καρφον καὶ 〈μὴ〉 λεῖον, καὶ τὸ ξυλῶδες κατὰ τὴν ῥίζαν δὲ ὡς ἀχρεῖον παραιτοῦ. ἔστι δέ τι καὶ ἄλλο ὅμοιον, τὸ καλούμενον ψευδοκινάμωμον, εὐγενές, οὐκ εὔτονον τῇ ὀσμῇ, ἐκλελυμένον | |
5 | δὲ καὶ τῇ δυνάμει. καλεῖται δέ τι καὶ ζιγγίβερι, ξυλοκινάμω‐ μον ὄν, ἔχον δέ τινα ἐμφέρειαν κιναμώμῳ· τῇ ὄψει 〈δὲ〉 διακρίνεται | |
〈καὶ〉 τῷ βρωμώδει τῆς ὀσμῆς. τὸ δὲ ξυλοκινάμωμον λεγό‐ μενον καὶ αὐτὸ ῥίζῃ τε καὶ 〈ῥαβδίῳ〉 τῷ πολυγονάτῳ ἔοικε κιναμώμῳ· ἔστι δὲ ξυλῶδες κινάμωμον, ἔχον ῥάβδους μακρὰς | 19 in vol. 1 | |
10 | καὶ ῥωμαλέας καὶ τὴν εὐωδίαν πολὺ καταδεεστέραν. λέγεται δὲ ὑπ’ ἐνίων καὶ κατὰ γένος διαφέρειν τοῦ κιναμώμου τὸ ξυλοκινά‐ μωμον, ἑτέρας ὂν φύσεως. | |
1.14.4 | δύναμιν δὲ ἔχει πᾶν κινάμωμον θερμαντικήν, οὐρητικήν, μαλακτικήν, πεπτικήν· ἄγει δὲ καὶ ἔμμηνα καὶ ἔμβρυα πινό‐ μενον καὶ προστιθέμενον μετὰ σμύρνης, καὶ ἰοβόλοις θηρίοις καὶ θανασίμοις ἁρμόζει καὶ τὰ ταῖς κόραις ἐπισκοτοῦντα ἀπο‐ | |
5 | καθαίρει, φακούς τε καὶ ἐφήλεις μετὰ μέλιτος ἐπιχρισθὲν αἴρει. ποιεῖ δὲ καὶ πρὸς βῆχας, κατάρρους, ὕδρωπας, νεφρίτιδας, δυ‐ σουρίας· μείγνυται δὲ καὶ τοῖς πολυτελέσι μύροις καὶ καθόλου ἐστὶ πολύχρηστον. ἀποτίθεται δὲ εἰς διαμονὴν λεῖον οἴνῳ ἀνα‐ λαμβανόμενον καὶ ξηραινόμενον ἐν σκιᾷ. | |
10 | [ἔστι δέ τι λεγόμενον κινάμωμον, ὃ ἔνιοι ψευδοκινάμωμον καλοῦσιν, εὐερνὲς σφόδρα καὶ παχυραβδότερον, κατὰ πολὺ μέν‐ τοι ἐλαττούμενον κιναμώμου κατά τε ὀσμὴν καὶ κατὰ γεῦσιν.] | |
1.15.1 | ἄμωμόν ἐστι θαμνίσκος οἱονεὶ βότρυς ἐκ ξύλου ἀντεμ‐ πεπλεγμένος ἑαυτῷ. ἔχει δέ τι καὶ ἄνθος μικρὸν ὡς λευκοίου, φύλλα δὲ βρυωνίᾳ ὅμοια. κάλλιστον δέ ἐστι τὸ Ἀρμένιον, χρυ‐ σίζον τῇ χρόᾳ, ἔχον δὲ τὸ ξύλον ὑπόκιρρον, εὐῶδες ἱκανῶς. τὸ | |
5 | δὲ Μηδικὸν διὰ τὸ ἐν πεδίοις καὶ ἐν ἐφύδροις τόποις φύεσθαι | |
ἀδυναμώτερον· ἔστι δὲ μέγα καὶ ὑπόχλωρον καὶ πρὸς τὴν ἁφὴν ἁπαλὸν καὶ ἰνῶδες τοῖς ξύλοις ὀριγανίζον 〈τε〉 τῇ ὀσμῇ. τὸ δὲ Ποντικὸν ὑπόκιρρον, οὐ μακρὸν οὐδὲ δύσθραυστον, βοτρυῶδες, πλῆρες καρποῦ καὶ τῇ ὀσμῇ πληκτικόν. ἐκλέγου δὲ τὸ πρόσφα‐ | 20 in vol. 1 | |
10 | τον καὶ λευκὸν ἢ ὑπέρυθρον, οὐ πεπιασμένον ἢ συμπεπλεγμέ‐ νον, λελυμένον δὲ καὶ διακεχυμένον, σπέρματος πλῆρες ὁμοίου βοτρυδίοις, βαρύ, σφόδρα εὐῶδες, δίχα εὐρῶτος καὶ δριμύ, δάκνον τὴν γεῦσιν, ἁπλοῦν τὴν χρόαν καὶ μὴ ποικίλον. | |
1.15.2 | δύναμιν δὲ ἔχει θερμαντικήν, στυπτικήν, ξηραντικήν, ὑπνο‐ ποιόν, ἀνώδυνον τοῦ μετώπου καταπλασσομένου, φλεγμονάς τε πεπαίνει καὶ διαφορεῖ, σκορπιοπλήκτους τε μετ’ ὠκίμου κατα‐ πλασθὲν ὠφελεῖ· 〈παρηγορεῖ〉 καὶ ὀφθαλμῶν φλεγμονὰς καὶ | |
5 | τὰς ἐν σπλάγχνοις σὺν σταφίδι, πρὸς δὲ τὰ γυναικεῖα καὶ ἐν προσθέτοις καὶ ἐγκαθίσμασι χρήσιμον. ποθὲν δὲ τὸ ἀφέψημα αὐτοῦ ἁρμόζει ἡπατικοῖς, νεφριτικοῖς, ποδαγρικοῖς. μείγνυται δὲ καὶ ἀντιδότοις καὶ τοῖς πολυτελεστάτοις τῶν μύρων. δολίζουσι δέ τινες τὸ ἄμωμον τῇ λεγομένῃ ἀμωμίδι, ἐμφερεῖ | |
10 | οὔσῃ τῷ ἀμώμῳ, ἀνόσμῳ μέντοι καὶ ἀκάρπῳ, γεννωμένῃ δὲ ἐν Ἀρμενίᾳ, ἄνθος δὲ ἐχούσῃ ἐμφερὲς ὀριγάνῳ. ἀεὶ δὲ ἐν ταῖς τῶν τοιούτων δοκιμασίαις τὰ θραύσματα φεῦγε· ἐκλέγου δὲ τὰ ἀπὸ μιᾶς ῥίζης ἔχοντα τοὺς ἰδίους κλάδους τελείους. | |
1.16.1 | κόστου διαφέρει ὁ Ἀραβικός, λευκὸς ὢν καὶ κοῦφος, πλείστην ἔχων καὶ ἡδεῖαν τὴν ὀσμήν, δευτερεύει δὲ ὁ Ἰνδικός, ἁδρὸς ὢν καὶ μέλας καὶ κοῦφος ὡς νάρθηξ, τρίτος δέ ἐστιν ὁ Συριακός, βαρύς, τὴν χρόαν πυξώδης, πληκτικὸς τῇ ὀσμῇ. | 21 in vol. 1 |
5 | ἄριστος δέ ἐστιν ὁ πρόσφατος, λευκός, πλήρης δι’ ὅλου, πυκνός, ξηρός, ἀτερηδόνιστος, ἄβρωμος, γεύσει δηκτικὸς καὶ πυρώδης. δύναμιν δὲ ἔχει θερμαντικήν, διουρητικήν, ἐμμήνων ἀγωγὸν καὶ τῶν περὶ ὑστέραν παθῶν ἀρωγὸν ἐν προσθέμασι καὶ πυριά‐ | |
1.16.2 | σεσι καὶ καταντλήμασι. πινόμενος δὲ ἐχεοδήκτοις βοηθεῖ οὐγγιῶν δυεῖν πλῆθος, καὶ πρὸς θώρακος πόνους καὶ σπάσματα καὶ ἐμπνευματώσεις μετ’ οἴνου καὶ ἀψινθίου, καὶ ἀφροδίσια δὲ παρ‐ ορμᾷ μετ’ οἰνομέλιτος. ἄγει δὲ καὶ ἕλμινθα πλατεῖαν μεθ’ | |
5 | ὕδατος, σύγχρισμά τε ῥιγοῦσι μετ’ ἐλαίου πρὸ τῆς ἐπισημασίας καὶ παραλυτικοῖς. καθαίρει δὲ καὶ ἔφηλιν καταχρισθεὶς μεθ’ ὕδατος ἢ μέλιτος· μείγνυται δὲ καὶ μαλάγμασι καὶ ἀντιδότοις. μειγνύουσι δ’ ἔνιοι τὰς ῥωμαλεωτάτας τοῦ Κομμαγηνοῦ Ἑλενίου ῥίζας δολοῦντες αὐτόν. εὐχερὴς δὲ ἡ διάγνωσις· οὔτε | |
10 | γὰρ πυροῖ τὴν γεῦσιν τὸ Ἑλένιον οὔτε τὴν εὐωδίαν εὔτονον καὶ πληκτικὴν παρέχει. | |
1.17.1 | σχοῖνος· ἡ μέν τις γίνεται ἐν Λιβύῃ ἡ δὲ ἐν Ἀραβίᾳ, ἑτέρα δὲ ἐν τῇ Ναβαταίᾳ καλουμένῃ, ἥτις ἐστὶ κρατίστη· δευ‐ τερεύει δὲ ἡ Ἀραβική, ἣν ἔνιοι Βαβυλώνιον καλοῦσιν, οἱ δὲ τευχῖτιν, ἡ δὲ Λιβυκὴ ἄχρηστος. ἐκλέγου δὲ τὴν πρόσφατον, | |
5 | ἔμπυρρον, πολυανθῆ, σχιζομένην δὲ ἐμπόρφυρον καὶ λεπτήν, ῥοδίζουσαν τῇ εὐωδίᾳ, ἐπειδὰν τρίβηται ταῖς χερσί, καὶ δάκνου‐ σαν τὴν γλῶσσαν μετὰ ποσῆς πυρώσεως. χρῆσις δὲ τοῦ ἄν‐ θους καὶ τῶν καλάμων καὶ τῆς ῥίζης. | 22 in vol. 1 |
1.17.2 | δύναμιν δὲ ἔχει θερμαντικήν, [θρυπτικήν,] πεπτικήν, μαλα‐ κτικήν, ἀναστομωτικήν, διουρητικήν, ἐμμήνων ἀγωγόν, πνευμάτων διαλυτικήν, κεφαλῆς καρηβαρικήν, ὑποστύφουσαν μετρίως. τὸ μὲν οὖν ἄνθος αὐτῆς 〈ἐν〉 ποτήμασι χρήσιμον πρὸς αἵματος | |
5 | ἀναγωγὰς καὶ πόνους στομάχου, πνεύμονος, ἥπατος, νεφρῶν· μείγνυται δὲ καὶ εἰς ἀντιδότους. ἡ δὲ ῥίζα στυπτικωτέρα, διὸ καὶ τοῖς ἀσώδεσι στομάχοις δίδοται, ὑδρωπιῶσί τε καὶ σπάσμασι μετὰ ἴσου πεπέρεως δραχμῆς μιᾶς ὁλκὴ πρὸς ἡμέρας τινάς. τὸ δὲ ἀπό‐ ζεμα αὐτῆς ταῖς περὶ μήτραν φλεγμοναῖς εἰς ἐγκάθισμα ἁρμόδιον. | |
1.18.1 | κάλαμος ἀρωματικὸς φύεται μὲν ἐν Ἰνδίᾳ, ἔστι δὲ αὐτοῦ κάλλιστος ὁ κιρρός, πυκνογόνατος καὶ εἰς πολλοὺς σκιν‐ δαλμοὺς θραυόμενος, γέμων ἀραχνίων τὴν σύριγγα ὑπολεύκων, ἔν τε τῇ διαμασήσει γλίσχρος, στυπτικός, ὑπόδριμυς. | |
5 | δύναται δὲ οὖρα κινεῖν ποθείς, ὅθεν ἁρμόζει μετὰ ἀγρώ‐ στεως ἢ σελίνου σπέρματος ἀφεψηθεὶς καὶ ποθεὶς ὑδρωπικοῖς, νεφριτικοῖς, στραγγουριῶσι, ῥήγμασιν. ἄγει δὲ καὶ ἔμμηνα πινόμενος καὶ προστιθέμενος, βῆχάς τε ἰᾶται ὑποθυμιώ‐ μενος καθ’ ἑαυτὸν καὶ σὺν ῥητίνῃ τερεβινθίνῃ τοῦ καπνοῦ διὰ | |
10 | σύριγγος ἑλκομένου τῷ στόματι. ἀφέψεται δὲ καὶ εἰς ἐγκαθίσ‐ ματα γυναικεῖα· μείγνυται δὲ καὶ μαλάγμασι καὶ θυμιάμασι πρὸς εὐωδίαν. | 23 in vol. 1 |
1.19.1 | βάλσαμον· τὸ μὲν δένδρον κατὰ μέγεθος λυκίου ἢ πυρακάνθης βλέπεται, φύλλα ἔχον ὅμοια πηγάνῳ, λευκότερα δὲ πολλῷ καὶ ἀειθαλέστερα, γεννώμενον ἐν μόνῃ Ἰουδαίᾳ κατά τινα αὐλῶνα, διαφέρον αὐτὸ ἑαυτοῦ τραχύτητι καὶ μήκει καὶ | |
5 | ἰσχνότητι. λέγεται γοῦν τὸ λεπτὸν καὶ τριχῶδες τοῦ θάμνου εὐθέριστον, ἴσως διὰ τὸ εὐχερῶς θερίζεσθαι ἰσχνὸν ὄν. τὸ δὲ ὀποβάλσαμον λεγόμενον ὀπίζεται ἐν τοῖς ὑπὸ κύνα καύμασιν ἐντεμνομένου σιδηροῖς ὄνυξι τοῦ δένδρου· ῥεῖ δὲ ὀλί‐ γον ὡς καθ’ ἕκαστον ἔτος μὴ πλεῖον ἓξ ἢ ἑπτὰ χόας συναθροί‐ | |
10 | ζεσθαι· πωλεῖται δὲ ἐν τῷ τόπῳ 〈τούτῳ〉 ὁ σταθμὸς αὐτοῦ | |
1.19.2 | πρὸς διπλοῦν ἀργύριον. ἔστι δὲ ὀπὸς καλὸς ὁ πρόσφατος, τῇ ὀσμῇ εὔτονος καὶ εἰλικρινὴς καὶ μὴ παροξίζων, εὐδίετος, λεῖος, στύφων καὶ δάκνων μετρίως τὴν γλῶσσαν. δολοῦται δὲ ποι‐ κίλως· οἱ μὲν γὰρ χρίσματα μίσγουσιν αὐτῷ ὡς τὸ τερεβίνθι‐ | |
5 | νον, κύπρινον, σχίνινον, σούσινον, βαλάνινον, μετώπιον, μέλι, κηρωτὴν μυρσίνην ἢ κυπρίνην ὑγρὰν λίαν. διελέγχεται δὲ εὐ‐ χερῶς ὁ τοιοῦτος· ἐπισταγεὶς γὰρ ὁ ἀκέραιος εἰς ἐριοῦν ὕφος | |
καὶ ἐκπλυθεὶς κηλίδα οὐ ποιεῖ οὐδὲ σπίλον, ὁ δὲ δεδολωμένος προσμένει, καὶ γάλακτι δὲ ἐπισταγεὶς πήγνυσι τοῦτο, ὅπερ ὁ | 24 in vol. 1 | |
10 | δεδολωμένος οὐ δρᾷ. ἔτι ὁ ἀκέραιος ἐπιχυθεὶς γάλακτι ἢ ὕδατι χεῖται ταχέως καὶ γαλακτοῦται, ὁ δὲ δεδολωμένος ἐπιπλεῖ κα‐ θάπερ ἔλαιον συστρεφόμενος καὶ διαχεόμενος ἀστεροειδῶς· τῷ μέντοι χρόνῳ καὶ ὁ ἀκέραιος ἑαυτοῦ παχυνόμενος χείρων γί‐ | |
1.19.3 | νεται. πλανῶνται δὲ οἱ νομίζοντες τὸν ἀκέραιον ἐπιστα‐ γέντα ὕδατι χωρεῖν εἰς βάθος πρῶτον, εἶτα ἀναπλεῖν εὐδι‐ άχυτον. τὸ δὲ ξύλον τὸ καλούμενον ξυλοβάλσαμον δόκιμόν ἐστι | |
5 | τὸ πρόσφατον καὶ λεπτόκαρφον καὶ πυρρόν, εὐῶδες, βραχὺ πνέον ὀποβαλσάμου. τοῦ δὲ καρποῦ—καὶ γὰρ τούτου ἡ χρῆ‐ σις ἀναγκαία—ἐκλέγου τὸν ξανθόν, πλήρη, μέγαν, βαρύν, δάκνοντα τὴν γεῦσιν καὶ πυροῦντα, μετρίως παραπνέοντα τοῦ ὀποβαλσάμου. φέρεται δέ τι ἀπὸ τῆς Πέτρας, ᾧ δολίζουσι τὸν | |
10 | καρπόν, σπέρμα ὑπερικῷ ὅμοιον, ὅπερ γνώσῃ ἐκ τοῦ μεῖζόν τε εἶναι καὶ κενὸν καὶ ἀδύναμον, πεπερίζον τῇ γεύσει. | |
1.19.4 | δύναμιν δὲ ἔχει ἐνεργεστάτην ὁ ὀπὸς θερμαντικώτατος ὤν, σμήχων τὰ ἐπισκοτοῦντα ταῖς κόραις καὶ τὰς περὶ μήτραν ψύξεις ἰώμενος, προστιθέμενος μετὰ ῥοδίνης κηρωτῆς. ἄγει δὲ καὶ δεύτερα καὶ ἔμβρυα, καὶ ῥίγη συγχρισθεὶς λύει· καθαίρει | |
5 | δὲ καὶ τὰ ῥυπαρὰ τῶν ἑλκῶν. ἔστι δὲ καὶ πεπτικὸς καὶ οὐρη‐ τικὸς πινόμενος, δυσπνοοῦσιν ἁρμόζων καὶ τοῖς ἀκόνιτον πε‐ πωκόσι μετὰ γάλακτος καὶ θηριοδήκτοις· μείγνυται δὲ καὶ ἀκό‐ ποις καὶ μαλάγμασι καὶ ἀντιδότοις, καὶ καθόλου δραστικωτάτην | |
ἔχει τὴν δύναμιν ὁ ὀπὸς τοῦ βαλσάμου, δευτέραν δὲ ὁ καρπός, | 25 in vol. 1 | |
1.19.5 | ἐλαχίστην δὲ τὸ ξύλον. ὁ δὲ καρπὸς πινόμενος ἁρμόζει πλευ‐ ριτικοῖς, περιπνευμονικοῖς, βήσσουσιν, ἰσχιαδικοῖς, ἐπιλημπτι‐ κοῖς, σκοτωματικοῖς, ὀρθοπνοικοῖς, στροφουμένοις, δυσουροῦσι, θηριοδήκτοις, καὶ εἰς τὰ γυναικεῖα δὲ ὑποθυμιάματα εὐθετεῖ | |
5 | καὶ εἰς ἐγκαθίσματα ἀφεψόμενος, ἀναστομῶν τὴν μήτραν καὶ ἐπισπώμενος ὑγρασίαν. τὸ δὲ ξύλον τὴν αὐτὴν ἔχει δύναμιν τῷ καρπῷ, ἥσσονα μέντοι. βοηθεῖ δὲ ἀφεψηθὲν 〈ἐν〉 ὕδατι καὶ πινόμενον ἀπεψίαις, στρόφοις, θηριοδήκτοις, σπωμένοις, οὖρά τε ἄγει καὶ πρὸς τὰ ἐν τῇ κεφαλῇ τραύματα μετὰ ἴριδος ἁρμό‐ | |
10 | ζει ξηρᾶς· ἀνάγει δὲ καὶ λεπίδας. μείγνυται δὲ καὶ εἰς τὰ τῶν μύρων στύμματα. | |
1.20.1 | ἀσπάλαθος, οἱ δὲ ἐρυσίσκηπτρον, οἱ δὲ σφάγνον, Σύροι δὲ διάξυλον καλοῦσι. θάμνος ἐστὶ ξυλώδης, ἀκάνθαις πολλαῖς κεχρημένος, γεννώμενος ἐν Νισύρῳ καὶ Συρίᾳ καὶ τῇ Ῥοδίᾳ, ᾧ χρῶνται οἱ μυρεψοὶ εἰς τὰς τῶν μύρων στύψεις. ἔστι | |
5 | δὲ καλὸς ὁ βαρὺς καὶ μετὰ τὸ περιφλοισθῆναι ὑπέρυθρος ἢ πορφυρίζων, πυκνός, εὐώδης, πικρίζων ἐν τῇ γεύσει. ἔστι δέ τι καὶ ἕτερον εἶδος αὐτοῦ, λευκόν, ξυλῶδες, ἄνοσμον, ὃ δὴ καὶ χεῖρον καθέστηκε. | |
1.20.2 | δύναμιν δὲ ἔχει θερμαντικὴν μετὰ στύψεως, ὅθεν πρός τε | |
τὰς ἄφθας ἑψηθεὶς μετ’ οἴνου καὶ διακλυζόμενος ἁρμόζει καὶ πρὸς τὰς ἐν αἰδοίοις ἀκαθαρσίας καὶ νομὰς ἐγκλυζόμενος καὶ πρὸς τὰς ὀζαίνας, ἔμβρυά τε κατασπᾷ μειγνύμενος πεσσῷ. τὸ δὲ | 26 in vol. 1 | |
5 | ἀφέψημα αὐτοῦ κοιλίαν ἵστησι καὶ αἵματος ἀναγωγὴν ποθὲν δυσουρίαν τε καὶ ἐμπνευμάτωσιν λύει. | |
1.21.1 | βρύον, ὑπό τινων δὲ σπλάγχνον καλεῖται, εὑρισκόμενον ἐπὶ δένδρων κεδρίνων ἢ λευκίνων ἢ δρυίνων. διαφέρει δὲ τὸ κέδρινον, δεύτερον δὲ τὸ λεύκινον. ἔστι δὲ αὐτοῦ τὸ εὐωδέστερον καὶ λευκὸν καλόν, τὸ δὲ μελανίζον χεῖρον. | |
5 | δύναμιν δὲ ἔχει στυπτικήν, ποιοῦν πρὸς τὰ περὶ μήτραν ἐν ἀφεψήματι εἰς ἐγκάθισμα. μείγνυται δὲ καὶ μύροις βαλα‐ νίνοις καὶ χρίσμασι διὰ τὸ ἐν αὐτῷ στυπτικόν, καὶ εἰς θυμια‐ μάτων δὲ καὶ ἀκόπων σκευασίαν ἐστὶν εὔθετον. | |
1.22.1 | ἀγάλοχον ξύλον ἐστὶ φερόμενον ἐκ τῆς Ἰνδίας καὶ Ἀραβίας, ἐοικὸς θυίας, ἐστιγμένον, εὐῶδες, παραστῦφον ἐν τῇ γεύσει μετὰ ποσῆς πικρίας, φλοιὸν ἔχον δερματώδη καὶ ὑπο‐ ποίκιλον. | |
5 | ποιεῖ δὲ διαμασώμενον καὶ διακλυζόμενον τὸ ἀφέψημα πρὸς εὐωδίαν στόματος, καὶ διάπασμα δὲ ὅλου τοῦ σώματός ἐστι, καὶ θυμιᾶται δὲ ἀντὶ λιβανωτοῦ. ἡ δὲ ῥίζα αὐτοῦ ὁλκὴ δραχ‐ | |
μῆς 〈μιᾶσ〉 πινομένη στομάχου πλάδον καὶ ἀτονίαν καὶ καύσωνα παρηγορεῖ, τοῖς τε ἀλγοῦσι πλευρὸν καὶ ἧπαρ ἢ δυσεντερικοῖς | 27 in vol. 1 | |
10 | ἢ στροφουμένοις ἀρήγει πινομένη μεθ’ ὕδατος. | |
1.23.1 | νάσκαφθον, οἱ δὲ νάρκαφθον· καὶ τοῦτο ἐκ τῆς Ἰν‐ δικῆς κομίζεται. ἔστι δὲ φλοιῶδες, συκαμίνου λεπίσματι ἐοι‐ κός, θυμιώμενον διὰ τὴν εὐωδίαν καὶ μειγνύμενον τοῖς σκευ‐ αστοῖς θυμιάμασιν, ὠφελοῦν καὶ μήτραν ἐστεγνωμένην ὑπο‐ | |
5 | θυμιαθέν. | |
1.24.1 | κάγκαμον δάκρυόν ἐστι Ἀραβικοῦ ξύλου, σμύρνῃ ποσῶς ἐοικός, βρωμῶδες ἐν τῇ γεύσει, ᾧ θυμιάματι χρῶνται· ὑπο‐ καπνίζουσι δὲ καὶ τὰ ἱμάτια μετὰ σμύρνης καὶ στύρακος. δύναμιν δὲ ἱστορεῖται ἔχειν ἰσχναντικὴν τῶν καταπιμέλων | |
5 | τριωβόλου πλῆθος πινόμενον σὺν ὕδατι ἢ ὀξυμέλιτι ἐφ’ ἱκανὰς ἡμέρας· δίδοται καὶ σπληνικοῖς καὶ ἐπιλημπτικοῖς καὶ ἀσθματι‐ κοῖς, ἔμμηνά τε ἄγει σὺν μελικράτῳ. καθαίρει δὲ καὶ τὰς ἐν ὀφθαλμοῖς οὐλὰς ταχέως καὶ ἀμβλυωπίας ἰᾶται διεθὲν οἴνῳ, πρός τε μυδήσεις οὔλων καὶ ὀδονταλγίας ὡς οὐδὲν ἕτερον | |
10 | ποιεῖ. | |
1.25.1 | κῦφι θυμιάματός ἐστι σκευασία κεχαρισμένη θεοῖς· χρῶνται δὲ αὐτῷ κατακόρως οἱ ἐν Αἰγύπτῳ ἱερεῖς. μείγνυται δὲ καὶ ἀντιδότοις, καὶ ἀσθματικοῖς δίδοται ἐν ποτήμασι. σκευ‐ ασίαι δὲ αὐτοῦ ἐμφέρονται πλείονες, ἐν αἷς ἐστι καὶ αὕτη· | |
5 | κυπέρου ἡμίξεστον, ἀρκευθίδος ἁδρᾶς τὸ αὐτό, σταφίδος λι‐ | |
παρᾶς ἐκγεγιγαρτισμένης μνᾶς δεκαδύο, ῥητίνης ἀποκεκαθαρ‐ μένης μνᾶς πέντε, καλάμου ἀρωματίτου, ἀσπαλάθου, σχοίνου, ἑκάστου μνᾶν μίαν, σμύρνης δραχμὰς δεκαδύο, οἴνου παλαιοῦ | 28 in vol. 1 | |
1.25.2 | ξέστας ἐννέα, μέλιτος μνᾶς δύο. ἐκγιγαρτίσας τὴν σταφίδα κόψον καὶ λέανον μετὰ τοῦ οἴνου καὶ τῆς σμύρνης καὶ τὰ ἄλλα κόψας καὶ σήσας μεῖξον τούτοις ἔασόν τε συμπιεῖν ἡμέραν μίαν· εἶτα ἑψήσας τὸ μέλι ἄχρι κολλώδους συστάσεως μεῖξον ἐπι‐ | |
5 | μελῶς τὴν ῥητίνην τετηκυῖαν, εἶτα τὰ λοιπὰ συνανατρίψας ἐπι‐ μελῶς ἀποτίθεσο εἰς ἀγγεῖον ὀστράκινον. | |
1.26.1 | κρόκος ἐστὶ κράτιστος ἐν ἰατρικῇ χρήσει ὁ Κωρύκιος, πρόσφατός τε καὶ εὔχρους, ὀλίγον τὸ λευκὸν ἔχων ἐπὶ τῆς ἕλι‐ κος, ἐπιμήκης, ὁλομελής, ἄθραυστος, ἀλιπής, πλήρης, βάπτων ἐν διέσει τὰς χεῖρας, οὐκ εὐρωτιῶν ἢ ἰκμάζων, ἐπακτικὸς δὲ ἐν | |
5 | τῇ ὀσμῇ καὶ δριμύς· ὁ γὰρ μὴ τοιοῦτος ἢ παλαιός ἐστιν ἢ | |
ἀποβεβρεγμένος. δευτερεύει δὲ ὁ ἐκ τῆς πρὸς Λυκίαν Κωρύκου καὶ ὁ ἀπὸ τοῦ Λυκιανοῦ Ὀλύμπου, εἶτα ὁ ἐξ Αἰγῶν τῆς Αἰτω‐ λίας. ὁ δὲ Κυρηναικὸς 〈καὶ〉 ὁ ἐκ Κεντορίπων κατὰ τὴν Σι‐ κελίαν ἀσθενεῖς κατὰ δύναμιν, λαχανώδεις ὄντες πάντες· διὰ | 29 in vol. 1 | |
10 | μέντοι τὸ πολύχυλον καὶ εὔχρουν οἱ ἐν τῇ Ἰταλίᾳ τὴν θυίαν βάπτοντες τούτῳ χρῶνται—πολλοῦ δὲ πιπράσκεται διὰ τοῦτο—, | |
1.26.2 | εἰς δὲ τὰ φάρμακα ὁ προγεγραμμένος ἐστὶ χρήσιμος. δολοῦται δὲ μείξει κροκομάγματος κεκομμένου καὶ λιθαργύρου ἢ μολυβδαί‐ νης διὰ τὸ βάρος ἑψήματί τε ἀλείφεται. δηλοῖ δὲ ταῦτα τό τε ἐντρέχειν κονιορτῶδες καὶ τὸ τὴν ὀσμὴν ἑψηματώδη τυγ‐ | |
5 | χάνειν. δύναμιν δὲ ἔχει πεπτικήν, μαλακτικήν, ὑποστύφουσαν, οὐ‐ | |
ρητικήν, παρέχει 〈τε〉 εὔχροιαν καὶ ἀκραίπαλός ἐστι μετὰ γλυ‐ κέος πινόμενος, ῥεῦμά τε ὀφθαλμῶν ἐπιχριόμενος [καὶ ἐγχριό‐ | 30 in vol. 1 | |
1.26.3 | μενος] στέλλει σὺν γάλακτι γυναικείῳ. μείγνυται δὲ καὶ τοῖς πρὸς τὰ ἐντὸς ποτήμασι χρησίμως καὶ προσθέμασι καὶ κατα‐ πλάσμασι τοῖς πρὸς μήτραν καὶ δακτύλιον. παρίστησι δὲ καὶ πρὸς ἀφροδίσια, τάς τε ἐρυσιπελατώδεις φλεγμονὰς πραύνει | |
5 | καταχριόμενος καὶ εἰς τὰς ὠτικὰς χρησιμεύει. φασὶ δὲ καὶ ἀναιρετικὸν αὐτὸν εἶναι μεθ’ ὕδατος πινόμενον πλῆθος δραχ‐ μῶν τριῶν. πρὸς δὲ τὸ εὐλέαντον αὐτὸν γίνεσθαι δεῖ ἐν ἡλίῳ ψύγειν ἐν ὀστρακίνῳ 〈ἀγγείῳ〉 καινῷ θερμῷ· ταχέως δὲ δεῖ στρέφειν. καὶ ἡ ῥίζα δὲ αὐτοῦ πινομένη σὺν γλυκεῖ οὖρα κινεῖ. | |
1.27.1 | τὸ δὲ κροκόμαγμα γίνεται ἐκ τοῦ κροκίνου μύρου τῶν ἀρωμάτων ἐκπιεσθέντων καὶ ἀναπλασθέντων. ἔστι δὲ αὐτοῦ τὸ εὐῶδες καλόν, μέσως κατάσμυρνον, βαρύ, μέλαν, ἄξυλον, ἐν τῷ διεθῆναι ἱκανῶς κροκῶδες τὴν χρόαν, λεῖον, ὑπόπικρον, | |
5 | βάπτον ἰσχυρῶς τοὺς ὀδόντας καὶ τὴν γλῶσσαν, ἐπιμένον τε συχνὰς ὥρας. τοιοῦτον δέ ἐστι τὸ ἀπὸ Συρίας. δύναμιν δὲ ἔχει σμηκτικὴν τῶν ἐπισκοτούντων ταῖς κόραις, οὐρητικήν, μαλακτικήν, πεπτικήν, θερμαντικήν. ἀναλογεῖ δὲ κατὰ ποσὸν τῇ τοῦ κρόκου δυνάμει· πλεῖστον γὰρ τούτου με‐ | |
10 | τείληφεν. | |
1.28.1 | Ἑλένιον· οἱ δὲ σύμφυτον, οἱ δὲ Περσικήν, οἱ δὲ Μη‐ δικήν, οἱ δὲ Ὀρέστιον, οἱ δὲ νεκτάριον, οἱ δὲ κλεώνιον, οἱ δὲ βάτον Ἰδαίαν, οἱ δὲ φλόμον Ἰδαῖον καλοῦσι. φύλλα ἔχει φλόμῳ τῷ στενοφύλλῳ παραπλήσια, τραχύτερα δὲ καὶ ἐπιμήκη, —καυ‐ | 31 in vol. 1 |
5 | λὸν δὲ οὐκ ἀνίησι—ῥίζαν μεγάλην, εὐώδη, ὑπόδριμυν, κιρράν, ἀφ’ ἧς εἰς τὴν φύτευσιν καθάπερ ἐπὶ τῶν κρίνων ἢ ἄρων αἱ παραφυάδες λαμβάνονται. γίνεται δὲ ἐν ὀρεινοῖς καὶ συσκίοις | |
καὶ ἐνίκμοις τόποις. | 32 in vol. 1 | |
1.28.2 | ὀρύσσεται δὲ ἡ ῥίζα θέρους καὶ τεμνομένη ξηραίνεται. κινεῖ δὲ τὸ ἀφέψημα αὐτῆς πινόμενον οὖρα καὶ ἔμμηνα. αὐτὴ δὲ ἡ ῥίζα λαμβανομένη ἐν ἐκλεικτῷ μετὰ μέλιτος ἁρμόζει βηξίν, ὀρθοπνοίαις, ῥήγμασι, σπάσμασιν, ἐμπνευματώσεσι καὶ θηρίων | |
5 | δήγμασι, καθόλου θερμαντικὴ ὑπάρχουσα. τὰ δὲ φύλλα αὐτῆς ἐπιπλάττεται ἀφεψηθέντα μετ’ οἴνου ἰσχιαδικοῖς ὠφελίμως. ἔστι δὲ καὶ εὐστόμαχος ταριχευθεῖσα ἐν γλυκεῖ· ξηράναντες γὰρ αὐτὴν ἐπ’ ὀλίγον οἱ ἁλμευταί, εἶτα ἀφεψήσαντες ἀποβρέχουσιν ὕδατι ψυχρῷ, εἶτα βαλόντες εἰς ἕψημα ἀποτίθενται εἰς χρῆσιν. | |
1.29.1 | Ἑλένιον ἄλλο ἱστορεῖ Κρατεύας γεννᾶσθαι ἐν Αἰ‐ γύπτῳ. πόα δέ ἐστι κλῶνας ἔχουσα πηχυαίους, ἐπὶ γῆς ἐρριμ‐ μένους ὥσπερ τὸ ἕρπυλλον, φύλλα δὲ τοῖς τοῦ φακοῦ ὅμοια, μακρότερα δὲ καὶ πολλὰ περὶ τοῖς κλωνίοις, ῥίζαν ὠχράν, | |
5 | πάχος δακτύλου μικροῦ, κάτωθεν λεπτήν, ἄνωθεν δὲ παχυτέραν, φλοιὸν ἔχουσαν μέλανα. φύεται δὲ ἐν παραθαλασσίοις τόποις καὶ γεωλόφοις. δύναμιν δὲ ἔχει μετ’ οἴνου πινομένη μία ῥίζα θηριοδή‐ κτοις βοηθεῖν. | |
1.30.1 | ἔλαιον πρὸς τὴν ἐν ὑγιείᾳ χρῆσιν ἄριστον τὸ ὠμοτρι‐ βές, ὃ καὶ ὀμφάκινον καλοῦσι. καὶ τούτου διαφέρει τὸ νέον, ἄδηκτον, εὐῶδες· χρήσιμον δὲ τὸ τοιοῦτον καὶ εἰς τὴν τῶν μύ‐ | |
ρων κατασκευήν. ἔστι δὲ καὶ εὐστόμαχον διὰ τὸ στύφειν καὶ | 33 in vol. 1 | |
5 | οὔλων σταλτικὸν καὶ ὀδόντων διακρατυντικὸν κρατούμενον ἐν τῷ στόματι ἱδρώτων τε ἐφεκτικόν. τὸ δὲ λιπαρώτερον καὶ πα‐ λαιὸν εἰς τὴν τῶν 〈χαλαστικῶν〉 φαρμάκων χρῆσιν εὔθετον. κοινῶς δὲ πᾶν ἔλαιον θερμαντικόν ἐστι καὶ μαλακτικὸν τῆς σαρκός, δυσπερίψυκτα φυλάσσον τὰ σώματα καὶ ἑτοιμότερα | |
1.30.2 | πρὸς τὰς ἐνεργείας ποιοῦν. ἔστι δὲ καὶ εὐκοίλιον καὶ μαλα‐ κτικὸν ἀμβλῦνόν τε τὰς τῶν ἑλκούντων φαρμάκων δυνάμεις· δίδοται δὲ καὶ πρὸς τὰ θανάσιμα συνεχῶς πινόμενον καὶ ἐξε‐ μούμενον. καθαίρει δὲ ὅσον κοτύλη σὺν πτισάνης χυλῷ ἴσῳ | |
5 | ποθὲν ἢ ὕδατι, στροφουμένοις τε ἐν ποτῷ ὠφελίμως δίδοται μετὰ πηγάνου ἑψηθὲν θερμὸν κυάθων ἓξ πλῆθος ἕλμεις τε ἐκβάλλει, ἐνίεταί τε τὸ αὐτὸ μάλιστα πρὸς τοὺς εἰλεώδεις. τὸ δὲ παλαιὸν θερμαντικώτερον καὶ διαφορητικώτερον, πρὸς ὀξυδερκίαν τε ὑπάλειμμα. μιμητέον δὲ εἰ μὴ παρείη τὸ πα‐ | |
10 | λαιὸν ἔλαιον οὕτως· κατεράσας εἰς ἀγγεῖον τοῦ παρόντος τὸ κρεῖσσον ἕψε, ἕως οὗ σχῇ μέλιτος πάχος, καὶ χρῶ· τὴν γὰρ αὐ‐ τὴν τῷ προειρημένῳ εἰσφέρεται δύναμιν. | |
1.30.3 | τὸ δὲ ἐκ τῆς ἀγρίας ἐλαίας ἔλαιον στυπτικώτερον, πρὸς μὲν τὴν ἐν ὑγιείᾳ χρῆσιν δεύτερον, κεφαλαλγοῦσι δὲ ἀντὶ ῥο‐ δίνου ἁρμόζει, ἐπέχον καὶ ἱδρῶτας καὶ τρίχας ῥεούσας. ἀπο‐ σμήχει δὲ καὶ πίτυρα καὶ ἀχῶρας καὶ ψώρας καὶ λέπρας, βρά‐ | |
5 | διόν τε πολιοῖ καθ’ ἑκάστην ἡμέραν ἐπαλειφόμενον. | |
λευκαίνεται δὲ ἔλαιον οὕτως· λαβὼν τὸ τῇ χρόᾳ μὲν λευ‐ κὸν τὴν ἡλικίαν δὲ μὴ πλέον ἐνιαυσίου ἔγχεε εἰς κεραμεοῦν ἀγγεῖον πλατύστομον καινόν—ἔστωσαν δὲ μέτρῳ κοτύλαι ἑκα‐ τόν—, εἶτα θεὶς ὑφ’ ἥλιον ἀνάχει κόγχῳ καθ’ ἑκάστην ἡμέραν | 34 in vol. 1 | |
10 | κατὰ τὸ μέσον, ὑψόθεν τῇ καταφορᾷ χρώμενος, ἵνα τῇ συνεχεῖ | |
1.30.4 | κυκήσει καὶ πληγῇ μεταβάλληται καὶ ἀφρίσῃ. τῇ δὲ ὀγδόῃ ἡμέρᾳ βρέξας τήλεως καθαρᾶς δραχμὰς πεντήκοντα ἐν ὕδατι θερμῷ ἔμβαλε μαλακὴν γενομένην εἰς τὸ προειρημένον ἔλαιον χωρὶς τοῦ στραγγίσαι τὸ ὕδωρ· προσαπόδος δὲ καὶ δαλὸν πι‐ | |
5 | τυίνης ὡς ὅτι λιπαρωτάτης καὶ εἰς λεπτὰ κατεσχισμένης τὰς ἴσας ὁλκὰς καὶ οὕτως ἔασον ἄλλας ὀκτὼ ἡμέρας διελθεῖν. μετὰ ταύτας δὲ ἀνάχει τῷ κόγχῳ τὸ ἔλαιον, τό τε λοιπόν, εἰ μὲν εἴη τοῦ τέλους τετευχός, εἰς καινὸν ἀγγεῖον προκεκλυσμένον οἴνῳ παλαιῷ κατεράσας ἀποτίθεσο, προυπεστρωμένων μελιλώτου | |
10 | στεφανίσκων αὔων ὁλκῶν ἕνδεκα καὶ ἴρεως τῆς ἴσης. εἰ δὲ μή, πάλιν ἐν ἡλίῳ θετέον αὐτὸ καὶ ἐργαστέον, ἄχρις οὗ λευκὸν γένηται. | |
1.30.5 | ἔνεστι δὲ καὶ Σικυώνιον 〈διὰ〉 τοῦ προειρημένου οὕτως σκευάζειν· εἰς λέβητα κεκασσιτερωμένον πλατύστομον ἐγχέας νέου ἐλαίου ὠμοτριβοῦς καὶ λευκοῦ χοέα ἕνα καὶ ὕδατος ἡμίχουν ἕψε κούφῳ πυρὶ κινῶν πραέως. ὅταν δὲ ἀναζέσῃ δίς, ὑπόσπα‐ | |
5 | σον τὸ πῦρ καὶ ψύξας ἀποκόγχισον τὸ ἔλαιον, εἶτα ἄλλο ἐπι‐ δοὺς ὕδωρ συνανάζεσον αὐτῷ, καὶ τὰ λοιπὰ ποιήσας καθὼς ὑπο‐ δέδεικται ἀπόθου. σκευάζεται δὲ τοῦτο μάλιστα ἐν Σικυωνίᾳ, Σικυώνιον καλούμενον. δύναμιν δὲ ἔχει ποσῶς θερμαντικήν, ἁρ‐ μόζον ἐν πυρετοῖς καὶ τοῖς περὶ νεῦρα πάθεσι. χρῶνται δὲ | |
10 | αὐτῷ καὶ αἱ γυναῖκες [ἐπὶ τῷ προσώπῳ] ἐπὶ τῷ στιλβώθρῳ. | 35 in vol. 1 |
1.30.6 | ὁ δὲ ἐπὶ τοῖς βαλανείοις συναιρόμενος 〈ῥύποσ〉 δύναται θερμαίνειν, μαλάσσειν, διαφορεῖν, ῥαγάσι τε καὶ κονδυλώμασιν 〈ἁρμόζειν〉 ἐν διαχρίστοις. ὁ δὲ ἐκ τῆς παλαίστρας προσειλη‐ φὼς τὴν κόνιν, ἐοικὼς δὲ ῥύπῳ, τὰς περὶ τοὺς κονδύλους συ‐ | |
5 | στροφὰς ἐπιτιθέμενος ὠφελεῖ, καὶ ἰσχιαδικοὺς θερμὸς ἀντὶ μαλάγματος ἢ πυρίας ἐπιτιθέμενος. καὶ ὁ ἐν τοῖς τῶν γυ‐ μνασίων τοίχοις ῥύπος καὶ ὁ ἀπὸ τῶν ἀνδριάντων θερμαίνει τε καὶ διαχεῖ τὰ δύσπεπτα φύματα καὶ πρὸς ἀποσύρματα καὶ πρὸς ἕλκη πρεσβυτικὰ ἁρμόζει. | |
1.31.1 | ἐλαιόμελι κατὰ Πάλμυρα τῆς Συρίας ἐκ τοῦ στελέχους ἐλαιῶν μέλιτος παχύτερον ῥεῖ, γλυκὺ τῇ γεύσει, ὅπερ πινόμενον πλῆθος κυάθων δυεῖν μετὰ κοτύλης μιᾶς ὕδατος ἄγει κατὰ κοι‐ λίαν ὠμὸν καὶ χολῶδες. ἔννωθροι δὲ γίνονται καὶ ἔκλυτοι οἱ | |
5 | λαμβάνοντες, ὅπερ οὐ δεῖ εὐλαβεῖσθαι, διεγείρειν δὲ αὐτοὺς μὴ ἐῶντας καταφέρεσθαι. σκευάζεται δὲ καὶ ἐκ τοῦ λίπους τῶν θαλλῶν ἔλαιον. ἔστι δὲ αὐτοῦ κάλλιστον τὸ παλαιὸν καὶ παχὺ καὶ λιπαρόν, οὐ τε‐ θολωμένον. θερμαίνει δὲ ἰδίως ποιοῦν πρὸς τὰ ἐπισκοτοῦντα | |
10 | ταῖς κόραις ἐγχριόμενον, καὶ λέπρας καὶ ἀλγήματα 〈τὰ〉 περὶ νεῦρα ἐγχριόμενον ὠφελεῖ. | |
1.32.1 | κίκινον ἔλαιον σκευάζεται τούτῳ τῷ τρόπῳ· λαβὼν ὡρίμων κροτώνων ὅσον ἂν δόξῃ καὶ ψύξας εἰς ἥλιον καταστρώ‐ | |
σας θειλοπέδου τρόπον, ἕως ἂν ὁ περικείμενος φλοιὸς ἀπορρα‐ γεὶς ἐκπέσῃ, συναγαγὼν τὴν σάρκα ἔμβαλε εἰς ὅλμον καὶ κόψας | 36 in vol. 1 | |
5 | ἐπιμελῶς εἰς λέβητα κεκασσιτερωμένον βάλε ὕδωρ ἔχοντα καὶ ἀνάβρασον ὑποκαίων. ὅταν δὲ ἀνῶσι τὴν ἐν αὐτοῖς ὑγρότητα πᾶσαν, ἄρας τὸν λέβητα ἀπὸ τοῦ πυρὸς ἀπόψα μύακι τὸ ἐπι‐ | |
1.32.2 | πλέον ἔλαιον καὶ ἀποτίθεσο. οἱ δὲ Αἰγύπτιοι διὰ τὸ δαψι‐ λοῦς χρῄζειν ἑτέρως αὐτὸ σκευάζουσι· μετὰ γὰρ τὸ καθᾶραι εἰς μύλην ἀποδόντες τοὺς κρότωνας ἀλήθουσιν ἐπιμελῶς, εἰς τὰς σφυρίδας δὲ ἐμβαλόντες τὸ ἀληλεσμένον δι’ ὀργάνου ἐκθλίβου‐ | |
5 | σιν. ὥριμοι δέ εἰσιν οἱ κρότωνες, ὅταν ὑπὸ τῶν περιεχόντων αὐτοὺς σφαιρίων ἀπολύωνται. ποιεῖ δὲ τὸ κίκινον πρὸς ψώρας καὶ ἀχῶρας καὶ τὰς ἐν ἕδρᾳ φλεγμονάς, πρός τε ὑστέρας μύσεις καὶ διαστροφάς, ἔτι δὲ οὐλὰς ἀπρεπεῖς καὶ ὠταλγίας, ἐμπλάστροις τε μιγὲν ἐμ‐ | |
10 | πρακτοτέρας αὐτὰς ἐργάζεται. ἄγει δὲ καὶ κατὰ κοιλίαν ὑδα‐ τῶδες ποθέν, ἐκκρίνει δὲ καὶ ἕλμινθας. | |
1.33.1 | ἀμυγδάλινον ἔλαιον, ὅ τινες μετώπιον καλοῦσι, σκευά‐ ζεται οὕτως· ἀμυγδάλων πικρῶν χοίνικας τέσσαρας καθάρας καὶ ξηράνας κόψον ὑπέρῳ ξυλίνῳ ἐν ὅλμῳ κούφως, μέχρι μᾶζα γέ‐ νηται, ἐπιχέας τε ζεστοῦ ὕδατος κοτύλας δύο ἔασον συμπιεῖν | |
5 | ἡμιώριον, ἀφ’ ἧς πάλιν βιαιότερον τρῖβε. εἶτα ἀποθλίβων πρὸς πλάκα ἐξίπου καὶ τὸ ἀπὸ τῶν δακτύλων εἰς μύακα ἀναλάμβανε, εἶτα πάλιν εἰς τὸ ἀποτεθλιμμένον κοτύλην μίαν ὕδατος ἐπι‐ χέας καὶ συμπιεῖν ἐάσας τὸ αὐτὸ ποίει· ἀποδίδωσι δὲ κοτύλην μίαν τὸ τετραχοίνικον. | |
1.33.2 | ποιεῖ δὲ πρὸς τὰς ἐν μήτρᾳ ἀλγηδόνας καὶ πνίγας ὑστερι‐ κὰς διαστροφάς τε καὶ φλεγμονὰς τῶν αὐτῶν τόπων, ἔτι δὲ κεφαλαλγίας καὶ ὤτων πόνους καὶ ἤχους καὶ συριγμούς· ὠφε‐ λεῖ δὲ καὶ νεφριτικοὺς καὶ δυσουριῶντας, λιθιῶντας, ἀσθματι‐ | 37 in vol. 1 |
5 | κοὺς καὶ σπληνικούς. αἴρει δὲ καὶ σπίλους ἐκ προσώπου καὶ ἐφήλεις καὶ ῥυτίδας μέλιτι μειγνύμενον καὶ κρίνου ῥίζῃ καὶ κυ‐ πρίνῃ ἢ ῥοδίνῃ κηρωτῇ, καὶ ἀμβλυωπίας δέ ἐστιν ἀνασκευαστι‐ κόν. σὺν οἴνῳ δὲ ἀχῶρας καὶ πίτυρα σμήχει. | |
1.34.1 | ἐοικότως δὲ καὶ τὸ βαλάνινον ἐργάζεται. δύναμιν δὲ ἔχει καθαρτικὴν σπίλων, φακῶν, ἰόνθων, οὐλῶν μελανίας, κοιλίας 〈τε〉 μαλακτικήν. ἔστι δὲ κακοστόμαχον· ἁρμόζει δὲ καὶ ὠταλγίαις καὶ ἤχοις καὶ συριγμοῖς μετὰ χηνείου στέατος | |
5 | ἐγχεόμενον. ὁμοίως δὲ σκευάζεται τοῖς προειρημένοις τό τε σησάμι‐ νον ἐκ τοῦ σησάμου καὶ τὸ καρύινον ἐκ τῶν βασιλικῶν κα‐ ρύων συντιθέμενον. δύναμιν δὲ ἔχουσι τὴν αὐτὴν τῷ βαλανίνῳ. | |
1.35.1 | καὶ τὸ ὑοσκυάμινον δὲ σκευάζεται οὕτως· λαβὼν τὸν λευκὸν καρπὸν ξηρόν, πρόσφατον καὶ κόψας ὕδατι θερμῷ φύρα, ὡς προείρηται ἐπὶ τοῦ ἀμυγδαλίνου, ἡλιάζων τε τὰ ὑπὸ χεῖρα | |
ξηραινόμενα αὐτοῦ μέρη τῷ ὅλῳ ἀνάμισγε καὶ τὸ αὐτὸ ποίει, | 38 in vol. 1 | |
5 | ἄχρις ὅτου ἂν μελανθῇ καὶ δυσῶδες γένηται, εἶτα διὰ φορμοῦ ἐκθλίψας ἀποτίθεσο. ποιεῖ δὲ καὶ πρὸς ὠταλγίας καὶ πεσ‐ σοῖς μείγνυται μαλακτικὸν ὄν. | |
1.36.1 | ὁμοίως δὲ καὶ τὸ διὰ τοῦ Κνιδίου κόκκου σκευάζε‐ ται λεπισθέντος καὶ κοπέντος. καθαρτικὴν δὲ ἔχει δύναμιν κοιλίας πινόμενον. ὡσαύτως δὲ καὶ κνήκινον σκευάζεται. δύναμις δὲ ἡ | |
5 | αὐτὴ τῷ διὰ τοῦ Κνιδίου κόκκου, ἀνειμένη δὲ μᾶλλον. | |
1.37.1 | τὸ δὲ ῥαφάνινον σκευάζεται ἐκ τοῦ αὐτῆς σπέρματος ὁμοίως ὥσπερ καὶ τὰ λοιπά. ἁρμόζει δὲ τοῖς ἐκ νόσου φθει‐ ριῶσι καὶ τὰς περὶ τὸ πρόσωπον σμήχει τραχύτητας. χρῶνται δὲ αὐτῷ οἱ ἐν Αἰγύπτῳ τοῖς προσοψήμασι συνέψοντες αὐτό. | |
5 | καὶ τὸ μελάνθινον δὲ τὴν αὐτὴν ἔχει δύναμιν καὶ σκευ‐ ασίαν τῷ ῥαφανίνῳ. | |
1.38.1 | τὸ δὲ σινάπινον σκευάζεται λεαινομένου τοῦ σινή‐ πεως καὶ βρεχομένου ὕδατι θερμῷ, ἔπειτα μειγνυμένου ἐλαίου καὶ συνεκθλιβομένου. ποιεῖ δὲ πρὸς τὰ χρόνια ἀλγήματα μετα‐ | |
συγκριτικὸν 〈ὄν〉. | 39 in vol. 1 | |
1.39.1 | μυρσίνινον δὲ σκευάζεται οὕτως· λαβὼν τὰ ἁπαλὰ φύλλα τῆς μελαίνης μυρσίνης ἀγρίας ἢ ἡμέρου κόπτε πιέζων· ἴσον δὲ τῷ χυλῷ ἐλαίου ὀμφακίνου μίσγων χλίαινε ἐπ’ ἀνθρά‐ κων, ἕως ἂν συνεψηθῇ, αἴρων τὸ ἐφιστάμενον. εὐκοπωτέρα δὲ | |
5 | σκευασία· τὰ ἁπαλὰ τῶν φύλλων κόψαντα ἕψειν μετὰ ὕδατος καὶ ἐλαίου καὶ τὸ ἐφιστάμενον ἀποψᾶν. ἰδιωτικὸν δὲ τὰ φύλλα καθέντα εἰς ἔλαιον ἐν ἡλίῳ ἀποβρέχειν· ἔνιοι δὲ προστύφουσι | |
1.39.2 | τὸ ἔλαιον σιδίοις, κυπαρίσσῳ, κυπέρῳ, σχοίνῳ. ἔστι δὲ ἐμ‐ πρακτότερον τὸ τῇ γεύσει πικρίζον καὶ ἐλαιῶδες, χλωρόν, δια‐ φανές, ὄζον μυρσίνης. δύναμις δὲ αὐτοῦ στυπτική, σκληρυντική· διὸ καὶ ποιεῖ | |
5 | μειγνύμενον ἀπουλωτικαῖς καὶ πρὸς πυρίκαυτα, ἀχῶρας, πίτυρα, ἐξανθήματα, παρατρίμματα, ῥαγάδας, κονδυλώματα, ἄρθρα κεχα‐ λασμένα, ἱδρῶτας καὶ ὅσα στύψεως ἢ πυκνώσεως ἔχει χρείαν. | |
1.40.1 | τὸ δὲ δάφνινον σκευάζεται διὰ τῶν δαφνίδων, ὅταν ὦσι δρυπεπεῖς, ἑψομένων μεθ’ ὕδατος· ἐκ γὰρ τοῦ περικειμένου λέπους ἀνίησι λιπαρίαν τινά, ἣν διακόψαντες χερσὶν εἰς μύακα ἀναλαμβάνουσιν. ἔνιοι δὲ ὀμφάκινον ἔλαιον προστύψαντες κυ‐ | |
5 | πέρῳ καὶ σχοίνῳ καὶ καλάμῳ καὶ μετὰ ταῦτα δάφνης φύλλα περιβαλόντες συνέψουσιν, οἱ δὲ καὶ δαφνίδας, ἕως ἂν ἱκανὸν | |
γένηται τῇ ὀσμῇ· ἔνιοι δὲ καὶ στύρακα μίσγουσι καὶ μυρσίνην. | 40 in vol. 1 | |
1.40.2 | ἀρίστη δὲ πρὸς σκευασίαν ἡ ὀρεινὴ καὶ πλατύφυλλος δάφνη· διαφέρει δὲ τοῦ δαφνίνου τὸ πρόσφατον, χλωρὸν τῇ χρόᾳ, πι‐ κρότατον, δριμύ. δύναμιν δὲ ἔχει θερμαντικήν, μαλακτικήν, ἀναστομωτικήν, | |
5 | κόπων λυτικήν· ἁρμόζει καὶ τοῖς περὶ τὰ νεῦρα πάθεσι πᾶσι καὶ φρίκαις καὶ ὠταλγίαις καὶ κατάρροις καὶ κεφαλαλγίαις. ἔστι δὲ καὶ ναυτιῶδες ποθέν. | |
1.41.1 | τὸ δὲ σχίνινον ὁμοίως ἐκ τοῦ καρποῦ 〈τῆς σχίνου〉 πεπείρου σκευασθέν 〈ἢ〉 ὡς τὸ δάφνινον προστυφθὲν ὑγιάζει ψώρας κτηνῶν καὶ κυνῶν, καὶ εἰς πεσσοὺς καὶ εἰς ἄκοπα καὶ λεπρικὰ ἐπιτηδείως μείγνυται· στέλλει δὲ καὶ ἱδρῶτας. καὶ τὸ | |
5 | τερεβίνθινον δὲ ὁμοίως σκευάζεται· ψύχει δὲ καὶ στύφει. | |
1.42.1 | τὸ δὲ μαστίχινον ἐκ τῆς μαστίχης λείας σκευαζέσθω. ποιεῖ δὲ πρὸς τὰ ἐν ὑστέρᾳ πάντα, ἠπίως θερμαῖνον, στῦφον, μαλάσσον, καὶ πρὸς τὰ ἐπὶ τὸν στόμαχον ἐπιρριπτόμενα σκιρ‐ ρώματα καὶ κοιλιακὰ καὶ δυσεντερικὰ καὶ τὰ ἐπὶ τοῦ προσώπου, | |
5 | καθαῖρον καὶ εὔχροιαν περιποιοῦν. συντίθεται δὲ ἐν Χίῳ τῇ νήσῳ κάλλιστον. | |
1.42.2 | ἐπεὶ δὲ καὶ τὰ μύρα εὐθετεῖ ἐπ’ ἐνίων παθῶν καὶ μει‐ γνύμενα φαρμάκοις καὶ ἐμβρεχόμενα καὶ ὀσφραινόμενα, ἀκόλου‐ | |
θον ἡγούμεθα καὶ τὴν τούτων παράδοσιν ποιήσασθαι· ἃ δεῖ δοκιμάζοντας ἐπιβλέπειν, εἰ ἀφ’ οὗ ἡ κλῆσίς ἐστι τοῦ μύρου, | 41 in vol. 1 | |
5 | ἐκεῖνο ποιεῖ κατὰ τὴν ὄσφρησιν. ἀρίστη δέ ἐστιν ἡ τοιαύτη κρίσις· ἐπ’ ἐνίων μέντοι οὐ φυλάττεται τὸ τοιοῦτον δι’ ἐπι‐ κράτειαν μειγμάτων σφοδροτέρων, ὡς ἐπὶ ἀμαρακίνου καὶ κρο‐ κίνου καὶ τηλίνου καὶ ἄλλων τινῶν, ἅπερ ἐκ τῆς περὶ αὐτὰ συγ‐ γυμνασίας δοκιμαστέον. | |
1.43.1 | ῥοδίνου σκευασία· σχοίνου λίτρας πέντε οὐγγίας ὀκτώ, ἐλαίου λίτρας εἴκοσι οὐγγίας πέντε κόψας καὶ φυράσας ἐν ὕδατι ἕψε ἀνακινῶν, εἶτα ἀπηθήσας εἰς τὰς εἴκοσι λίτρας καὶ οὐγ‐ γίας πέντε τοῦ ἐλαίου βάλε ῥόδων ἀβρόχων ἀριθμῷ χιλίων τὰ | |
5 | πέταλα, καὶ τὰς χεῖρας μέλιτι χρίσας εὐώδει ἀνακίνει πλεονάκις ὑποθλίβων ἠρέμα, ἔπειτα ἐάσας τὴν νύκτα ἔκθλιβε. ὅταν δὲ τὸ τρυγῶδες ὑποστῇ, ἄλλαξον τὸ ὑποδεχόμενον ἀγγεῖον, ἀποτίθεσο δὲ εἰς κρατῆρα μέλιτι κατακεχρισμένον. βαλὼν δὲ εἰς λουτη‐ ρίδιον τὰ ἐξιπωθέντα ῥόδα ἐπίχει λίτρας ὀκτὼ οὐγγίας τρεῖς | |
1.43.2 | τοῦ ἐστυμμένου ἐλαίου καὶ πάλιν ἐξίπου. ἔσται δέ σοι τοῦτο δεύτερον, κἂν βουληθῇς, ἄχρι τρίτης καὶ τετάρτης βροχῆς ἐπι‐ χέων ἐξίπου· γίνεται γὰρ τὸ μὲν πρῶτον, τὸ δὲ δεύτερον, τὸ δὲ τρίτον, τὸ δὲ τέταρτον τὸ μύρον. ὁσάκις δ’ ἂν ποιῇς, τοὺς | |
5 | κρατῆρας προκατάχριε μέλιτι. εἰ δὲ θέλεις δευτέραν ἐμβολὴν ποιήσασθαι, εἰς τὸ πρῶτον ἐξιπωθὲν ἔλαιον τὸν ἴσον ἀριθμὸν προσφάτων ῥόδων ἀβρόχων ἔμβαλε, καὶ ἀνακινήσας ταῖς χερσὶ προδεδευμέναις μέλιτι ἐκπίεζε καὶ ποίει τὸ δεύτερον καὶ τρί‐ | |
τον καὶ τέταρτον ὁμοίως ἐκθλίβων. καὶ ὁσάκις δ’ ἂν ποιῇς | 42 in vol. 1 | |
1.43.3 | τοῦτο, νεαρὰ πρόσβαλε ῥόδα· δυναμικώτερον γὰρ γίνεται. ἄχρι δὲ ἑβδόμης ἐμβροχῆς ἐπιδέχεται τὸ ἔλαιον τὴν ἐμβολὴν τῶν ῥόδων, ἔπειτα δὲ οὐκέτι· κεχρίσθω δὲ καὶ ἡ ληνὸς μέλιτι. δεῖ δὲ ἐπιμελῶς τὸ ἔλαιον τοῦ χυλοῦ χωρίζειν. συναπολειφθὲν γὰρ | |
5 | κἂν τοὐλάχιστον φθείρει τὸ μύρον. ἔνιοι δὲ αὐτὰ μόνα τὰ ῥόδα θλάσαντες ἐναποβρέχουσι τῷ ἐλαίῳ καὶ ἀλλάσσοντες παρ’ ἡμέ‐ ρας ἑπτὰ ἄχρι τρίτης βροχῆς οὕτως ἀποτίθενται. ἔνιοι δὲ προστύφουσι τὸ ἔλαιον, κάλαμον καὶ ἀσπάλαθον παρεμβάλλον‐ τες, οἱ δὲ καὶ ἄγχουσαν ἕνεκα εὐχροίας καὶ ἅλας πρὸς τὸ μὴ | |
10 | φθείρεσθαι. | |
1.43.4 | δύναμιν δὲ ἔχει στυπτικήν, ψύχουσαν, εὔθετον εἰς ἐμβρέγ‐ ματα καὶ καταπλασμάτων μείξεις. λύει δὲ καὶ κοιλίαν ποτι‐ ζόμενον καὶ καῦσον σβέννυσι στομάχου· ἔστι δὲ καὶ ἑλκῶν θρεπτικὸν κοίλων καὶ τῶν κακοήθων πραυντικόν, ἀχώρων καὶ | |
5 | ἐκζεμάτων ἐπάλειμμα, κεφαλαλγίας ἔμβρεγμα ἐν ἀρχῇ, ὀδονταλ‐ γίας τε διάκλυσμα. ποιεῖ δὲ καὶ πρὸς βλέφαρα ἐσκληρυμμένα ἐγχριόμενον, πρός τε ἐντέρων ἐρεθισμοὺς καὶ ὑστέρας 〈φλεγ‐ μονὰσ〉 ἐγκλυζόμενον χρήσιμον. | |
1.44.1 | ἐλατίνου σκευασία· ἐλάτην θλάσας καὶ διακνίσας ἐμ‐ βαλών τε εἰς λουτῆρα ἐπίχει ὀμφάκινον ἔλαιον ἐπὶ ἡμέρας τρεῖς ἀνελόμενός τε εἰς σφυρίδα ἐξίπου· ἔστω δὲ ἑκάτερα ἰσό‐ | |
σταθμα· εἶτα ἀποθέμενος καθαρίως ἐν ἀγγείῳ χρῶ. | 43 in vol. 1 | |
5 | δύναμιν δὲ ἔχει ἀναλογοῦσαν τῷ ῥοδίνῳ, κοιλίαν δὲ οὐ μαλάσσει. | |
1.45.1 | μηλίνου σκευασία· ἐλαίου ξέστας ἕξ, ὕδατος ξέστας δέκα μείξας προσέμβαλε σπάθης τεθλασμένης οὐγγίας τρεῖς, σχοίνου οὐγγίαν μίαν καὶ ἐάσας ἡμέραν μίαν ἕψησον, εἶτα ἀπηθήσας τὸ ἔλαιον βάλε εἰς ἀγγεῖον πλατύστομον, ἐπιθείς | |
5 | τε ῥῖπον ἐκ καλάμου ἢ ψίαθον ἀραιὰν ἄνωθέν τε ἐπιθεὶς κυδώνια μῆλα καὶ περικαλύψας ἱματίοις ἔασον ἡμέρας ἱκανάς, ἕως ἂν ἐπισπάσηται τὴν ἀπὸ τῶν μήλων δύναμιν τὸ ἔλαιον. | |
1.45.2 | ἔνιοι δὲ τὰ μῆλα περιβαλόντες ἱματίοις ἐπὶ ἡμέρας δέκα, ἵνα συνέχηται καὶ μὴ διαπνέηται ἡ εὐωδία, μετὰ ταῦτα ἀποβρέχουσι τῷ ἐλαίῳ ἡμέρας δύο καὶ νύκτας, εἶτα ἐξιπώσαντες ἀποτί‐ θενται. | |
5 | δύναμιν δὲ ἔχει στυπτικήν, ψυκτικήν, ποιοῦν πρὸς τὰ ψω‐ ρώδη ἕλκη, πίτυρα, χίμετλα, ἕρπητας καὶ πρὸς τὰς ἐν ὑστέρᾳ ἑλκώσεις ἐγχυματιζόμενον, οὖρά τε ἠρεθισμένα στέλλει ἐγκλυ‐ ζόμενον καὶ ἱδρῶτας ἐφίστησι· πίνεται δὲ καὶ πρὸς κανθαρί‐ δας, βουπρήστεις, πιτυοκάμπην. ἔστι δὲ αὐτοῦ δόκιμον τὸ κυ‐ | |
10 | δωνίων ὄζον μήλων. | |
1.46.1 | οἰνανθίνου σκευασία· οἰνάνθην τὴν ἐκ σταφυλῆς εὐ‐ ώδη μαράνας βάλε εἰς ὀμφάκινον ἔλαιον καὶ κίνει μεταστρέ‐ φων. ἐάσας δὲ ἡμέρας δύο ἐξίπου καὶ ἀποτίθεσο. | |
δύναμιν δὲ ἔχει στυπτικήν, ἀναλογοῦσαν τῇ τοῦ ῥοδίνου | 44 in vol. 1 | |
5 | ἐκτὸς τοῦ τὴν κοιλίαν λύειν καὶ μαλάσσειν. καὶ τούτου δέ ἐστι δοκιμώτατον τὸ ἐμφαῖνον ἐν τῇ ὀσμῇ τὴν οἰνάνθην. | |
1.47.1 | τηλίνου σκευασία· τήλεως λίτρας ἐννέα, ἐλαίου λίτρας πέντε, καλάμου λίτραν μίαν, κυπέρου λίτρας δύο ἀπόβρεχε τῷ ἐλαίῳ ἐπὶ ἡμέρας ἑπτά, κινῶν ἑκάστης ἡμέρας τρίς, εἶτα ἐξί‐ που καὶ ἀποτίθεσο. οἱ δὲ ἀντὶ μὲν 〈τοῦ〉 καλάμου καρδάμω‐ | |
5 | μον, ἀντὶ δὲ τῆς κυπέρου ξυλοβάλσαμον συναποβρέχουσιν. οἱ δὲ προστύφουσι τὸ ἔλαιον τούτοις καὶ μετὰ ταῦτα τὴν τῆλιν ἀποβρέχοντες ἐξιποῦσιν. | |
1.47.2 | δύναμιν δὲ ἔχει μαλακτικὴν ἀποστημάτων, πεπτικήν. μά‐ λιστα δὲ ἁρμόζει τοῖς περὶ μήτραν πᾶσι σκιρρώμασι, δυστο‐ κούσαις τε ἔγχυμα, ἐπειδὰν κατάξηρα τὰ περὶ τοὺς τόπους γένηται, προεκκριθέντων τῶν ὑγρῶν, πρός τε τὰς ἐν δακτυλίῳ | |
5 | φλεγμονάς, καὶ ἐγκλύζεται ἐπὶ τῶν τεινεσμῶν ὠφελίμως, πίτυρά τε καὶ ἀχῶρας σμήχει καὶ κατακαύματα καὶ χίμετλα 〈ὠφελεῖ〉 μετὰ κηροῦ, σμήχει τε ἐφηλίδας καὶ εἰς στιλβώματα μείγνυται. ἐκλέγου δὲ τὸ πρόσφατον καὶ μὴ λίαν παρεμφαῖνον τὴν τῆς τήλεως ὀσμήν, σμῆχον τὰς χεῖρας, γλυκύπικρον ἐν τῇ γεύσει· | |
10 | τὸ γὰρ τοιοῦτον κάλλιστον. | |
1.48.1 | σαμψουχίνου σκευασία· ἑρπύλλου, κασσίας, ἁβρο‐ τόνου, σισυμβρίου ἄνθους, μυρσίνης πετάλων, σαμψούχου, ἑκά‐ | |
στου αὐτῶν λαμβάνων στοχασμῷ πρὸς τὴν ἑκάστου αὐτῶν δύ‐ ναμιν ἀποβλέπων, κόπτε ἐν τῷ αὐτῷ πάντα καὶ ἐπίχεε ἐλαίου | 45 in vol. 1 | |
5 | ὀμφακίνου τοσοῦτον, ὥστε μὴ κατακρατεῖσθαι τὴν δύναμιν τῶν ἐν αὐτῷ βρεχομένων, καὶ ἔασον ἡμέρας τέσσαρας καὶ ἔκθλιβε, καὶ πάλιν τὸ αὐτὸ πλῆθος τῶν αὐτῶν προσφάτων ἀπόβρεχε τὸν ἴσον χρόνον καὶ ἐξίπου· ἔστι γὰρ εὐτονώτερον. ἐκλέγου δὲ τὸ μελάγχλωρον τῇ χρόᾳ, σαμψούχου πολλῆς ὄζον, μετρίως δριμύ. | |
1.48.2 | δύναμιν δὲ ἔχει θερμαντικήν, λεπτυντικήν, δριμεῖαν. ποιεῖ δὲ πρὸς μύσιν καὶ διαστροφὴν ὑστέρας καὶ ἔμμηνα καὶ δεύτερα ἐπισπᾶται καὶ πνίγας ὑστερικὰς ἀνακτᾶται ὀσφύων τε καὶ βου‐ βώνων ἀλγήματα πραύνει. σὺν μέλιτι δὲ αὐτῷ χρῆσθαι βέλτιον, | |
5 | ἐπειδὴ τῇ σφοδρᾷ στύψει σκληρύνει τοὺς τόπους· λύει καὶ κόπους συγχριόμενον, εἴς τε τὰ ἐπὶ τῶν ὀπισθοτονικῶν κατα‐ πλάσματα ἐπιτηδείως μείγνυται καὶ τῶν ἄλλως σπωμένων. | |
1.49.1 | ὠκιμίνου σκευασία· τοῦ εἰς τὸ κύπρινον ἠρωματι‐ σμένου, ὡς ἀποδείξομεν (I 55), λαβὼν ἐλαίου λίτρας εἴκοσι, ὠκί‐ μου σταθμῷ λίτρας ἕνδεκα οὐγγίας ὀκτὼ ἀποφυλλίσας ἀπό‐ βρεχε νύκτα καὶ ἡμέραν ἐν τῷ ἐλαίῳ, εἶτα ἐξίπου καὶ ἀποτίθεσο. | |
5 | ἐκκενώσας δὲ τὸ ἀπὸ τῆς κυρτίδος ἐπίχει πάλιν τὸ ἴσον πλῆ‐ θος τοῦ ἐλαίου καὶ ἐξίπου. καλεῖται δὲ τοῦτο δευτερεῖον· τρίτην γὰρ οὐκ ἐπιδέχεται βροχήν. εἶτα προσφάτου ὠκίμου λαβὼν τὸ ἴσον πάλιν ἀπόβρεχε, ὡς ἐπὶ τοῦ ῥοδίνου εἴρηται (I 43), τὸ δὲ ἤδη ἀποβεβρεγμένον ἐπιχέων καὶ ἐῶν τὸν αὐτὸν χρόνον ἔκθλιβε | |
10 | καὶ ἀποτίθεσο. κἂν τρὶς δὲ ἢ τετράκις θέλῃς, ἀπόβρεχε πρό‐ σφατον ἀεὶ ὤκιμον ἐμβάλλων. δύναται δὲ καὶ ἐκ τοῦ ὀμφακίνου σκευάζεσθαι· βέλτιον δὲ ἐκείνως. δύναται δὲ τὸ αὐτὸ τῷ σαμψουχίνῳ, ἔλαττον ἐνεργοῦν. | |
1.50.1 | ἁβροτονίνου σκευασία· ἐκ τοῦ εἰς τὸ κύπρινον ἠρω‐ ματισμένου ἐλαίου λίτρας ἐννέα οὐγγίας πέντε ἁβροτόνου φύλ‐ λων λίτρας ὀκτὼ ἔμβαλε καὶ ἀποβρέξας νύκτα καὶ ἡμέραν ἐξίπου. πολύβροχον δ’ εἰ βούλει ποιῆσαι, ἐκβαλὼν τὰ πρῶτα | 46 in vol. 1 |
5 | φύλλα, ἐμβαλὼν δὲ ἕτερα φύλλα ἐναποβρέχων ἐκπίεζε. δύναμιν δὲ ἔχει θερμαντικήν, ποιοῦσαν πρὸς τὰς ἐν ὑστέρᾳ μύσεις καὶ σκληρίας, ἄγον ἔμμηνα καὶ δεύτερα. | |
1.51.1 | ἀνηθίνου σκευασία· ἐλαίου λίτρας ὀκτὼ οὐγγίας ἐννέα, ἀνήθου ἄνθους λίτρας ἕνδεκα οὐγγίας ὀκτὼ ἐναπόβρεχε τῷ ἐλαίῳ ἡμέραν μίαν, εἶτα ἐκπίεζε ταῖς χερσὶ καὶ ἀποτίθεσο. ἐὰν δὲ θέλῃς δίβροχον ποιῆσαι, πρόσφατον ἀνήθου ἄνθος ὡσ‐ | |
5 | αύτως ἀπόβρεχε. δύναται δὲ μαλάσσειν τὰ περὶ μήτραν καὶ ἀναστομοῦν, ἁρμόζον πρὸς τὰ περιοδικὰ ῥίγη, θερμαῖνον καὶ κόπους λύον καὶ ἀλγήματα ἄρθρων ὠφελοῦν. | |
1.52.1 | σουσίνου σκευασία, ὃ ἔνιοι λείρινον καλοῦσιν· ἐλαίου λίτρας ἐννέα οὐγγίας πέντε, καλάμου λίτρας πέντε οὐγγίας δέκα, σμύρνης δραχμὰς πέντε φυράσας οἴνῳ εὐώδει ἕψε, εἶτα ἀπη‐ θήσας τὸ ἔλαιον ἀπόχει κατὰ καρδαμώμου κεκομμένου καὶ βε‐ | |
5 | βρεγμένου ὕδατι ὀμβρίῳ λιτρῶν τριῶν οὐγγιῶν ἓξ καὶ ἐάσας | |
βραχῆναι ἀπόθλιβε· καὶ λαβὼν ἐκ τοῦ ἐστυμμένου ἐλαίου τρεῖς ἥμισυ λίτρας, κρίνα ἀριθμῷ χίλια ἀποφυλλίσας θὲς ἐν λουτῆρι πλατεῖ, μὴ βαθεῖ, ἐπιχέας τε τὸ ἔλαιον ἀνακίνει ταῖς χερσὶ μέλιτι κεχρισμέναις. ἐάσας δὲ ἡμέραν μίαν καὶ νύκτα, πρωὶ δὲ | 47 in vol. 1 | |
1.52.2 | ἀνελόμενος εἰς κυρτίδα ἐξίπου. τὸ δὲ φερόμενον ἀπήθει εὐ‐ θέως ἀπὸ τοῦ συνεκθλιβέντος ὕδατος τῷ ἐλαίῳ· οὐ γὰρ ὑπο‐ μένει ὡς τὸ ῥόδινον, συνθερμαινόμενον δὲ ἀναζεῖ καὶ σήπεται. μετάγγιζε δὲ πλεονάκις εἰς ἕτερα ἀγγεῖα μέλιτι κατακεχρισμένα, | |
5 | προσπάσσων ἅλας λεπτοὺς καὶ τὴν συλλεγομένην ἀκαθαρσίαν ἐπι‐ μελῶς ἀφαιρῶν. μετεράσας δὲ ἐκ τοῦ κυρτιδίου τὸ ἐξιπωθὲν ἄρωμα εἰς τὸν λουτῆρα πάλιν ἐπίχει τοῦ ἠρωματισμένου ἐλαίου τὸ ἴσον πλῆθος τῷ προτέρῳ καὶ καρδαμώμου κεκομμένου συν‐ έμβαλε ὁλκὰς δέκα, καὶ ἀνακινήσας χρησίμως ταῖς χερσὶ καὶ | |
1.52.3 | ἐπισχὼν μικρὸν ἐξίπου, τὸ ἀπορρέον ἀποκαθαίρων. καὶ τρίτον ἐπιχέας πάλιν τὸ αὐτὸ ποίει, προσεπεμβάλλων καὶ τὸ καρδά‐ μωμον καὶ τοὺς ἅλας ὁμοίως καὶ τὰς χεῖρας μέλιτι χρίων καὶ θλίβων. καὶ ἔσται τὸ μὲν πρῶτον ἐκπιεσθὲν ἄριστον, ἐχόμενον | |
5 | δὲ τὸ ἑξῆς, τρίτον δὲ τὸ τελευταῖον. καὶ πάλιν λαβὼν χίλια κρίνα καὶ ἀποφυλλίσας διάθες καὶ ἐπιχέας τὸ πρῶτον ἐξι‐ πωθὲν μεθόδευε, τὰ αὐτὰ ποιῶν ὥσπερ ἐποίεις ἐπὶ τοῦ πρώ‐ του, καρδάμωμον παραμίσγων, εἶτα ἐξίπου καὶ ποίει τὰ αὐτὰ ἐπὶ τοῦ δευτέρου καὶ τρίτου, ὡς εἴρηται, προσεμβάλλων καὶ τὸ | |
10 | καρδάμωμον, καὶ ὁσάκις ἂν ἀποβρέξῃς νεαρὰ κρίνα, δυναμι‐ | |
1.52.4 | κώτερον ἕξεις τὸ μύρον. ἐπὶ τέλει δὲ ὅταν αὐτάρκως ἔχειν σοι δοκῇ, μίσγε 〈ἐν〉 ἑκάστῃ σκευασίᾳ σμύρνης χρηστῆς δραχμὰς δύο, κιναμώμου δραχμὰς δύο, κρόκου δραχμὰς δέκα. οἱ δέ· κρόκου καὶ κιναμώμου τὸ ἴσον κόψας σήσας ἔμβαλε εἰς τὸν | |
5 | λουτῆρα μεθ’ ὕδατος καὶ ἐπίχει τὸ πρῶτον ἐκπιεσθὲν μύρον, εἶτα ἐάσας μικρὸν ἀναλάμβανε εἰς ἀγγεῖα ξηρά, προκεχρισμένα κόμμει καὶ σμύρνῃ καὶ κρόκῳ καὶ μέλιτι μεθ’ ὕδατος διειμένοις· τὸ δ’ αὐτὸ ποίει καὶ ἐπὶ τοῦ δευτέρου ἐκπιέσματος καὶ τοῦ | 48 in vol. 1 |
1.52.5 | τρίτου. ἔνιοι δὲ τὸ ἁπλοῦν ἐξ ἐλαίου βαλανίνου ἢ ἄλλου καὶ κρίνου σκευάζουσι. δοκεῖ δὲ διαφέρειν τὸ ἐν Φοινίκῃ καὶ ἐν Αἰγύπτῳ γινόμενον· ἄριστον δέ ἐστιν αὐτοῦ τὸ ὄζον κρίνων. δύναμιν δὲ ἔχει θερμαντικήν, μαλακτικήν, ἀναστομωτικὴν | |
5 | τῶν περὶ μήτραν μύσεων καὶ φλεγμονῶν, καὶ καθόλου πάντων ἐστὶ χρησιμώτατον πρὸς τὰ γυναικεῖα. ἁρμόζει δὲ καὶ πρὸς ἀχῶρας, ἰόνθους, πίτυρα, ἐκζέματα, μώλωπάς τε ταχέως μετα‐ βάλλει καὶ ὁμόχρους ποιεῖ, καὶ καθόλου ἐστὶν ἀραιωτικόν. ἄγει δὲ καὶ χολὴν κατὰ κοιλίαν πινόμενον, κινεῖ δὲ καὶ οὔρησιν. | |
10 | ἔστι δὲ κακοστόμαχον καὶ ναυτίας ποιητικόν. | |
1.53.1 | ναρκίσσινον δὲ στύψεις οὕτως· ἐλαίου πεπλυμένου λίτρας ἐννέα οὐγγίας πέντε, ἀσπαλάθου λίτρας ἓξ οὐγγίας δύο κόψας καὶ βρέξας ὕδατι, τῷ τρίτῳ τοῦ ἐλαίου μείξας ἕψε, εἶτα ἐξελὼν τὸν ἀσπάλαθον καὶ καλάμου λίτρας πέντε οὐγγίας ὀκτὼ | |
5 | καὶ σμύρνης χόνδρον κόψας καὶ σήσας φύρα οἴνῳ παλαιῷ εὐ‐ ώδει καὶ μείξας ἕψε. ὅταν δὲ καὶ μετὰ τούτων ἀναζέσῃ, ἐξε‐ λὼν ἀπήθει τὸ ἔλαιον ψυγέν, εἶτα λαβὼν ἐκ τοῦ ἐλαίου .. .... εἰς λουτῆρα ἀπόχει καὶ τοῦ ναρκίσσου ἔμβαλε ὡς ὅτι πλεῖστον τὸ ἄνθος, ἐπὶ ἡμέρας δύο κινῶν ὡς ἐπὶ τοῦ σουσίνου, | |
10 | ἐξίπου τε καὶ μετάγγιζε πυκνῶς· καὶ γὰρ τοῦτο σήπεται. ποιεῖ δὲ πρὸς τὰ ἐν ὑστέρᾳ, μαλάσσον τὰς περὶ αὐτὴν | |
σκληρίας καὶ μύσεις. ἔστι δὲ κεφαλαλγές. | 49 in vol. 1 | |
1.54.1 | κρόκινον δὲ σκευάζων προστύψεις τὸ ἔλαιον, ὡς εἴ‐ ρηται ἐπὶ τοῦ σουσίνου, πλήθει καὶ συσταθμίᾳ τῇ αὐτῇ. λαβὼν δὲ ἐκ τοῦ ἐστυμμένου ἐλαίου εἰς τὸ σούσινον λίτρας τρεῖς ἥμισυ βάλε κρόκου δραχμὰς πεντήκοντα καὶ ἀνακίνει πλεονάκις τῆς ἡμέ‐ | |
5 | ρας, ποιῶν τοῦτο συνεχῶς ἐπὶ ἡμέρας πέντε. ἀπήθει δὲ τὸ ἔλαιον τῇ ἕκτῃ ἀπὸ τοῦ κρόκου καθαρίως, τῷ δὲ αὐτῷ κρόκῳ ἐπίχει τὸ ἴσον πλῆθος τοῦ ἐλαίου καὶ ἀνακίνει ἡμέρας δέκα, εἶτα ἀποχέας πρόσμειξον σμύρνης κεκομμένης καὶ σεσησμένης δραχμὰς τεσσα‐ ράκοντα καὶ κίνει ἐν ὅλμῳ χρησίμως, εἶτα ἀπόθου. ἔνιοι δὲ τῷ | |
10 | εἰς τὸ κύπρινον ἠρωματισμένῳ ἐλαίῳ καὶ εἰς τὸ κρόκινον χρῶνται. ἔστι δὲ αὐτοῦ κράτιστον τὸ κατακόρως κρόκου πνέον, ὅπερ εἰς τὴν ἰατρικὴν χρῆσιν ἁρμόζει, δεύτερον δὲ τὸ σμύρνης παρεμφαῖνον. | |
1.54.2 | δύναμιν δὲ ἔχει θερμαντικήν, ὑπνωτικήν, ὅθεν πολλάκις ἐπὶ τῶν φρενιτικῶν ἥρμοσεν 〈ἐν〉 καταβροχαῖς ἢ ἀποσφρανθὲν ἢ καὶ τῶν μυξωτήρων διαχρισθέντων. ἔστι δὲ καὶ πυοποιὸν καὶ ἑλκῶν καθαρτικόν, καὶ πρὸς τὰς ἐν τῇ μήτρᾳ σκληρίας καὶ μύσεις | |
5 | καὶ τὰ ἐν αὐτῇ κακοήθη σὺν κηρῷ καὶ κρόκῳ καὶ μυελῷ καὶ ἐλαίῳ διπλασίονι· συμπέττει γὰρ καὶ μαλάττει καὶ πραύνει καὶ ὑγραίνει· ποιεῖ καὶ πρὸς τὰς ἀπογλαυκώσεις μεθ’ ὕδατος ὑπαλειφόμενον. ἀναλογεῖ δὲ αὐτῷ καὶ τὸ λεγόμενον ὀνύχινον καὶ βουτύρινον καὶ στυράκινον, τοῖς ὀνόμασι μόνον διαφέ‐ | |
10 | ροντα, τῇ μέντοι σκευασίᾳ καὶ τῇ δυνάμει παρόμοια ὄντα. | |
1.55.1 | κυπρίνου στύψις καὶ σκευασία· ἐλαίου ὀμφακίνου πε‐ πλυμένου μέρος ἕν, ὕδατος ὀμβρίου μέρος ἓν ἥμισυ, τὸ μὲν ἐπίχει τῷ ἐλαίῳ τὸ δὲ φύρα ἐν τοῖς ἐμβληθησομένοις ἀρώμασιν. εἶτα λαβὼν ἀσπαλάθου λίτρας πέντε ἥμισυ, καλάμου λίτρας ἓξ | 50 in vol. 1 |
5 | ἥμισυ, σμύρνης λίτραν μίαν, καρδαμώμου λίτρας τρεῖς οὐγγίας ἐννέα, ἐλαίου λίτρας ἐννέα οὐγγίας πέντε, τὸν ἀσπάλαθον κό‐ ψας καὶ βρέξας ἐν ὕδατι ἐμβαλὼν ἕψε μετὰ τοῦ ἐλαίου, ἕως ἂν συναναζέσῃ, τὴν δὲ σμύρναν διεὶς οἴνῳ παλαιῷ εὐώδει, τὸν κάλαμον κεκομμένον συναναφύρα μετὰ τῆς σμύρνης καὶ ἐξελὼν | |
1.55.2 | τὸν ἀσπάλαθον ἔμβαλε τὸ φύραμα τοῦ καλάμου. ὅταν δὲ καὶ μετὰ τούτου ζέσῃ, καθελὼν ἀπήθησον τοῦ χαλκοῦ τὸ ἔλαιον καὶ κατάχει κατὰ τοῦ καρδαμώμου κεκομμένου καὶ πεφυραμένου τῷ λοιπῷ ὕδατι καὶ κίνει σπάθῃ, ἕως ἂν ψυγῇ, μὴ διαλείπων. | |
5 | εἶτα ἀπηθήσας τὸ ἔλαιον ἔμβαλε εἰς τὰς εἴκοσιν ὀκτὼ τοῦ ἐλαίου λίτρας ἄνθους κύπρου λίτρας τεσσαράκοντα ἓξ οὐγγίας ὀκτώ, ἐάσας τε ἀποβραχῆναι ἐξίπωσον διὰ σφυρίδος. ἐὰν δὲ πλείω θέλῃς, τοῦ νεαροῦ ἄνθους τὸ ἴσον ἐμβαλὼν πλῆθος ὁμοίως ἐξίπου, ἐάν τε δίβροχον ἐάν τε τρίβροχον βούλῃ ποιεῖν· | |
1.55.3 | δυναμικώτερον γὰρ γίνεται. ἐκλέγεσθαι δὲ δεῖ τὸ χρηστὸν καὶ μετ’ εὐωδίας πληκτικόν, ἔνιοι δὲ καὶ κινάμωμον μίσγουσιν. δύναμιν δὲ ἔχει θερμαντικήν, μαλακτικήν, ἀναστομωτικήν, ἁρμόζουσαν τοῖς περὶ μήτραν καὶ νεῦρα πάθεσι καὶ πλευρι‐ | |
5 | τικοῖς καὶ κατάγμασι καθ’ ἑαυτό τε καὶ κηρωτῇ μειγνύμενον. μείγνυται δὲ καὶ μαλάγμασι τοῖς ἁρμόζουσιν ὀπισθοτόνῳ, συν‐ άγχῃ, βουβώνων φλεγμονῇ καὶ ἀκόποις. | |
1.56.1 | ἰρίνου στύψις· σπάθης λίτρας ἓξ οὐγγίας ὀκτώ, ἐλαίου λίτρας ἐννέα οὐγγίας πέντε κόψας ὡς λεπτότατα μεῖξον ὕδατος κοτύλαις δέκα καὶ βαλὼν εἰς χαλκὸν ἕψε, μέχρις οὗ τὴν ὀσμὴν ἀναλάβῃ, εἶτα ἀπήθει εἰς κρατῆρα μέλιτι κατακεχρισμένον. ἐκ | 51 in vol. 1 |
5 | τούτου τοῦ ἠρωματισμένου ἐλαίου τὸ πρῶτον ἴρινον σκευάζεται ἐναποβρεχομένης τῷ ἐστυμμένῳ ἐλαίῳ ἴρεως, ὡς ὑπογέγραπται. | |
1.56.2 | οἱ δέ· ἐλαίου λίτρας ἐννέα οὐγγίας πέντε, ξυλοβαλσάμου λίτρας πέντε οὐγγίας δύο κόψας, ὡς εἴρηται, σύνεψε· εἶτα ἐξελὼν τὸ ξυλοβάλσαμον προσέμβαλε καλάμου κεκομμένου λίτρας ἐννέα οὐγγίας δέκα, σμύρνης χόνδρον οἴνῳ παλαιῷ ἐμβρέχων εὐώδει, | |
5 | εἶτα λαβὼν ἐκ τοῦ ἐστυμμένου ἐλαίου καὶ ἠρωματισμένου λίτρας δέκα τέσσαρας ἐναπόβρεχε ἴρεως κεκομμένης ἴσον τῷ σταθμῷ, ἐῶν ἡμέρας δύο καὶ νύκτας δύο, εἶτα ἐξίπου βιαίως καὶ νεανι‐ κῶς. καὶ εἰ βούλει δυναμικώτερον εἶναι, τὸν ἴσον σταθμὸν καὶ | |
1.56.3 | δὶς καὶ τρὶς ὁμοίως ἐναποβρέχων ἐξίπου. κράτιστον δὲ ὑπάρ‐ χει τὸ ἐν 〈τῇ〉 ὀσφρήσει μηδενὸς ἄλλου, μόνης δὲ τῆς ἴριδος πνέον. τοιοῦτον δέ ἐστι τὸ ἐν Πέργῃ τῆς Παμφυλίας καὶ ἐν Ἤλιδι τῆς Ἀχαίας γινόμενον. | |
5 | δύναμιν δὲ ἔχει μαλακτικήν, θερμαντικήν, ἐσχάρας τε καὶ σηπεδόνας καὶ ῥυπαρίας ἀνακαθαίρει καὶ ταῖς περὶ μήτραν διαθέσεσιν ἁρμόζει, φλεγμοναῖς τε καὶ μύσεσιν, ἔμβρυά τε ἐκ‐ βάλλει καὶ αἱμορροίδας ἀναστομοῖ, πρός τε ἤχους ὤτων σὺν ὄξει καὶ πηγάνῳ καὶ πικροῖς ἀμυγδάλοις, καὶ πρὸς κατάρρους | |
10 | χρονίζοντας διαχριομένων τῶν μυξωτήρων καὶ πρὸς ὀζαίνας. | |
1.56.4 | καθαίρει δὲ καὶ τὴν κοιλίαν κυάθου πλῆθος ποθέν, ποιεῖ καὶ πρὸς εἰλεώδη, κινεῖ καὶ οὖρα. 〈ἁρμόζει〉 καὶ ἐπὶ τῶν δυσχερῶς ἐμούντων διαχριομένων τῶν δακτύλων ἢ τῶν ἐμετηρίων, καὶ ἐπὶ συναγχικῶν 〈δὲ〉 διαχριόμενον ἢ ἀναγαργαριζόμενον σὺν | |
5 | μελικράτῳ καὶ πρὸς τραχύτητα ἀρτηρίας. δίδοται καὶ τοῖς κώ‐ | |
νειον ἢ μύκητας ἢ κόριον πεπωκόσιν. | 52 in vol. 1 | |
1.57.1 | γλεύκινον δὲ σκευάζεται τὸ ἁπλοῦν ἔκ τε ἐλαίου ὀμ‐ φακίνου καὶ σχοίνου καὶ καλάμου καὶ νάρδου Κελτικῆς καὶ σπά‐ θης καὶ ἀσπαλάθου καὶ μελιλώτου καὶ κόστου καὶ γλεύκους, συμπεριτιθεμένων τῶν στεμφύλων τῷ ἔχοντι ἀγγείῳ τὰ ἀρώ‐ | |
5 | ματα καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον. κινεῖται δὲ ἐπὶ ἡμέρας τριάκοντα δὶς τῆς ἡμέρας, καὶ μετὰ ταῦτα ἐκπιεσθὲν ἀποτίθεται. δύναμιν δὲ ἔχει θερμαντικήν, μαλακτικήν, ἀνετικήν, ποι‐ οῦσαν πρὸς τὰ ῥίγη καὶ τὰ νευρικὰ πάντα καὶ τὰ ἐν ὑστέρᾳ. παντὸς δὲ ἀκόπου μᾶλλον ὠφελεῖ μαλακτικὸν ὄν. | |
1.58.1 | ἀμαράκινον δὲ ἐν Κυζίκῳ κάλλιστον γίνεται. σκευά‐ ζεται δὲ διά τε ὀμφακίνου ἐλαίου καὶ βαλανίνου, στυφομένων ξυλοβαλσάμῳ, σχοίνῳ, καλάμῳ, ἡδυνομένων δὲ ἀμαράκῳ, κόστῳ, ἀμώμῳ, νάρδῳ, κασσίᾳ, καρπῷ βαλσάμου καὶ σμύρνῃ. οἱ δὲ | |
5 | πολυτελέστερον αὐτὸ ποιοῦντες μίσγουσι καὶ κινάμωμον· παρα‐ λαμβάνεται δὲ μέλι καὶ οἶνος εἰς τὴν τῶν ἀγγείων χρίσιν καὶ φύρασιν τῶν κεκομμένων ἀρωμάτων. | |
1.58.2 | ἔστι δὲ θερμαντικόν, καρωτικόν, μαλακτικόν, ἀναστομωτι‐ κόν, πυρωτικόν, οὐρητικόν, εὐχρηστοῦν εἴς τε τὰς σῆπας καὶ σύριγγας καὶ ὑδροκήλας μετὰ τὰς χειρουργίας, περιρρήττει τε τὰς ἐσχάρας καὶ τὰ τεθηριωμένα ἕλκη, πρός τε δυσουρίαν | |
5 | ἁρμόζει περιχριομένου τοῦ δακτυλίου, καὶ πρὸς τὰς φλεγμονὰς αὐτοῦ καὶ πρὸς αἱμορροίδων ἀναστόμωσιν περιχριόμενον, ἔμ‐ μηνά τε κινεῖ προστιθέμενον τῇ μήτρᾳ καὶ σκληρίας καὶ οἰδή‐ | |
ματα ἐν ὑστέρᾳ διαφορεῖ, καὶ πρὸς τὰ μυότρωτα καὶ νευρό‐ τρωτα συμφέρει ἐν πιλήμασιν ἀραιοῖς βρεχόμενον καὶ ἐπιτι‐ | 53 in vol. 1 | |
10 | θέμενον. | |
1.58.3 | τὸ δὲ μεγάλλειον καλούμενον πάλαι μέν ποτε ἐσκευάζετο, ἐκλέλοιπε δὲ νῦν. πρὸς ἐκπλήρωσιν δὲ τῆς ἱστορίας οὐκ ἔστιν ἄτοπον ἐπιμνησθῆναι καὶ τούτου. 〈τούτου〉 δὲ σκευασία ἡ αὐτὴ τῷ ἀμαρακίνῳ, πλεονάζει δὲ τῇ ῥητίνῃ καὶ ταύτῃ διαφέρει. | |
5 | ἔστι δὲ μαλακτικὸν ἠπίως. ἡ μέντοι ῥητίνη μείγνυται τοῖς μύροις οὔτε φυλακῆς οὔτε ἡδονῆς χάριν, χρώματος δὲ καὶ πά‐ χους ἕνεκα. μείγνυται δὲ ἡ τερεβινθίνη ἀφεψομένη, ἄχρις ὅτου ἂν ἄοσμος γένηται. δηλωθήσεται δὲ ἐν τοῖς περὶ ῥητίνης (I 71) ἡ ἕψησις αὐτοῦ. | |
10 | καὶ τὸ καλούμενον δὲ ἡδύχρουν, σκευαζόμενον δὲ ἐν Κῷ, τῆς αὐτῆς ἔχεται δυνάμεώς τε καὶ σκευασίας τῷ ἀμαρακίνῳ, εὐωδέστερον δὲ τυγχάνει. | |
1.59.1 | σκευάζεται δὲ ἐν Αἰγύπτῳ μύρον, ἐπιχωρίως ὑπ’ αὐτῶν καλούμενον μετώπιον διὰ τὴν τῆς χαλβάνης μεῖξιν· τὸ γὰρ ξύλον, ἐξ οὗ γεννᾶται ἡ χαλβάνη, μέτωπον καλεῖται. δι’ ἀμυγ‐ δάλων δὲ πικρῶν καὶ ἐλαίου ὀμφακίνου καὶ καρδαμώμου καὶ | |
5 | σχοίνου καὶ καλάμου καὶ μέλιτος καὶ οἴνου καὶ σμύρνης καὶ βαλσάμου καρποῦ καὶ χαλβάνης καὶ ῥητίνης συντίθεται. δόκι‐ μον δέ ἐστι τὸ βαρύοσμον καὶ λιπαρόν, ἐμφαῖνον μᾶλλον τοῦ καρδαμώμου καὶ τῆς σμύρνης ἤπερ τῆς χαλβάνης. | |
1.59.2 | σφόδρα δὲ θερμαίνει καὶ πυροῖ καὶ ἀναστομοῖ ἐπισπᾶταί | |
τε καὶ καθαίρει ἕλκη, πρός τε νεῦρα καὶ μύας διακοπέντα ποιεῖ, ὑδροκήλας τε σὺν σηπταῖς. μείγνυται δὲ καὶ μαλάγμασι καὶ κηρωταῖς, πρός τε ῥίγη καὶ ὀπισθοτονικῶς σπωμένους χρησι‐ | 54 in vol. 1 | |
5 | μεύει. κινεῖ δὲ καὶ ἱδρῶτας καὶ ἀναστομοῖ τὰ περὶ ὑστέραν καὶ σκληρίας τὰς περὶ αὐτὴν χαλᾷ, καὶ καθόλου μαλακτικὴν ἔχει τὴν δύναμιν. | |
1.59.3 | καὶ τὸ Μενδήσιον δὲ λεγόμενον ἔκ τε βαλανίνου ἐλαίου καὶ σμύρνης καὶ κασσίας καὶ ῥητίνης σκευάζεται. ἔνιοι δὲ μετὰ τὸν κατασταθμισμὸν κινάμωμον μικρὸν προσεμβάλλουσιν ἀνω‐ φελῶς· οὐκ ἐκδίδωσι γὰρ τὰ μὴ συνεψηγμένα τὴν δύναμιν. | |
5 | ἐμφερῆ δὲ ἔχει τὴν ἐνέργειαν τῷ μετωπίῳ, ἥττονα μέντοι καὶ οὐχ οὕτως ἐπιτεταμένην. | |
1.60.1 | στακτὴ δὲ καλεῖται τῆς προσφάτου σμύρνης τὸ λιπα‐ ρόν, κεκομμένης μεθ’ ὕδατος ὀλίγου ἀποτεθλιμμένης τε δι’ ὀρ‐ γάνου. εὐώδης δὲ λίαν καὶ πολυτελής ἐστι [καὶ] καθ’ ἑαυτὴν οὖσα μύρον τὸ καλούμενον στακτή. δόκιμος δέ ἐστιν ἡ ἀμιγὴς | |
5 | ἐλαίου καὶ ἐν ἐλαχίστῳ πλείστην δύναμιν κεκτημένη, οὖσαν θερ‐ μαντικήν, ἀναλογοῦσαν τῇ σμύρνῃ καὶ τοῖς θερμαίνουσι τῶν μύρων. | |
1.61.1 | κιναμώμινον δὲ ἔκ τε ἐλαίου βαλανίνου καὶ στυμ‐ | |
μάτων ξυλοβαλσάμου, καλάμου, σχοίνου, ἡδυσμάτων δὲ κινα‐ μώμου, βαλσάμου καρποῦ, σμύρνης τετραπλασίονος παρὰ τὸ κινάμωμον σκευάζεται· μείγνυται δὲ καὶ μέλι εἰς τὴν φύρασιν. | 55 in vol. 1 | |
5 | δόκιμον δέ ἐστι τὸ μὴ δριμύ, μαλακὸν δὲ τῇ ὀσμῇ καὶ παρεμ‐ φαῖνον σμύρνης, παχύ τε καὶ εὐῶδες ἄγαν, τῇ γεύσει πικρόν. τὸ γὰρ τοιοῦτον οὐκ ἐκ ῥητίνης ἀλλ’ ἐκ σμύρνης ἔχει τὸ πάχος· ἡ γὰρ ῥητίνη οὐ προσδίδωσι πικρίαν οὐδὲ εὐωδίαν. δύναμιν δὲ ἔχει σφόδρα δριμεῖαν καὶ θερμαντικὴν καὶ | |
1.61.2 | πικράν. ἀναστομοῖ γοῦν θερμαῖνον καὶ διαφορεῖ καὶ διαχεῖ καὶ ἐπισπᾶται ὑγρὰ καὶ πνεύματα· ἔστι δὲ καρηβαρικόν. ποιεῖ δὲ καὶ πρὸς τὰ περὶ μήτραν σὺν ἐλαίῳ διπλασίονι καὶ κηρῷ καὶ μυελῷ. οὕτως γὰρ ἀποβάλλει τὸ πολὺ τῆς δριμύτητος καὶ γίνε‐ | |
5 | ται μαλακτικόν· ἄλλως γὰρ συγκαίει καὶ σκληρύνει βιαιότατα πάντων τῶν παχέων μύρων. ποιεῖ καὶ πρὸς σύριγγας καὶ σῆ‐ πας ἐναργῶς καὶ πρὸς ὑδροκήλας καὶ ἄνθρακας καὶ γαγγραίνας σὺν καρδαμώμῳ, πρός τε ῥίγη τὰ περιοδικὰ καὶ πρὸς τρόμους καὶ τοὺς ὑπὸ τῶν ἰοβόλων θηρίων δακνομένους ἐν συγχρίσματι, | |
10 | ἐπίθεμά τε σκορπιοπλήκτοις καὶ φαλαγγιοδήκτοις σὺν ὀλύνθοις λείοις. | |
1.62.1 | νάρδινον δὲ μύρον ποικίλως σκευάζεται διὰ τοῦ μαλα‐ βαθρίνου φύλλου καὶ δίχα τούτου. ὡς τὸ πολὺ δὲ μείγνυται τῷ βαλανίνῳ ἐλαίῳ ἢ ὀμφακίνῳ, πρὸς μὲν τὴν στύψιν τοῦ ἐλαίου σχοῖνος, πρὸς δὲ τὴν εὐωδίαν βάλλεται κόστος, ἄμωμον, νάρδος, | |
5 | σμύρνα, βάλσαμον. ἔστι δὲ χρηστὴ ἡ λεπτή, μὴ δριμεῖα, ἔχουσα τὴν εὐωδίαν τῆς ξηρᾶς νάρδου ἢ ἀμώμου. δύναμις δὲ αὐτῆς λεπτυντική, δριμεῖα, σμηκτική, θερμαν‐ | |
τική. ὑγρὰ δέ ἐστι καὶ οὐ γλοιώδης, ἐὰν μὴ ῥητίνην ἔχῃ. σκευ‐ άζεται δὲ καὶ λιτὴ δι’ ὀμφακίνου ἐλαίου καὶ σχοίνου καὶ κα‐ | 56 in vol. 1 | |
10 | λάμου καὶ κόστου καὶ νάρδου. | |
1.63.1 | τὸ δὲ μαλαβάθρινον ἔχει μὲν στύμματα ἃ καὶ ἡ νάρδος, σμύρνης δὲ πλεῖον· διὸ καὶ γίνεται θερμαντικόν, ἀνα‐ λογοῦν τῷ κροκίνῳ καὶ ἀμαρακίνῳ τὴν δύναμιν. | |
1.64.1 | σμύρνα δάκρυόν ἐστι δένδρου γεννωμένου ἐν Ἀραβίᾳ, ὁμοίου τῇ Αἰγυπτιακῇ ἀκάνθῃ, οὗ ἐγκοπτομένου ἀπορρεῖ τὸ δάκρυον εἰς ὑπεστρωμένας ψιάθους, τὸ δὲ τῷ στελέχει περι‐ πήγνυται. καὶ λέγεται δὲ αὐτῆς ἡ μέν τις πεδιάσιος λιπαρά, | |
5 | ἧς πιεζομένης ἡ στακτὴ λαμβάνεται, ἡ δέ τις Γαβιρέα λιπαρω‐ τάτη ἐν εὐγείοις καὶ λιπαροῖς τόποις γεννωμένη, ἣ καὶ πολλὴν ἀνίησι τὴν στακτήν. πρωτεύει δὲ ἡ Τρωγλοδυτική, καλουμένη ἀπὸ τῆς γεννώσης αὐτὴν χώρας, ὑπόχλωρος οὖσα καὶ δηκτική, διαυγής· λέγεταί τις καὶ λεπτή, μετὰ τὴν Τρωγλοδυτικὴν ἐν‐ | |
10 | αριθμουμένη, ἐνάπαλος οὖσα ὡς τὸ βδέλλιον, ὑπόβρωμος τῇ | |
1.64.2 | ὀσμῇ, ἐν εὐηλίοις τόποις γεννωμένη. ἡ δέ τις καυσαλὶς λεγο‐ μένη ὑπέρωρος, μέλαινα, κάτοπτος, ἡ δὲ χειρίστη ἐν ἁπάσαις | |
ἐργασίμη καλεῖται, ψαφαρὰ καὶ ἀλιπής, δριμεῖα, κομμίζουσα τῇ ὄψει καὶ τῇ δυνάμει, καὶ ἡ Μιναία δὲ καλουμένη ἀποδόκι‐ | 57 in vol. 1 | |
5 | μος. καὶ πιέσματα δὲ ἐξ αὐτῶν γίνεται, ἀπὸ μὲν τῶν λιπαρῶν εὐώδη καὶ λιπαρά, ἀπὸ δὲ τῶν ξηρῶν ἀλιπῆ καὶ οὐκ εὐώδη, ἄτονα δὲ διὰ τὸ προσειληφέναι ἔλαιον εἰς τὴν ἀνάπλασιν. δολίζεται δὲ κόμμει βραχέντι σμύρνης ἀποβρέγματι καὶ μειγνυ‐ | |
1.64.3 | μένῳ. ἐκλέγου δὲ τὴν νέαν, ψαθυράν, κούφην, ὁμόχρουν παντα‐ χόθεν καὶ τὴν ἐν τῷ θλασθῆναι ἔνδοθεν λευκὰς ὀνυχοειδεῖς ἔχουσαν διαφύσεις λείας, μικρόβωλον δὲ καὶ πικράν, εὐώδη, δριμεῖαν, θερμαντικήν. ἡ δὲ βαρεῖα καὶ τῇ χρόᾳ πισσώδης | |
5 | ἐστὶν ἄχρηστος. δύναμιν δὲ ἔχει θερμαντικήν, καρωτικήν, κολλητικήν, ξηραν‐ τικήν, στυπτικήν· μαλάσσει δὲ καὶ μήτραν μεμυκυῖαν καὶ ἀνα‐ στομοῖ, ἄγει δὲ καὶ ἔμμηνα καὶ ἔμβρυα συντόνως σὺν ἀψινθίῳ ἢ θέρμων ἀποβρέγματι ἢ πηγάνου χυλῷ προστεθεῖσα. λαμ‐ | |
10 | βάνεται δὲ ἀντὶ καταποτίου μέγεθος κυάμου πρὸς βῆχα χρόνιον καὶ ὀρθόπνοιαν καὶ πλευρᾶς πόνον καὶ θώρακος, ῥύσιν τε κοι‐ | |
1.64.4 | λίας καὶ δυσεντερίαν. λύει δὲ καὶ ῥίγη πρὸ δύο ὡρῶν τῆς ἐπιβολῆς μετὰ πεπέρεως καὶ ὕδατος τὸ μέγεθος κυάμου πο‐ θεῖσα, ἀρτηρίας τε τραχύτητα καὶ δασυσμοὺς φωνῆς ἀποκαθί‐ στησιν ὑποτιθεμένη τῇ γλώττῃ καὶ ἀποχυλιζομένη. κτείνει δὲ | |
5 | καὶ ἕλμινθας καὶ πρὸς δυσωδίαν στόματος διαμασᾶται, πρὸς δὲ μασχαλῶν μετὰ στυπτηρίας ὑγρᾶς διαχρίεται. σὺν οἴνῳ δὲ καὶ ἐλαίῳ διακλυζομένη ὀδόντας καὶ οὖλα κρατύνει· κολλᾷ δὲ καὶ τὰ ἐν τῇ κεφαλῇ τραύματα ἐπιπασσομένη, καὶ τὰ τεθλα‐ σμένα ὦτα καὶ ἐψιλωμένα ὀστᾶ ἰᾶται σὺν κοχλίου σαρκὶ ἐπι‐ | |
10 | χριομένη, καὶ τὰ πυορροοῦντα τῶν ὤτων καὶ φλεγμαίνοντα σὺν | 58 in vol. 1 |
1.64.5 | μηκωνίῳ καὶ καστορίῳ καὶ γλαυκίῳ. πρὸς δὲ ἰόνθους μετὰ κασσίας καὶ μέλιτος ἐπιχρίεται, λειχῆνάς τε ἀποσμήχει σὺν ὄξει, καὶ τρίχας ῥεούσας μετὰ λαδάνου καὶ οἴνου καὶ μυρσινίνου καταχριομένη ῥώννυσι. πραύνει δὲ καὶ τοὺς χρονίους κατάρρους | |
5 | διαχριομένων πτερῷ τῶν μυξωτήρων· πληροῖ καὶ τὰ ἐν ὀφθαλ‐ μοῖς ἕλκη καὶ καθαίρει τὰ λευκώματα καὶ τὰ ἐπισκοτοῦντα ταῖς κόραις καὶ τραχώματα σμήχει. γίνεται δὲ καὶ λιγνὺς ἐξ αὐτῆς ὁμοίως τῇ ἐκ τοῦ λιβάνου, ὡς ὑποδείξομεν (I 68), ἁρμόζουσα πρὸς τὰ αὐτά. | |
1.65.1 | ἡ δὲ Βοιωτιακὴ σμύρνα ἐστὶ δένδρου τινὸς ἐν Βοι‐ ωτίᾳ γεννωμένου ῥίζα τετμημένη. ἐκλέγου δὲ τὴν ἐμφερῆ σμύρνῃ κατὰ τὴν εὐωδίαν. δύναμιν δὲ ἔχει θερμαντικήν, μαλακτικήν, διαλυτικήν· μείγνυται δὲ καὶ θυμιάμασι χρησίμως. | |
1.66.1 | στύραξ δάκρυόν ἐστι δένδρου τινὸς ὁμοίου κυδωνίᾳ. διαφέρει δὲ αὐτοῦ ὁ ξανθὸς καὶ λιπαρός, ῥητινώδης, θρόμβους ἔχων ὑπολεύκους, ἐπιδιαμένων τῇ εὐωδίᾳ ὡς ὅτι πλεῖστον καὶ ἐν τῷ μαλάσσεσθαι ἀνιεὶς ὑγρασίαν τινὰ μελιτώδη. τοιοῦτος | |
5 | δέ ἐστιν ὁ Γαβαλίτης καὶ Πισιδιακὸς καὶ Κιλίκιος, φαῦλος δὲ ὁ μέλας καὶ ψαθυρὸς καὶ πιτυρώδης. εὑρίσκεται δὲ καὶ δάκρυον κόμμει ἐοικός, διαυγές, σμυρνίζον· ὀλίγον δὲ τοῦτο γεννᾶται. δολίζουσι δὲ αὐτὸ τοῖς ἐκ τοῦ δένδρου πρίσμασιν, ἅπερ ὑπὸ | |
τῶν σκωλήκων ἀνατίτραται, μειγνυμένοις καὶ μέλιτι καὶ ἴριδος | 59 in vol. 1 | |
1.66.2 | ὑποστάθμῃ καὶ ἄλλοις τισίν. ἔνιοι δὲ κηρὸν ἢ στέαρ ἀρωματί‐ σαντες συνεκμαλάσσουσιν ἐν τοῖς ὀξυτάτοις ἡλίοις τῷ στύρακι καὶ δι’ ἠθμοῦ εὐρυτρήτου ἐκθλίβουσιν εἰς ὕδωρ ψυχρὸν ποιοῦν‐ τες σκωλήκια καὶ πωλοῦσι, σκωληκίτην ὀνομάζοντες. ἐγκρίνουσι | |
5 | δὲ οἱ ἄπειροι τὸν τοιοῦτον ὡς ἀκέραιον, οὐ προσέχοντες τῇ κατὰ τὴν ὀσμὴν εὐωδίᾳ· δριμὺς γὰρ λίαν ἐστὶν ὁ ἄδολος. δύναμιν δὲ ἔχει θερμαντικήν, μαλακτικήν, πεπτικήν, ποιῶν πρὸς βῆχας, κατάρρους, κορύζας, βράγχους, ἀποκοπὴν φωνῆς, | |
1.66.3 | ἤχους. ἁρμόζει καὶ πρὸς τὰς ἐν ὑστέρᾳ μύσεις καὶ σκληρίας, ἔμμηνά τε ἄγει πινόμενος καὶ προστιθέμενος, κοιλίαν τε κού‐ φως μαλάττει καταπινόμενος ὀλίγος μετὰ ῥητίνης τερεβινθίνης· μείγνυται δὲ καὶ μαλάγμασι διαφορητικοῖς καὶ ἀκόποις χρησί‐ | |
5 | μως. καίεται δὲ καὶ φώγνυται καὶ ὀπτᾶται καὶ αἰθαλοῦται ὡς λίβανος, ἁρμόζει τε ἡ αἰθάλη πρὸς ἃ καὶ ἡ τοῦ λιβάνου. τὸ δὲ ἐξ αὐτοῦ σκευαζόμενον χρῖσμα ἐν Συρίᾳ στυράκινον θερ‐ μαίνει καὶ μαλάττει ἰσχυρῶς· κεφαλαλγὲς μέντοι καὶ βαρὺ καὶ καρωτικὸν καθέστηκεν. | |
1.67.1 | βδέλλιον—οἱ δὲ μάλδακον, οἱ δὲ βλόχον καλοῦσι— δάκρυόν ἐστι δένδρου Ἀραβικοῦ. δόκιμον δέ ἐστιν αὐτοῦ τὸ τῇ γεύσει πικρόν, διαυγές, ταυροκολλῶδες, λιπαρὸν διὰ βάθους καὶ εὐμάλακτον, ἀμιγὲς ξύλων καὶ ῥυπαρίας, εὐῶδες ἐν τῇ θυμιάσει, | |
5 | ἐοικὸς ὄνυχι. ἔστι δέ 〈τι〉 ῥυπαρὸν καὶ μέλαν, ἁδρόβωλον, πα‐ λαθῶδες, κομιζόμενον ἀπὸ τῆς Ἰνδικῆς· φέρεται καὶ ἀπὸ τῆς Πέτρας ξηρόν, ῥητινῶδες, ὑποπέλιον, δευτερεῦον τῇ δυνάμει. δολοῦται δὲ μειγνύμενον κόμμει· τὸ δὲ τοιοῦτον οὐχ ὁμοίως πικραίνει τὴν γεῦσιν, ἔν τε τῇ ὑποθυμιάσει οὐχ οὕτως εὐῶδές ἐστι. | 60 in vol. 1 |
1.67.2 | δύναμιν δὲ ἔχει θερμαντικήν, μαλακτικήν, διαλυτικὴν σκλη‐ ριῶν καὶ βρογχοκηλῶν καὶ ὑδροκηλῶν ἐνεθὲν πτυέλῳ ἀσίτου. ἀναστομοῖ καὶ τὴν μήτραν προστιθέμενον καὶ ὑποθυμιώμενον· ἐφέλκεται δὲ καὶ τὰ ἔμβρυα καὶ πᾶσαν ὑγρασίαν. θρύπτει δὲ | |
5 | καὶ λίθους πινόμενον καὶ οὖρα ἄγει, βηχικοῖς τε καὶ θηριοδή‐ κτοις ὠφελίμως δίδοται. ἀγαθὸν δὲ καὶ πρὸς ῥήγματα καὶ σπάσματα καὶ πλευρᾶς πόνον καὶ διαδρομὰς πνευμάτων. μίσ‐ γεται δὲ καὶ μαλάγμασι τοῖς ἁρμόζουσι πρὸς τὰς σκληρίας καὶ δέσεις τῶν νεύρων. κατεργάζεται δὲ κοπτόμενον παραχεομένου | |
10 | οἴνου ἢ ὕδατος θερμοῦ. | |
1.68.1 | λίβανος· γεννᾶται μὲν ἐν Ἀραβίᾳ τῇ λιβανωτοφόρῳ καλουμένῃ, πρωτεύει δὲ ὁ ἄρρην, καλούμενος σταγονίας, στρογ‐ γύλος φυσικῶς· ἔστι δὲ ὁ τοιοῦτος ἄτομος λευκός τε καὶ θλα‐ σθεὶς ἔνδοθεν λιπαρὸς ἐπιθυμιαθείς τε ταχέως ἐκκαιόμενος. | |
5 | ὁ δὲ Ἰνδικὸς ὑπόκιρρός τέ ἐστι καὶ πελιὸς τῇ χρόᾳ, γίνεται δὲ καὶ κατὰ τὴν ἐπιτήδευσιν στρογγύλος· τέμνοντες γὰρ αὐτὸν εἰς τετράγωνα σχήματα καὶ βάλλοντες εἰς κεράμια κυλίουσιν, ἕως ἂν ἀπολάβῃ τὸ στρογγύλον σχῆμα· χρόνῳ δὲ ὁ τοιοῦτος ξαν‐ | |
θοῦται, Συάγριος καλούμενος. δευτερεύει δὲ ὁ ὀροβίας καὶ ὁ | 61 in vol. 1 | |
10 | σμιλιωτός, ὃν ἔνιοι κοπίσκον καλοῦσι, μικρότερον καὶ κιρρό‐ | |
1.68.2 | τερον ὄντα. λέγεται δέ τις καὶ ἀμωμίτης, ἄλλως μὲν λευκός, ἐν δὲ τῷ μαλάσσεσθαι ἐνδιδοὺς ὡς μαστίχη. δολοῦται δὲ πᾶς λίβανος τῇ πιτυίνῃ ῥητίνῃ μεθοδευομένῃ καὶ κόμμει. εὐχερὴς δὲ ἡ διάγνωσις· τὸ μὲν γὰρ κόμμι οὐκ ἐκφλογοῦται θυμιώμενον, | |
5 | ἡ δὲ ῥητίνη εἰς καπνὸν ἐκτυφοῦται, ὁ μέντοι λιβανωτὸς ἐξά‐ πτεται· δηλοῖ δὲ καὶ ἡ ὀσμὴ τὸ τοιοῦτο. δύναται δὲ στύφειν, θερμαίνειν, ἀποκαθαίρειν τὰ ἐπισκο‐ τοῦντα ταῖς κόραις καὶ τὰ κοῖλα τῶν ἑλκῶν πληροῦν καὶ ἀπου‐ λοῦν καὶ κολλᾶν τὰ ἔναιμα τραύματα, αἱμορραγίαν τε πᾶσαν | |
10 | καὶ τὴν ἐκ μηνίγγων ἐπέχειν. παρηγορεῖ καὶ τὰ περὶ δακτύλιον καὶ τὰ λοιπὰ μέρη κακοήθη 〈ἕλκη〉 ἔμμοτος λεῖος σὺν γάλακτι, καὶ τὰς ἐν ἀρχῇ μυρμηκίας καὶ λειχῆνας σὺν ὄξει καὶ πίσσῃ | |
1.68.3 | καταχριόμενος αἴρει. καὶ τὰ πυρίκαυτα δὲ [ἕλκη] καὶ χίμετλα ἰᾶται σὺν στέατι χηνείῳ ἢ χοιρείῳ, ἀχῶρας δὲ σὺν νίτρῳ σμώ‐ μενος ἰᾶται, παρωνυχίας τε σὺν μέλιτι 〈καὶ〉 ὤτων θλάσεις σὺν πίσσῃ· πρὸς δὲ τὰ λοιπὰ ἀλγήματα τῶν ὤτων σὺν οἴνῳ γλυκεῖ | |
5 | ἐγχεόμενος, μαστούς τε τοὺς ἀπὸ τοκετῶν φλεγμαίνοντας σὺν κιμωλίᾳ καὶ ῥοδίνῳ καταχριόμενος ὠφελεῖ. μείγνυται δὲ καὶ τοῖς πρὸς ἀρτηρίαν ὠφελίμως καὶ τοῖς σπλαγχνικοῖς φαρμά‐ κοις, αἱμοπτυικούς τε ὠφελεῖ πινόμενος. μανιώδης δέ ἐστι πινόμενος ὑπὸ τῶν ὑγιαινόντων· πλείων δὲ μετ’ οἴνου ποθεὶς | |
10 | καὶ κτείνει. | |
1.68.4 | καίεται δὲ λίβανος ἐπ’ ὀστράκου καθαροῦ τεθεὶς ὑφαπτό‐ μενός τε χόνδρῳ ἀναφθέντι ὑπὸ λύχνου, ἄχρι ἂν ἐκκαῇ. δεῖ δὲ | |
μετὰ τὴν τελείαν καῦσιν πωματίζειν τινί, μέχρι ἂν οὗ σβεσθῇ· οὕτως γὰρ οὐκ ἐκτεφροῦται. ἔνιοι δὲ καὶ περιτιθέασι τῷ λο‐ | 62 in vol. 1 | |
5 | παδίῳ ἀγγεῖον χαλκοῦν κοῖλον, κατατετρημένον μέσον, εἰς ἔκ‐ λημψιν τῆς λιγνύος, ὡς ὑποδείξομεν ἐν τῷ περὶ αἰθάλης λι‐ βάνου λόγῳ (64, 5). οἱ δὲ εἰς ὠμὴν χύτραν βαλόντες καὶ περιπλά‐ σαντες πηλῷ καίουσιν ἐν καμίνῳ. φώγνυται δὲ ἐπ’ ὀστράκου καινοῦ καὶ ἀνθράκων διαπύρων, ἕως οὗ μηκέτι πομφολυγίζῃ | |
10 | μηδὲ λιπαρίαν τινὰ ἢ ἀτμίδα ἀνιῇ. θρύπτεται δὲ εὐχερῶς [μὴ] κατακεκαυμένος. | |
1.68.5 | φλοιὸς δὲ λιβάνου διαφέρει ὁ παχὺς καὶ λιπαρὸς καὶ εὐώδης, πρόσφατος, λεῖος, καὶ μὴ λεπρώδης ἢ ὑμενώδης. δο‐ λοῦται δὲ μειγνυμένου αὐτῷ φλοιοῦ στροβιλίνου ἢ πιτυίνου. ἔλεγχος δὲ καὶ τούτων τὸ πῦρ· οἱ μὲν γὰρ λοιποὶ θυμιαθέντες | |
5 | οὐκ ἀνάπτονται, καπνιζόμενοι δὲ δίχα εὐωδίας ἐκτυφοῦνται, ὁ μέντοι τοῦ λιβάνου φλοιὸς ἀνάπτεται καὶ μετ’ εὐωδίας ἐκθυ‐ μιᾶται. καίεται δὲ καὶ οὗτος ὡς καὶ ὁ λίβανος. δύναμιν δὲ ἔχει ἣν καὶ ὁ λίβανος, ἐνεργέστερος ὢν καὶ στυπτικώτερος, ὅθεν ποθεὶς αἱμοπτυικοῖς μᾶλλον καὶ ῥοικοῖς | |
10 | ἁρμόζει ἐν προσθέτῳ· ποιεῖ καὶ πρὸς οὐλὰς 〈τὰσ〉 ἐν ὀφθαλ‐ μοῖς καὶ κοιλώματα καὶ ῥυπαρίας. φωχθεὶς δὲ καὶ πρὸς ψωρο‐ φθαλμίας ποιεῖ. | |
1.68.6 | μάννα δὲ λιβάνου δόκιμός ἐστιν ἡ λευκὴ καὶ καθαρά, ἔγχονδρος. δύναμιν δὲ ἔχει ἣν καὶ ὁ λιβανωτός, ὑπανειμένην δὲ μᾶλλον. μίσγουσι δὲ ἔνιοι δολίζοντες αὐτὴν ῥητίνην πιτυί‐ νην σεσησμένην καὶ γύριν ἢ φλοιὸν λιβανωτοῦ κεκομμένου. ἐλέγ‐ | |
5 | χει δὲ καὶ ταῦτα τὸ πῦρ· οὔτε γὰρ κατ’ ἴσον καὶ ἰσοτόνως θυ‐ μιαθήσεται ἀερίζοντι τῷ ἀτμῷ, ἀσβολώδει δὲ καὶ οὐ καθαρῷ, ἥ τε εὐωδία μεικτὴν ἔχει τὴν ἀποφοράν. | 63 in vol. 1 |
1.68.7 | αἰθάλην δὲ λιβανωτοῦ ποίει οὕτως· λαβιδίῳ καθ’ ἕνα χόνδρον τοῦ λιβάνου ἅπτων προστιθεὶς λύχνῳ ἐπιτίθει εἰς κοῖλον λοπάδιον ὀστράκινον καινόν, εἶτα περικάλυψον χάλκωμα ἔγκοιλον, τετρημένον κατὰ μέσον καὶ ἐσμηγμένον ἐπιμελῶς, | |
5 | ὑποτίθει τε κατὰ τὸ ἕτερον αὐτοῦ μέρος ἢ ἀμφότερα λιθάρια ὕψει τετραδακτυλιαῖα, πρὸς τὸ διαφαίνειν εἰ καίεται καὶ ἵνα χώρα ᾖ ὑποτιθέναι ἑτέρους χόνδρους ἀεί, πρό 〈τε〉 τοῦ τὸν πρῶ‐ τον χόνδρον παντελῶς σβεσθῆναι ἕτερον προσυποτίθει, ἕως ἂν αὐτάρκη λιγνὺν δόξῃς συναγηοχέναι. συνεχῶς μέντοι σπόγγῳ | |
10 | ἐξ ὕδατος ψυχροῦ περίμασσε τὰ ἐκτὸς μέρη τοῦ χαλκώματος· οὕτως γὰρ προσκαθίζει πᾶσα λιγνὺς μὴ ἄγαν αὐτοῦ πυρου‐ μένου, ἐπεὶ ἀποπίπτουσα διὰ τὴν κουφότητα μείγνυται τῇ τοῦ | |
1.68.8 | λιβάνου σποδῷ. ἀποψήσας οὖν τὴν πρώτην λιγνὺν ποίει τὸ αὐτὸ ἐφ’ ὅσον ἂν δοκῇ, ἀναιροῦ δὲ καὶ τὴν ἐκ τοῦ κατακαέντος λιβάνου σποδὸν ἰδίᾳ. δύναμιν δὲ ἔχει πραυντικὴν τῶν ἐν ὀφθαλμοῖς φλεγμονῶν, | |
5 | σταλτικὴν τῶν ῥευμάτων, ἀνακαθαρτικὴν ἑλκῶν, πληρωτικὴν | |
κοιλωμάτων, σταλτικὴν καρκινωμάτων. τὸν αὐτὸν τρόπον σκευάζεται καὶ ἐκ τῆς σμύρνης καὶ ἐκ τῆς ῥητίνης καὶ ἐκ τοῦ στύρακος λιγνύς. ἁρμόζουσι δὲ πρὸς τὰ αὐτά. καὶ ἐκ τῶν λοιπῶν δὲ δακρύων ὁμοίως τὴν λιγνὺν | 64 in vol. 1 | |
10 | λάμβανε. | |
1.69.1 | πίτυς γνώριμον δένδρον. ἔστι δὲ τοῦ αὐτοῦ γένους καὶ ἡ λεγομένη πεύκη, εἴδει διαφέρουσα. ἀμφοτέρων δὲ ὁ φλοιὸς στυπτικός, ἁρμόζων πρός τε παρατρίμματα λεῖος κατα‐ πλασσόμενος καὶ πρὸς τὰ ἐπιπόλαια τῶν ἑλκῶν καὶ κατακεκαυ‐ | |
5 | μένα σὺν λιθαργύρῳ καὶ μάννῃ. ἀναλημφθεὶς δὲ κηρωτῇ μυρ‐ σίνῃ ἀπουλοῖ τὰ ἐπὶ τῶν τρυφεροχρώτων ἕλκη καὶ τὰ ἑρπυστικὰ ἐπέχει μετὰ χαλκάνθου λεῖος, ἔμβρυά τε καὶ δεύτερα [ὑστέρα] ὑποθυμιαθεὶς ἐκβάλλει, κοιλίαν τε ποθεὶς ἐφίστησι καὶ οὖρα | |
1.69.2 | κινεῖ. καὶ τὰ φύλλα δὲ αὐτῶν καταπλασθέντα λεῖα φλεγμονὰς παρηγορεῖ καὶ τραύματα ἀφλέγμαντα διατηρεῖ, λειανθέντα δὲ καὶ ἑψηθέντα ἐν ὄξει διακλυζόμενα θερμὰ ὀδονταλγίας πραύνει· ἁρμόζει δὲ καὶ ἡπατικοῖς τῶν φύλλων ὁλκὴ μία σὺν ὕδατι ἢ | |
5 | μελικράτῳ ποθεῖσα. ποιεῖ δὲ τὰ αὐτὰ καὶ ὁ τῆς στροβίλου φλοιὸς καὶ τὰ φύλλα ποθέντα, καὶ τὸ ἐξ αὐτῶν δὲ δᾳδίον σχι‐ σθὲν εἰς λεπτὰ καὶ συνεψηθὲν ὄξει ὀδονταλγίας παύει κρατου‐ μένου τοῦ ἀφεψήματος κατὰ τοῦ πεπονθότος ὀδόντος, καὶ σπάθη δὲ ἐξ αὐτῶν γίνεται εἰς ἀκόπων σκευασίαν καὶ πεσσῶν | |
1.69.3 | ἐπιτήδειος. ἡ δὲ ἐξ αὐτῶν λιγνὺς καιομένων ἐκλαμβάνεται πρὸς μέλανος γραφικοῦ κατασκευήν, ποιοῦσα καὶ πρὸς καλλιβλέφαρα καὶ κανθοὺς βεβρωμένους πρός τε πτίλα βλέφαρα καὶ ὀφθαλ‐ μοὺς δακρύοντας. | |
5 | πιτυίδες δὲ καλοῦνται ὁ καρπὸς τῶν πιτύων καὶ τῆς | |
πεύκης ὁ εὑρισκόμενος ἐν τοῖς κώνοις. δύναμιν δὲ ἔχουσι στυπτικήν, θερμαίνουσαν ποσῶς· βοηθοῦσι δὲ βηξὶ καὶ τοῖς περὶ θώρακα πάθεσι καθ’ ἑαυτὰς καὶ μετὰ μέλιτος λαμβανό‐ μεναι. | 65 in vol. 1 | |
1.69.4 | στρόβιλοι δὲ καθαροὶ ἐσθιόμενοι ἢ μετὰ γλυκέος καὶ σικύου σπέρματος πινόμενοι οὐρητικοί, ἀμβλυντικοὶ τῶν περὶ κύστιν καὶ νεφροὺς δριμυτήτων· παρηγοροῦσι δὲ καὶ στομάχου δηγμοὺς μετὰ ἀνδράχνης χυλοῦ λαμβανόμενοι, ἐξερείδουσί τε | |
5 | ἀτονίαν σώματος καὶ τὰς τῶν ὑγρῶν διαφθορὰς ἐξαμβλύνουσιν. ὅλοι δὲ οἱ στρόβιλοι ἀπὸ δένδρου πρόσφατοι θλασθέντες καὶ ἑψηθέντες ἐν γλυκεῖ ἁρμόζουσι παλαιαῖς βηξὶ καὶ φθίσεσι, τοῦ ἐξ αὐτῶν ὑγροῦ καθ’ ἑκάστην ἡμέραν λαμβανομένου κυάθων τὸ πλῆθος τριῶν. | |
1.70.1 | σχῖνος δένδρον γνώριμον, στυπτικὸν ὅλον· καὶ γὰρ ὁ καρπὸς αὐτῆς καὶ τὸ φύλλον καὶ ὁ φλοιὸς τῶν κλάδων καὶ τῆς ῥίζης ἰσοδυναμεῖ. γίνεται δὲ καὶ χύλισμα ἐκ τοῦ φλοιοῦ καὶ τῆς ῥίζης καὶ τῶν φύλλων ἑψομένων σὺν ὕδατι ἐφ’ ἱκανόν, εἶτα | |
5 | μετὰ τὸ ψυγῆναι τῶν φύλλων ῥιπτομένων, τοῦ ὕδατος δὲ πάλιν ἑψομένου ἄχρι μελιτώδους συστάσεως. ποιεῖ δὲ στῦφον πρὸς αἵματος ἀναγωγὰς καὶ ῥύσεις κοι‐ λίας καὶ δυσεντερίας πινόμενον, καὶ πρὸς τὰς ἐκ μήτρας αἱμορ‐ ραγίας καὶ προπτώσεις ὑστέρας καὶ δακτυλίου, καὶ καθόλου | |
10 | ἀντὶ ἀκακίας καὶ ὑποκιστίδος ἔνεστιν αὐτῷ χρῆσθαι· καὶ ὁ | |
1.70.2 | χυλὸς δὲ τῶν φύλλων ἐκθλιβέντων τὰ αὐτὰ ποιεῖ. καὶ τὸ ἀφέ‐ ψημα δὲ αὐτῶν καταντλούμενον τὰ ἀσυμπλήρωτα πληροῖ καὶ τὰ ἀπώρωτα πωροῖ ὀστέα καὶ τὰς ἐκ μήτρας ῥύσεις στέλλει καὶ τῶν νομῶν ἀποτρεπτικὸν καὶ οὐρητικόν ἐστιν· ἵστησι δὲ | 66 in vol. 1 |
5 | καὶ σειομένους ὀδόντας διακλυζόμενον. τὰ δὲ ξυλάρια χλωρὰ ἀντὶ καλαμίδων παρατριβόμενα τοῖς ὀδοῦσι σμήχει τούτους. γίνεται δὲ καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ ἔλαιον στυπτικόν, ἁρμόζον πρὸς τὰ στύψεως δεόμενα. | |
1.70.3 | γεννᾶται δὲ καὶ ῥητίνη ἐξ αὐτῆς, καλουμένη σχινίνη, ὑπ’ ἐνίων δὲ μαστίχη, χρησιμεύουσα πρὸς αἵματος ἀναγωγὰς καὶ πρὸς παλαιὰν βῆχα πινομένη. ἔστι δὲ εὐστόμαχος, ἐρευ‐ κτική· μείγνυται δὲ καὶ σμήγμασιν ὀδόντων καὶ ἐπιχρίσμασι | |
5 | προσώπου στιλβοποιοῦσα, ἀνακολλᾷ δὲ καὶ τρίχας ἐν ὀφθαλ‐ μοῖς, στόματός τε εὐωδίας παρασκευαστική ἐστι διαμασωμένη καὶ οὔλων σταλτική. γεννᾶται δὲ καλλίστη καὶ πλείστη ἐν Χίῳ τῇ νήσῳ. διαφέρει δὲ αὐτῆς ἡ λαμπυρίζουσα καὶ Τυρρηνικῷ κηρῷ ὁμοία τῇ λευκότητι, ἁδρὰ καὶ καπυρὰ καὶ εὐθρυβής, εὐ‐ | |
10 | ώδης, ἡ δὲ χλωρὰ ἥττων. δολοῦται δὲ λιβάνῳ καὶ ῥητίνῃ στρο‐ βιλίνῃ μειγνυμένη. | |
1.71.1 | τέρμινθος γνώριμον δένδρον, ἧς τὰ φύλλα καὶ ὁ καρ‐ πὸς καὶ ὁ φλοιὸς στυπτικὰ ὄντα ἁρμόζει πρὸς ἃ καὶ ἡ σχῖνος, σκευαζόμενα ὁμοίως καὶ λαμβανόμενα. ὁ δὲ καρπὸς αὐτῆς ἐστιν ἐδώδιμος, κακοστόμαχος, θερμαντικός, οὐρητικός. ἔστι δὲ ἄρι‐ | |
5 | στος πρὸς ἀφροδίσια, σὺν οἴνῳ δὲ ποθεὶς πρὸς φαλαγγίων | |
δήγματα ἁρμόζει. ἡ δὲ ἐξ αὐτῆς ῥητίνη κομίζεται μὲν ἐξ Ἀραβίας τῆς ἐν Πέτρᾳ, γεννᾶται δὲ καὶ ἐν Ἰουδαίᾳ καὶ Συρίᾳ καὶ ἐν Κύπρῳ καὶ ἐν Λιβύῃ καὶ ἐν ταῖς Κυκλάσι νήσοις, ἣ δὴ καὶ διαφέρει | 67 in vol. 1 | |
10 | διαυγεστέρα οὖσα, λευκή, ὑελίζουσα τῷ χρώματι [καὶ κυανίζουσα], | |
1.71.2 | εὐώδης, τερμίνθου πνέουσα. προάγει δὲ πασῶν τῶν ῥητινῶν ἡ τερμινθίνη καὶ μετὰ ταύτην ἡ σχινίνη, εἶτα ἡ πιτυίνη καὶ ἐλατίνη, μεθ’ ἃς ἀριθμοῦνται ἥ τε πευκίνη καὶ ἡ στροβιλίνη. ἔστι δὲ πᾶσα ῥητίνη θερμαντική, μαλακτική, διαλυτική, | |
5 | ἀνακαθαρτική, βηξὶν ἁρμόζουσα καὶ φθίσεσιν ἐν ἐκλεικτοῖς καθ’ ἑαυτὴν ἢ μετὰ μέλιτος, ἀνακαθαίρουσα καὶ τὰ ἐκ θώρα‐ κος. ἔστι δὲ καὶ οὐρητικὴ καὶ πεπτικὴ κοιλίαν τε μαλάσσει, ἔν τε ἀνακολλήσει τριχῶν ἁρμόζει τῶν ἐν βλεφάροις, καὶ πρὸς λέπρας σὺν ἰῷ χαλκοῦ καὶ χαλκάνθῳ καὶ νίτρῳ, πρός τε τὰ | |
10 | ἰχωρορροοῦντα ὦτα σὺν μέλιτι καὶ ἐλαίῳ καὶ πρὸς κνησμὸν | |
1.71.3 | αἰδοίου. μείγνυται δὲ καὶ ἐμπλάστροις καὶ μαλάγμασι καὶ ἀκό‐ ποις, καὶ πλευροῦ ἀλγήμασι βοηθεῖ καθ’ ἑαυτὴν ἐπιχρισθεῖσα καὶ ἐπιτιθεμένη. γίνεται δὲ ῥητίνη ὑγρὰ πιτυίνη καὶ πευκίνη, κομιζόμεναι | |
5 | ἀπὸ Γαλλίας καὶ Τυρρηνίας· καὶ ἀπὸ Κολοφῶνος 〈δὲ〉 πάλαι ποτὲ ἐκομίζετο, ἔνθεν καὶ τὴν ἐπωνυμίαν ἔσχε Κολοφωνία κληθεῖσα, καὶ ἀπὸ Γαλατίας τῆς πρὸς ταῖς Ἄλπεσιν, ἣν ἐπιχωρίως οἱ τῇδε ἔνοικοι λάρικα ὀνομάζουσιν, ἐξόχως ποιοῦσα πρὸς τὰς χρονίους βῆχας ἐν ἐκλεικτῷ καθ’ ἑαυτήν. διάφοροι δέ εἰσι τῷ | 68 in vol. 1 |
10 | χρώματι καὶ αὗται· ἡ μὲν γάρ τίς ἐστι λευκὴ ἡ δὲ ἐλαιώδης ἡ | |
1.71.4 | δὲ μέλιτι ἔοικεν ὥσπερ ἡ λάριξ. γίνεται δὲ καὶ κυπαρισσίνη ῥητίνη ὑγρά, ἥτις ποιεῖ πρὸς τὰ αὐτά. τῆς μέντοι ξηρᾶς ἡ μέν τίς ἐστι στροβιλίνη ἡ δὲ ἐλατίνη ἡ δὲ πευκίνη ἡ δὲ πι‐ τυίνη. ἐκλέγου δ’ 〈ἐκ〉 πασῶν τὴν εὐωδεστάτην καὶ διαυγῆ καὶ | |
5 | μὴ καπυρὰν καὶ μὴ κάθυγρον, κηροειδῆ δὲ καὶ εὔθρυπτον. δια‐ φέρει δὲ αὐτῶν ἡ πιτυίνη καὶ ἐλατίνη· εὐώδεις τε γάρ εἰσι καὶ λιβανίζουσαι. κομίζονται δὲ διάφοροι ἐκ Πιτυούσης τῆς νήσου, ἥτις κεῖται κατὰ τὴν Σπανίαν. ἡ δὲ πευκίνη καὶ στροβιλίνη καὶ κυπαρισσίνη ἐνδεέστεραί τέ εἰσι καὶ οὐχ ὁμοίαις κέχρηνται | |
10 | ταῖς δυνάμεσι, παραλαμβάνονται δὲ πρὸς ὅσα καὶ ἐκεῖναι. ἡ μέντοι σχινίνη ἀναλογεῖ τῇ τερμινθίνῃ. | |
1.71.5 | καίεται δὲ πᾶσα ῥητίνη ὑγρὰ ἐν τετραπλασίονι ἀγγείῳ κατὰ τὸ τοῦ ἐγχεομένου ὑγροῦ πλῆθος· δεῖ γὰρ χοῦν μὲν τῆς ῥητίνης, δύο δὲ χοέας ὀμβρίου ὕδατος ἐμβαλόντας εἰς χαλκεῖον ἕψειν ἐπ’ ἀνθράκων πραέως, διηνεκῶς κινοῦντας, ἄχρις οὗ | |
5 | ἄνοσμος γένηται καὶ εὔθρυπτος καὶ καπυρά, ὡς 〈μὴ〉 τοῖς δακτύ‐ | |
λοις εἴκειν, λοιπὸν δὲ ψύξαντας εἰς κεραμεοῦν ἀγγεῖον ἀκώνη‐ τον [τουτέστιν ἀπίσσωτον] ἀποτίθεσθαι. γίνεται δὲ ἐξόχως λευκή· δεῖ μέντοι προδιυλίζειν πᾶσαν ῥητίνην τήκοντας, ἵνα χω‐ | 69 in vol. 1 | |
1.71.6 | ρισθῇ τὸ ῥυπῶδες αὐτῆς. καίονται δὲ καὶ δίχα ὕδατος ἐπ’ ἀνθράκων κούφως τὸ πρῶτον· ὅταν δὲ μέλλωσι συστρέφειν, ἀθρόως [καὶ] πολλοὺς ὑποθετέον τοὺς ἄνθρακας καὶ ἑψητέον ἀδιαλείπτως ἐπὶ ἡμέρας καὶ νύκτας τρεῖς, ἄχρι ἂν τὸ προειρη‐ | |
5 | μένον ἰδίωμα ἀπολάβωσιν· ἀποτίθεσο δέ, ὡς εἴρηται. τὰς μέντοι ξηρὰς ἀρκέσει δι’ ὅλης ἡμέρας ἑψήσαντας ἀποτίθεσθαι. εὐχρηστοῦσι δὲ αἱ κεκαυμέναι εἴς τε τὰ εὐώδη τῶν μαλαγμάτων καὶ ἄκοπα καὶ εἰς χρωματισμοὺς μύρων. ἐκλαμβάνεται δὲ καὶ λιγνὺς ῥητίνης, ὥσπερ ἐπὶ τοῦ λιβάνου, ἥτις χρησιμεύει πρός | |
10 | τε καλλιβλέφαρα καὶ περιβεβρωμένους κανθοὺς καὶ μυδῶντα βλέφαρα καὶ δακρύοντας ὀφθαλμούς. γίνεται δὲ ἐξ αὐτῆς καὶ μέλαν, ᾧ γράφομεν. | |
1.72.1 | πίσσα ἡ μὲν ὑγρά, ἣν ἔνιοι κῶναν καλοῦσι, συνάγεται μὲν ἐκ τῶν λιπαρωτάτων ξύλων πεύκης καὶ πίτυος· ἔστι δὲ καλὴ ἡ στίλβουσα καὶ λεία καὶ καθαρά. ποιεῖ δὲ πρὸς θανάσιμα φάρμακα, φθισικούς, ἐμπυικούς, | |
5 | βῆχας, ἄσθματα, δυσανάγωγα τῶν ἐν θώρακι ὑγρῶν ἐκλειχομένη κυάθου πλῆθος μετὰ μέλιτος· ποιεῖ δὲ καὶ πρὸς τὰς τῶν παρι‐ σθμίων καὶ σταφυλῆς φλεγμονὰς καὶ συνάγχας διαχριομένη, καὶ πρὸς τὰ πυορροοῦντα ὦτα σὺν ῥοδίνῳ, πρός τε ἑρπετῶν δήγ‐ | |
1.72.2 | ματα σὺν ἁλσὶ λείοις καταπλασσομένη. κηρῷ δὲ ἴσῳ μιγεῖσα λεπροὺς ὄνυχας ἀφίστησι, φύματά τε ὑστέρας καὶ σκληρίας | |
δακτυλίου διαφορεῖ. σὺν κριθίνῳ δὲ ἑψηθεῖσα ἀλεύρῳ καὶ παι‐ δὸς οὔρῳ χοιράδας περιρρήττει, μετὰ δὲ θείου ἢ πίτυος φλοιοῦ | 70 in vol. 1 | |
5 | ἢ πιτύρων ἕρπητας ἐπέχει καταχριομένη, μάννῃ δὲ καὶ κηρωτῇ μιγεῖσα τὰς ὑποφορὰς παρακολλᾷ, πρός τε τὰς ἐν ποσὶ καὶ δακτυλίῳ ῥαγάδας ἁρμόζει καταχριομένη, πληροῖ τε τὰ ἕλκη καὶ ἀποκαθαίρει σὺν μέλιτι, σὺν σταφίδι δὲ καὶ μέλιτι ἄνθρα‐ κας καὶ σηπεδόνας περιχαράσσει· μείγνυται δὲ καὶ σηπταῖς | |
10 | χρησίμως. | |
1.72.3 | γίνεται δὲ καὶ πισσέλαιον ἐκ τῆς πίσσης χωριζομένου τοῦ ὑδατώδους αὐτῆς. ἐφίσταται δὲ τοῦτο καθάπερ ὀρρός, καὶ ἐκλαμβάνεται δὲ ἐν τῇ ἑψήσει τῆς πίσσης ὑπεραιωρουμένου ἐρίου καθαροῦ, ὅπερ, ὅταν ἐκ τοῦ ἀναφερομένου ἀτμοῦ γένηται | |
5 | διάβροχον, ἐκθλίβεται εἰς ἀγγεῖον, καὶ τοῦτο γίνεται ἐφ’ ὅσον ἂν χρόνον ἡ πίσσα ἕψηται. ποιεῖ δὲ πρὸς ὅσα καὶ ἡ ὑγρὰ πίσσα· δασύνει δὲ καὶ ἀλωπεκίας καταπλασθὲν μετὰ κριθίνου ἀλεύρου. θεραπεύει δὲ τοῦτο καὶ ἡ ὑγρὰ πίσσα καὶ τὰ ἐπὶ τῶν κτηνῶν ἕλκη καὶ ψώρας ἐπιχριομένη. | |
1.72.4 | γίνεται δὲ καὶ λιγνὺς ἐκ τῆς ὑγρᾶς πίσσης οὕτως· εἰς λύχνον καινὸν ἐλλυχνιασμένον ἀποδούς τι τῆς πίσσης ἅψον καὶ πωμάσας τὸν λύχνον καινῷ ἀγγείῳ κεραμεῷ κλιβανοειδεῖ, ἄνω‐ θεν μὲν περιφερεῖ καὶ στενῷ, κάτωθεν δὲ τρήματα ἔχοντι, κα‐ | |
5 | θάπερ οἱ κλίβανοι, ἔα καίεσθαι· ὅταν δὲ ἀναλωθῇ τὸ πρῶτον ὑγρόν, ἄλλο ἐπίχεε, ἕως ἂν αἰθαλώσῃς λιγνὺν αὐτάρκη, καὶ χρῶ. δύναμιν δὲ ἔχει δριμεῖαν καὶ στυπτικήν. χρηστέον δὲ αὐτῇ εἰς καλλιβλέφαρα καὶ περίχριστα καὶ ὅπου μεμυδηκότα βλέφαρα τριχοφυῆσαι δεῖ, καὶ πρὸς ἀσθενέστερα καὶ μὴ δακρυρροοῦντα, | |
10 | ἔτι δὲ ἑλκώδη ὄμματα χρήσιμος. | 71 in vol. 1 |
1.72.5 | ἡ δὲ ξηρὰ πίσσα ἑψομένης τῆς ὑγρᾶς γίνεται· καλεῖται δὲ αὕτη ὑπ’ ἐνίων παλίμπισσα. γίνεται δὲ αὐτῆς ἡ μέν τις ἰξώδης, βοσκὰς καλουμένη, ἡ δὲ ξηρά. ἔστι δὲ καλὴ ἡ καθαρὰ καὶ λιπαρὰ καὶ εὐώδης καὶ ὑπόκιρρος καὶ ῥητινώδης. τοιαύτη | |
5 | δέ ἐστιν ἡ Λυκιακὴ καὶ 〈ἡ〉 Βρυττία, δύο φύσεων ἐχόμεναι, πίσσης ἅμα καὶ ῥητίνης. δύναμιν δὲ ἔχει θερμαντικήν, μαλα‐ κτικήν, πυοποιόν, διαφορητικὴν φυμάτων καὶ φυγέθλων καὶ πλη‐ ρωτικὴν ἑλκῶν. μείγνυται δὲ καὶ τραυματικοῖς χρησίμως. ζώπισσαν δὲ οἱ μὲν εἶπον εἶναι τὴν τῶν πλοίων ξυο‐ | |
10 | μένην ῥητίνην μετὰ τοῦ κηροῦ, καλουμένην ὑπ’ ἐνίων ἀπόχυμα, οὖσαν διαχυτικὴν διὰ τὸ ἐν τῇ θαλάσσῃ βρέχεσθαι, οἱ δὲ τὴν πιτυίνην ῥητίνην οὕτως ὠνόμασαν. | |
1.73.1 | ἄσφαλτος διαφέρει ἡ Ἰουδαικὴ τῆς λοιπῆς. ἔστι δὲ καλὴ ἡ πορφυροειδῶς στίλβουσα, εὔτονος τῇ ὀσμῇ καὶ βαρεῖα, ἡ δὲ μέλαινα καὶ ῥυπώδης φαύλη· δολοῦται γὰρ πίσσης μει‐ γνυμένης. γεννᾶται δὲ καὶ ἐν Φοινίκῃ καὶ ἐν Σιδῶνι καὶ ἐν | |
5 | Βαβυλῶνι καὶ ἐν Ζακύνθῳ· γίνεται δὲ καὶ κατὰ τὴν Ἀκραγαν‐ τίνων χώρων τῆς Σικελίας ὑγρὸν ἐπινηχόμενον ταῖς κρήναις, ᾧ χρῶνται εἰς τοὺς λύχνους ἀντὶ ἐλαίου, καλοῦντες αὐτὸ Σικελὸν ἔλαιον πλανώμενοι· ἔστι γὰρ ἀσφάλτου ὑγρᾶς εἶδος. καλεῖται δέ τις καὶ πιττάσφαλτος, γεννωμένη ἐν Ἀπολ‐ | |
10 | λωνίᾳ τῇ πρὸς Ἐπιδάμνῳ, ἥτις ἐκ τῶν Κεραυνίων ὀρῶν συγ‐ | |
καταφέρεται τῇ τοῦ ποταμοῦ ῥύμῃ καὶ ἐκβράσσεται εἰς τὰς ἠιόνας βωλοειδῶς συμπεπηγυῖα, ὄζουσα πίσσης μεμειγμένης ἀσφάλτῳ. | 72 in vol. 1 | |
1.73.2 | καλεῖται δέ τις καὶ νάφθα, ὅπερ ἐστὶ τῆς Βαβυλωνίου ἀσφάλτου περιήθημα, τῷ χρώματι λευκόν, εὑρίσκεται δὲ καὶ μέλαν. δύναμιν δὲ ἔχει ἁρπακτικὴν πυρὸς ὥστε καὶ ἐκ διαστή‐ ματος ἁρπάζειν τοῦτο, ὅπερ πρὸς ὑποχύσεις χρησιμεύει καὶ | |
5 | λευκώματα. δύναμιν δὲ ἔχει πᾶσα ἄσφαλτος ἀφλέγμαντον, κολλητικήν, διαφορητικήν, μαλακτικήν, ποιοῦσα πρὸς πνίγας ὑστερικὰς καὶ προπτώσεις προστιθεμένη καὶ ὀσφραινομένη καὶ ὑποθυμιω‐ μένη· ἐλέγχει δὲ καὶ ἐπιλημπτικοὺς ὑποθυμιαθεῖσα καθάπερ | |
1.73.3 | καὶ ὁ γαγάτης λίθος. πινομένη δὲ μετ’ οἴνου καὶ καστορίου ἔμμηνα κινεῖ καὶ βηξὶ χρονίαις καὶ ἀσθματικοῖς καὶ δυσπνοίαις βοηθεῖ καὶ ἑρπετῶν δήγμασι καὶ ἰσχίων πόνοις καὶ πλευρᾶς. δίδοται δὲ καὶ κοιλιακοῖς καταπότιον, καὶ θρόμβους αἵματος | |
5 | διαλύει σὺν ὄξει ποθεῖσα, ἐγκλύζεταί τε ἐπὶ δυσεντερικῶν σὺν πτισάνῃ τακεῖσα, καὶ κατάρρους ὑποθυμιωμένη θεραπεύει, καὶ ὀδόντων ἀλγήματα περιπλασθεῖσα πραύνει· ἀνακολλᾷ δὲ καὶ τρίχας ἡ ξηρὰ διὰ μηλωτίδος θερμανθεῖσα, ἀρήγει δὲ καὶ ποδα‐ γρικοῖς καὶ ἀρθριτικοῖς σὺν ὠμῇ λύσει καὶ κηρῷ καὶ νίτρῳ | |
10 | καταπλασθεῖσα. ἡ δὲ πισσάσφαλτος δύναται ὅσα πίσσα καὶ ἄσφαλτος μιγέντα. | |
1.74.1 | κυπάρισσος στύφει, ψύχει, ἧς τὰ φύλλα ποθέντα μετὰ γλυκέος καὶ σμύρνης ὀλίγης κύστει ῥευματιζομένῃ καὶ δυσ‐ ουρίᾳ βοηθεῖ. τὰ δὲ χλωρὰ σφαιρία κοπέντα καὶ σὺν οἴνῳ πινόμενα ἁρμόζει πρὸς αἵματος ἀναγωγὴν καὶ δυσεντερίαν καὶ | 73 in vol. 1 |
5 | κοιλίας ῥευματισμόν, ὀρθόπνοιαν, βῆχας· καὶ τὸ ἀφέψημα δὲ αὐτῶν τὸ αὐτὸ ποιεῖ. μαλάττει δὲ καὶ σκληρίας κοπέντα μετὰ | |
1.74.2 | σύκου καὶ πολύπους τοὺς ἐν τοῖς μυκτῆρσιν ἰᾶται. ἐκβάλλει δὲ καὶ λεπριῶντας ὄνυχας σὺν ὄξει καθεψηθέντα καὶ λειαν‐ θέντα μετὰ θέρμων, στέλλει δὲ καὶ ἐντεροκήλας καταπλασθέντα, καὶ τὰ φύλλα δὲ τὰ αὐτὰ ποιεῖ· δοκεῖ δὲ καὶ κώνωπας διώ‐ | |
5 | κειν τὰ σφαιρία μετὰ τῆς κόμης θυμιαθέντα. τὰ δὲ φύλλα λεῖα καταπλαττόμενα τραύματα κολλᾷ, ἔστι δὲ καὶ ἴσχαιμα, σὺν ὄξει δὲ λειωθέντα τρίχας βάπτει. καταπλάσσεται δὲ καθ’ ἑαυτὰ καὶ σὺν ἀλφίτῳ πρὸς ἐρυσιπέλατα καὶ ἕρπητας 〈καὶ〉 ἄνθρακας καὶ πρὸς ὀφθαλμῶν φλεγμονάς. κηρωτῇ δὲ μιγέντα | |
10 | στόμαχον κρατύνει ἐπιτιθέμενα. | |
1.75.1 | ἄρκευθος· ἡ μέν τίς ἐστι μεγάλη ἡ δὲ μικρά. ἀμφό‐ | |
τεραι δὲ θερμαίνουσι καὶ λεπτύνουσι· εἰσὶ δὲ καὶ οὐρητικαί, θυμιώμεναι δὲ θηρία διώκουσι. τοῦ μέντοι καρποῦ ὁ μέν τις κατὰ καρύου Ποντικοῦ τὸ μέγεθος εὑρίσκεται, ὁ δὲ κυάμῳ ἴσος, | 74 in vol. 1 | |
5 | στρογγύλος δὲ καὶ εὐώδης, γλυκὺς ἐν τῷ διαμασᾶσθαι καὶ ὑπό‐ κιρρος, ἀρκευθὶς καλούμενος, θερμαντικὸς μετρίως καὶ στυπτι‐ κός, εὐστόμαχος, ποιῶν πρὸς τὰ ἐν θώρακι καὶ βῆχας καὶ ἐμ‐ πνευματώσεις καὶ στρόφους καὶ θηρία πινόμενος. ἔστι δὲ καὶ οὐρητικός, ὅθεν καὶ σπάσμασι καὶ ῥήγμασι καὶ ὑστερικῶς πνι‐ | |
10 | γομέναις ἁρμόζει. | |
1.76.1 | βράθυ, 〈ὃ〉 ἔνιοι βόρατον καλοῦσιν. ἔστι τούτου εἴδη δύο· τὸ μὲν γάρ ἐστιν αὐτοῦ τοῖς φύλλοις ὅμοιον κυπαρίσσῳ, ἀκανθωδέστερον δὲ καὶ βαρύοσμον, κολοβόν τε τὸ δένδρον καὶ εἰς πλάτος μᾶλλον ἐκχεόμενον· χρῶνται δὲ τούτου τοῖς φύλλοις | 75 in vol. 1 |
5 | ἀντὶ θυμιάματος. τὸ δὲ ἕτερόν ἐστι μυρίκῃ τοῖς φύλλοις ὅμοιον. ἀμφοτέρων δὲ τὰ φύλλα ἵστησι νομὰς καὶ φλεγμονὰς κατα‐ πλαττόμενα πραύνει, ἀποκαθαίρει τε μελανίας σὺν μέλιτι κατα‐ πλασσόμενα καὶ τὰς ῥυπαρίας καὶ ἄνθρακας περιρρήσσει. πο‐ θέντα δὲ καὶ αἷμα δι’ οὔρων ἄγει καὶ ἔμβρυα ἐκτινάσσει· | |
10 | προστεθέντα δὲ καὶ ὑποθυμιαθέντα τὸ αὐτὸ ποιεῖ. μείγνυται δὲ καὶ τοῖς θερμαντικοῖς χρίσμασιν, ἰδίως δὲ τῷ γλευκίνῳ. | |
1.77.1 | κέδρος δένδρον ἐστὶ μέγα, ἐξ οὗ ἡ λεγομένη κεδρία συνάγεται. καρπὸν δὲ ἔχει ὥσπερ κυπάρισσος, μικρότερον μέν‐ τοι παρὰ πολύ. γεννᾶται δὲ καὶ ἄλλη κέδρος μικρά, ἀκανθώδης, καρπὸν δὲ ὥσπερ ἄρκευθος φέρουσα, μέγεθος μύρτου, περι‐ | |
5 | φερῆ. τῆς δὲ κεδρίας ἀρίστη ἡ παχεῖα καὶ διαυγής, εὔτονος, βαρεῖα τῇ ὀσμῇ, ἀποχεομένη τε κατὰ σταλαγμοὺς ἐπιδιαμένουσα καὶ μὴ διαχεομένη. δύναμιν δὲ ἔχει σηπτικὴν μὲν τῶν ἐμψύχων, φυλακτικὴν δὲ τῶν νεκρῶν σωμάτων, ὅθεν καὶ νεκροῦ ζωήν τινες ἐκάλεσαν αὐ‐ | |
10 | τήν, καὶ ἱμάτια δὲ καὶ δέρματα φθείρει διὰ τὸ θερμαίνειν | 76 in vol. 1 |
1.77.2 | ἐπιτεταμένως καὶ ξηραίνειν. εὐθετεῖ δὲ εἴς τε τὰ ὀφθαλμικὰ ὀξυδερκὴς οὖσα ἐγχριομένη καὶ λευκώματα καὶ οὐλὰς σμήχει. σὺν ὄξει δὲ ἐγκλυζομένη σκώληκας τοὺς ἐν ὠσὶ κτείνει, ἤχους τε καὶ συριγμοὺς παύει σὺν ὑσσώπου ἀφεψήματι ἐγχεομένη, εἴς | |
5 | τε ἐμβρώματα ὀδόντος ἐνσταγεῖσα θραύει μὲν τὸν ὀδόντα, παύει δὲ τὴν ἀλγηδόνα· καὶ σὺν ὄξει δὲ διακλυζομένη τὸ αὐτὸ ποιεῖ. περιχρισθεῖσα δὲ αἰδοίῳ πρὸ τῆς συνουσίας ἀτόκιόν ἐστι, συν‐ αγχικῶν τε περίχριστός ἐστι καὶ παρισθμίων φλεγμοναῖς βοη‐ θεῖ, φθεῖράς τε καὶ κόνιδας φθείρει περιχρισθεῖσα, κεράστου | |
10 | δὲ δήγμασι σὺν ἁλσὶ καταπλασσομένη ἀρήγει, πρός τε λαγωοῦ | |
1.77.3 | θαλασσίου πόσιν σὺν γλυκεῖ λαμβανομένη βοηθεῖ. ὠφελεῖ καὶ ἐλεφαντιῶντας ἐκλειχομένη ἢ περιχριομένη, καθαίρει καὶ τὰ ἐν πνεύμονι ἕλκη καὶ ἰᾶται 〈ταῦτα〉 ὅσον κύαθος ῥοφουμένη, σκώληκάς τε καὶ ἀσκαρίδας ἐγκλυζομένη φθείρει καὶ ἔμβρυα | |
5 | κατασπᾷ. γίνεται δὲ καὶ ἔλαιον ἐξ αὐτῆς, χωριζόμενον ἀπὸ τῆς κεδρίας δι’ ἐρίου ὑπεραιωρουμένου ἐν τῇ ἑψήσει, ὡς ἐπὶ τῆς πίσσης, ποιοῦν πρὸς ὅσα καὶ ἡ κεδρία. θεραπεύει δὲ ἰδίως τὸ ἔλαιον καὶ τὰς ἐπὶ τῶν τετραπόδων ψώρας καὶ κυνῶν καὶ βοῶν | |
10 | ἀνδρικῶς καταχριόμενον, καὶ τοὺς ἐπ’ αὐτῶν κρότωνας φθείρει προσαγόμενον, καὶ τὰς ἐπὶ τῇ κουρᾷ γινομένας ἑλκώσεις αὐτῶν | |
1.77.4 | ἀπουλοῖ. τὴν δὲ λιγνὺν αὐτῆς συνακτέον, ὥσπερ τὴν τῆς πίσσης, δύναμιν ἔχουσαν τὴν αὐτὴν ἐκείνῃ. κεδρίδες δὲ καλοῦνται οἱ ἐξ αὐτῆς καρποί. δύναμιν δὲ | |
ἔχουσι θερμαντικήν, κακοστόμαχον· βοηθοῦσι δὲ βηξί, σπάσμασι, | 77 in vol. 1 | |
5 | ῥήγμασι, στραγγουρίαις, καὶ ἔμμηνα ἄγουσι μετὰ πεπέρεως λεῖαι πινόμεναι, καὶ πρὸς λαγωοῦ θαλασσίου πόσιν σὺν οἴνῳ λαμβάνονται· διώκουσι καὶ θηρία χριομένου τοῦ σώματος σὺν ἐλαφείῳ στέατι ἢ μυελῷ. μείγνυνται δὲ καὶ ἀντιδότοις. | |
1.78.1 | δάφνη· ἡ μέν τίς ἐστι λεπτόφυλλος ἡ δὲ πλατυτέρα. θερμαντικαὶ δὲ ἀμφότεραι καὶ μαλακτικαί, ὅθεν τὸ ἀφέψημα αὐτῶν εἰς ἐγκαθίσματα ταῖς περὶ κύστιν καὶ μήτραν ἁρμόζει διαθέσεσι. τὰ δὲ χλωρὰ τῶν φύλλων ἠρέμα ὑποστύφει· ὠφε‐ | |
5 | λεῖ δὲ λεῖα καταπλασθέντα σφηκῶν καὶ μελιττῶν πληγάς, δύ‐ ναται δὲ καὶ πᾶσαν φλεγμονὴν πραύνειν σὺν ἄρτῳ καὶ ἀλφίτῳ καταπλασθέντα, ποθέντα δὲ ἀμβλύνει τὸν στόμαχον καὶ ἐμέ‐ | |
1.78.2 | τους κινεῖ. αἱ δὲ δαφνίδες θερμαντικώτεραι τῶν φύλλων εἰσί. ποιοῦσι δὲ ἐκλειχόμεναι λεῖαι σὺν μέλιτι ἢ γλυκεῖ πρὸς φθίσιν καὶ ὀρθόπνοιαν καὶ τοὺς περὶ θώρακα ῥευματισμούς. πίνονται δὲ σὺν οἴνῳ πρὸς σκορπιοπλήκτους, καὶ ἀλφοὺς δὲ σμήχουσι. | |
5 | τὸ δὲ πίεσμα αὐτῶν ὠταλγίαις καὶ ἤχοις καὶ δυσηκοίαις βοηθεῖ σὺν οἴνῳ παλαιῷ καὶ ῥοδίνῳ ἐγχεόμενον· μείγνυται καὶ ἀκόποις καὶ συγχρίσμασι θερμαντικοῖς καὶ διαφορητικαῖς δυνάμεσι. ὁ δὲ φλοιὸς τῆς ῥίζης αὐτῶν λίθους θρύπτει καὶ ἔμβρυα κτείνει καὶ ἡπατικοὺς ὠφελεῖ τριωβόλου πλῆθος σὺν οἴνῳ εὐώδει πινόμενος. | |
1.79.1 | πλατάνου τὰ τρυφερὰ τῶν φύλλων ἑψηθέντα ἐν οἴνῳ καὶ καταπλασθέντα στέλλει ῥεύματα ὀφθαλμῶν· κουφίζει δὲ καὶ [τὰ] οἰδήματα καὶ φλεγμονάς. ὁ δὲ φλοιὸς ἑψηθεὶς σὺν ὄξει ὀδονταλγίας ἐστὶ διάκλυσμα. τὰ δὲ σφαιρία χλωρὰ σὺν | 78 in vol. 1 |
5 | οἴνῳ ποθέντα ἑρπετοδήκτοις βοηθεῖ, ἀναλημφθέντα δὲ στέατι πυρίκαυτα θεραπεύει. ὁ δὲ χνοῦς τῶν φύλλων καὶ τῶν σφαι‐ ρίων ἀκοὴν καὶ ὄψιν παρεμπεσὼν λυμαίνεται. | |
1.80.1 | μελία δένδρον ἐστὶ γνώριμον, ἧς τῶν φύλλων ὁ χυλὸς καὶ αὐτὰ σὺν οἴνῳ πινόμενα καὶ καταπλασσόμενα ἐχεοδήκτοις βοηθεῖ. ὁ δὲ φλοιὸς καεὶς καὶ καταχρισθεὶς μεθ’ ὕδατος λέπρας ἀφίστησι. τὰ δὲ τορνεύματα τοῦ ξύλου ποθέντα φασὶν | |
5 | ἀναιρετικὰ εἶναι. | |
1.81.1 | λεύκης τοῦ δένδρου ὁ φλοιὸς ποθεὶς ὅσον οὐγγίας μιᾶς πλῆθος ἰσχιάδας ὠφελεῖ καὶ στραγγουρίας· ἱστορεῖται δὲ καὶ ἀτόκιος εἶναι ποθεὶς μετὰ ἡμιόνου νεφροῦ, καὶ τὰ φύλλα δὲ πινόμενα μετὰ 〈τὴν〉 κάθαρσιν σὺν ὄξει τὸ αὐτὸ δρᾶν λέγε‐ | |
5 | ται. ὠφελεῖ δὲ καὶ ὠταλγίαν ὁ χυλὸς τῶν φύλλων χλιαρὸς ἐνσταζόμενος. τὰ δὲ κατὰ τὴν ἐκβλάστησιν τῶν φύλλων σφαι‐ ρία λεῖα μετὰ μέλιτος ἐγχριόμενα ἀμβλυωπίας θεραπεύει. ἔνιοι δὲ ἱστοροῦσι τὸν φλοιὸν τῆς λεύκης καὶ τῆς αἰγείρου τμηθέντα εἰς λεπτὰ μεγέθη καὶ 〈ἐν〉σπαρέντα πρασιαῖς κεκοπρισμέναις | |
10 | ἐν παντὶ καιρῷ μύκητας ἐδωδίμους φύειν. | |
1.82.1 | μάκιρ φλοιός ἐστι κομιζόμενος ἐκ τῆς βαρβάρου, ὑπό‐ ξανθος, παχύς, στύφων ἱκανῶς κατὰ τὴν γεῦσιν. πίνεται δὲ πρὸς αἵματος πτύσιν καὶ δυσεντερίαν καὶ κοιλίας ῥευματισμόν. | 79 in vol. 1 |
1.83.1 | αἰγείρου τὰ φύλλα μετ’ ὄξους καταπλαττόμενα ποδα‐ γρικὰς ὀδύνας ὠφελεῖ. ἡ δὲ ἐξ αὐτῆς ῥητίνη μείγνυται μαλάγ‐ μασιν. ὁ δὲ καρπὸς μετ’ ὄξους πινόμενος ἐπιλημπτικοὺς ἱστο‐ ρεῖται ὠφελεῖν. λέγεται δ’ ὅτι τὸ ἐξ αὐτῶν δάκρυον κατὰ τὸν | |
5 | Ἠριδανὸν ποταμὸν καταχεόμενον πήγνυσθαι καὶ γίνεσθαι τὸ καλούμενον ἤλεκτρον, ὑπ’ ἐνίων δὲ χρυσοφόρον, εὐῶδες ἐν τῇ παρατρίψει καὶ χρυσοειδὲς τῷ χρώματι, ὅπερ πινόμενον λεῖον στομάχου καὶ κοιλίας ῥεῦμα ἵστησι. | |
1.84.1 | πτελέας τὰ φύλλα καὶ οἱ ἀκρεμόνες καὶ ὁ φλοιὸς στυπτικά. ποιεῖ δὲ τὰ φύλλα πρὸς λέπραν λεῖα σὺν ὄξει ἐπι‐ πλαττόμενα καὶ τραύματα κολλᾷ, μᾶλλον δὲ ὁ φλοιὸς ἀντὶ ἐπι‐ δέσμου περιειλούμενος· ἔστι γὰρ ἱμαντώδης. ὁ δὲ παχύτερος | |
5 | φλοιὸς σὺν οἴνῳ ἢ ὕδατι ψυχρῷ ποθεὶς οὐγγίας μιᾶς πλῆθος ἄγει φλέγμα. τὸ δὲ ἀφέψημα τῶν ῥιζῶν ἢ τῶν φύλλων καταν‐ τλούμενον τὰ κατάγματα πωροῖ τάχιον. τὸ δὲ ἐν τοῖς θυλακίοις κατὰ τὴν πρώτην ἐκβλάστησιν εὑρισκόμενον ὑγρὸν στιλβοῖ πρόσ‐ ωπον ἐπιχριόμενον, ξηραινόμενον δὲ τὸ ὑγρὸν τοῦτο ἀναλύεται | |
1.84.2 | εἰς θηρία κωνωποειδῆ. καὶ λαχανεύεται δὲ τὰ πρόσφατα τῶν φύλλων ἑψόμενα εἰς προσοψήματα. | |
ἡ δὲ ἀπὸ τῶν παλαιῶν ξύλων καὶ πρέμνων σαπρία συνι‐ σταμένη ὥσπερ ἄλευρον καταπασσομένη ἀνακαθαίρει καὶ ἀπου‐ | 80 in vol. 1 | |
5 | λοῖ ἕλκη. τὰ δὲ ἑρπυστικὰ ἐπέχει σὺν ἴσῳ ἀνήσσῳ φυραθεῖσα ἐλαίῳ ἐν ὀθονίῳ τε καεῖσα καὶ λεία καταπασσομένη. | |
1.85.1 | καλάμων ὁ μέν τις καλεῖται ναστός, ἐξ οὗ τὰ βέλη γίνεται, ὁ δέ τις θῆλυς, ἐξ οὗ αἱ γλῶτται τοῖς αὐλοῖς κατα‐ σκευάζονται· ἄλλος δὲ συριγγίας, παχύσαρκος, πυκνογόνατος, εἰς βιβλιογραφίαν ἐπιτήδειος, ὁ δέ τις παχὺς καὶ κοῖλος, παρὰ | |
5 | ποταμοῖς φυόμενος, ὃς καὶ δόναξ καλεῖται, ὑπό τινων δὲ Κύ‐ πριος, καὶ ἕτερος φραγμίτης, ὑπόλευκος, λεπτός, πᾶσι γνώριμος, οὗ ἡ ῥίζα καταπλασθεῖσα λεία καθ’ ἑαυτὴν καὶ σὺν βολβοῖς ἐπισπᾶται σκόλοπας καὶ ἀκίδας, σὺν ὄξει δὲ στρέμματα καὶ ὀσφύος ἀλγήματα παρηγορεῖ. τὰ δὲ φύλλα κοπέντα χλωρὰ καὶ | |
10 | ἐπιτεθέντα ἐρυσιπέλατά τε καὶ τὰς ἄλλας φλεγμονὰς ἰᾶται. ὁ δὲ φλοιὸς ἀλωπεκίας θεραπεύει καεὶς καὶ μετ’ ὄξους κατα‐ πλασθείς. ἡ δὲ ἀνθήλη τῶν καλάμων ἐμπεσοῦσα ταῖς ἀκοαῖς κώφωσιν ἐργάζεται. δύναται δὲ τὰ αὐτὰ καὶ ὁ Κύπριος λεγό‐ μενος κάλαμος ποιεῖν. | |
1.86.1 | πάπυρος γνώριμος πᾶσιν, ἀφ’ ἧς ὁ χάρτης κατασκευ‐ άζεται, εὔχρηστος δὲ εἰς τὴν ἰατρικὴν χρῆσιν, πρὸς ἀναστόμω‐ σιν συρίγγων σκευασθεῖσα διάβροχος περιειλουμένου λίνου ἄχρι ξηρασίας· στεγνουμένη γὰρ καὶ καθιεμένη ἐμπίπλαται ὑγρασίας | |
5 | καὶ ἐξοιδοῦσα διανοίγει τὰς σύριγγας. ἔχει δέ τι ἡ ῥίζα αὐτῆς καὶ τρόφιμον· διαμασώμενοι γοῦν αὐτὴν οἱ ἐν Αἰγύπτῳ ἀπο‐ χυλίζουσιν ἐκπτύοντες τὸ διαμάσημα, χρῶνται δὲ καὶ ἀντὶ ξύ‐ λων αὐταῖς. ἡ δὲ κεκαυμένη πάπυρος ἄχρι τεφρώσεως δύναται νομὰς ἐπέχειν τὰς ἐν στόματι καὶ παντὶ μέρει· βέλτιον δὲ ὁ | 81 in vol. 1 |
10 | χάρτης καεὶς δρᾷ τὸ τοιοῦτον. | |
1.87.1 | μυρίκη δένδρον ἐστὶ γνώριμον, παρὰ λίμναις καὶ τοῖς στασίμοις ὕδασι φυόμενον, καρπὸν ὡσπερεὶ ἄνθος φέρουσα βρυῶδες κατὰ τὴν σύστασιν. γεννᾶται δέ τις ἐν Αἰγύπτῳ καὶ Συρίᾳ ἥμερος, κατὰ τὰ ἄλλα ὁμοία 〈οὖσα〉 τῇ ἀγρίᾳ, καρπὸν δὲ | |
5 | φέρουσα ἐμφερῆ κηκίδι, ἀνώμαλον, στύφοντα τῇ γεύσει, ἁρμόζον‐ τά τε ἀντὶ κηκίδος εἰς τὰ ὀφθαλμικὰ καὶ στοματικὰ καὶ πρὸς αἵματος πτύσεις ἐν ποτῷ καὶ κοιλιακοῖς καὶ ῥοικαῖς γυναιξὶ καὶ ἰκτέρῳ καὶ φαλαγγιοδήκτοις, οἰδήματά τε στέλλει κατα‐ | |
1.87.2 | πλασθείς· καὶ ὁ φλοιὸς δὲ τὰ αὐτὰ τῷ καρπῷ ποιεῖ. τῶν δὲ φύλλων τὸ ἀφέψημα σὺν οἴνῳ ποθὲν σπλῆνα τήκει, καὶ ὀδον‐ ταλγίαις βοηθεῖ διακλυζόμενον, ἐγκάθισμά τε ῥοικαῖς, καὶ περί‐ χυμα τοῖς φθεῖρας καὶ κονίδας γεννῶσιν ἐπιτήδειον. καὶ ἡ | |
5 | ἀπὸ τῶν ξύλων δὲ τέφρα προστεθεῖσα ῥύσιν τὴν ἐκ μήτρας στέλλει. κατασκευάζουσι δὲ ἔνιοι ἐκ τοῦ πρέμνου καὶ κύλικας, αἷς ἐπὶ τῶν σπληνικῶν χρῶνται ἀντὶ ποτηρίων, ὡς τοῦ δι’ αὐ‐ τῶν πόματος ὠφελοῦντος. | |
1.88.1 | ἐρείκη δένδρον ἐστὶ θαμνῶδες, ὅμοιον μυρίκῃ, μικρό‐ τερον δὲ πολλῷ, οὗ τῷ ἄνθει 〈αἱ〉 μέλιτται χρώμεναι μέλι ἐρ‐ γάζονται οὐ σπουδῇ. ταύτης ἡ κόμη καὶ τὸ ἄνθος καταπλασσόμενα ἑρπετῶν | |
5 | δήγματα ἰᾶται. | 82 in vol. 1 |
1.89.1 | ἀκακαλλὶς θάμνου καρπός ἐστι γεννωμένου ἐν Αἰ‐ γύπτῳ, ἐοικὼς κατά τι τῷ 〈τῆσ〉 μυρίκης καρπῷ, οὗ τὸ ἀπό‐ βρεγμα μείγνυται κολλυρίοις τοῖς πρὸς ὀξυδερκίαν ἁρμόζουσιν. | |
1.90.1 | ῥάμνος θάμνος ἐστὶ περὶ φραγμοὺς φυόμενος, ῥάβδους ἔχων ὀρθὰς καὶ ἀκάνθας ὥσπερ ὀξυάκανθα, φύλλα 〈δ’〉 ὑπο‐ μήκη, ὑπολίπαρα, μαλακά. ἔστι δὲ καὶ ἑτέρα παρὰ ταύτην λευ‐ κοτέρα, ἔστι [δὲ] καὶ τρίτη μελάντερα ἔχουσα τὰ φύλλα καὶ | |
5 | πλατύτερα σὺν τῷ ἠρέμα ἐρυθραίνεσθαι, ῥάβδους μακρὰς πή‐ χεων ὡς πέντε καὶ μᾶλλον ἀκανθώδεις· ἧττον δὲ στερεὰς καὶ ἐπάκμους ἔχει τὰς ἀκάνθας. καρπὸς δὲ πλατύς, λεπτός, ὡς | |
θυλακώδης, ἐοικὼς σφονδύλῳ. ποιεῖ δὲ πασῶν τὰ φύλλα πρὸς ἐρυσιπέλατα καὶ ἕρπητας | 83 in vol. 1 | |
10 | καταπλασσόμενα. λέγεται δὲ καὶ κλῶνας αὐτῆς θύραις ἢ θυ‐ ρίσι προστεθέντας ἀποκρούειν τὰς τῶν φαρμάκων κακουργίας. | |
1.91.1 | ἅλιμον θάμνος ἐστὶ φραγμίτης, ὅμοιος ῥάμνῳ, οὐκ ἔχων ἀκάνθας, φύλλα δὲ ἐλαίας παραπλήσια, πλατύτερα μέντοι· φύεται ἐν παραθαλασσίοις 〈τόποισ〉 καὶ φραγμοῖς. λαχανεύ‐ εται δὲ αὐτῆς τὰ φύλλα ἑψόμενα εἰς βρῶσιν. τῆς δὲ ῥίζης | |
5 | δραχμῆς μιᾶς ὁλκὴ ποθεῖσα σὺν μελικράτῳ σπάσματα καὶ ῥήγ‐ ματα καὶ στρόφους πραύνει καὶ γάλα κατασπᾷ. | |
1.92.1 | παλίουρος γνώριμος θάμνος ἀκανθώδης, στερεός, οὗ τὸ σπέρμα λιπαρὸν καὶ γλινῶδες εὑρίσκεται· ὅπερ πινόμενον βηξὶν ἀρήγει καὶ τοὺς ἐν κύστει λίθους θρύπτει καὶ πρὸς ἑρ‐ πετῶν δήγματα ποιεῖ. τὰ δὲ φύλλα καὶ ἡ ῥίζα στυπτικά, ὧν | 84 in vol. 1 |
5 | τὸ ἀφέψημα ποθὲν κοιλίαν ἵστησιν, οὖρά τε ἄγει καὶ θανασί‐ μοις καὶ θηριοδήκτοις βοηθεῖ. διαφορεῖ δὲ πάντα τὰ πρό‐ σφατα φύματα καὶ οἰδήματα ἡ ῥίζα λεία ἐπιπλασθεῖσα. | |
1.93.1 | ὀξυάκανθα· οἱ δὲ πυρῆνα, οἱ δὲ πυρακάνθην κα‐ λοῦσι. δένδρον ἐστὶ παραπλήσιον ἀχράδι, μικρότερον δὲ καὶ ἀκανθῶδες ἄγαν· καρπὸν δὲ φέρει μύρτῳ ἐμφερῆ, ἁδρόν, ἐρυ‐ θρόν, εὔθρυπτον, ἔνδοθεν πυρῆνας ἔχοντα, ῥίζαν πολυσχιδῆ καὶ | |
5 | βαθεῖαν. τούτου ὁ καρπὸς διάρροιαν ἵστησι καὶ ῥοῦν γυναικεῖον πι‐ νόμενος καὶ ἐσθιόμενος. ἡ δὲ ῥίζα καταπλασθεῖσα λεία σκό‐ λοπας καὶ ἀκίδας ἐπισπᾶται. ἱστορεῖται δὲ δύνασθαι ἡ ῥίζα καὶ ἐκτρωσμοὺς ἐργάζεσθαι τῆς κοιλίας ἡσυχῆ τρὶς πληχθείσης | |
10 | ἢ χρισθείσης. | |
1.94.1 | κυνόσβατος· οἱ δὲ ὀξυάκανθαν καλοῦσι. θάμνος ἐστὶ βάτου πολλῷ μείζων, δενδρώδης. φύλλα φέρει πλατύτερα μυρ‐ σίνης, ἄκανθαν δὲ περὶ ταῖς ῥάβδοις ἰσχυράν, ἄνθος λευκόν, καρπὸν ἐπιμήκη, πυρῆνι ἐλαίας ἐοικότα, ἐν τῷ πεπαίνεσθαι | |
5 | πυρράν, τὰ δὲ ἐντὸς ἐριώδη. ἵστησι δὲ κοιλίαν ὁ καρπὸς ξηρὸς δίχα τοῦ ἐν αὐτῷ ἐριώδους—κακωτικὸν γὰρ τῆς ἀρτηρίας τοῦτο—ἐν οἴνῳ ἀποζεννύμενος καὶ πινόμενος. | 85 in vol. 1 |
1.95.1 | κύπρος δένδρον ἐστὶ φύλλα ἔχον περὶ ταῖς ῥάβδοις ἐλαίᾳ παραπλήσια, πλατύτερα δὲ καὶ μαλακώτερα καὶ χλωρό‐ τερα, ἄνθη λευκά, βοτρυώδη, εὐώδη, σπέρμα μέλαν, ὅμοιον τῷ τῆς ἀκτῆς. γεννᾶται δὲ ἀρίστη ἐν τῇ Ἀσκάλωνι καὶ Κανώπῃ. | |
5 | δύναμιν δὲ ἔχει τὰ φύλλα στυπτικήν, ὅθεν διαμασηθέντα ἄφθας ἰᾶται, καὶ τοὺς ἄνθρακας καὶ τὰς ἄλλας πυρώδεις φλεγ‐ μονὰς καταπλασθέντα ὠφελεῖ. τὸ δὲ ἀφέψημα αὐτῶν πυρι‐ καύτων κατάντλημα. ξανθίζει δὲ καὶ τρίχας στρουθίου χυλῷ λεῖα τὰ φύλλα βραχέντα καὶ ἐγχρισθέντα. τὸ δὲ ἄνθος ἐπι‐ | |
10 | πλασθὲν τῷ μετώπῳ λεῖον μετ’ ὄξους κεφαλαλγίας παύει. τὸ δὲ σκευαζόμενον ἐξ αὐτῆς χρῖσμα κύπρινον θερμαντικὸν γίνε‐ ται καὶ μαλακτικὸν νεύρων, εὐῶδες, προσλαμβάνον πυρωτικὰ μείγματα. | |
1.96.1 | φιλύρα δένδρον ἐστὶν ὅμοιον κύπρῳ κατὰ μέγεθος, φύλλα δὲ ἐλαίας ὅμοια, πλατύτερα δὲ καὶ μελάντερα. καρπὸν δὲ ἔχει σχίνῳ ἐμφερῆ, μέλανα, ὑπόγλυκυν, ὡς ἐν βότρυσι κεί‐ μενον. ἐν τραχέσι δὲ τόποις γεννᾶται. | |
5 | ταύτης τὰ φύλλα στύφει ὡς ἀγριελαία, ποιοῦντα πρὸς τὰ στύψεως δεόμενα, μάλιστα τοῖς ἐνστομίοις ἕλκεσι διαμάσημα καὶ διάκλυσμα τὸ ἀφέψημα, καὶ πινόμενον δὲ οὖρα καὶ ἔμ‐ | |
μηνα ἄγει. | 86 in vol. 1 | |
1.97.1 | κίσθος, ὃν ἔνιοι κίσθαρον ἢ κίσσαρον καλοῦσι, θά‐ μνος ἐστὶν ἐν πετρώδεσι τόποις φυόμενος, πολύκλαδος, ξυλώδης, οὐχ ὑψηλός, φύλλα ἔχων περιφερῆ, στρυφνά, 〈μέλανα,〉 δασέα· ἄνθη ὥσπερ ῥόας, 〈ἐπὶ μὲν τοῦ ἄρρενος ἐμπόρφυρα,〉 ἐπὶ δὲ | |
5 | τοῦ θήλεος λευκά. δύναμιν δὲ ἔχει στυπτικὴν τὰ ἄνθη λεῖα πινόμενα σὺν οἴνῳ αὐστηρῷ, ὅθεν δυσεντερικοῖς ἁρμόζει λαμβανόμενα δὶς τῆς ἡμέρας. καθ’ ἑαυτὰ δὲ καταπλασθέντα νομὰς ἐφίστησι, σὺν κηρωτῇ δὲ πυρίκαυτα καὶ παλαιὰ ἕλκη ἰᾶται. | |
1.97.2 | φύεται δὲ παρὰ τὰς ῥίζας τοῦ κίσθου ἡ λεγομένη ὑπο‐ | |
κιστίς, ὑπ’ ἐνίων δὲ ὀρόβηθρον ἢ κύτινος καλουμένη, ὅμοιόν τι κυτίνῳ ῥόας· καὶ τὸ μέν τι αὐτοῦ κιρρὸν [τὸ δὲ χλωρὸν] τὸ δὲ λευκόν, ὅπερ χυλίζεται ὥσπερ ἡ ἀκακία. ἔνιοι δὲ ξηράναν‐ | 87 in vol. 1 | |
5 | τες αὐτὴν καὶ θλάσαντες βρέχουσί τε καὶ ἕψουσι καὶ τὰ ἄλλα ποιοῦσιν ὡς ἐπὶ τοῦ λυκίου. δύναμιν δὲ ἔχει τὴν αὐτὴν τῇ ἀκακίᾳ, στυπτικωτέραν δὲ καὶ ξηραντικωτέραν, ποιοῦσαν πρὸς κοιλιακούς, δυσεντερικούς, αἱμοπτυικοὺς καὶ ῥοῦν γυναικεῖον πινομένη καὶ ἐνιεμένη. | |
1.97.3 | ἔστι δὲ καὶ ἕτερον εἶδος κίσθου, καλούμενον ὑπ’ ἐνίων λῆδον, θάμνος κατὰ τὰ αὐτὰ φυόμενος τῷ κίσθῳ, μακρότερα δὲ τὰ φύλλα ἔχει καὶ μελάντερα, λιπαρίαν τινὰ κατὰ τὸ ἔαρ ἐπισπώμενα, ὧν φύλλων ἡ δύναμις στυπτικὴ καθέστηκε, ποι‐ | |
5 | οῦσα πρὸς ὅσα καὶ ὁ κίσθος. γίνεται δὲ ἐξ αὐτοῦ τὸ λεγόμενον λάδανον· τὰ φύλλα γὰρ αὐτοῦ νεμόμεναι αἱ αἶγες καὶ οἱ τράγοι τὴν λιπαρίαν ἀναλαμβάνουσι τῷ πώγωνι γνωρίμως καὶ τοῖς μηροῖς προσπλαττομένην διὰ τὸ τυγχάνειν ἰξώδη, ἣν ἀφαιροῦν‐ τες ὑλίζουσι καὶ ἀποτίθενται ἀναπλάσσοντες μαγίδας. ἔνιοι δὲ | |
10 | καὶ σχοινία ἐπισύρουσι τοῖς θάμνοις καὶ τὸ προσπλασθὲν αὐ‐ | |
1.97.4 | τοῖς λίπος ἀποξύσαντες ἀναπλάσσουσιν. κράτιστον δέ ἐστιν αὐτοῦ τὸ εὐῶδες, ὑπόχλωρον, εὐμάλακτον, λιπαρόν, ἀμέτοχον ἄμμου ἢ ψαφαρίας, ῥητινῶδες. τοιοῦτον δέ ἐστι τὸ ἐν Κύπρῳ γεννώμενον, τὸ μέντοι Ἀραβικὸν καὶ Λιβυκὸν εὐτελέστερον. | |
5 | δύναμιν δὲ ἔχει θερμαντικήν, μαλακτικήν, ἀναστομωτικήν. ἵστησι δὲ τὰς ῥεούσας τρίχας μιγὲν οἴνῳ καὶ σμύρνῃ καὶ μυρ‐ σινίνῳ ἐλαίῳ, οὐλάς τε εὐπρεπεστέρας ποιεῖ μετ’ οἴνου κατα‐ | |
χριόμενον, καὶ ὠταλγίας μεθ’ ὑδρομέλιτος ἢ ῥοδίνου ἐγχεόμενον θεραπεύει. ὑποθυμιᾶται δὲ καὶ πρὸς δευτέρων ἐκβολάς, καὶ | 88 in vol. 1 | |
10 | σκληρίας θεραπεύει τὰς ἐν μήτρᾳ ἐν πεσσῷ μιγέν, καὶ ταῖς ἀνωδύνοις καὶ βηχικαῖς καὶ μαλάγμασι χρησίμως μείγνυται, κοιλίαν τε ἵστησι σὺν οἴνῳ παλαιῷ ποθέν· ἔστι δὲ καὶ οὐρη‐ τικόν. | |
1.98.1 | ἔβενος κρατίστη ἡ Αἰθιοπική, μέλαινα καὶ μὴ ἔχουσα κτηδόνας, ἐμφερὴς κέρατι εἰργασμένῳ τῇ λειότητι, θλασθεῖσα δὲ πυκνή, δηκτικὴ ἐν τῇ γεύσει καὶ ὑποστύφουσα, τεθεῖσά τε ἐπ’ ἀνθράκων μετ’ εὐωδίας καὶ δίχα καπνοῦ θυμιωμένη. ἡ δὲ | |
5 | πρόσφατος διὰ τὴν λιπαρίαν καὶ ἀνάπτεται πυρὶ προσαφθεῖσα, τριφθεῖσα δὲ ἐπ’ ἀκόνης ὑπόκιρρος γίνεται. ἔστι δέ τις καὶ Ἰνδική, ἔχουσα διαφύσεις λευκὰς καὶ κιρρὰς καὶ σπίλους ὁμοίως πυκνούς, πλὴν βελτίων ἡ πρώτη. ἔνιοι δὲ τὰ ἀκάνθινα ἢ καὶ συκάμινα καλούμενα ξύλα, ἐμφερῆ ὄντα, ἀντὶ ἐβένου πωλοῦσι· | |
10 | διαγινώσκεται δὲ ἐκ τοῦ χαῦνά τε εἶναι καὶ κατὰ σχίδακας μι‐ κρὰς ἀπολύεσθαι ἐμπορφύρους τῷ χρώματι, μηδὲν δὲ δηκτικὸν ἔχειν ἐν τῇ γεύσει ἢ ἐν τῇ θυμιάσει εὐῶδες. | |
1.98.2 | δύναμιν δὲ ἔχει σμηκτικὴν τῶν ἐπισκοτούντων ταῖς κόραις, ἀνδρικῶς δὲ ποιεῖ καὶ πρὸς τὰ παλαιὰ ῥεύματα καὶ φλυκτίδας. εἰ δέ τις ποιήσας ἐξ αὐτῆς ἀκόνιον χρῷτο εἰς τὰ κολλύρια, βέλτιον ἐνεργήσει. κατεργάζεται δὲ εἰς τὰ ὀφθαλμικὰ τῶν τορ‐ | |
5 | νευμάτων ἢ ῥινημάτων βρεχομένων ἐν οἴνῳ Χίῳ ἡμέραν καὶ νύκτα, εἶτα λειουμένων ἐπιμελῶς καὶ εἰς κολλύρια ἀναπλασσο‐ μένων. ἔνιοι δὲ προτρίψαντες διασήθουσιν αὐτήν, εἶθ’ οὕτω τὰ λοιπὰ ποιοῦσι, τινὲς δὲ ἀντὶ τοῦ οἴνου ὕδατι χρῶνται. καίεται δὲ ἐν ὠμῇ χύτρᾳ, ἕως ἂν ἀνθρακωθῇ, καὶ πλύνεται ὡς ὁ κεκαυ‐ | |
10 | μένος μόλιβδος. ἁρμόζει δὲ ἡ τοιαύτη πρὸς ψωροφθαλμίας | |
καὶ ξηροφθαλμίας. | 89 in vol. 1 | |
1.99.1 | ῥόδα ψύχει, στύφει, τὰ δὲ ξηρὰ μᾶλλον στύφει. χυλί‐ ζειν δὲ δεῖ τὰ ἁπαλὰ ἀποψαλίσαντας τὸν ὄνυχα καλούμενον, ὅπερ ἐστὶ τὸ λευκὸν τὸ ἐν τῷ φύλλῳ, τὸ δὲ λοιπὸν ἐκθλίβειν καὶ τρίβειν [ἐν σκιᾷ] ἐν θυίᾳ, ἄχρις οὗ συστραφῇ, οὕτως τε | |
5 | ἀποτίθεσθαι εἰς τὰς ὀφθαλμικὰς περιχρίσεις. ξηραίνεται δὲ τὰ φύλλα ἐν σκιᾷ συνεχῶς στρεφόμενα, ἵνα μὴ εὐρωτιάσῃ. ποιεῖ δὲ τῶν ξηρῶν ἑψηθέντων ἐν οἴνῳ τὸ ἀπόθλιμμα πρὸς ἄλγημα κεφαλῆς, ὀφθαλμῶν, ὤτων, οὔλων, δακτυλίου ἀπευθυσμένου, [ἐντέρου] μήτρας πτερῷ ἐγχριόμενον καὶ προσ‐ | |
1.99.2 | κλυζόμενον. αὐτὰ δὲ δίχα τοῦ ἐκθλιβῆναι κοπέντα ποιεῖ ἐπι‐ πλαττόμενα πρὸς ὑποχονδρίων φλεγμονὰς καὶ στομάχου πλάδον καὶ πρὸς ἐρυσιπέλατα. ξηρὰ δὲ λεία παραμηρίοις προσπάσ‐ σεται καὶ ἀνθηραῖς καὶ τραυματικαῖς καὶ ἀντιδότοις μείγνυται· | |
5 | καίεται δὲ καὶ εἰς τὰ καλλιβλέφαρα. τὸ δὲ ἐν μέσοις τοῖς ῥό‐ δοις εὑρισκόμενον ἄνθος πρὸς οὔλων ῥευματισμοὺς ξηρὸν προσ‐ πασθὲν ποιεῖ. 〈καὶ〉 αἱ κεφαλαὶ δὲ ποθεῖσαι κοιλίαν ῥέουσαν καὶ αἵματος ἀναγωγὴν ἐπέχουσιν. | |
1.99.3 | αἱ λεγόμεναι δὲ ῥοδίδες σκευάζονται τοῦτον τὸν τρόπον· ῥόδων χλωρῶν ἀβρόχων μεμαραμμένων δραχμὰς τεσσαράκοντα, νάρδου Ἰνδικῆς δραχμὰς πέντε, σμύρνης δραχμὰς ἓξ λεῖα ἀνα‐ πλάσσεται εἰς τροχίσκους τριωβολιαίους καὶ ἐν σκιᾷ ξηραίνε‐ | 90 in vol. 1 |
5 | ται· ἀποτίθεται δὲ εἰς κεραμεοῦν ἀγγεῖον ἀκώνητον περιεσφη‐ κωμένον. ἔνιοι δὲ προστιθέασι καὶ κόστου δραχμὰς δύο καὶ ἴρεως Ἰλλυρικῆς τὸ αὐτὸ μίσγοντες μετὰ μέλιτος καὶ οἴνου Χίου. χρῆσις δέ ἐστιν αὐτῶν ἐπὶ γυναικῶν περιτιθεμένων τῷ τραχήλῳ ἀντὶ ὅρμου ἡδύπνου, ἀμβλυνουσῶν τὴν τῶν ἱδρώτων δυσωδίαν. | |
10 | χρῶνται δὲ αὐτοῖς καὶ λείοις ἐν διαπάσμασι μετὰ τὸ λουτρὸν καὶ συγχρίσμασι καὶ μετὰ τὸ ξηρανθῆναι ἐκλούονται ψυχρῷ. | |
1.100.1 | λύκιον, ὃ ἔνιοι πυξάκανθαν καλοῦσι, δένδρον ἐστὶν ἀκανθῶδες, ῥάβδους ἔχον τριπήχεις ἢ καὶ μείζονας, περὶ ἃς τὰ φύλλα πύξῳ ὅμοια, πυκνά. καρπὸν δὲ ἔχει ὡς πέπερι, μέλανα, πυκνόν, πικρὸν λίαν, καὶ τὸν φλοιὸν δὲ ὠχρόν, ὅμοιον τῷ διε‐ | |
5 | θέντι λυκίῳ, ῥίζας δὲ πολλάς, πλατείας, ξυλώδεις. φύεται δὲ πλεῖστον ἐν Καππαδοκίᾳ καὶ Λυκίᾳ, καὶ ἐν ἄλλοις δὲ τόποις πολλοῖς· τραχέα δὲ φιλεῖ χωρία. | |
1.100.2 | χυλίζεται δὲ τῶν ῥιζῶν σὺν τοῖς θάμνοις θλασθέντων καὶ βραχέντων ἐφ’ ἱκανὰς ἡμέρας, εἶθ’ ἑψομένων, καὶ τῶν μὲν ξύ‐ λων ῥιπτομένων, τοῦ δὲ ὑγροῦ πάλιν ἑψομένου μέχρι μελιτώ‐ | |
δους συστάσεως. δολοῦται δὲ ἀμόργης ἅμα τῇ ἑψήσει μειγνυ‐ | 91 in vol. 1 | |
5 | μένης ἢ ἀψινθίου χυλίσματος ἢ βοείας χολῆς. καὶ τὸ μὲν ἐπι‐ νηχόμενον ἀφρῶδες ἐν τῇ ἑψήσει ἀφελὼν ἀπόθου εἰς τὰ ὀφθαλμικά, τῷ δὲ λοιπῷ εἰς τὰ ἄλλα χρῶ. γίνεται δὲ καὶ ἐκ τοῦ καρποῦ ὁμοίως χύλισμα ἐκπιεζομένου καὶ ἡλιαζομένου. ἔστι δὲ κάλλιστον τὸ καιόμενον λύκιον καὶ κατὰ τὴν σβέσιν | |
10 | τὸν ἀφρὸν ἐνερευθῆ ἔχον, ἔξωθεν μέλαν, διαιρεθὲν δὲ κιρρόν, ἄβρωμον, στῦφον μετὰ πικρίας, χρώματι κροκῶδες, οἷόν ἐστι τὸ Ἰνδικόν, διαφέρον τοῦ λοιποῦ καὶ δυναμικώτερον. | |
1.100.3 | δύναμιν δὲ ἔχει στυπτικὴν καὶ τὰ ἐπισκοτοῦντα ταῖς κόραις καθαίρει, ψωριάσεις τε τὰς ἐπὶ τῶν βλεφάρων καὶ κνησμοὺς καὶ τὰ παλαιὰ ῥεύματα θεραπεύει. ποιεῖ καὶ πρὸς ὦτα πυορ‐ ροοῦντα, παρίσθμια, οὖλά τε εἱλκωμένα καὶ διερρωγότα χείλη, | |
5 | ῥαγάδας ἐν δακτυλίῳ, παρατρίμματα περιχριόμενον· ἁρμόζει καὶ κοιλιακοῖς καὶ δυσεντερικοῖς πινόμενον καὶ ἐγκλυζόμενον. δίδοται δὲ καὶ αἱμοπτυικοῖς καὶ βήττουσι σὺν ὕδατι, καὶ τοῖς ὑπὸ λυσσῶντος κυνὸς δηχθεῖσιν ἐν καταποτίῳ ἢ σὺν ὕδατι πο‐ τόν. ξανθίζει δὲ καὶ τρίχας, παρωνυχίας τε καὶ ἕρπητας καὶ | |
10 | σηπεδόνας ἰᾶται· ἵστησι δὲ καὶ ῥοῦν γυναικεῖον προστιθέμενον. | |
1.100.4 | λέγεται δὲ τὸ Ἰνδικὸν λύκιον γίνεσθαι ἐκ θάμνου, τῆς λεγομένης λογχίτιδος. ἔστι δὲ εἶδος ἀκάνθης, ῥάβδους ἔχον ὀρθάς, τριπήχεις ἢ καὶ μείζους, πολλὰς ἀπὸ τοῦ πυθμένος, παχυτέρας βάτου, φλοιὸς ῥαγεὶς ἐνερευθής, τὰ δὲ φύλλα ὅμοια | |
5 | ἐλαίας, ἧς ἡ πόα ἐν ὄξει ἑψηθεῖσα καὶ ποτιζομένη ἱστορεῖται φλεγμονὰς σπληνὸς καὶ ἴκτερον θεραπεύειν καὶ καθάρσεις γυναι‐ κῶν ἄγειν· καὶ ὠμὴ δὲ λεία ποθεῖσα τὰ αὐτὰ ποιεῖν παρα‐ δίδοται, τοῦ δὲ σπέρματος μύστρα δύο ποθέντα ὑδατῶδες κα‐ θαίρειν καὶ θανασίμοις βοηθεῖν. | |
1.101.1 | ἀκακία φύεται ἐν Αἰγύπτῳ. ἄκανθα δέ ἐστι δεν‐ δρώδης, θαμνώδης, οὐκ ὀρθοφυής, ἄνθος ἔχουσα λευκόν, καρπὸν δὲ ὥσπερ θέρμου, λευκόν, ἐν λοβοῖς κείμενον, ἐξ οὗ καὶ ἐκ‐ θλίβεται τὸ χύλισμα ξηραινόμενον ἐν ἡλίῳ, μέλαν μὲν ἐκ τοῦ | 92 in vol. 1 |
5 | πεπείρου καρποῦ, ὑπόκιρρον δὲ ἐκ τοῦ ὠμοῦ. ἐκλέγου δὲ τὸ ἠρέμα ἔγκιρρον, εὐῶδες, ὡς ἐν ἀκακίᾳ. χυλίζουσι δέ τινες καὶ τὰ φύλλα σὺν τῷ καρπῷ· καὶ τὸ κόμμι δὲ ἐκ τῆς αὐτῆς ἀκάνθης γεννᾶται. | |
1.101.2 | δύναμιν δὲ ἔχει στυπτικήν, ψυκτικήν. ἁρμόζει δὲ ὁ χυλὸς πρὸς τὰ ὀφθαλμικὰ καὶ ἐρυσιπέλατα, ἕρπητας, χιμέτλας, πτερύγια, τὰ ἐν τῷ στόματι ἕλκη, καὶ προπτώσεις δὲ ὀφθαλ‐ μῶν καθίστησιν. ἐπέχει δὲ καὶ ῥοῦν γυναικεῖον, καὶ τὰς προ‐ | |
5 | πτώσεις δὲ τῆς ὑστέρας στέλλει, κοιλίαν τε ῥέουσαν ἐπέχει πινόμενος καὶ ἐγκλυζόμενος· μελαίνει δὲ καὶ τρίχας. πλύνεται δὲ καὶ εἰς τὰ ὀφθαλμικά, τριβομένου 〈τοῦ χυλοῦ〉 μεθ’ ὕδατος ἀποχεομένου 〈τε〉 τοῦ ἐπιπάγου, μέχρι ἂν καθαρὸν ἐφιστῆται τὸ | |
1.101.3 | ὕδωρ, καὶ οὕτως ἀναλαμβάνεται εἰς τροχίσκους. καίεται δὲ ἐν ὠμῇ χύτρᾳ μετὰ κερατίου ἐν καμίνῳ, ὀπτᾶται δὲ ἐπ’ ἀνθράκων ἐμφυσωμένων. τὸ δὲ τῆς ἀκάνθης ἕψημα καταντλούμενον ἄρ‐ θρα λελυμένα ἵστησι. τὸ δὲ κόμμι τῆς ἀκάνθης διαφέρει τὸ | |
5 | σκωληκοειδές, ὑελίζον, διαυγές, ἄξυλον, εἶτα τὸ λευκόν· τὸ δὲ ῥητινῶδες καὶ ῥυπαρὸν ἄχρηστον. δύναμιν δὲ ἔχει παρεμπλαστικήν, ἀμβλυντικὴν δριμέων φαρ‐ μάκων, οἷς μείγνυται, πυρίκαυτά τε οὐκ ἐᾷ φλυκταινοῦσθαι | |
καταχριόμενον μετ’ ᾠοῦ. | 93 in vol. 1 | |
1.101.4 | φύεται δὲ καὶ ἑτέρα ἀκακία ἐν Καππαδοκίᾳ καὶ ἐν Πόντῳ, παρεμφέρουσα τῇ Αἰγυπτίᾳ, ἐλάττων μέντοι παρὰ πολὺ καὶ χαμαίζηλος καὶ τρυφερωτέρα, περίπλεως δὲ ἀκάνθης σκολο‐ ποειδοῦς, φύλλα ἔχουσα ὅμοια πηγάνῳ. τῷ δὲ φθινοπώρῳ | |
5 | φέρει σπέρμα ἐν θυλακίοις συνεζευγμένοις, τριχώροις ἢ τετρα‐ χώροις, ἔλαττον φακοῦ. στύφει δὲ καὶ αὐτὴ χυλιζομένη σύμ‐ πασα, πλὴν ἥττων τῇ δυνάμει καθέστηκεν, εἰς τὰ ὀφθαλμικὰ ἀνεπιτήδειος οὖσα. | |
1.102.1 | ἀμόργη ὑποστάθμη ἐστὶν ἐλαίας τῆς ἐκθλιβομένης. ἥτις ἑψηθεῖσα ἐν χαλκῷ Κυπρίῳ μέχρι μελιτώδους συστάσεως στύφει, ποιοῦσα πρὸς ἃ καὶ τὸ λύκιον, ἐκ περισσοῦ δὲ καὶ πρὸς ὀδονταλγίας, τραύματά τε περιχριομένη μετ’ ὄξους ἢ οἴνου ἢ | |
5 | οἰνομέλιτος. μείγνυται δὲ καὶ ὀφθαλμικαῖς δυνάμεσι καὶ ἐμπλα‐ στικαῖς, παλαιουμένη τε βελτίων γίνεται, ἔγκλυσμά τε αἰδοίῳ καὶ ἕδρᾳ καὶ μήτρᾳ εἱλκωμέναις ἐστὶ χρήσιμον. ἐκβάλλει δὲ καὶ τοὺς ἐφθαρμένους ὀδόντας σὺν ὀμφακίῳ ἑψηθεῖσα ἄχρι μελιτώδους συστάσεως καὶ περιπλασθεῖσα, ψώρας τε κτηνῶν | |
10 | σὺν θέρμων ἀποβρέγματι καὶ χαμαιλέοντος καταχριομένη θερα‐ πεύει. ἡ δὲ ἀνέψητος καὶ πρόσφατος ποδαγρικοὺς καὶ ἀρθρι‐ τικοὺς ὠφελεῖ θερμὴ καταντληθεῖσα, ἐγχριομένη δὲ εἰς κώδιον καὶ ἐπιτιθεμένη ἐπὶ τῶν ὑδρωπικῶν στέλλει τὸν ὄγκον. | |
1.103.1 | ἄγνος ἢ λύγος θάμνος ἐστὶ δενδρώδης, παρὰ ποτα‐ μοῖς τραχέσι τε τόποις καὶ χαράδραις φυόμενος, ῥάβδους ἔχων δυσθραύστους, φύλλα δὲ ὡσπερεὶ ἐλαίας, ἁπαλώτερα δέ. τὸ δ’ ἄνθος ἡ μέν τις λευκὸν σὺν τῷ ὑποπορφυρίζοντι ἡ δὲ πορφυ‐ | 94 in vol. 1 |
5 | ροῦν φέρει, σπέρμα δὲ ὡς πέπερι. δύναμιν δὲ ἔχει θερμαντικήν, μαλακτικήν. ὁ δὲ καρπὸς αὐ‐ τῆς πινόμενος βοηθεῖ θηριοδήκτοις, σπληνικοῖς, ὑδρωπικοῖς. | |
1.103.2 | κατασπᾷ δὲ καὶ γάλα, καὶ ἔμμηνα ἄγει πινόμενος ὅσον δραχμῆς μιᾶς πλῆθος σὺν οἴνῳ, ἐκλύει δὲ καὶ γονήν, ἅπτεται δὲ καὶ κεφαλῆς κάρον ἐπιφέρων. τὸ δὲ ἀφέψημα αὐτῆς τῆς πόας καὶ τοῦ καρποῦ εἰς ἐγκαθίσματα ταῖς περὶ ὑστέραν διαθέσεσι καὶ | |
5 | φλεγμοναῖς ἀρήγει. ποθὲν δὲ μετὰ γλήχωνος καὶ ὑποθυμιαθὲν τὸ σπέρμα καὶ προστεθὲν κάθαρσιν κινεῖ, λύει δὲ καὶ κεφαλ‐ αλγίας καταπλασσόμενον, καὶ ἐπὶ ληθαργικῶν τε καὶ φρενι‐ | 95 in vol. 1 |
1.103.3 | τικῶν ἐμβρέχεται σὺν ὄξει καὶ ἐλαίῳ. καὶ τὰ φύλλα 〈δὲ〉 ὑπο‐ θυμιώμενά τε καὶ ὑποστρωννύμενα θηρία διώκει, καὶ κατα‐ πλαττόμενα ἐπὶ τῶν θηριοδήκτων βοηθεῖ, σκληρίας τε διδύμων μετὰ βουτύρου καὶ φύλλων ἀμπέλου μαλάττει, ῥαγάδας τε τὰς | |
5 | ἐν δακτυλίῳ σὺν ὕδατι ἐπιπλασθὲν τὸ σπέρμα πραύνει, σὺν δὲ τοῖς φύλλοις στρέμματά τε καὶ τραύματα ἰᾶται. δοκεῖ δὲ καὶ κωλυτήριον εἶναι ἐν ὁδοιπορίαις παρατριμμάτων, εἴ τις ῥάβδον αὐτῆς παρὰ χεῖρα κρατοίη. ὠνόμασται δὲ ἄγνος διὰ τὸ τὰς ἐν τοῖς Θεσμοφορίοις | |
10 | ἁγνευούσας γυναῖκας εἰς ὑπόστρωμα χρῆσθαι αὐτῇ· λύγος δὲ διὰ τὸ περὶ τὰς ῥάβδους αὐτῆς εὔτονον. | |
1.104.1 | ἰτέα δένδρον ἐστὶ γνώριμον, οὗ ὁ καρπὸς καὶ τὰ φύλλα καὶ ὁ φλοιὸς καὶ ὁ χυλὸς στυπτικὴν ἔχει δύναμιν. ἁρ‐ μόζει δὲ τὰ φύλλα λεῖα μετ’ ὀλίγου πεπέρεως καὶ οἴνου πο‐ θέντα εἰλεώδεσι, καθ’ ἑαυτὰ δὲ σὺν ὕδατι λημφθέντα ἀσυλ‐ | |
5 | λημψίαν κατεργάζεται. ὁ δὲ καρπὸς ποθεὶς αἱμοπτυικοὺς ὠφε‐ λεῖ. καὶ ὁ φλοιὸς δὲ τὰ αὐτὰ δρᾷ, καεὶς δὲ καὶ φυραθεὶς ὄξει ἥλους καὶ τύλους αἴρει καταπλασθείς. ὁ δὲ ἐκ τῶν φύλλων καὶ τοῦ φλοιοῦ χυλὸς ἐν κελύφει ῥόας θερμανθεὶς μετὰ ῥοδίνου | |
ὠταλγίαις ἀρήγει· καὶ τὸ ἀφέψημα δὲ αὐτῶν κατάντλημα πο‐ | 96 in vol. 1 | |
10 | δάγρας ἄριστον, σμήχει δὲ καὶ πίτυρα. λαμβάνεται δὲ καὶ ὀπὸς ἐξ αὐτῆς ἐντεμνομένου τοῦ φλοιοῦ κατὰ τὴν ἄνθησιν· ἔσω γὰρ εὑρίσκεται συνεστώς. δύναμιν δὲ ἔχει σμηκτικὴν τῶν ἐπισκο‐ τούντων ταῖς κόραις. | |
1.105.1 | ἀγριελαία, ἣν ἔνιοι κότινον καλοῦσιν, οἱ δὲ Αἰθιο‐ πικὴν ἐλαίαν, ἔχει τὰ φύλλα στυπτικά. λεῖα δὲ καταπλασθέντα ἐφεκτικά ἐστιν ἐρυσιπελάτων, ἑρπήτων, ἐπινυκτίδων, ἀνθράκων, νομῶν, παρωνυχιῶν, περιχαρακτικά τε ἐσχαρῶν σὺν μέλιτι | |
5 | καταπλασσόμενα· ἀνακαθαίρει δὲ καὶ τὰ ῥυπαρὰ ἕλκη, δια‐ φορεῖ καὶ φύγεθλα καὶ φλεγμονὰς σὺν μέλιτι καταπλασθέντα, καὶ δέρμα κεφαλῆς ἀποσπασθὲν παρακολλᾷ· ἰᾶται δὲ καὶ τὰ ἐν στόματι ἕλκη καὶ ἄφθας διαμασηθέντα, καὶ ὁ χυλὸς δὲ αὐ‐ | |
1.105.2 | τῶν καὶ τὸ ἀφέψημα τὸ αὐτὸ ποιεῖ. ἐπέχει δὲ καὶ αἱμορραγίαν καὶ ῥοῦν γυναικεῖον ὁ χυλὸς προστιθέμενος, καὶ τὰ 〈φύλλα τὰ〉 ἐν ὀφθαλμοῖς σταφυλώματα καὶ φλυκταίνας, ἔτι δὲ ἕλκη καὶ παλαιὰ ῥεύματα στέλλει· διὸ καὶ μιγέντα κολλυρίοις πρὸς τὰς | |
5 | τῶν βλεφάρων διαβρώσεις εὐθετεῖ. χυλίζοντας δὲ δεῖ κόπτειν τὰ φύλλα καὶ παραχέοντας οἶνον ἢ ὕδωρ ἐκθλίβειν καὶ ξηράναντας ἐν ἡλίῳ ἀναπλάσσειν· ἔστι δ’ εὐτονώτερος ὁ διὰ τοῦ οἴνου ἐκ‐ θλιβόμενος καὶ εἰς ἀπόθεσιν μᾶλλον τοῦ δι’ ὕδατος ἁρμόζει· ποιεῖ δὲ καὶ πρὸς ὦτα πυορροοῦντα καὶ εἱλκωμένα. τὰ δὲ | |
10 | φύλλα καὶ ἐπὶ κοιλιακῶν εὐθετεῖ καταπλασσόμενα σὺν ὠμῇ | |
1.105.3 | λύσει. καίεται δὲ τὰ φύλλα μετὰ τῶν ἀνθῶν καὶ εἰς ἀντίσποδα ἐν χύτρᾳ ὠμῇ περιπεπλασμένῃ πηλῷ τὸ στόμα μέχρι ὀπτή‐ | |
σεως τοῦ κεράμου, ἔπειτα κατασβέννυται οἴνῳ καὶ φυραθέντα πάλιν οἴνῳ ὁμοίως καίεται, εἶτα πλύνεται ὡς τὸ ψιμύθιον καὶ | 97 in vol. 1 | |
5 | ἀναπλάσσεται. δοκεῖ δὲ ἡ τοιαύτη καῦσις μὴ λείπεσθαι τοῦ σποδίου εἰς τὰ ὀφθαλμικά, ὅθεν καὶ τὴν δύναμιν ὁμοίαν ἡγητέον. δύναται δὲ τὰ αὐτὰ καὶ τὰ τῆς ἡμέρου ἐλαίας φύλλα, λείπεται δὲ τῇ δυνάμει, ὅθεν εἰς τὰ ὀφθαλμικὰ μᾶλλον ἁρμόζει | |
1.105.4 | διὰ τὸ ἐπιεικέστερον. τὸ δὲ ἐκ χλωροῦ τοῦ ξύλου καιομένου ἐκ‐ κρινόμενον ὑγρὸν πίτυρα καὶ ψώρας καὶ λειχῆνας καταχριόμενον ἰᾶται. καὶ ὁ καρπὸς δὲ αὐτῶν καταπλασθεὶς πίτυρα καὶ νομὰς θεραπεύει. τὸ δὲ ἐν τοῖς πυρῆσιν ἐντὸς μετὰ στέατος καὶ | |
5 | ἀλεύρου λεπροὺς ὄνυχας ἐκτινάσσει. αἱ δὲ κολυμβάδες ἐλαῖαι λεῖαι καταπλασθεῖσαι πυρί‐ καυτα οὐκ ἐῶσι φλυκταινοῦσθαι, καὶ ῥυπαρὰ δὲ ἕλκη καθαί‐ ρουσιν. ὁ δὲ ἐκ τῆς ἅλμης χυλὸς αὐτῶν διακλυζόμενος οὖλα | |
1.105.5 | 〈οἰδοῦντα〉 στέλλει καὶ ὀδόντας σειομένους κρατύνει. ἔστι δὲ ἡ μὲν ὑπόκιρρος καὶ πρόσφατος ἐλαία δυσκοίλιος, εὐστόμαχος, ἡ δὲ μέλαινα καὶ πέπειρος εὐδιάφθορος καὶ κακοστόμαχος, ὀφ‐ θαλμοῖς τε ἀνεπιτήδειος καὶ κεφαλαλγής· φρυγεῖσα δὲ καὶ κατα‐ | |
5 | πλασθεῖσα νομὰς ἵστησι καὶ ἄνθρακας περιρρήττει. τὸ δ’ ἐκ τῆς ἀγρίας ἐλαίας ἔλαιον οὔλοις διάκλυσμα μυδῶσι καὶ σταλτικὸν ὑποσάλων ὀδόντων ἐστί, πυρία τε δι’ αὐτοῦ θερμαινομένου ἐπιτήδειος οὔλοις ῥευματιζομένοις· δεῖ δὲ ἔριον μηλωτίδι περιτιθέντα ἀποβάπτειν εἰς τὸ ἔλαιον καὶ προσ‐ | |
10 | άπτεσθαι τῶν οὔλων, ἄχρι οὗ ἂν λευκὰ φανῇ. | |
1.105.6 | τὸ δὲ δάκρυον τῆς Αἰθιοπικῆς ἐλαίας ἔοικέ πως σκαμ‐ | |
μωνίᾳ, ἔγκιρρον, ἐκ μικρῶν σταγόνων συγκείμενον, δηκτικόν. τὸ δὲ ὅμοιον κόμμει, μελανίζον καὶ οὐ δηκτικόν, ἀχρεῖον. φέρει δὲ τὸ τοιοῦτον καὶ ἡ παρ’ ἡμῖν ἐλαία καὶ ἀγριελαία. ποιεῖ δὲ | 98 in vol. 1 | |
5 | ἀμβλυωποῦσι, καὶ οὐλὰς καὶ λευκώματα ἐγχριόμενον σμήχει, οὖρά τε καὶ ἔμμηνα κινεῖ· ποιεῖ καὶ πρὸς ὀδόντων πόνους ἐν‐ τιθέμενον εἰς τὸ βρῶμα. ἀναγράφεται δὲ καὶ ἐν τοῖς φθαρτι‐ κοῖς, ἄγει δὲ καὶ ἔμβρυα καὶ λειχῆνας θεραπεύει καὶ λέπραν. καλεῖται δὲ Αἰθιοπικὴ ἐλαία ἡ ἀγριελαία. | |
1.106.1 | δρῦς πᾶσα στυπτικὴν ἔχει δύναμιν, μάλιστα δὲ αὐτῆς στύφει τὸ μεταξὺ τοῦ φλοιοῦ καὶ τοῦ πρέμνου ὑμενοειδές, ὁμοίως καὶ τὸ περὶ τῇ βαλάνῳ ὑπὸ τὸ κέλυφος. δίδοται δὲ τὸ ἀφέψημα αὐτῶν κοιλιακοῖς καὶ δυσεντερικοῖς καὶ αἱμοπτυι‐ | |
5 | κοῖς, καὶ ἐν πεσσοῖς 〈δὲ〉 λεῖον προστίθεται ῥοικαῖς γυναιξί. καὶ αἱ βάλανοι δὲ τὰ αὐτὰ ποιοῦσιν· εἰσὶ δὲ καὶ οὐρη‐ τικαὶ καὶ κεφαλαλγεῖς βιβρωσκόμεναι καὶ πνευματοῦσαι. ἁρμό‐ ζουσι δὲ πρὸς τὰ ἰοβόλα ἐσθιόμεναι, καὶ τὸ ἀφέψημα δὲ αὐτῶν καὶ τοῦ φλοιοῦ βοηθεῖ τοξικῷ μετὰ γάλακτος βοείου πινόμενον. | |
1.106.2 | ὠμαὶ δὲ καταπλασθεῖσαι λεῖαι φλεγμονὰς παρηγοροῦσι, σὺν στέατι δὲ χοιρείῳ ταριχηρῷ πρὸς κακοήθεις σκληρίας καὶ πρὸς πονηρευόμενα ἕλκη ἁρμόζουσιν. ἰσχυρότεραι δὲ τῶν δρυίνων αἱ πρίνιναι τῇ δυνάμει εἰσί. | |
5 | καὶ ἡ φηγὸς δὲ καὶ ἡ πρῖνος εἴδη ὄντα δρυὸς ἐοικότα | |
ἐνεργεῖ. τῆς δὲ ῥίζης τῆς πρίνου ὁ φλοιὸς σὺν ὕδατι ἑψηθείς, ἄχρις οὗ τακηρὸς γένηται, καὶ ἐπιπλασθεὶς νύκτα ὅλην τρίχας | 99 in vol. 1 | |
1.106.3 | μελαίνει προαποσμηχθείσας Κιμωλίᾳ γῇ. ἁρμόζει δὲ τὰ φύλλα πάντων λεῖα κοπέντα οἰδήμασι, καὶ τὰ ἄτονα δὲ μέρη κρατύνει. αἱ δὲ Σαρδιαναὶ βάλανοι, ἅς τινες λόπιμα ἢ καστα‐ νίας ἢ μότα ἢ Διὸς βαλάνους καλοῦσι, στύφουσι καὶ αὐταί, | |
5 | τῶν ὁμοίων τέ εἰσι δραστικαί, καὶ μάλιστα ὁ μεταξὺ τῆς σαρ‐ κὸς καὶ τοῦ λέπους φλοιός. ἡ δὲ σὰρξ καὶ τοῖς ἐφήμερον πεπωκόσιν ἁρμόζει. | |
1.107.1 | κηκὶς καρπός ἐστι δρυός, ἧς ἡ μέν τις ὀμφακῖτις κα‐ λουμένη μικρὰ καὶ κονδυλώδης, στιβαρά, ἀτρύπητος, ἡ δέ τις λεία καὶ κούφη καὶ τετρημένη. ἐκλέγεσθαι δὲ δεῖ τὴν ὀμφα‐ κῖτιν, ἐνεργεστέραν οὖσαν. | |
5 | ἀμφότεραι δὲ στύφουσιν ἱκανῶς καὶ στέλλουσι λεῖαι τὰς ὑπερσαρκώσεις ῥευματισμούς τε οὔλων καὶ κιονίδος καὶ τὰς ἐν στόματι ἄφθας. τὸ δὲ μέσον αὐτῶν βρώματι ὀδόντων ἐν‐ τεθὲν παύει τὰς ὀδύνας, γίνονταί τε καὶ ἴσχαιμοι καεῖσαι ἐπ’ ἀνθράκων ἄχρι πυρώσεως καὶ κατασβεσθεῖσαι οἴνῳ ἢ ὄξει ἢ | |
1.107.2 | ὀξάλμῃ. τὸ δὲ ἀπόζεμα αὐτῶν ποιεῖ εἰς ἐγκαθίσματα 〈πρὸσ〉 προπτώσεις ὑστέρας καὶ ῥευματισμούς. μελαίνουσι δὲ καὶ τρί‐ χας ἀποβραχεῖσαι ἐν ὄξει ἢ ὕδατι· ἁρμόζουσι δὲ καὶ δυσεντερι‐ | |
κοῖς καὶ κοιλιακοῖς ἐπιπαττόμεναι ὕδατι λεῖαι ἢ οἴνῳ καὶ πινό‐ | 100 in vol. 1 | |
5 | μεναι τοῖς τε προσοψήμασι μειγνύμεναι ἢ προαφεψόμεναι ὅλαι ἐν τῷ ὕδατι, εἰς ὃ μέλλει τι ἕψεσθαι τῶν ἁρμοζόντων πρὸς αὐτούς. καὶ καθόλου ὅπου τι δεῖ στῦψαι ἢ στῆσαι ἢ ἀναξη‐ ρᾶναι, παραλαμβάνεσθαι ἁρμόζει τὴν χρῆσιν αὐτῶν. | |
1.108.1 | ῥοῦς ὁ ἐπὶ τὰ ὄψα, ὃν ἔνιοι ἐρυθρὸν καλοῦσι, καρ‐ πός ἐστι τῆς καλουμένης βυρσοδεψικῆς ῥοός, ἥτις ὠνομάσθη ἐκ τοῦ τοὺς βυρσοδέψας αὐτῇ χρῆσθαι εἰς τὴν στύψιν τῶν δερ‐ μάτων. ἔστι δὲ δενδρύφιον, φυόμενον ἐπὶ πέτραις, ὡς δίπηχυ, | |
5 | ἐφ’ οὗ φύλλα ἐπιμήκη, ὑπέρυθρα, τὴν περιφέρειαν ἐντετμη‐ μένα πριονοειδῶς· καρπὸς δὲ βοτρυδίοις ἐοικώς, πυκνός, κατὰ μέγεθος τερμίνθου, ὑπόπλατυς, οὗ τὸ περικείμενον φλοιῶδές ἐστιν εὔχρηστον. | |
1.108.2 | δύναμιν δὲ ἔχει τὰ φύλλα στυπτικήν, ποιοῦσαν πρὸς ἃ καὶ ἡ ἀκακία. μελαίνει δὲ τρίχας τὸ ἀφέψημα, δυσεντερίας τέ ἐστιν ἔγκλυσμα καὶ πόμα καὶ ἐγκάθισμα, καὶ ὤτων πυορροούντων ἔγκλυσμα, πτερύγιά τε καὶ φαγεδαίνας ἐπέχει καταπλασσόμενα | |
5 | τὰ φύλλα μετ’ ὄξους ἢ μέλιτος. καὶ τὸ χύλισμα δὲ τῶν φύλ‐ λων, ξηρῶν ἑψομένων σὺν ὕδατι ὥσπερ τὸ λύκιον ἄχρι μελιτώ‐ | |
1.108.3 | δους συστάσεως, ἁρμόζει πρὸς ὅσα καὶ τὸ λύκιον. καὶ ὁ καρ‐ πὸς δὲ τὰ αὐτὰ ποιεῖ, ἁρμόζων ἐν προσοψήμασι κοιλιακοῖς καὶ δυσεντερικοῖς, ἀφλέγμαντά τε τηρεῖ σὺν μέλιτι καταπλασθεὶς θλάσματα, ἀποσύρματα, πελιώματα, γλώττης τε τραχύτητας | |
5 | σμήχει σὺν μέλιτι καὶ λευκὸν ῥοῦν ἵστησιν, αἱμορροίδας τε θερα‐ πεύει μετὰ δρυίνου ἄνθρακος λείου ἐπιτιθέμενος. καὶ τούτου | |
δὲ τὸ ἀπόβρεγμα ἑψόμενον συνίσταται, ποιοῦν βέλτιόν πως τοῦ καρποῦ. φέρει δὲ καὶ κόμμι, ὅπερ ἐντίθεται τοῖς βρώμασι τῶν ὀδόντων πρὸς ἀπονίαν. | 101 in vol. 1 | |
1.109.1 | φοῖνιξ ἐν Αἰγύπτῳ γίνεται· τρυγᾶται δὲ μεσοπορού‐ σης τῆς κατὰ τὴν ὀπώραν ἀκμῆς, παρεμφέρων τῇ Ἀραβικῇ μυροβαλάνῳ, πτῶμα δὲ λέγεται, τῷ χρώματι χλωρός, ἐμφερὴς κυδωνίῳ κατὰ τὴν ὀσμήν· εἰ δὲ ἀφεθείη πεπαινόμενος, γίνεται | |
5 | φοινικοβάλανος. ἔστι δὲ στρυφνός, στυπτικός, 〈ὅθεν〉 πινόμενος σὺν οἴνῳ αὐστηρῷ 〈ποιεῖ〉 πρὸς διάρροιαν καὶ ῥοῦν γυναικεῖον· ἵστησι δὲ καὶ αἱμορροίδας καὶ τραύματα κολλᾷ καταπλασθείς. αἱ δὲ φοινικοβάλανοι 〈χλωραὶ〉 στυπτικώτεραι τυγχάνουσι τῶν ξηρῶν, | |
1.109.2 | κεφαλαλγεῖς δέ εἰσι καὶ πλείονες βρωθεῖσαι μεθύσκουσιν. αἱ δὲ ξηραὶ βοηθοῦσιν αἱμοπτυικοῖς, στομαχικοῖς, δυσεντερικοῖς καὶ τοῖς περὶ κύστιν καταπλασσόμεναι λεῖαι μετὰ κυδωνίου καὶ κηρωτῆς οἰνανθίνης, μάλιστα δὲ αἱ καρυώτιδες ἐσθιόμεναι ἀρ‐ | |
5 | τηριῶν τραχύτητας ἰῶνται. τῶν δὲ Θηβαικῶν τὸ ἀφέψημα ποθὲν παύει καύσωνα, καὶ τὰς δυνάμεις ἀνακτᾶται μετὰ ὑδρομέλιτος παλαιοῦ λαμ‐ βανόμενον· καὶ αὐταὶ δὲ βρωθεῖσαι τὸ αὐτὸ ποιοῦσι. γίνεται δὲ καὶ οἶνος ἐξ αὐτῶν τὸ αὐτὸ δυνάμενος τῷ καρπῷ· καὶ καθ’ | |
10 | ἑαυτὸ ποθὲν τὸ ἀφέψημα αὐτῶν καὶ ἀναγαργαριζόμενον ἱκανῶς | |
1.109.3 | στύφει καὶ στέλλει. οἱ δὲ πυρῆνες τῶν φοινίκων καίονται ἐν ὠμῇ χύτρᾳ καθάπερ καὶ τὰ ἄλλα πάντα, εἶτα σβεσθέντες οἴνῳ πλύνονται καὶ εἰς ἀντίσποδα. εὐθετοῦσι δὲ εἰς καλλιβλέφαρα, κἂν μὴ αὐτάρκως καῶσι, πάλιν τὸ αὐτὸ γίνεται. | |
5 | δύναμιν δὲ ἔχουσι στυπτικήν, παρεμπλαστικήν, ποιοῦσαν | |
πρὸς τὰς ἐν ὀφθαλμοῖς φλυκτίδας, σταφυλώματα, μίλφους σὺν νάρδῳ· σὺν οἴνῳ δὲ στέλλουσι καὶ ὑπερσαρκώματα καὶ ἀπου‐ λοῦσιν ἕλκη. εὐθετοῦσι δὲ μάλιστα οἱ ἀπ’ Αἰγύπτου οἱ ἐκ τῶν χαμαιζήλων φοινίκων. | 102 in vol. 1 | |
1.109.4 | φοῖνιξ, ὃν ἔνιοι ἐλάτην ἢ σπάθην καλοῦσι, περι‐ κάλυμμά ἐστι τοῦ καρποῦ τῶν φοινίκων ἀκμὴν ἀνθούντων· χρῶνται δὲ αὐτῷ οἱ μυρεψοὶ εἰς τὰς τῶν μύρων στύψεις. ἔστι δὲ αὐτῆς κρατίστη ἡ εὐώδης, στύφουσα, βαρεῖα, μεμυκυῖα, λι‐ | |
5 | παρὸν ἔχουσα τὸ ἐντός. δύναμιν δὲ ἔχει στυπτικήν, ἐφιστῶσαν τὰ νεμόμενα τῶν ἑλκῶν, χαλάσματά τε ἄρθρων συνάγει λεία μαλάγμασι μιγεῖσα καὶ καταπλάσμασιν. ὠφελεῖ δὲ καὶ ὑποχόνδρια καὶ στόμαχον ἀτονοῦντα καὶ ἡπατικὰς διαθέσεις μειγνυμένη τοῖς ἁρμόζουσι | |
1.109.5 | τῶν καταπλασμάτων. μελαίνει δὲ καὶ τρίχας τὸ ἀφέψημα αὐτῆς σμηχόμενον συνεχῶς, ποτιζόμενον δὲ [νευρικοῖς] νεφριτικοῖς καὶ τοῖς περὶ κύστιν καὶ σπλάγχνα ἁρμόζει, κοιλίαν τε καὶ ὑστέραν ῥευματιζομένην ἵστησιν. ἁπαλὴ δὲ σὺν ῥητίνῃ καὶ κηρῷ ἐπι‐ | |
5 | τεθεῖσα καὶ ἐαθεῖσα ἡμέρας εἴκοσι ψώρας θεραπεύει. καὶ ὁ περιεχόμενος δὲ ὑπ’ αὐτῆς καρπὸς ἐλάτη καλεῖται, ὑπ’ ἐνίων δὲ βόρασσος, καὶ αὐτὸς [δὲ] στυπτικὸς ὑπάρχων τὸ αὐτὸ δύνα‐ ται τῇ σπάθῃ χωρὶς τῆς ἐν τοῖς μύροις εὐχρηστίας. καὶ τὸ ἐγκάρδιον δὲ τοῦ πρέμνου λευκὸν πρόσφατον βιβρωσκόμενον καὶ | |
10 | ἀφεψόμενον ποιεῖ πρὸς ὅσα καὶ ὁ βόρασσος. | |
1.110.1 | ῥόα πᾶσα εὔχυλος, εὐστόμαχος, ἄτροφος. τούτων μέν‐ τοι ἡ γλυκεῖα εὐστομωτέρα, θερμασίαν ποσὴν ἐγγεννῶσα περὶ στόμαχον καὶ πνευματοῦσα, ὅθεν ἐστὶν ἐπὶ τῶν πυρεσσόντων ἄθετος· ἡ δὲ ὀξεῖα καυσουμένῳ στομάχῳ βοηθεῖ, καὶ ἔστιν | 103 in vol. 1 |
5 | οὐρητική, ἄστομος δὲ καὶ στυπτική· ἡ δὲ οἰνώδης μέσην ἔχει | |
1.110.2 | δύναμιν. τῆς δὲ ὀξείας ὁ πυρὴν ξηρανθεὶς ἐν ἡλίῳ καὶ ἐπι‐ παττόμενος προσοψήμασι καὶ συνεψόμενος κοιλίαν καὶ στομά‐ χου ῥεῦμα ἵστησιν, ἀποβραχεὶς δὲ ἐν ὀμβρίῳ ὕδατι αἱμοπτυι‐ κοὺς ὠφελεῖ πινόμενος, καὶ εἰς ἐγκάθισμα δυσεντερικῶν καὶ | |
5 | ῥοικῶν ἁρμόζει. εὔχρηστον δὲ τὸ ἀπόθλιμμα τῶν πυρήνων ἑψηθὲν καὶ μιγὲν μέλιτι πρός τε τὰ ἐν στόματι καὶ αἰδοίῳ καὶ ἕδρᾳ ἕλκη καὶ πτερύγια τὰ ἐν δακτύλοις, νομάς τε καὶ ὑπεροχὰς καὶ ὠταλγίας καὶ τὰ ἐν μυκτῆρσι, καὶ μάλιστα τῆς ὀξείας. τὰ δὲ ἄνθη αὐτῆς, ἃ καὶ κύτινοι καλοῦνται, καὶ αὐτὰ | |
10 | στυπτικὰ καὶ ξηραντικὰ καὶ κατασταλτικὰ καὶ ἐναίμων κολλη‐ τικά, ἁρμόζοντα πρὸς ἃ καὶ ἡ ῥόα. τὸ δὲ ἀφέψημα αὐτῶν οὔλων πλαδώντων καὶ ὀδόντων σειομένων διάκλυσμα, ἀνακόλ‐ | |
1.110.3 | λημά τε ἐντεροκηλικοῖς ἐν καταπλάσματι. ἱστοροῦσι δέ τινες ἀνοφθαλμιάτους παρ’ ὅλον τὸ ἔτος γίνεσθαι τοὺς καταπιόντας ὑγιεῖς τρεῖς κυτίνους ὡς ὅτι ἐλαχίστους. χυλίζονται δὲ ὡς ἡ ὑποκιστίς. | |
5 | καὶ τὰ λέπη δὲ τῆς ῥόας, ἅ τινες σίδια καλοῦσι, στυπτικὴν ἔχοντα καὶ αὐτὰ τὴν δύναμιν, πρὸς ὅσα καὶ οἱ κύτινοι ἁρμόζει. τὸ δὲ ἀφέψημα τῶν ῥιζῶν ἕλμεις τὰς πλατείας ποθὲν ἐκτι‐ νάσσει καὶ ἀποκτείνει. | |
1.111.1 | βαλαύστιόν ἐστιν ἄνθος ἀγρίας ῥόας. εἴδη δέ ἐστιν αὐτοῦ πλείονα· εὑρίσκεται γὰρ καὶ λευκὸν καὶ πυρρὸν καὶ ῥοδό‐ χρουν· ἔοικε δὲ κυτίνῳ ῥόας. χυλίζεται δὲ ὡς καὶ ἡ ὑποκιστίς. δύναμιν δὲ ἔχει στυπτικήν, ποιοῦσαν πρὸς ἃ καὶ ἡ ὑπο‐ | 104 in vol. 1 |
5 | κιστὶς καὶ ὁ κύτινος. | |
1.112.1 | μυρσίνη ἡ ἥμερος πρὸς μὲν τὴν ἰατρικὴν χρῆσιν ἡ μέλαινα τῆς λευκῆς ἁρμοδιωτέρα, καὶ ταύτης μᾶλλον ἡ ὀρεινή, τὸν μέντοι καρπὸν ἀτονώτερον ἔχει. δύναμις δὲ αὐτῆς καὶ τοῦ καρποῦ στυπτική. δίδοται δὲ | |
5 | ὁ καρπὸς χλωρός τε καὶ ξηρὸς ἐσθιόμενος αἱμοπτυικοῖς καὶ τοῖς ἐπιδακνομένοις τὴν κύστιν· καὶ ὁ ἐκ τῶν χλωρῶν δὲ μύρ‐ των ἐκθλιβέντων χυλὸς τὰ αὐτὰ ποιεῖ, εὐστόμαχος ὢν καὶ οὐρη‐ τικός, ἁρμόζων φαλαγγιοδήκτοις καὶ σκορπιοπλήκτοις σὺν οἴνῳ. καὶ τὸ ἀφέψημα δὲ τοῦ καρποῦ βάπτει τρίχας, ἑψηθεὶς δὲ σὺν | |
10 | οἴνῳ καὶ καταπλασθεὶς τὰ ἐν ἀκρωτηρίοις ἕλκη θεραπεύει, μετὰ πάλης δὲ ἀλφίτου καταπλασθεὶς φλεγμονὰς τὰς ἐν ὀφ‐ | |
1.112.2 | θαλμοῖς παρηγορεῖ, καὶ πρὸς αἰγιλώπια δὲ ἐπιπλάττεται. καὶ ὁ ἐξ αὐτῆς δὲ γινόμενος οἶνος ἐκθλιβέντος τοῦ καρποῦ καὶ ἐπὶ ποσὸν ἀφεψηθέντος—ὀξίζει γὰρ ὁ μὴ οὕτως σκευασθείς— ἀκραίπαλός τέ ἐστι προπινόμενος, ποιῶν πρὸς ὅσα καὶ ὁ καρ‐ | |
5 | πός, ἐγκάθισμά τε πρὸς μήτρας προπτώσεις καὶ δακτυλίου καὶ ῥοικαῖς ἁρμόζει. σμήχει δὲ καὶ πίτυρα καὶ ἀχῶρας καὶ ἐξαν‐ θήματα τρίχας τε ῥεούσας ἐπέχει· μείγνυται δὲ καὶ λιπαραῖς ὥσπερ καὶ τὸ ἐκ τῶν φύλλων αὐτῆς σκευαζόμενον ἔλαιον. καὶ τὸ τῶν φύλλων δὲ ἀφέψημα εἴς τε τὰ ἐγκαθίσματα ἁρμόζει | |
10 | καὶ πρὸς τὰ χαλατονοῦντα ἄρθρα καὶ ἀσυμπώρωτα 〈καὶ〉 κατε‐ | |
αγότα ὠφελίμως καταντλεῖται· σμήχει δὲ καὶ ἀλφοὺς καὶ πρὸς ὦτα πυορροοῦντα ἐγχυματίζεται καὶ μελασμοὺς τριχῶν, καὶ ὁ | 105 in vol. 1 | |
1.112.3 | ἐξ αὐτῶν δὲ χυλὸς τὰ αὐτὰ ποιεῖ. αὐτὰ δὲ τὰ φύλλα λεῖα καταπλασσόμενα ἐν ὕδατι ἁρμόζει τοῖς καθύγροις τῶν ἑλκῶν καὶ ῥευματιζομένοις τόποις πᾶσι καὶ κοιλιακοῖς, ἐλαίου 〈δὲ〉 ὀμφακίνου ἢ ῥοδίνου ὀλίγου καὶ οἴνου μεμειγμένου καὶ ἕρπησι | |
5 | καὶ ἐρυσιπέλασι, διδύμων τε φλεγμοναῖς καὶ ἐπινυκτίσι καὶ κονδυλώμασι. ξηρὰ δὲ λεῖα παρωνυχίαις καὶ πτερυγίοις χρη‐ σίμως καταπάττεται καὶ καθύγροις μασχάλαις καὶ μηροῖς, καὶ ἐπὶ καρδιακῶν στέλλει τοὺς ἱδρῶτας· κεκαυμένα δὲ καὶ ὠμὰ μετὰ κηρωτῆς πυρίκαυτα καὶ πτερύγια καὶ παρωνυχίας ἰᾶται. | |
1.112.4 | χυλίζεται δὲ τὰ φύλλα παραχεομένου οἴνου παλαιοῦ ἢ ὕδατος ὀμβρίου καὶ ἐκθλίβεται. ἡ δὲ χρῆσις αὐτοῦ προσφάτου ὄντος· ξηρανθεὶς γὰρ εὐρωτιᾷ καὶ ἀδυνατεῖ. τὸ δὲ μυρτίδανον λεγόμενον ἐπίφυσίς ἐστιν ἀνώμαλος | |
5 | καὶ ὀχθώδης καὶ ὁμόχρους, οἱονεὶ χεῖρες περὶ τὸ τῆς μυρσίνης πρέμνον. στύφει δὲ μᾶλλον τῆς μυρσίνης· ἀποτίθεται δὲ κο‐ πὲν καὶ μιγὲν οἴνῳ αὐστηρῷ, ἀναπλασθέν τε εἰς τροχίσκους ἐν σκιᾷ ξηραίνεται. δραστικώτερον δέ ἐστι τοῦ φύλλου καὶ καρ‐ ποῦ, μειγνύμενον κηρωτῇ καὶ πεσσοῖς ἐγκαθίσμασί τε καὶ κατα‐ | |
10 | πλάσμασι τοῖς στύψεως δεομένοις. | |
1.113.1 | κεράσια καὶ αὐτὰ μὲν χλωρὰ λαμβανόμενα εὐκοίλια τυγχάνει, ξηρὰ δὲ ἵστησι κοιλίαν. τὸ δὲ κόμμι τῶν κεράσων βῆχα χρονίαν ἰᾶται λαμβανόμενον μετὰ κράματος, εὔχροιάν τε καὶ ὀξυδερκίαν καὶ ὄρεξιν ποιεῖ· ὠφελεῖ δὲ καὶ λιθιῶντας μετ’ | |
5 | οἴνου πινόμενον. | 106 in vol. 1 |
1.114.1 | κεράτια χλωρὰ μὲν λαμβανόμενα κακοστόμαχα τυγ‐ χάνει καὶ κοιλίας λυτικά, ξηρανθέντα δὲ ἵστησι κοιλίαν, εὐστο‐ μαχώτερα ὄντα, καὶ διουρεῖται, μάλιστα δὲ τὰ ἐκ τῶν στεμ‐ φύλων συντιθέμενα. | |
1.115.1 | μηλέας πάσης τὰ φύλλα καὶ τὰ ἄνθη καὶ οἱ βλαστοὶ στύφουσι, μάλιστα δὲ τῆς κυδωνίας. καὶ ὁ καρπὸς ἔνωμος μὲν στυπτικὸς καθέστηκε, πεπανθεὶς δὲ οὐχ ὁμοίως. τὰ δὲ τοῦ ἔαρος ἀκμάζοντα μῆλα χολοποιά, ἄθετα τῷ νευρώδει παντί, | |
5 | ἐμπνευματοῦντα. τὰ δὲ κυδώνια εὐστόμαχα, οὐρητικά—ὀπτηθέντα δὲ προσηνέστερα γίνεται—, χρήσιμα κοιλιακοῖς καὶ δυσεντερικοῖς καὶ αἱμοπτυικοῖς καὶ χολεριῶσι, μάλιστα 〈δ’〉 ὠμά· καὶ τὸ ἀπό‐ βρεγμα δὲ αὐτῶν ἁρμόζει τοῖς στόμαχον ἢ κοιλίαν ῥευματιζο‐ | |
1.115.2 | μένοις ἐν ποτῷ. ὁ δὲ χυλὸς ὠμῶν αὐτῶν λαμβανόμενος ὀρθο‐ πνοικοὺς ὠφελεῖ, τὸ δὲ ἀφέψημα πρόσκλυσμα δακτυλίου καὶ ὑστέρας προπτώσει. τὰ δὲ ἐκ τοῦ μέλιτος καὶ αὐτὰ μὲν οὐρη‐ τικά, τὸ δὲ μέλι τὴν αὐτὴν ἀναλαμβάνεται δύναμιν· στεγνωτικὸν | |
5 | γὰρ καὶ στυπτικὸν γίνεται· τὰ δὲ σὺν τῷ μέλιτι ἑψόμενα εὐ‐ | |
στόμαχα μὲν καὶ εὔστομα, ἧττον δὲ στεγνωτικά. τὰ δὲ ὠμὰ καταπλάσμασι μείγνυται πρὸς στέγνωσιν κοιλίας, στομάχου ἀνατροπὴν καὶ πύρωσιν, μαστοὺς φλεγμαίνοντας, σπλῆνας ἐσκιρρωμένους, κονδυλώματα. γίνεται δὲ καὶ οἶνος ἐξ αὐτῶν | 107 in vol. 1 | |
10 | κοπτομένων καὶ ἐκθλιβομένων, πρὸς διαμονὴν μειγνυμένου τοῖς δέκα δύο ξέσταις τοῦ χυλοῦ μέλιτος ξέστου ἑνός, ἐπεὶ ὀξίζει. | |
1.115.3 | ἁρμόζει δὲ πρὸς τὰ εἰρημένα πάντα. καὶ χρῖσμα δὲ ἐξ αὐ‐ τῶν σκευάζεται τὸ καλούμενον μήλινον, ᾧ χρώμεθα, ὁπόταν στυπτικοῦ ἐλαίου δεηθῶμεν. ἐκλέγεσθαι δὲ δεῖ τὰ ἀληθινά· μικρὰ δέ ἐστι καὶ περιφερῆ καὶ εὐώδη ταῦτα. τὰ δὲ λεγόμενα | |
5 | στρουθία καὶ μεγάλα ἧττόν ἐστιν εὔχρηστα. τὰ δὲ ἄνθη αὐτῶν ξηρά τε καὶ χλωρὰ καταπλάσμασιν εὔθετα πρὸς τὰ στύ‐ ψεως χρείαν ἔχοντα καὶ πρὸς ὀφθαλμῶν φλεγμονὰς καὶ πρὸς αἵματος ἀναγωγὰς καὶ κοιλίας ῥύσιν καὶ ἐμμήνων φορὰν ἁρμό‐ ζει μετὰ οἴνου πινόμενα. | |
10 | τὰ δὲ μελίμηλα κοιλίαν μαλάσσει καὶ θηρία ἐκτινάσσει, κακοστόμαχα καὶ καύσου ποιητικὰ ὄντα. καλεῖται δὲ ὑπό τινων γλυκύμηλα. | |
1.115.4 | τὰ δὲ Ἠπειρωτικὰ λεγόμενα, Ῥωμαιστὶ δὲ ὀρβικλᾶτα, εὐστόμαχα, κοιλίας σταλτικά, οὔρων προκλητικά, ἀτονώτερα μέντοι τῶν κυδωνίων ἐστίν. τὰ δὲ ἄγρια ἔοικε τοῖς ἐαρινοῖς στύφοντα. δεῖ δὲ πρὸς | |
5 | τὰ στύψεως χρῄζοντα ἀωροτέροις ἅπασι χρῆσθαι. τὰ δὲ Περσικὰ μῆλα εὐστόμαχα, εὐκοίλια τὰ πέπειρα, τὰ δὲ ἔνωμα στεγνωτικὰ κοιλίας, ξηρανθέντα δὲ στεγνωτικώ‐ τερα γίνεται· καὶ τὸ ἀφέψημα δὲ αὐτῶν ξηρῶν λαμβανόμενον | |
στόμαχον καὶ κοιλίαν ῥευματιζομένην ἵστησιν. | 108 in vol. 1 | |
1.115.5 | τὰ δὲ μικρότερα, καλούμενα δὲ Ἀρμενιακά, Ῥωμαιστὶ δὲ βρεκόκκια, εὐστομώτερα τῶν προειρημένων ἐστίν. τὰ δὲ Μηδικὰ λεγόμενα ἢ Περσικὰ ἢ κεδρόμηλα, Ῥωμαι‐ στὶ δὲ κίτρια, πᾶσι γνώριμα· φυτὸν γάρ ἐστι καρποφοροῦν δι’ | |
5 | ὅλου τοῦ ἔτους ἐπαλλήλως, αὐτὸ δὲ τὸ μῆλον ἐπίμηκες, ἐρρυ‐ τιδωμένον, χρυσίζον τῇ χρόᾳ, εὐῶδες μετὰ βάρους, σπέρμα ἔχον ἀπίῳ ἐοικός. δύναμιν δὲ ἔχει ποθέντα ἐν οἴνῳ ἀντενεργεῖν θανασίμοις κοιλίαν τε ὑπάγειν, διάκλυσμά τέ ἐστι πρὸς εὐωδίαν στόματος | |
10 | τὸ ἀφέψημα καὶ ὁ χυλὸς αὐτῶν. βιβρώσκεται δὲ μάλιστα ὑπὸ γυναικῶν πρὸς τὴν κίσσαν· φυλάττειν δὲ καὶ ἱμάτια δοκεῖ ἄβρωτα ἐπιτιθέμενα κιβωτίοις. | |
1.116.1 | ἀπίου δὲ πολλὰ εἴδη. πᾶσαι δὲ στύφουσιν, ὅθεν εἰς τὰ ἀποκρουστικὰ καταπλάσματα ἁρμόζουσιν. τὸ δὲ ἀφέψημα αὐτῶν ξηρανθεισῶν καὶ αὐταὶ 〈δὲ〉 λαμβανόμεναι ὠμαὶ κοιλίαν ἱστᾶσι· βλάπτουσι δὲ ἐσθιόμεναι τοὺς νήστεις. | |
5 | ἡ δὲ ἀχρὰς εἶδός ἐστιν ἀγρίας ἀπίου βραδέως πεπαινό‐ μενον. δύναμιν δὲ ἔχει στυπτικωτέραν τῆς ἀπίου, ὅθεν καὶ πρὸς τὰ αὐτὰ ἁρμόζει· στύφει δὲ καὶ τὰ φύλλα αὐτῆς. ἡ δὲ ἐκ τοῦ ξύλου αὐτῶν τέφρα βοηθεῖ ἐνεργῶς τοῖς ὑπὸ μυκήτων πνιγομένοις. φασὶ δέ τινες ὅτι, κἂν συνεψήσῃ τις ἀχράδας | |
10 | μύκησιν, ἀβλαβεῖς αὐτοὺς γίνεσθαι. | 109 in vol. 1 |
1.117.1 | λωτὸς τὸ δένδρον φυτόν ἐστιν εὐμέγεθες, καρπὸν δὲ φέρει μείζονα πεπέρεως, γλυκύν, βρώσιμον, εὐστόμαχον, κοιλίας στεγνωτικόν. τῶν δὲ πρισμάτων τοῦ ξύλου τὸ ἀφέψημα πινό‐ μενον καὶ ἐγκλυζόμενον βοηθεῖ δυσεντερικοῖς καὶ γυναιξὶ ῥοικαῖς· | |
5 | ξανθίζει δὲ καὶ τρίχας καὶ ἐπέχει ῥεούσας. | |
1.118.1 | μέσπιλον τὸ δένδρον, ὃ παρ’ ἐνίοις ἀρωνία καλεῖται, ἀκανθῶδές ἐστιν, ὅμοιον τοῖς φύλλοις πυρακάνθῃ, καρπὸν 〈δὲ〉 φέρει μικρόν, 〈στρογγύλον〉, μήλῳ ὅμοιον, [πλατὺν ἔχοντα τὸν πυθμένα,] ἡδύν, ἔχοντα τρία ὀστάρια ἔνδοθεν, παρ’ ὃ καὶ τρί‐ | |
5 | κοκκόν τινες αὐτὸν ὠνόμασαν. στύφει δὲ καὶ βιβρωσκόμενός ἐστιν εὐστόμαχος, κοιλίας στεγνωτικός. ἔστι δὲ καὶ ἕτερον εἶδος ἐν Ἰταλίᾳ γεννώμενον, ὃ ἔνιοι | |
ἐπιμηλίδα, οἱ δὲ σητάνιον ὀνομάζουσι· δένδρον μήλῳ ἐμφερὲς καὶ τοῖς φύλλοις, ὅτι μὴ μικρότερον· καρπὸν δὲ ἔχει καὶ τοῦτο | 110 in vol. 1 | |
10 | στρογγύλον, βρώσιμον, πλατὺν ἔχοντα τὸν πυθμένα, ὑποστύ‐ φοντα, πεπαινόμενον βραδέως. | |
1.119.1 | κρανία δένδρον ἐστὶν ἁδρόν, καρπὸν φέρον ὡς ἐλαίας, ἐπιμήκη, χλωρὸν τὸ πρῶτον, πεπαινόμενον δὲ ξανθὸν ἢ κηρο‐ ειδῆ, ἐδώδιμον, στύφοντα, ἁρμόζοντα πρὸς κοιλίας ῥύσιν καὶ δυσεντερίαν, συντιθέμενον καὶ εἰς ἕψημα καὶ εἰς βρῶσιν· καὶ | |
5 | ἁλμεύεται 〈δὲ〉 ὡς ἐλαία. ὁ δ’ ἐ〈κ〉 τῶν χλωρῶν ξύλων ἰχὼρ καιομένων πρὸς λειχῆνας καταχριόμενος 〈ποιεῖ〉. | |
1.120.1 | οὖα τὰ μηλίζοντα καὶ μήπω πέπειρα τμηθέντα καὶ ξηρανθέντα ἐν ἡλίῳ σταλτικὰ γίνεται κοιλίας ἐσθιόμενα· καὶ τὸ ἐξ αὐτῶν δὲ ἄλευρον ἀλεσθέντων ἀντὶ ἀλφίτου λαμβανόμενον καὶ τὸ ἀφέψημα δὲ αὐτῶν πινόμενον τὸ αὐτὸ ποιεῖ. | |
1.121.1 | κοκκυμηλέα δένδρον ἐστὶ γνώριμον, οὗ ὁ καρπὸς ἐδώδιμος, κακοστόμαχος, κοιλίας μαλακτικός· τῶν δὲ Συριακῶν καὶ μάλιστα τῶν ἐν Δαμασκῷ γεννωμένων ὁ καρπὸς ξηρανθεὶς εὐστόμαχος καὶ κοιλίας σταλτικός. τὸ δὲ ἀφέψημα τῶν φύλλων | |
5 | ἐν οἴνῳ σκευαζόμενον καὶ ἀναγαργαριζόμενον κιονίδα καὶ οὖλα καὶ παρίσθμια ῥευματιζόμενα στέλλει. τὰ δὲ αὐτὰ παρέχει καὶ ὁ τῶν ἀγρίων κοκκυμηλέων καρπὸς πέπειρος ξηρανθείς, ἑψη‐ θεὶς δὲ μετὰ ἑψήματος εὐστομαχώτερος καὶ σταλτικώτερος κοι‐ λίας γίνεται. τὸ δὲ κόμμι τῆς κοκκυμηλέας ἐστὶ κολλητικόν, | 111 in vol. 1 |
10 | λίθων θρυπτικὸν πινόμενον σὺν οἴνῳ, σὺν ὄξει δὲ ἐπιχριόμενον λειχῆνας τοὺς ἐπὶ παιδίων θεραπεύει. | |
1.122.1 | κόμαρος δένδρον ἐστὶ παρόμοιον κυδωνίᾳ, λεπτό‐ φλοιον, καρπὸν ἔχον ὡς κοκκυμήλου μέγεθος, ἀπύρηνον, μεμαί‐ κυλα καλούμενον, πεπανθέντα δὲ ὑπόκιρρον, ἐσθιόμενον ἀχυ‐ ρώδη, κακοστόμαχον καὶ κεφαλαλγῆ. | |
1.123.1 | ἀμυγδάλης πικρᾶς ἡ ῥίζα λεία ἑψηθεῖσα ἐφήλεις τὰς ἐν προσώποις ἀποκαθαίρει· καὶ αὐτὰ δὲ τὰ ἀμύγδαλα καταπλασθέντα τὰ αὐτὰ ποιεῖ. προστιθέμενα δὲ ἄγει κατα‐ μήνια, καὶ κεφαλαλγίαις ἀρήγει τοῦ μετώπου καταπλασσομένου | |
5 | μετ’ ὄξους καὶ ῥοδίνου, καὶ πρὸς ἐπινυκτίδας σὺν οἴνῳ, πρὸς δὲ σηπεδόνας καὶ ἕρπητας καὶ κυνόδηκτα σὺν μέλιτι 〈ἁρμόζει〉. ἐσθιόμενα δέ ἐστιν ἀνώδυνα, μαλακτικὰ κοιλίας, ὑπνωτικά, οὐρη‐ τικὰ καὶ πρὸς αἵματος ἀναγωγὴν μετὰ ἀμύλου 〈καὶ ἡδυόσμου〉 λαμβανόμενα, πρὸς δὲ νεφριτικοὺς καὶ περιπνευμονικοὺς σὺν | 112 in vol. 1 |
10 | ὕδατι πινόμενα ἢ ἐκλειχόμενα σὺν ῥητίνῃ τερεβινθίνῃ, δυσου‐ ροῦσι δὲ καὶ λιθιῶσι σὺν γλυκεῖ βοηθεῖ, καὶ ἡπατικοῖς καὶ βηξὶ καὶ κόλου ἐμπνευματώσεσι σὺν μέλιτι καὶ γάλακτι ἐκλειχόμενα | |
1.123.2 | καρύου Ποντικοῦ μέγεθος. ἔστι δὲ καὶ ἀμέθυστα προλαμβανό‐ μενα ὅσον πέντε· κτείνει δὲ καὶ ἀλώπεκας βρωθέντα σύν τινι. τὸ δὲ κόμμι αὐτῆς στύφει καὶ θερμαίνει καὶ βοηθεῖ πρὸς αἵ‐ ματος ἀναγωγὴν πινόμενον, καὶ ἐπιχριόμενον δὲ σὺν ὄξει λει‐ | |
5 | χῆνας ἐπιπολαίους αἴρει· ἰᾶται καὶ βῆχα χρονίαν μετὰ κράμα‐ τος ποθέν, λιθιῶντας δὲ ὠφελεῖ σὺν γλυκεῖ πινόμενον. ἡ δὲ γλυκεῖα καὶ ἐδώδιμος ἀμυγδάλη κατὰ πολὺ ἥσσων ἐστὶν ὡς πρὸς ἐνέργειαν τῆς πικρᾶς· καὶ αὐτὴ δὲ λεπτυντική, οὐρητική. βρωθέντα δὲ σὺν τῷ λέπει τὰ ἀμύγδαλα χλωρὰ στομάχου πλά‐ | |
10 | δον ἀποκαθίστησιν. | |
1.124.1 | πιστάκια τὰ γεννώμενα ἐν Συρίᾳ ὅμοια στροβίλοις, εὐστόμαχα. ἐσθιόμενα δὲ καὶ πινόμενα ἐν οἴνῳ λεῖα ἑρπετο‐ | |
δήκτοις βοηθεῖ. | 113 in vol. 1 | |
1.125.1 | κάρυα βασιλικά, ἃ ἔνιοι Περσικὰ καλοῦσιν, ἐσθιό‐ μενα δύσπεπτα, κακοστόμαχα, χολοποιά, κεφαλαλγῆ, βήσσουσιν ἐναντία. χρήσιμα δὲ βιβρωσκόμενα πρὸς ἐμέτους νήστει, καὶ θανασίμων φαρμάκων ἀντιφάρμακον προβρωθέντα σὺν ἰσχάσι | |
5 | καὶ πηγάνῳ, πλείονα δὲ βρωθέντα πλατεῖαν ἕλμινθα ἐκτινάσσει· ἐπιπλάττεται δὲ καὶ μαστοῖς φλεγμαίνουσι καὶ στρέμμασι σὺν ὀλίγῳ μέλιτι καὶ πηγάνῳ. μετὰ δὲ κρομύου καὶ ἁλὸς καὶ μέλι‐ τος πρὸς κυνόδηκτα καὶ ἀνθρωπόδηκτα ποιεῖ, πυρωθέντα δὲ σὺν τῷ κελύφει καὶ ἐπιτεθέντα τῷ ὀμφαλῷ στρόφους παύει. | |
1.125.2 | τὸ δὲ λέπυρον καὲν καὶ τριφθὲν ἐν οἴνῳ καὶ ἐλαίῳ 〈καὶ〉 παι‐ δίοις ἐπιχρισθέν, καλλίτριχόν ἐστι καὶ ἀλωπεκίας δασύνει, καὶ ἔμμηνα ἐφίστησι τὸ ἐντὸς αὐτοῦ λεῖον καὲν καὶ σὺν οἴνῳ προσ‐ τιθέμενον. τῶν δὲ παλαιῶν καρύων τὰ ἐντὸς καταπλασθέντα | |
5 | γαγγραίνας καὶ ἄνθρακας 〈περιχαράσσει〉, καὶ αἰγιλώπια καὶ ἀλωπεκίας μασηθέντα καὶ ἐπιτεθέντα ἰᾶται. γίνεται δὲ καὶ ἔλαιον ἐξ αὐτῶν κοπτομένων καὶ ἐκθλιβομένων. τὰ δὲ χλωρὰ ἧττον κακοστόμαχα, γλυκύτερα ὄντα, διὸ καὶ τοῖς σκόρδοις μεί‐ γνυται πρὸς τὸ τὴν δριμύτητα περιαιρεῖν· αἴρει δὲ καὶ πελιώ‐ | |
10 | ματα καταπλασθέντα. | |
1.125.3 | τὰ δὲ Ποντικά, ἃ ἔνιοι λεπτοκάρυα καλοῦσι, 〈κεφαλῆσ〉 κακωτικά, κακοστόμαχα. καὶ αὐτὰ δὲ λεῖα σὺν μελικράτῳ πινό‐ μενα βῆχα παλαιὰν ἰᾶται, φρυκτὰ δὲ ἐσθιόμενα σὺν πεπέρει ὀλίγῳ κατάρρουν πεπαίνει. ὅλα δὲ κατακαέντα λεῖα μετ’ ὀξυγ‐ | 114 in vol. 1 |
5 | γίου ἢ στέατος ἀρκείου ἀλωπεκίας περιχρισθέντα δασύνει. φασὶ δὲ ἔνιοι ὅτι μετὰ ἐλαίου τὰ κελύφη κεκαυμένα καὶ λειοτριβη‐ θέντα 〈ἐπὶ〉 γλαυκοφθάλμων παιδίων τὰς κόρας καὶ τρίχας μελαίνει καταβρεχομένου τοῦ βρέγματος. | |
1.126.1 | μορέα ἢ συκάμινον δένδρον ἐστὶ γνώριμον, οὗ ὁ καρ‐ πὸς λυτικὸς κοιλίας, εὔφθαρτος, κακοστόμαχος· καὶ ὁ ἐξ αὐτοῦ δὲ χυλὸς τὰ αὐτὰ δρᾷ, ἑψηθεὶς δὲ ἐν χαλκώματι ἢ ἡλιασθεὶς στυπτικώτερος γίνεται. μιγέντος δὲ αὐτῷ ὀλίγου μέλιτος ποιεῖ | |
5 | πρὸς ῥεύματα καὶ νομὰς καὶ παρίσθμια φλεγμαίνοντα· ἐπι‐ τείνεται δὲ καὶ ἡ δύναμις αὐτοῦ παραμιγείσης στυπτηρίας σχιστῆς καὶ κηκίδος καὶ κυπέρου καὶ σμύρνης καὶ κρόκου, ἔτι δὲ καὶ μυρίκης καρποῦ καὶ ἴριδος καὶ λιβανωτοῦ. τὰ δὲ ἄωρα μόρα ξηρὰ κοπέντα ἀντὶ ῥοὸς τοῖς ὄψοις μείγνυται καὶ κοιλια‐ | |
1.126.2 | κοὺς ὀνίνησιν. ὁ δὲ τῆς ῥίζης φλοιὸς συνεψηθεὶς ὕδατι καὶ ποθεὶς κοιλίαν λύει καὶ πλατεῖαν ἕλμινθα ἐκτινάσσει καὶ τοῖς ἀκόνιτον πεπωκόσι βοηθεῖ. τὰ δὲ φύλλα λεῖα σὺν ἐλαίῳ κατα‐ | |
πλασθέντα πυρίκαυτα ἰᾶται, ἑψηθέντα δὲ ἐν ὀμβρίῳ ὕδατι σὺν | 115 in vol. 1 | |
5 | ἀμπέλου καὶ συκῆς μελαίνης φύλλοις βάπτει τρίχας. ὁ δὲ χυλὸς τῶν φύλλων φαλαγγιοδήκτοις ἀρήγει ποθεὶς κυάθου πλῆθος, τοῦ φλοιοῦ δὲ καὶ τῶν φύλλων τὸ ἀφέψημα διάκλυσμα εὔθετόν ἐστιν ὀδονταλγίας. ὀπίζεται δὲ περὶ τὸν πυραμητὸν τῆς ῥίζης περιορυχθείσης καὶ ἐκκοπείσης· εὑρίσκεται γὰρ τῇ | |
10 | ὑστεραίᾳ ἐπίπαγός τις, ὃς πρός τε ὀδονταλγίας ποιεῖ καὶ φύματα διαφορεῖ καὶ κοιλίαν καθαίρει. | |
1.127.1 | συκόμορον· ἔνιοι δὲ καὶ τοῦτο συκάμινον καλοῦσι. καλεῖται δὲ καὶ ὁ ἀπ’ αὐτοῦ καρπὸς συκόμορον διὰ τὸ ἄστο‐ μον τῆς γεύσεως. δένδρον δέ ἐστι μέγα, ὅμοιον συκῇ, πολύ‐ οπον σφόδρα, τοῖς φύλλοις ἐοικὸς μορέᾳ. φέρει δὲ καρπὸν τρὶς | |
5 | ἢ τετράκις τοῦ ἔτους, οὐκ ἀπὸ τῶν ἀκρεμόνων ὡς ἐπὶ τῆς συ‐ κῆς, ἀπὸ δὲ τοῦ στελέχους, ὅμοιον ἐρινεῷ, γλυκύτερον ὀλύνθου, οὐκ ἔχοντα δὲ κεγχραμίδας μηδὲ πεπαινόμενον δίχα τοῦ ἐπι‐ | |
1.127.2 | κνισθῆναι ὄνυχι ἢ σιδήρῳ. φύεται δὲ πλεῖστον ἐν Καρίᾳ καὶ ἐν Ῥόδῳ καὶ ἐν τοῖς οὐ πολυπύροις τόποις. βοηθεῖ δὲ ἐν ταῖς σιτοενδείαις διὰ τὸ διηνεκὲς τοῦ καρποῦ· ἔστι δὲ εὐκοίλιος ὁ καρπός, ἄτροφος, κακοστόμαχος. ὀπίζεται δὲ τὸ δένδρον πρὶν | |
5 | καρποφορεῖν ἔαρος τοῦ φλοιοῦ ἐξ ἐπιπολῆς λίθῳ θλωμένου· | |
βαθύτερον γὰρ θλασθεὶς οὐδὲν ἀνίησι. συλλέγεται δὲ σπόγγῳ ἢ ἐρίῳ τὸ δάκρυον, καὶ ξηρανθὲν καὶ ἀναπλασθὲν ἐν ἀγγείῳ ὀστρακίνῳ ἀποτίθεται. | 116 in vol. 1 | |
1.127.3 | δύναμιν δὲ ἔχει ὁ ὀπὸς μαλακτικήν, κολλητικὴν τραυμάτων, διαφορητικὴν τῶν δυσπέπτων. πίνεται δὲ καὶ συγχρίεται πρὸς ἑρπετῶν δήγματα καὶ σπλῆνας ἐσκιρρωμένους καὶ στομάχου ἀλγήματα καὶ φρικία· ταχέως δὲ τερηδονίζεται ὁ ὀπός. | |
5 | γίνεται δὲ καὶ ἐν Κύπρῳ εἴδει διαφέρον· πτελέᾳ γὰρ οὐ συκαμίνῳ τὰ φύλλα ἔοικε, τὸν δὲ καρπὸν 〈φέρει〉 κατὰ τὸ μέ‐ γεθος κοκκυμήλων καὶ γλυκύτερον. τὰ δὲ ἄλλα πάντα ὅμοια τοῖς προειρημένοις. | |
1.128.1 | σῦκα πέπειρα τὰ ἁπαλὰ κακοστόμαχα, κοιλίας λυτικά —ῥᾳδίως δὲ ὁ ἐξ αὐτῶν ῥευματισμὸς ἵσταται—, ἐξανθημάτων καὶ ἱδρώτων προκλητικά, ἄδιψα δὲ καὶ σβεστικὰ θερμασίας. τὰ δὲ ξηρὰ τρόφιμα, θερμαντικά, διψητικώτερα, εὐκοίλια, | |
5 | ἄθετα δὲ ῥευματισμοῖς στομάχου καὶ κοιλίας, βρόγχῳ δὲ καὶ ἀρτηρίᾳ καὶ κύστει καὶ νεφροῖς εὔθετα καὶ τοῖς ἐκ μακρονοσίας κακοχροοῦσι καὶ ἀσθματικοῖς καὶ ἐπιλημπτικοῖς καὶ ὑδρωπι‐ κοῖς· ἀνακαθαίρει δὲ καὶ τὰ ἐν θώρακι ἀποζεσθέντα σὺν ὑσσώ‐ πῳ καὶ ποθέντα, ἁρμόζει δὲ καὶ παλαιαῖς βηξὶ καὶ τοῖς | |
10 | περὶ πνεύμονα χρονίοις πάθεσι, κοιλίαν τε μαλάσσει κοπέν‐ | |
1.128.2 | τα μετὰ νίτρου καὶ κνήκου καὶ ἐσθιόμενα. τὸ δὲ ἀφέψημα αὐτῶν ταῖς περὶ ἀρτηρίαν καὶ παρίσθμια φλεγμοναῖς ἁρμόζει εἰς ἀναγαργάρισμα, καὶ εἰς τὰς ὠμηλύσεις δὲ μείγνυται καὶ εἰς γυναικείας πυρίας μετὰ τήλεως ἢ πτισάνης, σὺν πηγάνῳ δὲ | 117 in vol. 1 |
5 | στρόφων ἐστὶν ἔγκλυσμα. καταπλαττόμενα δὲ ἑφθὰ λεῖα δια‐ φορεῖ σκληρίας, παρωτίδας, δοθιῆνας μαλάττει, φύγεθλα πε‐ παίνει, καὶ μᾶλλον σὺν ἴριδι ἢ νίτρῳ ἢ ἀσβέστῳ· καὶ ὠμὰ δὲ κοπέντα σὺν οἷς εἴρηται τὰ αὐτὰ δρᾷ. σὺν σιδίῳ δὲ ῥόας πτερύγια ἀνακαθαίρει, μετὰ χαλκάνθου δὲ τὰ ἐν κνήμαις δυσ‐ | |
1.128.3 | αλθῆ καὶ ῥευματικὰ καὶ κακοήθη θεραπεύει. ἑψηθέντα δὲ ἐν οἴνῳ καὶ μιγέντα ἀψινθίῳ καὶ κριθίνῳ ἀλεύρῳ ὑδρωπικοὺς ὠφελεῖ καταπλασθέντα· κεκαυμένα δὲ καὶ μιγέντα κηρωτῇ χι‐ μέτλας ἰᾶται, λεῖα δὲ ὠμὰ σὺν νάπυι ὑγρῷ ἀναλημφθέντα καὶ | |
5 | ἐντεθέντα ἐν ὠσὶν ἤχους καὶ κνησμοὺς θεραπεύει. ὁ δὲ ὀπὸς τῆς ἀγρίας καὶ τῆς ἡμέρου συκῆς πηκτικός ἐστι γάλακτος ὥσπερ ἡ πιτύα· λύει δὲ καὶ τὸ πεπηγὸς ὥσπερ καὶ τὸ ὄξος, ἑλκωτικός τε σωμάτων καὶ ἀναστομωτικός, κοιλίας τε λυτικὸς καὶ ὑστέρας ἀναχαλαστικὸς μετὰ ἀμύλου λείου πινό‐ | |
10 | μενος, καὶ ἐμμήνων ἀγωγὸς προστεθεὶς σὺν ᾠοῦ λεκίθῳ ἢ κηρῷ Τυρρηνικῷ, ποδαγρικοῖς τε καταπλάσμασι χρήσιμος μετὰ τη‐ | |
1.128.4 | λίνου ἀλεύρου καὶ ὄξους. σμήχει δὲ καὶ λέπρας καὶ λειχῆνας, ἐφήλεις, ἀλφούς, ψώρας σὺν ἀλφίτῳ, καὶ σκορπιοπλήκτοις κατὰ | |
τῆς πληγῆς ἐπισταζόμενος καὶ ἰοβόλοις καὶ κυνοδήκτοις βοηθεῖ, καὶ ὀδονταλγίας ὠφελεῖ ἐρίῳ ἀναλημφθεὶς καὶ εἰς τὸ βρῶμα | 118 in vol. 1 | |
5 | ἐντιθέμενος, καὶ μυρμηκίαν αἴρει στέατι περιπλασθείσης τῆς ἐν κύκλῳ σαρκός. τὰ αὐτὰ δὲ καὶ ὁ χυλὸς ποιεῖ τῶν ἀπὸ τῆς ἀγρίας συκῆς ἁπαλῶν κλάδων, ἡνίκα ἂν ἔγκυοι ὦσι, μηδέπω δὲ τοῦ ὀφθαλμοῦ βεβλαστηκότος. κοπτόμενοι δὲ ἐκθλίβονται, καὶ ὁ χυλὸς ξηραινόμενος ἐν σκιᾷ ἀποτίθεται. λαμβάνεται δὲ καὶ | |
1.128.5 | εἰς ἑλκωτικὰς δυνάμεις ὅ τε ὀπὸς καὶ ὁ χυλός. αἱ δὲ κράδαι 〈ἁπαλαὶ〉 βοείοις κρέασι συγκαθεψόμεναι εὐέψητα ταῦτα ποι‐ οῦσι, καὶ τὸ γάλα δὲ λυτικώτερον ἐν τῇ ἑψήσει κινούμενον αὐ‐ ταῖς ἀντὶ σπάθης παρασκευάζουσιν. | |
5 | οἱ δὲ ὄλυνθοι, ὑπὸ δέ τινων ἐρινεοὶ καλούμενοι, ἑφθοὶ καταπλασθέντες πᾶσαν συστροφὴν καὶ χοιράδας ἐκμαλάσσουσιν, ὠμοὶ δὲ μυρμηκίας καὶ θύμους σὺν νίτρῳ καὶ ἀλεύρῳ κατα‐ πλασθέντες αἴρουσι. καὶ τὰ φύλλα δὲ τὰ αὐτὰ δύναται· σὺν ὄξει δὲ καὶ ἁλσὶ καταπλασθέντα ἀχῶρας, πίτυρα, ἐπινυκτίδας | |
10 | ἰᾶται. παρατρίβεται δὲ αὐτοῖς καὶ τὰ συκώδη καὶ τραχέα τῶν βλεφάρων, καὶ λεῦκαι δὲ καταπλάσσονται τοῖς τῆς μελαίνης συκῆς φύλλοις ἢ τοῖς κλάδοις· ποιεῖ καὶ πρὸς τὰ κυνόδηκτα | |
1.128.6 | σὺν μέλιτι καὶ πρὸς τὰ κηρία. ἀνάγουσι δὲ οἱ ὄλυνθοι καὶ ὀστᾶ σὺν μήκωνος ἀγρίας φύλλοις, δοθιῆνάς τε σὺν κηρῷ δια‐ λύουσι, σὺν ὀρόβῳ δὲ καὶ οἴνῳ καταπλασθέντες πρὸς μυογαλῆς δήγματα καὶ σκολοπένδρας ἁρμόζουσι. | |
5 | γίνεται δὲ καὶ κονία ἀγρίας συκῆς καὶ ἡμέρου, καέντων τῶν κλάδων, ἐκ τῆς τέφρας· πολύβροχον δὲ αὐτὴν δεῖ ποιεῖν καὶ παλαιοῦν. ἁρμόζει δὲ εἰς τὰ καυστικὰ καὶ γαγγραινούμενα· ἀνακαθαίρει δὲ καὶ ἀναλίσκει τὰ περισσά. χρῆσθαι δὲ αὐτῇ | |
δεῖ σπόγγον βρέχοντας συνεχῶς καὶ ἐπιτιθέντας, ἐφ’ ὧν δὲ καὶ | 119 in vol. 1 | |
10 | ἐγκλύζοντας, ὡς ἐπὶ δυσεντερικῶν καὶ παλαιῶν ῥευμάτων καὶ κόλπων ὑπονόμων καὶ μεγάλων· καθαίρει γὰρ καὶ κολλᾷ καὶ | |
1.128.7 | σαρκοῖ καὶ συμφύει ἐοικότως τοῖς ἐναίμοις. καὶ ποτίζεται δὲ πρὸς αἵματος ἐκθρόμβωσιν καὶ πτώματα, ῥήγματα, σπάσματα, 〈αὐ〉τῆς σὺν ὕδατος ἑνὶ κυάθῳ προσφάτου διυλισμένης καὶ ἐλαίου μιγέντος ὀλίγου, κοιλιακοῖς δὲ καὶ δυσεντερικοῖς καθ’ ἑαυτὴν | |
5 | κυάθου πλῆθος βοηθεῖ διδομένη, καὶ τοῖς νευρικοῖς δὲ καὶ σπαστικοῖς σύγχρισμα ἁρμόδιον σὺν οἴνῳ ἱδρῶτας κινοῦσα, καὶ πρὸς γύψου πόσιν καὶ φαλαγγίων δήγματα πίνεται. παρέχουσι δὲ τὰ αὐτὰ καὶ αἱ λοιπαὶ κονίαι, μάλιστα δὲ ἡ δρυίνη, στυπτι‐ καὶ δέ εἰσι πᾶσαι. | |
1.129.1 | περσαία δένδρον ἐστὶν ἐν Αἰγύπτῳ, καρπὸν φέρον ἐδώδιμον, εὐστόμαχον, ἐφ’ οὗ καὶ τὰ λεγόμενα κρανοκόλαπτα φαλάγγια εὑρίσκεται, μάλιστα δὲ ἐν τῇ Θηβαίδι. δύναμιν δὲ ἔχει τὰ φύλλα λεῖα ἐπιπαττόμενα ξηρὰ αἱμορ‐ | |
5 | ραγίας ἱστᾶν. τοῦτο δὲ ἱστόρησάν τινες ἐν Περσίδι ἀναιρετι‐ κὸν εἶναι, μετατεθὲν δὲ εἰς Αἴγυπτον ἀλλοιωθῆναι καὶ ἐδώ‐ | |
διμον γενέσθαι. | 120 in vol. 1 | |
2t1 | ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ | |
2Arg1 | Ἐν μὲν τῷ πρὸ τούτου βιβλίῳ, φίλτατε Ἄρειε, ὄντι πρώτῳ τῶν περὶ ὕλης 〈ἰατρικῆσ〉 ἡμῖν συντεταγμένων, παρεδώκαμεν τὸν περὶ ἀρωμάτων καὶ ἐλαίου καὶ μύρων καὶ δένδρων καὶ τῶν γεν‐ νωμένων ἐξ αὐτῶν ὀπῶν τε καὶ δακρύων καὶ καρπῶν λόγον, ἐν δὲ | |
5 | τούτῳ δευτέρῳ ὄντι ἐπελευσόμεθα περί τε ζῴων καὶ μέλιτος καὶ γάλακτος καὶ στέατος καὶ τῶν λεγομένων σιτηρίων, ἔτι δὲ λαχά‐ νων, ὑποτάξαντες αὐτοῖς ὅσα δριμείᾳ τῶν βοτανικῶν κέχρηται δυνάμει διὰ τὸ συγγένειαν ἔχειν αὐτά, ὥσπερ τὰ σκόρδα καὶ τὰ κρόμυα καὶ νᾶπυ, ἵνα μὴ διαζευχθῇ τῶν ὁμογενῶν ἡ δύναμις. | |
2.1.1 | ἐχῖνος θαλάσσιος εὐστόμαχος, εὐκοίλιος, οὐρητικός, οὗ τὸ ὄστρακον ὠμὸν μείγνυται χρησίμως τοῖς πρὸς τὰς ψώρας ἁρμόζουσι σμήγμασι, κεκαυμένον δὲ καθαίρει τὰ ῥυπαρὰ ἕλκη καὶ καταστέλλει τὰ ὑπερσαρκοῦντα. | |
2.2.1 | καὶ τοῦ χερσαίου δὲ ἐχίνου τὸ δέρμα καὲν πρὸς ἀλω‐ | |
πεκίας μετὰ πίσσης ὑγρᾶς καταχριόμενον ἁρμόζει. ἡ δὲ σὰρξ σκελετευθεῖσα καὶ πινομένη μετὰ ὀξυμέλιτος βοηθεῖ νεφριτι‐ κοῖς καὶ τοῖς ὑπὸ σάρκα ὕδρωψι καὶ σπασμώδεσιν, ἐλεφαν‐ | 121 in vol. 1 | |
5 | τιῶσι, καχέκταις· ξηραίνει δὲ καὶ τοὺς περὶ τὰ σπλάγχνα ῥευ‐ ματισμούς. καὶ τὸ ἧπαρ δὲ αὐτοῦ ξηρανθὲν ὑπ’ ὀστράκου ἡλιοκαύστου καὶ ἀποτεθὲν πρὸς τὰ αὐτὰ ὁμοίως διδόμενον ἁρμόζει. | |
2.3.1 | ἱππόκαμπος θαλάσσιόν ἐστι ζῷον μικρόν, οὗ καέντος ἀναλημφθεῖσα ἡ τέφρα πίσσῃ ὑγρᾷ ἢ ὀξυγγίῳ ἢ ἀμαρακίνῳ μύρῳ καὶ καταχρισθεῖσα ἀλωπεκίας δασύνει. | |
2.4.1 | πορφύρα καεῖσα δύναμιν ἔχει ξηραντικήν, σμηκτικὴν ὀδόντων, ὑπερσαρκωμάτων δὲ κατασταλτικήν, ἀνακαθαρτικὴν ἑλκῶν καὶ ἀπουλωτικήν. τὰ δὲ αὐτὰ ποιοῦσι καὶ οἱ κήρυκες καέντες, καυστικώτεροι | |
5 | ὄντες, ἐὰν δέ τις ἁλῶν πληρώσας αὐτοὺς ἐν ὠμῇ χύτρᾳ πάλιν καύσῃ, ἁρμόζουσι πρὸς σμῆξιν ὀδόντων καὶ κατακαύματα ἐπι‐ πλασθέντες. ἐᾶν δὲ δεῖ ἀποστρακοῦσθαι τὸ φάρμακον· ἀπου‐ | |
2.4.2 | λωθέντος γὰρ τοῦ κατακαύματος αὐτόματον ἀποπίπτει. γίνεται δὲ καὶ ἄσβεστος ἐξ αὐτῶν, ὡς ὑποδείξομεν ἐν τῷ περὶ ἀσβέστου λόγῳ (V 132). κιόνια δὲ καλεῖται τὰ ἐπὶ τῶν πορφυρῶν καὶ κηρύκων | |
5 | μέσα, περὶ ἃ ἡ ἕλιξ ἐστὶ τοῦ ὀστράκου. καίεται δὲ ὁμοίως, δύναμιν ἔχοντα καυστικωτέραν τῶν κηρύκων καὶ τῆς πορφύρας διὰ τὸ ἐπιπιέζειν αὐτῶν τὴν φύσιν. αἱ δὲ σάρκες τῶν κηρύ‐ κων εὔστομοι καὶ εὐστόμαχοι, κοιλίαν δὲ οὐ μαλάσσουσιν. | 122 in vol. 1 |
2.5.1 | μύακες διαφέρουσιν οἱ Ποντικοί. καέντες δὲ τὸ αὐτὸ δρῶσι τοῖς κήρυξιν· ἰδιαίτερον δὲ πλυθέντες ὡς μόλιβδος χρησι‐ μεύουσιν εἰς τὰ ὀφθαλμικὰ σὺν μέλιτι, ἐκτήκοντες παχύτητας βλεφάρων καὶ σμήχοντες λευκώματα καὶ τὰ ἄλλως ἐπισκοτοῦντα | |
5 | ταῖς κόραις. ἡ δὲ σὰρξ αὐτῶν κυνοδήκτοις ὠφελίμως ἐπιτί‐ θεται. | |
2.6.1 | τελλῖναι νεαραὶ εὐκοίλιοι, μάλιστα δὲ ὁ ἐξ αὐτῶν ζω‐ μός. ταριχηραὶ δὲ καεῖσαι καὶ τριβεῖσαι λεῖαι καὶ μετὰ κεδρίας ἐπισταζόμεναι τὰς ἐκτιλθείσας ἐκ τῶν βλεφάρων τρίχας οὐκ ἐῶσιν αὖθις φυῆναι. | |
5 | καὶ ὁ ἐκ τῶν χημῶν δὲ καὶ ἐκ τῶν ἄλλων κογχαρίων ζω‐ μὸς κινεῖ κοιλίαν ἑψόμενος μετὰ ὀλίγου ὕδατος. λαμβάνεται δὲ μετ’ οἴνου. | |
2.7.1 | πορφύρας πώματα σὺν ἐλαίῳ ἑψηθέντα καὶ ἐπαλει‐ | |
φόμενα τρίχας ῥεούσας ἵστησι, ποθέντα δὲ σὺν ὄξει σπλῆνα οἰδοῦντα στέλλει, ὑποθυμιαθέντα δὲ ἐγείρει τὰς ὑστερικῶς πνιγομένας καὶ τὰ δεύτερα ἐκβάλλει. | 123 in vol. 1 | |
2.8.1 | ὄνυξ ἐστὶ πῶμα κογχυλίου, ὅμοιον τῷ τῆς πορφύρας, εὑρισκόμενον ἐν τῇ Ἰνδίᾳ ἐν ταῖς ναρδοφόροις λίμναις· διὸ καὶ ἀρωματίζει νεμομένων τῶν κογχυλίων τὴν νάρδον. συλλέγεται δὲ ἐπειδὰν ὑπὸ τῶν αὐχμῶν ἀναξηρανθῶσιν αἱ λίμναι. διαφέρει | |
5 | δὲ ὁ ἀπὸ τῆς Ἐρυθρᾶς κομιζόμενος, ὑπόλευκος ὢν καὶ λιπαρός· μέλας δὲ ὁ Βαβυλώνιος καὶ μικρότερος. ἀμφότεροι δὲ εὐώδεις θυμιώμενοι, καστορίζοντες ποσῶς τῇ ὀσμῇ. ἐγείρουσι δὲ καὶ οὗτοι ὑποθυμιαθέντες τὰς ὑστερικῶς πνι‐ γομένας καὶ ἐπιλημπτικούς, ποθέντες δὲ κοιλίαν μαλάσσουσιν. | |
10 | αὐτὸ δὲ τὸ κογχύλιον καὲν ποιεῖ ὅσα καὶ ἡ πορφύρα καὶ ὁ κῆρυξ. | |
2.9.1 | κοχλίας χερσαῖος εὐστόμαχος, δύσφθαρτος. ἄριστος δὲ ὅ τε ἐν Σαρδῶνι καὶ Λιβύῃ καὶ Ἀστυπαλαίᾳ καὶ Σικελίᾳ καὶ Χίῳ γεννώμενος καὶ ὁ ἐν ταῖς κατὰ Λιγυρίαν Ἄλπεσι κα‐ λούμενος πωματίας. καὶ ὁ θαλάσσιος δὲ εὐστόμαχος καὶ εὐ‐ | |
5 | έκκριτος, ὁ δὲ ποτάμιος βρωμώδης, καὶ ὁ ταῖς ἀκάνθαις καὶ τοῖς θαμνίσκοις προσκεκολλημένος ἄγριος, ὅν τινες σέσιλον ἢ σεσέλιτα καλοῦσι, ταρακτικὸς κοιλίας καὶ στομάχου, ἐμετοποιός. | |
2.9.2 | δύναται δὲ πάντων τὰ ὄστρακα κεκαυμένα θερμαίνειν καὶ καίειν, σμήχειν λέπρας, ἀλφούς, ὀδόντας. οὐλὰς δὲ τὰς ἐν ὀφ‐ θαλμοῖς καὶ λευκώματα καὶ ἐφήλεις καὶ ἀμβλυωπίας μετὰ τῆς | |
σαρκὸς ὅλοι καέντες καὶ λειανθέντες καὶ ἐγχριόμενοι σὺν μέλιτι | 124 in vol. 1 | |
5 | ἀποκαθαίρουσιν. ὠμοὶ δὲ σὺν τοῖς κελύφεσι καταπλασθέντες ἐξικμάζουσι τὰ ὑδρωπικὰ οἰδήματα καὶ οὐκ ἀφίστανται, πρὶν ἢ πᾶν ἀνικμασθῆναι τὸ ὑγρόν· καὶ ποδαγρικὰς δὲ φλεγμονὰς πραύνουσι, καὶ σκόλοπας ἕλκουσιν ὁμοίως καταπλασθέντες, καὶ | |
2.9.3 | ἔμμηνα ἄγουσι λεῖοι προστιθέμενοι. αἱ δὲ σάρκες αὐτῶν λεῖαι σὺν σμύρνῃ καὶ λιβανωτῷ καταπλασθεῖσαι τραύματα καὶ μά‐ λιστα τὰ κατὰ τὰ νεῦρα κολλῶσι, καὶ τὰς ἐκ μυκτήρων αἱμορ‐ ραγίας σὺν ὄξει λειανθέντες ἐπέχουσι. ζῶσα δὲ ἡ σὰρξ κατα‐ | |
5 | ποθεῖσα, τοῦ Λιβυκοῦ μάλιστα, ἀλγηδόνας στομάχου παύει. μετὰ δὲ τοῦ ὀστράκου ὅλος τριβεὶς καὶ μετ’ οἴνου καὶ σμύρνης ὀλίγης ποθεὶς κολικοὺς θεραπεύει καὶ κύστεως ἀλγήματα. ἀνακολλᾷ δὲ καὶ τρίχας ὁ χερσαῖος, ἐάν τις βελόνην κατὰ τῆς σαρκὸς αὐτοῦ φέρων τῷ προισταμένῳ γλοιώδει προσάπτηται | |
10 | τῆς τριχός. | |
2.10.1 | καρκίνων ποταμίων καέντων ἡ τέφρα κοχλιαρίων δυεῖν πλῆθος σὺν γεντιανῆς ῥίζης κοχλιαρίῳ ἑνὶ καὶ οἴνῳ πο‐ θεῖσα ἐπὶ ἡμέρας τρεῖς βοηθεῖ λυσσοδήκτοις ἐνεργῶς, σὺν δὲ μέλιτι ἑφθῷ ῥαγάδας τὰς ἐν ποσὶ καὶ τὰς ἐν δακτυλίῳ καὶ | |
5 | χιμέτλας καὶ καρκινώματα παρηγορεῖ. λεῖοι δὲ ὠμοὶ σὺν γά‐ λακτι ὀνείῳ ποθέντες βοηθοῦσι δήγμασιν ἑρπετῶν, φαλαγγίων 〈καὶ〉 σκορπίων πληγαῖς. ἑφθοὶ δὲ σὺν ζωμῷ ἐσθιόμενοι φθι‐ σικοὺς ὠφελοῦσι καὶ τοὺς λαγωὸν θαλάσσιον πεπωκότας. τριφ‐ θέντες δὲ σὺν ὠκίμῳ καὶ προσαχθέντες σκορπίους κτείνουσι. | |
10 | δύνανται δὲ τὰ αὐτὰ καὶ οἱ θαλάσσιοι, πλὴν ἧττον τούτων ἐνεργοῦσιν. | |
2.11.1 | σκόρπιος χερσαῖος ὠμὸς λεῖος ἐπιτεθεὶς βοήθημα τῆς ἰδίας πληγῆς γίνεται· βιβρώσκεται δὲ καὶ ὀπτηθεὶς πρὸς τὸ αὐτό. | 125 in vol. 1 |
2.12.1 | τοῦ δὲ θαλασσίου σκορπίου ἡ χολὴ ἁρμόζει πρὸς τὰς ἐν ὀφθαλμοῖς ὑποχύσεις καὶ λευκώματα καὶ ἀμβλυωπίας. | |
2.13.1 | δράκων θαλάσσιος ἀναπτυχθεὶς καὶ ἐπιτεθεὶς ἴαμά ἐστι πρὸς τὴν ἐκ τῆς ἀκάνθης αὐτοῦ πληγήν. | |
2.14.1 | σκολοπένδρα θαλασσία ἑψηθεῖσα ἐν ἐλαίῳ καὶ κατα‐ χρισθεῖσα ψιλοῖ τρίχας, ψαυσθεῖσα δὲ κνησμὸν ἐργάζεται. | |
2.15.1 | νάρκη θαλασσία ἐπιτεθεῖσα ἐπὶ χρονίων ἀλγημάτων τῶν περὶ κεφαλὴν πραύνει τὸ σφοδρὸν τοῦ ἀλγήματος, καὶ ἕδραν δὲ ἐκτρεπομένην ἢ προπίπτουσαν στέλλει προστεθεῖσα. | |
2.16.1 | ἐχίδνης σὰρξ ἑψηθεῖσα καὶ ἐσθιομένη ὀξυδερκεῖς ποιεῖ τὰς ὄψεις καὶ πρὸς τὰ νευρικὰ ἁρμόζει καὶ τὰς αὐξανο‐ μένας χοιράδας ἵστησι. δεῖ δὲ ἐκδείραντας αὐτὴν ἀποκόπτειν τὴν κεφαλὴν καὶ τὴν οὐρὰν διὰ τὸ ἐν αὐτοῖς ἄσαρκον—μυθώ‐ | |
5 | δης γὰρ ἡ πρὸς τὸ μέτρον ἀποκοπὴ τῶν ἄκρων—τὸ δὲ λοι‐ πὸν 〈ἀφαιρεθέντων τῶν ἐντοσθιδίων〉 πλύναντάς τε καὶ τεμα‐ | |
χίσαντας ἕψειν μετὰ ἐλαίου καὶ οἴνου καὶ ἁλῶν ὀλίγων καὶ ἀνήθου. φασὶ δὲ τοὺς προσφερομένους φθεῖρας γεννᾶν, ὅπερ ἐστὶ ψεῦδος· προσιστοροῦσι δὲ ἔνιοι καὶ μακρογήρως γίνεσθαι | 126 in vol. 1 | |
2.16.2 | τοὺς ἐσθίοντας αὐτάς. κατασκευάζονται δὲ καὶ ἅλες ἐξ αὐτῶν πρὸς τὰ αὐτά, πλὴν ὁμοίως οὐκ ἐνεργοῦσι. καθίεται δὲ ἔχιδνα ζῶσα εἰς καινὴν χύτραν καὶ μετ’ αὐτῆς ἁλῶν 〈καὶ〉 ἰσχάδων τε‐ τριμμένων ἀνὰ ξέστην ἕνα μετὰ μέλιτος κυάθων ἕξ, 〈καὶ〉 περι‐ | |
5 | χρίεται πηλῷ τὸ πῶμα τῆς χύτρας καὶ ὀπτᾶται ἐν καμίνῳ, ἄχρις οὗ ἀνθρακωθῶσιν οἱ ἅλες. μετὰ δὲ τοῦτο λειοτριβηθέντες ἀποτίθενται, ἐνίοτε μειγνυμένου πρὸς εὐστομίαν αὐτοῖς ναρδο‐ στάχυος ἢ μαλαβάθρου φύλλου βραχέος. | |
2.17.1 | γῆρας ὄφεως ἑψηθὲν μετὰ οἴνου βοήθημά ἐστιν ὠταλγίας ἐγχεόμενον καὶ ὀδονταλγίας διακλυζόμενον. μίσγουσι δὲ αὐτὸ καὶ εἰς ὀφθαλμικὰς δυνάμεις, μάλιστα δὲ τὸ τῆς ἔχεως. | |
2.18.1 | λαγωὸς θαλάσσιος ἔοικε μὲν μικρᾷ τευθίδι, δύνα‐ ται δὲ λεῖος καταπλασθεὶς καθ’ ἑαυτὸν καὶ μετ’ ἀκαλήφης 〈θαλασσίασ〉 τρίχας ψιλοῦν. | |
2.19.1 | τοῦ δὲ χερσαίου λαγωοῦ ὁ ἐγκέφαλος ὀπτὸς βιβρω‐ σκόμενος ὠφελεῖ τρόμους τοὺς κατὰ πάθος γινομένους, καὶ ὀδοντιάσεις ἐπὶ παιδίων παρατριβόμενος καὶ ἐσθιόμενος. ἡ | |
δὲ κεφαλὴ αὐτοῦ καεῖσα καὶ καταχρισθεῖσα μετὰ στέατος ἀρ‐ | 127 in vol. 1 | |
5 | κείου ἢ ὄξους ἀλωπεκίας θεραπεύει. ἡ δὲ πιτύα ποθεῖσα μετὰ ἡμέρας τρεῖς μετὰ τὴν ἄφεδρον ἀτόκιον εἶναι ἱστορεῖται· ἐπέ‐ χει δὲ καὶ τὴν ἐκ μήτρας ῥύσιν καὶ κοιλίας, ὠφελεῖ δὲ καὶ ἐπι‐ λημπτικούς, καὶ πρὸς τὰ θανάσιμα μετ’ ὄξους πινομένη, μά‐ λιστα δὲ πρὸς γάλακτος θρόμβωσιν καὶ ἐχιδνῶν δήγματα. τὸ | |
10 | δὲ αἷμα αὐτοῦ θερμὸν καταχριόμενον ἐφήλιδας καὶ ἀλφοὺς καὶ φακοὺς θεραπεύει. | |
2.20.1 | τρυγόνος θαλασσίας τὸ κέντρον, ὃ δὴ ἀπὸ τῆς οὐ‐ ρᾶς αὐτῆς πέφυκεν ἀνεστραμμένον ταῖς φολίσιν, ὀδόντα πο‐ νοῦντα πραύνει· θρύπτει γὰρ καὶ ἀποβάλλει. | |
2.21.1 | σηπίας ἑψηθείσης τὸ μέλαν βιβρωσκόμενον δύσπεπτον, κοιλίας μαλακτικόν. τὸ δὲ ἐπ’ αὐτῆς ὄστρακον σχηματισθὲν εἰς κολλύρια ἁρμόζει πρὸς παράτριψιν τραχέων βλεφάρων, καὲν δὲ ἐν τῷ ἰδίῳ ὀστράκῳ, ἄχρις οὗ τὸ πλακῶδες αὐτοῦ ἀποστῇ, | |
5 | σμήχει λεῖον ἀλφούς, πίτυρα, ὀδόντας, ἐφήλεις. μείγνυται δὲ καὶ εἰς τὰ ὀφθαλμικὰ πλυθέν· ποιεῖ δὲ καὶ πρὸς λευκώματα κτηνῶν ἐμφυσώμενον, καὶ πτερύγια τὰ ἐν ὀφθαλμοῖς τήκει σὺν ἁλσὶ λεῖον προσαγόμενον. | |
2.22.1 | τρίγλα συνεχῶς ἐσθιομένη ἀμβλυωπίας δοκεῖ κατα‐ σκευαστικὴ ὑπάρχειν. ὠμὴ δὲ ἀνασχισθεῖσα καὶ ἐπιτεθεῖσα θαλασσίου δράκοντος καὶ σκορπίου καὶ ἀράχνης δήγματα ἰᾶται. | 128 in vol. 1 |
2.23.1 | ὄρχις ἱπποποτάμου ξηρανθεὶς καὶ λειανθεὶς πίνε‐ ται μετ’ οἴνου πρὸς ἑρπετῶν δήγματα. | |
2.24.1 | καὶ ὁ τοῦ κάστορος ὄρχις—ἔστι δὲ τὸ ζῷον ἀμφί‐ βιον, τὸ πλεῖστον ἐν ὕδασιν ἰχθύσι καὶ καρκίνοις τρεφόμενον— ποιεῖ μὲν [καὶ] πρὸς ἑρπετά, ἔστι δὲ καὶ πταρμικὸς καὶ καθόλου ποικίλην ἔχει τὴν χρῆσιν· ποθεὶς γὰρ μετὰ γλήχωνος δραχμῶν | |
5 | πλῆθος δυεῖν ἔμμηνα κινεῖ καὶ ἔμβρυα καὶ δεύτερα ἐκβάλλει. πίνεται δὲ σὺν ὄξει καὶ πρὸς ἐμπνευματώσεις, στρόφους, λυγ‐ μούς, θανάσιμα φάρμακα, ἰξίαν· ἀνακαλεῖται δὲ καὶ τοὺς λη‐ θαργικοὺς καὶ τοὺς ὁπωσδήποτε καταφερομένους ἐμβρεχόμενος σὺν ὄξει καὶ ῥοδίνῳ καὶ ὀσφραινόμενος, καὶ ὑποθυμιώμενος | |
10 | δὲ τὰ αὐτὰ ποιεῖ· ἁρμόζει καὶ τρόμοις καὶ σπασμοῖς καὶ παντὶ τῷ νευρώδει πινόμενός τε καὶ συγχριόμενος, καὶ καθόλου θερμαντικὴν ἔχει τὴν δύναμιν. | |
2.24.2 | ἐκλέγου δὲ ἀεὶ τοὺς συνεζευγμένους ὄρχεις ἐκ μιᾶς ἀρχῆς —ἀδύνατον γὰρ δύο φύσας ἐζευγμένας ἐν ἑνὶ ὑμένι εὑρεῖν— καὶ τὸ ἐντὸς ἔχοντας κηροειδές, βαρύοσμον, βρωμῶδες, δριμύ, δηκτικόν, εὔτριπτον, διαφρασσόμενόν τε συνεχῶς φυσικοῖς ὑμέσι. | |
5 | δολοῦσι δέ τινες αὐτό, ἀμμωνιακὸν ἢ κόμμι συμπεφυραμένον αἵ‐ ματι [καὶ] καστορίῳ ἐγχέοντες εἰς φῦσαν καὶ ξηραίνοντες. μά‐ την δὲ ἱστορεῖται ὅτι διωκόμενον τὸ ζῷον ἀποσπᾷ τοὺς διδύ‐ μους καὶ ῥίπτει· ἀδύνατον γάρ ἐστιν ἅψασθαι αὐτῶν, προστύ‐ πων ὄντων ὥσπερ ὑός. δεῖ δὲ διελόντας τὸ δέρμα κομίζεσθαι | 129 in vol. 1 |
10 | σὺν τῷ περιέχοντι ὑμένι τὸ ὑγρόν, ὂν μελιτῶδες, καὶ οὕτως ξηράναντας ἀποτίθεσθαι. | |
2.25.1 | γαλῆ κατοικίδιος περιφλευσθεῖσα καὶ δίχα τῶν ἐν‐ τὸς σκελετευθεῖσα δι’ ἁλὸς καὶ ξηρανθεῖσα ἐν σκιᾷ παντὸς ἑρπετοῦ ἐνεργέστατόν ἐστι βοήθημα ποθεῖσα μετ’ οἴνου δραχ‐ μῶν δυεῖν πλῆθος, καὶ τοξικοῦ ἀντιφάρμακον ὁμοίως λημ‐ | |
5 | φθεῖσα. ἡ δὲ κοιλία αὐτῆς κορίῳ πλησθεῖσα καὶ σκελετευθεῖσα θηριοδήκτοις καὶ ἐπιλημπτικοῖς βοηθεῖ πινομένη. ὅλη δὲ καεῖσα ἐν χύτρᾳ ποδαγρικοὺς ὠφελεῖ τῆς τέφρας καταχριομένης μετ’ ὄξους. τὸ δὲ αἷμα αὐτῆς καταχριόμενον χοιράσι βοηθεῖ· ὠφελεῖ δὲ καὶ ἐπιλημπτικούς. | |
2.26.1 | βάτραχοι ἀντιφάρμακόν εἰσιν ἑρπετῶν πάντων ζω‐ μευθέντες σὺν ἁλσὶ καὶ ἐλαίῳ, τοῦ ζωμοῦ λαμβανομένου· ὁμοίως καὶ πρὸς 〈τὰσ〉 χρονίους τῶν τενόντων ἀποστάσεις. καέντες δὲ ἐπίπαστοι αἱμορραγίαν στέλλουσι, καὶ ἀλωπεκίας θεραπεύουσι | |
5 | σὺν πίσσῃ ὑγρᾷ καταχριόμενοι. τῶν δὲ χλωρῶν βατράχων τὸ | |
αἷμα ἐπισταζόμενον κωλύει τὰς ἐκτιλθείσας ἀπὸ τῶν βλεφάρων τρίχας φύεσθαι· ὠφελοῦσι καὶ ὀδονταλγίας συνεψόμενοι ὕδατι καὶ ὄξει καὶ διακλυζόμενοι. | 130 in vol. 1 | |
2.27.1 | σίλουρος νεαρὸς βιβρωσκόμενος τρόφιμος καὶ εὐκοί‐ λιος, ταριχηρὸς δὲ ἄτροφος, ἀρτηρίαν δὲ καθαίρει καὶ εὔηχον παρασκευάζει. καταπλασθεῖσα δὲ ἡ σὰρξ τοῦ ταριχηροῦ 〈σιλού‐ ρου〉 σκόλοπας ἀνάγει· καὶ ἡ ἐξ αὐτοῦ δὲ ἅλμη ἁρμόζει ἐν | |
5 | ἀρχῇ δυσεντερικοῖς εἰς ἐγκάθισμα, μετάγουσα τοὺς ῥευματισμοὺς εἰς τὴν ἐπιφάνειαν, καὶ ἐγκλυζομένη δὲ ἰσχιαδικοὺς θεραπεύει. | |
2.28.1 | σμαρίδος ταριχηρᾶς ἡ κεφαλὴ καεῖσα 〈λεία〉 ἕλκη στέλλει ὑπερσαρκοῦντα καὶ νομὰς ἵστησι καὶ ἥλους καὶ θύμους ἀναλίσκει, σκορπιοπλήκτοις δὲ καὶ κυνοδήκτοις ἡ σὰρξ ἁρμόζει καθάπερ πᾶς τάριχος. | |
2.29.1 | καὶ ἡ τῆς μαινίδος κεφαλὴ καεῖσα λεία τὰς ἐν δα‐ κτυλίῳ τετυλωμένας ῥαγάδας καταπασθεῖσα ἀφίστησιν. ὁ δὲ γάρος αὐτῆς τὰς ἐν στόματι σηπεδόνας διακλυζόμενος παύει. | |
2.30.1 | κωβιὸν τὸν πρόσφατον ἐὰν ἐμβαλὼν εἰς ὑείαν κοιλίαν καταρράψῃς καθεψήσῃς τε ἐν ὕδατος ξέσταις ιβʹ ἄχρι δυεῖν ξεστῶν καὶ διηθήσας καὶ ἐξαιθριάσας ποτίσῃς, κοιλίαν ἀταρά‐ χως κάτω ὑπάξεις. καταπλασθεὶς δὲ καὶ τοὺς ὑπὸ κυνῶν δη‐ | |
5 | χθέντας ἢ ἑρπετῶν ὠφελεῖ. | 131 in vol. 1 |
2.31.1 | ὁ δὲ ὠμοτάριχος λεγόμενος σάρξ ἐστι θύννου τεταρι‐ χευμένου. βοηθεῖ δὲ λαμβανόμενος τοῖς ὑπὸ ἐχίδνης τῆς καλου‐ μένης πρηστῆρος δηχθεῖσι—δεῖ δὲ ὡς ὅτι πλεῖστον προσφέρον‐ τας καὶ οἶνον ἀναγκάζειν πίνειν πολὺν καὶ ἐμεῖν—εἴς τε τὰς | |
5 | δριμυφαγίας μάλιστα ἁρμόζει. καταπλάσσεται δὲ καὶ ἐπὶ κυνο‐ δήκτων ὠφελίμως. | |
2.32.1 | γάρος δὲ πᾶς ὁ ἐκ τῶν ταριχευτικῶν ἰχθύων καὶ κρεῶν καταντλούμενος νομὰς ἐφιστᾷ καὶ κυνόδηκτα ἰᾶται. ἐνίεται δὲ καὶ ἐπὶ δυσεντερικῶν καὶ ἰσχιαδικῶν, ἐφ’ ὧν μὲν ἵνα τὰ εἱλ‐ κωμένα ἐπισπάσῃ, ἐφ’ ὧν δὲ ἵνα τὰ ἀνέλκωτα ἐρεθίσῃ. | |
2.33.1 | ζωμὸς δὲ ὁ ἐκ τῶν νεαρῶν ἰχθύων κοιλίας ὑπαγωγός, ποτὲ μὲν καθ’ ἑαυτὸν πινόμενος, ποτὲ δὲ μετ’ οἴνου. ἰδίως δὲ σκευάζεται πρὸς ταῦτα ὁ ἀπὸ τῶν φυκίδων καὶ σκορπίων καὶ ἰουλίδων καὶ περκίδων καὶ τῶν ἄλλων πετραίων ἁπαλῶν καὶ | |
5 | ἀβρώμων λιτῶς μεθ’ ὕδατος 〈καὶ ἁλὸσ〉 καὶ ἐλαίου καὶ ἀνήθου. | |
2.34.1 | κόρεις οἱ ἀπὸ κλίνης ἐντιθέμενοι βρώμασι κυάμων | |
τὸν ἀριθμὸν ἑπτὰ καὶ καταπινόμενοι πρὸ τῆς ἐπισημασίας ὠφελοῦσι τοὺς τεταρταίζοντας, καὶ ἀσπιδοδήκτους δὲ δίχα τῶν κυάμων καταποθέντες, ὑστερικῶς τε πνιγομένας ἀνακαλοῦνται | 132 in vol. 1 | |
5 | ὀσφραινόμενοι. σὺν ὄξει δὲ ποθέντες βδέλλας ἐξάγουσι, δυσου‐ ρίαν τε παύουσιν ἐντιθέμενοι τῷ οὐρητικῷ πόρῳ λεῖοι. | |
2.35.1 | ὄνοι οἱ ὑπὸ τὰς ὑδρίας—ζῷα 〈δ’〉 ἐστὶ πολύποδα, σφαιρούμενα κατὰ τὰς ἐπαφὰς τῶν χειρῶν—ποθέντες σὺν οἴνῳ βοηθοῦσι δυσουρίᾳ καὶ ἰκτέρῳ, διαχρισθέντες δὲ μετὰ μέλιτος συναγχικοῖς βοηθοῦσι, καὶ πρὸς ὠταλγίαν δὲ λεῖοι σὺν | |
5 | ῥοδίνῳ θερμανθέντες ἐν κελύφει ῥόας καὶ ἐνσταγέντες ἁρμό‐ ζουσιν. | |
2.36.1 | σίλφης τῆς ἐν τοῖς ἀρτοκοπείοις εὑρισκομένης τὰ ἐντὸς τριβόμενα σὺν ἐλαίῳ ἢ ἑψόμενα καὶ ἐνσταζόμενα ὠταλγίας παύει. | |
2.37.1 | πνεύμων θαλάσσιος πρόσφατος λεανθεὶς ποδαγρι‐ ῶντας καὶ χιμετλιῶντας ὠφελεῖ καταπλασσόμενος. | |
2.38.1 | ὁ δὲ χοίρειος καὶ ἄρνειος [καὶ ἄρκειος] πνεύμων τὰ ἐκ τῶν ὑποδημάτων παρατρίμματα ἐπιτιθέμενοι ἀφλέγμαντα τηροῦσιν. | |
2.39.1 | καὶ ὁ τῆς ἀλώπεκος δὲ πνεύμων ξηρανθεὶς καὶ πο‐ θεὶς ἀσθματικοὺς ὀνίνησι· καὶ τὸ στέαρ δὲ αὐτῆς τακὲν καὶ ἐγχυθὲν ὠτὸς πόνον παύει. | 133 in vol. 1 |
2.40.1 | ἧπαρ ὄνειον ἐσθιόμενον ὀπτὸν ἐπιλημπτικοὺς ὠφε‐ λεῖ· νήστεις δὲ λαμβανέτωσαν. | |
2.41.1 | αἰδοῖον ἄρρενος ἐλάφου σὺν οἴνῳ ποθὲν λεῖον τοῖς ὑπὸ ἐχιδνῶν δηχθεῖσι βοηθεῖ. | |
2.42.1 | ὄνυχες ὄνων καέντες καὶ ποθέντες ἐπὶ ἡμέρας ἱκανὰς πλῆθος κοχλιαρίων δυεῖν ἱστοροῦνται ἐπιλημπτικοὺς ὠφελεῖν. ἐλαίῳ δὲ φυραθέντες χοιράδας διαφοροῦσιν, ἐπιπασθέντες δὲ χιμέτλας θεραπεύουσιν. | |
2.43.1 | λειχῆνες ἵππων—εἰσὶ δὲ τύλοι κατὰ περιγραφὴν ἐντετυπωμένοι παρὰ τοῖς γόνασι καὶ παρὰ ταῖς ὁπλαῖς—πο‐ θέντες λεῖοι μετ’ ὄξους ἐπιλημψίας ἱστοροῦνται θεραπεύειν. | |
2.44.1 | οἱ δὲ τῶν αἰγῶν ὄνυχες καέντες ἀλωπεκίας καταχριό‐ μενοι σὺν ὄξει θεραπεύουσιν. | |
2.45.1 | τοῦ δὲ ἥπατος τῆς αἰγὸς ὀπτωμένου ὁ ἀπορρέων ἰχὼρ ἐγχριόμενος νυκτάλωψιν ἁρμόζει· κἂν τὴν ἀτμίδα δέ τις | |
ἑψομένου αὐτοῦ δέχηται ἀνεῳγόσι τοῖς ὀφθαλμοῖς, ὠφελεῖται· ἁρμόζει δὲ καὶ ἐσθιόμενον ὀπτὸν πρὸς τὰ αὐτά. φασὶ δὲ καὶ | 134 in vol. 1 | |
5 | ἐπιλημπτικοὺς ἐλέγχεσθαι φαγόντας μάλιστα τὸ τράγειον ἧπαρ. | |
2.46.1 | τὸ δὲ τοῦ κάπρου ἧπαρ νεαρὸν καὶ ξηρὸν λεῖον σὺν οἴνῳ πινόμενον ἑρπετῶν δήγματα ὠφελεῖ. | |
2.47.1 | κυνὸς δὲ λυσσῶντος ἧπαρ βιβρωσκόμενον ὀπτὸν ὑπὸ τῶν δηχθέντων ὑπ’ αὐτοῦ ἀπεριπτώτους ὑδροφόβᾳ τηρεῖν πεπίστευται. χρῶνται δὲ εἰς προφυλακὴν καὶ τῷ κυνόδοντι τοῦ δακόντος ἐνδέοντες εἰς κυστίδα καὶ περιάπτοντες τῷ βραχίονι. | |
2.48.1 | τὰ δὲ ἀπὸ τῶν κασσυμάτων παλαιὰ δέρματα κεκαυ‐ μένα λεῖα καταπασσόμενα πυρίκαυτα καὶ παρατρίμματα καὶ τὰ ἐξ ὑποδημάτων θλίμματα θεραπεύει. | |
2.49.1 | ἀλεκτορίδες ἀνασχισθεῖσαι καὶ ἐπιτεθεῖσαι ἔνθερμοι τοῖς τῶν ἑρπετῶν δήγμασι βοηθοῦσι· δεῖ δὲ συνεχῶς ταύτας | |
ἀλλάσσειν. καὶ ὁ ἐγκέφαλος δὲ αὐτῶν ἐν ποτήματι θηριοδήκ‐ τοις σὺν οἴνῳ δίδοται καὶ τὰς ἐκ μήνιγγος αἱμορραγίας ἐπέχει. | 135 in vol. 1 | |
5 | τοῦ δ’ ἄρρενος τὸ κατὰ τὰ ἐντὸς ὑποκείμενον τῇ κοιλίᾳ κερα‐ τῶδες, ἀποδερόμενον δὲ ἐν ταῖς ἑψήσεσι ξηρανθὲν ἁρμόζει στο‐ μαχικοῖς λεῖον πινόμενον μετ’ οἴνου. ὁ δὲ ζωμὸς τοῦ νόσσακος μάλιστα δίδοται ἐπικράσεως χάριν φαυλοτήτων καὶ ἐπὶ τῶν | |
2.49.2 | στόμαχον πυρουμένων λιτῶς σκευασθείς. ὁ δὲ τῶν παλαιῶν ἀλεκτρυόνων δίδοται πρὸς κάθαρσιν κοιλίας· ἐξελόντας δὲ τὰ ἐντὸς δεῖ ἀντεμβάλλειν ἅλας καὶ καταρράψαντας ἕψειν μετὰ ὕδατος ξεστῶν εἴκοσι, κατάγοντας εἰς κοτύλας τρεῖς· δίδοται | |
5 | δὲ πᾶν ἐξαιθριασθέν· ἔνιοι δὲ συνέψουσι κράμβην θαλασσίαν ἢ λινόζωστιν ἢ κνῆκον ἢ πολυπόδιον. ἄγει δὲ πάχος ὠμόν, γλοιῶδες, μέλαν, ἁρμόζον πυρετοῖς χρονίοις 〈καὶ περιοδικοῖς τρόμοισ〉, ἄσθμασιν, ἀρθριτικοῖς, ἐμπνευματουμένοις στόμαχον. | |
2.50.1 | ᾠὸν τὸ ἁπαλὸν πολυτροφώτερον τοῦ ῥοφητοῦ, καὶ τοῦ ἁπαλοῦ τὸ σκληρόν. ἡ δὲ λέκιθος αὐτοῦ ἑφθὴ χρησίμη πρὸς ὀφθαλμῶν περιωδυνίας σὺν κρόκῳ καὶ ῥοδίνῳ, πρός τε τὰς περὶ δακτύλιον φλεγμονὰς καὶ κονδυλώματα σὺν μελιλώτῳ. | |
5 | μετὰ ῥοὸς δὲ ἢ κηκίδος τηγανισθεῖσα καὶ βρωθεῖσα ἵστησι κοιλίαν, καὶ καθ’ ἑαυτὴν δὲ προσενεχθεῖσα. τὸ δὲ λευκὸν αὐτοῦ ὠμὸν 〈ὂν〉 ψύχει, ἐμπλάττει, παρηγορεῖ | |
ἐγχυματισθὲν ἐπὶ ὀφθαλμῶν φλεγμαινόντων, κατακαύματά τε οὐκ ἐᾷ φλυκταινοῦσθαι παραχρῆμα ἐπιχρισθέν, πρόσωπά τε ἀν‐ | 136 in vol. 1 | |
10 | επίκαυτα τηρεῖ, ἀνακόλλημά τέ ἐστι ῥευματιζομένων σὺν λιβα‐ νωτῷ κατὰ τοῦ μετώπου ἐπιτιθέμενον, φλεγμονάς τε ὀφθαλμῶν πραύνει ἐρίῳ ἀναλημφθὲν καὶ ἐπιτεθὲν μιγέντος αὐτῷ ῥοδίνου καὶ οἰνομέλιτος. ὠμὸν δὲ ῥοφηθὲν αἱμορροίδος δήγμασι βοη‐ θεῖ, ἀκροχλιαρὸν δὲ πρὸς κύστεως δηγμοὺς καὶ ἕλκωσιν νεφροῦ | |
15 | καὶ τραχυσμοὺς ἀρτηρίας καὶ αἵματος ἀναγωγὰς καὶ κατάρρους καὶ θώρακος ῥευματισμοὺς ἁρμόζει. | |
2.51.1 | τέττιγες ὀπτοὶ ἐσθιόμενοι τοῖς περὶ κύστιν ἀλγήμασι βοηθοῦσιν. | |
2.52.1 | ἀκρίδες ὑποθυμιώμεναι δυσουρίας, μάλιστα τὰς ἐπὶ γυναικῶν, ὠφελοῦσιν. ἡ δὲ λεγομένη ἀκρὶς τρωξαλλὶς ἢ ὄνος —ἄπτερος δέ ἐστι καὶ μεγαλόκωλος—πρόσφατος ξηρανθεῖσα σφόδρα σκορπιοπλήκτους ὠφελεῖ πινομένη σὺν οἴνῳ. χρῶνται | |
5 | δὲ αὐτῇ κατακόρως οἱ κατὰ Λέπτιν Λίβυες. | |
2.53.1 | φήνης τοῦ ὀρνέου, ὃ Ῥωμαιστὶ καλοῦσιν ὀσσίφραγον, ἡ κοιλία κατ’ ὀλίγον ποτιζομένη ἐξουρεῖσθαι ποιεῖν ἱστορεῖται. | |
2.54.1 | κορυδαλλὸς ὀρνύφιόν ἐστι μικρόν, ἔχον κατὰ τῆς κορυφῆς ὑπεροχὴν ὥσπερ ταῶνος. οὗτος βρωθεὶς ὀπτὸς κολι‐ κοὺς ὀνίνησιν. | 137 in vol. 1 |
2.55.1 | αἰθυίας ἧπαρ σκελετευθὲν καὶ ποθὲν μεθ’ ὑδρομέλι‐ τος κοχλιαρίων πλῆθος δυεῖν ἐκβάλλει δεύτερα. | |
2.56.1 | χελιδόνος νεοσσοὺς τοὺς ἐκ τῆς πρώτης νεοσσοποιίας αὐξομένης τῆς σελήνης ἀνατεμὼν εὑρήσεις ἐν τῇ γαστρὶ λί‐ θους, ἐξ ὧν δύο λαβών, ἕνα ποικίλον καὶ τὸν ἕτερον καθαρόν, πρὸ τοῦ ἐπιψαῦσαι τῆς γῆς ἐνδήσας εἰς δέρμα δαμάλεως ἢ | |
5 | ἐλάφου καὶ περιάψας βραχίονι ἢ τραχήλῳ ἐπιλημπτικοὺς ὠφε‐ λήσεις· πολλάκις δὲ καὶ παντελῶς ἀποκαταστήσεις. βιβρωσκό‐ μεναι δὲ ὥσπερ αἱ συκαλλίδες ὀξυωπίας εἰσὶ φάρμακον, καὶ ἡ ἀπ’ αὐτῶν δὲ τέφρα καὶ ἡ τῶν μητέρων καεισῶν ἐν χύτρᾳ μετὰ μέλιτος χρισθεῖσα ὀξυδερκίαν ποιεῖ· ἁρμόζει δὲ καὶ ἐπὶ συναγ‐ | |
10 | χικῶν διαχριομένη καὶ πρὸς σταφυλῆς καὶ παρισθμίων φλεγ‐ μονάς. σκελετευθεῖσαι δὲ αὗται καὶ οἱ νεοττοὶ συναγχικοὺς ὠφελοῦσι πινόμεναι μεθ’ ὕδατος πλῆθος δραχμῆς μιᾶς. | |
2.57.1 | ἐλέφαντος τὸ ἐκ τοῦ ὀδόντος ῥίνισμα παρωνυχίας | |
καταπλασθὲν θεραπεύει, δύναμιν ἔχον στυπτικήν. | 138 in vol. 1 | |
2.58.1 | ἀστράγαλος ὑὸς καείς, ἄχρι ἂν ἐκ μέλανος λευκὸς πάλιν γένηται, καὶ λεῖος ποθεὶς ἐμπνευματώσεις κόλου καὶ στρόφους χρονίους παραιτεῖται. | |
2.59.1 | ἐλάφου κέρας κεκαυμένον καὶ πεπλυμένον ἁρμόζει πλῆθος πινόμενον κοχλιαρίων δυεῖν αἱμοπτυικοῖς, δυσεντερι‐ κοῖς, κοιλιακοῖς, ἰκτερικοῖς, κύστεως ἀλγήμασι μετὰ τραγακάν‐ θης, ῥοικαῖς δὲ γυναιξὶ μετὰ ὑγροῦ τοῦ πρὸς τὸ πάθος ἁρμό‐ | |
5 | ζοντος. καίεται δὲ ἐν καμίνῳ καταβληθὲν καὶ κοπὲν εἰς ὠμὴν χύτραν περιπεπλασμένην πηλῷ, ἄχρι ἂν λευκὸν γένηται. πλύ‐ νεται δὲ ὡς καδμία. τὸ δὲ τοιοῦτον ἁρμόζει πρὸς τὰ ἐν ὀφθαλμοῖς ῥεύματα καὶ ἕλκη, καὶ ὀδόντας δὲ παρατριβόμενον σμήχει. ὠμὸν δὲ θυμιαθὲν ἑρπετὰ διώκει, ἀποζεσθὲν δὲ μετ’ | |
10 | ὄξους καὶ διακλυζόμενον παρηγορεῖ γομφιάσεις. | |
2.60.1 | κάμπαι αἱ ἐπὶ τῶν λαχάνων γεννώμεναι ἐπιχριό‐ μεναι σὺν ἐλαίῳ ἀδήκτους ὑπὸ τῶν ἰοβόλων φυλάσσειν λέ‐ γονται. | |
2.61.1 | κανθαρίδες εἰς ἀπόθεσιν εὔθετοι αἱ ἀπὸ τοῦ σίτου, ἃς ἐμβαλὼν εἰς ἀκώνητον ἀγγεῖον, καὶ τὸ στόμα περιδήσας | |
ὀθονίῳ ἀραιῷ καθαρῷ, περικατάστρεψον ἀτμῷ ζέοντος ὄξους δριμυτάτου καὶ κράτει, ἕως ἂν πνιγῶσιν, εἶτα διαπείρας λίνῳ | 139 in vol. 1 | |
5 | ἀποτίθεσο. ἐνεργέστεραι δέ εἰσιν αἱ ποικίλαι, μηλίνας ἐγκαρ‐ σίους ζώνας ἔχουσαι ἐν τοῖς πτεροῖς, ἐπιμήκεις τὸ σῶμα, ἁδραί, ἐμπίμελοι ὡς αἱ σίλφαι· ἄτονοι δὲ αἱ μονοχρώματοι. ὡσαύτως δὲ ἀποτίθενται καὶ αἱ βουπρήστεις, εἶδος οὖσαι κανθαρίδων, καὶ αἱ πιτύιναι δὲ κάμπαι· καὶ αὗται ἐπὶ κοσκίνου ἐπαιω‐ | |
10 | ρουμένου θερμοσποδιᾷ φωγνύμεναι ἐπὶ βραχὺ ἀποτίθενται. | |
2.61.2 | δύναμις δὲ αὐτῶν κοινή, σηπτική, θερμαντική, ἑλκωτική, ὅθεν μείγνυται φαρμάκοις τοῖς πρὸς τὰ καρκινώδη, καὶ λέπρας καὶ λειχῆνας ἀγρίους θεραπεύουσιν· ἄγουσι δὲ καὶ ἔμμηνα πεσσοῖς μαλακτικοῖς μιγεῖσαι. ἔνιοι δὲ ἱστόρησαν τὰς κανθαρίδας καὶ | |
5 | ὑδρωπικοῖς βοηθεῖν, μειγνυμένας ἀντιδότοις, ὡς οὔρησιν κινού‐ σας. οἱ δὲ τὰ πτερὰ αὐτῶν καὶ τοὺς πόδας τοῖς πιοῦσιν αὐ‐ τὰς ἀντιφάρμακον ἀνέγραψαν. | |
2.62.1 | σαλαμάνδρα εἶδός ἐστι σαύρας νωχελές, ποικίλον, μάτην πιστευθὲν μὴ καίεσθαι. δύναμιν δὲ ἔχει σηπτικήν, ἑλ‐ κωτικήν, θερμαντικήν. μείγνυται δὲ σηπταῖς 〈καὶ ἑλκωτικαῖς | |
δυνάμεσι〉 καὶ λεπρικαῖς, ὡς ἡ κανθαρίς, καὶ ἀποτίθεται | 140 in vol. 1 | |
5 | ὁμοίως. ψιλοῖ δὲ καὶ τρίχας συντακεῖσα ἐλαίῳ· φυλάσσεται καὶ ἐν μέλιτι ἐξεντερισθεῖσα τῶν ποδῶν καὶ τῆς κεφαλῆς ἀφαιρεθέντων εἰς τὴν αὐτὴν χρῆσιν. | |
2.63.1 | ἀράχνη τὸ ζῷον, ὃ ὁλκὸν ἢ λύκον ἔνιοι καλοῦσι, συμ‐ μαλαχθεῖσα σπληναρίῳ καὶ ἐμπλασθεῖσα εἰς ὀθόνιον προσ‐ τεθεῖσά 〈τε〉 τῷ μετώπῳ ἢ τοῖς κροτάφοις τριταικὰς περι‐ όδους ὑγιάζει. τὸ δὲ ὕφος αὐτῆς ἐπιτιθέμενον αἷμα ἵστησι καὶ | |
5 | ἀφλέγμαντα τηρεῖ τὰ ἐπιπόλαια τῶν ἑλκῶν. ἔστι δὲ καὶ ἕτερον εἶδος ἀράχνης, κατασκευάζον τὸν ὑμένα λευκόν, πυκνόν, ὃ ἱστορεῖται ἐνδεόμενον εἰς κυστίδα καὶ περι‐ απτόμενον βραχίονι τεταρταικὰς περιόδους θεραπεύειν· συν‐ εψηθὲν δὲ ῥοδίνῳ ὠταλγίαις βοηθεῖ ἐγχεόμενον. | |
2.64.1 | σαύρας ἡ κεφαλὴ λεία ἐπιτεθεῖσα σκόλοπας ἀνάγει καὶ πάντα τὰ ἐμπεπηγότα· αἴρει δὲ καὶ μυρμηκίας καὶ ἀκρο‐ χορδόνας καὶ ἥλους. τὸ δὲ ἧπαρ αὐτῆς ἐντεθὲν τοῖς τῶν ὀδόν‐ των βρώμασιν ἀπονίαν ποιεῖ. ὅλη δὲ ἀνασχισθεῖσα καὶ ἐπι‐ | |
5 | τεθεῖσα σκορπιοπλήκτους κουφίζει. | 141 in vol. 1 |
2.65.1 | σήψ, ἣν ἔνιοι Χαλκιδικὴν σαύραν ἐκάλεσαν, ἐν οἴνῳ ποθεῖσα τοὺς ὑπ’ αὐτῆς δηχθέντας ἰᾶται. | |
2.66.1 | σκίγκος· ὁ μέν τίς ἐστιν Αἰγύπτιος ὁ δὲ Ἰνδικὸς ἄλ‐ λος ἐν τῇ Ἐρυθρᾷ 〈θαλάσσῃ〉 γεννώμενος, ἕτερος δὲ ἐν τῇ Γαι‐ τουλίᾳ τῆς Μαυρουσιάδος εὑρίσκεται. ἔστι δὲ κροκόδειλος χερ‐ σαῖος, ἰδιογενής, ταριχευόμενος ἐν καρδάμῳ. | |
5 | φασὶ δὲ δύναμιν ἔχειν ποθὲν τὸ περὶ τοὺς νεφροὺς αὐτοῦ μέρος, ὅσον δραχμῆς 〈μιᾶσ〉 πλῆθος μετ’ οἴνου, ὁρμητικὴν πρὸς ἀφροδίσια, ἀποπαύεσθαι δὲ τὴν ἐπίτασιν τῆς προθυμίας φα‐ κοῦ ἀφεψήματι μετὰ μέλιτος πινομένῳ ἢ θρίδακος σπέρματι μεθ’ ὕδατος· μείγνυται δὲ καὶ ἀντιδότοις. | |
2.67.1 | γῆς ἔντερα λεῖα ἐπιτεθέντα νεύρων διακοπὰς κολλᾷ· λύειν δὲ 〈δεῖ〉 διὰ τρίτης· ἑψηθέντα δὲ σὺν χηνείῳ στέατι δια‐ θέσεις ὤτων ἐγχυματιζόμενα θεραπεύει. συνεψηθέντα δὲ ἐλαίῳ καὶ ἐγχεόμενα εἰς τὸ ἀντικείμενον οὖς ὀδονταλγίαις βοηθεῖ· | |
5 | ἄγει δὲ καὶ οὖρα λεῖα πινόμενα σὺν γλυκεῖ. | |
2.68.1 | μυογαλῆ ἀνασχισθεῖσα καὶ ἐπιτεθεῖσα ἄκος ἐστὶ τοῦ | |
ἰδίου δήγματος. | 142 in vol. 1 | |
2.69.1 | μύας τοὺς κατοικιδίους ἀνασχισθέντας σκορπιοπλήκ‐ τοις ὠφελίμως ἐπιτίθεσθαι ὁμολογεῖται, βρωθέντας δὲ ὀπ‐ τοὺς ὑπὸ παιδίων ἀναξηραίνειν τὸ ἐν τοῖς στόμασιν αὐτῶν σίελον. | |
2.70.1 | γάλα κοινῶς μὲν πᾶν εὔχυμον, τρόφιμον, μαλακτικὸν κοιλίας, φυσητικὸν στομάχου καὶ ἐντέρων· ὑδαρέστερον μέντοι τὸ ἐαρινὸν τοῦ θερινοῦ, καὶ τὸ ἀπὸ χλωρᾶς νομῆς μᾶλλον μα‐ λακτικὸν τῆς κοιλίας. ἔστι δὲ καλὸν γάλα τὸ λευκὸν καὶ ὁμαλὸν | |
5 | τῇ παχύτητι καὶ συστρεφόμενον, ἐπειδὰν ἐπισταγῇ ὄνυχι. τὸ δὲ αἴγειον ἧττον κοιλίας ἅπτεται διὰ τὸ τὰς αἶγας στυφούσῃ νομῇ τὸ πλεῖστον χρῆσθαι, σχίνῳ καὶ δρυὶ καὶ θαλλῷ καὶ τερε‐ βινθίνῃ, ὅθεν καὶ εὐστόμαχον τυγχάνει. τὸ δὲ προβάτειόν ἐστι παχύ τε καὶ γλυκὺ καὶ λιπαρόν, οὐχ οὕτως δὲ εὐστόμαχον. | |
10 | τὸ μέντοι ὄνειον καὶ βόειον καὶ ἵππειον εὐκοιλιώτερα καὶ | |
2.70.2 | ταρακτικὰ γίνεται. πᾶν δὲ γάλα κοιλίας καὶ στομάχου ἀνα‐ τρεπτικόν, ὅπου ἐστὶ νομὴ σκαμμωνία ἢ ἐλλέβορος ἢ λινόζωστις ἢ κληματίς, ὡς καὶ ἐν τοῖς Οὐεστίνοις ὄρεσιν ὑφ’ ἡμῶν ἱστό‐ ρηται· αἱ γὰρ αἶγες νεμόμεναι τοῦ λευκοῦ ἐλλεβόρου τὰ φύλλα | |
5 | αὐταί τε ἐμοῦσι κατὰ τὴν πρώτην ἀπόλαυσιν τῆς πόας καὶ τὸ | |
γάλα ἀναλυτικὸν στομάχου καὶ ναυτίας ποιητικὸν κατασκευά‐ ζουσιν. ἑψηθὲν δὲ πᾶν γάλα στεγνωτικὸν γίνεται κοιλίας, καὶ μάλιστα τὸ διαπύροις κόχλαξιν ἐξικμασθέν. κοινῶς δὲ δοκεῖ βοηθεῖν ταῖς ἐντὸς ἑλκώσεσι, μάλιστα δὲ βρόγχου, πνεύμονος, | 143 in vol. 1 | |
10 | ἐντέρων, νεφρῶν, κύστεως, καὶ πρὸς τοὺς τῆς ἐπιφανείας κνησ‐ | |
2.70.3 | μούς, ἐξανθήματα, κακοχυμίας. δίδοται δὲ νεαρὸν μετὰ μέλιτος ὠμοῦ καὶ ὕδατος ὀλίγου συνανακραθέντος, μειγνυμένων καὶ ἁλῶν. ἀφυσότερον δὲ γίνεται ἀποζεσθὲν ἅπαξ. τὰ δὲ τῆς κοιλίας μεθ’ ἑλκώσεως ῥεύματα μέχρι ἡμίσεως τοῖς κόχλαξιν | |
5 | ἑψηθὲν ὠφελεῖ. ἔχει δὲ πᾶν γάλα παρεμπεπλεγμένον τὸν ὀρρόν, ὃς σχι‐ ζόμενος πρὸς κάθαρσιν εὐτονωτέραν ἁρμόζει, διδόμενος ἐφ’ ὧν δίχα δριμύτητος ἔκκρισιν βουλόμεθα ποιήσασθαι, ὡς ἐπὶ μελαγ‐ χολικῶν, ἐπιλημπτικῶν, λεπριώντων, ἐλεφαντιάσεως, ἐξανθη‐ | |
2.70.4 | μάτων τῶν περὶ ὅλον τὸ σῶμα. σχίζεται δὲ τὸ γάλα ζεννύ‐ μενον ἐν καινῇ χύτρᾳ κεραμεᾷ καὶ κινούμενον κλάδῳ συκίνῳ νεοτμήτῳ, καὶ μετὰ τὸ ζέσαι δὶς ἢ τρὶς ἐπιρραίνεται ὀξυμέλιτος κύαθος πρὸς ἑκάστην κοτύλην τοῦ γάλακτος· οὕτως γὰρ διορί‐ | |
5 | ζεται ὁ ὀρρὸς τοῦ τυρώδους. δεήσει δὲ πρὸς τὸ μὴ ὑπερζεῖν τὸ γάλα ἐν τῇ ἑψήσει σπόγγῳ ἐκ ψυχροῦ συνεχῶς ἀποψᾶν τὸ χεῖλος τῆς χύτρας καὶ ξέστην ἀργυροῦν πλήρη ὕδατος ψυχροῦ καθιέναι. ποτίζεται δὲ ὁ ὀρρὸς ἐκ διαστήματος κατὰ κοτύλην 〈μίαν〉 ἄχρι πέντε κοτυλῶν, ἐν δὲ τοῖς μεταξὺ διαστήμασι περι‐ | |
10 | πατείτωσαν οἱ πίνοντες. | |
2.70.5 | ποιεῖ δὲ τὸ πρόσφατον γάλα καὶ πρὸς τοὺς ἀπὸ τῶν θανα‐ σίμων φαρμάκων δηγμοὺς καὶ πυρώσεις, ὡς κανθαρίδος ἢ πι‐ τυοκάμπης ἢ βουπρήστεως ἢ σαλαμάνδρας ἢ ὑοσκυάμου ἢ δορυ‐ κνίου ἢ ἀκονίτου ἢ ἐφημέρου. πρὸς δὲ τοῦτο μάλιστα τὸ βόειον | 144 in vol. 1 |
5 | συμφέρει, ἰδίως ἁρμόζον, διακλύζεται δὲ καὶ πρὸς ἑλκώσεις στόματος καὶ παρισθμίων εἰς ἀναγαργάρισμα. ἰδίως δὲ τὸ ὄνειον διακλυζόμενον οὖλα καὶ ὀδόντας κρατύνει, τοὺς δὲ τῆς κοιλίας μεθ’ ἑλκώσεως ῥευματισμοὺς καὶ τεινεσμοὺς προβά‐ τειον ἢ βόειον ἢ αἴγειον ἵστησιν ἑψηθὲν διὰ κοχλάκων. ἐγκλύ‐ | |
10 | ζεται δὲ καὶ καθ’ ἑαυτὸ καὶ μετὰ πτισάνης ἢ χόνδρου χυλοῦ, ἱκανῶς πραῦνον τὴν τῶν ἐντέρων δῆξιν· ἐγκλύζεται καὶ μήτρᾳ εἱλκωμένῃ. | |
2.70.6 | τὸ δὲ τῆς γυναικὸς γάλα γλυκύτατόν ἐστι καὶ τροφιμώ‐ τατον. ὠφελεῖ δὲ θηλαζόμενον στομάχου δῆξιν καὶ φθίσιν, ἁρμόζει καὶ πρὸς λαγωοῦ θαλασσίου πόσιν. μιγὲν δὲ λιβανω‐ τῷ λείῳ ἐνστάζεται τοῖς ἐκ πληγῆς αἱμαχθεῖσιν ὀφθαλμοῖς, | |
5 | καὶ ποδαγρικοὺς ὠφελεῖ σὺν κωνείῳ καὶ κηρωτῇ καταχριόμενον. ἄθετον δὲ πᾶν γάλα σπληνικοῖς, ἡπατικοῖς, τοῖς τὸ νευρῶδες πεπονθόσι, πυρέσσουσι, κεφαλαλγοῦσι, σκοτωματικοῖς, ἐπι‐ λημπτικοῖς, εἰ μή ποτε καθάρσεως ἕνεκα προσφέροιτό τις, ὡς ὑποδέδεικται, τὸ σχιστόν. ἱστοροῦσι δέ τινες τὸ τῆς πρωτο‐ | |
10 | τόκου κυνὸς γάλα ψιλοῦν τρίχας καταχρισθέν, καὶ θανασίμων φαρμάκων ἀντιφάρμακον 〈εἶναι〉 ποθὲν καὶ τεθνηκότων ἐμ‐ | |
βρύων ἐκβόλιον. | 145 in vol. 1 | |
2.71.1 | τυρὸς νεαρὸς δίχα ἁλῶν ἐσθιόμενος τρόφιμος, εὐστό‐ μαχος, εὐανάδοτος, σαρκῶν ποιητικός, κοιλίας μετρίως μαλα‐ κτικός, διαφέρων αὑτοῦ αὐτὸς παρὰ τὴν τοῦ γάλακτος φύσιν, ἀφ’ οὗ σκευάζεται. ἑψηθεὶς δὲ καὶ ἐκθλιβείς, εἶτα ὀπτηθεὶς | |
5 | σταλτικὸς γίνεται κοιλίας· ὠφελεῖ δὲ καὶ καταπλασσόμενος ὀφθαλμῶν φλεγμονὰς καὶ ὑπώπια. ὁ δὲ νεοαλὴς ἀτροφώτερος ἐσθιόμενος, πρὸς καθαίρεσιν σαρκῶν ἐπιτήδειος, κακοστόμαχος, λυπῶν κοιλίαν καὶ ἔντερα. ὁ δὲ παλαιότερος κοιλίας σταλτικός, ὁ δὲ ἐξ αὐτοῦ ὀρρὸς κυνῶν τροφιμώτατος. | |
10 | ἡ δὲ καλουμένη ἱππάκη τυρός ἐστιν ἵππειος, βρωμώδης καὶ πολύτροφος, ἀναλογῶν τῷ βοείῳ. ἔνιοι δὲ ἱππάκην ἐκά‐ λεσαν τὴν ἵππειον πιτύαν. | |
2.72.1 | βούτυρον σκευάζεται καλὸν ἐκ τοῦ λιπαρωτάτου γά‐ λακτος· τοιοῦτον δέ ἐστι τὸ προβάτειον. γίνεται δὲ καὶ ἐκ τοῦ αἰγείου, ἐν ἀγγείοις κινουμένου τοῦ γάλακτος καὶ χωριζομένου τοῦ λίπους. | |
5 | ἔχεται δὲ δυνάμεως μαλακτικῆς, ἐλαιώδους, ὅθεν κοιλίαν τε ἐκλύει πλεῖον ποθὲν καὶ πρὸς τὰ θανάσιμα μὴ παρόντος ἐλαίου χρησιμεύει. μιχθὲν δὲ μέλιτι καὶ παρατριβὲν ὀδον‐ τιάσεις ὠφελεῖ καὶ τοὺς τῶν οὔλων ὀδαξισμοὺς ἐπὶ παιδίων καὶ ἄφθας, ἔξωθεν δὲ καταπλασσόμενον εὔτροφον καὶ ἀψυδρα‐ | 146 in vol. 1 |
2.72.2 | κίωτον τηρεῖ τὸ σῶμα· ποιεῖ καὶ πρὸς φλεγμονὰς καὶ σκληρίας ὑστέρας τὸ μὴ δυσῶδες μηδὲ παλαιόν, καὶ πρὸς δυσεντερίας καὶ πρὸς κόλου ἕλκωσιν ἐγκλυζόμενον, πυοποιοῖς τε μείγνυται χρησίμως, καὶ μάλιστα ἐπὶ τῶν κατὰ τὰ νεῦρα καὶ μήνιγγας | |
5 | καὶ κύστεως τράχηλον τραυμάτων· τὸ δὲ αὐτὸ πληροῖ καὶ κα‐ θαίρει καὶ σαρκοῖ, καὶ τοὺς ὑπὸ ἀσπίδος δηχθέντας ἐπιτιθέ‐ μενον ὠφελεῖ. μείγνυται δὲ καὶ προσοψήμασιν ἀντὶ ἐλαίου τὸ νεαρὸν καὶ ἐν τοῖς πέμμασιν ἀντὶ στέατος. | |
2.72.3 | συνάγεται δὲ καὶ λιγνὺς ἐκ τοῦ βουτύρου τὸν τρόπον τοῦτον· εἰς λύχνον καινὸν ἐγχέας τὸ βούτυρον ἅψον καὶ πωμάσας ἀγγείῳ κεραμεῷ, σωληνοειδεῖ [στενῷ] κατὰ τὰ ἄνωθεν, τρήματα δὲ ἐκ τῶν ὑπὸ πόδας ἔχοντι, ὥσπερ οἱ κλίβανοι, ἔα καίεσθαι. | |
5 | ὅταν δὲ ἀναλωθῇ τὸ πρῶτον βούτυρον, ἄλλο ἐπίχει καὶ ποίει τὸ αὐτό, ἕως ἂν ὅσον πλῆθος βούλει αἰθαλώσῃς, εἶτα ἀπόσυρε πτερῷ καὶ χρῶ. δύναμιν δὲ ἔχει εἰς τὰ ὀφθαλμικὰ ξηραίνειν καὶ ὑποστύφειν· ἐφίστησι δὲ τὰ ῥεύματα καὶ τὰ ἕλκη ταχέως ἀναπληροῖ 〈καὶ ἀπουλοῖ〉. | |
2.73.1 | ἔρια οἰσυπηρὰ ἄριστα τὰ ἁπαλὰ καὶ τὰ ἀπὸ τοῦ τραχήλου καὶ τῶν μηρῶν, ἁρμόζοντα ἐν ἀρχῇ πρὸς τραύματα, θλάσματα, ἀποσύρματα, πελιώματα, ὀστῶν κατάγματα βρεχό‐ μενα ὄξει καὶ ἐλαίῳ ἢ οἴνῳ· δεκτικὰ γάρ ἐστι τῶν ἐμβρεγμάτων | 147 in vol. 1 |
5 | καὶ μαλακτικὰ διὰ τὸν οἴσυπον· ποιεῖ καὶ πρὸς κεφαλαλγίαν καὶ στομάχου πόνους καὶ παντὸς ἄλλου τόπου σὺν ὄξει καὶ ῥοδίνῳ. τὰ δὲ κεκαυμένα ἔρια δύναμιν ἔχει 〈θερμαντικήν,〉 ἐσχαρω‐ τικήν, ὑπερσαρκωμάτων σταλτικήν, ἀπουλωτικὴν ἑλκῶν. καίεται δὲ καθαρὰ διαξανθέντα ἐν ὠμῇ χύτρᾳ ὥσπερ τὰ λοιπά· τὸν | |
10 | δ’ αὐτὸν τρόπον καὶ κροκύδες καίονται θαλασσίας πορφύρας. τινὲς δὲ σὺν τῷ ῥύπῳ διαξάναντες τὰ ἔρια καὶ μέλιτι δεύσαντες | |
2.73.2 | καίουσιν ὡσαύτως. ἄλλοι δὲ διαθέντες ὀβελίσκους ἐπὶ πλατύ‐ στομον κεραμεοῦν ἀγγεῖον, διεστῶτας ἀπ’ ἀλλήλων, καὶ ἐπιθέντες σχίδακας δᾳδίων ἰσχνὰς καὶ ἐπάνω θέντες τὰ ἔρια διεξασμένα καὶ βεβρεγμένα ἐλαίῳ οὕτως ὥστε μὴ ἀποστάζειν, καὶ πάλιν σχίδακας | |
5 | καὶ ἔρια ἐναλλὰξ ἐπιτιθέντες, κούφως ἐκ τῶν δᾳδίων ὑφάπτουσι, καέντα δὲ αἴρουσι καὶ εἴτε λίπος ἢ πίττα ἐκ τῶν δᾳδίων ὑπορρεῖ συναναιροῦνται καὶ ἀποτίθενται. πλύνεται δὲ εἰς τὰ ὀφθαλμικὰ ἐν κεραμεῷ κρατῆρι ὕδατος ἐπιχεομένου καὶ ταρασσομένου εὐτόνως ταῖς χερσί, καὶ μετὰ τὸ ἀποκαταστῆναι ἀποχεομένου τοῦ ὑγροῦ | |
10 | καὶ ἄλλου ἐπιχεομένου καὶ πάλιν ἀναταρασσομένου, καὶ τοῦτο γίνε‐ ται, ἄχρις ἂν προσαγόμενον τῇ γλώττῃ μὴ δάκνῃ, ποσῶς δὲ στύφῃ. | |
2.74.1 | οἴσυπος δὲ λέγεται τὸ ἐκ τῶν οἰσυπηρῶν ἐρίων λίπος, ὃν σκευάσεις οὕτως· λαβὼν ἔρια μαλακὰ οἰσυπηρὰ ἔκπλυνον 〈μὴ〉 ἐστρουθισμένα θερμῷ ὕδατι, ἅμα ἐκθλίβων πᾶσαν τὴν | |
ῥυπαρίαν, ἣν βαλὼν εἰς κρατῆρα πλατύστομον καὶ ἐπιχέας ὕδωρ | 148 in vol. 1 | |
5 | ἀνάχει ἀρυτῆρι ῥαγδαίως, ἕως ἂν ἀφρίσῃ, ἢ ξύλῳ ἀνατάρασσε εὐτόνως, μέχρις ἂν ὁ πολὺς ἀφρὸς καὶ λιπαρὸς συλλεγῇ· εἶτα κατάρραινε θαλάσσῃ, καὶ ὅταν καταστῇ τὸ ἐπινηχόμενον λίπος, ἀναλάμβανε εἰς ἕτερον κεραμεοῦν ἀγγεῖον, ἐπιχέας τε ὕδωρ εἰς τὸν κρατῆρα πάλιν τάρασσε καὶ κατάρραινε τῇ θαλάσσῃ τὸν | |
10 | ἀφρὸν καὶ ἀναλάμβανε, καὶ τὸ αὐτὸ ποίει, ἄχρι ἂν μηκέτι | |
2.74.2 | ἀφρὸς ἐφιστῆται δαπανηθέντος τοῦ λίπους. τὸν μέντοι ἀνῃ‐ ρημένον οἴσυπον τῇ χειρὶ μαλάξας παραχρῆμα ἀναιροῦ, εἴ τινα ἔχει ἀκαθαρσίαν, στραγγίζων τὸ πρῶτον ὕδωρ καὶ ἄλλο ἐπι‐ χέων καὶ κινῶν τῇ χειρί, ἄχρι ἂν οὗ καθαρὸς καὶ λευκὸς φανῇ, | |
5 | οὕτως τε ἀποτίθεσο ἐν ἀγγείῳ κεραμεῷ· ἐν ἡλίῳ δὲ θερινῷ γινέσθω πάντα. ἔνιοι δὲ διηθήσαντες τὸ λίπος πλύνουσιν ἐν ὕδατι ψυχρῷ, ταῖς χερσὶν ἀνατρίβοντες ὡς τὴν κηρωτὴν αἱ | |
2.74.3 | γυναῖκες· γίνεται δὲ ὁ τοιοῦτος λευκότερος. οἱ δὲ πλύναντες τὰ ἔρια καὶ ἐκθλίψαντες τὸν ῥύπον ἕψουσι μεθ’ ὕδατος ἐν λέβητι πυρὶ κούφῳ, καὶ τὸ ἐφιστάμενον λίπος ἀφαιροῦντες πλύνουσιν ὕδατι, ὥσπερ εἴρηται, καὶ διυλίσαντες εἰς λοπά‐ | |
5 | διον κεραμεοῦν ἔχον ὕδωρ θερμὸν λινῷ τε ῥάκει περιπωμάσαν‐ τες τιθέασιν ἐν ἡλίῳ, μέχρι ἂν αὐτάρκως παχὺς γένηται καὶ λευκός· ἔνιοι δὲ διὰ δύο ἡμερῶν ἀποχέοντες τὸ πρῶτον ὕδωρ ἄλλο ἐπιχέουσιν. ἔστι δὲ βελτίων ὁ ἀστρούθιστος καὶ λεῖος, ὄζων ἐρίων οἰσυπηρῶν, ἀνατριβόμενός τε μεθ’ ὕδατος ψυχροῦ | |
10 | ἐν μύακι [καὶ] λευκαινόμενος καὶ οὐδὲν ἔχων ἐν ἑαυτῷ σκληρὸν ἢ συνεστηκὸς ὥσπερ ὁ δολιζόμενος κηρωτῇ ἢ στέατι. | |
2.74.4 | δύναμιν δὲ ἔχει θερμαντικήν, πληρωτικὴν ἑλκῶν, μαλακτικήν, καὶ μάλιστα τῶν περὶ δακτύλιον καὶ ὑστέραν σὺν μελιλώτῳ καὶ βουτύρῳ, καὶ ἔμμηνα καὶ ἔμβρυα ἐν ἐρίῳ προστιθέμενος ἄγει, πρός τε τὰ ἐν ὠσὶ καὶ αἰδοίῳ σὺν χηνείῳ στέατι. ποιεῖ δὲ | 149 in vol. 1 |
5 | καὶ πρὸς περιβεβρωμένους κανθοὺς καὶ ψωρώδεις καὶ βλέφαρα τετυλωμένα καὶ τριχορροοῦντα. καίεται δὲ ἐπ’ ὀστράκου και‐ νοῦ, μέχρι ἂν τεφρωθὲν ἀποβάλῃ τὸ λίπος· συνάγεται δὲ καὶ λιγνὺς ἐξ αὐτοῦ, ὡς ὑπεδείξαμεν (I 68), ἁρμόζουσα πρὸς τὰ ὀφθαλμικά. | |
2.75.1 | πιτύα λαγωοῦ ἁρμόζει 〈λαμβανομένη〉 σὺν οἴνῳ ὁλκὴ τριωβόλου πρὸς θηριοδήκτους καὶ κοιλιακοὺς καὶ δυσεντερικοὺς καὶ πρὸς ῥοικὰς γυναῖκας καὶ πρὸς αἵματος θρόμβωσιν καὶ ἀνα‐ γωγὰς τὰς ἐκ θώρακος, προστιθεμένη δὲ μετὰ 〈τὴν〉 κάθαρσιν τῇ | |
5 | μήτρᾳ μετὰ βουτύρου συλλήψει συνεργεῖ, ποθεῖσα δὲ μετὰ τὴν ἄφεδρον ἀτόκιόν ἐστιν. ἡ δὲ τοῦ ἵππου, ὑπ’ ἐνίων δὲ ἱππάκη | |
2.75.2 | καλουμένη, ἰδίως ἁρμόζει ἐπὶ κοιλιακῶν καὶ δυσεντερικῶν. ἐρί‐ φου δὲ καὶ ἀρνὸς καὶ νεβροῦ καὶ δορκάδος καὶ πλατυκέρωτος καὶ δόρκου καὶ ἐλάφου καὶ μόσχου καὶ βουβάλου ὁμοίαν ἔχουσι δύναμιν, ἁρμόζουσαν πρὸς ἀκονίτου πόσιν σὺν οἴνῳ λαμβανό‐ | |
5 | μεναι καὶ πρὸς γάλακτος θρόμβωσιν μετ’ ὄξους. ἡ δὲ τοῦ νεβροῦ ἰδίως μετὰ τὰς καθάρσεις προστεθεῖσα ἐπὶ τρεῖς ἡμέρας ἀτόκιόν ἐστιν. ἡ δὲ τῆς φώκης ἔοικε κατὰ τὴν δύναμιν τῷ καστορίῳ, δοκεῖ δὲ ἁρμόζειν μάλιστα ἐπιλημπτικοῖς καὶ ὑστερι‐ | |
2.75.3 | καῖς πνιξὶ πινομένη. δοκιμάζεται δέ, εἰ ἔστι φώκης, τὸν τρόπον τοῦτον· λαβὼν πιτύαν ζῴου τινός, μάλιστα δὲ ἀρνός, καὶ ἐπι‐ χέας ὕδωρ ἔασον βραχὺν χρόνον, καὶ μετὰ ταῦτα ἐπίχει τὸ ἀπό‐ βρεγμα κατὰ τῆς πιτύας τῆς φώκης· ἡ γὰρ ἀληθινὴ ἐξυδατοῦ‐ | 150 in vol. 1 |
5 | ται ταχέως, ἡ δὲ μὴ τοιαύτη διαμένει ὁμοία. λαμβάνεται δὲ ἐκ τῆς φώκης πιτύα μηδέπω δυναμένων τῶν σκύμνων νήχεσθαι. κοινῶς δὲ πᾶσα πιτύα πήσσει μὲν τὰ διαλελυμένα, λύει δὲ τὰ συνεστῶτα. | |
2.76.1 | στέαρ πρὸς μὲν τὰ περὶ μήτραν ἁρμόζει τὸ νεαρὸν χήνειον ἢ ὀρνίθειον καὶ δίχα ἁλῶν τεθεραπευμένον, πολέ‐ μιον δὲ ὑστέρᾳ τὸ ἡλισμένον καὶ τὸ τῷ χρόνῳ μεταβεβληκὸς εἰς δριμύτητα. πρόσφατον δὲ τούτων λαβών τι καὶ ἐξυμενίσας | |
5 | ἔμβαλε εἰς λοπάδα καινὴν κεραμεᾶν, δὶς τοσοῦτον χωροῦσαν ἢ ὅσον ἐστὶ τὸ μέλλον θεραπεύεσθαι, εἶτα θεὶς εἰς ὀξύτατον ἥλιον τὸ ἀγγεῖον κεκαλυμμένον ἐπιμελῶς, ὑπὸ χεῖρα τὸ ἀποτηκόμενον ἀπήθει εἰς ἕτερον ἀγγεῖον ὀστράκινον, ἕως ἂν ἅπαν δαπανήσῃ· | |
2.76.2 | τοῦτο δὲ εἰς κατάψυχρον τόπον ἀποτίθεσο καὶ χρῶ. τινὲς δὲ ἀντὶ τοῦ ἡλίου ὑπὲρ ὕδατος θερμοῦ ἐπερείδονται τὴν λοπάδα ἢ ἐπὶ λεπτῆς καὶ μαλακῆς ἀνθρακιᾶς. ἔστι δὲ καὶ ἄλλος τρό‐ πος θεραπείας τοιοῦτος· μετὰ τὸ ἐξυμενισθῆναι τὸ στέαρ | |
5 | λεαίνεται καὶ εἰς λοπάδα ἐμβληθὲν τήκεται, ἁλὸς ὀλίγου καὶ λεπτοῦ προσεμπασθέντος, εἶτα διὰ ῥάκους λινοῦ ὑλισθὲν ἀπο‐ τίθεται. ἁρμόζει δὲ τὸ τοιοῦτον εἰς τὰ ἄκοπα. ὕειον δὲ καὶ ἄρκειον θεραπεύεται οὕτως· λαβὼν τὸ | |
πρόσφατον καὶ καταπίμελον, οἷόν ἐστι τὸ νεφριαῖον, ἔμβαλε | 151 in vol. 1 | |
10 | εἰς ὕδωρ δαψιλὲς ὄμβριον ὡς ὅτι ψυχρότατον καὶ ἐξυμένισον καὶ τρῖβε ταῖς χερσὶν ἐπιμελῶς, ἀνατρίβων αὐτὸ καὶ οἱονεὶ | |
2.76.3 | ἀποψήχων· εἶτα ἑτέρῳ ὕδατι πολλάκις ἀποκλύσας δὸς εἰς χύ‐ τραν κεραμεᾶν τὸ διπλάσιον χωροῦσαν, ἐπιχέας τε ὕδωρ, ὡς ὑπερέχειν τοῦ στέατος, θὲς ἐπὶ κούφης ἀνθρακιᾶς καὶ κίνει σπάθῃ. ὅταν δὲ τακῇ, διηθήσας αὐτὸ δι’ ἠθμοῦ εἰς ὕδωρ, καὶ | |
5 | ἐάσας ψυγῆναι πάλιν ἐστραγγισμένον ἐπιμελῶς ἀπόδος εἰς τὴν χύτραν προπεπλυμένην, ἐπιχέας τε ὕδωρ τῆξον πραέως, καὶ καθελὼν μικρόν τε ἐάσας τὴν τρύγα ὑποστῆναι κατάχεον εἰς θυίαν νενοτισμένην σπόγγῳ. ὅταν δὲ παγῇ, ἀνελόμενος καὶ τὴν πρὸς τῷ πυθμένι ἀκαθαρσίαν ἀφελὼν τῆξον ἐκ τρίτου χωρὶς | |
10 | ὕδατος, καὶ κατεράσας εἰς θυίαν καθαρίσας τε ἔμβαλε εἰς κερα‐ μεοῦν ἀγγεῖον καὶ πωμάσας ἀπόθου εἰς κατάψυχρον τόπον. | |
2.76.4 | τράγειον δὲ καὶ προβάτειον, ἔτι δὲ καὶ ἐλάφειον θεραπεύεται οὕτως· λαβών, οἷον προείρηται, στέαρ οἱουτινοσοῦν αὐτῶν καὶ πλύνας ἐξυμενίσας τε, ὡς προείρηται ἐπὶ τοῦ ὑείου, δὸς εἰς θυίαν μαλάττειν καὶ τρῖβε, κατ’ ὀλίγον ὕδωρ | |
5 | ἐπιχέων, ἄχρι ἂν μήτε αἱμάλωψ ἐκκρίνηται μήτε λάμπη ἐπι‐ πλέῃ λαμπρόν τε γένηται. λοιπὸν ἐμβαλὼν αὐτὸ εἰς κεραμεᾶν χύτραν καὶ προσεπιδοὺς ὕδωρ ὥστε ὑπερέχειν θὲς ἐπὶ κούφης ἀνθρακιᾶς καὶ κίνει. ὅταν δὲ τακῇ ἅπαν, κατεράσας αὐτὸ εἰς ὕδωρ καὶ ψύξας πλύνας τε τὴν χύτραν ἐκ δευτέρου τῆκε καὶ τὰ | |
2.76.5 | αὐτὰ ποίει τοῖς προειρημένοις. τὸ δὲ τρίτον χωρὶς ὕδατος τήξας εἰς νενοτισμένην θυίαν ἀπήθησον καὶ ψυγὲν ἀποτίθεσο, ὡς ἐλέγετο ἐπὶ τοῦ ὑείου. | |
καὶ τοῦ βοείου δὲ στέατος ἐξυμενιστέον τὸ νεφριαῖον καὶ | 152 in vol. 1 | |
5 | θαλάττῃ πελαγίᾳ πλυτέον, εἶτα εἰς ὅλμον ἐμβλητέον καὶ κοπ‐ τέον ἐπιμελῶς, ἐπιρραινομένης τῆς θαλάττης. ὅταν δὲ δια‐ λυθῇ ἅπαν, εἰσβλητέον αὐτὸ εἰς χύτραν κεραμεᾶν καὶ θάλασσαν ἐπιχυτέον, ὡς ὑπερέχειν μὴ ἧττον σπιθαμῆς, ἑψητέον τε, ἄχρι | |
2.76.6 | τὴν ἰδίαν ὀσμὴν ἀποβάλῃ· εἶτα πρὸς μίαν μνᾶν τοῦ στέατος Ἀττικὴν κηροῦ Τυρρηνικοῦ ὁλκὰς τέτταρας ἐμβλητέον καὶ διη‐ θητέον, ἀφαιρετέον τε τὴν προσκαθημένην ἐν τῷ πυθμένι ἀκαθαρσίαν καὶ εἰς λοπάδα καινὴν ἀποθετέον· εἶτα εἰς ἥλιον | |
5 | καθ’ ἡμέραν κομιστέον περιεσκεπασμένον, ὅπως ἀπολευκανθῇ καὶ τὴν δυσωδίαν ἀποβάλῃ. τὸ δὲ ταύρειον θεραπευτέον οὕτως· λαβὼν καὶ τούτου τὸ πρόσφατον καὶ νεφριαῖον ἔκπλυνον ποταμίῳ ῥεύματι, ἐξυμενίσας τε δὸς εἰς χύτραν κεραμεᾶν καινήν, ἁλὸς ὀλίγον προσεμπάσας, | |
2.76.7 | καὶ τῆκε· εἶτα εἰς ὕδωρ διαυγὲς ἀπηθήσας, ὅταν ἀρχὴν λαμ‐ βάνῃ πήξεως, ταῖς χερσὶ πάλιν ἔκπλυνον σφοδρῶς τρίβων, τοῦ μὲν ἀποχεομένου ὕδατος τοῦ δὲ ἐπιχεομένου, ἄχρι ἂν πλυθῇ καλῶς, καὶ πάλιν εἰς χύτραν ἐμβαλὼν ἕψε μετ’ οἴνου ἴσου | |
5 | εὐώδους. ὡς δ’ ἂν ζέσῃ δίς, ἄρας ἀπὸ τοῦ πυρὸς τὴν χύτραν ἔασον ἐννυκτερεῦσαι τὸ στέαρ ἐνθάδε· τῇ δ’ ἐχομένῃ ἐάν τι τῆς δυσωδίας ὑπολείπηται, ἀνελόμενος τὸ προειρημένον εἰς ἑτέραν χύτραν καινὴν προσεπίχεον οἶνον εὐώδη καὶ τὰ αὐτὰ τοῖς προ‐ | |
2.76.8 | ειρημένοις ποίει, ἕως ἂν ἅπασαν τὴν δυσωδίαν ἀποβάλῃ. τή‐ | |
κεται δὲ καὶ χωρὶς ἁλῶν ἐπ’ ἐνίαις διαθέσεσιν, ἐν αἷς οὗτοι ἐναντιοῦνται· γίνεται μέντοι τὸ οὕτως σκευασθὲν οὐκ ἄγαν λευκόν. ὡσαύτως δὲ καὶ παρδάλειον σκευαστέον καὶ λεόντειον | 153 in vol. 1 | |
5 | συάγρειόν τε καὶ καμήλεον καὶ ἵππειον καὶ τὰ ὅμοια. ἀρωματιστέον δὲ στέαρ μόσχειον καὶ ταύρειον, ἔτι δὲ ἐλάφειον καὶ μυελὸν τοῦδε τοῦ ζῴου τὸν τρόπον τοῦτον· ἐξυ‐ μενίσας τὸ μέλλον εὐωδιάζεσθαι καὶ πλύνας, ὡς προείρηται, σύζεσον οἴνῳ ἀθαλάσσῳ τε καὶ εὐώδει, εἶτα ἀνελόμενος καὶ | |
10 | ἐννυκτερεῦσαι ἀφεὶς ἕτερον οἶνον ἀπὸ τοῦ αὐτοῦ γένους ἐπίχεε τῷ πλήθει τοσοῦτον, ὅσον ἦν ὁ ἔμπροσθεν δοθείς, καὶ τήξας ἀποκογχίσας τε ἐπιμελῶς, πρὸς ἐννέα κοτύλας τοῦ στέατος ἔμ‐ | |
2.76.9 | βαλε σχοίνου Ἀραβικῆς ὁλκὰς ἑπτά· ἐὰν δὲ εὐωδέστερον ποι‐ ῆσαι θέλῃς, τοῦ ἄνθους ὁλκὰς τεσσαράκοντα, προσαπόδος δὲ καὶ φοίνικος καὶ καλάμου τὰς ἴσας ὁλκάς, ἀσπαλάθου τε καὶ ξυλοβαλσάμου ἀνὰ ὁλκὴν μίαν· μεῖξον δὲ καὶ καρδαμώμου καὶ | |
5 | νάρδου καὶ κασσίας καὶ κιναμώμου ἀνὰ οὐγγίαν μίαν—πάντα δὲ ἔστω ὁλοσχερέστερον κεκομμένα—εἶτα ἐπιδοὺς οἶνον εὐώδη ἀπέρεισαι ἐπ’ ἀνθράκων πεπωμασμένον τὸ ἀγγεῖον καὶ σύζεσον τρίς, ἄρας τε ἀπὸ τοῦ πυρὸς ἔασον ἐννυκτερεῦσαι αὐτό· τῇ δ’ ἐχομένῃ ἀπόχεε τὸν οἶνον καὶ ἄλλον ἐπιδοὺς τοῦ αὐτοῦ γένους | |
2.76.10 | σύζεσον ὁμοίως ἔτι τρὶς καὶ ἄφες. πρωὶ δὲ ἀνελόμενος τὸ στέαρ ἀπόχεε τὸν οἶνον, ἐκπλύνας τε τὸ ἀγγεῖον καὶ καθάρας τὸ πρὸς τῷ πυθμένι καὶ τήξας διυλίσας τε αὐτὸ ἀπόθου καὶ χρῶ. ἀρωματίζεται δὲ καὶ τὸ τεθεραπευμένον τὸν αὐτὸν τρόπον. | |
5 | προστύφεται δὲ τὰ προειρημένα στέατα πρὸς τὸ ῥᾳδίως δέξα‐ σθαι τὴν τῶν ἀρωμάτων δύναμιν οὕτως· λαβὼν αὐτῶν ὅ τι ἂν αἱρῇ ζέσον ἅμα οἴνῳ, συγκαθεὶς μυρσίνης κλάδον ἕρπυλλόν τε καὶ κύπερον, ἔτι δὲ ἀσπάλαθον ὁλοσχερέστερον συγκοπέντα· τινὲς δὲ ἑνὶ τούτων ἀρκοῦνται. ὅταν δὲ τὸ τρίτον ἀναζέσῃ, | 154 in vol. 1 |
10 | ἀνελόμενος πραέως καὶ δι’ ὀθόνης ὑλίσας ἀρωμάτιζε, ὡς δεδή‐ | |
2.76.11 | λωται. ἔτι δὲ καὶ οὕτως πρόστυφε τὰ στέατα· κόψας ὅ τι ἂν αὐτῶν θέλῃς—πρόσφατον δὲ καὶ ἀμιγὲς αἵματος τά τε ἄλλα ἔχον, ἃ πολλάκις εἴρηται—〈καὶ〉 ἐμβαλὼν εἰς λοπάδα καινὴν ἐπιχέας τε οἶνον παλαιὸν λευκὸν εὐώδη, ὡς ὑπερέχειν δακτύ‐ | |
5 | λους ὀκτώ, σύζεσον ἐλαφρῷ χρώμενος πυρί, ἕως τὴν σύμφυτον ὀσμὴν ἀποβάλῃ καὶ μᾶλλον οἰνίζῃ. εἶτα καθελὼν τὸ ἀγγεῖον καὶ ψύξας ἀνελοῦ 〈τοῦ〉 στέατος μνᾶς δύο καὶ ἐμβαλὼν εἰς λοπάδα προσεπιδούς τε τοῦ αὐτοῦ οἴνου κοτύλας τέσσαρας καὶ λωτίνου καρποῦ, οὗ τοῖς ξύλοις οἱ αὐλοποιοὶ χρῶνται, κεκομ‐ | |
2.76.12 | μένου μνᾶς τέσσαρας ἕψε πυρὶ κούφῳ διηνεκῶς κινῶν. ὅταν δὲ τὴν στεατώδη ἀποφορὰν ἀποβάλῃ πᾶσαν, διυλίσας αὐτὸ ψῦχε, καὶ λαβὼν ἀσπαλάθου κεκομμένου μνᾶν μίαν, ἀμαρακίνου δὲ ἄνθους μνᾶς τέσσαρας οἴνῳ φύρασον παλαιῷ καὶ ἔασον | |
5 | μίαν νύκτα συμπιεῖν· τῇ δ’ ἐχομένῃ εἰς χύτραν κεραμεᾶν τρι‐ χουνιαίαν καινὴν κάθες ταῦτα καὶ τὸ στέαρ, προσαπόδος δὲ καὶ οἴνου χοέως ἥμισυ καὶ σύζεσον ἅπαντα ὁμοῦ· ὅταν δὲ πάν‐ των τῶν στυμμάτων τὴν δύναμιν καὶ τὴν ὀσμὴν ἀπολάβῃ τὸ στέαρ, καθελὼν αὐτὸ καὶ διυλίσας πῆξον ἀπόθου τε. ἐὰν δὲ | |
10 | εὐωδέστερον ποιῆσαι θέλῃς, μίσγε σμύρνης τῆς λιπαρωτάτης | |
ὀκτὼ ὁλκὰς οἴνῳ διειμένας πολυετεῖ. | 155 in vol. 1 | |
2.76.13 | τὸ δὲ ὀρνίθειον καὶ χήνειον στέαρ οὕτως ἂν εὐωδια‐ σθείη· λαβὼν οἵουτινος αὐτῶν τεθεραπευμένου κοτύλας τέσσαρας καὶ καθεὶς εἰς ὀστρακίνην χύτραν πρόσμειξον ἐρυσισκήπτρου καὶ ξυλοβαλσάμου, ἔτι δὲ φοίνικος ἐλάτης καὶ καλάμου ὁλοσχε‐ | |
5 | ρῶς κεκομμένων ἀνὰ δραχμὰς δεκαδύο, ἐπιδούς τε οἴνου Λεσ‐ βίου παλαιοῦ κύαθον ἕνα θὲς ἐπ’ ἀνθρακιᾶς καὶ σύζεσον τρίς· εἶτα ἀνελόμενος ἀπὸ τοῦ πυρὸς τὸ ἀγγεῖον καὶ ἐάσας ψυγῆναι τὰ ἐν αὐτῷ ἡμέραν καὶ νύκτα, τῇ ἐχομένῃ τῆξον αὐτά, καὶ διὰ | |
2.76.14 | ῥάκους λινοῦ καὶ καθαροῦ ὕλισον εἰς ἀργυροῦν ἀγγεῖον. ὅταν δὲ παγῇ, ἀνελόμενος κόγχῳ τὸ προειρημένον εἰς κεραμεοῦν ἀγ‐ γεῖον βάλε καὶ πωμάσας στεγανῶς ἀπόθου ἐν καταψύχρῳ τόπῳ· χειμῶνος δὲ ταῦτα δραστέον, ἐν γὰρ θέρει οὐ πήγνυται. | |
5 | τινὲς δὲ πρὸς τὴν σύστασιν αὐτοῦ καὶ τὴν πῆξιν βραχὺ κηροῦ Τυρρηνικοῦ μίσγουσιν. τῷ δὲ αὐτῷ τρόπῳ ἀρωματιστέον καὶ τὸ ὕειον καὶ ἄρκειον καὶ τὰ ὅμοια. σαμψουχίζεται δὲ στέαρ οὕτως· λαβὼν τοῦ καλῶς τε‐ θεραπευμένου ὅσον μνᾶν μίαν—ἔστω δὲ μᾶλλον ταύρειον— | |
10 | καὶ σαμψούχου ὡρίμου τεθλασμένου ἐπιμελῶς μνᾶν μίαν ἥμισυ μεῖξον καὶ μαγίδας ἀνάπλασον ἐπιχέας δαψιλέστερον οἶνον, εἶτα ἀποθέμενος αὐτὰς εἰς ἀγγεῖον καὶ σκεπάσας ἔασον ἐννυκτερεῦ‐ | |
2.76.15 | σαι. πρωὶ δὲ εἰς χύτραν κεραμεᾶν ἐμβαλὼν καὶ ὕδωρ ἐπιχέας ἕψε κούφως. ὅταν δὲ τὴν ἰδίαν ὀσμὴν ἀποβάλῃ τὸ στέαρ, διυ‐ λίσας αὐτὸ καὶ ἐάσας μεῖναι ὅλην τὴν νύκτα πεπωμασμένον κα‐ λῶς, τῇ ἐπιούσῃ ἀνελόμενος τὸν τροχίσκον καὶ προσαποξύσας | |
5 | τὴν ἐν τῷ πυθμένι ῥυπαρίαν μεῖξον πάλιν σαμψούχου κεκομ‐ μένου, ὡς εἴρηται, ἄλλην μνᾶν μίαν ἥμισυ καὶ ὡσαύτως ἀνα‐ | |
στρέφου, μαγίδας τε ποιῶν καὶ τὰ ἄλλα τὰ προειρημένα· ἐπὶ πᾶσι δὲ ἑψήσας καὶ διυλίσας ἀφελών τε, εἴ τις πρὸς τῷ πυθ‐ μένι ῥυπαρία ὑπάρχοι, ἀπόθου ἐν καταψύχρῳ τόπῳ. | 156 in vol. 1 | |
2.76.16 | εἰ δὲ ἀθεράπευτον στέαρ χήνειον ἢ ὀρνίθειον ἢ μόσχειον θέλοι τις ἄσηπτον διατηρῆσαι, οὕτως ποιητέον αὐτό· λαβὼν πρόσφατον, ὁποῖον ἂν αἱρῇ, ἔκπλυνον ἐπιμελῶς καὶ διαψύξας ἐπὶ κοσκίνου ἐν σκιᾷ, μετὰ τὸ ξηρανθῆναι ἔμβαλε εἰς ὀθόνην | |
5 | καὶ ἐκπίεσον ταῖς χερσὶν ἐρρωμένως, εἶτα λίνῳ. διείρας κρέμα‐ σον ἐν τόπῳ σκιερῷ· μετὰ δὲ ἡμέρας πολλὰς καινῷ ἀποδήσας χάρτῃ ἀποτίθεσο ἐν καταψύχρῳ τόπῳ. ἄσηπτα 〈δὲ〉 διαμένει καὶ ἐν μέλιτι ἀποτεθέντα. | |
2.76.17 | δύναμιν δὲ ἔχει τὰ στέατα πάντα θερμαντικήν. τὸ μέντοι ταύρειον στύφει ποσῶς καὶ τὸ βόειον καὶ τὸ μόσχειον, καὶ τὸ λεόντειον δὲ ἀναλογεῖ τούτοις· φασὶ δὲ καὶ ἀντιφάρμακον αὐτὸ τοῖς ἐπιβουλεύουσιν εἶναι. τὸ δὲ ἐλεφάντειον καὶ ἐλάφειον | |
5 | ἑρπετὰ διώκει καταχριόμενον· τὸ δὲ αἴγειον στυπτικώτερον, ὅθεν δυσεντερικοῖς δίδοται σὺν ἀλφίτῳ καὶ τυρῷ, καὶ ἑψόμενον ἐγκλύζεται μετὰ πτισάνης χυλοῦ. εὐθετεῖ δὲ καὶ φθισικοῖς ἐν ῥοφήμασιν ὁ ἐξ αὐτῶν ζωμός, καὶ τοῖς κανθαρίδας πεπωκόσιν | |
2.76.18 | ὠφελίμως δίδοται. τὸ δὲ τράγειον, διαλυτικώτερον ὄν, βοηθεῖ ποδαγρικοῖς φυραθὲν σὺν αἰγὸς σπυράθοις καὶ κρόκῳ καὶ ἐπι‐ τιθέμενον, καὶ τὸ προβάτειον δὲ ἀναλογεῖ τούτῳ. ὕειον δὲ [ἀναλογεῖ] τοῖς περὶ ὑστέραν καὶ ἕδραν καὶ πυρικαύτοις ἁρμό‐ | |
5 | ζει· τὸ δὲ ταριχηρὸν ὕειον ὡς ὅτι παλαιότατον θερμαίνει, μαλάσσει, οἴνῳ δὲ πλυθὲν ἁρμόζει πλευριτικοῖς, σὺν τέφρᾳ ἢ ἀσβέστῳ ἀναλημφθέν, καὶ πρὸς οἰδήματα καὶ φλεγμονάς. τὸ δὲ ὄνειόν φασιν οὐλὰς ὁμόχρους ποιεῖν, χήνειον δὲ καὶ ὀρνί‐ θειον πρός 〈τε〉 τὰ γυναικεῖα καὶ ἐπιρρήξεις χειλῶν καὶ προσώ‐ | 157 in vol. 1 |
10 | πων ἐπιμέλειαν καὶ ὠταλγίας ἁρμόζει, τὸ δὲ ἄρκειον δοκεῖ τρι‐ | |
2.76.19 | χοφυὲς εἶναι ἀλωπεκιῶν καὶ χιμετλιῶσιν ἁρμόζει. τὸ δὲ τῆς ἀλώπεκος στέαρ 〈ποιεῖ〉 πρὸς ὠταλγίας, τὸ δὲ τῶν ποταμίων ἰχθύων ὀξυδερκὲς ἐγχριόμενον, ἀποτακὲν ἐν ἡλίῳ καὶ μέλιτι μιγέν, τὸ δὲ τῆς ἐχίδνης πρὸς ἀμβλυωπίας, ἔτι δὲ ὑποχύσεις | |
5 | ἐνεργεῖ, μιγὲν κεδρίᾳ καὶ μέλιτι Ἀττικῷ καὶ ἐλαίῳ παλαιῷ ἴσον, ἐκτιλθείσας δὲ τὰς ἐν μασχάλῃ τρίχας πρὸς ταῖς ῥίζαις κατα‐ χρισθὲν καθ’ ἑαυτὸ πρόσφατον ἐξιτήλους ποιεῖ. | |
2.77.1 | μυελῶν δὲ κράτιστός ἐστιν ὁ ἐλάφειος, εἶτα μόσχειος καὶ μετὰ τοῦτον ταύρειος, εἶτα αἴγειος καὶ προβάτειος. συνί‐ σταται δὲ θέρους τοῦ συνεγγίζοντος τῷ φθινοπώρῳ· ἐν γὰρ τοῖς ἄλλοις καιροῖς αἱμαλωπιᾷ καὶ οἱονεὶ σὰρξ εὔθρυπτος ἐν | |
5 | τοῖς ὀστέοις εὑρίσκεται. ἔστι δὲ δύσγνωστος, ἐὰν μή τις αὐτὸν ἐξοστείσας ἴδῃ καὶ ἀποθῆται. ἅπαντες δέ εἰσι μαλακτικοί, ἀραιωτικοί, θερμαντικοί, πλη‐ ρωτικοὶ ἑλκῶν· ὁ δὲ ἐλάφειος περιχρισθεὶς καὶ θηρία διώκει. | |
2.77.2 | θεραπεύεται δὲ ὁ πρόσφατος μαλαχθεὶς ὡς στέαρ, παρα‐ | |
χεομένου ὕδατος, ἐκλεγομένων τῶν ὀστέων, εἶτα δι’ ὀθόνης ὑλισθεὶς καὶ ὡσαύτως πλυθείς, ἄχρι ἂν οὗ τὸ ὕδωρ καθαρὸν γένηται· ἔπειτα ἐν διπλώματι τακείς, ὑπαναλημφθείσης πτερῷ | 158 in vol. 1 | |
5 | τῆς ἐπινηχομένης ῥυπαρίας, καὶ διυλισθεὶς εἰς θυίαν, μετὰ τὸ παγῆναι ἀποτίθεται ἐν ὀστρακίνῳ ἀγγείῳ καινῷ, ἀπεξυσμένης ἐπιμελῶς τῆς ὑποστάθμης. εἰ δ’ ἀθεράπευτον ἀποτίθεσθαι βούλει, ποίει πάντα, ὡς ἐπὶ τοῦ ὀρνιθείου καὶ χηνείου στέατος ὑπεδείξαμεν (II 76). | |
2.78.1 | χολὴ πᾶσα ἀποτίθεται τούτῳ τῷ τρόπῳ· λαβὼν τὴν πρόσφατον καὶ ἀποδήσας τὸ στόμα αὐτῆς λίνῳ κάθες εἰς ὕδωρ ζέον διαλιπὼν χρόνον τοσοῦτον, ὅσον ἄν τις τριῶν σταδίων δρόμον ἀνύσειεν· εἶτα ἐξελὼν ξήραινε ἐν τόπῳ σκιερῷ καὶ ἀνο‐ | |
5 | τίστῳ. τὰς δὲ εἰς τὰ ὀφθαλμικὰ λίνῳ ἀποδήσας βάλε εἰς βῖκον ὑελοῦν ἔχοντα μέλι, καὶ τὴν ἀρχὴν τοῦ λίνου περιδήσας τῷ στόματι τοῦ βίκου πωμάσας ἀπόθου. | |
2.78.2 | εἰσὶ δὲ πᾶσαι αἱ χολαὶ δριμεῖαι, θερμαντικαί, τῷ μᾶλλόν τε καὶ ἧττον κατὰ δύναμιν ἀλλήλων διαφέρουσαι. δοκοῦσι δὲ ἐπιτετάσθαι ἥ τε τοῦ θαλασσίου σκορπίου καὶ ἰχθύος τοῦ λεγο‐ μένου καλλιωνύμου, χελώνης τε θαλασσίας καὶ ὑαίνης, ἔτι δὲ | |
5 | πέρδικος καὶ ἀετοῦ καὶ ἀλεκτορίδος λευκῆς καὶ αἰγὸς ἀγρίας, ἰδίως ἁρμόζουσα πρὸς ἀρχομένας ὑποχύσεις καὶ ἀχλῦς, ἄργεμά τε καὶ τραχέα βλέφαρα. τῆς δὲ τοῦ προβάτου καὶ τοῦ τράγου | |
καὶ τοῦ συὸς ἔτι δὲ ἄρκου ἐμπρακτικωτάτη ἐστὶν ἡ ταυρεία. πᾶσαι δὲ προθυμίαν πρὸς διαχώρησιν ἐργάζονται, καὶ μᾶλλον | 159 in vol. 1 | |
10 | 〈ἐπὶ〉 παιδίων, εἴ τις κροκύδα βάψας προσθείη τῷ δακτυλίῳ. | |
2.78.3 | ἡ δὲ ταυρεία ἰδίως ἐπὶ συναγχικῶν διαχρίεται σὺν μέλιτι, ἀποθεραπεύει τε τὰ ἐν δακτυλίῳ μέχρι οὐλῆς, πυορροοῦντά τε ὦτα καὶ τὰς ἐπ’ αὐτῶν ῥήξεις σὺν γάλακτι αἰγείῳ ἢ γυναικείῳ ἐνσταζομένη. πρὸς δὲ συριγμοὺς σὺν πράσου χυλῷ 〈ποιεῖ〉, εἴς | |
5 | τε τὰς τραυματικὰς ἐμπλάστρους ἀφλεγμάντους μειγνυμένη καὶ θηριακὰς περιχρίστους· καὶ πρὸς φαγεδαινικὰ 〈δ’〉 ἕλκη καὶ ὀδύ‐ νας αἰδοίου καὶ ὀσχέου σὺν μέλιτι, πρὸς δὲ λέπρας καὶ πίτυρα σὺν νίτρῳ ἢ γῇ κιμωλίᾳ σμῆγμα κράτιστον. καὶ ἡ προβατεία | |
2.78.4 | δὲ πρὸς τὰ αὐτὰ καὶ ἡ ἀρκεία, ἐνδεέστεραι δὲ τυγχάνουσιν. ἐκ‐ λειχομένη δὲ ἡ ἀρκεία ἐπιλημπτικοὺς ὠφελεῖ, ἡ δὲ τῆς χελώ‐ νης πρὸς συνάγχας καὶ τὰς ἐπὶ τῶν παιδίων νομὰς ἐν στόματι καὶ ἐπιλημπτικοὺς ἐντεθεῖσα ταῖς ῥισίν, αἰγὸς δὲ ἀγρίας ἰδίως | |
5 | νυκτάλωπας θεραπεύει ἐγχρισθεῖσα. καὶ ἡ τοῦ τράγου δὲ τὸ αὐτὸ ποιεῖ, θύμιά τε αἴρει καὶ τὰς ἐπὶ τῶν ἐλεφαντιώντων ὑπεροχὰς καταχριομένη στέλλει. ἡ δὲ ὑεία πρὸς τὰ ἐν ὠσὶν ἕλκη καὶ πρὸς τὰ λοιπὰ πάντα ὠφελίμως παραλαμβάνεται. | |
2.79.1 | αἷμα χηνὸς καὶ ἐρίφου καὶ νήσσης ἀντιδότοις χρησίμως μείγνυται, φάσσης δὲ καὶ τρυγόνος καὶ περιστερᾶς καὶ πέρ‐ | |
δικος πρόσφατον πρὸς ὀφθαλμῶν τρώσεις, καὶ ὑποδρομὰς αἵ‐ ματος καὶ νυκτάλωπας ἐγχρίεται. ἰδίως δὲ τὸ τῆς περιστε‐ | 160 in vol. 1 | |
5 | ρᾶς αἱμορραγίας τὰς ἐκ μηνίγγων ἐπέχει. τὸ δὲ τοῦ τράγου καὶ αἰγὸς καὶ ἐλάφου καὶ λαγωοῦ ὀπτὸν ἀπὸ τηγάνου λαμ‐ βανόμενον δυσεντερίας καὶ κοιλιακὰς ῥύσεις ἐφίστησι, μετ’ οἴνου δὲ ποθὲν πρὸς 〈τὰ〉 τοξικὰ ποιεῖ. τὸ δὲ τῶν λαγωῶν θερμὸν καταχριόμενον ἐφηλίδας καὶ φακοὺς θεραπεύει, καὶ τὸ | |
10 | ἀπὸ τῶν κυνῶν δὲ ποθὲν λυσσοδήκτοις καὶ τοξικὸν πεπωκόσιν | |
2.79.2 | ἁρμόζει. τὸ δὲ τῆς χερσαίας χελώνης ποθὲν ἐπιλημπτικοῖς ἱστορεῖται ἁρμόζειν, θαλασσίας δὲ χελώνης σὺν οἴνῳ καὶ πιτύᾳ λαγωοῦ καὶ κυμίνῳ πινόμενον ἁρμόζει πρὸς θηριο‐ δήγματα καὶ φρύνου πόσιν. ταύρου δὲ αἷμα διαφορεῖ καὶ | |
5 | μαλάσσει σκληρίας καταπλασσόμενον μετὰ ἀλφίτων. τὸ δὲ τῶν ὀχευτῶν ἵππων σηπταῖς μείγνυται, τὸ δὲ τοῦ χαμαι‐ λέοντος τρίχας ψιλοῦν ἐπὶ τῶν βλεφάρων πεπίστευται, καὶ τὸ τῶν χλωρῶν βατράχων ὁμοίως. γυναικὸς δὲ τὸ ἐπι‐ μήνιον περιαλειφόμενον καὶ ὑπερβαινόμενον ἀσυλλήμπτους | |
10 | δοκεῖ ποιεῖν γυναῖκας, ποδαγρικὰς δὲ ὀδύνας καὶ ἐρυσιπέλατα κουφίζει καταχριόμενον. | |
2.80.1 | ἀπόπατος βοὸς νομάδος πρόσφατος ἐπιτεθεῖσα φλεγμονὰς τὰς ἐκ τραυμάτων πραύνει· ἐνειλεῖται δὲ φύλλοις καὶ θερμαίνεται ἐν θερμοσποδιᾷ καὶ οὕτως ἐπιτίθεται, καὶ ἰσχιάδος δὲ πυρία πραυντικὴ ἡ τοιαύτη ἐπίθεσις. σὺν ὄξει δὲ | |
5 | καταπλασθεῖσα χοιράδας καὶ σκληρώματα διαλύει καὶ φύγεθλα. | |
ἰδίως δὲ ἄρρενος βοὸς βόλβιτον ὑστέραν προπεπτωκυῖαν ὑποθυμιώμενον ἀποκαθίστησι, διώκει δὲ καὶ κώνωπας θυμι‐ αθέν. αἰγῶν δὲ σπύραθοι, μάλιστα ὀρεινῶν, πινόμεναι σὺν οἴνῳ ἴκτερον ἀποκαθαίρουσι, σὺν ἀρώματι δὲ ποθεῖσαι ἔμμηνα | 161 in vol. 1 | |
2.80.2 | κινοῦσι καὶ ἔμβρυα ἐκβάλλουσι. ξηραὶ δὲ λεῖαι σὺν λιβανωτῷ προστεθεῖσαι ἐν ἐρίῳ ῥοῦν γυναικεῖον ἐπέχουσι, καὶ τὰς ἄλλας 〈δὲ〉 αἱμορραγίας σὺν ὄξει στέλλουσι· καεῖσαι δὲ ἀλωπεκίας θεραπεύουσι μετ’ ὄξους ἢ ὀξυμέλιτος καταχριόμεναι, σὺν ὀξυγ‐ | |
5 | γίῳ δὲ καταπλασσόμεναι ποδαγρικοὺς ὠφελοῦσιν. ἑψηθεῖσαι δὲ μετ’ ὄξους ἢ οἴνου ἐπιτίθενται πρὸς ἑρπετῶν δήγματα καὶ ἕρπητας καὶ ἐρυσιπέλατα καὶ παρωτίδας. καὶ ἐπὶ ἰσχιαδικῶν δὲ ἡ δι’ αὐτῶν καῦσις ὠφελίμως παραλαμβάνεται τοῦτον τὸν τρόπον· ἐπὶ τὸ μεταξὺ μέρος τοῦ 〈λιχανοῦ καὶ τοῦ〉 ἀντίχειρος, | |
10 | συνεγγίζον δὲ τῷ καρπῷ κοῖλον, προυποθεὶς ἔριον ἐλαίῳ βεβρεγ‐ μένον, ἐπιτίθει κατὰ μίαν σπύραθον πυρῶν, ἄχρι οὗ ἂν ἡ αἴσθη‐ σις διὰ τοῦ βραχίονος ἐπὶ τὸ ἰσχίον ἔλθῃ καὶ παύῃ· καλεῖται δὲ | |
2.80.3 | τοιαύτη καῦσις Ἀραβική. [ἡ] προβάτων δὲ ἄφοδος σὺν ὄξει καταπλασθεῖσα ἐπινυκτίδας, ἥλους, θύμους, ἀκροχορδόνας ἰᾶται, πυρίκαυτα δὲ κηρωτῇ ῥοδίνῃ ἀναλημφθεῖσα. ὑὸς δὲ ἀγρίου ξηρὰ μεθ’ ὕδατος ἢ οἴνου ποθεῖσα αἵματος ἀναγωγὴν ἴσχει καὶ | |
5 | χρόνιον ἄλγημα πλευρᾶς πραύνει, ῥήγματα δὲ καὶ σπάσματα | |
μετ’ ὄξους· στρέμματα δὲ θεραπεύει ἀναλημφθεῖσα κηρωτῇ ῥοδίνῃ. ὀνὶς δὲ καὶ ἡ τῶν ἵππων 〈ἄφοδοσ〉 αἱμορραγίας ἵστη‐ σιν ὠμή τε καὶ κεκαυμένη ὄξει μιγεῖσα. ἡ δὲ τοῦ ἐξ ἀγέλης ὄνου ποηφάγου ἄφοδος ξηρὰ χυλισθεῖσα ἐν οἴνῳ καὶ ποθεῖσα σκορ‐ | 162 in vol. 1 | |
2.80.4 | πιοπλήκτοις σφόδρα βοηθεῖ. περιστερᾶς δὲ θερμαντικωτέρα καὶ καυστικωτέρα χρησίμως ὠμῇ λύσει μειγνυμένη, σὺν ὄξει δὲ χοιράδας διαφορεῖ, ἄνθρακάς τε περιρρήττει σὺν μέλιτι καὶ λινοσπέρμῳ, καὶ 〈σὺν〉 ἐλαίῳ λεανθεῖσα πυρίκαυτα θεραπεύει. | |
5 | καὶ ἡ τῶν ἀλεκτορίδων δὲ ταὐτὰ ποιεῖ, ἐνδεέστερον μέντοι, πλὴν ἰδίως πρὸς μύκητας θανασίμους καὶ κόλου ἀλγήματα ἁρ‐ μόζει μετ’ ὄξους ἢ οἴνου πινομένη. πελαργοῦ δὲ σὺν ὕδατι ποθεῖσα ἐπιλημπτικοῖς ἁρμόζειν πεπίστευται, γυπὸς 〈δὲ〉 ὑπο‐ | |
2.80.5 | θυμιαθεῖσα ἔμβρυα ἐκτινάσσειν παραδέδοται. μυῶν 〈δὲ〉 λεία σὺν ὄξει ἀλωπεκίας καταχριομένη θεραπεύει, σὺν λιβανωτῷ δὲ καὶ οἰνομέλιτι πινομένη λίθους ἐκκρίνει. προστιθέμενα δὲ παιδίοις τὰ μυόχοδα κοιλίαν πρὸς ἔκκρισιν ἐρεθίζει. κυνὸς δὲ ἡ ἐν | |
5 | τοῖς ὑπὸ κύνα καύμασι λημφθεῖσα, ξηρὰ πινομένη μεθ’ ὕδατος ἢ οἴνου, κοιλίαν ἐφίστησιν. ἡ δὲ τῶν ἀνθρώπων πρόσφατος μὲν καταπλασθεῖσα ἀφλέγμαντα μετὰ τοῦ παρακολλᾶν φυλάττει τὰ τραύματα, ξηρὰ δὲ μετὰ μέλιτος διαχριομένη ἐπὶ συναγχι‐ | |
2.80.6 | κῶν βοηθεῖν παραδέδοται. ἡ δὲ τοῦ χερσαίου κροκοδείλου ἁρμόζει ἐπὶ τῶν γυναικῶν πρὸς εὔχροιαν καὶ στίλβωσιν τοῦ προσώπου. καλλίστη δέ ἐστιν ἡ λευκοτάτη καὶ εὐθρυβής, κούφη | |
τε ὥσπερ ἄμυλον ταχέως τε χυλουμένη ὑπὸ ὑγροῦ, διατριβεῖσά | 163 in vol. 1 | |
5 | τε ὕποξυς καὶ ζυμίζουσα τὴν ὀσμήν. δολίζουσι δὲ αὐτὴν ψᾶρας ὀρύζῃ τρέφοντες καὶ τὴν ἄφοδον ὁμοίαν οὖσαν πωλοῦντες· οἱ δὲ ἄμυλον γῇ κιμωλίᾳ φυρῶντες καὶ χροίζοντες ἐπ’ ὀλίγον ἀγ‐ χούσῃ δι’ ἀραιοῦ κοσκίνου εἰς σανίδας ἀπηθοῦσι, καὶ ξηράναν‐ τες τὰ σκωλήκια πωλοῦσιν ἀντὶ ταύτης. | |
2.81.1 | οὖρον ἀνθρώπου τὸ ἴδιον ποθὲν πρὸς [ὑπὸ] ἐχίδνης δήγματα ἁρμόζει καὶ πρὸς θανάσιμα καὶ ἀρχομένους ὕδρωπας, καὶ πρὸς νύξιν τῶν θαλασσίων ἐχίνων καὶ σκορπίου θαλασσίου καὶ δράκοντος ἐπαντλούμενον. τὸ δὲ κοινὸν ἐπάντλημα κυνο‐ | |
5 | δήκτοις, καὶ πρὸς λέπρας καὶ κνησμοὺς σμῆγμα σὺν νίτρῳ. τὸ δὲ παλαιὸν σμηκτικώτερον ἀχώρων, πιτύρων, ψωρῶν, ἐκζεσμάτων, νομάς τε ἐπέχει καὶ 〈μάλιστα〉 τὰς ἐν αἰδοίοις ἐγκλυζόμενον, καὶ ὦτα πυορροοῦντα στεγνοῖ· ἐκβάλλει δὲ καὶ τοὺς ἐν αὐτοῖς | |
2.81.2 | σκώληκας ἑψόμενον ἐν σιδίῳ ῥόας. τὸ δὲ τοῦ ἀφθόρου παιδὸς καταρροφούμενον ὀρθοπνοίαις ἁρμόζει, ἑψηθὲν δὲ ἐν χαλκῷ σὺν μέλιτι οὐλὰς καὶ ἄργεμα καὶ ἀχλῦς ἀποσμήχει. κατασκευάζεται δὲ δι’ αὐτοῦ καὶ τοῦ κυπρίου χαλκοῦ ἁρμόζουσα | |
5 | ἐπὶ τοῦ χρυσίου κόλλα. ἡ δὲ ὑποστάθμη τοῦ οὔρου καταχρι‐ σθεῖσα ἐρυσιπέλατα παύει. ἀναζεσθεῖσα δὲ σὺν κυπρίνῳ καὶ προστεθεῖσα ὀδύνην ὑστέρας παρηγορεῖ 〈καὶ〉 ὑστερικῶς πνιγο‐ μένας κουφίζει, βλέφαρά τε ἀποσμήχει καὶ οὐλὰς τὰς ἐν ὀφ‐ θαλμοῖς ἀποκαθαίρει. τὸ δὲ ταύρειον σὺν σμύρνῃ λεανθὲν | 164 in vol. 1 |
10 | καὶ ἐνσταγὲν ὠταλγίας παρηγορεῖ, καὶ τὸ συάγρειον δὲ τῆς αὐ‐ τῆς ἔχεται δυνάμεως, ἰδιαίτερον δὲ τοὺς ἐν κύστει λίθους θρύπ‐ | |
2.81.3 | τει καὶ ἐκκρίνει πινόμενον. αἰγὸς δὲ ὕδρωπα τὸν ὑπὸ σάρκα πινόμενον μετὰ νάρδου στάχυος καθ’ ἑκάστην ἡμέραν σὺν ὕδατι κυάθων πλῆθος δύο ταπεινοῖ, ἄγον οὖρον καὶ τὰ κατὰ τὴν κοι‐ λίαν· ἰᾶται δὲ καὶ ὠταλγίας ἐνσταζόμενον. τὸ δὲ τῆς λυγ‐ | |
5 | γός, ὃ δὴ λυγγούριον καλεῖται, ἅμα τῷ ἐξουρηθῆναι λιθοῦσθαι πεπίστευται· διὸ καὶ ματαίαν ἔχει τὴν ἱστορίαν. ἔστι γὰρ τὸ καλούμενον ὑπ’ ἐνίων ἤλεκτρον πτερυγοφόρον, ὅπερ ποθὲν σὺν ὕδατι στομάχῳ καὶ ῥευματιζομένῃ κοιλίᾳ ἁρμόζει. ὄνου δὲ οὖρον παραδέδοται πινόμενον νεφριτικοὺς ὑγιάζειν. | |
2.82.1 | μέλι πρωτεύει τὸ Ἀττικὸν καὶ τούτου τὸ Ὑμήττιον καλούμενον, εἶτα τὸ ἀπὸ τῶν Κυκλάδων νήσων καὶ τὸ ἀπὸ τῆς Σικελίας, Ὑβλαῖον καλούμενον. ἔστι δὲ δοκιμώτατον τὸ γλυκύ‐ τατον καὶ δριμύ, εὐωδέστερον, ὑπόξανθον, οὐχ ὑγρόν, ὅλκιμον | |
5 | δὲ καὶ εὔτονον, καὶ ἐν τῷ ἑλκυσθῆναι ἀνατρέχον ὡς ἐπὶ τὸν δάκτυλον. | |
δύναμιν δὲ ἔχει σμηκτικήν, ἀναστομωτικήν, ὑγρῶν προκλη‐ τικήν, ὅθεν ἁρμόζει ἕλκεσι ῥυπαροῖς καὶ κόλποις ἐγκλυζόμενον. | 165 in vol. 1 | |
2.82.2 | ἑψηθὲν δὲ καὶ ἐπιτεθὲν παρακολλᾷ τὰ ἀφεστῶτα σώματα, λει‐ χῆνάς τε θεραπεύει ἑψόμενον μετὰ στυπτηρίας ὑγρᾶς καὶ κατα‐ χριόμενον, ἤχους τε τοὺς ἐν ὠσὶ καὶ ἀλγήματα σὺν ἁλσὶ φρυ‐ κτοῖς λείοις ἐνσταζόμενον χλιαρόν, καὶ φθεῖρας καὶ κονίδας | |
5 | φθείρει καταχριόμενον, λιποδέρμους τε τοὺς μὴ ἐκ περιτομῆς ἀποκαθίστησι, μαλασσομένης τῆς πόσθης τῷ μέλιτι, μάλιστα ἀπὸ βαλανείου, ἐφ’ ἡμέρας τριάκοντα. ἀποκαθαίρει δὲ καὶ τὰ ἐπισκοτοῦντα ταῖς κόραις, καὶ τὰ περὶ βρόγχον καὶ παρίσθμια καὶ συνάγχας διαχριόμενον καὶ ἀναγαργαριζόμενον θεραπεύει. | |
2.82.3 | κινεῖ δὲ καὶ οὖρα, καὶ βηξὶν ἁρμόζει καὶ τοῖς ὑπὸ ἑρπετῶν δηχθεῖσι, καὶ πρὸς μηκωνίου πόσιν μετὰ ῥοδίνου θερμὸν λαμ‐ βανόμενον, καὶ πρὸς μύκητας καὶ λυσσοδήκτους ἐκλειχόμενον ἢ πινόμενον. ἔστι μέντοι τὸ ὠμὸν φυσῶδες κοιλίας καὶ βηχὸς | |
5 | ἐρεθιστικόν, ὅθεν ἐξηφρισμένῳ δεῖ χρῆσθαι. πρωτεύει δὲ τὸ ἐαρινόν, εἶτα τὸ θερινόν· τὸ δὲ χειμερινὸν παχύτερον ὂν χεῖρον καὶ κηρανθέμους ποιοῦν. | |
2.82.4 | τὸ δὲ ἐν Σαρδονίᾳ μέλι γινόμενον, πικρὸν 〈ὂν〉 διὰ τὴν τοῦ ἀψινθίου νομήν, ἁρμόζει πρὸς ἐφηλίδας καὶ σπίλους τοὺς ἐν προσώπῳ καταχρισθέν. γεννᾶται δὲ 〈καὶ〉 ἐν Ἡρακλείᾳ τῇ Ποντικῇ κατά τινας και‐ | |
5 | ροὺς διά τινα ἀνθῶν ἰδιότητα μέλι, ὃ τοὺς φαγόντας ἐξίστησι μετὰ ἐφιδρώσεως. βοηθοῦνται δὲ πήγανον ἐσθίοντες καὶ τάρι‐ | |
χον καὶ οἰνόμελι πίνοντες, καὶ ὁσάκις ἂν ἐξεμέσωσι, τὰ αὐτὰ | 166 in vol. 1 | |
2.82.5 | προσφερόμενοι. ἔστι δὲ δριμὺ καὶ πταρμοὺς κατὰ τὴν ὄσφρη‐ σιν κινοῦν, θεραπεῦον ἔφηλιν καταχρισθὲν μετὰ κόστου, μετὰ δὲ ἁλὸς πελιώματα αἴρει. καλεῖται δέ τι καὶ σάκχαρον, εἶδος ὂν μέλιτος πεπηγότος | |
5 | ἐν Ἰνδίᾳ καὶ τῇ εὐδαίμονι Ἀραβίᾳ, εὑρισκόμενον ἐπὶ τῶν κα‐ λάμων, ὅμοιον τῇ συστάσει ἁλσὶ καὶ θραυόμενον ὑπὸ τοῖς ὀδοῦσι καθάπερ οἱ ἅλες. ἔστι δὲ εὐκοίλιον, εὐστόμαχον, διε‐ θὲν ὕδατι καὶ ποθέν, ὠφελοῦν κύστιν κεκακωμένην καὶ νεφρούς· καθαίρει δὲ καὶ τὰ ταῖς κόραις ἐπισκοτοῦντα ἐγχριόμενον. | |
2.83.1 | κηρὸς ἄριστός ἐστιν ὁ ὑπόκιρρος καὶ ὑπολίπαρος, εὐ‐ ώδης δὲ καὶ ποσὴν μελιτώδη ἀποφορὰν ἔχων, ἔτι δὲ καθαρὸς καὶ γένει Κρητικὸς ἢ Ποντικός· ὁ δὲ ἔκλευκος τῇ φύσει καὶ λιπαρὸς δευτερεύει. λευκαντέον δὲ κηρὸν οὕτως· κατακνίσας | |
5 | αὐτοῦ τὸ λευκὸν καὶ καταλίπαρον καθάρας ἔμβαλε εἰς ἀγγεῖον καινόν, καὶ ἐπιχέας θαλάσσης πελαγίας τὸ αὔταρκες ἕψε βραχὺ νίτρον προσεμπάσας. ὅταν δὲ ἀναζέσῃ δὶς ἢ τρίς, καθελὼν τὴν χύτραν καὶ ἐάσας ψυγῆναι, ἀνελοῦ τὸν τροχίσκον καὶ ἀποξύσας, εἴ τις περὶ αὐτὸν ὑπάρχοι ῥυπαρία, ἕψε ἐκ δευτέρου, ἄλλο ὕδωρ | |
2.83.2 | θαλάσσιον ἐπιδούς. ἀναζέσαντος δὲ πάλιν τοῦ κηροῦ, ὡς δεδή‐ λωται, ἀναιροῦ τὸ ἀγγεῖον ἀπὸ τοῦ πυρὸς καὶ λαβὼν καινοῦ χυτριδίου τὸν πυθμένα, προνενοτισμένον ὕδατι ψυχρῷ, κάθες πραέως εἰς τὸν κηρόν, ἀκροθιγῶς ἐμβάπτων πρὸς τὸ ἐλάχιστόν | |
5 | τι αὐτοῦ ἐφέλκεσθαι καὶ καθ’ ἑαυτοῦ πήγνυσθαι. ἀνελόμενος δὲ τὸν πρῶτον κυκλίσκον ἀφαιροῦ, καὶ ἐκ δευτέρου κάθες τὸν πυθμένα ψύχων ὕδατι, καὶ τὸ αὐτὸ ποίει, ἕως ἂν ἅπαντα ἀνα‐ λάβῃς. λοιπὸν λίνῳ διείρας τὰ κυκλίσκια διεστῶτα ἀπ’ ἀλλή‐ λων κρέμασον, ἡμέρας μὲν εἰς ἥλιον συνεχῶς ἐπινοτίζων αὐτά, | 167 in vol. 1 |
10 | νυκτὸς δὲ ὑπὸ τὴν σελήνην τίθει, ἕως ἂν λευκὰ γένηται. εἰ δὲ ἄγαν τις θέλοι λευκὸν ποιῆσαι, τὰ μὲν λοιπὰ ὡσαύτως ἐνερ‐ | |
2.83.3 | γείτω, ἑψέτω δὲ πλεονάκις. τινὲς δὲ ἀντὶ 〈τῆσ〉 πελαγίας θα‐ λάσσης ἐν ἅλμῃ δριμυτάτῃ ἕψουσι τὸν προειρημένον τρόπον ἅπαξ ἢ δίς, εἶτα ἀναιροῦνται λαγυνίῳ λεπτῷ καὶ περιφερεῖ, λαβὴν ἐν ἑαυτῷ ἔχοντι, εἶτα 〈τὰ〉 κυκλίσκια ἐπὶ πόας πυκνῆς | |
5 | ἐπιθέντες ἡλιάζουσιν, ἄχρι οὗ ἂν λευκότατα γένηται· παραι‐ νοῦσι δὲ ἔαρος ἐπὶ τοῦτο ἔρχεσθαι, ὅτε καὶ ὁ ἥλιος τῇ σφοδρό‐ τητι ἀνεῖται καὶ νοτίδα παρέχει, πρὸς τὸ μὴ τήκεσθαι. δύναμιν δὲ ἔχει πᾶς κηρὸς θερμαντικήν, μαλακτικήν, πληρω‐ τικήν τε μετρίως. μείγνυται δὲ καὶ ῥοφήμασιν ἐπὶ τῶν δυσεν‐ | |
10 | τερικῶν, καταπινόμενος δὲ μεγέθη κεγχριαῖα δέκα οὐκ ἐᾷ τυ‐ ροῦσθαι ἐπὶ τῶν τιθηνουσῶν τὸ γάλα. | |
2.84.1 | πρόπολιν δὲ παραλημπτέον τὴν ξανθὴν καὶ εὐώδη καὶ στυρακίζουσαν, μαλακήν τε ἐν τῷ ὑπερξήρῳ καὶ μαστίχης τρό‐ πον ἐφελκομένην. ἔστι δὲ θερμαντικὴ ἄγαν καὶ ἐπισπαστικὴ καὶ σκολόπων ἑλκυστική· ἀρήγει δὲ καὶ βηξὶ παλαιαῖς ὑπο‐ | |
5 | θυμιωμένη, αἴρει δὲ καὶ λειχῆνας ἐπιτιθεμένη. εὑρίσκεται δὲ περὶ τοῖς στόμασι τῶν σμηνίων, φύσει κηροειδής. | |
2.85.1 | πυροὶ πρὸς ὑγιείας χρῆσιν ἄριστοι οἱ πρόσφατοι καὶ τελείως ἡδρηκότες τῇ 〈τε〉 χρόᾳ μηλίζοντες, εἶτα μετὰ τούτους οἱ τριμηνιαῖοι, λεγόμενοι δὲ ὑπό τινων σητάνιοι. ὠμοὶ δὲ βρω‐ θέντες ἕλμινθας στρογγύλας γεννῶσι, μασηθέντες δὲ καὶ κατα‐ | 168 in vol. 1 |
5 | πλασθέντες ὠφελοῦσι κυνοδήκτους. ὁ δὲ ἐκ τῆς σεμιδάλεως αὐτῶν ἄρτος γινόμενος εὐτροφώτερός ἐστι τοῦ συγκομιστοῦ, ὁ δ’ ἐκ τῶν σητανίων ἀλεύρων κουφότερος καὶ εὐανάδοτος. τὸ δὲ ἐξ αὐτῶν ἄλευρον σὺν ὑοσκυάμου χυλῷ καταπλάσσεται πρὸς νεύρων ῥευματισμοὺς καὶ πρὸς ἐμπνευματώσεις ἐντέρων, σὺν | |
2.85.2 | ὀξυμέλιτι δὲ φακοὺς αἴρει. τὸ δὲ πίτυρον σὺν ὄξει δριμεῖ ἑψηθὲν λέπρας ἀφίστησι καταπλασσόμενον 〈θερμόν〉, καὶ πάσης φλεγμονῆς ἐν ἀρχῇ κατάπλασμα σύμφορον, μετὰ δὲ πηγάνου ἀποζέματος ἑψηθὲν μαστοὺς χονδριῶντας παύει καὶ ἐχεοδήκτοις | |
5 | ἁρμόζει καὶ στροφουμένοις. ἡ δ’ ἐκ τῶν ἀλεύρων ζύμη, θερ‐ μαντικὴ οὖσα καὶ ἐπισπαστική, ἰδίως τὰ ἐν πέλμασι λεπτύνει καὶ τὰ ἄλλα φύματα καὶ δοθιῆνας σὺν ἁλσὶν ἐκπέσσει καὶ ἀναστομοῖ. τὸ δ’ ἐκ τῶν σητανίων πυρῶν ἄλευρον ἰοβόλοις ἁρμόζει καταπλασσόμενον σὺν ὄξει ἢ οἴνῳ, ἑψηθὲν δὲ κόλλης | |
10 | τρόπον καὶ ἐκλειχόμενον αἱμοπτυικοὺς ὠφελεῖ, καὶ πρὸς βῆχας καὶ ἀρτηρίας τραχυσμοὺς σὺν ἡδυόσμῳ καὶ βουτύρῳ ἑψηθὲν ποιεῖ· καὶ ἡ ἐξ αὐτῶν 〈δὲ〉 τῶν πυρῶν γῦρις ἑψηθεῖσα σὺν μελι‐ | |
2.85.3 | κράτῳ ἢ ὑδρελαίῳ πᾶσαν διαφορεῖ φλεγμονήν. καὶ ὁ ἄρτος σὺν μελικράτῳ ἑφθός τε καὶ ὠμὸς καταπλασσόμενος πᾶσαν φλεγ‐ μονὴν παραμυθεῖται, μαλακτικώτατος ὑπάρχων καὶ παρυπο‐ | |
ψύχων, μιγεὶς πόαις ἢ χυλοῖς τισιν· ὁ δὲ παλαιὸς καὶ ξηρὸς | 169 in vol. 1 | |
5 | καθ’ ἑαυτὸν καὶ μιγείς τισιν ἵστησι κοιλίαν ῥέουσαν, ἅλμῃ δὲ βραχεὶς ὁ πρόσφατος καὶ καταπλασθεὶς παλαιοὺς λειχῆνας ἰᾶται. κόλλα δὲ ἡ γινομένη ἐκ τῆς σεμιδάλεως καὶ γύρεως πρὸς τὴν τῶν βιβλίων κόλλησιν ἁρμόζει ἐπὶ αἱμοπτυικῶν, ὑγροτέρα καὶ χλιαρὰ καταρροφουμένη κοχλιαρίου πλῆθος. | |
2.86.1 | κριθὴ δὲ ἀρίστη ἡ λευκὴ καὶ καθαρά, ἀτροφωτέρα δὲ πυροῦ· τοῦ μέντοι γινομένου ἐξ αὐτῆς ἀλφίτου ἡ πτισάνη τρο‐ φιμωτέρα διὰ τὴν ἐν τῇ ἑψήσει χύλωσιν, ποιοῦσα πρὸς τὰς δριμύτητας καὶ τὰς περὶ ἀρτηρίαν τραχύτητας καὶ ἑλκώσεις, | |
5 | πρὸς ἃς καὶ ἡ πυρίνη πτισάνη ἁρμόζει, τροφιμωτέρα καὶ οὐρη‐ τικωτέρα οὖσα· κατασπᾷ δὲ καὶ γάλα συνεψηθεῖσα μαράθου σπέρματι καὶ ῥοφουμένη. ἔστι δὲ ἡ κριθὴ οὐρητική, σμηκτική, | |
2.86.2 | φυσώδης, κακοστόμαχος, συμπεπτικὴ οἰδημάτων. διαφορεῖ δὲ τὸ ἐξ αὐτῆς ἄλευρον μετὰ σύκων καὶ μελικράτου ἑψηθὲν οἰδή‐ ματα καὶ φλεγμονάς, συμπέσσει δὲ τὰς σκληρίας μετὰ πίσσης καὶ ῥητίνης καὶ περιστερᾶς κόπρου, σὺν μελιλώτῳ δὲ καὶ κω‐ | |
5 | δίαις 〈μήκωνοσ〉 ἀνωδυνίαν παρέχει τοῖς πλευρὰν ἀλγοῦσι. καταπλάσσεται δὲ καὶ πρὸς ἐμπνευματώσεις ἐντέρων μετὰ λινο‐ σπέρμου καὶ τήλεως καὶ πηγάνου, μετὰ πίσσης δὲ ὑγρᾶς καὶ κηροῦ καὶ οὔρου παιδὸς ἀφθόρου καὶ ἐλαίου χοιράδας ἐκπέττει. σὺν μυρσίνῃ δὲ ἢ οἴνῳ ἢ ἀχράσιν ἢ βάτῳ ἢ σιδίοις κοιλίας | |
10 | ῥεύματα ἵστησι, σὺν κυδωνίῳ δὲ ἢ ὄξει ποδαγρικὰς φλεγμονὰς | |
2.86.3 | ὠφελεῖ. ἑψηθὲν δὲ μετ’ ὄξους δριμέως, ὃν τρόπον ὠμὴ λύσις, | |
καὶ θερμὸν ἐπιτιθέμενον λέπρας ὑγιάζει. χυλωθὲν δὲ σὺν ὕδατι τὸ ἄλευρον ἑψηθέν τε σὺν πίσσῃ καὶ ἐλαίῳ ἐστὶ πυο‐ ποιόν, σὺν ὄξει δὲ χυλωθὲν καὶ ἑψηθὲν μετὰ πίσσης πρὸς τὰ | 170 in vol. 1 | |
5 | τῶν ἄρθρων ῥεύματα ἁρμόζει. τὸ δὲ ἐξ αὐτῶν ἄλφιτον κοιλίας σταλτικὸν καὶ φλεγμονῶν πραυντικόν. | |
2.87.1 | ζύθος σκευάζεται ἐκ τῆς κριθῆς. ἔστι δὲ διουρητικὸς καὶ νεφρῶν καὶ νεύρων ἁπτικός, καὶ μάλιστα μηνίγγων κακω‐ τικός, πνευματωτικός τε καὶ γεννητικὸς κακοχυμιῶν καὶ ἐλεφαν‐ τιάσεως ποιητικός. εὐεργὴς δὲ καὶ ὁ ἐλέφας γίνεται βρεχό‐ | |
5 | μενος αὐτῷ. | |
2.88.1 | καὶ τὸ καλούμενον δὲ κοῦρμι, σκευαζόμενον δ’ ἐκ τῆς κριθῆς, ᾧ καὶ ἀντὶ οἴνου πόματι πολλάκις χρῶνται, κεφαλαλγές ἐστι καὶ κακόχυμον καὶ τοῦ νευρώδους βλαπτικόν· σκευάζεται δὲ καὶ ἐκ πυρῶν τοιαῦτα πόματα, ὡς ἐν τῇ πρὸς ἑσπέραν Ἰβηρίᾳ | |
5 | καὶ Βρεττανίᾳ. | |
2.89.1 | ζέα δισσή· ἡ μὲν γὰρ ἁπλῆ ἡ δὲ δίκοκκος καλεῖται, ἐν | |
δυσὶν ἐλύτροις ἔχουσα συνεζευγμένον τὸ σπέρμα. ἔστι δὲ τρο‐ φιμωτέρα μὲν κριθῆς, εὔστομος, ἀτροφωτέρα δὲ πυρῶν ἀρτο‐ ποιουμένη. | 171 in vol. 1 | |
2.90.1 | κρίμνον ἁδρότερόν ἐστι τῇ κατεργασίᾳ τοῦ ἀλεύρου, γινόμενον ἔκ τε ζέας καὶ πυροῦ, ἐξ οὗ ὁ πόλτος γίνεται. ἔστι δὲ ἱκανῶς τρόφιμον καὶ εὐκατέργαστον· σταλτικώτερον δὲ κοι‐ λίας τὸ ἀπὸ τῆς ζέας, μάλιστα προφωχθείσης. | |
2.91.1 | καὶ ἡ ὄλυρα δὲ ἐκ τοῦ αὐτοῦ γένους ἐστὶ τῆς ζέας, ἀτροφωτέρα δὲ κατὰ ποσὸν ἐκείνης· ἀρτοποιεῖται δὲ καὶ αὕτη, καὶ κρίμνον ἐξ αὐτῆς ὡσαύτως γίνεται. | |
2.92.1 | ἀθήρα δὲ ἐκ τῆς ἀληλεσμένης εἰς λεπτὸν ζέας σκευά‐ ζεται. ἔστι δὲ ῥόφημα ὥσπερ πολτάριον ὑγρόν, παιδίοις ἁρ‐ μόδιον· ποιεῖ δὲ καὶ εἰς [τὰ] καταπλάσματα. | |
2.93.1 | τράγος τὸ σχῆμα μὲν παραπλησίως χόνδρῳ ἔχει, ἀτρο‐ φώτερος δὲ παρὰ πολὺ ζέας διὰ τὸ πολὺ ἔχειν τὸ ἀχυρῶδες, διὸ καὶ δυσκατέργαστός ἐστι καὶ κοιλίας μαλακτικός. | |
2.94.1 | βρόμος κάλαμός ἐστι πυροῖς ὅμοιος καὶ τοῖς φύλ‐ | |
λοις, γόνασιν ἐνδιειλημμένος, καρπὸν δὲ ἔχει ἐπ’ ἄκρῳ ὥσπερ ἀκρίδια δίκωλα, ἐν οἷς τὸ σπέρμα χρησιμεῦον εἰς καταπλάσ‐ ματα ὡς ἡ κριθή· καὶ πόλτος δὲ ἐξ αὐτοῦ γίνεται σταλτικὸς | 172 in vol. 1 | |
5 | κοιλίας. ὁ δὲ ἐξ αὐτοῦ χυλὸς ῥοφούμενος βήσσουσιν ἁρμόζει. | |
2.95.1 | ὄρυζα τῶν σιτηρῶν ἐστιν εἶδος, φυομένη ἐν ἑλώδεσι τό‐ ποις καὶ ἐνύγροις. τρόφιμος δέ ἐστι μετρίως καὶ κοιλίας σταλτική. | |
2.96.1 | ὁ δὲ χόνδρος γίνεται μὲν ἐκ τῆς καλουμένης δικόκκου ζέας, τροφιμώτερος δὲ ὀρύζης, στεγνωτικώτερος κοιλίας, εὐστο‐ μαχώτερος δὲ μᾶλλον· αἴρει δὲ καὶ λέπρας ἑψηθεὶς σὺν ὄξει καὶ καταχρισθείς, καὶ λεπροὺς ὄνυχας ἀφίστησι καὶ αἰγιλώπια | |
5 | ἀρχόμενα θεραπεύει, ἔγκλυσμά τε τὸ ἀφέψημα αὐτοῦ ἐπὶ τῶν μετὰ ἀλγήματος δυσεντερικῶν εὔθετον. | |
2.97.1 | κέγχρος ἀτροφωτέρα τῶν λοιπῶν σιτηρῶν. ἀρτοποιη‐ θεῖσα δὲ ἢ ὥσπερ πόλτος σκευασθεῖσα κοιλίαν ἵστησιν, οὖρα δὲ κινεῖ. φωχθεῖσα δὲ καὶ βληθεῖσα εἰς σάκκους πυριωμένη στρόφων καὶ τῶν ἄλλων ἀλγημάτων ἐστὶ βοήθημα. | 173 in vol. 1 |
2.98.1 | καὶ ἡ ἔλυμος δέ, ἥν τινες μελίνην καλοῦσι, τῶν σιτη‐ ρῶν ἐστι σπερμάτων, κέγχρῳ ὁμοίων, ὡσαύτως σιτοποιουμένη καὶ πρὸς τὸ αὐτὸ ἁρμόζουσα, ἀτροφωτέρα μέντοι τῆς κέγχρου καθέστηκε καὶ ἧσσον στυπτική. | |
2.99.1 | σήσαμον κακοστόμαχον καὶ δυσωδίας στόματος ποιη‐ τικόν, ὁπόταν βιβρωσκόμενον ἐμμείνῃ μεταξὺ τῶν ὀδόντων. κατα‐ πλασθὲν δὲ διαφορεῖ τὰς ἐν νεύροις παχύτητας καὶ τὰ ἐν ὠσὶ θλάσματα καὶ φλεγμονὰς καὶ πυρίκαυτα καὶ κόλου ἀλγήματα, | |
5 | καὶ κεράστου δῆγμα θεραπεύει· σὺν ῥοδίνῳ δὲ κεφαλῆς ἀλγή‐ ματα ἐξ ἐγκαύσεως γινόμενα παραμυθεῖται. ἡ δὲ πόα καθεψη‐ θεῖσα ἐν οἴνῳ τὰ αὐτὰ ποιεῖ, μάλιστα δὲ φλεγμοναῖς ὀφθαλ‐ μῶν καὶ περιωδυνίαις ἁρμόζει. γίνεται δὲ καὶ ἔλαιον ἐξ αὐτοῦ, ᾧ οἱ ἐν Αἰγύπτῳ χρῶνται. | |
2.100.1 | αἶρα ἡ γινομένη ἐν τοῖς πυροῖς ἀλεσθεῖσα δύναμιν ἔχει περιχαρακτικὴν νομῶν καὶ σηπεδόνων καὶ γαγγραινῶν μετὰ ῥεφάνου φλοιοῦ καὶ ἁλῶν καταπλασσομένη, καὶ λειχῆνας ἀγρί‐ ους καὶ λέπρας σὺν θείῳ ἀπύρω καὶ ὄξει θεραπεύει. σὺν | 174 in vol. 1 |
5 | κόπρῳ δὲ περιστερᾶς καὶ λινοσπέρμῳ ἑψομένη ἐν οἴνῳ χοιρά‐ δας διαλύει καὶ τὰ δύσπεπτα ῥήττει, ἰσχιαδικούς τε σὺν μελι‐ κράτῳ ἑψηθεῖσα καὶ καταπλασσομένη ὠφελεῖ. σὺν ἀλφίτῳ δ’ ἢ σμύρνῃ ἢ κρόκῳ ἢ λιβανωτῷ ὑποθυμιωμένη συνεργεῖ ταῖς συλλήμψεσιν. | |
2.101.1 | ἄμυλον ὠνόμασται διὰ τὸ χωρὶς μύλου κατασκευά‐ ζεσθαι· ἄριστον δέ ἐστι τὸ σκευαζόμενον ἐκ πυροῦ σητανίου, Κρητικὸν δὲ ἢ Αἰγύπτιον. σκευάζεται δὲ ἐκ πυροῦ σητανίου καθαροῦ, βρεχομένου καὶ πλυνομένου ἐν ὕδατι γλυκεῖ καὶ ἀπο‐ | |
5 | χεομένου πεντάκις τῆς ἡμέρας, εἰ δυνατὸν δέ, καὶ τῆς νυκτός. ὅταν δὲ μαλακὸς γένηται, πραέως τὸ ὕδωρ ἐκχεῖν δεῖ χωρὶς τοῦ κινεῖν, ἵνα μὴ συνεκκλύζηται τὸ νόστιμον. ἐπὰν δὲ παραστῇ μαλακώτατος γενόμενος, ἀποχέας τὸ ὕδωρ τρίβειν τοῖς ποσίν, εἶτα ὕδωρ ἐπιχέοντας 〈πάλιν〉 τρίβειν· εἶτα ἀναιρεῖσθαι τὸ ἐφι‐ | |
10 | στάμενον πίτυρον ἠθμῷ, καὶ τὸ λοιπὸν διηθήσαντας βαλεῖν εἰς ὑλιστῆρα, διυλίσαντάς τε εὐθέως ψύχειν ἐπὶ κεραμίδων καινῶν | |
ἐν ἡλίῳ ὀξυτάτῳ· ἔνικμον γὰρ κἂν ἐπ’ ὀλίγον μείνῃ, ὀξίζει. | 175 in vol. 1 | |
2.101.2 | ποιεῖ δὲ πρὸς ὀφθαλμῶν ῥεύματα καὶ κοιλότητας καὶ φλύκ‐ τεις· στέλλει δὲ καὶ αἵματος ἀναγωγὰς πινόμενον καὶ τὰς περὶ ἀρτηρίαν 〈τραχύτητασ〉 πραύνει· μείγνυται δὲ καὶ γάλακτι καὶ προσοψήμασι. σκευάζεται δὲ καὶ ἐκ ζέας βραχείσης καὶ πλυ‐ | |
5 | θείσης πρὸς μίαν ἢ δευτέραν ἡμέραν καὶ σταιτὸς τρόπον ἀπο‐ θλιβείσης διὰ τῶν χειρῶν καὶ ξηρανθείσης ἐν ὀξυτάτῳ ἡλίῳ, ὡς προείρηται. τὸ δὲ τοιοῦτον ἄθετον πρὸς τὴν ἐν ἰατρικῇ χρῆσιν, πρὸς δὲ τὰ λοιπὰ εὔθετον. | |
2.102.1 | καὶ τὸ ἐκ τῆς τήλεως ἄλευρον, ἣν ἔνιοι βούκερων, οἱ δὲ αἰγόκερας, οἱ δὲ κάρφος, οἱ δὲ λωτόν, οἱ δὲ κέρας αἴγειον ἐκάλεσαν, δύναμιν ἔχει μαλακτικήν. καταπλασσόμενον δὲ λεῖον σὺν μελικράτῳ ἑφθὸν ποιεῖ πρὸς φλεγμονὰς τὰς ἐντὸς καὶ ἐκ‐ | |
5 | τός, σὺν νίτρῳ δὲ καὶ ὄξει λεῖον καταπλασθὲν σπλῆνα μειοῖ. τὸ δὲ ἀφέψημα αὐτῆς ἐγκάθισμα εἰς τὰ γυναικεῖα, ὅσα κατὰ | |
2.102.2 | φλεγμονὴν ἢ μύσιν συνίσταται. σμήχει δὲ καὶ τρίχας καὶ πίτυρα καὶ ἀχῶρας τὸ ἀπόθλιμμα ἑψηθείσης αὐτῆς ἐν ὕδατι, σὺν στέατι δὲ χηνείῳ προστίθεται ἀντὶ πεσσοῦ, μαλάσσον καὶ ἀνευρῦνον | |
τοὺς περὶ τὴν ὑστέραν τόπους. χλωρὰ δὲ μετ’ ὄξους ἀτονοῦσι | 176 in vol. 1 | |
5 | στόμαχον καὶ εἱλκωμένοις ἁρμόζει, τὸ δὲ ἀφέψημα αὐτῆς πρὸς τεινεσμὸν καὶ δυσώδη ὑποχωρήματα δυνεντερικά· τὸ δὲ ἀπ’ αὐτῆς ἔλαιον μετὰ μυρσίνης σμήχει τρίχας οὐλάς τε τὰς ἐν αἰ‐ δοίοις. | |
2.103.1 | καὶ τὸ λινόσπερμον τὴν αὐτὴν ἔχει δύναμιν τῇ τή‐ λει, διαφοροῦν καὶ μαλάσσον πᾶσαν φλεγμονὴν ἐντός τε καὶ ἐκτὸς σὺν μέλιτι καὶ ἐλαίῳ καὶ ὕδατι ὠμὸν ἀναλημφθέν. αἴρει δὲ καὶ ἐφήλεις καὶ ἰόνθους καταπλασθὲν σὺν νίτρῳ καὶ σύκῳ, | |
5 | σὺν κονίᾳ δὲ παρωτίδας καὶ σκληρίας διαφορεῖ, ἕρπητάς τε σὺν οἴνῳ ἑψηθὲν καὶ κηρία ἐκκαθαίρει, ὄνυχάς τε λεπροὺς ἀφίστησι σὺν ἴσῳ καρδάμῳ καὶ μέλιτι· ἀνάγει καὶ τὰ ἐκ θώρακος σὺν μέλιτι ἀντὶ ἐκλεικτοῦ λημφθὲν καὶ βῆχας παρηγορεῖ. παρί‐ στησι δὲ καὶ πρὸς ἀφροδίσια μιγὲν μέλιτι καὶ πεπέρει ἀντὶ | |
10 | κοπτῆς πολὺ λαμβανόμενον· καὶ τὸ ἀφέψημα δὲ αὐτοῦ ἐνίεται πρὸς ἐντέρων καὶ ὑστέρας δηγμοὺς καὶ ἐκκομιδὴν περιττωμά‐ των, καὶ πρὸς φλεγμονὰς τὰς ἐν μήτρᾳ εἰς ἐγκάθισμα, ὥσπερ | |
τὸ τῆς τήλεως, εὐχρηστεῖ. | 177 in vol. 1 | |
2.104.1 | ἐρέβινθος ὁ ἥμερος εὐκοίλιος, οὐρητικός, πνευμάτων γεννητικός, εὐχροίας περιποιητικός, καταμηνίων ἀγωγὸς καὶ ἐμ‐ βρύων, καὶ γάλακτος γεννητικός. καταπλάσσεται δὲ μάλιστα ὁ ὀροβίας ἑφθὸς πρὸς ὄρχεων φλεγμονὰς καὶ ἀχῶρας καὶ λειχῆνας | |
5 | καὶ ψώρας καὶ μυρμηκίας καὶ τὰ καρκινώδη ἕλκη καὶ κακοήθη | |
2.104.2 | σὺν μέλιτι. καλεῖται δὲ τὸ ἕτερον αὐτῶν εἶδος κριός. ἀμφό‐ τεροι δ’ εἰσὶ διουρητικώτατοι, διδομένου πρὸς ἴκτερον καὶ ὕδρωπα τοῦ ἀφεψήματος αὐτῶν σὺν λιβανωτίδι, —βλάπτουσι δὲ [καὶ] κύστιν εἱλκωμένην καὶ νεφρούς—πρός τε μυρμηκίας | |
5 | καὶ ἀκροχορδόνας νουμηνίας οὔσης ἔνιοι ἑκάστης ἐξοχῆς ἐρε‐ βίνθῳ ψαύοντες ἄλλῳ καὶ ἄλλῳ εἴς τε ὀθόνιον ἀποδήσαντες αὐτοὺς ῥίπτειν εἰς τοὐπίσω κελεύουσιν, ὡς ἀποπιπτουσῶν τῶν ἀκροχορδόνων. γίνεται δὲ καὶ ἄγριος ἐρέβινθος, ὅμοιος τοῖς φύλλοις τῷ | |
10 | ἡμέρῳ, ὀσμῇ δριμύς, τῷ καρπῷ διαφέρων, ποιῶν πρὸς ὅσα | |
καὶ ὁ ἥμερος. | 178 in vol. 1 | |
2.105.1 | κύαμος Ἑλληνικὸς πνευματωτικός, φυσώδης, δύσ‐ πεπτος, δυσόνειρος, βηχὶ δὲ σύμφορος καὶ σαρκῶν γεννητικός, ἑψηθείς τε ἐν ὀξυκράτῳ καὶ σὺν τῷ λέπει ἐσθιόμενος δυσεν‐ τερίας καὶ κοιλιακὰς ῥύσεις ἐπέχει, καὶ πρὸς ἐμέτους δὲ εὔθε‐ | |
5 | τος βρωθείς· γίνεται δὲ ἀφυσότερος τοῦ πρώτου ὕδατος κατὰ τὴν ἕψησιν ἀποχεομένου. ὁ δὲ χλωρὸς κακοστομαχώτερος καὶ φυσωδέστερος. τὸ δὲ ἄλευρον τοῦ κυάμου καταπλασθὲν καθ’ ἑαυτό τε καὶ σὺν ἀλφίτῳ τὰς ἐκ πληγῆς φλεγμονὰς πραύνει καὶ οὐλὰς ὁμοχρόους ποιεῖ καὶ μαστοὺς χονδριῶντας καὶ φλεγμαί‐ | |
2.105.2 | νοντας ὠφελεῖ γάλα τε σβεννύει. σὺν μέλιτι δὲ καὶ τηλίνῳ ἀλεύρῳ δοθιῆνας καὶ παρωτίδας καὶ ὑπώπια διαφορεῖ, σὺν ῥόδοις δὲ καὶ λιβάνῳ καὶ τῷ τοῦ ᾠοῦ λευκῷ ὀφθαλμῶν προ‐ πτώσεις καὶ σταφυλώματα στέλλει. φυραθὲν δὲ σὺν οἴνῳ συγ‐ | |
5 | χύσεις καὶ πληγὰς ὀφθαλμῶν καθίστησιν, εἴς τε ἀνακόλλημα ῥεύματος χωρὶς τοῦ λέπους μασηθεὶς ἐπιτίθεται ἐπὶ τοῦ μετώ‐ που, καὶ διδύμων 〈δὲ〉 φλεγμονὰς ἑψηθεὶς ἐν οἴνῳ θεραπεύει· καὶ | |
τοῖς ἐφηβαίοις δὲ τῶν παίδων καταπλασσόμενος ἀνήβους ἐπὶ | 179 in vol. 1 | |
2.105.3 | πολὺ τηρεῖ, σμήχει δὲ καὶ ἀλφούς. τὰ δὲ λέπη καταπλασσό‐ μενα τὰς ἐκτιλθείσας τρίχας ἀτρόφους καὶ ἰσχνὰς κατασκευάζει, μετὰ δὲ ἀλφίτου καὶ σχιστῆς καὶ ἐλαίου παλαιοῦ καταπλασθέντα χοιράδας διαφορεῖ, καὶ ἔρια βάπτει τὸ ἀφέψημα αὐτῶν. ἐπι‐ | |
5 | τίθεται δὲ καὶ πρὸς τὰς ἀπὸ βδελλῶν αἱμορραγίας λελεπισμένος εἰς δύο διαιρεθεὶς καθ’ ἃ προσπέφυκεν καὶ ἐπέχει προστυπού‐ μενος κατὰ τὸ ἡμιτόμιον. | |
2.106.1 | ὁ δὲ Αἰγύπτιος κύαμος, ὃν ἔνιοι Ποντικὸν καλοῦσι, πλεῖστος ἐν Αἰγύπτῳ γεννᾶται, καὶ ἐν Ἀσίᾳ δὲ καὶ ἐν Κιλικίᾳ ἐν ταῖς λίμναις εὑρίσκεται. ἔχει δὲ φύλλον μέγα ὡς πέτασον, καυλὸν δὲ πηχυαῖον, δακτύλου πάχος, ἄνθος δὲ ῥοδόχρουν, δι‐ | |
5 | πλάσιον μήκωνος, ὅπερ ἐξανθῆσαν φέρει σφηκιᾷ παραπλήσιον θυλακίσκον, ἐν ᾧ κύαμος μικρὸν ὑπεραίρων τὸ πῶμα ὡς πομ‐ φόλυξ. καλεῖται δὲ κιβώριον ἢ κιβώτιον διὰ τὸ τὴν φυτείαν τούτου γίνεσθαι ἐν ἰκμοβώλῳ ἐντιθεμένου οὕτω τε εἰς τὸ ὕδωρ | |
2.106.2 | ἀφιεμένου. ῥίζα δὲ ὕπεστι παχυτέρα καλάμου, βιβρωσκομένη ἑφθή τε καὶ ὠμή, κολοκάσιον καλουμένη. ὁ δὲ κύαμος βιβρώ‐ σκεται μὲν καὶ χλωρός, ξηρανθεὶς δὲ γίνεται μέλας καὶ μείζων τοῦ Ἑλληνικοῦ, ἔχων δύναμιν στυπτικὴν καὶ εὐστόμαχον. ἁρμό‐ | |
5 | ζει δὲ κοιλιακοῖς καὶ δυσεντερικοῖς τὸ ἐξ αὐτῶν ἄλευρον ἐπι‐ | |
πασσόμενον ἀντὶ ἀλφίτου τῷ ποτῷ, καὶ πολτοποιούμενον 〈δὲ〉 δίδοται. τὰ δὲ λέπη μᾶλλον ποιεῖ ἑψόμενα ἐν οἰνομέλιτι καὶ ποτιζόμενα πλῆθος κυάθων τριῶν· καὶ πρὸς ὠταλγίαν δὲ ποιεῖ τὸ ἐν μέσῳ χλωρὸν αὐτῶν, πικρὸν δὲ κατὰ τὴν γεῦσιν, λεῖον | 180 in vol. 1 | |
10 | σὺν ῥοδίνῳ ἐνσταζόμενον. | |
2.107.1 | φακὸς βιβρωσκόμενος συνεχῶς ἀμβλυωπός, δύσπεπτος, κακοστόμαχος, πνευματωτικὸς στομάχου καὶ ἐντέρων, κοιλίας τε σταλτικὸς σὺν τῷ λέπει ἑψόμενος· διαφέρει δὲ αὐτοῦ ὁ ἑψανὸς καὶ μηδὲν ἀνιεὶς ἐν τῇ βροχῇ μέλαν. δύναμιν δὲ ἔχει στυπτικήν, | |
5 | ὅθεν κοιλίαν ἵστησι προαπολεπισθεὶς καὶ ἑψηθεὶς ἐπιμελῶς, τοῦ πρώτου ἐν τῷ ἀφέψεσθαι ὕδατος ἀποχεομένου· λυτικὸν γὰρ κοιλίας τὸ ἀφέψημα αὐτοῦ. ἔστι δὲ δυσόνειρος, ἄθετος πρὸς | |
2.107.2 | τὰ νευρώδη καὶ πνεύμονα καὶ κεφαλήν. βέλτιον δὲ τὸ ἴδιον ἔργον ἀποτελεῖ πρὸς τὰ ῥεύματα τῆς κοιλίας, μιγείσης αὐτῷ σέριδος ἢ κιχορίου ἢ ἀρνογλώσσου ἢ ἀνδράχνης ἢ σεύτλου μέλα‐ νος ἢ μύρτων ἢ σιδίων ἢ οὔων ξηρῶν ἢ μεσπίλων ἢ κυδωνίων | |
5 | ἢ ἀπίων 〈ἢ φοινίκων〉 Θηβαικῶν ἢ κηκίδων ὁλοκλήρων, αἵτινες μετὰ τὴν ἕψησιν ῥίπτονται, ἢ ῥοὸς τοῦ ἐπὶ τὰ ὄψα· δεῖ δὲ τὸ ὄξος ἐπιμελῶς συγκαθεψεῖν αὐτῷ, εἰ δὲ μή γε, ταράττει τὴν | |
κοιλίαν· καὶ ἀνατροπὴν δὲ στομάχου περιπτισθέντες τριάκοντα φακοὶ καὶ καταποθέντες ὠφελοῦσι. παρηγορεῖ δὲ καὶ ποδάγρας | 181 in vol. 1 | |
10 | σὺν ἀλφίτῳ ἑφθὸς καταπλασθείς, μετὰ μέλιτος δὲ κόλπους κολλᾷ, ἐσχάρας περιρρήττει, ἕλκη τε ἀνακαθαίρει, σὺν ὄξει δὲ | |
2.107.3 | ἑψηθεὶς σκληρώματα καὶ χοιράδας διαχεῖ. σὺν μελιλώτῳ δὲ ἢ κυδωνίῳ ὀφθαλμῶν φλεγμονὰς καὶ δακτυλίου θεραπεύει ῥοδίνου μειγνυμένου, ἐπὶ δὲ τῶν μειζόνων περὶ δακτύλιον φλεγμονῶν καὶ κόλπων μεγάλων σὺν σιδίοις ἢ ῥόδοις ξηροῖς ἡψημένοις | |
5 | μειγνυμένου καὶ μέλιτος, πρὸς νομὰς δὲ γαγγραινικὰς ὁμοίως ἢ καὶ θαλάσσης μειγνυμένης, πρὸς δὲ φλυκταίνας καὶ ἕρπητας καὶ ἐρυσιπέλατα καὶ χιμέτλας, ὡς προείρηται, πρὸς δὲ χονδρι‐ ῶντας μαστοὺς καὶ σπαργήσεις ἑψόμενος ἐν θαλάσσῃ ἁρμόζει καταπλασθείς. | |
2.108.1 | ὄροβός ἐστι θαμνίσκος στενόφυλλος, λεπτός, ἔχων σπερμάτιον ἐν λοβοῖς, ἐξ οὗ γίνεται τὸ καλούμενον ὀρόβινον ἄλευρον, ὃ καὶ πρὸς τὴν ἰατρικὴν ἁρμόζει χρῆσιν. ἔστι δὲ καρη‐ βαρικός, κοιλίας ταρακτικός, εἰ βρωθείη, αἷμά τε δι’ οὔρων | |
5 | ἄγει. βοῦς δὲ λιπαίνει ἑφθὸς παρατιθέμενος. σκευάζεται δὲ τὸ ἐξ αὐτοῦ ὀρόβινον οὕτως· ἐκλέξας τοὺς εὐτρόφους καὶ λευκοὺς ῥαῖνε ὕδατι ἀναφυρῶν, ἐάσας τε ἐφ’ ἱκανὸν συμπιεῖν φρῦγε, ἄχρι οὗ ἂν περιρραγῇ ὁ φλοιός, εἶτα ἀλέσας καὶ | 182 in vol. 1 |
2.108.2 | διασήσας κοσκίνῳ λεπτῷ ἀπόθου. ἔστι δὲ εὐκοίλιον, οὐρητικόν, εὐχροίας ποιητικόν, πλεονασθὲν δὲ ἐν βρωτῷ ἢ ἐν ποτῷ μετὰ στρόφων αἷμα ἄγει διὰ κοιλίας καὶ κύστεως. καθαίρει δὲ ἕλκη σὺν μέλιτι καὶ φακοὺς καὶ σπίλους καὶ ἐφήλεις καὶ τὸ λοιπὸν | |
5 | σῶμα, νομάς τε ἵστησι [καὶ σκληρώματα] καὶ γαγγραίνας, καὶ σκληρίας τὰς ἐν μαστοῖς μαλάσσει καὶ θηριώδη καὶ ἄνθρακας καὶ κηρία περιρρήττει. φυραθεὶς δὲ σὺν οἴνῳ κυνόδηκτα καὶ ἐχεόδηκτα καὶ ἀνθρωπόδηκτα θεραπεύει καταπλασσόμενος, σὺν ὄξει δὲ δυσουρίας καὶ στρόφους καὶ τεινεσμοὺς παύει· ἁρμόζει | |
10 | δὲ καὶ ἀτρόφοις ὅσον καρύου μέγεθος φρυκτὸν λημφθὲν σὺν μέλιτι. τὸ δὲ ἀφέψημα αὐτοῦ καταντλούμενον χιμέτλας καὶ κνησμοὺς τοὺς ἐν σώματι θεραπεύει. | |
2.109.1 | θέρμος ὁ ἥμερος γνώριμος, οὗ τὸ ἄλευρον σὺν μέλιτι ἐκλειχόμενον ἢ μετὰ ὄξους πινόμενον ἕλμινθας φθείρει. καὶ αὐτοὶ δὲ ἀποβραχέντες καὶ ἔμπικροι ἐσθιόμενοι τὸ αὐτὸ δρῶσι, καὶ τὸ ἀφέψημα 〈δὲ〉 αὐτῶν τὸ αὐτὸ ποιεῖ μετὰ πηγάνου πο‐ | 183 in vol. 1 |
5 | θὲν καὶ πεπέρεως, καὶ σπληνικοὺς ὠφελεῖ, ἐπάντλημά τε γαγ‐ γραίνης, θηριωμάτων, ψώρας ἀρχομένης, ἀλφῶν, σπίλων, ἐξαν‐ θημάτων, ἀχώρων· τὸ δ’ αὐτὸ καὶ καταμηνίων καὶ ἐμβρύων ἐπισπαστικὸν μετὰ σμύρνης καὶ μέλιτος ἐν προσθέτῳ. καθαίρει δὲ τὸ ἄλευρον χρῶτα καὶ πελιώματα, καὶ φλεγμονὰς πραύνει σὺν | |
10 | ὕδατι καὶ ἀλφίτῳ, σὺν ὄξει δὲ ἰσχιάδας παρηγορεῖ καὶ φύματα. | |
2.109.2 | χοιράδας δὲ μεταβάλλει ἑψηθεὶς ἐν ὄξει καὶ καταπλασθεὶς καὶ ἄνθρακας περιρρήσσει. μεθ’ ὕδατος δὲ ὀμβρίου ἑψηθέντες οἱ θέρμοι ἄχρι χυλώσεως πρόσωπον σμήχουσι, μετὰ δὲ χαμαι‐ λέοντος ῥίζης τοῦ μέλανος ἑψηθέντες προβάτων ψώρας ἰῶνται | |
5 | ἐκλελουμένων τῷ ἀφεψήματι χλιαρῷ. ἡ δὲ ῥίζα ἑψηθεῖσα σὺν ὕδατι καὶ ποθεῖσα οὔρησιν κινεῖ. οἱ δὲ ἀπογλυκανθέντες λεῖοι σὺν ὄξει ποθέντες στομάχου ἄσην πραύνουσι καὶ ἀνορεξίαν ἰῶνται. γίνεται δὲ καὶ ἄγριος θέρμος, ἐμφερὴς τῷ ἡμέρῳ κατὰ | |
10 | πάντα, μικρότερος δέ, ποιῶν ὅσα καὶ ὁ ἥμερος. | 184 in vol. 1 |
2.110.1 | γογγύλης ἡ ῥίζα ἑφθὴ τρόφιμος, πνευματωτική, σαρ‐ κὸς πλαδαρᾶς γεννητική, ἀφροδισίων παρορμητική. τὸ δὲ ἀφέ‐ ψημα αὐτῆς ποδάγρας καὶ χιμέτλης ἐστὶ κατάντλημα, καὶ αὐτὴ δὲ λεία καταπλασσομένη ὠφελεῖ. εἰ δέ τις ἐγγλύψας τὴν ῥίζαν | |
5 | κηρωτὴν ῥοδίνην ἐν αὐτῇ ἐπὶ θερμοσποδιᾶς τήξει, ποιεῖ πρὸς τὰς εἱλκωμένας χιμέτλας. ὁ δὲ ἐξ αὐτῆς ἀσπάραγος βιβρώ‐ σκεται ἑφθός· ἔστι δὲ οὐρητικός. τὸ δὲ σπέρμα εἰς ἀντιδότους καὶ θηριακὰς ἀνωδύνους εὔθετον, βοηθεῖ δὲ καὶ τοῖς θανασί‐ μοις· ποθὲν δὲ παρορμᾷ καὶ πρὸς ἀφροδίσια. ἁλμευθεῖσα δὲ | |
10 | ἀτροφωτέρα γίνεται βιβρωσκομένη· τὰς μέντοι ὀρέξεις ἀνα‐ λαμβάνει. | |
2.110.2 | ἡ δὲ ἀγρία γογγύλη φύεται ἐν ἀρούραις, θάμνος πη‐ χυαῖος τὸ ὕψος, πολύκλαδος, ἐξ ἄκρου λεῖος, φύλλα ἔχων λεῖα, | |
〈ῥίζαν〉 μεγάλου δακτύλου τὸ πάχος ἢ καὶ μείζονα, καρπὸν δὲ ἐν λοβοῖς καλυκώδεσιν· ἀνοιχθέντων δὲ τῶν περικαρπίων ἔσω‐ | 185 in vol. 1 | |
5 | θεν ἄλλος κεφαλοειδής ἐστι λοβός, ἐν ᾧ σπερμάτια μέλανα, θλασθέντα δὲ λευκὰ ἔνδοθεν. μείγνυται δὲ σμήγμασι προσώ‐ που καὶ τοῦ ἄλλου χρωτός, ὅσα δι’ ἀλεύρων γίνεται θερμίνων ἢ πυρίνων ἢ ἐρεγμίνων ἢ ὀροβίνων. | |
2.111.1 | βουνιάς· καὶ ταύτης ἡ ῥίζα ἑφθὴ φυσώδης ἐστίν, ἧττον δὲ τρόφιμος. ποιεῖ δὲ τὸ σπέρμα αὐτῆς ἀνενεργῆ τὰ θανάσιμα προπινόμενον, μείγνυται δὲ καὶ ἀντιδότοις. ἁλμεύ‐ εται δὲ καὶ ταύτης ἡ ῥίζα. | |
2.112.1 | ῥαφανὶς καὶ αὐτὴ πνευμάτων γεννητική, εὔστομος, οὐκ εὐστόμαχος, ἐρευκτική. οὐρητικὴ δέ ἐστι καὶ θερμαντική, εὐκοίλιος δέ, εἴ τις αὐτὴν ἐπιλαμβάνει μᾶλλον συνεργοῦσαν τῇ | |
ἀναδόσει, προεσθιομένη δὲ μετεωρίζει τὴν τροφήν· ἁρμόζει δὲ | 186 in vol. 1 | |
5 | καὶ τοῖς ἐμεῖν μέλλουσι προεσθιομένη, ἀκριβοῖ δὲ καὶ τὰς αἰ‐ σθήσεις. ἑφθὴ δὲ ποιεῖ λαμβανομένη βήσσουσι χρονίως καὶ τοῖς πάχος γεννῶσιν ἐν θώρακι. ὁ δὲ φλοιὸς αὐτῆς μετ’ ὀξυ‐ μέλιτος λαμβανόμενος ἐμετικώτερος, ἁρμόζων ὑδρωπικοῖς, κατα‐ πλασθεὶς δὲ εὐθετεῖ καὶ σπληνικοῖς· σὺν μέλιτι δὲ [ἔτι] νομὰς | |
10 | ἐφίστησι καὶ ὑπώπια αἴρει καὶ ἐχεοδήκτοις βοηθεῖ ἀλωπεκίας τε δασύνει, φακοὺς 〈δὲ〉 ἀποσμήχει σὺν αἰρίνῳ ἀλεύρῳ· βοηθεῖ | |
2.112.2 | δὲ καὶ τοῖς ὑπὸ μυκήτων πνιγομένοις, ἔμμηνά τε ἄγει. τὸ δὲ σπέρμα αὐτῆς ἐμετικόν, οὐρητικόν, σπληνὸς καθαιρετικὸν πινό‐ μενον μετ’ ὄξους, συναγχικοῖς τε βοηθεῖ ἀφεψηθὲν σὺν ὀξυ‐ μέλιτι θερμῷ εἰς ἀναγαργάρισμα, καὶ πρὸς κεράστου δῆγμα σὺν | |
5 | οἴνῳ πινόμενον βοηθεῖ, ἐπιπλασθὲν δὲ μετ’ ὄξους γαγγραίνας εὐτόνως περιχαράσσει. ἡ δὲ ἀγρία ῥαφανίς, ἣν Ῥωμαῖοι ἀρμοράκιον καλοῦσι, φύλλα ἔχει ὅμοια τῇ ἡμέρῳ πρὸς τὰ τῆς λαμψάνης μᾶλλον, ῥίζα δὲ ἰσχνή, μακρά, ὑπόδριμυς. λαχανεύεται δὲ ἡ ῥίζα καὶ | |
10 | τὰ φύλλα εἰς βρῶσιν ἑφθά. ἔστι δὲ θερμαντική, οὐρητική, | |
καυματώδης. | 187 in vol. 1 | |
2.113.1 | σίσαρον γνώριμον, οὗ ἡ ῥίζα ἑφθὴ [εὔστομος] εὐστό‐ μαχος, οὐρητική, ὀρέξεως προκλητική. | |
2.114.1 | λάπαθον· τὸ μέν τι αὐτοῦ ὀξυλάπαθον λέγεται, φυόμενον ἐν ἕλεσι, σκληρόν, κατὰ τὰ ἄκρα ἄποξυ, τὸ δέ τι κη‐ πευτόν, οὐκ ἀνόμοιον τῷ πρώτῳ. τρίτον δέ ἐστιν ἄγριον, | |
μικρόν, παρόμοιον ἀρνογλώσσῳ, μαλακόν, ταπεινόν. ἔστι δὲ | 188 in vol. 1 | |
5 | καὶ τέταρτον εἶδος αὐτοῦ, ὃ ἔνιοι ὀξαλίδα 〈ἢ ἀναξυρίδα〉 ἢ λά‐ παθον ἄγριον καλοῦσιν, οὗ 〈τὰ〉 φύλλα ὅμοια τῷ ἀγρίῳ καὶ μικρῷ λαπάθῳ, καυλὸς δὲ οὐ μέγας, ἄποξυς, καρπὸς δὲ ἐρυ‐ θρός, δριμὺς ἐπὶ τοῦ καυλοῦ ἐπὶ παραφυάδων. | |
2.114.2 | πάντων δὲ τὸ λάχανον μαλάσσει κοιλίαν ἑψηθέν. αὐτὸ δὲ ὠμὸν καταπλασσόμενον μελικηρίδας σὺν ῥοδίνῳ ἢ κρόκῳ δια‐ φορεῖ. τὸ δὲ σπέρμα τοῦ ἀγρίου καὶ τοῦ ὀξυλαπάθου καὶ τῆς ὀξαλίδος πίνεται ὠφελίμως μεθ’ ὕδατος ἢ οἴνου πρὸς δυσεν‐ | |
5 | τερίαν καὶ κοιλιακὴν διάθεσιν καὶ ἄσην στομάχου καὶ πρὸς σκορπίου πληγήν· καὶ εἰ προπίοι δέ τις, οὐδὲν πείσεται πλη‐ γείς. αἱ δὲ ῥίζαι αὐτῶν, ἑφθαί 〈τε〉 καὶ ὠμαὶ σὺν ὄξει κατα‐ πλασθεῖσαι, θεραπεύουσι λέπρας, λειχῆνας, ὄνυχας λεπρούς· δεῖ δὲ προανατρίβειν τὸν τόπον ἐν ἡλίῳ νίτρῳ καὶ ὄξει· πραύνει | |
10 | δὲ καὶ κνησμοὺς τὸ ἀφέψημα αὐτῶν περιαντλούμενον 〈ἢ τῷ | |
2.114.3 | λουτρῷ μειγνύμενον〉. παρηγοροῦσι δὲ καὶ ὀδονταλγίας ἑψόμεναι ἐν οἴνῳ καὶ διακλυζόμεναι, διαφοροῦσι καὶ χοιράδας καὶ παρω‐ τίδας ἑφθαὶ ἐν οἴνῳ καταπλασθεῖσαι, σπλῆνα δὲ σὺν ὄξει 〈τήκει〉. καὶ ἐνδέσματι δέ τινες χρῶνται ταῖς ῥίζαις πρὸς χοιράδας, | |
5 | περιάπτοντες τῷ τραχήλῳ· ἱστᾶσι καὶ ῥοῦν γυναικεῖον προστε‐ θεῖσαι λεῖαι. ἑψηθεῖσαι δὲ ἐν οἴνῳ καὶ πινόμεναι ἰκτερικοὺς ἀποθεραπεύουσι καὶ λίθους τοὺς ἐν κύστει θρύπτουσιν ἔμμηνά τε ἄγουσι σκορπιοπλήκτοις τε βοηθοῦσιν. | 189 in vol. 1 |
2.115.1 | ἱππολάπαθον λάπαθόν ἐστι μέγα, ἐν ἕλεσι γεννώ‐ μενον. δύναμιν δὲ ἔχει τὴν αὐτὴν τοῖς προειρημένοις. | |
2.116.1 | λαμψάνη λάχανόν ἐστιν ἄγριον, τροφιμώτερον καὶ εὐστομαχώτερον τοῦ λαπάθου, οὗ τὰ φύλλα καὶ ὁ καυλὸς ἐσθί‐ εται ἑφθά. | 190 in vol. 1 |
2.117.1 | βλίτον λαχανεύεται καὶ τοῦτο. ἔστι δὲ εὐκοίλιον, οὐδεμίαν ἔχον φαρμακώδη δύναμιν. | |
2.118.1 | μολόχη· ἐδωδιμωτέρα ἡ κηπευτὴ μᾶλλον τῆς χερσαίας, κακοστόμαχος δὲ καὶ εὐκοίλιος, καὶ μᾶλλον οἱ καυλοί, ἐντέροις δὲ καὶ κύστει ὠφέλιμος. | |
δύναμιν δὲ ἔχει τὰ φύλλα ὠμὰ μασηθέντα καὶ ἐπιπλα‐ | 191 in vol. 1 | |
5 | σθέντα μετ’ ὀλίγων ἁλῶν αἰγιλώπια ἀνασκευάζειν· πρὸς μέντοι τὴν ἀπούλωσιν δίχα τῶν ἁλῶν χρηστέον αὐτῇ. ποιεῖ δὲ καὶ πρὸς σφηκῶν καὶ μελισσῶν πληγὰς καταπλασσομένη· κἂν περιχρί‐ σηται δέ τις αὐτοῖς ὠμοῖς λείοις σὺν ἐλαίῳ, ἄπληκτος διαμένει· | |
2.118.2 | μετὰ δὲ οὔρου καταπλασθέντα ἀχῶρας καὶ πίτυρα ἰᾶται. ἑφθὰ δὲ λεῖα τὰ φύλλα σὺν ἐλαίῳ ἐπιτιθέμενα πυρίκαυτα καὶ ἐρυσι‐ πέλατα ὠφελεῖ. τὸ δὲ ἀφέψημα αὐτῆς μαλακτικὸν ἐγκάθισμα ὑστέρας, εἴς τε ἐνέματα πρὸς δηγμοὺς ἐντέρων καὶ μήτρας καὶ | |
5 | δακτυλίου ἁρμόδιον. ὁ δὲ ζωμὸς σὺν ταῖς ῥίζαις βοηθεῖ ἑψό‐ μενος πᾶσι τοῖς θανασίμοις· ἐξερᾶν δὲ δεῖ συνεχῶς πίνοντας. ὠφελεῖ δὲ καὶ φαλαγγιοδήκτους καὶ γάλα κατασπᾷ. ὁ δὲ καρ‐ πὸς μιγέντος αὐτῷ λωτοῦ ἀγρίου σπέρματος πινόμενος μετ’ οἴνου τὰ περὶ κύστιν ἀλγήματα παύει. | |
2.119.1 | ἀνδράφαξυς λάχανον γνώριμον· διττόν, τὸ μὲν ἄγριον τὸ δὲ κηπευτόν, λαχανεύεται δὲ ἑφθόν. ἔστι δὲ κοιλίας μαλακτικόν, καταπλασσόμενον δὲ ὠμόν τε καὶ ἑφθὸν φύγεθλα διαφορεῖ. ὁ δὲ καρπὸς αὐτῆς πινόμενος μετὰ μελικράτου ἴκ‐ | |
5 | τερον θεραπεύει. | 192 in vol. 1 |
2.120.1 | κράμβη ἥμερος εὐκοίλιος ἀκρόζεστος ἐσθιομένη, ἡ δὲ καθεψηθεῖσα κοιλίαν ἵστησι καὶ μᾶλλον ἡ δίεφθος καὶ ἐν κονίᾳ ἑψηθεῖσα· κακοστόμαχος δὲ καὶ μᾶλλον δριμυτέρα ἡ θερινή, ἡ δὲ ἐν Αἰγύπτῳ διὰ πικρίαν ἄβρωτος. ἀμβλυωποῦσι | |
5 | δὲ βοηθεῖ καὶ τρομώδεσιν ἐσθιομένη, καὶ τὰς ἐκ κραιπάλης δὲ καὶ οἴνων κακίας σβέννυσιν ἐπιλαμβανομένη. τὸ δὲ ἀπ’ αὐτῆς κύημα εὐστομαχώτερον καὶ οὐρητικώτερον, ταριχευθὲν δὲ κακο‐ | |
2.120.2 | στόμαχον καὶ κοιλίας ταρακτικόν. ὁ δὲ χυλὸς αὐτῆς ὠμῆς μετὰ ἴριδος καὶ νίτρου καταπινόμενος κοιλίαν μαλάττει, μετ’ οἴνου δὲ ποθεὶς ἐχεοδήκτοις βοηθεῖ, σὺν τηλίνῳ δὲ ἀλεύρῳ καὶ ὄξει ποδαγρικοῖς καὶ ἀρθριτικοῖς, ἕλκεσί τε ῥυπαροῖς καὶ παλαιοῖς | |
5 | ἐπιπλαττόμενος ἁρμόζει, ἐγχεόμενός τε καθ’ ἑαυτὸν ταῖς ῥισὶ κεφαλὴν καθαίρει· μετὰ δὲ αἰρίνου ἀλεύρου προστεθεὶς κατα‐ μήνια ἄγει. τὰ δὲ φύλλα 〈λεῖα〉 καταπλασσόμενα καθ’ ἑαυτὰ ἢ μετὰ ἀλφίτων ποιεῖ πρὸς πᾶσαν φλεγμονὴν καὶ οἰδήματα, | |
καὶ ἐρυσιπέλατα καὶ ἐπινυκτίδας καὶ λέπρας ἰᾶται. μεθ’ ἁλῶν | 193 in vol. 1 | |
10 | δὲ ἄνθρακας περιρρήττει· ἴσχει δὲ καὶ ῥύσιν τῶν ἐν κεφαλῇ | |
2.120.3 | τριχῶν. ὠμὰ δὲ ἐσθιόμενα μετ’ ὄξους σπληνικοὺς ὠφελεῖ, διαμασώμενα δὲ φωνῆς ἀποκοπὴν καθίστησι τοῦ χυλοῦ κατα‐ πινομένου, καὶ τὸ ἀφέψημα δὲ αὐτῆς κοιλίαν καὶ ἔμμηνα κινεῖ πινόμενον. τὸ δὲ ἄνθος ἀτόκιον μετὰ τὴν ἀποκύησιν προστε‐ | |
5 | θὲν ἐν πεσσῷ. τὸ δὲ σπέρμα μάλιστα τῆς ἐν Αἰγύπτῳ γεννω‐ μένης πινόμενον ἕλμινθας ἐκτινάσσει· μίσγεται δὲ καὶ εἰς ἀντι‐ δότους θηριακάς, πρόσωπόν τε ἀποκαθαίρει καὶ φακούς. οἱ δὲ καυλοὶ χλωροὶ κατακαέντες σὺν ταῖς ῥίζαις καὶ ἀναλημφθέν‐ τες στέατι χοιρείῳ παλαιῷ πλευρᾶς χρόνια ἀλγήματα ἐπιτε‐ | |
10 | θέντες παύουσιν. | |
2.121.1 | κράμβη ἀγρία φύεται ὡς ἐπὶ τὸ πολὺ ἐν παραθα‐ λασσίοις τόποις καὶ κρημνώδεσιν, ἐοικυῖα τῇ ἡμέρῳ, λευκοτέρα δέ ἐστι καὶ δασυτέρα καὶ πικρά. τὸ δὲ κύημα αὐτῆς ἐν κονίᾳ ἑψηθὲν οὐκ ἄστομον. | |
5 | δύναμιν δὲ ἔχει τὰ φύλλα καταπλασσόμενα κολλητικὴν τραυ‐ μάτων καὶ διαφορητικὴν οἰδημάτων καὶ φλεγμονῶν. | |
2.122.1 | ἡ δὲ θαλασσία λεγομένη κράμβη ἐξήλλακται τῷ παντὶ τῆς ἡμέρου, ἔχουσα φύλλα μακρὰ τῇ στρογγύλῃ ἀριστο‐ λοχείᾳ ὅμοια. ἐκπέφυκε δὲ ἕκαστον αὐτῶν ἀπὸ κλωνίων ὑπε‐ ρύθρων ἐξ ἑνὸς μόσχου ὥσπερ κισσός· ἔχει δὲ καὶ ὀπὸν λευκόν, | 194 in vol. 1 |
5 | οὐ πολύν. ἔστι δὲ τῇ γεύσει ὑφάλμυρος καὶ ποσῶς ἔμπικρος κατὰ τὴν γεῦσιν. ὅλη δὲ ἡ πόα λυτικωτάτη κοιλίας ἑφθὴ βρωθεῖσα. συνέ‐ ψουσι δὲ αὐτῇ ἔνιοι διὰ τὴν δριμύτητα τὰ λιπαρὰ τῶν κρεῶν. | |
2.123.1 | σεῦτλον διττόν ἐστιν, οὗ τὸ μὲν μέλαν σταλτικώτερον κοιλίας σὺν φακῇ ἑψηθέν, καὶ μᾶλλον ἡ ῥίζα, τὸ δὲ λευκὸν εὐκοίλιον. κακόχυμα δὲ ἀμφότερα διὰ τὸ ἐν αὐτοῖς νιτρῶδες, ὅθεν ὁ χυλὸς αὐτῶν καθαίρει κεφαλὴν ῥινὶ ἐγχεόμενος μετὰ | |
5 | μέλιτος καὶ ὠταλγίας ὠφελεῖ. τὸ δὲ τῶν ῥιζῶν καὶ τῶν φύλ‐ λων ἀφέψημα πιτύρων καὶ κονίδων σμηκτικὸν καὶ χιμέτλης πραυντικὸν καταντλούμενον. ὠμοῖς δὲ τοῖς φύλλοις καταπλάσ‐ | |
σειν δεῖ ἀλφοὺς προεκνιτρωθέντας καὶ ἀλωπεκίας προκατα‐ κνισθείσας καὶ τὰ νεμόμενα ἕλκη. ἑφθὴ δὲ ἐξανθήματα καὶ | 195 in vol. 1 | |
10 | πυρίκαυτα καὶ ἐρυσιπέλατα ἰᾶται. | |
2.124.1 | ἀνδράχνη δύναμιν ἔχει στυπτικήν, 〈ψυκτικήν〉. κατα‐ πλασσομένη δὲ μετ’ ἀλφίτου βοηθεῖ κεφαλῆς ἀλγήμασι καὶ ὀφθαλμῶν φλεγμοναῖς καὶ ταῖς ἄλλαις καὶ στομάχου πυρώ‐ σει καὶ ἐρυσιπέλατι καὶ κύστεως ἀλγήματι. βρωθεῖσα δὲ | |
5 | αἱμωδίαν καὶ στομάχου καὶ ἐντέρων πύρωσιν καὶ ῥευματισ‐ μὸν πραύνει, νεφρούς τε δακνομένους καὶ κύστιν εὖ διατί‐ | |
2.124.2 | θησι καὶ τὰς πρὸς συνουσίαν ὁρμὰς ἐκλύει. παραπλησίως δὲ καὶ ὁ χυλὸς αὐτῆς ἐνεργεῖ πινόμενος καὶ ἐν πυρετοῖς ποιῶν, | |
καὶ πρὸς ἕλμεις στρογγύλας καὶ αἵματος πτύσιν καὶ δυσεν‐ τερίαν καὶ πρὸς αἱμορροίδα καὶ πρὸς σηπὸς δήγματα. καὶ | 196 in vol. 1 | |
5 | εἰς τὰ ὀφθαλμικὰ δὲ χρησίμως μείγνυται, ἔγκλυσμά τέ ἐστιν ἐντέρων ῥευματιζομένων καὶ ὀδαξωμένης μήτρας, καὶ πρὸς τὰς ἐξ ἐγκαύσεως κεφαλαλγίας σὺν ῥοδίνῳ ἐλαίῳ ἔμβρεγμα, πρός τε τὰ ἐν κεφαλῇ ἐξανθήματα σὺν οἴνῳ σμῆγμα, πρὸς τραύματα δὲ σφακελίζοντα σὺν ἀλφίτοις καταπλασσόμενος. | |
2.125.1 | ἀσπάραγος πετραῖος ἢ μυάκανθος, οἱ δὲ ὅρμινον καλοῦσιν, οὗ τὸ καυλίον ἑψηθὲν καὶ βρωθὲν κοιλίαν μαλάσσει καὶ οὖρα κινεῖ. τῶν δὲ ῥιζῶν τὸ ἀφέψημα πινόμενον βοηθεῖ δυσουροῦσιν, ἰκτερικοῖς, ἰσχιαδικοῖς, φαλαγγιοδήκτοις δὲ μετ’ | |
5 | οἴνου ἀφηψημένον, καὶ ὀδονταλγοῦσι δὲ κρατουμένου τοῦ ἀφε‐ ψήματος ἐπὶ τῷ πονοῦντι ὀδόντι. ποιεῖ δὲ πρὸς τὰ αὐτὰ καὶ | |
τὸ σπέρμα πινόμενον. φασὶ δὲ καὶ τοὺς κύνας πιόντας τὸ ἀφέψημα αὐτοῦ θνῄσκειν. ἔνιοι δὲ ἱστορήκασιν ὅτι, ἐάν τις κριοῦ κέρατα συγκόψας κατορύξῃ, φύεται ἀσπάραγος. | 197 in vol. 1 | |
2.126.1 | ἀρνόγλωσσον, οἱ δὲ ἑπτάπλευρον, οἱ δὲ πολύ‐ πλευρον· διττόν ἐστι, τὸ μὲν μικρὸν τὸ δὲ μεῖζον. ἔχει δὲ τὸ μὲν μικρὸν φύλλα στενότερα καὶ μικρότερα καὶ λειότερα, καυ‐ λὸν γωνιοειδῆ, [καὶ] κεκλιμένον ὡς ἐπὶ τὴν γῆν, ἄνθη ὠχρά, τὸ | |
5 | δὲ σπέρμα ἐπ’ ἄκρῳ τῷ καυλῷ. τὸ δὲ μεῖζον εὐερνέστερον, | |
πλατύφυλλον, λαχανῶδες· καυλὸς δὲ καὶ ἐπὶ τούτῳ γωνιοειδής, ὑπέρυθρος, ὕψος πήχεως, ἐκ μέσου μέχρι κορυφῆς στέρματι περιεχόμενος λεπτῷ. ῥίζαι δὲ ὕπεισιν ἁπαλαί, δασεῖαι, λευκαί, πάχος δακτύλου. γεννᾶται δὲ πρὸς τοῖς τέλμασι καὶ φραγμοῖς | 198 in vol. 1 | |
10 | καὶ 〈ἐν〉 ἐνίκμοις τόποις· εὐχρηστότερον δὲ τὸ μέγα. | |
2.126.2 | δύναμιν δὲ ἔχει τὰ φύλλα στυπτικήν, ξηραντικήν, ὅθεν καταπλασσόμενα πρὸς πάντα τὰ κακοήθη καὶ ἐλεφαντιῶντας καὶ ῥευματικὰ καὶ ἀκάθαρτα ἕλκη ἁρμόζει. ἐπέχει δὲ καὶ αἱ‐ μορραγίας, νομάς, ἄνθρακας, ἕρπητας, ἐπινυκτίδας· ἀπουλοῖ | |
5 | καὶ χρόνια ἕλκη καὶ ἀνώμαλα καὶ τὰ χειρώνια ἰᾶται καὶ κόλ‐ πους παρακολλᾷ, καὶ κυνόδηκτα καὶ πυρίκαυτα, φλεγμονάς, παρωτίδας, φύγεθλα, χοιράδας καὶ αἰγίλωπας σὺν ἁλσὶν ἐπι‐ πλασσόμενα ὠφελεῖ. ἑφθὸν δὲ τὸ λάχανον μεθ’ ἁλῶν καὶ ὄξους λαμβανόμενον δυσεντερικοῖς καὶ κοιλιακοῖς ἁρμόζει· | |
10 | δίδοται δὲ καὶ μετὰ φακῆς ἀντὶ σεύτλου συνεψόμενον, καὶ πρὸς λευκοφλεγματίας μετὰ τὸ ξηροφαγῆσαι μέση δίδοται ἡ πόα ἑφθή· ποιεῖ δὲ καὶ ἐπιλημπτικοῖς καὶ ἀσθματικοῖς διδο‐ | |
2.126.3 | μένη. ὁ δὲ χυλὸς τῶν φύλλων τὰς ἐν στόματι νομὰς ἀνακα‐ θαίρει συνεχῶς διακλυζόμενος, σὺν δὲ κιμωλίᾳ ἢ ψιμυθίῳ ἐρυσιπέλατα ἰᾶται, σύριγγάς τε ἐγκλυζόμενος ὠφελεῖ, καὶ πρὸς ὠταλγίας καὶ ὀφθαλμίας ἐνσταζόμενος ὁ χυλὸς καὶ κολλυρίοις | 199 in vol. 1 |
5 | μισγόμενος, καὶ πρὸς οὖλα αἱμασσόμενα καὶ πρὸς αἷμα ἀνά‐ γοντας πινόμενος, καὶ πρὸς φθισικοὺς καὶ ἐπὶ δυσεντερικῶν ἐγκλυζόμενος· πίνεται δὲ καὶ πρὸς φθίσιν, καὶ πρὸς ὑστερικὰς | |
2.126.4 | πνίγας προστίθεται ἐν ἐρίῳ καὶ ὑστέρᾳ ῥευματιζομένῃ. καὶ ὁ καρπὸς δὲ πινόμενος μετ’ οἴνου τοὺς τῆς κοιλίας ῥευματισμοὺς καὶ πτύσεις αἵματος ἐπέχει. ἡ δὲ ῥίζα ἀφεψηθεῖσα καὶ δια‐ κλυζομένη ἢ αὐτὴ διαμασωμένη ὀδονταλγίας παύει. πρὸς δὲ | |
5 | τὰ ἐν κύστει 〈ἕλκη〉 καὶ νεφροῖς δίδοται καὶ τὰ φύλλα καὶ ἡ ῥίζα μετὰ γλυκέος. φασὶ δὲ ῥίζας ἁδρὰς τρεῖς ποθείσας μετ’ οἴνου κυάθων τριῶν καὶ ὕδατος ἴσου τριταίῳ βοηθεῖν, τεταρταίῳ δὲ τέσσαρας ῥίζας. ἔνιοι δὲ καὶ ἐνδέσματι χρῶνται ταῖς ῥίζαις πρὸς χοιράδας διαφορούσαις. | |
2.127.1 | σίον φύεται ἐν τοῖς ὕδασι. θαμνίον λιπαρόν, ὀρθόν, φύλλα ἔχον ἱπποσελίνῳ ἐοικότα, μικρότερα δὲ καὶ ἀρωματί‐ ζοντα, ἅπερ ἐσθιόμενα ἑφθά τε καὶ ὠμὰ λίθους θρύπτει καὶ ἐκκρίνει, οὖρά τε κινεῖ καὶ ἔμμηνα ἄγει καὶ ἔμβρυα, δυσεντερι‐ | 200 in vol. 1 |
5 | κοῖς τε χρήσιμα βρωθέντα. Κρατεύας δὲ ἱστορεῖται περὶ αὐτοῦ οὕτως· πόα θαμνοειδής, ὀλίγη, ἔχουσα πολλὰ φύλλα περι‐ φερῆ, μείζονα ἡδυόσμου, μέλανα, λεῖα, παρεγγίζοντα εὐζώμῳ. | |
2.128.1 | σισύμβριον· οἱ δὲ καρδαμίνην, οἱ δὲ καὶ τοῦτο σίον καλοῦσιν. ἔνυδρός ἐστι πόα, κατὰ τὰ αὐτὰ τῷ σίῳ γεννωμένη. καρδαμίνην δ’ ἔνιοι λέγουσι διὰ τὸ ἐοικέναι καρδάμῳ κατὰ τὴν γεῦσιν. φύλλα δὲ ἔχει τὰ μὲν πρῶτα περιφερῆ, αὐξανόμενα | |
5 | δὲ σχίζεται ὡς τὰ τοῦ εὐζώμου. ἔστι δὲ θερμαντικά, διουρη‐ τικά· βιβρώσκεται δὲ καὶ ὠμά. ἀποκαθαίρει δὲ καὶ φακοὺς καὶ ἔφηλιν καταπλασθέντα δι’ ὅλης τῆς νυκτός, ἕωθεν δὲ ἀπο‐ κλυσθέντα. | |
2.129.1 | κρῆθμον θαμνῶδές ἐστι βοτάνιον, ἀμφιλαφές, περὶ πῆχυν τὸ ὕψος, φυόμενον ἐν πετρώδεσι καὶ παραθαλασσίοις τόποις, φύλλοις περίπλεον λιπαροῖς καὶ ὑπολεύκοις, τοῖς τῆς ἀνδράχνης παρεοικόσι, πλατυτέροις μέντοι καὶ ἐπιμηκεστέροις, | 201 in vol. 1 |
5 | ἁλμυρίζουσι δὲ πρὸς τὴν γεῦσιν· ἄνθη λευκά, τὸν δὲ καρπὸν ὥσπερ λιβανωτίδος, μαλακόν, εὐώδη, στρογγύλον, ὃς ξηρανθεὶς διίσταται καὶ ἔνδον ὡς πυρὸν ἔχει τὸ σπέρμα, ῥίζας δὲ δακ‐ τύλου τὸ πάχος τρεῖς ἢ τέσσαρας, εὐώδεις, ἡδείας. δύναται δὲ ὁ καρπὸς καὶ τὰ φύλλα καὶ ἡ ῥίζα ἐναφεψη‐ | |
10 | θέντα οἴνῳ καὶ πινόμενα βοηθεῖν δυσουροῦσι καὶ ἰκτερικοῖς· κινεῖ καὶ καταμήνια, καὶ λαχανεύεται ἑφθόν τε καὶ ὠμὸν ἐσθιό‐ μενον. καὶ ταριχεύεται δὲ ἐν ἅλμῃ. | |
2.130.1 | κορωνόπους πρόμηκές ἐστι βοτάνιον, κατὰ τοῦ ἐδά‐ φους κατεστρωμένον, κατεσχισμένον τὰ φύλλα· λαχανεύεται δὲ καὶ τοῦτο ἑφθόν. | |
τούτου ποιεῖ ἡ ῥίζα πρὸς κοιλιακοὺς ἐσθιομένη. | 202 in vol. 1 | |
2.131.1 | σόγχου δύο ἐστὶν εἴδη· τὸ μὲν γάρ ἐστιν ἀγριώτερον καὶ ἀκανθωδέστερον τὸ δὲ τρυφερώτερον καὶ ἐδωδιμώτερον· καυλὸς δὲ γωνιοειδής, ὑπέρυθρος, κενός· φύλλα δὲ ἔχει ἐκ δια‐ στημάτων ἐσχισμένα τὴν περιφέρειαν. | |
5 | δύναμις δὲ αὐτῶν ἐστι ψυκτική, μετρίως ὑποστύφουσα, ὅθεν στομάχῳ καυσουμένῳ καὶ φλεγμοναῖς καταπλασσόμενα ἁρμόζουσιν· ὁ δὲ χυλὸς καταρροφούμενος δηγμοὺς στομάχου παύει καὶ γάλα κατασπᾷ, προστεθεὶς δὲ ἐν ἐρίῳ δακτυλίου καὶ μήτρας φλεγμοναῖς βοηθεῖ. ἡ δὲ πόα καὶ ἡ ῥίζα καταπλα‐ | |
10 | σθεῖσα σκορπιοπλήκτοις ἀρήγει. | |
2.132.1 | σέρις ἀγρία καὶ ἥμερος, ὧν ἡ μὲν ἀγρία πικρὶς ἢ κιχόριον καλεῖται, ἥτις ἐστὶ καὶ πλατυφυλλοτέρα καὶ εὐστο‐ μαχωτέρα τῆς κηπευτῆς. καὶ τῆς κηπευτῆς δὲ διττὸν εἶδος· ἡ μὲν γάρ τίς ἐστι θριδακωδεστέρα καὶ πλατύφυλλος ἡ δὲ στενό‐ | 203 in vol. 1 |
5 | φυλλος καὶ ἔμπικρος. | |
2.132.2 | πᾶσαι δὲ στυπτικαὶ καὶ ψυκτικαὶ καὶ εὐστόμαχοι. ἱστᾶσι δὲ καὶ κοιλίαν ἑφθαὶ μετ’ ὄξους λαμβανόμεναι, καὶ μάλιστα αἱ ἄγριαι εὐστομαχώτεραι· βρωθεῖσαι γὰρ ἀτονοῦντα στόμαχον παρηγοροῦσι καὶ καυσούμενον 〈καὶ〉 καταπλασσόμεναι σὺν ἀλ‐ | |
5 | φίτῳ καὶ καθ’ ἑαυτάς, καὶ καρδιακοῖς εἰσι κατάπλασμα· χρή‐ σιμοι δὲ καὶ ποδάγραις καὶ ὀφθαλμῶν φλεγμοναῖς βοηθοῦσιν. ἡ δὲ πόα καὶ ἡ ῥίζα καταπλασθεῖσα σκορπιοπλήκτοις ἀρήγει καὶ ἐρυσιπέλασι σὺν ἀλφίτῳ. σὺν ψιμυθίῳ δὲ καὶ ὄξει ὁ χυλὸς αὐτῶν ἐπίχριστος τῶν ψύξεως δεομένων. | |
2.133.1 | χονδρίλη· τὰ μὲν φύλλα καὶ τὸν καυλὸν καὶ τὰ ἄνθη ἔχει κιχορίῳ ὅμοια, ὅθεν καὶ εἶδος σέριδος ἀγρίας αὐτό τινες εἶπον, λεπτότερον δὲ τὸ ὅλον. περὶ δὲ τῷ κλωναρίῳ αὐτῆς εὑρίσκεται κόμμι ὅμοια μαστίχῃ, μεγέθει κυαμιαῖα, ἅ τινα | 204 in vol. 1 |
5 | προστεθέντα λεῖα μετὰ σμύρνης ἐν ὀθονίῳ μέγεθος ἐλαίας ἔμμηνα ἄγει. ἡ δὲ πόα σὺν τῇ ῥίζῃ κοπεῖσα εἰς τροχίσκους ἀναπλάσσεται μειγνυμένου μέλιτος, οἵτινες διεθέντες καὶ νίτρῳ μιγέντες ἀλφοὺς ἀποσμήχουσιν· ἀνακολλᾷ δὲ καὶ τρίχας τὸ | |
2.133.2 | κόμμι. καὶ ἡ ῥίζα δὲ πρόσφατος ποιεῖ εἰς τὰ αὐτά, βαπτο‐ μένης εἰς αὐτὴν βελόνης καὶ προσαγομένης ταῖς θριξίν· ἁρμόζει δὲ καὶ πρὸς ἔχεις σὺν οἴνῳ πινομένη, καὶ κοιλίαν ἵστησιν ὁ χυλὸς αὐτῆς ἑψηθεὶς σὺν οἴνῳ καὶ ποθείς, καὶ καθ’ ἑαυτόν. | |
5 | ἔστι δὲ καὶ ἕτερον εἶδος χονδρίλης, φύλλον δὲ ἔχει περι‐ βεβρωμένον, πρόμηκες, ἐπὶ γῆς ἐστρωμένον, καυλὸν δὲ ὀποῦ μεστόν, ῥίζαν δὲ λεπτήν, ἔπακμον, κούφην, στρογγύλην, ὑπό‐ ξανθον, ὀποῦ μεστήν. δύναμιν δ’ ἔχει ὁ καυλὸς καὶ τὰ φύλλα πεπτικήν. ὁ δὲ | |
10 | ὀπὸς τριχῶν τῶν ἐν βλεφάροις ἀνακολληνικός. φύεται δὲ ἐν γεώδεσι καὶ ἐργασίμοις χωρίοις. | |
2.134.1 | κολόκυνθα ἐδώδιμος ὠμὴ καταπλασθεῖσα λεία οἰδήματα καὶ ἀποστήματα πραύνει. τὸ δὲ ξύσμα αὐτῆς παι‐ δίοις σειριῶσιν ὠφελίμως κατὰ τοῦ βρέγματος καταπλάσσεται, καὶ πρὸς ὀφθαλμοῦ φλεγμονὰς καὶ ποδαγρικὰς ὁμοίως. ὁ δὲ | 205 in vol. 1 |
5 | χυλὸς τῶν ξυσμάτων ὠταλγίας καθ’ ἑαυτὸν καὶ μετὰ ῥοδίνου ἐγχυματιζόμενος ὠφελεῖ, καὶ πρὸς καυσουμένην ἐπιφάνειαν ἐγ‐ χριόμενος ὠφελεῖ. ὅλης δὲ αὐτῆς ἀποζεσθείσης καὶ ἐκθλιβεί‐ σης ὁ χυλὸς πινόμενος, μετὰ μέλιτος βραχέος καὶ νίτρου κοι‐ λίαν λύει κούφως. καὶ εἴ τις κοιλάνας αὐτὴν ὠμὴν ἐγχέας τε | |
10 | οἶνον καὶ ἐξαιθριάσας κεράσας τε δοίη πιεῖν, μαλάσσει κοιλίαν κούφως. | |
2.135.1 | σίκυς ἥμερος εὐκοίλιος, εὐστόμαχος, ψυκτικός, οὐ φθειρόμενος, κύστει ἁρμόδιος, ἀνακτητικὸς λειποθυμιῶν ὀσφραι‐ νόμενος. καὶ τὸ σπέρμα 〈δὲ〉 αὐτοῦ μετρίως οὐρητικόν, ἁρμό‐ ζον σὺν γάλακτι ἢ γλυκεῖ πρὸς τὰς ἐν κύστει ἑλκώσεις. τὰ | |
5 | δὲ φύλλα αὐτοῦ σὺν οἴνῳ καταπλασθέντα κυνόδηκτα ἰᾶται, σὺν μέλιτι δὲ καὶ ἐπινυκτίδας. | |
ἡ δὲ τοῦ πέπονος σὰρξ καὶ αὐτὴ πεπτική, οὐρητικὴ ἐσθιομένη, καταπλασθεῖσα δὲ ὀφθαλμοῦ φλεγμονὰς πραύνει. | 206 in vol. 1 | |
2.135.2 | τὸ δὲ δέρμα αὐτοῦ σειριῶσι παιδίοις ἐπιτίθεται ἐπὶ τοῦ βρέγ‐ ματος, καὶ ῥαυματιζομένοις ὀφθαλμοῖς ἀντὶ ἀνακολλήματος κατὰ τοῦ μετώπου. ὁ δὲ χυλὸς σὺν τῷ σπέρματι μιγεὶς ἀλεύρῳ καὶ ξηρανθεὶς ἐν ἡλίῳ σμῆγμα γίνεται ῥυπτικὸν καὶ προσώπου | |
5 | λαμπρυντικόν. ἡ δὲ ῥίζα ξηρὰ ποθεῖσα σὺν ὑδρομέλιτι δραχ‐ μῆς 〈μιᾶσ〉 ὁλκὴ ἐμέτους κινεῖ· εἰ δέ τις πραέως ἀπὸ δείπνου ἐμέσαι θέλοι, ἀρκέσουσιν ὀβολοὶ δύο· ὑγιάζει δὲ καὶ κηρία καταπλασθεῖσα 〈λεία〉 μετὰ [τοῦ] μέλιτος. | |
2.136.1 | θρίδαξ ἥμερος εὐστόμαχος, ὑποψύχουσα, ὑπνωτική, κοιλίας μαλακτική, γάλακτος κατασπαστική· ἑψηθεῖσα δὲ γίνε‐ ται τροφιμωτέρα, ἄπλυτος δὲ ἐσθιομένη στομαχικοῖς ἁρμόζει. τὸ δὲ σπέρμα αὐτῆς πινόμενον τοῖς συνεχῶς ὀνειρώττουσι βοη‐ | |
5 | θεῖ καὶ συνουσίαν ἀποστρέφει. αὐταὶ δὲ συνεχῶς ἐσθιόμεναι | 207 in vol. 1 |
2.136.2 | ἀμβλυωπίας εἰσὶ ποιητικαί· ταριχεύονται δὲ ἐν ἅλμῃ. ἐκκαυ‐ λήσασαι δὲ ἔχουσι παρεμφέρον τι τῇ τοῦ χυλοῦ καὶ ὀποῦ δυνάμει τῇ τῆς ἀγρίας θρίδακος. ἡ δὲ ἀγρία θρίδαξ ἔοικε τῇ ἡμέρῳ, καυλωδεστέρα καὶ | |
5 | τοῖς φύλλοις λευκοτέρα καὶ ἰσχνοτέρα καὶ τραχυτέρα ὑπάρχουσα, πικρὰ δὲ πρὸς τὴν γεῦσιν. ὡμοίωται δὲ κατὰ ποσὸν τῇ δυνά‐ μει μήκωνι, ὅθεν καὶ τὸν ὀπὸν αὐτῆς ἔνιοι μίσγουσι τῷ μη‐ κωνίῳ. καθαίρει δὲ μετ’ ὀξυκράτου ποθεὶς ὁ ὀπὸς ὀβολῶν δυεῖν ὁλκὴ ὑδατώδη, ἀποκαθαίρει καὶ ἄργεμα καὶ ἀχλῦς, ποιεῖ | |
2.136.3 | καὶ πρὸς ἐπικαύσεις ἐγχριόμενος σὺν γυναικείῳ γάλακτι. ἔστι δὲ καθόλου ὑπνωτικὸς καὶ ἀνώδυνος· ἄγει δὲ καὶ ἔμμηνα, ποτί‐ ζεται δὲ καὶ πρὸς σκορπιοπλήκτους καὶ φαλαγγιοδήκτους. τὸ δὲ σπέρμα, ὥσπερ τὸ τῆς ἡμέρου ποθέν, ὀνειρωγμοὺς καὶ συν‐ | |
5 | ουσίαν ἀποστρέφει· δύναται δὲ καὶ ὁ χυλὸς πρὸς τὰ αὐτά, ἀσθενέστερον μέντοι. ἀποτίθεται δὲ ὁ ὀπὸς ἐν κεραμέοις ἀγ‐ γείοις προηλιαζόμενος ὥσπερ καὶ τὰ λοιπὰ χυλίσματα. | |
2.137.1 | γιγγίδιον· φύεται μὲν τὸ πλεῖστον ἐν Κιλικίᾳ τε καὶ | |
Συρίᾳ. βοτάνιον σταφυλίνῳ ἐοικὸς ἀγρίῳ, λεπτότερον δὲ καὶ πικρότερον, ῥίζαν ὑπόλευκον, πικρὰν ἔχον. λαχανεύεται δὲ ὠμόν τε καὶ ἑφθόν, καὶ ταριχευθὲν ἐσθίεται. ἔστι δὲ εὐστόμαχον, | 208 in vol. 1 | |
5 | οὐρητικόν. | |
2.138.1 | σκάνδιξ· καὶ τοῦτο ἄγριόν ἐστι λάχανον, ὑπόδριμυ καὶ ἔμπικρον, ἐδώδιμον, ἑφθόν τε καὶ ὠμὸν ἐσθιόμενον εὐκοί‐ λιον καὶ εὐστόμαχον, οὐρητικόν. τὸ δὲ ἀφέψημα αὐτοῦ κύστει χρήσιμον καὶ νεφροῖς καὶ ἥπατι πινόμενον. | |
2.139.1 | καυκαλίς, ἔνιοι δὲ δαῦκον ἄγριον καλοῦσι. καυλίον ἐστὶ σπιθαμιαῖον, ὑπόδασυ, φύλλα ἔχον μαράθῳ ὅμοια, λεπτο‐ σχιδῆ, δασέα, καὶ ἐπ’ ἄκρου σκιάδιον λευκόν, εὐῶδες. λαχανεύ‐ εται δὲ καὶ τοῦτο ἑφθόν τε καὶ ὠμὸν ἐσθιόμενον· ἔστι δὲ | 209 in vol. 1 |
5 | οὐρητικόν. | |
2.140.1 | εὔζωμον πλεῖον βρωθὲν συνουσίαν παρορμᾷ, καὶ τὸ σπέρμα δ’ αὐτοῦ τὸ αὐτὸ ποιεῖ, οὐρητικὸν ὑπάρχον καὶ πε‐ πτικὸν καὶ εὐκοίλιον· χρῶνται δὲ τῷ σπέρματι καὶ εἰς τὰς ἀρ‐ τύσεις τῶν ἑψημάτων. ἀποτίθενται δὲ αὐτὸ πρὸς τὸ πλείονα | |
5 | μένειν χρόνον γάλακτι ἢ ὄξει φυρῶντες καὶ ἀναπλάσσοντες τροχίσκους. γίνεται δὲ καὶ ἄγριον εὔζωμον, μάλιστα 〈δὲ〉 ἐν τῇ κατὰ τὴν ἑσπέραν Ἰβηρίᾳ, οὗ τῷ σπέρματι καὶ ἀντὶ σινήπεως οἱ τῇδε ἄνθρωποι χρῶνται. ἔστι δὲ οὐρητικώτερον καὶ δριμύτερον | |
10 | πολλῷ τοῦ ἡμέρου. | |
2.141.1 | ὤκιμον βιβρωσκόμενον πολὺ ἀμβλυωπές ἐστιν. ἔστι δὲ κοιλίας μαλακτικόν, πνευμάτων κινητικόν, οὐρητικόν, γάλα‐ κτος προκλητικόν, δυσμετάβλητον. καταπλασσόμενον δὲ σὺν ἀλ‐ φίτου πάλῃ καὶ ῥοδίνῳ καὶ ὄξει φλεγμοναῖς βοηθεῖ, καὶ δρά‐ | 210 in vol. 1 |
5 | κοντος θαλασσίου καὶ σκορπίου πληγῇ καθ’ ἑαυτό, σὺν οἴνῳ δὲ Χίῳ πρὸς ὀφθαλμῶν ὀδύνας. ὁ δὲ χυλὸς αὐτοῦ ἀποκα‐ | |
2.141.2 | θαίρει ἀχλῦς τὰς ἐν ὀφθαλμοῖς καὶ τὰ ῥεύματα ξηραίνει. τὸ δὲ σπέρμα ἁρμόζει τοῖς χολὴν μέλαιναν γεννῶσι πινόμενον, δυσουροῦσί τε καὶ πνευματουμένοις· παύει δὲ καὶ πταρμοὺς πλείονας ἐπισπώμενον δι’ ὀσφρήσεως, καὶ ἡ πόα δὲ τὸ αὐτὸ | |
5 | ποιεῖ· συμπιέζειν δὲ τοὺς ὀφθαλμοὺς δεῖ ἐπιόντος τοῦ πταρμοῦ. φυλάσσονται δέ τινες αὐτὸ καὶ οὐκ ἐσθίουσι διὰ τὸ μασηθὲν καὶ τεθὲν ἐν ἡλίῳ σκώληκας γεννᾶν. Λίβυες δὲ προσυπειλή‐ φασιν, ὅτι οἱ φαγόντες αὐτὸ καὶ πληγέντες ὑπὸ σκορπίου ἀσώ‐ στως διατίθενται. | |
2.142.1 | ὀροβάγχη· οἱ δὲ κυνομόριον, οἱ δὲ λέοντα, Κύπριοι | |
δὲ θυρσῖτιν καλοῦσι. καυλίον ἐστὶν ὑπέρυθρον, ὡς δισπιθα‐ μιαῖον, ἐνίοτε δὲ καὶ μεῖζον, ἄφυλλον, ὑπολίπαρον, τρυφερόν, ἔνδασυ, ἄνθεσιν ὑπολεύκοις ἢ μηλίζουσι κεχρημένον. ῥίζα δὲ | 211 in vol. 1 | |
5 | ὕπεστι δακτύλου τὸ πάχος, κατατιτραμένη πρὸς τὴν τοῦ καυλοῦ ξηρασίαν. δοκεῖ δὲ φυόμενον ἐν ὀσπρίοις τισὶ πνίγειν αὐτά, ὅθεν καὶ τὴν προσωνυμίαν ἔσχηκε. λαχανεύεται δὲ καὶ ὠμὸν καὶ ἑφθόν, ἐκ λοπάδος ὡς ἀσπάραγος ἐσθιόμενον, καὶ ὀσπρίοις δὲ συνεμβληθὲν τάχιον αὐτὰ δοκεῖ ἑψεῖν. | |
2.143.1 | τραγοπώγων, οἱ δὲ κόμην καλοῦσι. καυλὸς βραχύς, φύλλα κρόκῳ ὅμοια, ῥίζα μακρά, γλυκεῖα. ἐπὶ δὲ τοῦ καυλοῦ κάλυξ μεγάλη, καὶ ἐξ ἄκρου πάππος μέγας, ἀφ’ οὗ καὶ τὸ ὄνομα ἔσχηκεν. ἔστι δὲ ἡ πόα ἐδώδιμος. | |
2.144.1 | ὄρνιθος γάλα καυλίον ἐστὶ τρυφερόν, λεπτόν, ὑπό‐ λευκον, ὡς δισπιθαμιαῖον, ἄνω παραφυάδας ἔχον τρεῖς ἢ τέσ‐ σαρας ἁπαλάς, ἀφ’ ὧν ἄνθη ἔξωθεν μὲν βοτανώδη, ἀνοιχθέντα δὲ γαλακτίζοντα, καὶ μεταξὺ αὐτῶν κεφάλιον ὡς κάχρυ ἐντετμη‐ | |
5 | μένον, μετ’ ἄρτου ὡς μελάνθιον συνοπτώμενον. ῥίζα δὲ βολ‐ βοειδής, ἐσθιομένη ὠμή τε καὶ ἑφθὴ καὶ ὀπτή. | |
2.145.1 | ὕδνον ῥίζα ἐστὶ περιφερής, ἄφυλλος, ἄκαυλος, ὑπό‐ ξανθος, ἔαρος ὀρυττομένη. ἐδώδιμος δέ ἐστιν ὠμή τε καὶ ἑφθὴ ἐσθιομένη. | 212 in vol. 1 |
2.146.1 | σμῖλαξ κηπαία, ἧς ὁ καρπὸς λόβια, ὑπ’ ἐνίων δὲ ἀσπάραγος καλεῖται. φύλλα ἔχει ὅμοια κισσῷ, μαλακώτερα δέ, καυλοὺς δὲ λεπτοὺς καὶ ἕλικας περιπλεκομένας τοῖς παρα‐ κειμένοις θαμνίοις, αὐξανομένας τε ἐφ’ ἱκανὸν ὥστε καὶ σκηνο‐ | |
5 | ποιεῖσθαι. καρπὸν δὲ φέρει ὅμοιον τήλιδι, μακρότερον δὲ καὶ ἐπισωματώτερον, ἐν ᾧ σπέρματα ὅμοια νεφροῖς, οὐκ ἰσόχροα, ἐκ μέρους δὲ ὑποπυρρίζοντα. λαχανεύεται δὲ εἰς βρῶσιν ὁ καρπὸς ἑψόμενος σὺν τῷ σπέρματι ὡς ἀσπάραγος, οὐρητικὸς ὢν καὶ δυσόνειρος. | |
2.147.1 | Μηδικὴ ἔοικε μὲν ἄρτι φυομένη τριφύλλῳ τῇ ἐν χορτοκοπίοις, προάγουσα δὲ στενοφυλλοτέρα γίνεται, καυλοὺς ἀνιεῖσα τριφύλλῳ ὁμοίους, ἐφ’ οἷς τὸ σπέρμα προσπέφυκε φακοῦ τὸ μέγεθος, ἐπεστραμμένον ὡς κεράτιον, ὅπερ ξηρανθὲν | |
5 | μείγνυται ἡδύσματος χάριν τοῖς ἀρτυτοῖς ἁλσί, χλωρὸν δὲ κατα‐ πλασθὲν ὠφελεῖ τὰ ψύξεως δεόμενα. ὅλῃ δὲ τῇ πόᾳ χρῶνται οἱ κτηνοτρόφοι ἀντὶ ἀγρώστεως. | 213 in vol. 1 |
2.148.1 | ἀφάκη θάμνος ἐστὶν ἐν ἀρούραις φυόμενος, φακοῦ ὑψηλότερος, λεπτόφυλλος, τὰ δὲ ἀπ’ αὐτοῦ θυλάκια μείζονα τῶν τοῦ φακοῦ, περιεκτικὰ σπερματίων τριῶν ἢ τεσσάρων μελάνων, μικροτέρων φακοῦ. | |
5 | δύναμιν δὲ ἔχει τὰ σπερμάτια στυπτικήν, ὅθεν ἵστησι ῥεῦμα κοιλίας καὶ στομάχου φρυγόμενα καὶ ἑψόμενα ὥσπερ φακός. | |
2.149.1 | πράσον κεφαλωτὸν φυσῶδες, κακόχυμον, δυσόνει‐ ρον, οὐρητικόν, εὐκοίλιον, λεπτυντικόν, ἀμβλυωπίας ποιητικόν, καταμηνίων ἀγωγόν, βλαπτικὸν κύστεως εἱλκωμένης καὶ νεφρῶν, συνεψηθὲν δὲ πτισάνῃ καὶ βρωθὲν ἀνάγει τὰ ἐκ θώρακος. ἡ | 214 in vol. 1 |
5 | δὲ κόμη αὐτοῦ ἑψηθεῖσα ἐν θαλάσσῃ καὶ ὄξει εἰς ἐγκάθισμα χρησιμεύει πρὸς μύσιν καὶ σκληρίαν ὑστέρας· ἀπογλυκαίνεται δὲ καὶ ἀφυσότερον γίνεται δυσὶν ὕδασιν ἑψηθὲν καὶ ἀποβραχὲν | |
2.149.2 | ἐν ὕδατι ψυχρῷ. τὸ δὲ καρτὸν δριμύτερον, ἔχον τι καὶ στύ‐ ψεως, ὅθεν αἷμα ὁ χυλὸς αὐτοῦ ἵστησι σὺν ὄξει, καὶ μάλιστα τὸ ἐκ μυκτήρων φερόμενον, μάννης ἢ λιβανωτοῦ μιγέντος, ἀφρο‐ δίσιά τε παρορμᾷ, καὶ πρὸς τὰ ἐν θώρακι πάντα σὺν μέλιτι | |
5 | ἀντὶ ἐκλεικτοῦ ποιεῖ καὶ πρὸς φθίσεις· καθαίρει δὲ καὶ τὴν ἀρτηρίαν βρωθέν. ἐσθιόμενον δὲ συνεχῶς ἀμαυρωτικὸν ὄψεως | |
2.149.3 | γίνεται, καὶ κακοστόμαχον δέ ἐστιν. ἀρήγει καὶ θηριοδήκτοις σὺν μελικράτῳ πινόμενος ὁ χυλός, καὶ αὐτὸ δὲ καταπλασσό‐ μενον ὠφελεῖ· βοηθεῖ καὶ ὠταλγίαις ὁ χυλὸς καὶ ἤχοις σὺν ὄξει καὶ λιβανωτῷ ἢ γάλακτι ἢ ῥοδίνῳ ἐνσταγείς. αἴρει δὲ καὶ | |
5 | ἰόνθους τὰ φύλλα σὺν ῥοὶ τῷ ἐπὶ τὰ ὄψα καταπλασθέντα, καὶ ἐπινυκτίδας ἰᾶται, ἐσχάρας τε περιρρήττει σὺν ἁλσὶν ἐπιπλατ‐ τόμενα. τοῦ μέντοι σπέρματος δραχμαὶ δύο μετὰ μύρτων ἴσων ποθεῖσαι τὰς χρονίους ἀναγωγὰς τοῦ αἵματος ἐπέχουσιν. | |
2.150.1 | ἀμπελόπρασον κακοστομαχώτερον 〈μὲν〉 τοῦ πρά‐ σου, θερμαντικώτερον δὲ καὶ οὐρητικώτερον, καταμηνίων ἀγω‐ γόν. θηριοδήκτοις δὲ βιβρωσκόμενον ἁρμόζει. | 215 in vol. 1 |
2.151.1 | κρόμυον· δριμύτερον τὸ μακρὸν τοῦ στρογγύλου καὶ τὸ ξανθὸν τοῦ λευκοῦ καὶ τὸ ξηρὸν τοῦ χλωροῦ καὶ τὸ ὠμὸν τοῦ ὀπτοῦ καὶ ταριχηροῦ. ἔστι δὲ ἅπαντα δηκτικὰ καὶ πνευ‐ ματωτικά, ὀρέξεως ἐκκλητικά, λεπτυντικά, διψώδη, ἀσώδη, ἀπο‐ | |
5 | καθαρτικά, εὐκοίλια, ἀναστομωτικὰ ἐκκρίσεων τῶν τε ἄλλων καὶ αἱμορροίδων, ἀντὶ βαλάνου δὲ προστίθεται λεπισθέντα καὶ εἰς ἔλαιον ἐμβληθέντα. ὁ δὲ χυλὸς ἐγχριόμενος σὺν μέλιτι βοηθεῖ ἀμβλυωπίαις, ἀργέμοις, νεφελίοις καὶ ἀρχομένοις ὑπο‐ χεῖσθαι καὶ συναγχικοῖς διαχρισθείς· κινεῖ καὶ καταμήνια, ἔγ‐ | |
10 | χυτός τε διὰ ῥινὸς καθαρτικὸς κεφαλῆς, κυνοδήκτοις τε κατά‐ | |
2.151.2 | πλασμα μεθ’ ἁλὸς καὶ πηγάνου καὶ μέλιτος. σὺν ὄξει δὲ ἐν | |
ἡλίῳ καταχρισθεὶς ἀλφοὺς ἰᾶται, μετ’ ἴσου δὲ σποδίου ψωρο‐ φθαλμίας παύει, καὶ ἰόνθους σὺν ἁλσὶ στέλλει. σὺν ὀρνιθείῳ δὲ στέατι πρὸς ἐκτρίμματα ὑποδημάτων χρήσιμος καὶ πρὸς | 216 in vol. 1 | |
5 | δυσηκοίαν καὶ συριγμοὺς καὶ πυορροοῦντα ὦτα ὁ χυλὸς καὶ ὕδατος 〈ἐν〉απολήμψεις, καὶ πρὸς ἀλωπεκίας παρατριβόμενος· τάχιον γὰρ ἁλκυονίου προκαλεῖται τρίχας· ἔστι δὲ καὶ κεφαλ‐ αλγές. πλείονα δὲ βρωθέντα ἐν νόσοις ληθάργους ποιεῖ, ἑψη‐ θέντα δὲ οὐρητικώτερα γίνεται. | |
2.152.1 | σκόρδου τὸ μέν 〈τί〉 ἐστιν ἥμερον καὶ κηπευτόν, καὶ τοῦτο ἐν Αἰγύπτῳ μονοκέφαλον καὶ λευκόν. καλοῦσι δὲ τὰς ἐν αὐτῷ ῥᾶγας ἄγλιθας. ἔστι δὲ καὶ ἄλλο ἄγριον, ὀφιόσκορδον καλούμενον. | 217 in vol. 1 |
5 | δύναμιν δὲ ἔχει δριμεῖαν, θερμαντικήν, ἐκκριτικὴν φυσῶν καὶ κοιλίας ταρακτικήν, ξηραντικὴν στομάχου καὶ δίψης ποιη‐ | |
2.152.2 | τικήν, ἑλκωτικὴν τῶν ἐν τῇ ἐπιφανείᾳ σωμάτων. βιβρωσκό‐ μενον δὲ ἕλμιν πλατεῖαν ἐξάγει καὶ οὖρα ἄγει, ἐχεοδήκτοις τε καὶ αἱμορροοῦσιν ἁρμόζει, ὡς οὐδὲν ἕτερον, λαμβανομένου οἴνου | |
συνεχῶς ἢ σὺν τῷ οἴνῳ λεανθὲν καὶ ποθέν. καταπλάσσεται | 218 in vol. 1 | |
5 | δὲ καὶ πρός τε ταὐτὰ καὶ ἐπὶ τῶν λυσσοδήκτων ὠφελίμως, καὶ βιβρωσκόμενον δὲ ὀνίνησι, καὶ πρὸς τοὺς ξενισμοὺς τῶν ὑδάτων ἁρμόζει· λαμπρύνει καὶ ἀρτηρίας καὶ βῆχας χρονίας παρηγορεῖ, ὠμόν τε καὶ ὀπτὸν καὶ ἑφθὸν ἐσθιόμενον, καὶ κτείνει φθεῖρας | |
2.152.3 | καὶ κονίδας σὺν ὀριγάνου ἀφεψήματι πινόμενον. καὲν δὲ καὶ φυραθὲν μέλιτι ὑπώπια καὶ ἀλωπεκίας ἰᾶται καταχριόμενον, ἐπὶ δὲ τῶν ἀλωπεκιῶν σὺν ναρδίνῳ μύρῳ, σὺν ἁλσὶ δὲ καὶ ἐλαίῳ ἐξανθήματα θεραπεύει· ἀφίστησι δὲ καὶ φακοὺς καὶ | |
5 | λειχῆνας καὶ ἀχῶρας, πίτυρα, ἀλφούς, λέπρας σὺν μέλιτι. μετὰ δᾳδίου δὲ καὶ λιβανωτοῦ καθεψηθὲν τὰς ὀδονταλγίας διακρα‐ τούμενον ἐν τῷ στόματι κουφίζει, μυγαλῆς τέ ἐστι κατάπλασμα σὺν συκῆς φύλλοις καὶ κυμίνῳ. τῆς δὲ κόμης τὸ ἀπόζεμα ἐγ‐ κάθισμα ἐμμήνων καὶ δευτέρων ἀγωγόν, καὶ ὑποθυμιᾶται δὲ | |
10 | πρὸς τὰ αὐτά. τὸ δὲ ἐξ αὐτοῦ καὶ τῆς μελαίνης ἐλαίας γινό‐ μενον τρίμμα, καλούμενον δὲ μυττωτόν, βιβρωσκόμενον οὔρησιν κινεῖ καὶ ἀναστομοῖ, χρήσιμον δὲ καὶ ὑδρωπιῶσίν ἐστιν. | |
2.153.1 | σκορδόπρασον φύεται ὡς πράσον μέγα, μετέχον | |
τῆς τοῦ πράσου καὶ σκόρδου ποιότητος, ὅθεν καὶ τὴν δύναμιν μικτὴν ἔχει, ποιοῦν ὅσα καὶ τὸ πράσον καὶ τὸ σκόρδον, ἀνει‐ μένως μέντοι. λαχανεύεται δὲ εἰς βρῶσιν ὡς τὸ πράσον ἑψό‐ | 219 in vol. 1 | |
5 | μενον καὶ ἀπογλυκαινόμενον. | |
2.154.1 | σίνηπι ἢ νᾶπυ· ἐκλέγου τὸ μὴ κατάξηρον καὶ καπυ‐ ρόν, ἁδρὸν δὲ καὶ θλασθὲν ἔνδοθεν χλωρὸν καὶ οἱονεὶ ἔγχυλον, γλαυκόν· πρόσφατον γὰρ καὶ ἀκμαῖον τὸ τοιοῦτον. δύναται δὲ θερμαίνειν, λεπτύνειν, ἐπισπᾶσθαι, ἀποφλεγ‐ | |
5 | ματίζειν διαμασηθέν. μιγεὶς δὲ ὁ χυλὸς αὐτοῦ ὑδρομέλιτι ἢ οἰνομέλιτι πρὸς ἀντιάδας καὶ τὰς χρονίους τραχύτητας τῆς | |
2.154.2 | ἀρτηρίας καὶ τυλώδεις ἀναγαργαριζόμενος ἁρμόζει. προσαχθὲν δὲ τοῖς μυκτῆρσι λεῖον πταρμοὺς κινεῖ, καὶ ἐπιλημπτικοὺς καὶ ὑστερικῶς πνιγομένας διεγείρει, καὶ ἐπὶ ληθαργικῶν καταπλάσ‐ σεται ξυρηθείσης τῆς κεφαλῆς. μιγὲν δὲ σύκοις καὶ ἐπιτεθὲν | |
5 | ἄχρι φοινίξεως ἁρμόζει πρὸς ἰσχιάδας, σπλῆνας καὶ καθόλου πᾶν χρόνιον ἄλγημα, ὅπου μεταγαγεῖν τι ἐκ βάθους εἰς τὴν ἐπιφάνειαν βουλόμεθα τῷ τῆς ἑτεροπαθείας λόγῳ· θεραπεύει καὶ ἀλωπεκίας καταπλασθέν, πρόσωπόν τε καθαίρει καὶ ὑπώ‐ | 220 in vol. 1 |
2.154.3 | πια αἴρει σὺν μέλιτι ἢ στέατι ἢ κηρωτῇ. σὺν ὄξει δὲ πρὸς λέπρας καὶ λειχῆνας ἀγρίους περιχρίεται· πίνεται δὲ καὶ πρὸς περιόδους ξηρὸν ὡς ἄλφιτα ἐπιπασσόμενον τῷ ποτῷ, ἐπι‐ σπαστικαῖς τε ἐμπλάστροις καὶ ψωρικαῖς μείγνυται χρησίμως, | |
5 | δυσηκοίαις τε καὶ ἤχοις λεῖον ἐντιθέμενον τῇ ἀκοῇ μετὰ σύκου ὠφελεῖ. ὁ δὲ χυλὸς αὐτοῦ σὺν μέλιτι ἁρμόζει πρός τε ἀμβλυ‐ ωπίας καὶ τραχέα βλέφαρα ἐγχριόμενος. χυλίζεται δὲ ἔτι χλω‐ ρὸν 〈ὂν〉 τὸ σπέρμα, καὶ τὸ ἀποθλιφθὲν ξηραίνεται ἐν ἡλίῳ. | |
2.155.1 | κάρδαμον δοκεῖ κάλλιστον εἶναι τὸ ἐν Βαβυλῶνι. | |
παντὸς δὲ τὸ σπέρμα θερμαντικόν, δριμύ, κακοστόμαχον, κοι‐ λίαν ταράσσον καὶ ἕλμινθας ἐκτινάσσον, σπλῆνα μειοῦν, ἔμβρυα φθεῖρον καὶ ἔμμηνα κινοῦν, συνουσίαν παρορμῶν· ἔοικε δὲ | 221 in vol. 1 | |
2.155.2 | σινάπει καὶ εὐζώμῳ, ἀποσμήχει λέπρας, λειχῆνας. σὺν μέλιτι δὲ σπλῆνα ταπεινοῖ καταπλασσόμενον καὶ κηρία ἀποκαθαίρει, καὶ τὰ ἐκ θώρακος ἀνάγει ἐγκαθεψόμενον ῥοφήμασιν, ἑρπετο‐ δήκτων τέ ἐστιν ἀντιφάρμακον πινόμενον· θυμιαθὲν δὲ ἑρπετὰ | |
5 | διώκει, τρίχας τε ῥεούσας ἐπέχει καὶ ἄνθρακας περιρρήττει πυοποιοῦν. σὺν ὄξει δὲ καὶ ἀλφίτοις καταπλασθὲν ἰσχιαδικοὺς ὠφελεῖ, καὶ οἰδήματα καὶ φλεγμονὰς διαφορεῖ, δοθιῆνάς τε ἐκπυοῖ σὺν ἅλμῃ καταπλασθέν. καὶ ἡ πόα δὲ τὰ αὐτὰ ποιεῖ, ἔλασσον μέντοι δύναται. | |
2.156.1 | θλάσπι βοτάνιόν ἐστι στενὸν τοῖς φύλλοις, ὡς δακ‐ τύλου τὸ μῆκος, πεπτωκόσιν ἐπὶ γῆς, ἀκροσχιδέσιν, ὑπολιπάροις· καυλὸν δὲ ἀνίησι λεπτόν, δισπίθαμον, ἀποφυάδας ὀλίγας ἔχοντα, καὶ περὶ ὅλον αὐτὸν καρπὸς ὑπόπλατυς ἐξ ἄκρου, ἐν ᾧ σπερ‐ | |
5 | μάτιον ἐμφερὲς καρδάμῳ, δισκοειδές, οἱονεὶ ἐντεθλασμένον, ἐξ οὗ καὶ τὸ ὄνομα ἔσχηκεν, ἄνθος δὲ ὑπόλευκον· ἐν ὁδοῖς καὶ ἐπὶ θριγκῶν καὶ τειχῶν φύεται. | 222 in vol. 1 |
2.156.2 | τὸ δὲ σπέρμα δριμύ, θερμαντικόν, χολὴν ἄνω τε καὶ κάτω καθαῖρον ποθὲν πλῆθος ὀξυβάφου. ἐγκλύζεται δὲ καὶ πρὸς ἰσχιαδικούς, ἄγει δὲ καὶ αἷμα, ποθὲν δὲ καὶ τὰς ἐντὸς ἀποστά‐ σεις ῥήγνυσι· κινεῖ δὲ καὶ καταμήνια καὶ ἔμβρυα φθείρει. | |
5 | ἱστορεῖται δὲ Κρατεύας καὶ ἕτερον θλάσπι, ὅ τινες Περ‐ σικὸν σίνηπι καλοῦσι, πλατύφυλλον καὶ μεγαλόρριζον. καὶ τοῦτο δὲ μείγνυται τοῖς πρὸς ἰσχιάδα διακλυσμοῖς. | |
2.157.1 | δράβη πόα 〈ἐστὶ〉 πήχεως τὸ ὕψος, ῥάβδους ἔχουσα λεπτάς· παρ’ ἑκάτερα δὲ τὰ φύλλα ὥσπερ λεπιδίου, ἁπαλώ‐ τερα δὲ καὶ λευκότερα, ἐπ’ ἄκρου δὲ σκιάδιον καθάπερ ἀκτῆς, ἔχον ἄνθη λευκά. | |
5 | ταύτης ἡ πόα συνέψεται [τῇ] πτισάνῃ, μάλιστα 〈δ’〉 ἐν Καπ‐ παδοκίᾳ. ὁ δὲ καρπὸς αὐτῆς ξηρὸς ἀντὶ πεπέρεως μείγνυται τοῖς προσοψήμασιν. | |
2.158.1 | ἐρύσιμον· φύεται μὲν περὶ τὰς πόλεις καὶ οἰκόπεδα καὶ ἐν κήποις· φύλλα δὲ ὅμοια εὐζώμῳ ἀγρίῳ ἔχει, καυλία ἱμαντώδη, ἄνθη μηλίζοντα· ἐπ’ ἄκρων δὲ λοβοὶ κερατοειδεῖς, ἰσχνοί, ὡς τήλιδος, ἐν οἷς σπερμάτια μικρά, καρδάμῳ παρα‐ | 223 in vol. 1 |
5 | πλήσια, πυρώδη κατὰ τὴν γεῦσιν, ποιοῦντα πρὸς θώρακος ῥευ‐ ματισμόν, ἐμπύους, βῆχας, ἴκτερον, ἰσχιάδα ἐκλειχόμενα σὺν μέλιτι· πίνεται καὶ πρὸς τὰ θανάσιμα φάρμακα. καταπλασ‐ σόμενον δὲ μεθ’ ὕδατος ἢ μέλιτος ὠφελεῖ καρκινώματα κρυπτά, σκληρίας, παρωτίδας, διδύμων καὶ μαστῶν φλεγμονάς, λεπτύνει | |
10 | τε καθ’ ὅλου καὶ θερμαίνει. ἐπιεικέστερον δὲ γίνεται εἰς τὰ ἐκλείγματα, ἀποβραχὲν ὕδατι καὶ φωχθὲν ἢ ἐνδεθὲν εἰς ὀθόνιον καὶ ὀπτηθὲν στέατος περιπλασθέντος. | |
2.159.1 | πέπερι δένδρον ἱστορεῖται φυόμενον ἐν Ἰνδίᾳ, καρ‐ πὸν δὲ ἀνίησι κατ’ ἀρχὰς μὲν προμήκη καθάπερ λοβούς, ὅπερ ἐστὶ 〈τὸ〉 μακρὸν πέπερι, ἔχον τὸ ἐντὸς κέγχρῳ παραπλήσιον, τὸ μέλλον ἔσεσθαι τέλειον πέπερι, ὅπερ κατὰ τοὺς οἰκείους ἀνα‐ | |
5 | πλούμενον χρόνους βότρυας ἀνίησι, κόκκους φέροντας οἷον ἐρρυσωμένους, τοὺς δὲ καὶ ὀμφακώδεις, οἵτινές εἰσι τὸ λευκὸν πέπερι, εὐτεθοῦν μάλιστα εἰς τὰ ὀφθαλμικὰ καὶ ἀντιδότους | |
2.159.2 | καὶ θηριακὰς δυνάμεις. ἔστι δὲ τὸ μὲν μακρὸν διὰ τὸ ἄωρον | |
ἐπιτηδειότερον εἰς τὰς ἀντιδότους καὶ θηριακὰς 〈δυνάμεισ〉, τὸ δὲ μέλαν δριμύτερον τοῦ λευκοῦ καὶ εὐστομώτερον καὶ μᾶλλον ἀρωματίζον διὰ τὸ εἶναι ὥριμον, εὐχρηστότερόν τε εἰς τὰς ἀρ‐ | 224 in vol. 1 | |
5 | τύσεις, τὸ δὲ λευκὸν ὀμφακίζον, ἀσθενέστερον τῶν προειρη‐ μένων. ἐκλέγου δὲ τὸ βαρύτατον καὶ πλῆρες, μέλαν, μὴ σφόδρα ῥυσόν, πρόσφατον καὶ μὴ πιτυρῶδες. εὑρίσκεται δέ τι ἐν τῷ μέλανι ἄτροφον, κενὸν καὶ κοῦφον, ὃ καλεῖται βρέγμα. | |
2.159.3 | δύναμιν δὲ ἔχει κοινῶς θερμαντικήν, πεπτικήν, οὐρητικήν, ἐπισπαστικήν, διαφορητικήν, σμηκτικὴν τῶν ταῖς κόραις ἐπι‐ σκοτούντων· ἁρμόζει καὶ ῥίγεσι περιοδικοῖς πινόμενον καὶ συγ‐ χριόμενον, καὶ θηριοδήκτοις ἀρήγει, ἄγει καὶ ἔμβρυα. ἀτόκιον | |
5 | δὲ εἶναι δοκεῖ μετὰ συνουσίαν προστιθέμενον, βηξί τε καὶ πᾶσι τοῖς περὶ θώρακα πάθεσιν ἁρμόζει, ἔν τε ἐκλεικτοῖς καὶ ποτή‐ μασι λαμβανόμενον, καὶ συνάγχαις ἁρμόζει διαχριόμενον σὺν μέλιτι, καὶ στρόφους λύει πινόμενον μετὰ δάφνης φύλλων ἁπα‐ λῶν. ἀποφλεγματίζει δὲ σὺν σταφίδι διαμασηθέν, ἀνώδυνόν | |
10 | τέ ἐστι καὶ ὑγιεινόν, καὶ ὄρεξιν κινεῖ καὶ πέψει συνεργεῖ μειγνύ‐ | |
2.159.4 | μενον ἐμβάμμασιν. ἀναλημφθὲν δὲ πίσσῃ χοιράδας διαφορεῖ, σμήχει δὲ ἀλφοὺς σὺν νίτρῳ. φώγνυται δὲ ἐν ὀστράκῳ καινῷ ἐπ’ ἀνθράκων κινούμενον ὡς φακοί. | |
ἡ δὲ ῥίζα αὐτοῦ οὐκ ἔστι ζιγγίβερι, καθάπερ ἔνιοι ὑπέλα‐ | 225 in vol. 1 | |
5 | βον, ὡς αὐτίκα δηλώσομεν. ἔοικε μέντοι κόστῳ ἡ τοῦ πεπέρεως ῥίζα, θερμαίνουσα τὴν γεῦσιν καὶ ὑγρὰ ἐκκαλουμένη, ταπεινοῖ δὲ σπλῆνα σὺν ὄξει καταπλασσομένη καὶ πινομένη· ἀποφλεγ‐ ματίζει δὲ μετὰ σταφίδος ἀγρίας μασηθεῖσα. | |
2.160.1 | ζιγγίβερι ἴδιόν ἐστι φυτόν, γεννώμενον ἐν τῇ Τρω‐ γλοδυτικῇ 〈καὶ〉 Ἀραβίᾳ πλεῖστον, οὗ χρῶνται τῇ χλόῃ εἰς πολλά, καθάπερ ἡμεῖς τῷ πηγάνῳ, ἕψοντες εἰς προποτισμοὺς καὶ εἰς ἑψήματα μίσγοντες. ἔστι δὲ ῥιζία μικρά, ὥσπερ κυ‐ | |
5 | πέρου, ὑπόλευκα, πεπερίζοντα τῇ γεύσει καὶ εὐώδη· ἐκλέγου δὲ τὰ ἀτερηδόνιστα. ὑπ’ ἐνίων μέντοι γε ταριχεύεται διὰ τὸ εὔση‐ πτον καὶ διακομίζεται ἐν κεραμίοις εἰς Ἰταλίαν, εὐχρηστοῦν εἰς βρῶσιν· λαμβάνεται δὲ μετὰ ταρίχου. δύναμιν δὲ ἔχει θερμαντικήν, πεπτικήν, μαλακτικὴν κοιλίας | |
10 | ἐπιεικῶς, εὐστόμαχον· ποιεῖ καὶ πρὸς τὰ ἐπισκοτοῦντα ταῖς κόραις, μείγνυται καὶ ἀντιδότοις, καὶ καθ’ ὅλου παρέοικέ πως τῇ τοῦ πεπέρεως δυνάμει. | |
2.161.1 | ὑδροπέπερι· φύεται μὲν μάλιστα παρὰ στασίμοις ὕδασιν ἢ ἐπιεικέσι ῥείθροις, καυλὸν δὲ ἀνίησι γονατώδη, περὶ ὃν μασχάλαι, καὶ φύλλα ἡδυόσμῳ ἐοικότα, μείζονα δὲ καὶ λευ‐ κότερα καὶ τρυφερώτερα, δριμέα ἐν τῇ γεύσει ὥσπερ τὸ πέπερι, | |
5 | οὐ μὴν ἀρωματίζει. καρπὸν δ’ ἔχει ἐπὶ κλωναρίων μικρῶν, ἐκ‐ φυόμενον παρὰ τὰ φύλλα, συνεχῆ καὶ βοτρυώδη, δριμὺν καὶ | |
αὐτόν. ῥίζαν δ’ ἔχει μικράν, ἄχρηστον. δύναται δὲ τὰ φύλλα σὺν τῷ καρπῷ καταπλασσόμενα οἰ‐ δήματα καὶ χρονίους σκληρίας διαφορεῖν ὑπώπιά τε ἀποκαθαί‐ | 226 in vol. 1 | |
10 | ρειν. ξηρανθέντα δὲ καὶ κοπέντα μείγνυται ἀντὶ πεπέρεως ἁλσὶ καὶ προσοψήμασι. | |
2.162.1 | πταρμικὴ θαμνίον ἐστί, κλῶνας ἔχον μικρούς, πολ‐ λούς, περιφερεῖς, ὁμοίους ἁβροτόνῳ, περὶ οὓς φύλλα ἐπιμήκη, ἐοικότα τοῖς τῆς ἐλαίας, πολλά· ἐπ’ ἄκρῳ δὲ ὥσπερ ἀνθεμίδος κεφάλιον μικρόν, περιφερές, δριμὺ κατὰ τὴν ὀσμήν, ἐρεθιστικὸν | |
5 | πταρμοῦ, ὅθεν καὶ ὠνόμασται. δύναμιν δὲ ἔχει καταπλασσόμενα τὰ φύλλα μετὰ τῶν ἀν‐ θῶν ὑπώπια αἴρειν. τὰ δὲ ἄνθη πταρμοὺς ἐνεργέστατα κινεῖ. φύεται δὲ ἐν ὀρεινοῖς καὶ πετρώδεσι τόποις. | |
2.163.1 | στρούθιον, ᾧ οἱ ἐριοπλύται χρῶνται πρὸς κάθαρ‐ σιν τῶν ἐρίων, γνώριμόν ἐστιν, οὗ ἡ ῥίζα δριμεῖα καὶ οὐρητική, βοηθοῦσα ἡπατικοῖς, βηξίν, ὀρθοπνοίαις, ἰκτέρῳ σὺν μέλιτι | |
κοχλιαρίου πλῆθος λαμβανομένη, κοιλίαν τε ὑπάγει. σὺν δὲ | 227 in vol. 1 | |
5 | πάνακι καὶ καππάρεως ῥίζῃ λημφθὲν λίθους θρύπτει καὶ ἐξ‐ ουρεῖν ποιεῖ καὶ σπλῆνα ἐσκιρρωμένον τήκει, προστεθὲν δὲ ἔμμηνα ἄγει καὶ ἔμβρυα φθείρει ἐνεργῶς, σὺν ἀλφίτῳ δὲ καὶ ὄξει καταπλασθὲν λέπρας αἴρει· διαφορεῖ καὶ τὰ φύματα σὺν ἀλεύρῳ κριθίνῳ καὶ οἴνῳ ἑψηθέν. μείγνυται δὲ καὶ κολλυρίοις | |
10 | ὀξυδερκέσι καὶ μαλάγμασι· κινεῖ δὲ καὶ πταρμούς, καὶ εἰς τὰς ῥῖνας δὲ ἐγχεόμενον λεῖον μετὰ μέλιτος καθαίρει διὰ στόματος. | |
2.164.1 | κυκλάμινος· φύλλα ἔχει ὅμοια κισσῷ, ποικίλα δὲ κάτωθεν καὶ ἄνωθεν κηλῖσιν ὑπολεύκοις, καυλὸν δὲ τετραδά‐ κτυλον, γυμνόν, ἐφ’ οὗ ἄνθη ῥοδοειδῆ, πορφυρίζοντα, ῥίζαν μέλαιναν, γογγυλίδι παραπλησίαν, ὑπόπλατυν, ἥτις ποθεῖσα | |
5 | μεθ’ ὑδρομέλιτος ἄγει φλέγμα καὶ ὕδωρ κάτω, καὶ ἔμμηνα δὲ κινεῖ πινομένη καὶ προστιθεμένη. φασὶ δὲ ὅτι, κἂν ὑπερβῇ | |
τὴν ῥίζαν ἐγκύμων γυνή, ἐξαμβλώσκειν αὐτήν· ἔστι δὲ καὶ ὠκυ‐ τόκιον περιαπτομένη. πίνεται δὲ 〈καὶ〉 πρὸς τὰ θανάσιμα μετ’ οἴνου, καὶ μάλιστα πρὸς λαγωὸν θαλάσσιον, καὶ ἑρπετῶν ἐστιν | 228 in vol. 1 | |
10 | ἀντιφάρμακον καταπλασσομένη, μεθύσκει τε οἴνῳ μειχθεῖσα. | |
2.164.2 | ἀποκαθίστησι δὲ καὶ ἴκτερον τριῶν δραχμῶν πλῆθος ποθεῖσα μετὰ γλυκέος ἢ μελικράτου ὑδαροῦς—κατακλίνειν δὲ δεῖ τὸν πί‐ νοντα ἐν οἴκῳ θερμῷ καὶ πλείοσιν ἱματίοις περιβάλλειν, ὅπως ἱδρώσῃ· ὁ δὲ ἀποκρινόμενος ἱδρὼς χολώδης εὑρίσκεται τῇ χρόᾳ— | |
5 | ἐγχυματίζεταί τε ὁ χυλὸς αὐτῆς μετὰ μέλιτος εἰς τὰς ῥῖνας πρὸς κάθαρσιν κεφαλῆς, καὶ τῷ δακτυλίῳ ἐν ἐρίῳ προστίθεται πρὸς κομιδὴν περιττωμάτων. καταχρισθέντος δὲ αὐτοῦ ἐπ’ ὀμφαλοῦ καὶ ὑπογαστρίου καὶ ἰσχίου κοιλίαν μαλάσσει καὶ ἐκτρωσμοὺς ἐργάζεται, καὶ πρὸς τοὺς ὑποκεχυμένους καὶ ἀμβλυωποῦντας | |
10 | ἐγχριόμενος ὁ χυλὸς σὺν μέλιτι ἁρμόζει· μείγνυται καὶ εἰς τὰ φθόρια, ἕδραν τε προπεσοῦσαν σὺν ὄξει καταχριόμενος [ὁ χυλὸς] | |
2.164.3 | καθίστησι. χυλίζεται δὲ ἡ ῥίζα κοπτομένη καὶ ἐκθλιβομένη, ἑψομένου τοῦ χυλοῦ ἄχρι μελιτώδους συστάσεως. ῥύπτει δὲ καὶ χρῶτα ἡ ῥίζα καὶ ἐξανθήματα στέλλει, καὶ τραύματα μετ’ ὄξους καὶ καθ’ ἑαυτὴν καὶ μετὰ μέλιτος ἰᾶται. καταπλασσο‐ | |
5 | μένη δὲ καὶ σπλῆνα τήκει, ἀποκαθαίρει δὲ καὶ ἔφηλιν καὶ ἀλω‐ πεκίας, εὐθετεῖ δὲ καὶ πρὸς στρέμματα καὶ ποδάγραν. τὸ δὲ ἀφέψημα αὐτῆς ποιεῖ πρὸς τὰ ἐν τῇ κεφαλῇ ἑλκύδρια καὶ χι‐ μέτλας καταντλούμενον, αὐτή τε δι’ ἐλαίου παλαιοῦ ἀνα‐ | 229 in vol. 1 |
2.164.4 | ζεσθεῖσα 〈ἀπουλοῖ〉 καταχριομένου τοῦ ἐλαίου. ἐγκοιλανθεῖσα δὲ πληροῦται τοῦ ἐλαίου καὶ τίθεται ἐπὶ θερμοσποδιᾶς, προσ‐ εμβάλλεται δὲ ἐνίοτε καὶ κηροῦ Τυρρηνικοῦ ὀλίγον, ὡς γλοιῶδες γενέσθαι, κατάχρισμα ἄριστον χιμετλιῶσιν. ἀποτίθεται δὲ ἡ | |
5 | ῥίζα τμηθεῖσα ὥσπερ σκίλλα. ἱστορεῖται δὲ καὶ πρὸς φίλτρα αὐτὴν λαμβάνεσθαι καεῖσαν ἀναπλασθεῖσάν τε εἰς τροχίσκους. φύεται δὲ ἐν συσκίοις τόποις, μάλιστα δὲ ὑπὸ τὰ δένδρα. | |
2.165.1 | κυκλάμινος ἑτέρα, ἣν ἔνιοι κισσάνθεμον καλοῦσι, φύλλα ἔχει κισσῷ ἐοικότα, ἐλάσσονα δέ, καυλοὺς παχεῖς, γονα‐ τώδεις, περιελισσομένους τοῖς παρακειμένοις δένδρεσιν ἑλικο‐ ειδῶς, ἄνθη λευκά, εὐώδη. καρπὸς δὲ ὡς ῥᾶγες σταφυλῆς, ὅμοιος | |
5 | κισσῷ, μαλακός, δριμὺς ἐν τῇ γεύσει ἠρέμα καὶ γλίσχρος, ῥίζα ἄχρηστος. φύεται δὲ ἐν τραχέσι χωρίοις. ταύτης ὁ καρπὸς ὅσον δραχμῆς μιᾶς πλῆθος πινόμενος μετ’ οἴνου λευκοῦ κυάθων δυεῖν πλῆθος ἐπὶ ἡμέρας τεσσαρά‐ κοντα σπλῆνα τήκει δι’ οὔρων καὶ κοιλίας δαπανώμενον· πίνεται | |
10 | δὲ καὶ πρὸς ὀρθόπνοιαν, καὶ τὰ ἐκ τοκετῶν καθαίρει ποθείς. | 230 in vol. 1 |
2.166.1 | δρακόντιον· φύλλα ἔχει κισσοειδῆ, μεγάλα, σπίλους ἔχοντα λευκούς, καυλὸν δὲ ὀρθόν, δίπηχυν, ποικίλον, ὀφιοειδῆ, διαπόρφυρον τοῖς σπίλοις, βακτηρίας τὸ πάχος· καρπὸς δὲ ἐπ’ ἄκρου βοτρυοειδής, χρώματι τὸ μὲν πρῶτον χλοώδης, πε‐ | |
5 | πανθεὶς δὲ κροκίζων, ἐπιδάκνων τὴν γεῦσιν, ῥίζα ποσῶς στρογ‐ γύλη, βολβοειδής, ὁμοία ἄρῳ, φλοιὸν ἔχουσα λεπτόν. φύεται ἐν συσκίοις 〈τόποισ〉 περὶ φραγμοὺς καὶ αἱμασιάς. δύναμιν δὲ ἔχει ὁ καρπὸς χυλισθεὶς καὶ ἐγχυματισθεὶς μετ’ ἐλαίου εἰς τὸ οὖς ὠταλγίαν παύειν, εἰς δὲ τὰς ῥῖνας ἐντιθέ‐ | |
10 | μενος ἐν ἐρίῳ πώλυπας δαπανᾶν, καταχριόμενος δὲ στέλλειν | |
2.166.2 | καὶ καρκινώματα. ποθέντες δὲ ὅσον τριάκοντα κόκκοι μετ’ ὀξυκράτου ἐξαμβλώσκουσι, καὶ τὴν ὀσμὴν δέ φασι κατὰ τὸν μαρασμὸν τῆς ἀνθήσεως τῶν ἄρτι συνειλημμένων ἐμβρύων | |
φθόριον εἶναι. ἡ δὲ ῥίζα θερμαντικὴ οὖσα βοηθεῖ ὀρθοπνοίαις, | 231 in vol. 1 | |
5 | ῥήγμασι, σπάσμασι, βηξί, κατάρρῳ, καὶ τὰ ἐν θώρακι ὑγρὰ εὐανάγωγα ποιεῖ, ἑφθή τε καὶ ὠμὴ μετὰ μέλιτος καὶ καθ’ ἑαυτὴν | |
2.166.3 | βιβρωσκομένη· ξηρὰ δὲ λεία σὺν μέλιτι ἐκλείχεται. ἔστι δὲ οὐρητική, ὁρμάς τε πρὸς συνουσίας ἐγείρει πινομένη μετ’ οἴνου καὶ ἕλκη κακοήθη καὶ φαγεδαινικὰ μετὰ βρυωνίας λευκῆς σὺν μέλιτι λεανθεῖσα ἀνακαθαίρει καὶ ἀπουλοῖ, καὶ κολλύρια δὲ ἐξ | |
5 | αὐτῆς ἀναπλάσσεται πρὸς σύριγγας καὶ ἐμβρύων κομιδήν. φασὶ δὲ ὅτι, καὶ εἰ διατρίψει〈έ〉 τις τῇ ῥίζῃ τὰς χεῖρας, ἀπὸ ἐχίδνης ἄδηκτος μένει· ἀποκαθαίρει δὲ καὶ ἀλφοὺς σὺν ὄξει κατα‐ χρισθεῖσα. τὰ δὲ φύλλα λεῖα ἐπὶ τῶν νεοτρώτων ἀντὶ μότων | |
ἐπιτιθέμενα ἁρμόζει, καὶ πρὸς χιμέτλαν ἑψηθέντα ἐν οἴνῳ καὶ | 232 in vol. 1 | |
10 | ἐπιτεθέντα, τυρός τε ἐνειλούμενος τοῖς φύλλοις ἄσηπτος δια‐ | |
2.166.4 | μένει. ὁ δὲ χυλὸς τῆς ῥίζης ἁρμόζει πρὸς νεφέλια καὶ λευκώ‐ ματα καὶ ἀχλῦς. λαχανεύεται δὲ ἡ ῥίζα καὶ πρὸς τὴν ἐν ὑγιείᾳ χρῆσιν ἑφθή τε καὶ ὠμὴ ἐσθιομένη. οἱ δὲ ἐν ταῖς Γυμνητίσι νήσοις, καλουμέναις δὲ Βαλιαρίσιν, ἑφθὴν τὴν ῥίζαν μειγνύντες | |
5 | μέλιτι πολλῷ ἀντὶ πλακούντων ἐν τοῖς συνδείπνοις παρατι‐ θέασιν. ἀποτίθεσθαι δὲ δεῖ τὴν ῥίζαν ἐν πυραμητῷ ὀρύξαντας καὶ πλύναντας καὶ κατατεμόντας ἐνείραντάς τε λίνῳ καὶ ξηρά‐ ναντας ἐν σκιᾷ. | |
2.167.1 | ἄρον τὸ καλούμενον παρὰ Σύροις λοῦφα. φύλλα ἀνί‐ | |
ησιν ὅμοια τοῖς τοῦ δρακοντίου, μικρότερα δὲ καὶ ἀσπίλωτα, καυλὸν σπιθαμιαῖον, ὑποπόρφυρον, ὑπεροειδῆ, ἐφ’ οὗ ὁ καρπὸς κροκίζων· ῥίζα λευκὴ πρὸς τὴν τοῦ δρακοντίου, ἥτις καὶ ἐσθίεται | 233 in vol. 1 | |
5 | ἑψομένη ἧττον οὖσα δριμεῖα. ταριχεύεται δὲ τὰ φύλλα εἰς βρῶσιν, καὶ καθ’ ἑαυτὰ ξηρανθέντα ἑψόμενα ἐσθίεται. δύναμιν δὲ ἔχει τὸ σπέρμα καὶ τὰ φύλλα καὶ ἡ ῥίζα τὴν αὐτὴν τῷ δρακοντίῳ. ποιεῖ δὲ ἡ ῥίζα καταπλασσομένη σὺν βολβίτῳ ἐπὶ ποδαγρικῶν. ἀποτίθεται δὲ ὡς ἡ τοῦ δρακοντίου, | |
10 | καὶ καθ’ ὅλου ἐστὶν ἐδώδιμος διὰ τὸ μὴ λίαν δριμύ. | |
2.168.1 | ἀρίσαρόν ἐστι βοτάνιον μικρόν, ῥίζαν ἔχον ὡς ἐλαίας· ἔστι δὲ δριμυτέρα τοῦ ἄρου, ὅθεν νομὰς ἵστησι καταπλασσο‐ μένη, κολλύριά τε πρὸς σύριγγας ἐνεργῆ ἐξ αὐτῆς γίνεται. φθείρει δὲ καὶ αἰδοῖον παντὸς ζῴου ἐντεθεῖσα ἡ ῥίζα. | |
2.169.1 | ἀσφόδελος· φυτὸν τοῖς πλείστοις γνώριμον, φύλλον ἔχον πράσῳ μεγάλῳ ἐοικός, καυλὸν δὲ λεῖον, ἔχοντα ἐπ’ ἄκρου ἄνθος, καλούμενον ἀνθερικόν. ῥίζαι δὲ ὕπεισιν ἐπιμήκεις, στρογγύλαι, βαλάνοις ὅμοιαι, δριμεῖαι τὴν γεῦσιν, καὶ τὴν δύνα‐ | 234 in vol. 1 |
5 | μιν θερμαντικαί. κινοῦσι δὲ καὶ οὔρησιν καὶ ἔμμηνα ποθεῖσαι, ἰῶνται καὶ πλευρᾶς ἀλγήματα καὶ βῆχας καὶ σπάσματα καὶ ῥήγματα δραχμῆς μιᾶς τὸ πλῆθος τῆς ῥίζης ἐν οἴνῳ πινομένης. | |
2.169.2 | ποιεῖ δὲ καὶ εὐημεστέρους ὅσον ἀστράγαλος βρωθεῖσα, καὶ ἑρ‐ πετοδήκτοις δίδοται ὠφελίμως ὅσον δραχμῶν τριῶν τὸ πλῆθος· 〈καὶ〉 καταπλάττειν δὲ δεῖ τὰ δήγματα τοῖς τε φύλλοις καὶ τῇ ῥίζῃ καὶ τοῖς ἄνθεσι σὺν οἴνῳ, καὶ τὰ ῥυπαρὰ καὶ νεμόμενα ἕλκη | |
5 | καὶ μαστῶν καὶ διδύμων φλεγμονὰς καὶ φύματα καὶ δοθιῆνας, συγκαθεψομένης τρυγὸς οἴνου τῇ ῥίζῃ, πρὸς δὲ τὰς προσφά‐ τους φλεγμονὰς μετ’ ἀλφίτου. ὁ δὲ χυλὸς τῆς ῥίζης προσ‐ λαβὼν οἴνου παλαιοῦ γλυκέος καὶ σμύρνης καὶ κρόκου συνεψη‐ θέντων ἐπὶ τὸ αὐτὸ ἔγχριστον γίνεται ὀφθαλμοῖς φάρμακον, | |
10 | καὶ πρὸς ὦτα πυορροοῦντα καθ’ ἑαυτὸν καὶ σὺν λιβανωτῷ καὶ μέλιτι καὶ οἴνῳ καὶ σμύρνῃ χλιανθεὶς ἁρμόζει, ὀδονταλγίας τε | |
καθ’ ἑαυτὸν ἐγχυθεὶς ὁ χυλὸς τῷ ἀντικειμένῳ ὠτίῳ πραύνει. | 235 in vol. 1 | |
2.169.3 | καεῖσα δὲ ἡ ῥίζα, τῆς τέφρας ἐπιπλασσομένης, ἀλωπεκίας δα‐ σύνει, ἐνεψηθὲν δὲ ἔλαιον κεκοιλωμέναις ταῖς ῥίζαις ἐπὶ πυρὸς εἱλκωμένας χιμέτλας καὶ πυρίκαυτα ὑπαλειφόμενον ὠφελεῖ, καὶ ὠταλγιῶσι βοηθεῖ ἐγχεόμενον εἰς τὸ οὖς, ἀλφόν τε λευκὸν | |
5 | προανατριφθέντα [ἐν] ὀθονίῳ ἐν ἡλίῳ καταχρισθεῖσα ἡ ῥίζα σμήχει. ὁ δὲ καρπὸς καὶ τὰ ἄνθη κατ’ ἐξοχὴν σκολοπένδρων καὶ σκορπίων ἀντιφάρμακόν ἐστιν ἐν οἴνῳ ποθέντα· ταράττει δὲ καὶ τὴν κοιλίαν. | |
2.170.1 | βολβὸς ἐδώδιμος· εὐστόμαχος ὁ πυρρός, ἀπὸ Λι‐ βύης κομιζόμενος, ὁ δὲ πικρὸς καὶ σκιλλώδης εὐστομαχώτερος, πεπτικός. πάντες δὲ δριμεῖς καὶ θερμαντικοί, συνουσίαν παρ‐ ορμῶντες, τραχύνοντες γλῶσσαν καὶ παρίσθμια, πολύτροφοι | |
5 | καὶ σαρκοποιητικοί, ἐμπνευματοῦντες· ποιοῦσι δὲ καταπλασσό‐ | |
μενοι πρὸς στρέμματα καὶ θλάσματα καὶ σκόλοπας καὶ πρὸς τὰς τῶν ἄρθρων ὀδύνας καὶ ποδάγρας σὺν μέλιτι καὶ καθ’ ἑαυτούς, καὶ τὰ ἐπὶ τῶν ὑδρωπικῶν οἰδήματα καὶ κυνόδηκτα | 236 in vol. 1 | |
2.170.2 | ὁμοίως σὺν μέλιτι· ἐπέχουσι δὲ καὶ ἱδρῶτας. σὺν πεπέρει δὲ λείῳ καταπλασθέντες στομάχου ὀδύνας παύουσι, καὶ πίτυρα καὶ ἀχῶρας ἀποσμήχουσι σὺν ὀπτῷ νίτρῳ· καθαίρουσι καὶ ὑπώπια καὶ ἰόνθους καθ’ ἑαυτοὺς ἢ σὺν ᾠοῦ λεκίθῳ, φακούς | |
5 | τε σὺν ὀξυμέλιτι· πρὸς δὲ ὤτων θλάσματα σὺν ἀλφίτῳ καὶ πρὸς θλάσεις ὀνύχων. ἀφαιροῦσι δὲ καὶ σύκας ὀπτηθέντες ἐν θερμοσποδιᾷ καὶ μετὰ μαινίδων κεφαλῶν κεκαυμένων ἐπιτε‐ θέντες, 〈καέντες δὲ〉 καὶ μιγέντες ἁλκυονίῳ ἔφηλιν καὶ οὐλὰς μελαίνας ἀποκαθαίρουσιν, ἐν ἡλίῳ καταχριόμενοι. σὺν ὄξει δὲ | |
10 | ἑφθοὶ βιβρωσκόμενοι πρὸς ῥήγματα ποιοῦσι· φυλάσσεσθαι δὲ δεῖ τὸ πλῆθος αὐτῶν ἐν τῇ βρώσει διὰ τὸ ἅπτεσθαι τοῦ νευ‐ ρώδους. | |
2.171.1 | σκίλλα δύναμιν ἔχει δριμεῖαν, πυρωτικήν· πολύχρηστος | |
δὲ γίνεται ὀπτηθεῖσα. σταιτὶ δὲ ἢ πηλῷ περιπλάττεται καὶ δίδοται εἰς κλίβανον ἢ ἄνθραξιν ἐγκρύβεται, μέχρι ἂν ὀπτηθῇ ἱκανῶς τὸ περικείμενον σταῖς, οὗ περιαιρεθέντος, εἰ μὴ τακερὰ | 237 in vol. 1 | |
5 | γέγονεν, ἕτερον σταῖς ἢ πηλὸν περιπλάσαντες τὰ αὐτὰ ποιήσο‐ μεν· ἡ γὰρ μὴ οὕτως ὀπτηθεῖσα βλαβερὰ τὴν δόσιν, πρὸς τὰ ἐντοσθίδια μάλιστα προσφερομένη. ὀπτᾶται δὲ καὶ ἐν χύτρᾳ πεπωμασμένῃ καὶ καθιεμένῃ εἰς κλίβανον· λαμβάνεται δὲ αὐ‐ | |
2.171.2 | τῆς τὸ μεσαίτατον τῶν ἔξωθεν περιαιρουμένων. καὶ ἕψεται δὲ ἐντμηθεῖσα, ἀποχεομένου τοῦ πρώτου ὕδατος, ἑτέρου δὲ ἐπι‐ χεομένου, ἄχρι ἂν μὴ πικρὸν ἢ δριμὺ γένηται τὸ ὕδωρ, καὶ ξηραίνεται δὲ ἐν σκιᾷ τμηθεῖσα καὶ διαιρεθεῖσα λιναρίῳ, ὡς | |
5 | μὴ ἅπτεσθαι ἀλλήλων τοὺς τόμους. τῇ μὲν οὖν τμητῇ εἰς οἶνον καὶ ὄξος καὶ ἔλαιον σκιλλητικὸν χρώμεθα, πρὸς δὲ ῥα‐ γάδας τὰς ἐν ποσὶ τὸ ἔνδον τῆς ὠμῆς σὺν ἐλαίῳ ζεσθὲν ἢ σὺν ῥητίνῃ τηχθὲν ἐπιτίθεται, ἐχεοδήκτοις τε κατάπλασμα ἑψη‐ | |
2.171.3 | θεῖσα σὺν ὄξει. τῆς δὲ ὀπτῆς πρὸς ἓν μέρος τῆς σκίλλης προσεκλεάναντες ἁλῶν ὀπτῶν μέρη ὀκτὼ δίδομεν κοχλιάριον ἓν | |
ἢ δύο νήστεσι πρὸς μάλαξιν κοιλίας, εἰς ποτήματά τε καὶ ἀρω‐ ματικὰς δυνάμεις, καὶ ἐφ’ ὧν οὔρησιν κινῆσαι θέλομεν, καὶ ἐπὶ | 238 in vol. 1 | |
5 | ὑδρωπικῶν καὶ στομαχικῶν, οἷς ἐπιπολάζει τὰ σιτία, καὶ ἐπὶ ἰκτέρου, στροφουμένων, βηττόντων χρονίως, ἀσθματικῶν, ἀνα‐ | |
2.171.4 | φορικῶν· αὐτάρκης δὲ ὁλκὴ τριωβόλου σὺν μέλιτι ἐκλειχθεῖσα. καὶ συγκαθέψεται δὲ τῷ μέλιτι καὶ βιβρώσκεται πρὸς τὰ αὐτά, μάλιστα πέψει συνεργοῦσα· ἄγει δὲ γλοιῶδες κατὰ κοιλίαν. ἑφθὴ δὲ πρὸς τὰ αὐτὰ ποιεῖ ὁμοίως λαμβανομένη· φυλάσσεσθαι | |
5 | δὲ αὐτῆς δεῖ τὴν δόσιν, ἐφ’ ὧν ἕλκωσίς τίς ἐστιν ἐντός· ποιεῖ καὶ πρὸς ἀκροχορδόνας καὶ χιμέτλας ἐγχρισθεῖσα ὀπτή. τὸ δὲ σπέρμα αὐτῆς λεῖον ἀναλημφθὲν ἐν ἰσχάδι ἢ μέλιτι καὶ βρω‐ θὲν μαλάσσει κοιλίαν. ἔστι δὲ καὶ ἀλεξιφάρμακον ὅλη πρὸ τῶν θυρῶν κρεμαμένη. | |
2.172.1 | παγκράτιον· οἱ δὲ καὶ τοῦτο σκίλλαν ὀνομάζουσι. ῥίζα ἐστὶ βολβῷ μεγάλῳ ὁμοία, ὑπόπυρρος, πικρὰ καὶ πυρώδης τὴν γεῦσιν, φύλλα κρίνῳ ὅμοια, μακρότερα δέ. ἔχει δὲ δύναμιν τὴν αὐτὴν τῇ σκίλλῃ καὶ σκευασίαν καὶ | |
5 | δόσιν, ποιοῦσαν ἐπὶ τῶν αὐτῶν παθῶν· ἐπιεικεστέρα μέντοι τῆς σκίλλης ἡ ταύτης δύναμις· ὅθεν καὶ χυλιζομένη μειγνυμένη τε ὀροβίνῳ ἀλεύρῳ καὶ ἀναπλασσομένη εἰς ἀρτίσκους δίδοται | |
σὺν ὑδρομέλιτι σπληνικοῖς καὶ ὑδρωπικοῖς ὠφελίμως. | 239 in vol. 1 | |
2.173.1 | κάππαρις· οἱ δὲ κυνόσβατον, οἱ δὲ καπρίαν, οἱ δὲ κόρακος μῆλον, οἱ δὲ ὀφιόσκορδον, οἱ δὲ ὀφιοστάφυλον, οἱ δὲ θαλλίαν, οἱ δὲ πετραίαν, οἱ δὲ ὁλόφυτον, οἱ δὲ ἰωνίτην, ἔνιοι δὲ ἀείχλωρον, οἱ δὲ ἱππομανές, οἱ δὲ τριχομανὲς καλοῦσι· | |
5 | θάμνος ἐστὶν ἀκανθώδης, ἐπὶ γῆς γυροειδῶς ἐστρωμένος, ἀκάν‐ θας ἀγκιστροειδεῖς ἔχων ὡς βάτος, φύλλα δὲ στρογγύλα, κυδω‐ νίᾳ ὅμοια, καρπὸν δὲ οἷον ἐλαίας, ὃς ἀνοιχθεὶς λευκὸν προί‐ εται ἄνθος, οὗ πεσόντος εὑρίσκεταί τι οἷον βάλανος ἐπίμηκες, ὅπερ ἀνοιχθὲν ἔχει κόκκους ὥσπερ ῥόας μικρούς, ἐρυθρούς, | |
2.173.2 | ῥίζας ξυλώδεις καὶ μεγάλας, πλείστας. φύεται τοὐπίπαν ἐν τραχέσι καὶ λεπτογείοις τόποις καὶ νήσοις καὶ οἰκοπέδοις. | |
ταριχεύεται δὲ ὁ καρπὸς καὶ ὁ καυλὸς εἰς βρῶσιν. ταράττει δὲ κοιλίαν, κακοστόμαχός τέ ἐστι καὶ διψώδης, | 240 in vol. 1 | |
5 | βρωθεῖσα δὲ ἑφθὴ εὐστομαχωτέρα τῆς ὠμῆς. ὁ μὲν οὖν καρ‐ πὸς αὐτῆς σπλῆνα ἐκτήκει ὁλκὴ δυεῖν δραχμῶν μετ’ οἴνου πινό‐ μενος ἐπὶ ἡμέρας τριάκοντα· ἄγει δὲ καὶ οὖρον καὶ αἱματῶδες διαχώρημα, ἰσχιάδι τε καὶ παραλύσει βοηθεῖ πινόμενος καὶ πρὸς ῥήγματα καὶ σπάσματα, καὶ ἔμμηνα ἄγει καὶ ἀποφλεγ‐ | |
10 | ματίζει, καὶ ὀδόντος πόνον παύει ὁ καρπὸς σὺν ὄξει ἑψηθεὶς καὶ | |
2.173.3 | διακλυζόμενος. τῆς δὲ ῥίζης ὁ φλοιὸς ξηρὸς πρός τε τὰ προει‐ ρημένα ἁρμόζει καὶ ἀνακαθαίρει πᾶν χρόνιον καὶ ῥυπαρὸν καὶ τετυλωμένον ἕλκος· καταπλάσσεται δὲ καὶ ἐπὶ τῶν σπληνικῶν σὺν ὠμῇ λύσει, δακνομένη τε τῷ πονοῦντι ὀδόντι βοηθεῖ, ἀλ‐ | |
5 | φούς τε λευκοὺς ἀποσμήχει σὺν ὄξει λεία. τὰ δὲ φύλλα καὶ ἡ ῥίζα λεανθέντα σκληρίας καὶ χοιράδας διαφορεῖ, σκώληκάς τε τοὺς ἐν ὠσὶν ὁ χυλὸς ἐγχυματισθεὶς κτείνει. ἡ μέντοι Λι‐ βυκὴ κάππαρις, γεννωμένη δὲ κατὰ τοὺς Μαρμαρίδας λεγομέ‐ νους, ἐμπνευματοῖ ἰσχυρῶς, ἐμετικὴ δὲ τυγχάνει ἡ ἐν Ἀπουλίᾳ· | |
10 | ἡ μέντοι γε ἐκ τῆς ἐρυθρᾶς θαλάσσης καὶ Ἀραβίας δριμυτάτη, φλυκταίνουσα τὸ στόμα καὶ διασήπουσα τὰ οὖλα ἄχρι γυμνώ‐ σεως, ὅθεν πρὸς βρῶσίν ἐστιν ἄθετος. | |
2.174.1 | λεπίδιον, ὃ ἔνιοι γιγγίδιον καλοῦσι, γνώριμον βοτά‐ | |
νιον, ταριχευόμενον εἰς ἁλμαίας μετὰ γάλακτος. δύναμις δέ ἐστι τῶν φύλλων δριμεῖα, ἑλκωτική, ὅθεν ἰσχιαδικῶν ἐστιν ἐπί‐ πλασμα ἀμυκτικώτατον, λεῖον σὺν ἑλενίου ῥίζῃ ἐπιτιθέμενον | 241 in vol. 1 | |
5 | πρὸς τέταρτον ὥρας, καὶ ἐπὶ σπληνικῶν ὁμοίως· ἀφίστησι δὲ καὶ λέπρας. ἡ δὲ ῥίζα δοκεῖ ὀδόντων ἀλγήματα παραιτεῖσθαι περιαπτομένη τῷ τραχήλῳ. | |
2.175.1 | βατράχιον· οἱ δὲ σέλινον ἄγριον καλοῦσι. τούτου | |
πλείονά ἐστιν εἴδη, δύναμις δὲ μία, δριμεῖα καὶ ἄγαν ἑλκωτική. ἔχει δὲ τὸ μὲν αὐτῶν φύλλα ὅμοια κορίῳ, πλατύτερα δὲ καὶ ὑπόλευκα καὶ λιπαρά, ἄνθος μήλινον, ἐνίοτε δὲ πορφυροῦν, | 242 in vol. 1 | |
5 | καυλὸν δ’ οὐ παχύν, ὕψος δὲ ὅσον πήχεως, ῥίζαν μικράν, λευ‐ κήν, πικράν, ἔχουσαν ἀποφύσεις ὡς ἐλλεβόρου· φύεται δὲ παρὰ ῥείθροις. ἔστι δὲ καὶ ἕτερον εἶδος χνοωδέστερον καὶ μακρο‐ καυλότερον, ἐντομὰς ἔχον πλείους τῶν φύλλων, πλεῖστον ἐν Σαρδονίᾳ γεννώμενον, δριμύτατον, ὃ δὴ καὶ σέλινον ἄγριον | |
10 | καλοῦσι· καὶ τρίτον σφόδρα μικρὸν καὶ δύσοσμον, τὸ ἄν‐ θος χρυσῷ ὅμοιον· καὶ τέταρτον ἐοικὸς τούτῳ, ἄνθη γαλα‐ κτίζον. | |
2.175.2 | δύναμιν δὲ ἔχει τὰ φύλλα καὶ οἱ καυλοὶ καταπλασσόμενοι ἁπαλοὶ ἑλκωτικὴν καὶ ἐσχαρωτικὴν μετὰ πόνου, ὅθεν ὄνυχας λεπροὺς καὶ ψώρας ἀφίστησι καὶ στίγματα ἐξαίρει καὶ μυρ‐ μηκίας καὶ ἀκροχορδόνας καὶ ἀλωπεκίας πρὸς ὀλίγον κατα‐ | |
5 | πλασθέντα· ἑψόμενα δὲ κατάντλημα χιμετλιώντων ἐστὶ χλια‐ ρόν. ἡ δὲ ῥίζα πταρμὸν κινεῖ ξηρὰ λεία προσφερομένη τοῖς μυκτῆρσι, καὶ ὀδονταλγίας κουφίζει προσαπτομένη· θρύπτει μέν‐ | |
τοι αὐτούς. | 243 in vol. 1 | |
2.176.1 | ἀνεμώνη, οἱ δὲ ἀργεμώνιον, οἱ δὲ ἠρέμιον καλοῦσι. δισσή, ἡ μὲν ἀγρία ἡ δὲ ἥμερος. καὶ τῆς ἡμέρου ἡ μέν τις φοινίκεα φέρει τὰ ἄνθη ἡ δὲ ὑπόλευκα, γαλακτίζοντα ἢ πορ‐ φυρᾶ. φύλλα δὲ κοριοειδῆ, λεπτοσχιδέστερα 〈τὰ〉 πρὸς τῇ γῇ, | |
5 | καυλία χνοώδη, λεπτά, ὑπὲρ ὧν τὰ ἄνθη ὥσπερ μήκωνος, καὶ μέσα κεφάλια μέλανα ἢ κυανίζοντα· ῥίζα κατὰ μέγεθος ἐλαίας ἢ μείζων, οἱονεὶ γόνασι διειλημμένη. ἡ δὲ ἀγρία κατὰ πάντα μείζων τῆς ἡμέρου καὶ τοῖς φύλλοις πλατυτέρα καὶ σκληροτέρα, καὶ τὴν κεφαλὴν ἐπιμηκεστέραν ἔχει, ἄνθος φοινικοῦν, ῥιζία | |
10 | λεπτὰ καὶ πλείω. ἡ δέ τις ἔχει φύλλα μέλανα, δριμυτέρα οὖσα. | |
2.176.2 | δύναμιν δὲ ἔχουσι δριμεῖαν ἀμφότεραι, ὅθεν ὁ χυλὸς τῆς ῥίζης αὐτῶν ῥινὶ ἐγχυθεὶς πρὸς κεφαλῆς κάθαρσιν ἁρμόζει· καὶ | |
μασηθεῖσα δὲ ἡ ῥίζα ἄγει φλέγμα, ἑψηθεῖσα δὲ ἐν γλυκεῖ καὶ καταπλασσομένη ὀφθαλμῶν φλεγμονὰς ἰᾶται καὶ τὰς ἐν ὀφθαλ‐ | 244 in vol. 1 | |
5 | μοῖς οὐλὰς ἀποσμᾷ· ἀνακαθαίρει δὲ καὶ τὰ ῥυπαρὰ τῶν ἑλκῶν. τὰ δὲ φύλλα καὶ οἱ καυλοὶ συνεψηθέντα πτισάνῃ καὶ ἐσθιό‐ μενα γάλα κατασπᾷ, ἐν προσθέτῳ δὲ ἔμμηνα ἄγει, καταπλα‐ σθέντα δὲ λέπρας ἀφίστησιν. | |
2.176.3 | ἔνιοι δὲ μὴ δυνάμενοι διορίζειν ἀπὸ τῆς ἀγρίας ἀνεμώνης τὴν λεγομένην ἀργεμώνην καὶ τὴν ῥοιάδα μήκωνα, περὶ ἧς ἐν ταῖς μήκωσιν ἱστορήσομεν (IV 63), διὰ τὸ τῶν ἀνθῶν ὁμόχρουν, φοινίκεον ὑπάρχον, πλανῶνται τὴν Εὐπατόριον ἀργεμώνην ὀνο‐ | |
5 | μάζοντες· πλὴν τῆς ἀργεμώνης ἧττον βαθὺ τὸ φοινικοῦν ἐστι καὶ τῆς ῥοιάδος· ὀψιαίτερον δὲ αὕτη καὶ ἡ ἀργεμώνη ἀνθοῦσι, καὶ ἡ μὲν ἀργεμώνη ὀπὸν ἀνίησι κροκίζοντα καὶ δριμὺν πρὸς τὴν γεῦσιν ἰσχυρῶς, ἡ δὲ ῥοιὰς λευκότερον καὶ δριμύν. ἀμφό‐ τεραι δὲ μεταξὺ κεφάλιον μήκωνι ἀγρίᾳ παραπλήσιον ἔχουσι, | |
10 | πλὴν τὸ μὲν τῆς ἀργεμώνης ἄνωθεν ὑπόπλατυ, τὸ δὲ τῆς ῥοι‐ άδος ὑπόστενον. αἱ δὲ ἀνεμῶναι οὔτε ὀπὸν ἀνιᾶσιν οὔτε κω‐ δύαν ἔχουσιν ἀλλ’ οἱονεὶ ἀσπαράγου ἄκρον, ἐν ἀρούραις τε τὸ πλεῖον ἐκεῖναι φύονται. | |
2.177.1 | ἀργεμώνη· ὅλον μέν ἐστιν ὅμοιον ἀγρίᾳ μήκωνι, τὸ | |
δὲ φύλλον ἀνεμώνῃ ἔχει ὅμοιον, ἐσχισμένον, ἄνθος φοινικοῦν, κεφαλὴν δὲ ἐοικυῖαν μήκωνι ῥοιάδι, ἐπιμηκεστέραν δὲ καὶ πλα‐ τεῖαν κατὰ τὰ ἄνωθεν μέρη, ῥίζαν στρογγύλην· ὀπὸν δὲ ἀνίησι | 245 in vol. 1 | |
5 | κροκίζοντα, δριμύν. καθαίρει δὲ ἄργεμα καὶ νεφέλια, καὶ φλεγμονὰς παρηγορεῖ τὰ φύλλα καταπλασσόμενα. | |
2178RV1 | [ἀργεμώνη ἑτέρα· οἱ δὲ ἀργεμώνην ἄρσενα, οἱ δὲ σαρκοκόλλαν, Ῥωμαῖοι ἀργεμώνιαμ· καὶ αὕτη παρέοικε μὲν ἀγρίᾳ μήκωνι τοῖς φύλλοις. δύναμιν δὲ ἔχει αὕτη χλωρὰ τριβομένη λεία καὶ ἐπιτιθε‐ | |
5 | μένη διακοπὰς θεραπεύειν καὶ ὀφθαλμῶν φλεγμονὰς παύειν· ἁρμόζει δὲ καὶ δυσεντερικοῖς σὺν ὕδατι πινομένη, κολλητική τε τραυμάτων καὶ φλεγμονῶν ἐστιν εὔθετος, ὡσαύτως ἐπιτιθεμένη σπασμάτων καὶ τιλμάτων ἐστὶ θεραπευτική· ἁρμόζει καὶ θηριό‐ δηκτος σὺν οἴνῳ πινομένη.] | |
2.178.1 | ἀναγαλλίς, οἱ δὲ κιχόριον καλοῦσι· διττόν ἐστιν εἶδος αὐτῆς, διαφέρον ἄνθει· ἡ μὲν γὰρ κυάνεον ἔχουσα τὸ ἄνθος θήλεια λέγεται ἡ δὲ τὸ φοινικοῦν ἄρρην. θαμνία δέ ἐστι κεχυμένα ἐπὶ γῆς, φυλλάρια ἔχοντα ἐπὶ τετραγώνων καυ‐ | 246 in vol. 1 |
5 | λῶν μικρά, ὑποστρόγγυλα, πρὸς τὰ τῆς ἑλξίνης, καρπὸν δὲ περιφερῆ. | |
εἰσὶ δ’ ἀμφότεραι τραυματικαί, ἀφλέγμαντοι, σκολόπων | 247 in vol. 1 | |
2.178.2 | ἐπισπαστικαί, νομῶν ἐφεκτικαί. ὁ δὲ χυλὸς αὐτῶν ἀναγαργαρι‐ ζόμενος ἀποφλεγματίζει κεφαλὴν καὶ ῥισὶν ἔγχυτός ἐστι καὶ ὀδόντος πόνον παύει, ἐὰν εἰς τὸν ἀντικείμενον μυξωτῆρα τῷ ἀλγοῦντι ἐγχέῃς· καθαίρει δὲ καὶ ἄργεμα μετὰ μέλιτος Ἀττικοῦ | |
5 | καὶ ἀμβλυωπίαις βοηθεῖ, ὠφελεῖ καὶ ἐχεοδήκτους μετ’ οἴνου πινόμενος καὶ νεφριτικοὺς καὶ ἡπατικοὺς καὶ ὑδρωπιῶντας. φασὶ δ’ ἔνιοι τὴν μὲν ἔχουσαν τὸ κυανοῦν ἄνθος προπτώσεις δακτυλίου στέλλειν, τὴν δὲ τὸ φοινικοῦν ἐρεθίζειν καταπλα‐ σθεῖσαν. | |
2.179.1 | κισσὸς πολλὰς ἔχει διαφορὰς τὰς κατ’ εἶδος, τὰς δὲ γενικωτάτας τρεῖς· λέγεται γὰρ ὁ μέν τις λευκὸς ὁ δὲ μέλας ὁ δὲ ἕλιξ. καὶ ὁ μὲν λευκὸς λευκὸν φέρει καρπόν, ὁ δὲ | |
μέλας μέλανα ἢ κροκίζοντα, ὃν δὴ ἔνιοι Διονύσιον καλοῦσιν, ὁ | 248 in vol. 1 | |
5 | δὲ ἕλιξ ἄκαρπός τέ ἐστι καὶ λεπτὰ ἔχει τὰ κλήματα καὶ τὰ φύλλα λεπτά, γωνιοειδῆ, εὔρυθμα. πᾶς δὲ κισσὸς δριμύς ἐστι, στυπτικός, τοῦ νευρώδους ἁπτι‐ κός. ποιεῖ δὲ τὰ μὲν ἄνθη αὐτοῦ τοῖς τρισὶ δακτύλοις λημφθέντα καὶ ποθέντα σὺν οἴνῳ πρὸς δυσεντερίας· δὶς δὲ δεῖ τῆς ἡμέρας | |
10 | πίνειν· καὶ πρὸς πυρίκαυτα δὲ ἁρμόζει σὺν κηρωτῇ λειανθέντα. | |
2.179.2 | τὰ δὲ ἁπαλὰ τῶν φύλλων ἑψόμενα σὺν ὄξει ἢ ὠμὰ λειαινόμενα σπλῆνα ἰᾶται· ῥινεγχυτοῦται δὲ ὁ χυλὸς τῶν φύλλων καὶ τῶν κορύμβων σὺν ἰρίνῳ ἢ μέλιτι ἢ νίτρῳ πρὸς τὰ χρόνια τῆς κεφα‐ λῆς ἀλγήματα καὶ ἐπιβρέχεται σὺν ὄξει καὶ ῥοδίνῳ, ὠταλγίας | |
5 | τε καὶ πυορροοῦντα ὦτα σὺν ἐλαίῳ ἰᾶται. τοῦ δὲ μέλανος κισ‐ σοῦ ὁ χυλὸς καὶ οἱ κόρυμβοι ποθέντες ἀγονίαν ποιοῦσι, καὶ ταράσσουσι τὴν διάνοιαν πλεονασθέντες· λεανθέντα δὲ σφαιρία πέντε τῶν κορύμβων καὶ θερμανθέντα σὺν ῥοδίνῳ ἐν σιδίῳ καὶ ἐνσταχθέντα εἰς τὸ ἀντικείμενον οὖς ἐπὶ ὀδονταλγίας τὸ ἄλ‐ | |
2.179.3 | γημα πραύνει, μελαίνουσι δὲ καὶ τρίχας οἱ κόρυμβοι. κατα‐ πλάσσεται δὲ τὰ φύλλα πρὸς πᾶν ἕλκος ἑψηθέντα σὺν οἴνῳ, καὶ κατακαύματα 〈καὶ〉 κακοήθη καὶ ἐφηλίδας θεραπεύει κατα‐ πλασθέντα, ὡς προείρηται, ἑφθά. κινοῦσι δὲ καὶ καταμήνια | 249 in vol. 1 |
5 | ποθέντες 〈ἢ〉 ὑποθυμιαθέντες 〈οἱ κόρυμβοι λεῖοι, καὶ ποθέντεσ〉 δὲ μετὰ τὴν κάθαρσιν δραχμῆς πλῆθος ἀτόκιόν ἐστι. καὶ ὁ μόσχος δὲ τῶν φύλλων μέλιτι δευθεὶς καὶ προστεθεὶς τῇ μήτρᾳ ἔμμηνα καὶ ἔμβρυα ἄγει, ὁ δὲ χυλὸς ἐνσταζόμενος τὰς ἐν ῥώ‐ θωσι δυσωδίας καὶ σηπεδόνας ἐκκαθαίρει. τὸ δὲ δάκρυον αὐ‐ | |
10 | τοῦ ψιλοῖ τρίχας καὶ φθεῖρας κτείνει ἐπαλειφόμενον, ὁ δὲ τῶν ῥιζῶν χυλὸς σὺν ὄξει ποθεὶς φαλαγγιοδήκτοις βοηθεῖ. | |
2.180.1 | χελιδόνιον μέγα· οἱ δὲ ὀθόνναν καλοῦσιν, οἱ δὲ | |
κρίνον. καυλὸν ἔχει πηχυαῖον ἢ καὶ μείζονα, ἰσχνόν, ἔχοντα παραφυάδας φύλλων μεστάς, ὁμοίων βατραχίῳ, τρυφερώτερα μέντοι τὰ τοῦ χελιδονίου καὶ ὑπόγλαυκα τὴν χρόαν, καὶ παρ’ | 250 in vol. 1 | |
5 | ἕκαστον φύλλον ἄνθος ὥσπερ τοῦ λευκοίου· χυλὸς δὲ κροκώδης, δριμύς, δηκτικὸς ποσῶς καὶ ὑπόπικρος καὶ δυσώδης· ῥίζα ἄνω‐ θεν μέν ἐστι μία, κάτωθεν δὲ πλείονες. καρπὸς δ’ ὥσπερ τῆς κερατίτιδος μήκωνος λεπτός, μακρὸς ὡς κῶνος, ἐν ᾧ σπερ‐ μάτια μείζονα μήκωνος. | |
2.180.2 | ταύτης ὁ χυλὸς μιγεὶς μέλιτι καὶ ἑψηθεὶς ἐν χαλκῷ 〈ἀγ‐ γείῳ〉 ἐπ’ ἄνθρακος ἁρμόζει πρὸς ὀξυωπίαν· χυλίζεται δὲ καὶ ἡ ῥίζα καὶ τὰ φύλλα καὶ ὁ καρπὸς ἀρχομένου θέρους καὶ ξηραί‐ νεται ἐν σκιᾷ καὶ ἀναπλάσσεται. ἡ δὲ ῥίζα πινομένη σὺν | |
5 | ἀνήσσῳ καὶ οἴνῳ λευκῷ ἰκτερικοὺς θεραπεύει, καὶ ἕρπητας κατα‐ πλασσομένη σὺν οἴνῳ, καὶ ὀδονταλγίας δὲ παύει διαμασωμένη. δοκεῖ δὲ κατωνομάσθαι χελιδόνιον, ἐπειδήπερ ἅμα ταῖς χελι‐ δόσι 〈φαινομέναισ〉 φύεται, ληγούσαις δὲ συμπαρακμάζει. τινὲς δὲ προσιστόρησαν ὅτι, ἐάν τις τυφλωθῇ τῶν τῆς χελιδόνος | |
10 | νεοσσῶν, αἱ μητέρες προσφέρουσαι τὴν πόαν ἰῶνται τὴν πήρω‐ σιν αὐτοῦ. | |
2.181.1 | χελιδόνιον τὸ μικρόν· οἱ δὲ πυρὸν ἄγριον καλοῦσι. | |
βοτάνιόν ἐστιν ἐκ μόσχων ἀπηρτημένον, ἄκαυλον, φύλλοις κισσο‐ ειδέσι, περιφερεστέροις δὲ μᾶλλον καὶ μικροτέροις καὶ τρυφε‐ ρωτέροις καὶ ὑπολιπαρωτέροις περιεχόμενον. ῥίζας δὲ ἔχει ἐκ | 251 in vol. 1 | |
5 | τοῦ αὐτοῦ μικράς, πολλάς, ὥσπερ πυροὺς συσσεσωρευμένους· τρεῖς δὲ ἢ τέσσαρές εἰσιν αὐτῶν μακραὶ πεφυκυῖαι. φύεται δὲ παρ’ ὕδασι καὶ τέλμασιν. ἔχει δὲ τὴν δύναμιν δριμεῖαν, παραπλησίαν ἀνεμώνῃ, ἑλ‐ κοῦσαν τὴν ἐπιφάνειαν, καὶ ψώρας καὶ ὄνυχας λεπροὺς ἀφιστᾷ. | |
10 | αἱ δὲ ῥίζαι χυλωθεῖσαι χρήσιμοι εἰς ῥινὸς ἔγχυσιν μετὰ μέλι‐ τος πρὸς κάθαρσιν κεφαλῆς. | |
2.182.1 | ὀθόννα· οἱ μέν φασι τοῦ μεγάλου χελιδονίου χυλὸν εἶναι, οἱ δὲ γλαυκίου, οἱ δὲ τῆς κερατίτιδος μήκωνος τῶν ἀν‐ θῶν χυλόν, ἔνιοι δὲ μεῖγμα ἀναγαλλίδος τῆς κυανέας καὶ ὑοσ‐ κυάμου καὶ μήκωνος χυλῶν, οἱ δὲ βοτάνης Τρωγλοδυτικῆς τινος, | |
5 | ἥτις ὀθόννα καλεῖται, εἶναι χυλόν, γεννᾶσθαι δ’ αὐτὴν καὶ ἐν τῇ κατ’ Αἴγυπτον Ἀραβίᾳ. ἔχει δὲ τὰ φύλλα εὐζώμῳ ἐμ‐ φερῆ, πολύτρητα ὥσπερ σητόκοπα, ψαφαρά, ὀλιγόχυλα· ἄνθος δὲ φέρει κρόκινον, πλατύφυλλον, ὅθεν ἔδοξαν ἀνεμώνης αὐτό | |
2.182.2 | τινες εἶδος εἶναι. χυλίζεται δὲ καὶ εἰς τὰ ὀφθαλμικά, ὅπου δεῖ ἀποκαθαίρειν, δάκνουσα, καὶ πάντα τὰ ἐπισκοτοῦντα ταῖς κό‐ ραις ἀποσμήχει. φασὶ δέ τινα καὶ ὑγρασίαν ἀπορρεῖν τῆς βο‐ τάνης, ἣν πλύναντες καὶ χωρίσαντες τῶν λίθων ἀναπλάσσουσι | |
5 | τροχίσκους πρὸς τὰ αὐτά. ἔνιοι δέ φασιν αὐτὴν λίθον εἶναι Αἰγύπτιον ἐν τῇ Θηβαίδι γεννώμενον, χαλκόχρουν, μικρὸν τῷ μεγέθει, δάκνοντα τὴν γεῦσιν μετὰ πυρώσεως καὶ στύψεως. | 252 in vol. 1 |
2.183.1 | μυὸς ὦτα· οἱ δὲ μυὸς ὠτίδα καλοῦσιν. ἀνίησι καυ‐ λοὺς ἀπὸ μιᾶς ῥίζης πλείονας ὑπερύθρους, κάτωθεν κοίλους, φύλλα δὲ στενὰ καὶ ἐπιμήκη, ῥάχιν ἐπηρμένην ἔχοντα, μελανί‐ ζοντα, ἀνὰ δύο πεφυκότα ἐκ διαστημάτων, εἰς ὀξὺ ἀπολήγοντα, | |
5 | ἐκφύεταί τε λεπτὰ καυλία ἐκ τῶν μασχαλῶν, ἐφ’ ὧν ἀνθύλλια κυανίζοντα, μικρά, ὡς τὰ τῆς ἀναγαλλίδος· ῥίζα δὲ δακτύλου τὸ πάχος, ἔχουσα πολλὰς ἀποβλαστήσεις. καθ’ ὅλου δ’ ἐστὶν ὁμοία ἡ πόα τῷ σκολοπενδρίῳ, λειοτέρα δὲ καὶ ἐλάσσων. ταύτης ἡ ῥίζα καταπλασθεῖσα αἰγιλώπια ἰᾶται· ἔνιοι δὲ καὶ τὴν ἑλξίνην | |
10 | μυὸς ὠτίδα καλοῦσιν. | |
2.184.1 | ἰσάτις, ᾗ οἱ βαφεῖς χρῶνται· φύλλον ἔχει ἀρνο‐ γλώσσῳ ἐμφερές, λιπαρώτερον δὲ καὶ μελάντερον, καυλὸν δὲ | |
ὑπὲρ πῆχυν. δύναται δὲ τὰ φύλλα καταπλασσόμενα πᾶν οἴδημα δια‐ | 253 in vol. 1 | |
5 | φορεῖν, καὶ φύματα καὶ ἔναιμα τραύματα κολλᾷ καὶ αἱμορρα‐ γίας στέλλει καὶ φαγεδαινικὰ 〈ἕλκη〉 καὶ ἕρπητας καὶ ἐρυσι‐ πέλατα θεραπεύει. | |
2.185.1 | ἰσάτις ἀγρία, παραπλήσιος οὖσα ᾗ οἱ βαφεῖς χρῶν‐ ται, φύλλα ἔχει μείζονα πρὸς τὰ τῆς θρίδακος, καυλούς τε πολ‐ λούς, λεπτούς, πολυσχιδεῖς, ὑπερύθρους, ἔχοντας ἐξ ἄκρου ὥσπερ θυλάκια γλωττοειδῆ πολλὰ ἀποκρεμάμενα, ἐν οἷς τὸ | |
5 | σπέρμα, ἄνθος δὲ μήλινον, λεπτόν. δύναται δὲ τὰ αὐτὰ τῇ πρὸ αὐτῆς, ὠφελοῦσα καὶ σπληνι‐ κοὺς πινομένη καὶ καταπλασσομένη. | |
2.186.1 | τηλεφώνιον, οἱ δὲ ἀείζῳον ἄγριον, οἱ δὲ ἀνδράχνην ἀγρίαν, οἱ δὲ βρύον. τοῦτο καὶ τοῖς φύλλοις καὶ τῷ καυλῷ ἔοικεν ἀνδράχνῃ, μασχάλας ἔχον δύο παρ’ ἕκαστον 〈γόνυ〉 τῶν φύλλων ἐκφυομένας, ἀφ’ ὧν κλωνία ἓξ ἢ ἑπτά, ἀπὸ τῆς ῥίζης | 254 in vol. 1 |
5 | πλήρη φύλλων παχέων καὶ σαρκωδῶν καὶ γλίσχρων, ἄνθη λευκά. φύεται δὲ ἐν ἀμπελῶσι καὶ τόποις ἐργασίμοις. θεραπεύει δὲ καταπλασσόμενα τὰ φύλλα ἐπὶ ὥρας ἓξ λεύ‐ κην· δεῖ δὲ μετὰ ταῦτα ὠμῇ λύσει χρῆσθαι. αἴρει δὲ καὶ ἀλ‐ φὸν ἐπιχριόμενα σὺν ὄξει ἐν ἡλίῳ· δεῖ μέντοι μετὰ τὸ ἀπο‐ | |
10 | ξηρανθῆναι αὐτὰ ἀποψᾶν. | 255 in vol. 1 |
3t1 | ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ | |
3Arg1 | Ἐν μὲν τοῖς πρὸ τούτου βιβλίοις, φίλτατε Ἄρειε, παρεδώ‐ καμεν περὶ ἀρωμάτων καὶ ἐλαίων καὶ μύρων καὶ δένδρων καὶ τῶν ἀπ’ αὐτῶν καρπῶν τε καὶ δακρύων, ἔτι τε ζῴων καὶ σιτη‐ ρῶν καὶ λαχάνων καὶ τῶν δριμύτητα κεκτημένων βοτανῶν· ἐν δὲ | |
5 | τούτῳ τρίτῳ ὑπάρχοντι περὶ ῥιζῶν καὶ χυλισμάτων καὶ βοτα‐ νῶν καὶ σπερμάτων συμφύλων τε καὶ φαρμακωδῶν ἐπελευσό‐ μεθα. | |
3.1.1 | ἀγαρικόν· ῥίζα φέρεται σιλφίῳ ἐμφερής, οὐ πυκνὴ τὴν ἐπιφάνειαν ὥσπερ τὸ σίλφιον, ἀραιὰ δέ ἐστιν ὅλη. ἔστι δὲ αὐτοῦ | |
τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ, ὧν διαφέρει τὸ θῆλυ ἔχον κτηδόνας εὐθείας ἐντός, τὸ δὲ ἄρρεν περιφερές τέ ἐστι καὶ πανταχόθεν συμ‐ | 1 in vol. 2 | |
5 | φυές· γεύσει δὲ ἀμφότερα ὅμοια, κατ’ ἀρχὰς μὲν γλυκάζοντα, εἶτα | |
3.1.2 | ἐξ ἀναδόσεως ἔμπικρα. γεννᾶται δὲ ἐν τῇ Ἀγαρίᾳ τῆς Σαρματικῆς· λέγουσι δὲ οἱ μὲν φυτοῦ ῥίζαν εἶναι, τινὲς δὲ ἐν φηγίνοις δέν‐ δρεσι κατὰ σῆψιν γίνεσθαι, καθάπερ καὶ οἱ μύκητες ἐπιφύον‐ ται. γεννᾶται δὲ καὶ ἐν τῇ κατὰ Ἀσίαν Γαλατίᾳ καὶ Κιλικίᾳ | |
5 | ἐπὶ τῶν κέδρων, εὔθρυπτον μέντοι καὶ ἀσθενὲς τῇ δυνάμει. | |
3.1.3 | ἔστι δὲ στυπτικόν, θερμαντικόν, ποιοῦν πρός τε στρόφους καὶ ὠμότητας, ῥήγματά τε καὶ πτώματα, ὀβολῶν δυεῖν πλῆθος μετὰ οἰνομέλιτος διδόμενον ἀπυρέτοις, πυρέσσουσι δὲ ἐν μελι‐ κράτῳ· καὶ ἡπατικοῖς δὲ καὶ ἀσθματικοῖς καὶ δυσουροῦσι καὶ | |
5 | νεφριτικοῖς καὶ ἰκτεριώδεσι καὶ ὑστερικαῖς πνιξὶ καὶ κακοχροίαις ὡς δραχμὴ μία διδόμενον, φθισικοῖς δὲ μετὰ γλυκέος, σπληνι‐ | |
κοῖς δὲ μετ’ ὀξυμέλιτος, στομαχικοῖς δὲ ὡς ἔστι διαμασώμενον καὶ καταπινόμενον μηδενὸς ὑγροῦ ἐπιρροφουμένου, ὁμοίως δὲ καὶ | 2 in vol. 2 | |
3.1.4 | ὀξυρεγμιῶσιν. ἵστησι δὲ καὶ αἵματος ἀναγωγὰς ὁλκὴ τριω‐ βόλου μεθ’ ὕδατος λαμβανόμενον· ποιεῖ καὶ πρὸς ἰσχίων καὶ ἄρθρων ἀλγήματα καὶ ἐπιλημψίας μετ’ ὀξυμέλιτος λαμβανομένου τοῦ ἴσου πλήθους. ἄγει δὲ καὶ ἔμμηνα καὶ ταῖς ἐμπνευματου‐ | |
5 | μέναις ὑστέραν γυναιξὶν ὠφελίμως τὸ ἴσον δίδοται. λύει δὲ καὶ ῥῖγος πρὸ τῆς ἐπισημασίας διδόμενον, καθαίρει δὲ καὶ κοι‐ | |
3.1.5 | λίαν δραχμὴ μία ἢ δύο μετὰ μελικράτου πινόμενον. ἔστι δὲ καὶ θανασίμων ἀντίδοτος μετὰ κράματος δραχμῆς μιᾶς ὁλκὴ λαμβανόμενον, καὶ πρὸς ἑρπετῶν δὲ πληγὰς καὶ δήγματα ὁλκὴ τριωβόλου μετ’ οἴνου πινόμενον βοηθεῖ· καὶ καθόλου πρὸς τὰ | |
5 | ἐντὸς πάντα πάθη ἁρμόζει πρὸς δύναμιν καὶ ἡλικίαν διδόμενον, οἷς μὲν μεθ’ ὕδατος, οἷς δὲ μετ’ οἴνου ἢ ὀξυμέλιτος ἢ μελικράτου. | |
3.2.1 | ῥᾶ· οἱ δὲ ῥῆον καλοῦσι. γεννᾶται ἐν τοῖς ὑπὲρ Βό‐ | |
σπορον τόποις, ὅθεν καὶ κομίζεται. ῥίζα μέλαινα, κενταυρείῳ τῷ μεγάλῳ ἐοικυῖα, μικροτέρα μέντοι καὶ ἐνερευθεστέρα, ἄνοσμος, χαύνη, ὑπόκουφος. ἔστι δὲ αὐτοῦ κράτιστον τὸ ἀτερηδόνιστον | 3 in vol. 2 | |
5 | ἔγγλισχρόν τε κατὰ τὴν γεῦσιν μετ’ ἀνειμένης στύψεως δια‐ μασηθέν τε ἔνωχρον καὶ χροκίζον ποσῶς τῷ χρώματι. | |
3.2.2 | ποιεῖ δὲ πινόμενον πρὸς ἐμπνευματώσεις στομάχου, ἀτο‐ νίαν, ἄλγημα παντοῖον, σπάσματα, ῥήγματα, σπληνικούς, ἡπα‐ τικούς, νεφριτικούς, στροφουμένους καὶ τὰ περὶ κύστιν καὶ θώρακα καὶ ὑποχονδρίων ἐντάσεις καὶ τὰ περὶ ὑστέραν πάθη, | |
5 | ἰσχιάδας, αἵματος πτύσεις, ἄσθματα, λυγμούς, δυσεντερίας, κοι‐ | |
3.2.3 | λιακὰς διαθέσεις, περιόδους, θηρίων δήγματα. δώσεις δὲ ὁμοίως τῷ ἀγαρικῷ πρὸς ἕκαστον πάθος, τῇ αὐτῇ ὁλκῇ καὶ ὑγροῖς χρώμενος. αἴρει δὲ καὶ πελιώματα καὶ λειχῆνας μετ’ ὄξους καταχρισθὲν καὶ φλεγμονὰς πάσας διαχεῖ χρονίας σὺν | |
5 | ὕδατι καταπλασσόμενον. ἡ δὲ ἀνωτάτη δύναμις αὐτοῦ στυ‐ πτικὴ μετὰ ποσῆς θερμασίας. | |
3.3.1 | γεντιανή· δοκεῖ μὲν ὑπὸ πρώτου εὑρῆσθαι Γέντιδος, τοῦ Ἰλλυριῶν βασιλέως, ἀφ’ οὗ καὶ τὴν προσωνυμίαν ἔσχηκεν· ἧς φύλλα τὰ μὲν πρὸς τῇ ῥίζῃ καρύᾳ ἢ ἀρνογλώσσῳ ὅμοια, ὑπέρυθρα, τὰ δ’ ἐν μέσῳ τῷ καυλῷ καὶ μάλιστα τὰ κατ’ | 4 in vol. 2 |
5 | ἄκρον ἐπεσχισμένα μικρῶς. καυλὸς δὲ κενός, λεῖος, πάχος δακτύλου, τὸ δὲ ὕψος δίπηχυς, γόνασι διειλημμένος, ἐκ δια‐ στημάτων μειζόνων περικείμενος τὰ φύλλα· καρπὸν δὲ ἔχει ἐν κάλυξι πλατύν, κοῦφον, ἀχυρώδη, πρὸς τὸν τοῦ σφονδυλίου, ῥίζαν μακράν, ὁμοίαν ἀριστολοχείᾳ 〈τῇ μακρᾷ〉, παχεῖαν, πικράν. γεννᾶ‐ | |
10 | ται δὲ ἐν ὑψηλοτάταις ἀκρωρείαις καὶ συσκίοις τόποις καὶ ἐνύ‐ δροις. | |
3.3.2 | δύναμιν δὲ ἔχει ἡ ῥίζα θερμαντικήν, στυπτικήν· βοηθεῖ δὲ θηριοδήκτοις ποτιζομένη δραχμῶν δυεῖν πλῆθος μετὰ πεπέ‐ ρεως καὶ πηγάνου καὶ οἴνου, τοῦ δὲ χυλίσματος ὅσον δραχμὴ μία, καὶ πρὸς ὀδύνας πλευρῶν, πτώματα, στρέμματα, ῥήγματα· | |
5 | εὐθετεῖ καὶ ἡπατικοῖς, στομαχικοῖς πινομένη μεθ’ ὕδατος. ἐκβάλλει δὲ ἔμβρυα ἡ ῥίζα ὡς κολλύριον προστιθεμένη· ἔστι | |
δὲ τραυματικὴ ἐπιτιθεμένη ὡς τὸ λύκιον ὑπονόμων τε ἑλκῶν ἴαμα, καὶ μάλιστα τὸ χύλισμα, καὶ ὀφθαλμῶν ἐπίχρισμα φλεγ‐ μαινόντων. μείγνυται δὲ καὶ εἰς τὰ δριμέα τῶν κολλυρίων τὸ | 5 in vol. 2 | |
10 | χύλισμα ἀντὶ μηκωνίου· ἔστι δὲ καὶ ἀλφῶν σμηκτικὸν ἡ ῥίζα. | |
3.3.3 | χυλίζεται δὲ θλασθεῖσα καὶ βραχεῖσα ἐν ὕδατι ἐπὶ ἡμέρας πέντε, εἶτα ἑψηθεῖσα ἐν τῷ ὕδατι, ἄχρις ἂν ὑπερέχωσιν αἱ ῥίζαι, καὶ μετὰ τὸ ψυγῆναι τὸ ὕδωρ διηθεῖται δι’ ὀθονίου καὶ ἕψε‐ ται, ἄχρι οὗ ἂν γένηται μελιτῶδες τῇ συστάσει, καὶ ἀποτίθεται | |
5 | ἐν ὀστρακίνῳ ἀγγείῳ. | |
3.4.1 | ἀριστολοχεία· ὠνόμασται μὲν ἀπὸ τοῦ δοκεῖν ἄριστα βοηθεῖν ταῖς λοχοῖς. ἔστι δὲ ἡ μέν τις στρογγύλη, θή‐ λεια καλουμένη· φύλλα δὲ ἔχει κισσοειδῆ, εὐώδη μετὰ δριμύτη‐ τος, ὑποστρόγγυλα, ἁπαλὰ περὶ πολλοῖς βλαστοῖς ἐκ μιᾶς ῥίζης, | 6 in vol. 2 |
5 | τὰ δὲ κλήματα ἐπιμήκη, ἄνθη λευκά, οἱονεὶ πιλίσκους, τὸ δ’ ἐν | |
3.4.2 | αὐτοῖς ἐρυθρόν, δυσῶδες. ἡ δὲ μακρὰ ἀριστολοχεία ἄρρην κα‐ λεῖται καὶ δακτυλῖτις, ἔχουσα φύλλα ἐπιμηκέστερα τῆς στρογ‐ γύλης καὶ τὰ κλωνία λεπτά, ὡς σπιθαμῆς τὸ μέγεθος, ἄνθος πορφυροῦν, δυσῶδες, ὅπερ ἐξανθῆσαν ἀπίῳ παραπλήσιον γίνε‐ | |
5 | ται. ῥίζα δὲ τῆς μὲν στρογγύλης περιφερής, γογγυλίδι ὁμοία, ἡ δὲ τῆς μακρᾶς δακτύλου τὸ πάχος ἔχει, σπιθαμιαία ἢ καὶ μείζων· ἀμφότεραι δὲ τὰ πολλὰ πυξοειδεῖς ἔνδοθεν, πικραὶ | |
3.4.3 | τὴν γεῦσιν καὶ βρωμώδεις. ἔστι δέ τις καὶ τρίτη, μακρά, ἥτις καὶ κληματῖτις καλεῖται, κλωνία ἔχουσα λεπτά, φύλλοις ὑπο‐ στρογγύλοις ἀειζῴου 〈τοῦ〉 μικροῦ ἐοικόσι περίπλεα, ἄνθη ἐοι‐ κότα πηγάνῳ, ῥίζας μακροτάτας, λεπτάς, φλοιὸν ἐχούσας παχὺν | |
5 | καὶ ἀρωματίζοντα, ἰδίως χρησιμευούσας μυρεψοῖς εἰς τὰς τῶν μύρων στύψεις. | |
3.4.4 | ποιεῖ δὲ πρὸς μὲν τὰ ἄλλα φάρμακα ἡ στρογγύλη, πρὸς δὲ τὰ ἑρπετὰ καὶ θανάσιμα ἡ μακρὰ δραχμῆς μιᾶς ὁλκὴ πινο‐ | |
μένη μετ’ οἴνου καὶ καταπλασσομένη καὶ τὰ ἐν μήτρᾳ συνιστά‐ μενα πάντα λοχεῖα καὶ ἔμμηνα καὶ ἔμβρυα ἐκβάλλει ποθεῖσα | 7 in vol. 2 | |
5 | μετὰ πεπέρεως καὶ σμύρνης· καὶ ἐν πεσσῷ δὲ προστεθεῖσα τὰ | |
3.4.5 | αὐτὰ δρᾷ. ἡ δὲ στρογγύλη ποιεῖ μὲν πρὸς ἃ καὶ ἡ προειρη‐ μένη, ἐκ περισσοῦ δὲ βοηθεῖ ἄσθματι, λυγμῷ, ῥίγει, σπληνί, ῥήγμασι, σπάσμασιν, ἀλγήμασι πλευρᾶς ποθεῖσα μεθ’ ὕδατος. ἀνάγει δὲ σκόλοπας, ἀκίδας 〈καὶ〉 λεπίδας ὀστῶν καταπλασσομένη | |
5 | ἀφίστησι καὶ σηπεδόνας περιχαράσσει καὶ τὰ ῥυπαρὰ περικα‐ θαίρει ἕλκη καὶ τὰ κοῖλα πληροῖ σὺν ἴριδι καὶ μέλιτι· σμήχει δὲ καὶ οὖλα καὶ ὀδόντας. δοκεῖ δὲ καὶ ἡ κληματῖτις πρὸς τὰ αὐτὰ ποιεῖν, ἐλαττοῦται μέντοι τῇ δυνάμει τῶν προειρημένων. | |
3.5.1 | γλυκύρριζα· οἱ δὲ Ποντικὴν ῥίζαν, οἱ δὲ γεντια‐ νήν, οἱ δὲ Σκύθιον, οἱ δὲ ἄδιψον, 〈οἱ δὲ σύμφυτον〉 καλοῦσι· γεννᾶται πλείστη ἐν Καππαδοκίᾳ καὶ Πόντῳ. ἔστι δὲ θαμνί‐ σκος ῥάβδους ἔχων διπήχεις, περὶ αἷς τὰ φύλλα πυκνά, ἐοικότα | 8 in vol. 2 |
5 | σχίνῳ, λιπαρὰ καὶ κολλώδη ἁψαμένῳ· τὸ δὲ ἄνθος ὑακίνθῳ ὅμοιον, καρπὸς δὲ πλατάνου σφαιρίων μέγεθος, τραχύτερος, λοβοὺς ἔχων ὡς φακοῦ, πυρρούς, μικρούς· ῥίζαι μακραί, πυ‐ ξοειδεῖς ὡς γεντιανῆς, ὑπόστρυφνοι, γλυκεῖαι, χυλιζόμεναι ὥσπερ τὸ λύκιον. | |
3.5.2 | ποιεῖ δὲ τὸ χύλισμα πρὸς τραχύτητας ἀρτηρίας· δεῖ δὲ ὑποτιθέντας τῇ γλώσσῃ ἀποχυλίζειν. ἁρμόζει δὲ καὶ πρὸς καῦσον στομάχου καὶ πρὸς τὰ ἐν θώρακι καὶ ἥπατι ψωριάσεις | |
τε κύστεως καὶ νεφρίτιδας πινόμενον μετὰ γλυκέος ἄδιψόν τέ | 9 in vol. 2 | |
5 | ἐστιν ἀποχυλιζόμενον καὶ τραυματικὸν περιχριόμενον καὶ στο‐ ματικὸν διαμασώμενον· καὶ τὸ ἀφέψημα δὲ τῶν ῥιζῶν προσφά‐ των πρὸς τὰ αὐτὰ ἁρμόζει. ἡ δὲ ῥίζα ξηρὰ λειοτριβηθεῖσα πτερυγίοις κατάπαστος ἐπιτήδειός ἐστιν. | |
3.6.1 | κενταύρειον τὸ μέγα· οἱ δὲ νάρκην, 〈οἱ δὲ γεντια‐ νὴν〉 καλοῦσι. φύλλα ἔχει καρύᾳ βασιλικῇ ἐοικότα, προμήκη, χρώματι χλωρὰ ὡς κράμβης· τὸ δὲ περιφερὲς αὐτῶν ἐντέτμηται ὥσπερ πρίων· καυλὸν δὲ ἔχει ὡς λάπαθον, δίπηχυν ἢ καὶ | |
5 | τρίπηχυν, παραφυάδας ἀπὸ τῆς ῥίζης ἔχοντα πολλάς, ἐφ’ ὧν | |
κεφαλαὶ ὅμοιαι μήκωνι, ὑπομήκεις ἐν τῷ περιφερεῖ, ἄνθος κυανίζον· καρπὸς δὲ ὅμοιος κνήκῳ, ἐγκείμενος ὥσπερ ἐν ἐριώ‐ δεσι τοῖς ἄνθεσι, ῥίζα παχεῖα, στερεά, βαρεῖα, περὶ πήχεις δύο, μεστὴ χυλοῦ, δριμεῖα μετὰ ποσῆς στύψεως καὶ γλυκύτητος, | 10 in vol. 2 | |
3.6.2 | ὑπέρυθρος· ὁμοίως δὲ καὶ ὁ χυλὸς ἐρυθρός. φιλεῖ δὲ λιπαρὰν γῆν, εὐήλιον, δρυμοὺς καὶ γεώλοφα· πλεονάζει δὲ ἐν Λυκίᾳ καὶ ἐντὸς τῆς Πελοποννήσου ἐν Ἤλιδι καὶ Ἀρκαδίᾳ καὶ Μεσσηνίᾳ καὶ περὶ Φολόην καὶ Λύκαιον καὶ Κυλλήνην. | |
5 | ἁρμόζει δὲ ἡ ῥίζα ῥήγμασι, σπάσμασι, πλευριτικοῖς, δυσ‐ πνοίᾳ, βηχὶ παλαιᾷ, αἱμοπτυϊκοῖς, ἀπυρέτοις μὲν μετ’ οἴνου, πυρέσσουσι δὲ μεθ’ ὕδατος δραχμῶν δυεῖν πλῆθος τῆς ῥίζης διδόμενον καὶ πρὸς στρόφους ὁμοίως καὶ ὑστέρας ἀλγήματα. | |
3.6.3 | ἄγει δὲ καὶ ἔμμηνα καὶ ἔμβρυα εἰς σχῆμα κολλυρίου ξυσθεῖσα καὶ προστεθεῖσα τῇ ὑστέρᾳ· ὁ δὲ χυλὸς τὰ αὐτὰ ποιεῖ. ἔστι δὲ καὶ τραυματική, ὑγρὰ μὲν κοπεῖσα, ξηρὰ δὲ προβραχεῖσα καὶ οὕτως | |
κοπεῖσα· συνάγει γὰρ καὶ κολλᾷ, καὶ τὰ ἑψόμενα δὲ κρέα συν‐ | 11 in vol. 2 | |
5 | άγει, ἐάν τις αὐτὴν κόψας συνεψήσῃ. οἱ δὲ ἐν Λυκίᾳ χυλί‐ ζοντες χρῶνται αὐτῷ ἀντὶ λυκίου. | |
3.7.1 | κενταύρειον τὸ λεπτὸν ἢ μικρόν, ὅ τινες λι‐ μνήσιον καλοῦσιν, ἐπειδὴ ἐνίκμους φιλεῖ τόπους. ἡ πόα ὑπερικῷ καὶ ὀριγάνῳ παραπλήσιος, καυλὸν ἔχουσα ὑπὲρ σπι‐ θαμήν, γεγωνιωμένον· ἄνθη ἐν τῷ φοινικῷ ὑποπόρφυρα πρὸς | |
5 | τὰ τῆς λυχνίδος, φύλλα μικρά, ὑπομήκη, ὥσπερ πηγάνου, καρ‐ πὸς πυροῖς ὅμοιος, ῥίζα μικρά, ἄχρηστος, γευομένῳ δὲ ἐμποιεῖ | |
πικρίαν. | 12 in vol. 2 | |
3.7.2 | αὕτη κοπτομένη χλωρὰ καὶ καταπλασσομένη τραυμάτων ἐστὶ κολλητικὴ καὶ ἀνακαθαρτικὴ ἑλκῶν παλαιῶν καὶ ἀπουλωτική· ἀφεψηθεῖσα δὲ καὶ πινομένη ἄγει κατὰ κοιλίαν χολώδη καὶ παχέα, ἔγκλυσμά τε τὸ ἀφέψημα αὐτῆς ἐπὶ ἰσχιαδικῶν ἁρμό‐ | |
5 | διον, ἄγον αἷμα καὶ κουφίζον. ὁ δὲ χυλὸς πρός τε τὰ ὀφθαλμικὰ εὔχρηστος, ἀποκαθαίρων τὰ ἐπισκοτοῦντα ταῖς κόραις σὺν μέ‐ λιτι, καὶ ἐν προσθέτῳ ἐμμήνων ἀγωγὸς καὶ ἐμβρύων· ποθεὶς δὲ ἁρμόζει τοῖς περὶ νεῦρα πάθεσιν ἰδίως. | |
3.7.3 | χυλίζεται δὲ συλλεγομένη ἡ πόα ἐγκύμων σπέρματος καὶ ἀποβρεχομένη ἡμέρας πέντε, εἶτα ἕψεται, ἄχρι ἂν ὑπερέχῃ τὸ ὕδωρ· εἶτα ψυγὲν ὑλίζεται δι’ ὀθονίου ῥιφθείσης τῆς πόας καὶ πάλιν ἕψεται μέχρι μελιτώδους συστάσεως. ἔνιοι δὲ χλωρὰν | |
5 | ἐγκύμονα αὐτὴν κόψαντες ἐκθλίβουσι τὸν χυλὸν καὶ βαλόντες εἰς κεραμεοῦν ἀκώνιστον ἀγγεῖον ἐν ἡλίῳ συστρέφουσι, κι‐ νοῦντες ἀεὶ ξύλῳ καὶ τὸ περιπηγνύμενον ἀποξύοντες καὶ τῷ ὑγρῷ μίσγοντες σκεπάζοντές τε νυκτὸς ἐπιμελῶς· ἡ γὰρ δρό‐ σος κωλυτικὴ τῆς τῶν ὑγρῶν χυλῶν συστάσεως καθέστηκεν. | |
3.7.4 | ὅσα μὲν οὖν ἐκ ξηρῶν τῶν ῥιζῶν ἢ βοτανῶν χυλίζεται, ἑψόμενα σκευάζεται ὡς ἡ γεντιανή· ὅσα δ’ ἐκ φλοιῶν ὑγρῶν ἢ ῥιζῶν ἢ βοτανῶν ἐκθλιβομένων, ἐν ἡλίῳ συστρέφεται, ὡς προεί‐ ρηται. οὕτως καὶ ἡ θαψία καὶ μανδραγόρας καὶ ὀμφάκιον καὶ | 13 in vol. 2 |
5 | τὰ ὅμοια τούτοις χυλίζεται· λύκιον μέντοι καὶ ἀψίνθιον καὶ ὑποκιστὶς καὶ τὰ ὅμοια τούτοις ἑψόμενα συστρέφεται, ὅνπερ τρόπον προείρηται. | |
3.8.1 | χαμαιλέων λευκός, ὃν ἔνιοι ἰξίαν καλοῦσι διὰ τὸ ἔν τισι τόποις ἰξὸν εὑρίσκεσθαι πρὸς ταῖς ῥίζαις αὐτοῦ, ᾧ καὶ ἀντὶ μαστίχης αὐτῷ αἱ γυναῖκες χρῶνται. ἔχει φύλλα ὅμοια | |
σιλλύβῳ ἢ σκολύμῳ, τραχύτερα μέντοι καὶ ὀξύτερα καὶ ἰσχυρότερα | 14 in vol. 2 | |
5 | τοῦ μέλανος· καυλὸν δ’ οὐκ ἔχει, ἀλλὰ ἀφίησιν ἐκ τοῦ μέσου ἄκανθαν ὁμοίαν ἐχίνῳ θαλασσίῳ ἢ κινάρᾳ, ἄνθη δὲ πορφυ‐ ροειδῆ, ὥσπερ τρίχας ἐκπαππουμένας, καρπὸν δὲ κνήκῳ παρα‐ πλήσιον, ῥίζαν ἐν μὲν τοῖς εὐγείοις γεωλόφοις παχεῖαν, ἐν δὲ τοῖς ὀρεινοῖς ἰσχνοτέραν, λευκὴν διὰ βάθους, ὑπαρωματίζουσαν, | |
3.8.2 | βαρύοσμον, γλυκεῖαν, ἥτις ποθεῖσα ἄγει ἕλμιν πλατεῖαν. ὅσον δὲ ὀξυβάφου πλῆθος λαμβάνεται ἐν οἴνῳ αὐστηρῷ μετὰ ὀρι‐ γάνου ἀποζέματος· καὶ ὑδρωπικοῖς δὲ ἐπιτηδείως δίδοται ὁλκὴ σὺν οἴνῳ ποθεῖσα—ἰσχναίνει γὰρ αὐτούς—καὶ πρὸς δυσουρίαν | |
5 | τὸ ἀφέψημα αὐτῆς πίνεται. ἔστι δὲ καὶ θηριακὴ σὺν οἴνῳ πο‐ θεῖσα, ἀποκτείνει καὶ κύνας καὶ ὗς καὶ μύας σὺν ἀλφίτῳ πε‐ φυραμένη καὶ ὑδρελαίῳ διεθεῖσα. | |
3.9.1 | ὁ δὲ μέλας, ὃν ἔνιοι οὐλοφόνον ἢ ἰξίαν ἢ κυνό‐ 〈ζολον ἢ κυνό〉μαζον ἢ ὠκιμοειδὲς ἐκάλεσαν, καὶ αὐτὸς τοῖς φύλλοις σκολύμῳ ἔοικεν, ἐλάττονα μέντοι καὶ λεπτότερα καὶ διέρυθρα ἔχει ταῦτα· καυλὸν δὲ ἀνίησι δακτύλου τὸ πάχος, | 15 in vol. 2 |
5 | σπιθαμιαῖον, ὑπέρυθρον, ἐφ’ οὗ σκιάδιον καὶ ἄνθη ἀκανθώδη, λεπτά, ὑακινθοειδῆ, ποικίλα. ῥίζα δὲ παχεῖα, μέλαινα, πυκνή, ἐνίοτε καὶ βεβρωμένη, σχισθεῖσα· δὲ ὑπόξανθος, διαμασηθεῖσα δηκτική. φύεται δ’ ἐν πεδίοις ξηροῖς καὶ βουνώδεσι τόποις καὶ παραθαλασσίοις. | |
3.9.2 | δύναται δὲ ἡ ῥίζα λεία, μιγέντος αὐτῇ χαλκάνθου ὀλίγου καὶ κεδρίνου ἐλαίου καὶ ὀξυγγίου, ψώρας ἐξάγειν· σμήχει δὲ καὶ λειχῆνας θεῖον καὶ ἄσφαλτον προσλαβοῦσα καὶ συνεψη‐ θεῖσα ὄξει καὶ καταχρισθεῖσα· καὶ διακλυζόμενον δὲ τὸ ἀφέ‐ | |
5 | ψημα αὐτῆς ὀδονταλγίας παύει, μετ’ ἴσου δὲ πεπέρεως καὶ κηροῦ περιπλαττομένη τοῖς ἀλγοῦσιν ὀδοῦσι βοηθεῖ· καὶ πυ‐ | |
ριῶνται δὲ δι’ αὐτῆς οἱ ὀδόντες καθεψηθείσης σὺν ὄξει καὶ καταντληθείσης, προσαγομένη δὲ διὰ γραφείου θερμὴ τῷ ἀλ‐ | 16 in vol. 2 | |
3.9.3 | γοῦντι ὀδόντι θρύπτει αὐτόν. ἔφηλιν δὲ ἀποκαθαίρει καὶ ἀλ‐ φοὺς μετὰ θείου· μείγνυται δὲ καὶ σηπταῖς δυνάμεσι καὶ τὰ φαγεδαινικὰ ἕλκη καὶ τὰ τεθηριωμένα καταπλασθεῖσα ἀνα‐ σκευάζουσα θεραπεύει. | |
5 | ὠνόμασται δὲ χαμαιλέων διὰ τὸ ποικίλον τῶν φύλλων· εὑρίσκεται γὰρ ἢ λίαν χλωρὰ ταῦτα ἢ ὑπόλευκα ἢ κυανοειδῆ ἢ ἐρυθρὰ παρὰ τὰς τῶν τόπων διαφοράς. | |
3.10.1 | κροκοδείλεον· ὅμοιόν ἐστι τῷ μέλανι χαμαιλέοντι. φύεται δὲ ἐν τόποις δρυμώδεσι, ῥίζαν ἔχον μακράν, ἐλαφράν, ὑπόπαχυν, ὀσμὴν δριμεῖαν, ὁμοίαν καρδάμῳ. ἰσχύει δὲ ἡ ῥίζα ζεσθεῖσα ἐν ὕδατι καὶ πινομένη ἄγειν | |
5 | πολὺ αἷμα διὰ ῥωθώνων· δίδοται δὲ καὶ σπληνικοῖς ἐνεργῶς | |
ὠφελοῦσα. | 17 in vol. 2 | |
3.11.1 | δίψακος· τῶν ἀκανθωδῶν ἐστι καὶ αὕτη. καυλὸν δὲ ἔχει ὑψηλόν, ἀκανθώδη, καὶ φύλλα περιειληφότα τὸν καυ‐ λόν, ἐμφερῆ θρίδακι, δύο καθ’ ἕκαστον γόνυ, προμήκη, ἀκαν‐ θώδη καὶ αὐτά, ὥσπερ τινὰς πομφόλυγας ἐπὶ μέσης τῆς ῥά‐ | |
5 | χεως ἔσωθέν τε καὶ ἔξωθεν ἔχοντα ἀκανθώδεις, κοιλάδας δὲ | |
περὶ τὰ συναφῆ τῶν φύλλων, ὥστε ὕδατα ἀπὸ τῶν ὄμβρων καὶ τῶν δρόσων συλλέγειν, ὅθεν καὶ τὸ ὄνομα εἵλκυσεν· ἐπ’ ἄκρου δὲ τοῦ καυλοῦ καθ’ ἑκάστην ἀπόφυσιν κεφαλὴ μία ἐοικυῖα ἐχίνῳ, ὑπομήκης, ἀκανθώδης, ξηρανθεῖσα δὲ λευκὴ φαίνεται· | 18 in vol. 2 | |
10 | ἔχει δὲ καὶ σκωλήκια κατὰ μέσην τὴν ἐντεριώνην διαιρεθεῖσα ἡ κεφαλή. | |
3.11.2 | ἡ δὲ ῥίζα ταύτης ἐν οἴνῳ ἀφεψηθεῖσα καὶ κοπεῖσα, ὡς πάχος κηρωτῆς λαβεῖν, τὰς ἐν δακτυλίῳ ῥαγάδας καὶ σύριγγας ἐντιθεμένη θεραπεύει· ἀποτίθεσθαι δὲ δεῖ τὸ φάρμακον εἰς χαλκῆν πυξίδα. φασὶ δὲ καὶ μυρμηκιῶν αὐτὸ καὶ ἀκροχορδόνων | |
5 | ἴαμα εἶναι. οἱ δ’ ἐν τῇ κεφαλῇ σκώληκες εἰς κυστίδα ἐνδεόμενοι καὶ περιαπτόμενοι τραχήλῳ ἢ βραχίονι ἱστοροῦνται τεταρταϊ‐ κοὺς ἀποθεραπεύειν. | |
3.12.1 | ἄκανθα λευκή· φύεται ἐν ὄρεσι καὶ ὑλώδεσι τό‐ | |
ποις, φύλλα ἔχουσα χαμαιλέοντι ἐμφερῆ λευκῷ, στενότερα δὲ καὶ λευκότερα, ὑποδασέα καὶ ἀκανθώδη, καυλὸν ὑπὲρ δύο πή‐ χεις, δακτύλου τοῦ μεγάλου ἢ καὶ μεῖζον πάχος, ὑπόλευκον, | 19 in vol. 2 | |
5 | κενόν· ἐπ’ ἄκρου δὲ αὐτοῦ κεφαλὴ πρόσεστιν ἀκανθώδης, ἐχίνῳ θαλασσίῳ ἐμφερής, πλὴν ἐλάσσων καὶ ὑπομήκης, ἄνθη πορ‐ φυρᾶ, ἐν οἷς τὸ σπέρμα ὡς κνῆκος, στρογγυλώτερον δέ. | |
3.12.2 | ταύτης ἡ ῥίζα πινομένη ποιεῖ πρὸς αἱμοπτυϊκούς, στομα‐ χικούς, κοιλιακοὺς οὖρά τε κινεῖ καταπλάσσεταί τε πρὸς οἰδή‐ ματα· καὶ τὸ ἀφέψημα δὲ αὐτῆς πρὸς ὀδονταλγίας ποιεῖ δια‐ κλυζόμενον, τὸ δὲ σπέρμα πινόμενον παιδίοις σπωμένοις βοηθεῖ | |
5 | καὶ ἑρπετοδήκτοις. φασὶ δ’ ὅτι περίαπτον ἐξ αὐτοῦ θηρία διώκει. | |
3.13.1 | ἄκανθα Ἀραβική· ἐοικυίας φύσεως δοκεῖ τῇ λευκῇ ἀκάνθῃ εἶναι στύφουσα, καὶ πρὸς ῥοῦν γυναικεῖον καὶ πρὸς ἀναγωγὴν αἵματος καὶ πρὸς τοὺς ἄλλους ῥευματισμοὺς ἡ | |
ῥίζα παραπλησίως εὐθετεῖ. | 20 in vol. 2 | |
3.14.1 | σκόλυμος· φύλλα ἔχει μεταξὺ χαμαιλέοντος καὶ τῆς λευκῆς ἀκάνθης λεγομένης, μελάντερα δὲ καὶ παχύτερα· καυλὸν δὲ ἀνίησι μακρόν, περίπλεον φύλλων, ἐφ’ οὗ κεφαλὴ ἀκανθώδης· ῥίζα δὲ ὕπεστι μέλαινα, παχεῖα, ἧς καὶ ἡ δύναμις. | |
5 | ποιεῖ δὲ πρὸς τοὺς ἔχοντας τὰς μασχάλας καὶ τὸ λοιπὸν σῶμα δυσῶδες ἑψηθεῖσα ἐν οἴνῳ καὶ πινομένη· ἄγει δὲ οὖρα πολλὰ καὶ δυσώδη. ἡ δὲ πόα ἀρτιφυὴς οὖσα λαχανεύεται ἑφθὴ ὥσπερ ἀσπάραγος. | |
3.15.1 | ποτίρριον· οἱ δὲ φρύνιον, Ἴωνες δὲ νευράδα, οἱ δὲ ἀκιδωτὸν καλοῦσι. θάμνος ἐστὶ μέγας, κλῶνας ἔχων μακρούς, | |
μαλακούς, ἱμαντώδεις, λεπτούς, ἐμφερεῖς τραγακάνθῃ, φύλλα μικρά, περιφερῆ—ὅλος δὲ ὁ θάμνος περίκειται πολὺν χνοῦν | 21 in vol. 2 | |
5 | ἐριώδη· ἔστι δὲ ἀκανθώδης—ἄνθη μικρά, χλωρά, καρπὸν δὲ γευομένῳ εὐώδη καὶ δριμύν, ἄχρηστον. φύεται δ’ ἐν ἀμμώδεσι | |
3.15.2 | καὶ γεωλόφοις χωρίοις. ῥίζαι δὲ ὕπεισι πήχεων δύο ἢ τριῶν ἰσχυραί, νευρώδεις, αἵτινες πρὸς τῇ γῇ ἀποτμηθεῖσαι ἀνιᾶσι δάκρυον κόμμει ὅμοιον. κοπεῖσαι δὲ καὶ ἐπιπλασθεῖσαι νεύρων διακοπὰς καὶ τραύ‐ | |
5 | ματα κολλῶσι· καὶ τὸ ἀφέψημα δὲ αὐτῆς ταῖς περὶ νεῦρα δια‐ θέσεσι πινόμενον ἁρμόζει. | |
3.16.1 | ἀκάνθιον· ἐμφερῆ τὰ φύλλα ἔχει τῇ λευκῇ ἀκάνθῃ· ἐπ’ ἄκρῳ δὲ ἔχει ἀκανθώδεις ἐξοχάς, καθ’ ἃς ἀραχνοειδής ἐστι χνοῦς, οὗ συλλεγομένου ὑφήν τινα βομβυκοειδῆ γίνεσθαί φασι. | |
5 | ταύτης ἡ ῥίζα καὶ τὰ φύλλα ὀπισθοτόνῳ βοηθεῖ πινό‐ | |
μενα. | 22 in vol. 2 | |
3.17.1 | ἄκανθος· οἱ δὲ μελάμφυλλον, οἱ δὲ παιδέρωτα καλοῦσι. φύεται ἐν παραδείσοις καὶ ἐν πετρώδεσι καὶ ἐνύδροις χωρίοις. ἔχει δὲ φύλλα πολλῷ πλατύτερα καὶ μακρότερα θρί‐ δακος, ἐσχισμένα ὡς τὰ τοῦ εὐζώμου, λιπαρά, λεῖα, μέλανα, | |
5 | καυλὸν δὲ δίπηχυν, λεῖον, πάχος δακτύλου, ἐκ διαστημάτων πρὸς τῇ κορυφῇ φυλλαρίοις περιειλημμένον καί τισιν οἱονεὶ κιττα‐ ρίοις ὑπομήκεσιν, ὑακινθώδεσιν, ἐξ ὧν τὸ ἄνθος λευκόν· σπέρμα | |
3.17.2 | ὑπόμηκες, μήλινον, θυρσοειδὴς δὲ ἡ κεφαλή. ῥίζαι δ’ ὕπεισι γλίσχραι, | |
μυξώδεις, ἔμπυρροι, μακραί, αἵτινες πυρικαύστοις καὶ στρέμ‐ μασιν ἁρμόζουσι καταπλασσόμεναι· πινόμεναι δὲ οὖρα ἄγουσι καὶ κοιλίαν ἱστᾶσι φθισικοῖς τε καὶ σπάσμασιν ὠφέλιμοι καὶ | 23 in vol. 2 | |
5 | ῥήγμασι. γίνεται δὲ καὶ ἀγρία ἄκανθος, ὁμοία σκολύμῳ, ἀκανθώδης, βραχυτέρα τῆς ἐν παραδείσοις καὶ ἡμέρου. δύναται δὲ καὶ ἡ ταύτης ῥίζα, ὅσα καὶ ἡ πρὸ αὐτῆς. | |
3.18.1 | ἀνωνίς· οἱ δὲ ὀνωνίδα καλοῦσι. κλῶνες σπιθα‐ μιαῖοι καὶ μείζονες, θαμνοειδεῖς, πολυγόνατοι, μασχάλας ἔχον‐ τες πολλάς, κεφάλια περιφερῆ, φυλλάρια λεπτά, μικρά, πρὸς τὰ τοῦ πηγάνου ἢ λωτοῦ τοῦ ἐν χορτοκοπίοις, ὑποδασέα, | |
5 | εὐώδη· ἁλμεύεται δὲ πρὸ τοῦ ἀκανθοφορῆσαι καὶ ἔστιν ἡδίστη. ἔχουσι δὲ οἱ κλάδοι ἀκάνθας ὀξείας, σκολοποειδεῖς, στερεάς, | |
ῥίζαν δὲ θερμαντικήν, λευκήν, ἧς ὁ φλοιὸς πινόμενος σὺν οἴνῳ οὖρα ἄγει καὶ λίθους θρύπτει, ἐσχάρας περιρρήσσει. ἀφε‐ ψηθεῖσα δὲ ἐν ὀξυκράτῳ καὶ διακλυζομένη πόνον ὀδόντων | 24 in vol. 2 | |
10 | πραΰνει. | |
3.19.1 | λευκάκανθα· οἱ δὲ πολυγόνατον, οἱ δὲ ἰσχιάδα, οἱ δὲ φύλλον, οἱ δὲ λάδανον 〈καλοῦσι〉. ῥίζαν ἔχει ὁμοίαν κυπέρῳ, πικρὰν ἰσχυρῶς, ἥτις διαμασηθεῖσα ὀδονταλγίας πραΰ‐ νει· τοῦ δὲ ἀποζέματος αὐτῆς σὺν οἴνῳ κύαθοι τρεῖς ποθέντες | |
5 | βοηθοῦσι πλευριτικοῖς χρονίοις καὶ ἰσχιαδικοῖς, ῥήγμασι, σπω‐ μένοις· καὶ τὸ χύλισμα δὲ τῆς ῥίζης τὰ αὐτὰ ποιεῖ πινόμενον. | |
3.20.1 | τραγάκανθα· ῥίζα ἐστὶ πλατεῖα καὶ ξυλώδης, φαινομένη δὲ καὶ ὑπὲρ γῆς, ἀφ’ ἧς κλάδοι ταπεινοί, ἰσχυροί, χεόμενοι δὲ ἐπὶ πολύ, καὶ ἐπ’ αὐτῶν φυλλάρια λεπτά, πολλά, μεταξὺ ἀκάνθας ἔχοντα ἐγκρυπτομένας τοῖς φύλλοις, λευκάς, | |
5 | ἰσχυράς, ὀρθάς. ἔστι δὲ ἡ τραγάκανθα δάκρυον τῆς ῥίζης ἀποτμηθείσης ἐπισυνιστάμενον, ἧς διαφέρει ἡ διαυγὴς καὶ λεία | |
καὶ ἰσχνὴ καὶ καθαρὰ καὶ ὑπόγλυκυς. | 25 in vol. 2 | |
3.20.2 | δύναμιν δ’ ἔχει ὁμοίαν κόμμει παρεμπλαστικήν· χρῆσις δ’ αὐτῆς εἰς τὰ ὀφθαλμικὰ καὶ πρὸς βῆχας καὶ πρὸς τὰς περὶ ἀρτηρίαν τραχύτητας καὶ φωνῆς ἀποκοπὰς καὶ κατασταγ‐ μοὺς ἐν ἐκλεικτῷ σὺν μέλιτι ἀποχυλίζεταί τε ὑποτεθεῖσα τῇ | |
5 | γλώσσῃ· καὶ πίνεται δὲ ἀποβραχεῖσα ἐν γλυκεῖ δραχμῆς μιᾶς πλῆθος πρὸς νεφρῶν ὀδύνην καὶ κύστεως δῆξιν, μιγέντος αὐτῇ κέρατος ἐλαφείου κεκαυμένου καὶ πεπλυμένου ἢ στυπτηρίας σχιστῆς ὀλίγης. | |
3.21.1 | ἠρύγγη· οἱ δὲ κάρυον, οἱ δὲ ἠρύγγιον καλοῦσι. τῶν ἀκανθωδῶν ἐστιν, ἧς ἐν ἀρχῇ τὰ φύλλα λαχανεύεται εἰς ἁλμαίας συντιθέμενα· ἔστι δὲ πλατέα, τραχέα τοῖς πέριξ, ἀρω‐ ματίζοντα τῇ γεύσει, αὐξόμενα δὲ ἀκανθοῦται κατὰ πλείονας | |
5 | ἐξοχὰς καυλῶν, ἐφ’ ὧν κατὰ τὰ ἄκρα κεφάλιά ἐστι σφαιροειδῆ, ἀκάνθας περικείμενα ὥσπερ ἀστὴρ κύκλῳ ὀξυτάτας, σκληράς, ὧν τὸ χρῶμα χλωρὸν ἢ λευκόν, ἐνίοτε δὲ καὶ κυανοῦν εὑρίσκε‐ | |
3.21.2 | ται. ῥίζα δὲ ἐπιμήκης, πλατεῖα, μέλαινα κατὰ τὴν ἐπιφά‐ νειαν, ἔνδοθεν λευκή, δακτύλου μεγάλου τὸ πάχος, καὶ αὐτὴ εὐώδης καὶ ἀρωματίζουσα. φύεται ἐν πεδίοις καὶ τραχέσι | |
τόποις. | 26 in vol. 2 | |
5 | δύναμιν δὲ ἔχει θερμαντικήν· πινομένη δὲ ἄγει οὖρα καὶ ἔμμηνα καὶ στρόφους καὶ ἐμπνευματώσεις λύει, ἡπατικοῖς δὲ καὶ θηριοδήκτοις καὶ θανασίμοις ἁρμόζει σὺν οἴνῳ· πίνεται δὲ πρὸς τὰ πλεῖστα σὺν σταφυλίνου σπέρματι δραχμῆς μιᾶς τὸ πλῆθος. ἱστορεῖται δ’ ὅτι περιαπτομένη διαφορεῖ φύματα καὶ | |
10 | καταπλασσομένη. | 27 in vol. 2 |
3.22.1 | ἀλόη· φύλλον ἔχει σκίλλῃ παραπλήσιον, λιπαρόν, ὑπόπλατυ, παχὺ ἐν τῷ περιφερεῖ, εἰς τοὐπίσω κλώμενον· παρ’ ἑκάτερα δὲ τὰ φύλλα ἔχει ἐκ πλαγίων ἀκάνθια ἀραιῶς ἐξέχοντα, κολοβά. καυλὸν δὲ ἀνίησιν ἀνθερικῷ ὅμοιον, ἄνθος δὲ λευκὸν | |
5 | καὶ καρπὸν ἀσφοδέλῳ ἐοικότα· βαρύοσμος δὲ ὅλη καὶ ἀπογευο‐ μένῳ πικροτάτη. ἔστι δὲ μονόρριζος ὥσπερ πάσσαλον ἔχουσα τὴν ῥίζαν. γίνεται δὲ ἐν τῇ Ἰνδίᾳ πλείστη, ἐξ ἧς καὶ τὸ ὄπισμα | |
3.22.2 | κομίζεται· φύεται δὲ καὶ ἐν Ἀραβίᾳ καὶ Ἀσίᾳ καί τισι παρα‐ θαλασσίοις τόποις καὶ νήσοις ὡς ἐν Ἄνδρῳ, οὐκ εὔχρηστος εἰς ὀπισμόν, πρὸς δὲ κόλλησιν τραυμάτων ἐπιτήδειος λεία καταπλασσομένη. δισσὸν δέ ἐστι τοῦ χυλίσματος τὸ εἶδος· τὸ | |
5 | μέν τι ψαμμῶδες, ὅπερ ὑποστάθμη τῆς καθαρωτάτης ἔοικεν εἶναι, τὸ δέ ἐστιν ἡπατίζον. ἐκλέγου δὲ τὴν λιπαρὰν καὶ ἄλι‐ | |
θον, στίλβουσαν, ὑπόξανθον, εὔθρυπτον καὶ ἡπατίζουσαν, ῥᾳ‐ δίως ὑγραινομένην, ἐπιτεταμένην τῇ πικρίᾳ· τὴν μέντοι μέλαι‐ | 28 in vol. 2 | |
3.22.3 | ναν καὶ δυσκάτακτον ἀπεκλέγου. δολίζουσι δ’ αὐτὴν κόμμει, ὅπερ ἐλέγχεται γεύσει καὶ πικρίᾳ καὶ ὀσμῆς ἐπιτάσει καὶ τῷ μὴ διαλύεσθαι μέχρι ἐλαχίστου ψήγματος θλιβόμενον ὑπὸ τῶν δακτύλων· ἔνιοι δὲ καὶ ἀκακίαν μίσγουσι. | |
5 | δύναμιν δ’ ἔχει στυπτικήν, ξηραντικήν, [ὑπνωτικήν] πυκνω‐ τικὴν τῶν σωμάτων κοιλίας τε λυτικὴν καὶ στομάχου ἀποκα‐ θαρτικὴν κοχλιαρίων δυεῖν πλῆθος μεθ’ ὕδατος ψυχροῦ ἢ γα‐ λακτώδους πινομένη αἵματός τε ἀναγωγὰς ἐπέχει καὶ ἴκτερον ἀποκαθαίρει μεθ’ ὕδατος τριωβόλου ἢ δραχμῆς μιᾶς ὁλκὴ ἐν | |
3.22.4 | ποτῷ· καὶ μετὰ ῥητίνης δὲ καταπινόμενον ἢ ὕδατος ἢ μέλιτος ἑφθοῦ ἀναλημφθὲν κοιλίαν λύει, δραχμῶν δὲ τριῶν πλῆθος τε‐ λείως καθαίρει, μιγὲν δὲ τοῖς ἄλλοις καθαρτικοῖς ἧσσον αὐτὰ κακοστόμαχα ποιεῖ. ξηρὸν δὲ ἐπιπασθὲν τραύματα κολλᾷ καὶ | |
5 | ἀπουλοῖ ἕλκη καὶ καταστέλλει, αἰδοῖα δὲ εἱλκωμένα ἰδίως θε‐ ραπεύει καὶ ἐπαγώγια τὰ χειρισθέντα παρακολλᾷ. θεραπεύει δὲ καὶ κονδυλώματα καὶ ῥαγάδας κιρνάμενον σὺν γλυκεῖ οἴνῳ αἱμορραγίας τε ἵστησι τὰς ἐξ αἱμορροΐδων καὶ πτερύγια ἀπου‐ | |
3.22.5 | λοῖ· αἴρει καὶ πελιώματα καὶ ὑπώπια σὺν μέλιτι ψωροφθαλ‐ μίας τε καὶ κανθῶν κνησμοὺς παρηγορεῖ καὶ κεφαλαλγίαν μετ’ ὄξους καὶ ῥοδίνου μετώπου καὶ κροτάφων χριομένων· ἐπέχει καὶ ῥεούσας τρίχας σὺν οἴνῳ καὶ πρὸς παρίσθμια δὲ καὶ οὖλα | 29 in vol. 2 |
5 | καὶ πάντα τὰ ἐν στόματι ἁρμόζει σὺν μέλιτι ἢ οἴνῳ. φώγνυ‐ ται δὲ καὶ εἰς τὰ ὀφθαλμικὰ ἐπὶ καθαροῦ καὶ διαπύρου ὀστράκου, μεταβαλλόμενον μύστρῳ, μέχρι ἂν ὁμαλῶς πυρωθῇ· πλύνεται δὲ χωριζομένου τοῦ ψαμμώδους ὡς ἀχρήστου, λαμ‐ βανομένου δὲ τοῦ λιπαρωτάτου καὶ λείου. | |
3.23.1 | ἀψίνθιον· γνώριμος ἡ πόα. ἔστι δὲ αὐτοῦ βέλτιον τὸ ἐν Πόντῳ καὶ Καππαδοκίᾳ γεννώμενον ἐν ὄρει τῷ καλου‐ μένῳ Ταύρῳ. δύναμιν δὲ ἔχει στυπτικήν, θερμαντικήν, ἀποκαθαρτικὴν | |
5 | τῶν ἐνηρεικότων στομάχῳ καὶ κοιλίᾳ χολωδῶν. ἔστι δὲ καὶ | |
οὐρητικὸν καὶ ἀκραίπαλον προπινόμενον, καὶ πρὸς ἐμπνευμα‐ τώσεις δὲ ἁρμόζει καὶ κοιλίας καὶ στομάχου ἀλγήματα πινό‐ μενον μετὰ σεσέλεως ἢ νάρδου Κελτικῆς, καὶ ἀνορεξίας καὶ ἰκτερικοὺς θεραπεύει τὸ ἀπόβρεγμα αὐτοῦ ἢ τὸ ἀφέψημα καθ’ | 30 in vol. 2 | |
3.23.2 | ἑκάστην ἡμέραν λαμβανόμενον εἰς πλῆθος κυάθων τριῶν. ἄγει δὲ καὶ ἔμμηνα πινόμενόν τε καὶ προστιθέμενον μετὰ μέλιτος πρός τε τοὺς ὑπὸ μυκήτων πνιγομένους ἁρμόζει σὺν ὄξει πινό‐ μενον, σὺν οἴνῳ δὲ πρὸς ἰξίαν καὶ κώνειον καὶ μυγαλῆς δήγματα | |
5 | καὶ δράκοντα θαλάσσιον συναγχικοῖς τε διάχρισμα σὺν μέλιτι καὶ νίτρῳ καὶ πρὸς ἐπινυκτίδας σὺν ὕδατι, πρὸς δὲ ὑπώπια σὺν μέλιτι καὶ ἀμβλυωπίας καὶ πρὸς τὰ ἰχωρορροοῦντα ὦτα ὁμοίως· καὶ ὁ ὑπατμισμὸς δὲ αὐτοῦ τοῦ ἀφεψήματος πρὸς ὠταλγίαν ἀφεψόμενόν τε σὺν γλυκεῖ κατάπλασμα ὀφθαλμῶν περιοδυνώντων | |
3.23.3 | ἐστί. καταπλάσσεται δὲ καὶ πρὸς ὑποχόνδρια καὶ ἧπαρ καὶ στόμαχον ἐπάνω χρονίως πάσχοντα συνεκλειούμενον κηρωτῇ Κυ‐ πρίνῃ, πρὸς δὲ στόμαχον ῥοδίνῃ· ἁρμόζει δὲ καὶ σπληνικοῖς καὶ ὑδρωπικοῖς μιγέντων αὐτῷ σύκων καὶ νίτρου καὶ αἰρίνου ἀλεύρου. | |
5 | σκευάζεται δὲ καὶ οἶνος ὁ λεγόμενος ἀψινθίτης δι’ αὐτοῦ, μάλιστα περὶ τὴν Προποντίδα καὶ Θρᾴκην, ᾧ πρὸς τὰ προειρη‐ | |
μένα χρῶνται ἐν ἀπυρεξίᾳ· καὶ ἄλλως δὲ προπίνουσι θέρους | 31 in vol. 2 | |
3.23.4 | ὑγιείας ποιητικὸν εἶναι νομίζοντες. δοκεῖ δὲ καὶ παραπαττό‐ μενον εἰς τὰς κιβωτοὺς ἄβρωτα φυλάττειν τὰ ἐσθήματα ἀλει‐ φόμενόν τε μετ’ ἐλαίου κώνωπας κωλύειν ἅπτεσθαι τοῦ σώ‐ ματος· τὸ δὲ μέλαν τῷ ἀποβρέγματι αὐτοῦ βραχὲν ἄβρωτα | |
5 | μυσὶ τηρεῖ τὰ γράμματα. ἔοικε δὲ καὶ τὰ τοῦ χυλίσματος ἔργα τὰ αὐτά, πλὴν εἰς τὰς πόσεις οὐ δοκιμάζομεν αὐτό, κακο‐ στόμαχον καὶ κεφαλαλγὲς ὄν. δολοῦται δὲ τὸ χύλισμα ἀμόργῃ ἑψηθείσῃ καὶ μειγνυμένῃ. | |
3.23.5 | καλοῦσί τινες καὶ τὸ σέριφον ἀψίνθιον θαλάσσιον, ὅπερ πλεῖστον ἐν τῷ κατὰ Καππαδοκίαν Ταύρῳ γεννᾶται καὶ ἐν Τα‐ φοσίρει τῆς Αἰγύπτου, ᾧ οἱ Ἰσιακοὶ ἀντὶ θαλλοῦ χρῶνται. ἔστι δὲ πόα λεπτόκαρφος, ἐοικυῖα ἀβροτόνῳ μικρῷ, περιπληθὴς | |
5 | σπέρματος, ὑπόπικρος, κακοστόμαχος, βαρύοσμος, στύφουσα μετὰ ποσῆς θερμασίας, ἥτις ἑψηθεῖσα καθ’ ἑαυτὴν καὶ μετὰ ὀρύζης καὶ λημφθεῖσα μετὰ μέλιτος ἀσκαρίδας καὶ ἕλμινθας | |
3.23.6 | στρογγύλας κτείνει, ὑπεξάγουσα κοιλίαν κούφως. δύναται δὲ καὶ σὺν ῥοφήματι φακῆς καθεψηθεῖσα τὰ αὐτὰ ποιεῖν· λιπαίνει δὲ μάλιστα ἐν Καππαδοκίᾳ τὰ πρόβατα νεμόμενα. ἔστι δὲ τρίτον εἶδος ἀψινθίου, γεννώμενον ἐν τῇ κατὰ τὰς | 32 in vol. 2 |
5 | Ἄλπεις Γαλατίᾳ πλεῖστον, ὃ ἐπιχωρίως Σαντονικὸν καλοῦσιν, ἐπωνύμως τῇ γεννώσῃ αὐτὸ Σαντονίδι χώρᾳ, ἐοικὸς ἀψινθίῳ, οὐ μὴν οὕτως γε ἔνσπερμον, ὑπόπικρον δὲ καὶ δυνάμενον τὰ αὐτὰ τῷ σερίφῳ. | |
3.24.1 | ἁβρότονον· οἱ δὲ Ἡράκλειον, οἱ δὲ γλυκὺν ἀγκῶνα | |
καλοῦσιν. ἔστιν αὐτοῦ τὸ μὲν θῆλυ θάμνος δενδροειδής, ὑπόλευκος, φύλλοις λεπτοσχιδέσιν ὥσπερ σερίφου περὶ τὰ κλω‐ νία πλήρης, ἄνθος δὲ ἐπ’ ἄκρον κορυμβοειδὲς ἔχων, χρυσοει‐ | 33 in vol. 2 | |
5 | δές, τῆς θερείας γινόμενον, εὐῶδες μετὰ ποσοῦ βάρους, πικρὸν τὴν γεῦσιν· δοκεῖ δὲ τὸ Σικελιωτικὸν εἶναι τοιοῦτο. τὸ δ’ ἕτε‐ ρον, 〈ὃ〉 ἄρρεν καλεῖται, κληματῶδες, λεπτόκαρπον ὡς ἀψίνθιον. | |
3.24.2 | πλεῖστον δὲ γίνεται ἐν Καππαδοκίᾳ καὶ Γαλατίᾳ τῇ κατὰ τὴν Ἀσίαν καὶ Ἱεραπόλει τῇ κατὰ τὴν Συρίαν. | |
τούτων ὁ καρπὸς ἀπεζεσμένος μεθ’ ὕδατος καὶ ὠμοτριβὴς πινόμενος βοηθεῖ ὀρθοπνοίᾳ, ῥήγμασι, σπάσμασιν, ἰσχιάσι, | 34 in vol. 2 | |
5 | δυσουρίαις, ἐμμήνων ἐπισχέσει· καὶ θανασίμων φαρμάκων ἐστὶν ἀντίδοτος ποθὲν σὺν οἴνῳ σύγχρισμά τε ῥιγούντων μετ’ ἐλαίου | |
3.24.3 | ἐστί. διώκει δὲ καὶ ἑρπετὰ στιβαδευόμενον καὶ θυμιώμενον· καὶ πινόμενον δὲ σὺν οἴνῳ ὠφελεῖ τοὺς δηχθέντας, ἰδίως δὲ ἁρμόζει ἐπὶ φαλαγγίων καὶ σκορπίων. βοηθεῖ δὲ καὶ ὀφθαλ‐ μῶν φλεγμοναῖς σὺν ἑφθῷ 〈μήλῳ〉 κυδωνίῳ ἢ μετὰ ἄρτου | |
5 | καταπλασθέν, διαφορεῖ καὶ φύματα μετὰ ὠμῆς λύσεως λεῖον ἑψηθέν. μείγνυται δὲ καὶ εἰς τὴν τοῦ ἰρίνου ἐλαίου σκευασίαν. | |
3.25.1 | ὕσσωπος· πόα γνώριμος, δισσή· ἡ μὲν γάρ τίς ἐστιν ὀρεινὴ ἡ δὲ κηπευτή· ἀρίστη δὲ ἡ ἐν Κιλικίᾳ γεννωμένη. | |
δύναμιν δὲ ἔχει θερμαντικήν· ἀφεψηθεῖσα δὲ μετὰ σύκων καὶ ὕδατος καὶ μέλιτος καὶ πηγάνου καὶ πινομένη ἀρήγει περι‐ | 35 in vol. 2 | |
5 | πνευμονικοῖς, ἀσθματικοῖς, βηχὶ χρονίᾳ, κατάρρῳ, ὀρθοπνοίᾳ· κτείνει δὲ καὶ ἕλμεις, σὺν μέλιτι δὲ ἐκλειχθεῖσα τὸ αὐτὸ ποιεῖ. ἄγει δὲ καὶ πάχος κατὰ κοιλίαν τὸ ἀφέψημα αὐτῆς σὺν ὀξυμέλιτι | |
3.25.2 | πινόμενον· 〈καὶ〉 βιβρώσκεται δὲ μετὰ χλωρῶν σύκων λείων πρὸς ὑπαγωγὴν κοιλίας, σφοδρότερον δὲ καθαίρει μιγέντος αὐτῷ καρδάμου ἢ ἴριδος ἢ ἐρυσίμου· περιποιεῖ δὲ καὶ εὔχροιαν. καταπλάσσεται δὲ μετὰ σύκου καὶ νίτρου πρὸς σπλῆνα καὶ | |
5 | ὕδρωπα, σὺν οἴνῳ δὲ πρὸς φλεγμονάς· διαφορεῖ δὲ καὶ ὑπώπια σὺν ὕδατι ζεστῷ καταπλασθεῖσα. συνάγχης δὲ ἀναγαργάρισμα μετὰ σύκων ἀφεψήματος ἄριστον, ὀδόντος τε πόνον πραΰνει σὺν ὄξει ἑψηθεῖσα καὶ διακλυζομένη· λύει δὲ καὶ τὰς περὶ ὦτα ἐμπνευματώσεις ὑπατμισθεῖσα. | |
3.26.1 | στοιχάς· γεννᾶται μὲν ἐν ταῖς κατὰ Γαλατίαν νή‐ σοις κατ’ ἀντικρὺς Μασσαλίας, καλουμέναις Στοιχάσιν, ὅθεν | |
καὶ τὴν ὀνομασίαν ἔσχεν· πόα δέ ἐστι λεπτόκαρπος, ὁμοίαν ἔχουσα θύμῳ κόμην, μακροφυλλοτέρα μέντοι καὶ δριμεῖα τῇ | 36 in vol. 2 | |
5 | γεύσει, ὑπόπικρος ποσῶς. ποιεῖ δὲ τὸ ἀφέψημα αὐτῆς πρὸς τὰ ἐν θώρακι καθὼς ὁ ὕσσωπος· μείγνυται δὲ καὶ ἀντιδότοις χρησίμως. | |
3.27.1 | ὀρίγανος Ἡρακλεωτική· οἱ δὲ κονίλην καλοῦσι. φύλ‐ λον ἔχει ἐμφερὲς ὑσσώπῳ, σκιάδιον δὲ οὐ τροχοειδές, ἀλλ’ ὥσπερ διῃρημένον καὶ ἐπ’ ἄκρων τῶν ῥάβδων τὸ σπέρμα οὐ πυκνόν. ἐστὶ δὲ θερμαντική, ὅθεν τὸ ἀφέψημα αὐτῆς σὺν οἴνῳ | |
5 | ποθὲν ἁρμόζει θηριοδήκτοις, σὺν γλυκεῖ δὲ καὶ κονίᾳ τοῖς κώνειον ἢ μηκώνιον, σὺν ὀξυμέλιτι δὲ τοῖς γύψον ἢ ἐφήμερον πεπωκόσι, πρὸς δὲ τὰ σπάσματα καὶ ῥήγματα καὶ ὕδρωπας μετὰ συκίου βιβρωσκομένη. ξηρὰ δὲ ποθεῖσα ὀξυβάφου πλῆ‐ θος σὺν μελικράτῳ μέλανα κατὰ κοιλίαν ἄγει, ἔμμηνά τε κινεῖ | 37 in vol. 2 |
3.27.2 | καὶ βῆχας θεραπεύει σὺν μέλιτι ἐκλειχομένη· καὶ κνησμοὺς δὲ καὶ ψώραν καὶ ἴκτερον τὸ ἀφέψημα αὐτῆς ἐν λουτρῷ ὠφελεῖ. ὁ δὲ χυλὸς αὐτῆς χλωρᾶς οὔσης παρίσθμια καὶ κιονίδας καὶ ἄφθας θεραπεύει καὶ 〈αἷμα〉 διὰ ῥινῶν ἄγει σὺν ἐλαίῳ ἰρίνῳ ἐγχυ‐ | |
5 | ματιζόμενος· σὺν γάλακτι δὲ καὶ ὠταλγίας παρηγορεῖ ἐμετικόν τε φάρμακον δι’ αὐτῆς σκευάζεται καὶ κρομύων καὶ ῥοὸς τοῦ ἐπὶ τὰ ὄψα, πάντων ἐν χαλκῷ Κυπρίῳ ἐν τοῖς ὑπὸ κύνα καύ‐ μασιν ἡλιασθέντων ἐπὶ ἡμέρας τεσσαράκοντα· ὑποστρωννυ‐ μένη δὲ ἡ πόα ἑρπετὰ διώκει. | |
3.28.1 | ἡ δὲ ὀνῖτις καλουμένη λευκοτέρα τοῖς φύλλοις ἐστὶ καὶ μᾶλλον ἐοικυῖα ὑσσώπῳ, καὶ τὸ σπέρμα ὥσπερ κορύμβους | |
συνεχεῖς ἐπικειμένους ἔχει. δύναται δὲ τὰ αὐτὰ τῇ Ἡρακλεωτικῇ, οὐχ οὕτως μέντοι | 38 in vol. 2 | |
5 | δραστικὴ καθέστηκεν. | |
3.29.1 | ἡ δὲ ἀγριορίγανος, ἣν πάνακες ἢ Ἡρακλείαν ἢ κονίλην καλοῦσιν, ὧν ἐστι καὶ Νίκανδρος ὁ Κολοφώνιος (Th. 626 sq.)· ἔχει τὰ μὲν φύλλα ὀριγάνῳ ὅμοια, ῥαβδία δὲ σπιθα‐ μιαῖα, λεπτά, ἐφ’ ὧν σκιάδια ὅμοια ἀνήθῳ· ἄνθη δὲ λευκά, | |
5 | ῥίζα λεπτή, ἄχρηστος. ἰδίως δὲ βοηθεῖ θηριοδήκτοις τὰ φύλλα καὶ τὰ ἄνθη σὺν οἴνῳ πινόμενα. | |
3.30.1 | τραγορίγανος· θαμνίσκος ἐστὶν ἑρπύλλῳ ἀγρίῳ ἐοικὼς τὰ φύλλα καὶ τὰ κλωνία· ἤδη μέντοι εὑρίσκεταί τις | |
κατὰ τόπους εὐερνεστέρα καὶ πλατύφυλλος, κολλώδης ἱκανῶς· ἡ δέ τις λεπτόκαρφος καὶ λεπτόφυλλος, ἣν καὶ πράσιον ἔνιοι | 39 in vol. 2 | |
5 | καλοῦσιν. ἀρίστη δὲ ἡ Κιλίκιος καὶ ἡ ἐν Κῷ καὶ ἡ ἐν Χίῳ καὶ Σμύρνῃ καὶ Κρήτῃ. θερμαντικαὶ δὲ πᾶσαι καὶ οὐρητικαὶ καὶ εὐκοίλιοι πινο‐ | |
3.30.2 | μένου τοῦ ἀφεψήματος· ὑποβιβάζουσι γὰρ τὰ χολώδη· εὔθετοι καὶ σπληνικοῖς ποτιζόμεναι μετ’ ὄξους καὶ τοῖς ἰξίαν πεπω‐ κόσι μετ’ οἴνου· καὶ ἔμμηνα δὲ ἄγουσι, βηξί τε καὶ περιπνευ‐ μονίαις σὺν μέλιτι ἐν ἐκλεικτῷ δίδοται. ἔστι δὲ τὸ πότημα | |
5 | ἐπιεικές, ὅθεν τοῖς ἀσώδεσι καὶ κακοστομάχοις καὶ ὀξυρεγμιῶσι δίδοται καὶ ἐφ’ ὧν ἄλυσις καὶ ναυτία καὶ θέρμη ὑποχονδρίων παρακολουθεῖ. διαφορεῖ δὲ καὶ οἰδήματα καταπλασθεῖσα μετ’ ἀλφίτων. | |
3.31.1 | γλήχων· πόα γνώριμος, θερμαντική, λεπτυντική, πεπτική. ποθεῖσα δὲ ἔμμηνα καὶ δεύτερα καὶ ἔμβρυα ἄγει· | |
ἀνάγει δὲ καὶ τὰ ἐκ πνεύμονος μεθ’ ἁλὸς καὶ μέλιτος ποθεῖσα καὶ σπωμένοις βοηθεῖ, ναυσίας τε καὶ δηγμοὺς στομάχου μετ’ | 40 in vol. 2 | |
5 | ὀξυκράτου ποθεῖσα παραμυθεῖται· ἄγει δὲ καὶ κατὰ κοιλίαν μέλανα, βοηθεῖ καὶ θηριοδήκτοις μετ’ οἴνου πινομένη, λειπο‐ | |
3.31.2 | θυμοῦντάς τε ἀνακτᾶται σὺν ὄξει ταῖς ῥισὶ προσαγομένη. κρα‐ τύνει δὲ καὶ οὖλα ξηρὰ λεία κεκαυμένη, ἐπιπλασθεῖσα δὲ πραΰνει πᾶσαν φλεγμονὴν σὺν ἀλφίτῳ, καθ’ ἑαυτὴν δὲ ποδα‐ γρικοῖς ἁρμόζει ἄχρι φοινίξεως τῆς ἐπιφανείας, σὺν κηρωτῇ | |
5 | δὲ ἰόνθους σβέννυσιν· ὠφελεῖ δὲ καὶ σπληνικοὺς μεθ’ ἁλὸς καταπλασσομένη. τὸ δὲ ἀφέψημα αὐτῆς κνησμοὺς λουόμενον παύει καὶ εἰς ἐγκάθισμα πρὸς ἐμπνευματώσεις καὶ σκληρίας καὶ ἀποστροφὰς ὑστέρας ἁρμόζει. καλοῦσι δέ τινες αὐτὴν βλήχωνα, ἐπειδὴ κατὰ τὴν ἄνθησιν τὰ γευσάμενα τῶν ποιμνίων | |
10 | βληχῆς ὑποπίμπλαται. | |
3.32.1 | δίκταμνον, ὃ καλοῦσί τινες γλήχωνα ἀγρίαν, οἱ δὲ βαίτιον. πόα ἐστὶ Κρητική, δριμεῖα λίαν, ὁμοία γλήχωνι, μείζω δὲ καὶ γναφαλοειδῆ τὰ φύλλα ἔχει καὶ ἐριώδη τινὰ ἐπίφυσιν· οὔτε δὲ ἄνθος οὔτε καρπὸν φέρει. | 41 in vol. 2 |
5 | ποιεῖ δ’ ἅπαντα, ὅσα καὶ ἡ ἥμερος γλήχων, ἐνεργεστέρα δὲ πολλῷ· οὐ μόνον γὰρ πινομένη ἀλλὰ καὶ προστιθεμένη καὶ | |
ὑποθυμιωμένη τὰ τεθνηκότα ἔμβρυα ἐκτινάσσει. φασὶ δὲ καὶ τὰς αἶγας ἐν Κρήτῃ, ἐπειδὰν τοξευθῶσι, νεμηθείσας τὴν πόαν ἐκβάλλειν τὰ τοξεύματα. | 42 in vol. 2 | |
3.32.2 | τὸ δὲ ψευδοδίκταμνον καλούμενον φύεται 〈μὲν〉 ἐν πολλοῖς τόποις, ἐμφερὲς δὲ τῷ πρὸ αὐτοῦ, ἔλαττον δὲ καὶ ἧττον δριμύ. ποιεῖ δὲ τὰ αὐτὰ τῷ δικτάμνῳ, οὐχ ὁμοίως ἐνεργοῦν. φέρεται δὲ καὶ ἀπὸ Κρήτης ἕτερον εἶδος δικτάμνου, φύλ‐ | |
5 | λοις ἐοικὸς σισυμβρίου, κλωσὶ δὲ μεῖζον, ἐφ’ ὧν ἄνθος ὀρι‐ γάνῳ ἀγρίῳ ἐοικός, μέλαν, μαλακόν· ὀσμὴ δὲ τῶν φύλλων με‐ ταξὺ σισυμβρίου καὶ ἐλελισφάκου, ἡδίστη. ποιεῖ δὲ πρὸς ὅσα καὶ ἡ πρὸ αὐτῆς, ἧσσον πληκτικὴ ὑπάρ‐ | |
χουσα· μείγνυται δὲ καὶ ἐμπλάστροις θηριακαῖς. | 43 in vol. 2 | |
3.33.1 | ἐλελίσφακον· οἱ δὲ ἐλαφοβόσκον, οἱ δὲ σφάγνον. θάμνος ἐστὶν ἐπιμήκης, πολύκλωνος, ῥάβδους τετραγώνους καὶ ὑπολεύκους ἔχων, φύλλα δὲ μηλέᾳ κυδωνίᾳ ἐοικότα, ἐπιμηκέ‐ στερα δὲ καὶ μικρότερα καὶ τραχέα λεληθότως ὥσπερ τὰ ἀνά‐ | |
5 | τριπτα τῶν ἱματίων, δασέα, ὑπόλευκα, σφοδρῶς εὐώδη, ἔμβρωμα· καρπὸν δὲ ἐπ’ ἄκρων τῶν καυλῶν ὥσπερ ὁρμίνου ἀγρίου ἔχει. φύεται δὲ ἐν τραχέσι χωρίοις. | |
3.33.2 | δύναμιν δὲ ἔχει τὸ ἀφέψημα τῶν φύλλων καὶ τῶν κλάδων οὖρα ἄγειν πινόμενον καὶ ἔμμηνα καὶ ἔμβρυα κατασπᾶν καὶ τρυγόνος πληγαῖς ἀρήγειν· μελαίνει δὲ καὶ τρίχας καὶ τραυ‐ ματικὴ καὶ ἴσχαιμος καὶ ἀποκαθαρτικὴ τῶν θηριωδῶν ἑλκῶν | 44 in vol. 2 |
5 | ἐστι. παύει δὲ σὺν οἴνῳ τὸ ἀφέψημα τῶν φύλλων καὶ τῶν κλάδων αὐτῆς προσκλυζόμενον κνησμοὺς τοὺς περὶ τὰ αἰδοῖα. | |
3.34.1 | ἡδύοσμον, οἱ δὲ μίνθην· γνώριμον βοτάνιον, δύναμιν ἔχον θερμαντικήν, στυπτικήν, ξηραντικήν· ὅθεν αἷμα ἵστησι πινόμενος ὁ χυλὸς αὐτοῦ μετ’ ὄξους καὶ ἕλμινθας κτείνει στρογ‐ | |
γύλας, ἀφροδίσιά τε ἐρεθίζει καὶ λυγμοὺς καὶ ἐμέτους καὶ χο‐ | 45 in vol. 2 | |
5 | λέραν παύει δύο ἢ τρία κλωνία σὺν ῥοᾶς ὀξείας χυλῷ ποθέντα· διαφορεῖ δὲ καὶ ἀποστήματα μετ’ ἀλφίτου καταπλασθὲν καὶ κεφαλαλγίαν παρηγορεῖ ἐπιτεθὲν τῷ μετώπῳ μαστῶν τε περί‐ | |
3.34.2 | τασιν καὶ σπάργησιν πραΰνει. σὺν ἁλσὶ δὲ τοῖς κυνοδήκτοις κατάπλασμα, ὠταλγίαις τε ὁ χυλὸς σὺν μελικράτῳ ἁρμόζει. γυ‐ ναιξὶ δὲ πρὸ τοῦ πλησιάζειν προστιθέμενον ἀσυλλημψίαν ἐργά‐ ζεται γλῶσσάν τε τραχεῖαν παρατριβόμενον λεαίνει καὶ γάλα | |
5 | ἀτύρωτον φυλάσσει, ἐναποκλυσθέντων αὐτῷ κλωναρίων, καὶ καθόλου ἐστὶν εὐστόμαχον καὶ ἀρτυματῶδες. γίνεται δὲ καὶ ἄγριον ἡδύοσμον, δασύτερον τοῖς φύλλοις καὶ βραχεῖ μεῖζον σισυμβρίου, τὴν ὀσμὴν βρωμωδέστερον καὶ ἧττον εἰς τὴν ἐν ὑγιείᾳ χρῆσιν εὔθετον. | |
3.35.1 | καλαμίνθη· ἡ μέν τις ὀρεινοτέρα ἐστίν, ἔχει δὲ φύλλα ὅμοια ὠκίμῳ, ὑπόλευκα, κλωνία δὲ καὶ κάρφη γεγωνιωμένα, ἄνθος πορφυροῦν. ἡ δέ τις γλήχωνι ἔοικε, μείζων δέ, ὅθεν ἀγρίαν τινὲς αὐτὴν γλήχωνα ὀνομάζουσι, διότι καὶ τῇ ὀσμῇ | 46 in vol. 2 |
5 | παρέοικε· ταύτην Ῥωμαῖοι νεπέταν καλοῦσιν. ἡ δὲ τρίτη ἔοικεν ἡδυόσμῳ ἀγρίῳ, ἐπιμηκεστέρα τοῖς φύλλοις, καυλῷ καὶ κλάδῳ | |
3.35.2 | μείζων τῶν προειρημένων καὶ ἧττον ἐνεργής. πασῶν δὲ τὰ φύλλα γευομένῳ πυρωτικὰ ἰσχυρῶς καὶ δριμέα, ῥίζα ἄχρηστος. φύεται δ’ ἐν πεδίοις καὶ ἐν τραχέσι τόποις καὶ καθύγροις. πινομένη δὲ καὶ καταπλασσομένη ἀρήγει ἑρπετοδήκτοις· | |
5 | ἄγει δὲ καὶ οὖρα τὸ ἀφέψημα πινόμενον· βοηθεῖ δὲ καὶ ῥήγ‐ | |
μασι καὶ σπάσμασι καὶ ὀρθοπνοίᾳ καὶ στρόφοις καὶ χολέρᾳ καὶ ῥίγει, καὶ πρὸς τὰ θανάσιμα προπινομένη ποιεῖ σὺν οἴνῳ καὶ ἴκτερον ἀποκαθαίρει ἕλμινθάς τε κτείνει καὶ ἀσκαρίδας σὺν ἁλσὶ καὶ μέλιτι πινομένη ἑφθή τε καὶ ὠμὴ τετριμμένη, ὠφελεῖ | 47 in vol. 2 | |
3.35.3 | καὶ ἐλεφαντιῶντας βρωθεῖσα ἐπιπινομένου ὀρροῦ γάλακτος. φθείρει δὲ καὶ ἔμβρυα καὶ ἔμμηνα ἄγει τὰ φύλλα λεῖα ἐν προσ‐ θέτῳ, θυμιαθέντα δὲ ἑρπετὰ διώκει καὶ ὑποστρωννύμενα. λευκαίνει δὲ καὶ μελαίνας οὐλὰς ἑψηθεῖσα ἐν οἴνῳ καὶ κατα‐ | |
5 | πλασθεῖσα, καθαίρει καὶ ὑπώπια ἰσχιαδικοῖς τε ἐπιτίθεται εἰς μετασύγκρισιν, ἐπικαίουσα τὴν ἐπιφάνειαν, καὶ σκώληκας τοὺς ἐν ὠσὶ κτείνει ὁ χυλὸς ἐνσταζόμενος. | |
3.36.1 | θύμος· γινώσκεται ὑπὸ πάντων. θαμνίσκιον φρυγα‐ νοειδές, φυλλαρίοις στενοῖς καὶ πολλοῖς περιειλημμένον, ἔχον ἐπ’ ἄκρου κεφάλια ἄνθους 〈περίπλεα〉, πορφυρίζοντα. μάλιστα | |
δὲ φύεται ἐν πετρώδεσι καὶ λεπτογείοις τόποις. | 48 in vol. 2 | |
5 | δύναμιν δὲ ἔχει πινόμενον μετὰ ἁλῶν καὶ ὄξους ἄγειν | |
3.36.2 | φλεγματῶδες κατὰ κοιλίαν. τὸ δὲ ἀφέψημα αὐτοῦ μετὰ μέλι‐ τος ὀρθοπνοϊκοῖς καὶ ἀσθματικοῖς βοηθεῖ ἕλμινθάς τε ἐξάγει καὶ ἔμμηνα καὶ δεύτερα καὶ ἔμβρυα ἄγει· ἔστι δὲ καὶ οὐρητι‐ κόν, μιγὲν δὲ μέλιτι καὶ ἐκλειχθὲν εὐανάγωγα τὰ ἐκ θώρακος | |
5 | ποιεῖ. διαφορεῖ δὲ οἰδήματα πρόσφατα καταπλασθὲν μετ’ ὄξους καὶ αἵματος θρόμβους διαλύει καὶ θύμους καὶ ἀκροχορ‐ δόνας αἴρει, καὶ ἰσχιαδικοῖς μετ’ οἴνου καὶ ἀλφίτου ἐπιτεθὲν ἁρμόζει, ἀμβλυωποῦντάς τε ὠφελεῖ ἐσθιόμενον ἐν τροφῇ. εὔχρη‐ στον δὲ καὶ πρὸς τὴν ἐν ὑγιείᾳ χρῆσιν ἀντὶ ἀρτύματος. | |
3.37.1 | θύμβρα· καὶ αὐτὴ γνώριμος, γεννωμένη ἐν λεπτογείοις καὶ τραχέσι τόποις, ὁμοία θύμῳ, ἐλάσσων μέντοι καὶ ἁπαλω‐ τέρα, φέρουσα στάχυν ἄνθους μεστόν, ἔγχλωρον. δύναται δὲ τὰ αὐτὰ τῷ θύμῳ ὁμοίως λαμβανομένη καὶ | 49 in vol. 2 |
5 | πρὸς τὴν ἐν ὑγιείᾳ χρῆσιν εὔθετος. γίνεται δὲ καὶ σπαρτὴ θύμβρα, κατὰ πάντα τῆς ἀγρίας ἐλάσσων, εὐχρηστοτέρα δὲ πρὸς βρῶσιν διὰ τὸ μὴ ἐπιτετάσθαι τὴν δριμύτητα. | |
3.38.1 | ἕρπυλλος· ὁ μέν τίς ἐστι κηπευτός, σαμψουχίζων τῇ ὀσμῇ, καὶ στεφανωματικός· ὠνόμασται δὲ ἀπὸ τοῦ ἕρπειν τε καὶ ὅ τι ἂν αὐτοῦ μέρος θίγῃ τῆς γῆς, ῥιζοβολεῖν. ἔχει δὲ φύλλα καὶ κλωνία ὀριγάνῳ ἐμφερῆ, πλὴν λευκότερα· ἀπὸ δὲ | |
5 | αἱμασιῶν καθιέμενος εὐαυξέστερος γίνεται. ὁ δέ τίς ἐστιν ἄγριος, ὃς καὶ ζυγὶς καλεῖται, οὐχ ἕρπων, ἀλλ’ ὀρθός, κλω‐ | |
νία ἀνιεὶς λεπτά, φρυγανώδη, φύλλων περίπλεα ὁμοίων πη‐ γάνῳ, ὑπόστενα δέ ἐστι καὶ ἐπιμηκέστερα καὶ σκληρότερα 〈ταῦτα〉, | 50 in vol. 2 | |
3.38.2 | ἄνθη γευομένῳ δριμέα, ὀσμὴ ἡδεῖα, ῥίζα ἄχρηστος. φύεται ἐν πέτραις, ἐνεργέστερος καὶ θερμαντικώτερος τοῦ κηπευτοῦ ὑπάρχων καὶ πρὸς τὴν ἐν ἰατρικῇ χρῆσιν ἐπιτηδειότερος· ἔμ‐ μηνά τε γὰρ ἄγει καὶ οὖρα κινεῖ πινόμενος· ὠφελεῖ 〈καὶ〉 στρό‐ | |
5 | φους, σπάσματα, ῥήγματα, ἥπατος φλεγμονὰς καὶ πρὸς ἑρπετὰ πινόμενός τε καὶ καταπλασσόμενος, κεφαλῆς τε ὀδύνην παρα‐ μυθεῖται ἑψηθεὶς σὺν ὄξει καὶ καταβραχεὶς μιγέντος αὐτῷ ῥοδίνου· μάλιστα δὲ ἐπὶ ληθάργου καὶ φρενίτιδος ἁρμόζει. παύει δὲ καὶ ἔμετον αἵματος δραχμῶν τεσσάρων πλῆθος μετ’ | |
10 | ὄξους ποθείς. | |
3.39.1 | σάμψουχον· κράτιστον τὸ Κυζικηνὸν καὶ Κύπριον, | |
δευτερεύει δὲ τούτου τὸ Αἰγύπτιον· καλεῖται δὲ ὑπὸ Κυζικηνῶν καὶ τῶν ἐν Σικελίᾳ ἀμάρακον. πόα δέ ἐστι πολύκλωνος, ἕρ‐ πουσα ἐπὶ γῆς, φύλλα δασέα καὶ περιφερῆ ἔχουσα, ὅμοια τοῖς | 51 in vol. 2 | |
5 | τῆς λεπτοφύλλου καλαμίνθης, σφόδρα εὐώδης καὶ θερμαντική, πλεκομένη καὶ εἰς στεφάνους. ἁρμόζει δὲ τὸ ἀφέψημα αὐτῆς πινόμενον ἐπὶ ἀρχομένων | |
3.39.2 | ὑδρωπικῶν καὶ δυσουρούντων καὶ στροφουμένων. ξηρὰ δὲ τὰ φύλλα ἐπιπλασθέντα μετὰ μέλιτος αἴρει ὑπώπια καὶ ἔμμηνα ἄγει ἐν προσθέτῳ· πρὸς δὲ σκορπίου πληγὴν μετὰ ἁλῶν καὶ ὄξους καταπλάσσεται, πρὸς δὲ στρέμματα μετὰ κηρωτῆς ἀνα‐ | |
5 | λημφθέντα ἐπιτίθεται καὶ πρὸς οἰδήματα ὁμοίως ἀναλημφθέντα κηρωτῇ καὶ πρὸς ὀφθαλμῶν φλεγμονὰς καταπλάσσεται μετὰ πάλης ἀλφίτου· μείγνυται δὲ καὶ ἀκόποις καὶ μαλάγμασι πρὸς τὸ θερμαίνειν. | |
3.40.1 | μελίλωτος· κράτιστος ὁ ἐν Ἀττικῇ καὶ Κυζίκῳ καὶ Χαλκηδόνι γεννώμενος, κροκίζων καὶ εὐώδης· φύεται δὲ καὶ ἐν Καμπανίᾳ περὶ Νῶλαν τηλίζων καὶ ἄτονος κατὰ τὴν εὐω‐ δίαν. | 52 in vol. 2 |
5 | δύναμιν δὲ ἔχει στυπτικήν, μαλακτικὴν πάσης φλεγμονῆς, μάλιστα δὲ τῆς περὶ ὀφθαλμοὺς καὶ μήτραν καὶ δακτύλιον καὶ διδύμους μετὰ γλυκέος ἑψηθεὶς καὶ καταπλασθείς, ἐνίοτε δὲ καὶ ᾠοῦ λεκίθου ὀπτῆς παραμιγείσης ἢ τηλίνου ἀλεύρου ἢ | |
3.40.2 | λινοσπέρμου ἢ γύρεως ἢ κωδυῶν ἢ σέρεως· θεραπεύει καὶ μελικηρίδας προσφάτους καθ’ ἑαυτὸν ἐν ὕδατι καὶ ἀχῶρας σὺν γῇ Χίᾳ καὶ οἴνῳ ἢ κηκίδι καταχριόμενος ἄλγημά τε στομάχου μετ’ οἴνου ἑφθός 〈τε〉 καὶ ὠμὸς σύν τινι τῶν προειρημένων | |
5 | καὶ ὠταλγίας παύει σὺν γλυκεῖ ὠμὸς χυλισθεὶς καὶ ἐνσταζό‐ μενος καὶ κεφαλαλγίας πραΰνει ἐμβρεχόμενος μετ’ ὄξους καὶ | |
ῥοδίνου. | 53 in vol. 2 | |
3.41.1 | σισύμβριον· οἱ δὲ ἕρπυλλον ἄγρι〈ον μέγ〉αν καλοῦ‐ σιν· ἐν χέρσοις φύεται, ἐοικὸς ἡδυόσμῳ, πλατυφυλλότερον δὲ καὶ εὐωδέστερον, στεφανωματικόν. δύναμιν δὲ ἔχει θερμαντικήν· ἁρμόζει δὲ πρὸς στραγγουρίας | |
5 | καὶ λιθιάσεις σὺν οἴνῳ πινόμενον τὸ σπέρμα καὶ στρόφους καὶ λυγμοὺς παύει. τὰ δὲ φύλλα καταπλάσσεται πρὸς κεφαλαλγίαν ἐπὶ τῶν κροτάφων καὶ τοῦ μετώπου πρός τε σφηκῶν πληγὰς καὶ μελισσῶν· ἵστησι δὲ καὶ ἐμέτους ποθέν. | |
3.42.1 | μᾶρον ἢ ὑσόβρυον· πόα γνώριμος, φρυγανώδης, ὁμοία τῷ ἄνθει ὀριγάνῳ· τὰ μέντοι φύλλα τούτου λευκότερα πολλῷ καὶ τὸ ἄνθος εὐωδέστερον. ἔχει δὲ δύναμιν ὁμοίαν σισυμβρίῳ, ὑποστῦφον καὶ θερμαῖ‐ | 54 in vol. 2 |
5 | νον ἠρέμα, ὅθεν νομάς τε ἵστησι καταπλασσόμενον καὶ εἰς τὰ θερμαντικὰ τῶν συγχρισμάτων μείγνυται. γεννᾶται δὲ κατὰ Μαγνησίαν καὶ Τράλλεις πλεῖστον. | |
3.43.1 | ἄκινος ἢ ἄκονος· πόα ἐστὶ λεπτόκαρφος, στεφανωμα‐ τική, παραπλήσιος ὠκίμῳ, δασυτέρα δὲ καὶ εὐώδης· παρ’ ἐνίοις δὲ καὶ κηπεύεται. ἵστησι δὲ κοιλίαν καὶ ἔμμηνα πινομένη φύγεθλά τε καὶ | |
5 | ἐρυσιπέλατα καταπλασσομένη θεραπεύει. | |
3.44.1 | βάκχαρις· βοτάνη ἐστὶν εὐώδης, στεφανωματική, ἧς τὰ φύλλα τραχέα, μέγεθος ἔχοντα μεταξὺ ἴου καὶ φλόμου· καυ‐ λὸς δὲ γωνιώδης, πήχεως τὸ ὕψος, ὑπότραχυς, ἔχων παρα‐ φυάδας, ἄνθη δὲ ἐμπόρφυρα, ὑπόλευκα, εὐώδη, ῥίζαι δὲ ὅμοιαι | 55 in vol. 2 |
5 | ταῖς τοῦ μέλανος ἐλλεβόρου, ἐοικυῖαι τῇ ὀσμῇ κινναμώμῳ. φιλεῖ δὲ τραχέα χωρία καὶ ἄνικμα. ταύτης ἡ ῥίζα ἑψηθεῖσα ἐν ὕδατι βοηθεῖ σπάσμασι, πτώ‐ μασι, ῥήγμασι, δυσπνοίαις, βηχὶ χρονίᾳ, δυσουρίᾳ· ἄγει δὲ καὶ | |
3.44.2 | ἔμμηνα καὶ θηριοδήκτοις χρησίμως σὺν οἴνῳ δίδοται. προστε‐ θεῖσα δὲ μία τῶν ῥιζῶν ἁπαλῶν ἕλκει ἔμβρυα, ταῖς τε λοχοῖς εἰς ἐγκάθισμα τὸ ἀφέψημα αὐτῆς ἁρμόζει καὶ εἰς διαπάσματα χρησιμεύει ἱκανὴν ἔχουσα τὴν εὐωδίαν. τὰ δὲ φύλλα στυπτικὰ | |
5 | ὄντα καταπλασσόμενα ὠφελεῖ κεφαλαλγίαν καὶ ὀφθαλμῶν φλεγ‐ μονὰς καὶ αἰγίλωπα ἀρχόμενον καὶ μαστοὺς ἐκ τοκετῶν φλεγ‐ | |
μαίνοντας καὶ ἐρυσιπέλατα· ἔστι δὲ καὶ ὑπνοποιὸς ἡ ὀσμή. | 56 in vol. 2 | |
3.45.1 | πήγανον· τὸ ὄρειον καὶ ἄγριον τοῦ ἡμέρου δριμύτερον καὶ ἄθετον πρὸς βρῶσιν, τοῦ δὲ κηπευτοῦ ἐδωδιμώτερον τὸ παρὰ ταῖς συκαῖς φυόμενον. ἀμφότερα δὲ θερμαντικά, καυστικά, ἑλκωτικά, οὐρητικά, | |
5 | ἐμμήνων ἀγωγὰ ἐσθιόμενά τε καὶ πινόμενα κοιλίαν ἵστησι καὶ τῶν φθαρτικῶν φαρμάκων ἐστὶν ἀντίδοτος ὅσον ὀξύβαφον τοῦ σπέρματος ποθέντος μετ’ οἴνου· καὶ προβρωθέντα δὲ τὰ φύλλα καθ’ ἑαυτὰ καὶ μετὰ καρύων βασιλικῶν καὶ σύκων ξηρῶν ἄπρακτα καθίστησι τὰ θανάσιμα καὶ πρὸς ἑρπετὰ ἁρμόζει ὁμοίως λαμ‐ | |
3.45.2 | βανόμενα γονήν τε σβέννυσιν ἐσθιόμενον καὶ πινόμενον. ἑψη‐ θὲν δὲ σὺν ἀνήθῳ ξηρῷ καὶ ποθὲν στρόφους παύει· ποιεῖ δὲ | |
καὶ πρὸς πλευρᾶς πόνον καὶ θώρακος, δύσπνοιαν, βῆχας, περι‐ πνευμονίαν, ἀλγήματα ἰσχίων, ἄρθρων, ῥίγη περιοδικὰ πινό‐ | 57 in vol. 2 | |
5 | μενον ὡς προείρηται· καὶ πρὸς ἐμπνευματώσεις δὲ κόλου καὶ ὑστέρας καὶ ἀπευθυσμένου σὺν ἐλαίῳ ἑψηθὲν καὶ ἐνεθὲν πνί‐ γας τε ὑστερικὰς λεῖον μετὰ μέλιτος κατὰ τοῦ αἰδοίου ἄχρι | |
3.45.3 | δακτυλίου ἐπιτεθὲν παραιτεῖται. ἀποζεσθὲν δὲ σὺν ἐλαίῳ καὶ ποθὲν ἕλμινθας ἐκτινάσσει· καταπλάσσεται δὲ καὶ πρὸς ἄρθρων ἀλγήματα σὺν μέλιτι, σὺν δὲ σύκῳ πρὸς ὕδρωπας ὑποσαρκι‐ δίους· καὶ πινόμενον δὲ βοηθεῖ τούτοις καθεψηθὲν ἐν οἴνῳ | |
5 | ἄχρις ἡμίσους. ἔστι δὲ καὶ ὀξυωπὲς ἐσθιόμενον ὠμὸν καὶ ταρι‐ χευτὸν καὶ τὰς ἐν ὀφθαλμοῖς περιωδυνίας σὺν ἀλφίτοις κατα‐ πλασθὲν πραΰνει, σὺν ῥοδίνῳ δὲ καὶ ὄξει κεφαλαλγοῦσι βοηθεῖ καὶ αἱμορραγίας τὰς ἐκ μυκτήρων λεῖον ἐντεθὲν ἵστησι. τὰς δὲ τῶν διδύμων φλεγμονὰς σὺν δάφνης φύλλοις καταπλασθὲν | |
3.45.4 | ὠφελεῖ καὶ τὰ ἐξανθήματα σὺν μυρσίνῃ κηρωτῇ· σὺν νίτρῳ δὲ καὶ πεπέρει σμώμενον λευκὸν ἀλφὸν ἰᾶται, καταπλασθὲν δὲ μετὰ τῶν αὐτῶν θύμους καὶ μυρμηκίας αἴρει, ὠφελεῖ καὶ λει‐ χῆνας σὺν μέλιτι καὶ στυπτηρίᾳ ἐπιτιθέμενον. ὁ δὲ χυλὸς ποιεῖ | |
5 | πρὸς ὠταλγίαν ἐν σιδίῳ θερμαινόμενος καὶ ἐγχεόμενος καὶ ἀμ‐ | |
βλυωπίαις βοηθεῖ μετὰ μαράθου χυλοῦ καὶ μέλιτος ἐγχριόμενος ἐρυσιπέλατά τε καὶ ἕρπητας καὶ ἀχῶρας σὺν ὄξει καὶ ψιμυθίῳ καὶ ῥοδίνῳ καταχριόμενος, ἰᾶταί τε τὰς ἀπὸ σκόρδων καὶ κρο‐ μύων ὀσμὰς καὶ δριμύτητας παύει ἐπιμασηθέν. | 58 in vol. 2 | |
3.45.5 | τὸ δὲ ἄγριον πολὺ βρωθὲν κτείνει· ὑπὸ δὲ τὴν ἄνθησιν εἰς τὰς ἁλμεύσεις συλλεγόμενον φοινίσσει καὶ φυσᾷ τὸν χρῶτα σὺν κνησμῷ καὶ φλεγμονῇ σφοδρᾷ· δεῖ δὲ προαλειψαμένους τὸ πρόσωπον καὶ τὰς χεῖρας οὕτως συλλέγειν. φασὶ δὲ τὸν | |
5 | χυλὸν ἐπιρρανθέντα ὄρνιθι ἀπερύκειν τοὺς αἰλούρους. τὸ δ’ ἐν Μακεδονίᾳ φυόμενον παρὰ τὸν Ἁλιάκμονα ποταμὸν ἀναιρεῖν φασι βρωθέν· ὀρεινὸς δὲ ὁ τόπος ὑπάρχει καὶ ἐχιδνῶν πλήρης. τὸ δὲ σπέρμα αὐτοῦ πινόμενον πρὸς τὰ ἐντὸς ποιεῖ καὶ ἀντι‐ δότοις μείγνυται χρησίμως. | |
3.46.1 | καλοῦσί τινες πήγανον ἄγριον καὶ τὸ ἐν Καππαδοκίᾳ καὶ ἐν τῇ κατ’ Ἀσίαν Γαλατίᾳ λεγόμενον μῶλυ. ἔστι δὲ θάμνος ἀπὸ μιᾶς ῥίζης πολλὰς ἀναφέρων ῥάβδους, ἔχων φύλλα μακρότερα πολλῷ τοῦ ἄλλου πηγάνου καὶ τρυφερώτερα, βα‐ | |
5 | ρύοσμα, ἄνθος λευκὸν ἐπ’ ἄκρου τε κεφάλια ὀλίγῳ μείζονα τοῦ ἡμέρου πηγάνου, ἐκ τριῶν μάλιστα μερῶν συγκείμενα, ἐν οἷς σπέρμα ὑπόκιρρον, τρίγωνον, πικρὸν ἱκανῶς πρὸς τὴν γεῦσιν, οὗ καὶ ἡ χρῆσις. | 59 in vol. 2 |
3.46.2 | φθινοπώρῳ δὲ ἐκπεπαίνεται τὸ σπέρμα, ἁρμόζον πρὸς ἀμβλυωπίας μετὰ μέλιτος λεαινόμενον καὶ οἴνου καὶ χολῆς ἀλεκτορίδων καὶ κρόκου καὶ μαράθου χυλοῦ. καλοῦσι δέ τινες αὐτὸ ἁρμαλά, Σύροι δὲ βήσσασαν, Καππάδοκες δὲ μῶλυ, ἐπειδὴ | |
5 | κατὰ ποσὸν σῴζει τὴν πρὸς τὸ μῶλυ ἐμφέρειαν, τῇ ῥίζῃ μέλαν καὶ τῷ ἄνθει λευκὸν ὑπάρχον. φύεται δὲ ἐν γεωλόφοις καὶ εὐγείοις χωρίοις. | |
3.47.1 | μῶλυ· τὰ μὲν φύλλα ἔχει ἀγρώστει ὅμοια, πλατύτερα δέ, ἐπὶ γῆν 〈κλώμενα〉, ἄνθη 〈δὲ〉 λευκοΐοις παραπλήσια, γα‐ λακτόχροα, ἥσσονα δὲ πρὸς τὰ τοῦ ἴου, καυλὸν δὲ λεπτόν, πή‐ χεων τεσσάρων· ἐπ’ ἄκρου δὲ ἔπεστιν ὡσεὶ σκορδοειδές τι· | |
5 | ῥίζα δὲ μικρά, βολβοειδής. αὕτη σφόδρα ἀγαθὴ πρὸς ὑστέρας ἀναστομώσεις τετριμ‐ μένη καὶ μετ’ αἰρίνου ἀλεύρου προστιθεμένη ἐν πεσσῷ. | 60 in vol. 2 |
3.48.1 | πάνακες Ἡράκλειον, ἐξ οὗ ὁ ὀποπάναξ συλλέγεται, πλεῖστον γεννᾶται ἐν τῇ Βοιωτίᾳ καὶ ἐν Ψωφίδι τῆς Ἀρκαδίας, ὥστε καὶ ἐπίτηδες κηπεύεσθαι διὰ τὴν ἐκ τοῦ ὀποῦ πρόσοδον. φύλλα δὲ ἔχει τραχέα, χαμαιπετῆ, χλωρὰ σφόδρα, πρὸς τὰ τῆς | |
5 | συκῆς, ἐν τῷ περιφερεῖ ἐπεσχισμένα πενταμερῶς· καυλὸν δὲ ὥσπερ νάρθηκος, ὑψηλότατον, ἔχοντα χνοῦν λεπτόν, λευκὸν καὶ φύλλα περὶ αὐτὸν μικρότατα· σκιάδιον δ’ ἐπ’ ἄκρου ὡς ἀνήθου, ἄνθος δὲ μήλινον, σπέρμα εὐῶδες καὶ πυρωτικόν, ῥίζας πλείονας ἐκ μιᾶς ἀρχῆς, λευκάς, βαρυόσμους, παχὺν ἐχού‐ | |
3.48.2 | σας τὸν φλοιόν, ὑπόπικρον ἐν τῇ γεύσει. φύεται δὲ καὶ ἐν Κυ‐ | |
ρήνῃ τῆς Λιβύης καὶ ἐν Μακεδονίᾳ. ὀπίζεται δὲ ἡ ῥίζα ἐπιτεμνομένη ἀρτιβλάστων ὄντων τῶν καυλῶν· ἀνίησι δὲ λευκὸν ὀπόν, ὃς ξηρανθεὶς κατὰ τὴν ἐπιφά‐ | 61 in vol. 2 | |
5 | νειαν κροκίζει. δέχονται δὲ τὸ ἀπορρέον εἰς φύλλα προϋποτι‐ θέντες εἰς κεκοιλωμένον ἔδαφος, ἀναιροῦνται δὲ ξηρανθέντα· ὀπίζουσι δὲ καὶ τὸν καυλὸν ἐπιτέμνοντες κατὰ τὸν πυραμητὸν | |
3.48.3 | καὶ ὁμοίως δεχόμενοι τὸ ἀπορρέον. εἰσὶ δὲ τῶν ῥιζῶν βελ‐ τίους αἱ λευκαὶ καὶ ξηραί, τεταναὶ καὶ ἄβρωτοι, πυρώδεις ἐν τῇ γεύσει καὶ ἀρωματίζουσαι· καρπὸς δ’ εὔθετος ὁ ἐκ μέσου τοῦ νάρθηκος· ὁ γὰρ ἐκ τῶν παραφυάδων ἐστὶν ἀτροφώτερος. | |
5 | τοῦ δὲ ὀποῦ διαφέρει ὁ πικρότερος τῇ γεύσει, ἔνδοθεν μὲν λευκός, ἔξωθεν δὲ κροκίζων, λεῖος, λιπαρός, εὔθρυπτος, ταχέως δὲ διειμένος, βαρύοσμος· ὁ δὲ μέλας φαῦλος καὶ ὁ μαλακός· δολοῦται γὰρ ἀμμωνιακῷ καὶ κηρῷ. δοκιμάζεται δὲ ὕδατι δια‐ τριβόμενος τοῖς δακτύλοις· ὁ γὰρ ἄδολος ἀνίεται καὶ γαλακ‐ | |
10 | τοῦται. | |
3.48.4 | δύναμις δ’ αὐτοῦ ἐστι θερμαντική, λεπτυντική, μαλακτική, ὅθεν ἁρμόζει πρὸς ῥίγη καὶ περιόδους, σπάσματα, ῥήγματα, πλευρᾶς ἀλγήματα, βῆχας, στρόφους, στραγγουρίας, ψώρας τὰς ἐν κύστει σὺν μελικράτῳ ἢ οἴνῳ ποτιζόμενος ἔμμηνά τε ἄγει | 62 in vol. 2 |
5 | καὶ ἔμβρυα φθείρει καὶ ἐμπνευματώσεις τὰς ἐν ὑστέρᾳ καὶ σκληρίας διαφορεῖ σὺν μέλιτι ἀνεθείς. ἔστι δὲ καὶ σύγχρισμα ἰσχιάδος· μείγνυται δὲ καὶ ἀκόποις καὶ κεφαλαλγικαῖς δυνάμεσι, περιρρήττει καὶ ἄνθρακας, ἁρμόζει καὶ ποδαγρικοῖς μετὰ στα‐ | |
3.48.5 | φίδος ἡμέρου καταπλασσόμενος. παραιτεῖται δὲ καὶ τὰ τῶν ὀδόν‐ των ἀλγήματα ἐντιθέμενος τοῖς βρώμασιν ὀφθαλμῶν τέ ἐστιν ὀξυδερκὲς ἔγχριστον, μιγεὶς δὲ πίσσῃ ἔμπλαστρός ἐστι πρὸς τοὺς λυσσοδήκτους ἀρίστη. καὶ ἡ ῥίζα δὲ ξυσθεῖσα καὶ προστε‐ | |
5 | θεῖσα μήτρᾳ ἄγει ἔμβρυα, πρός τε ἕλκη παλαιὰ ποιεῖ καὶ τὰ ἐψιλωμένα τῶν ὀστέων σαρκοῖ λεία καταπλασσομένη καὶ σὺν μέλιτι δὲ ἐγχριομένη. ὁ δὲ καρπὸς αὐτοῦ σὺν ἀψινθίῳ ληφ‐ θεὶς ἔμμηνα ἄγει, σὺν ἀριστολοχείᾳ δὲ πρὸς τὰ ἰοβόλα ἁρμόζει καὶ πρὸς τὰς ὑστερικὰς πνίγας σὺν οἴνῳ ποτιζόμενος. | |
3.49.1 | πάνακες Ἀσκληπί〈ει〉ον· ἀνίησιν ἀπὸ γῆς καυλὸν λεπτόν, πηχυαῖον, γόνασι διειλημμένον, περὶ ὃν τὰ φύλλα | |
ὅμοια μαράθῳ, μείζονα δὲ καὶ δασύτερα, εὐώδη, καὶ ἐπ’ ἄκρου σκιάδιον, ἐφ’ οὗ τὰ ἄνθη χρυσοειδῆ, δριμέα, εὐώδη· | 63 in vol. 2 | |
5 | ῥίζα δὲ μικρά, λεπτή. δύναμιν δὲ ἔχει εὔθετον τὸ ἄνθος καὶ ὁ καρπὸς πρὸς ἕλκη καὶ φύματα καὶ φαγέδαιναν λεῖα σὺν μέλιτι ἐπιτιθέμενα, καὶ πρὸς ἑρπετὰ πινόμενα σὺν οἴνῳ καὶ συναλειφόμενα ἐλαίῳ. καλοῦσί τινες πάνακες καὶ τὴν ἀγρίαν ὀρίγανον, οἱ δὲ κονίλην, | |
10 | περὶ ἧς εἴρηται ἐν τοῖς περὶ ὀριγάνου (III 29). | |
3.50.1 | πάνακες Χειρώνιον· φύεται μάλιστα ἐν τῷ Πηλίῳ ὄρει. φύλλα δὲ ἔχει ἀμαράκῳ ἐμφερῆ, ἄνθη χρυσοειδῆ, ῥίζαν λεπτὴν καὶ οὐ βαθεῖαν, γευομένῳ δὲ δριμεῖαν. δύναμιν δὲ ἔχει ἡ ῥίζα πρὸς ἑρπετὰ πινομένη· καὶ ἡ κόμη | |
5 | δὲ ἐπιπλασσομένη πρὸς τὰ αὐτὰ ποιεῖ. | |
3.51.1 | λιγυστικόν· φύεται μὲν πλεῖστον ἐν Λιγυρίᾳ, ὅθεν καὶ τὴν ὀνομασίαν ἔσχηκεν, ἐν τῷ καλουμένῳ Ἀπεννίνῳ· ὄρος δέ ἐστιν ὁμοροῦν ταῖς Ἄλπεσι. πάνακες δὲ αὐτὸ καλοῦσιν οἱ | |
ἐπιχώριοι οὐκ ἀλόγως, ἐπεὶ ἡ ῥίζα [καὶ ὁ καυλὸς] ἔοικε τῇ τοῦ | 64 in vol. 2 | |
5 | Ἡρακλεωτικοῦ πάνακος καὶ ἡ δύναμις ὁμοία καθέστηκε. φύεται δὲ ἐν τοῖς ὑψηλοτάτοις καὶ τραχυτέροις καὶ συσκίοις ὄρεσι, μά‐ | |
3.51.2 | λιστα δὲ παρὰ τοῖς ῥύαξι. καυλίον δὲ φέρει λεπτόν, ὅμοιον ἀνήθῳ, γεγονατωμένον, περὶ ὃ τὰ φύλλα ἐοικότα τοῖς τοῦ με‐ λιλώτου, τρυφερώτερα δὲ καὶ εὐώδη, ἰσχνότερα δὲ τὰ πρὸς ἄκρῳ τῷ καυλῷ καὶ μᾶλλον ἐπεσχισμένα· ἐπ’ ἄκρου δὲ σκιάδιον, ἐφ’ οὗ | |
5 | καὶ τὸ σπέρμα μέλαν, ναστόν, ὑπόμηκες, πρὸς τὸ τοῦ μαράθου, γευσαμένῳ δὲ δριμὺ καὶ ἀρωματίζον, ῥίζα λευκή, ὁμοία τῇ τοῦ Ἡρακλεωτικοῦ πάνακος, εὐώδης. δύναμις δὲ τοῦ σπέρματος καὶ τῆς ῥίζης θερμαντική, πε‐ πτική, ἁρμόζουσα πρὸς τὰ ἐντὸς ἀλγήματα καὶ οἰδήματα καὶ | |
10 | ἐμπνευματώσεις καὶ μάλιστα τὰς περὶ στόμαχον καὶ θηρίων | |
3.51.3 | πληγάς. ἄγει δὲ καὶ οὖρα καὶ ἔμμηνα πινομένη· καὶ ἡ ῥίζα δὲ προστιθεμένη τὸ αὐτὸ ποιεῖ. μείγνυται δὲ τὸ σπέρμα καὶ ἡ ῥίζα χρησίμως ταῖς ὀξυπόροις καὶ πεπτικαῖς δυνάμεσιν· ἱκανῶς δέ ἐστιν εὔστομον, ὅθεν καὶ ἀντὶ πεπέρεως αὐτῷ χρῶν‐ | |
5 | ται οἱ ἐπιχώριοι, μίσγοντες τοῖς προσοψήμασι. δολοῦται δὲ σπέρματί τινι παρομοίῳ, ὃ διακρίνεις τῇ γεύσει· πικρὸν γάρ ἐστιν. ἔνιοι δὲ καὶ μαράθου ἢ σεσέλεως σπέρμα μίσγοντες δολοῦσιν. | |
3.52.1 | σταφυλῖνος ἄγριος· οἱ δὲ κέρας καλοῦσι. φύλλα μὲν ἔχει ὅμοια γιγγιδίῳ, πλατύτερα δὲ καὶ ὑπόπικρα, καυλὸν δὲ ὄρθιον, τραχύν, σκιάδιον ἔχοντα ἀνήθῳ παραπλήσιον, ἐφ’ οὗ ἄνθη λευκά, ἐν μέσῳ δὲ μικρόν τι πορφυροειδὲς οἱονεὶ κροκύ‐ | 65 in vol. 2 |
5 | διον· ῥίζα δὲ δακτύλου πάχος, σπιθαμιαία, εὐώδης, ἐδωδίμη ἑφθή. | |
3.52.2 | τούτου ὁ καρπὸς ποθεὶς ἢ καὶ προστεθεὶς ἔμμηνα κινεῖ, ἁρ‐ μόζει καὶ δυσουροῦσι καὶ ὑδρωπικοῖς καὶ πλευριτικοῖς ἐν ποτή‐ ματι καὶ πρὸς θηρίων δὲ δήγματα καὶ πληγάς· τοὺς δὲ προλα‐ βόντας φασὶ μὴ ἀδικεῖσθαι ὑπὸ τῶν ἑρπετῶν· συνεργεῖ δὲ καὶ | |
5 | συλλήψει. ἡ δὲ ῥίζα καὶ αὐτὴ οὐρητικὴ οὖσα συνουσίαν τε παρορμᾷ καὶ ἔμβρυα ἐκβάλλει προστιθεμένη. τὰ δὲ φύλλα λεῖα μετὰ μέλιτος ἐπιτιθέμενα τὰ φαγεδαινικὰ ἕλκη ἀνακαθαίρει. ὁ δὲ κηπευτὸς σταφυλῖνος ἐδωδιμώτερος ὢν ἁρμόζει πρὸς | |
τὰ αὐτά, καταδεέστερον ἐνεργῶν. | 66 in vol. 2 | |
3.53.1 | σέσελι· τὸ μὲν Μασσαλιωτικὸν φύλλα ἔχει μαράθῳ ἐοικότα, παχύτερα δὲ καὶ τὸν καυλὸν εὐερνέστερον ἔχει, σκιάδιον δὲ ἀνήθῳ ὅμοιον, ἐφ’ οὗ ὁ καρπὸς ὑπομήκης, γεγωνιωμένος, δριμύς, βιβρωσκόμενος ἡδέως, ῥίζα μακρά, εὐώδης. | |
5 | δύναμιν δὲ ἔχει ὁ καρπὸς καὶ ἡ ῥίζα θερμαντικήν. πινό‐ μενα δὲ στραγγουρίαν ἰᾶται καὶ ὀρθόπνοιαν· ὠφελεῖ δὲ καὶ ὑστερικὰς πνίγας καὶ ἐπιλημπτικούς, ἔμμηνά τε ἄγει καὶ ἔμβρυα καὶ πρὸς τὰ ἐντὸς πάντα ποιεῖ καὶ βῆχας ἰᾶται παλαιάς, πινό‐ μενός τε μετὰ οἴνου ὁ καρπὸς πεπτικός ἐστι καὶ στρόφων λυ‐ | |
10 | τικὸς ἠπιάλοις τε χρήσιμος καὶ πρὸς τοὺς ἐν ὁδοῖς κρυμοὺς σὺν πεπέρει καὶ οἴνῳ πίνεται· δίδοται δὲ καὶ αἰξὶ καὶ τοῖς λοιποῖς κτήνεσι ποτὸν πρὸς εὐτοκίαν. | |
3.53.2 | τὸ δὲ Αἰθιοπικὸν λεγόμενον σέσελι φύλλα μὲν ἔχει ὡς | |
κισσοῦ, ἐλάσσονα δὲ καὶ ἐπιμήκη πρὸς τὰ τοῦ περικλυμένου· θάμνος δὲ μέγας κλήμασιν ὡς διπήχεσιν, ἐφ’ οὗ κλάδοι σπι‐ θαμιαῖοι, κεφάλια δὲ ὡς ἀνήθου, σπέρμα δὲ μέλαν, πυκνὸν ὡς | 67 in vol. 2 | |
5 | πυρός, δριμύτερον δὲ καὶ εὐωδέστερον τοῦ Μασσαλιωτικοῦ, ἡδὺ ἰσχυρῶς· δύναται δὲ τὰ αὐτά. | |
3.53.3 | τὸ δὲ ἐν Πελοποννήσῳ γινόμενον φύλλα ἔχει κωνείῳ παρα‐ πλήσια, τραχύτερα δὲ καὶ παχύτερα, καυλὸν μείζονα τοῦ Μασσα‐ λιωτικοῦ, ναρθηκοειδῆ, ἐπ’ ἄκρου δὲ σκιάδιον πλατύ· ἐν δὲ τούτῳ καρπὸς πλατύτερος καὶ σαρκωδέστερος καὶ εὐωδέστερος. | |
5 | δύναμιν δὲ τὴν αὐτὴν ἔχει. φύεται δὲ ἐν τραχέσι τόποις καὶ ἐφύδροις καὶ γεωλόφοις· γεννᾶται δὲ καὶ ἐν τῇ Ἴδῃ. | |
3.54.1 | τόρδιλον· ἔνιοι δὲ καὶ τοῦτο σέσελι Κρητικὸν κα‐ λοῦσι. φύεται ἐν τῷ κατὰ Κιλικίαν Ἀμανῷ. ἔστι δὲ βοτάνιον φρυγανῶδες, ἔχον σπερμάτιον περιφερές, διπλοῦν, ὅμοιον ἀσπι‐ δισκίοις, ὑπόδριμυ, ἀρωματίζον, πινόμενον πρὸς δυσουρίαν καὶ | |
5 | ἐμμήνων ἀγωγήν. ὁ δὲ χυλὸς τοῦ καυλοῦ καὶ τοῦ σπέρματος | |
ἔτι χλωροῦ ὄντος ὅσον τριώβολον ποθεὶς σὺν γλυκεῖ ἡμέρας δέκα νεφριτικοὺς ὑγιάζει. ἡ δὲ ῥίζα πρακτική, ἀνάγουσα καὶ τὰ ἐκ θώρακος ἐκλειχομένη μετὰ μέλιτος. | 68 in vol. 2 | |
3.55.1 | σίνων· σπερμάτιόν ἐστιν ἐν Συρίᾳ γεννώμενον, παρε‐ οικὸς σελίνῳ, ἐπίμηκες, μέλαν, πυρωτικόν, πινόμενον πρὸς σπλῆνας καὶ δυσουρίας καὶ ἐμμήνων ἐποχήν. χρῶνται δὲ αὐτῷ οἱ ἐπιχώριοι ἀρτύματι μετὰ κολοκύνθης ἑφθῆς σὺν ὄξει λαμ‐ | |
5 | βάνοντες. | |
3.56.1 | ἄνησσον· τὴν μὲν καθόλου δύναμιν ἔχει θερμαντικήν, ξηραντικήν, εὔπνουν, ἀνώδυνον, διαφορητικήν, οὐρητικήν, ἱδρω‐ | |
τικήν, διαλυτικήν, ἄδιψον πινόμενον. ἁρμόζει δὲ πρός τε τὰ ἰοβόλα τῶν ζῴων καὶ πρὸς ἐμπνευματώσεις, κοιλίαν τε ἵστησι | 69 in vol. 2 | |
5 | καὶ λευκὸν ῥοῦν καὶ γάλα κατασπᾷ καὶ συνουσίαν παρορμᾷ. ὑποθυμιώμενον δὲ ταῖς ῥισὶ κεφαλαλγίαν παύει· καὶ τὰς ῥήξεις δὲ τῶν ὤτων σὺν ῥοδίνῳ λεῖον ἐνσταζόμενον ἰᾶται. ἔστι δὲ αὐτοῦ κρεῖσσον τὸ νέον καὶ ἁδρὸν καὶ μὴ πιτυρῶδες, εὔτονον τῇ ὀσμῇ. πρωτεύει δὲ τὸ Κρητικόν, ἕπεται δὲ τὸ Αἰγύπτιον. | |
3.57.1 | καρώ· σπερμάτιόν ἐστι γνώριμον, οὐρητικόν, εὔστομον, θερμαντικόν, εὐστόμαχον, πεπτικόν, μειγνύμενον ταῖς ἀντιδό‐ τοις καὶ ὀξυπόροις χρησίμως, ἀναλογοῦν ἀνήσσῳ. ἡ δὲ ῥίζα ἑφθὴ ἐδώδιμος ὥσπερ σταφυλῖνος. | |
3.58.1 | ἀνήθου ξηροῦ τῆς κόμης καὶ τοῦ καρποῦ τὸ ἀφέψημα | |
πινόμενον γάλα κατασπᾷ, στρόφους τε καὶ ἐμπνευματώσεις παύει, κοιλίαν τε καὶ τοὺς ἐπιπολαίους ἐμέτους ἵστησιν, οὖρά τε κινεῖ καὶ λυγμοὺς παρηγορεῖ, ἀμβλύνει τε τὰς ὄψεις καὶ γονὴν σβέν‐ | 70 in vol. 2 | |
5 | νυσι συνεχῶς πινόμενον. χρήσιμον δὲ τὸ ἀφέψημα αὐτοῦ καὶ γυναιξὶν ὑστερικαῖς εἰς ἐγκάθισμα· τὸ δὲ σπέρμα καὲν καὶ καταπλασθὲν κονδυλώματα αἴρει. | |
3.59.1 | κύμινον τὸ ἥμερον· εὐστόμαχον, καὶ τούτου μᾶλλον τὸ Αἰθιοπικόν, ὅπερ Ἱπποκράτης (V 490 L) βασιλικὸν ἐκάλεσεν. δευτερεύει δὲ τὸ Αἰγύπτιον, εἶτα τὸ λοιπόν. φύεται δὲ ἐν Γαλατίᾳ καὶ Σπανίᾳ καὶ ἐν Κιλικίᾳ καὶ ἐν ἄλλοις πλείστοις | |
5 | τόποις. δύναμιν δὲ ἔχει θερμαντικήν, ξηραντικήν, στυπτικήν, ἁρμό‐ ζουσαν πρὸς στρόφους καὶ ἐμπνευματώσεις ἐγκλυζόμενον ἑφθὸν | |
3.59.2 | σὺν ἐλαίῳ καὶ καταπλασσόμενον σὺν ὠμῇ λύσει. δίδοται δὲ καὶ ὀρθοπνοϊκοῖς σὺν ὀξυκράτῳ, θηριοδήκτοις δὲ σὺν οἴνῳ, δι‐ | |
δύμων τε φλεγμοναῖς ἀρήγει σὺν σταφίδι καὶ ἀλεύρῳ ἐρεγμίνῳ ἢ κηρωτῇ ἐπιτεθέν· ἐπέχει δὲ καὶ ῥοῦν γυναικεῖον καὶ τὰς ἐκ | 71 in vol. 2 | |
5 | μυκτήρων αἱμορραγίας σὺν ὄξει λεῖον προσενεχθέν· τρέπει δὲ καὶ χρῶτα ἐπὶ τὸ ὠχρότερον πινόμενόν τε καὶ ἐγχριόμενον. | |
3.60.1 | κύμινον ἄγριον· φύεται μὲν πλεῖστον καὶ ἐνεργέ‐ στερον ἐν Καρχηδόνι τῆς Σπανίας, καυλίον σπιθαμιαῖον, λεπτὸν ἔχον, φυλλάρια τέσσαρα ἢ πέντε λεπτά, οἱονεὶ πεπρισμένα τὴν κατάσχισιν ὡς γιγγίδιον· κεφάλια δὲ ἐπ’ ἄκρου πέντε ἢ ἓξ | |
5 | στρογγύλα, μαλακὰ ἔχει, ἐν οἷς ὁ καρπὸς ἀχυρώδης, γευομένῳ δὲ δριμύτερος τοῦ ἡμέρου· φύεται ἐν γεωλόφοις. | |
3.60.2 | πίνεται δὲ τὸ σπέρμα πρὸς στρόφους καὶ ἐμπνευματώσεις σὺν ὕδατι, σὺν ὄξει δὲ λυγμοὺς παύει, πρὸς δὲ τὰ ἰοβόλα καὶ πλάδον στομάχου σὺν οἴνῳ· αἴρει δὲ καὶ ὑπώπια 〈δια〉μασηθὲν καὶ καταπλασθὲν σὺν μέλιτι καὶ σταφίδι, φλεγμονάς τε διδύμων | |
5 | ἰᾶται μετὰ τῶν αὐτῶν καταπλασσόμενον. | |
3.61.1 | ἔστι δὲ καὶ ἕτερον γένος ἀγρίου κυμίνου, ἐμφερὲς τῷ ἡμέρῳ· ἐξ ἑκάστου δὲ ἄνθους ἀφίησι κεράτια μετέωρα, ἐν οἷς ἐστι σπέρμα ὅμοιον μελανθίῳ. τοῦτο πινόμενον πρὸς ἑρπετοδήκτους ἄριστον ἀλέξημα· | 72 in vol. 2 |
5 | βοηθεῖ καὶ στραγγουριῶσι καὶ λιθιῶσι καὶ αἵματος θρόμβους οὐροῦσιν· ἐπιπινέτωσαν δὲ σελίνου σπέρμα. | |
3.62.1 | ἄμι· ἔνιοι καὶ τοῦτο Αἰθιοπικόν, οἱ δὲ βασιλικὸν κύ‐ μινον καλοῦσιν, ἔνιοι δὲ ἑτέρας φύσεως τὸ Αἰθιοπικὸν κύμινον ἔλεξαν εἶναι καὶ ἑτέρας τὸ ἄμι. γνώριμον δὲ τὸ σπερμάτιον, μικρότερον πολλῷ τοῦ κυμίνου, ὀριγανίζον τῇ γεύσει. ἐκλέγου | |
5 | δὲ τὸ καθαρὸν καὶ μὴ πιτυρῶδες. δύναμιν ἔχει καὶ τοῦτο θερμαντικήν, πυρωτικήν, ξηραντι‐ κήν, ποιοῦσαν πρὸς στρόφους, δυσουρίας, θηριοδήκτους πινό‐ | |
3.62.2 | μενον σὺν οἴνῳ. ἄγει δὲ καὶ ἔμμηνα· μείγνυται καὶ τοῖς διὰ κανθαρίδος ἐκδορίοις πρὸς τὸ ἀντιπάσχειν ταῖς ἐπιγινομέναις | |
δυσουρίαις, καὶ ὑπώπια καταπλασθὲν σὺν μέλιτι αἴρει· τρέπει δὲ καὶ χρόαν πινόμενον καὶ συγχριόμενον ἐπὶ τὸ χλωρότερον· | 73 in vol. 2 | |
5 | μετὰ δὲ σταφίδος ἢ ῥητίνης ὑποθυμιώμενον ὑστέραν ἀποκα‐ θαίρει. | |
3.63.1 | κόριον· ψυκτικὴν ἔχει δύναμιν, ὅθεν καταπλασσόμενον μετὰ ἄρτου ἢ ἀλφίτου ἐρυσιπέλατα καὶ ἕρπητας ἰᾶται, σὺν μέλιτι δὲ καὶ σταφίδι ἐπινυκτίδας καὶ διδύμων φλεγμονὰς καὶ ἄνθρακας θεραπεύει, μετὰ ἐρεγμοῦ δὲ χοιράδας καὶ φύματα | |
5 | διαλύει. τὸ δὲ σπέρμα ὀλίγον μὲν μετὰ γλυκέος ποθὲν ἕλμιν‐ θας ἐκβάλλει καὶ σπέρματός ἐστι γεννητικόν, πλεῖον δὲ λημφθὲν κινεῖ τὴν διάνοιαν ἐπικινδύνως, ὅθεν δεῖ φυλάσσεσθαι τὴν πλείονα καὶ συνεχῆ πόσιν αὐτοῦ. ὁ δὲ χυλὸς σὺν ψιμυθίῳ ἢ λιθαργύρῳ καὶ ὄξει καὶ ῥοδίνῳ καταχριόμενος ὠφελεῖ τὰς κατὰ | |
10 | τὴν ἐπιφάνειαν φλεγμονὰς τὰς πυρώδεις. | 74 in vol. 2 |
3.64.1 | σέλινον κηπαῖον· ἁρμόζει ἡ πόα πρὸς ἃ καὶ τὸ κό‐ ριον καὶ πρὸς ὀφθαλμῶν φλεγμονὰς μετ’ ἄρτου ἢ πάλης ἀλ‐ | |
φίτου καταπλασσόμενον καὶ καῦσον στομάχου παρηγορεῖ μα‐ στούς τε χονδριῶντας ἀνίησι, κινεῖ τε οὖρα ὠμόν τε καὶ ἑφθὸν | 75 in vol. 2 | |
5 | βρωθέν· καὶ τὸ ἀφέψημα δὲ αὐτοῦ καὶ τῶν ῥιζῶν πινόμενον ἀντιπάσχει θανασίμοις φαρμάκοις καὶ ἐμέτους κινεῖ κοιλίαν τε | |
3.64.2 | ἐπέχει. τὸ δὲ σπέρμα ἐστὶν οὐρητικώτερον, βοηθοῦν καὶ θηριο‐ δήκτοις καὶ τοῖς λιθάργυρον πεπωκόσι πνευμάτων τέ ἐστι δια‐ λυτικόν· μείγνυται δὲ καὶ ἀνωδύνοις καὶ θηριακαῖς καὶ βηχικαῖς χρησίμως. | |
5 | καὶ τὸ ἑλεοσέλινον δὲ τὸ γεννώμενον ἐν τοῖς ἐφύδροις τό‐ ποις, μεῖζον ὂν τοῦ ἡμέρου σελίνου, τὰ αὐτὰ δύναται, ὅσαπερ καὶ τὸ κηπευτόν. | |
3.65.1 | ὀρεοσέλινον· καυλός ἐστι σπιθαμιαῖος ἐκ ῥίζης | |
λεπτῆς, περὶ δὲ αὐτὸν κλωνάρια καὶ κεφάλια κωνείῳ παρεμ‐ φερῆ, λεπτότερα δὲ ἱκανῶς, ἐφ’ ὧν ὁ καρπὸς ἐπιμήκης, δρι‐ μύς, εὐώδης, ἐοικὼς κυμίνῳ. φύεται δὲ ἐν πέτραις καὶ ὀρει‐ | 76 in vol. 2 | |
5 | νοῖς τόποις. δύναμιν δὲ ἔχει ὁ καρπὸς καὶ ἡ ῥίζα οὐρητικὴν ποθέντα ἐν οἴνῳ· ἄγει δὲ καὶ ἔμμηνα· μείγνυται δὲ καὶ ἀντιδότοις καὶ ταῖς θερμαντικαῖς δυνάμεσιν. οὐ δεῖ δὲ πλανᾶσθαι νομίζοντας τὸ ὀρεοσέλινον ἐν πέτραις φυόμενον πετροσέλινον. | |
3.66.1 | πετροσέλινον· φύεται ἐν Μακεδονίᾳ ἐν ἀποκρήμνοις τόποις. σπέρμα δὲ ἐοικὸς ἄμει, εὐωδέστερον δὲ καὶ δριμύτε‐ ρον καὶ ἀρωματίζον, οὐρητικόν, ἐμμήνων ἀγωγόν, ἁρμόζον καὶ πρὸς στομάχου καὶ κόλου ἐμπνευματώσεις καὶ στρόφους, πρός | |
5 | τε πλευρᾶς πόνους καὶ νεφρῶν καὶ κύστεως ἐν ποτῷ λαμβα‐ νόμενον· μείγνυται δὲ καὶ οὐρητικαῖς καὶ ἀντιδότοις. | |
3.67.1 | ἱπποσέλινον· οἱ δὲ ἀγρίολον, οἱ δὲ ἀγριοσέλινον, οἱ δὲ σμύρνιον καλοῦσι, Ῥωμαῖοι δὲ ὀλέσαθρον, ἑτέρου τοῦ κυ‐ ρίως λεγομένου σμυρνίου ὑπάρχοντος, ὡς αὐτίκα ἱστορήσομεν. ἔστι δὲ μεῖζον καὶ λευκότερον τοῦ κηπευτοῦ σελίνου, καυλὸς δὲ | 77 in vol. 2 |
5 | κοῖλος, ὑψηλός, τρυφερός, οἱονεὶ γραμμὰς ἔχων, φύλλα πλατύ‐ τερα, ὑποφοινισσόμενα, ἐν οἷς ἐστιν ὡς λιβανωτίδος κόμη μεστὴ ἄνθους, κατὰ κορύμβους πρὶν ἐξανθῆσαι συνεστῶσα· σπέρμα δὲ μέλαν, ἐπίμηκες, ναστόν, δριμύ, ἀρωματίζον, ῥίζα λευκή, | |
3.67.2 | εὐώδης, εὔστομος, οὐ παχεῖα. φύεται ἐν συσκίοις 〈τόποισ〉 καὶ παρ’ ἕλεσι. λαχανεύεται δὲ ὥσπερ τὸ σέλινον· καὶ ἡ ῥίζα δὲ ἑφθή τε καὶ ὠμὴ ἐσθίεται τά τε φύλλα καὶ οἱ καυλοὶ ἑφθά, καθ’ ἑαυτά τε καὶ μετὰ ἰχθύων σκευάζεται· καὶ ὠμὰ δὲ ταριχεύεται εἰς ἁλμαίας. | |
5 | δύναμιν δὲ ἔχει ὁ καρπὸς πινόμενος ἐν οἰνομέλιτι ἐμμήνων ἀγωγόν, θερμαίνει τε τοὺς ῥιγοῦντας πινόμενος καὶ συγχριό‐ μενος στραγγουρίαις τε βοηθεῖ· καὶ ἡ ῥίζα δὲ τὰ αὐτὰ ποιεῖ. | |
3.68.1 | σμύρνιον, ὅπερ ἐν Κιλικίᾳ πετροσέλινον καλοῦσι, γεννώμενον πλεῖστον ἐν τῷ λεγομένῳ Ἀμανῷ ὄρει. καὶ τοῦτο καυλὸν μὲν ἔχει ὅμοιον σελίνῳ, παραφυάδας ἔχοντα πολλάς, φύλλα δὲ πλατύτερα—τὰ δὲ πρὸς τὴν γῆν καὶ ὑποπερικλᾶται— | 78 in vol. 2 |
5 | ὑπολίπαρα καὶ ῥωμαλέα καὶ εὐώδη σὺν δριμύτητι, φαρμακώδη τε καὶ ὑπομηλίζοντα τῇ χρόᾳ· σκιάδιον δὲ ἐπὶ τῷ καυλῷ ἀνη‐ θοειδές, σπέρμα στρογγύλον, ὅμοιον τῷ τῆς κράμβης, μέλαν, δριμὺ γευομένῳ, 〈ὄζον〉 σμύρνης, ἓν ἀνθ’ ἑνὸς ποιοῦν· ἡ δὲ ῥίζα δριμεῖα, εὐώδης, ἁπαλή, πολύχυλος, δάκνουσα τὴν φάρυγγα, | |
10 | φλοιὸν ἔχουσα ἔξωθεν μὲν μέλανα, ἔνδοθεν δὲ χλωρὸν ἢ ὑπό‐ λευκον. φύεται δὲ ἐν πετρώδεσι τόποις καὶ γεωλόφοις. | |
3.68.2 | δύναμιν δὲ ἔχει ἡ ῥίζα καὶ ἡ πόα καὶ ὁ καρπὸς θερμαν‐ τικήν· λαχανεύεται δὲ καὶ εἰς τὰς ἁλμαίας τὰ φύλλα κοιλίαν τε ἵστησιν. ἡ δὲ ῥίζα πινομένη ἁρμόζει ἑρπετοδήκτοις· πραΰνει δὲ καὶ βῆχας καὶ ὀρθοπνοίας καὶ δυσουρίας ἰᾶται· καταπλασσομένη | |
5 | δὲ τὰ πρόσφατα οἰδήματα καὶ φλεγμονὰς καὶ σκληρίας διαφορεῖ τραύματά τε ἄχρι ἀπουλώσεως ἄγει, ξυσθεῖσα δὲ καὶ προστεθεῖσα ἐξαμβλώσκει. καὶ τὸ σπέρμα δὲ αὐτοῦ πρὸς νεφροὺς καὶ σπλῆνα καὶ κύστιν ἁρμόζει· ἄγει δὲ καὶ δεύτερα καὶ ἔμμηνα, πρός τε ἰσχιάδας μετ’ οἴνου πινόμενον ἁρμόζει καὶ στομάχου ἐμπνευ‐ | |
10 | ματώσεις πραΰνει. ἔστι δὲ καὶ ἱδρωτοποιόν, ἐρευκτικόν, πινό‐ | |
μενον ἰδίως πρὸς ὕδρωπας καὶ περιόδους. | 79 in vol. 2 | |
3.69.1 | ἐλαφοβόσκον· καυλός ἐστι λιβανωτίδι ἢ μαράθῳ ἐμφερής, γεγονατωμένος, φύλλα διδάκτυλα τὸ πλάτος, ἱκανῶς ἐπιμήκη ὡς τερμίνθου, περικεκλασμένα, τραχέα ποσῶς. ἔχει δὲ παραφυάδας ἱκανὰς ὁ καυλός, σκιάδια ἐχούσας ὅμοια ἀνήθῳ, | |
5 | ἄνθη ὑπομήλινα, καὶ τὸ σπέρμα ἀνήθῳ ἐμφερές· ῥίζα ὡς τρι‐ δάκτυλος τὸ μῆκος, πάχος δακτύλου, λευκή, γλυκεῖα, ἐδώδιμος· καὶ ὁ καυλὸς δὲ λαχανεύεται ἀρτιφυὴς ὤν. ταύτην φασὶ τὴν πόαν νεμηθείσας τὰς ἐλάφους ἀντέχειν τοῖς τῶν ἑρπετῶν δήγμασιν· ὅθεν καὶ τὸ σπέρμα δίδοται τοῖς | |
10 | ἑρπετοδήκτοις σὺν οἴνῳ. | 80 in vol. 2 |
3.70.1 | μάραθον· τούτου ἐσθιομένη ἡ πόα δύναται γάλα κατασπᾶν, καὶ τὸ σπέρμα δὲ πινόμενον ἢ συνεψόμενον πτι‐ σάνῃ. τὸ δὲ ἀφέψημα τῆς κόμης ποθὲν νεφριτικοῖς καὶ τοῖς περὶ κύστιν 〈πάθεσιν〉 ἁρμόζει διουρητικὸν ὑπάρχον, ἑρπετοδήκτοις | |
5 | δὲ δίδοται σὺν οἴνῳ καὶ καταμήνια ἄγει, ἐν πυρετοῖς τε ναυσίαν καὶ καῦσον στομάχου παραιτεῖται μετὰ ψυχροῦ ὕδατος πινό‐ μενον. αἱ δὲ ῥίζαι λεῖαι σὺν μέλιτι καταπλασθεῖσαι κυνοδή‐ | |
3.70.2 | κτους θεραπεύουσιν. ὁ δὲ χυλὸς ἐκθλιβέντων τῶν καυλῶν καὶ τῶν φύλλων ἐν ἡλίῳ ξηρανθεὶς εἰς τὰ ὀφθαλμικά, ὅσα πρὸς ὀξυδερκίαν, σκευάζεται χρησίμως· χυλίζεται δὲ πρὸς τὰ αὐτὰ καὶ τὸ σπέρμα χλωρὸν ἔτι 〈ὂν〉 σὺν τοῖς φύλλοις καὶ τοῖς ἀκρε‐ | |
5 | μόσι καὶ ἡ ῥίζα κατὰ τὴν πρώτην ἐκβλάστησιν. ἐν δὲ τῇ πρὸς ἑσπέραν Ἰβηρίᾳ καὶ ὀπὸν ἀνίησιν ὅμοιον κόμμει, ἀποθεριζόν‐ των ἐν τῇ ἀνθήσει μέσον τὸν καυλὸν τῶν ἐπιχωρίων καὶ πυρὶ παρατιθέντων, ἵνα ὑπὸ τῆς θερμασίας οἷον ἀφιδρῶσαν ἐξιπώσῃ τὸ | |
κόμμι· ἔστι δὲ ἐνεργέστερον τοῦ χυλοῦ πρὸς τὰ ὀφθαλμικὰ τοῦτο. | 81 in vol. 2 | |
3.71.1 | ἱππομάραθον· μάραθόν ἐστιν ἄγριον μέγα· φέρει δὲ τὸ σπέρμα κάχρυϊ ὅμοιον, ῥίζα δὲ ὕπεστιν εὐώδης, ἥτις πινο‐ μένη στραγγουρίαν ἰᾶται 〈καὶ〉 ἔμμηνα ἄγει προστιθεμένη. τὸ δὲ σπέρμα καὶ ἡ ῥίζα κοιλίαν ἵστησι πινόμενα, θηριοδήκτοις τε | |
5 | βοηθεῖ καὶ λίθους θρύπτει καὶ ἴκτερον ἀποκαθαίρει. τῶν δὲ φύλλων τὸ ἀφέψημα πινόμενον γάλα ἄγει καὶ τὰς ἐκ τοκετῶν γυναῖκας ἀποκαθαίρει. καλεῖται καὶ ἕτερον ἱππομάραθον, φύλλα ἔχον μικρά, στενά, προμήκη, καρπὸν δὲ στρογγύλον πρὸς τὸν τοῦ κορίου, δριμύν, | |
10 | εὐώδη, θερμαντικόν. ἀναλογεῖ δὲ αὐτοῦ ἡ δύναμις τῷ προειρη‐ | |
μένῳ, ἀσθενέστερον ἐνεργοῦσα. | 82 in vol. 2 | |
3.72.1 | δαῦκος· ὁ μέν τις καλεῖται Κρητικός, μαράθῳ ὅμοια ἔχων τὰ φύλλα, μικρότερα δὲ καὶ λεπτότερα, καυλὸν δὲ σπι‐ θαμιαῖον, σκιάδιον ὅμοιον κοριάνδρῳ, ἄνθη λευκά· ἐν δὲ τού‐ τοις ὁ καρπὸς λευκός, δασύς, δριμὺς ἐν τῷ διαμασᾶσθαι, | |
5 | εὐώδης· ῥίζα δακτύλου τὸ πάχος, τὸ δὲ μῆκος σπιθαμῆς. γεν‐ νᾶται δὲ ἐν πετρώδεσι τόποις καὶ εὐηλίοις. ὁ δέ τις αὐτοῦ ἐστι σελίνῳ ἀγρίῳ παραπλήσιος, ἀρωματώδης καὶ εὐώδης, δρι‐ | |
3.72.2 | μὺς καὶ πυρώδης γευομένῳ· διαφέρει δὲ ὁ Κρητικός. τὸ δὲ τρίτον εἶδος κορίῳ τὰ φύλλα ἔοικε καὶ τὰ ἄνθη λευκά· κεφα‐ λὴν δὲ ἔχει καὶ καρπὸν ὅμοια ἀνήθῳ, σκιάδιον δὲ σταφυλίνῳ ἐοικός, σπέρματος ἐπιμήκους πλῆρες ὡς κυμίνου, δριμέος. | |
5 | πάντων δέ ἐστι τὸ σπέρμα θερμαντικόν· πινόμενον 〈δὲ〉 | |
ἐμμήνων καὶ ἐμβρύων καὶ οὔρων ἀγωγὸν καὶ στρόφων ἀπαλ‐ λακτικὸν βηχῶν τε χρονίων πραϋντικόν· ἀρήγει δὲ καὶ φαλαγ‐ γιοδήκτοις σὺν οἴνῳ ποθέν, διαφορεῖ δὲ καὶ οἰδήματα κατα‐ πλασθέν. ἡ δὲ χρῆσις τῶν μὲν ἄλλων τοῦ σπέρματος, τοῦ δὲ | 83 in vol. 2 | |
10 | Κρητικοῦ καὶ τῆς ῥίζης, ἥτις μάλιστα πρὸς θηρία πίνεται μετ’ | |
οἴνου. | 84 in vol. 2 | |
3.73.1 | πύρεθρος· πόα καυλὸν ἀνιεῖσα καὶ φύλλα ὥσπερ δαῦκος ἄγριος ἢ μάραθον· σκιάδιον δὲ ὡς ἀνήθου τροχοει‐ δές· ῥίζα δὲ δακτύλου μεγάλου τὸ πάχος, μακρά, γευσαμένῳ πυρωτικωτάτη, φλέγματος ἐπισπαστική· διὸ καὶ ὀδονταλ‐ | |
5 | γίαις βοηθεῖ μετ’ ὄξους ἑψηθεῖσα καὶ διακλυζομένη· ἄγει δὲ καὶ φλέγμα διαμασηθεῖσα, συγχριομένη δὲ μετ’ ἐλαίου ἱδρῶτας κινεῖ, ποιοῦσα πρὸς τὰ χρόνια ῥίγη· καὶ πρὸς ἐψυγμένα δὲ ἢ παρειμένα μέρη τοῦ σώματος ἄκρως ἁρμόζει. | |
3.74.1 | λιβανωτίς· δισσή· ἡ μέν τις κάρπιμος, ὑπ’ ἐνίων | |
δὲ ζέα ἢ καμψάνεμα καλουμένη, ἧς ὁ καρπὸς κάχρυ καλεῖται. φύλλα δὲ ἔχει μαράθῳ ὅμοια, πλατύτερα δὲ καὶ παχύτερα, τροχοειδῶς ἐπὶ γῆς ἐστρωμένα, εὐώδη· καυλὸν δὲ ὅσον πήχεως | 85 in vol. 2 | |
5 | ἢ καὶ μείζονα, μασχάλας ἔχοντα πολλὰς καὶ ἐπ’ ἄκρῳ σκιάδια, ἐφ’ ὧν καρπὸς πολύς, λευκός, ἐοικὼς σφονδυλίῳ, περιφερής, γωνίας ἔχων, δριμύς, ῥητινίζων, ἐν τῷ διαμασᾶσθαι ἐπικαίων | |
3.74.2 | τὴν γεῦσιν· ῥίζα δὲ λευκή, εὐμεγέθης, ὄζουσα λιβάνου. ἡ δὲ ἑτέρα κατὰ πάντα ἐοικυῖα τῇ πρὸ αὐτῆς σπέρμα φέρει πλατύ, μέλαν ὡς σφονδύλιον, εὐῶδες, οὐ πυρωτικόν, ῥίζαν ἐκ μὲν τῶν ἐκτὸς μέλαιναν, θραυσθεῖσαν δὲ λευκήν. ἡ δὲ λεγομένη ἄκαρ‐ | |
5 | πος, κατὰ πάντα ὁμοία οὖσα ταῖς προειρημέναις, οὔτε καυλὸν ἀνίησιν οὔτε ἄνθος οὔτε σπέρμα· φύεται δὲ ἐν πετρώδεσι καὶ τραχέσι τόποις. πασῶν δὲ κοινῶς ἡ πόα καταπλασθεῖσα λεία αἱμορροΐδας στέλλει, φλεγμονάς τε τὰς κατὰ δακτύλιον πραΰνει καὶ κονδυ‐ | |
10 | λώματα καὶ χοιράδας καὶ τὰ δύσπεπτα τῶν ἀποστημάτων συμ‐ | |
3.74.3 | πέσσει. αἱ δὲ ῥίζαι ξηραὶ σὺν μέλιτι ἕλκη ἀνακαθαίρουσι καὶ | |
στρόφους ἰῶνται καὶ θηριοδήκτοις ἁρμόζουσι σὺν οἴνῳ πινό‐ μεναι, ἔμμηνά τε ἄγουσι καὶ οὖρα· διαφοροῦσι δὲ καὶ οἰδήματα παλαιὰ καταπλασσόμεναι. ὁ δὲ χυλὸς τῆς ῥίζης καὶ τῆς πόας | 86 in vol. 2 | |
5 | ὀξυδερκὴς μειγνύμενος μέλιτι καὶ ἐγχριόμενος. ὁ δὲ καρπὸς πινόμενος τὰ αὐτὰ ποιεῖ, βοηθεῖ καὶ ἐπιλημψίαις καὶ ταῖς ἐν θώρακι παλαιαῖς διαθέσεσιν, ἰκτερικοῖς τε μετὰ πεπέρεως καὶ οἴνου διδόμενος. ἔστι δὲ καὶ ἱδρωτικὸς σὺν ἐλαίῳ ἀλειφόμενος, ἁρμόζει καὶ σπάσμασι καὶ ῥήγμασι, ποδάγραις τε καταπλασσό‐ | |
10 | μενος λεῖος σὺν αἰρίνῳ ἀλεύρῳ καὶ ὄξει, ἀλφούς τε σμήχει | |
3.74.4 | μειγνύμενος ὄξει δριμυτάτῳ. τῷ δὲ σπέρματι εἰς τὰ ποτήματα χρῆσθαι δεῖ τῆς μὴ τὸ κάχρυ φερούσης λιβανωτίδος· δριμὺ γὰρ ἐκεῖνο καὶ τραχυντικὸν τῆς ἀρτηρίας. Θεόφραστος δὲ ἱστορεῖ (h. pl. IX 11, 11) μετὰ τῆς ἐρείκης λιβανωτίδα θρίδακι ἀγρίᾳ | |
5 | τῇ πικρᾷ ὅμοια φύλλα ἔχουσαν, ῥίζαν δὲ βραχεῖαν φύεσθαι, καθαίρειν δὲ ἄνω καὶ κάτω τὴν ῥίζαν ποθεῖσαν, λευκότερα μέντοι καὶ τραχύτερα τὰ φύλλα τῶν τῆς θρίδακος. τὸ μέντοι κάχρυ δύναμιν ἔχει θερμαντικήν, ἀναξηραντικὴν σφόδρα· ὅθεν ἁρμόζει σμήγμασι μειγνύμενον πρὸς ῥευματιζομένους ὀφθαλμοὺς | |
10 | ἐπὶ τῆς κεφαλῆς ἐμπλασσόμενον καὶ ἀποσμώμενον μετὰ ἡμέρας | |
τρεῖς. | 87 in vol. 2 | |
3.75.1 | λιβανωτίς, ἣν Ῥωμαῖοι ῥουσμαρῖνον καλοῦσιν, ᾗ καὶ οἱ στεφανοπλόκοι χρῶνται· ῥάβδοι εἰσὶ λεπταί, περὶ ἃς τὰ φύλλα λεπτά, πυκνά, ἐπιμήκη [καὶ], ἰσχνά, ἔνδοθεν λευκά, ἐκ δὲ τῶν ἐκτὸς χλωρά, βαρύοσμα. | |
5 | δύναμιν δὲ ἔχει θερμαντικήν, ἰκτέρου ἰατικήν, ἐάν τις αὐτὴν ἑψήσας ἐν ὕδατι δῷ πρὸ τῶν γυμνασίων πιεῖν, εἶτα γυμνάζων λούῃ καὶ οἴνῳ ποτίζῃ· μείγνυται δὲ καὶ ἀκόποις καὶ τῷ γλευ‐ κίνῳ χρίσματι. | |
3.76.1 | σφονδύλιον· φύλλα μὲν ἔχει κατὰ ποσὸν ἐοικότα πλα‐ τάνῳ πρὸς τὰ τοῦ πανάκους, καυλοὺς δὲ πηχυαίους ἢ καὶ μεί‐ ζονας, ἐοικότας μαράθῳ, σπέρμα δὲ ἐπ’ ἄκρῳ ὅμοιον σεσέλει, διπλοῦν, πλατύτερον δὲ καὶ λευκότερον καὶ ἀχυρωδέστερον, βα‐ | |
5 | ρύοσμον, ἄνθη λευκά, ῥίζαν λευκήν, ὁμοίαν ῥαφάνῳ· φύεται δὲ | |
ἐν ἑλώδεσι καὶ ἐφύδροις χωρίοις. ὁ δὲ καρπὸς αὐτοῦ ποθεὶς ἐκκρίνει κατὰ κοιλίαν φλεγμα‐ | 88 in vol. 2 | |
3.76.2 | τῶδες· ἰᾶται δὲ πινόμενος ἡπατικούς, ἰκτερικούς, ὀρθοπνοϊκούς, ἐπιλημπτικούς, ὑστερικὴν πνίγα, ὑποθυμιώμενος δὲ ἀνακαλεῖται τοὺς καταφερομένους, σὺν ἐλαίῳ δὲ ἐμβρεχομένης τῆς κεφαλῆς ἁρμόζει φρενιτικοῖς, ληθαργικοῖς, κεφαλαλγίαις· ἐπέχει δὲ καὶ | |
5 | ἕρπητας σὺν πηγάνῳ καταπλασθείς. δίδοται δὲ καὶ ἡ ῥίζα ἰκτεριώδεσι καὶ ἡπατικοῖς, περιξυσθεῖσα δὲ καὶ ἐντεθεῖσα περιτήκει τύλους τοὺς ἐν ταῖς σύριγξι. τοῦ δὲ ἄνθους χλωροῦ ὁ χυλὸς πρὸς εἱλκωμένα ὦτα καὶ πυορροοῦντα ἁρμόζει. ἀποτί‐ θεται δὲ ἡλιαζόμενος ὡς τὰ λοιπὰ χυλίσματα. | |
3.77.1 | νάρθηκος χλωροῦ ἡ ἐντεριώνη πινομένη αἱμοπτυϊκοὺς καὶ κοιλιακοὺς ὠφελεῖ καὶ ἐχιοδήκτοις δίδοται σὺν οἴνῳ καὶ τὰς ἐκ ῥινῶν αἱμορραγίας ἐπέχει λεία ἐντεθεῖσα. τὸ δὲ σπέρμα στρο‐ φουμένους πινόμενον ὠφελεῖ καὶ ἱδρῶτας κινεῖ συγχριόμενον μετ’ | 89 in vol. 2 |
5 | ἐλαίου· οἱ δὲ καυλοὶ βρωθέντες κεφαλαλγεῖς εἰσι. ταριχεύεται δὲ καὶ εἰς τὰς ἁλμεύσεις. | |
3.78.1 | πευκέδανον· καυλὸν ἀνίησιν ἰσχνόν, μαράθῳ ὅμοιον· κόμην δὲ ἔχει περὶ τὴν ῥίζαν ἱκανὴν καὶ πυκνήν, ἄνθος μήλινον, ῥίζαν μέλαιναν, βαρύοσμον, ἁδράν, μεστὴν ὀποῦ. φύεται δὲ ἐν ὄρεσι συσκίοις. | |
5 | ὀπίζεται δὲ τῆς ῥίζης ἁπαλῆς ἀποτεμνομένης μαχαιρίῳ, | |
καὶ τὸ ἀπορρέον εὐθέως ἐν σκιᾷ τίθεται· ὑπὸ γὰρ τοῦ ἡλίου ἀνίεται. ἐν δὲ τῷ συλλέγεσθαι κεφαλαλγίαν ποιεῖ καὶ σκοτώ‐ ματα, ἐὰν μή τις προδιαχρίσῃ ἑαυτοῦ τὰς ῥῖνας ῥοδίνῳ καὶ τὴν κεφαλὴν προκαταβρέξῃ· ἄχρηστος δὲ γίνεται ὀπισθεῖσα ἡ | 90 in vol. 2 | |
3.78.2 | ῥίζα. ὀπίζονται δὲ καὶ οἱ καυλοί, καὶ χυλίζεται ἡ ῥίζα ὡς μαν‐ δραγόρας, ἧττον δὲ ἐνεργεῖ τοῦ ὀποῦ ὁ χυλὸς καὶ τάχιον ἐκπνεῖ. ἐνίοτε δὲ εὑρίσκεται προπεπηγὸς δάκρυον, ὅμοιον λιβανωτῷ, τοῖς καυλοῖς καὶ ταῖς ῥίζαις προσπεπλασμένον. τοῦ δὲ ὀποῦ | |
5 | διαφέρει ὁ ἐν Σαρδονίᾳ καὶ Σαμοθρᾴκῃ γεννώμενος, βαρύοσμος, ἔγκιρρος, θερμαίνων τὴν γεῦσιν. ἁρμόζει δὲ σὺν ὄξει καὶ ῥοδίνῳ καταχριόμενος ληθαργικοῖς, φρενιτικοῖς, σκοτωματικοῖς, ἐπιλημπτικοῖς, κεφαλαλγοῦσι χρο‐ νίως, παραλυτικοῖς, ἰσχιαδικοῖς, σπωμένοις καὶ καθόλου τοῖς | |
3.78.3 | περὶ νεῦρα πάθεσι συγχριόμενος μετ’ ἐλαίου καὶ ὄξους. ἔστι δὲ καὶ ὀσφραντὸς πνιγὸς ὑστερικῆς καὶ τῶν καταφερομένων ἀνακλητικός. διώκει δὲ θηρία θυμιώμενος· ἁρμόζει δὲ καὶ πρὸς ὠταλγίας ἐνσταζόμενος σὺν ῥοδίνῳ καὶ πρὸς μυλαλγίας ἐντι‐ | |
5 | θέμενος βρώμασι· ποιεῖ δὲ καὶ πρὸς βῆχας μετ’ ᾠοῦ λαμβα‐ νόμενος, δυσπνοίαις τε καὶ στρόφοις καὶ πνευματικαῖς διαθέ‐ σεσιν ἁρμόζει, κοιλίαν τε ἠπίως μαλάσσει καὶ σπλῆνα τήκει καὶ δυστοκίαις ἐξόχως ἀρήγει, πρός τε πόνους καὶ διατάσεις κύστεως | 91 in vol. 2 |
3.78.4 | καὶ νεφρῶν πινόμενος ποιεῖ· ἀναστομοῖ δὲ καὶ ὑστέραν. χρη‐ σίμη δὲ καὶ ἡ ῥίζα πρὸς τὰ αὐτὰ ἔλασσον ἐνεργοῦσα· πίνεται δὲ αὐτῆς τὸ ἀφέψημα· καθαίρει δὲ λεία ξηρὰ τὰ ῥυπαρὰ ἕλκη καὶ λεπίδας ἀπ’ ὀστέων ἀφίστησι καὶ ἀπουλοῖ τὰ παλαιά· | |
5 | μείγνυται δὲ καὶ κηρώμασι καὶ μαλάγμασι θερμαντικοῖς. ἐκλέ‐ γου δὲ τὴν πρόσφατον, ἄβρωτον, στερεάν, πλήρη ὀσμῆς. λύε‐ ται δὲ ὁ ὀπὸς εἰς τὰ ποτήματα ἀμυγδάλοις πικροῖς ἢ πη‐ γάνῳ ἢ ἀνήθῳ ἢ ἄρτῳ θερμῷ. | |
3.79.1 | μελάνθιον· θαμνίσκος ἐστὶ λεπτόκαρφος, δισπίθαμος ἢ καὶ μείζων, φύλλα ἔχων μικρὰ ὥσπερ ἠριγέροντος, λεπτό‐ τερα δὲ πολλῷ καὶ κεφάλιον [ἔχων] ἐπ’ ἄκρου· λεπτόν, μικρόν, | |
ὡς μήκωνος, ἐπίμηκες, ἔχον κατὰ τὰ ἐντὸς διαφράγματα, ἐν | 92 in vol. 2 | |
5 | οἷς [καὶ] τὸ σπέρμα μέλαν, δριμύ, εὐῶδες, καταπασσόμενον εἰς ἄρτους. ἁρμόζει δὲ κεφαλαλγοῦσι καταπλασσομένου τοῦ μετώπου καὶ τοῖς ἀρχομένοις ὑποχεῖσθαι ἐγχεόμενον 〈λεῖον〉 εἰς τὰς ῥῖνας | |
3.79.2 | μετὰ ἰρίνου. αἴρει δὲ καὶ φακοὺς καὶ λέπρας καὶ οἰδήματα πα‐ λαιὰ καὶ σκληρίας σὺν ὄξει καταπλασθὲν καὶ ἥλους προπερι‐ χαραχθέντας ἐκτινάσσει σὺν οὔρῳ παλαιῷ ἐπιτεθέν, ὠφελεῖ καὶ ὀδονταλγίας μετὰ δᾳδίου καὶ ὄξους ἑψηθὲν καὶ διακλυζό‐ | |
5 | μενον, ἐκτινάσσει δὲ καὶ ἕλμινθας στρογγύλας καταπλασθέντος τοῦ ὀμφαλοῦ μεθ’ ὕδατος. λεανθὲν δὲ καὶ ἐν ἀποδέσμῳ δεθὲν καὶ ὀσφραινόμενον τοὺς καταρροϊζομένους ὠφελεῖ, πινόμενον δὲ πλείονας ἡμέρας ἔμμηνα καὶ οὖρα καὶ γάλα ἄγει, παύει καὶ δύσπνοιαν μετὰ νίτρου ποθέν, βοηθεῖ καὶ φαλαγγιοδήκτοις ὅσον | |
10 | δραχμὴ μία μεθ’ ὕδατος ποθεῖσα. διώκει δὲ καὶ ἑρπετὰ θυ‐ | |
μιώμενον· φασὶ δὲ καὶ ἀναιρεῖν αὐτό, ἐάν τις πλεῖον αὐτὸ πίῃ. | 93 in vol. 2 | |
3.80.1 | σίλφιον· γεννᾶται ἐν τοῖς κατὰ Συρίαν καὶ Ἀρμενίαν καὶ Μηδίαν τόποις καὶ Λιβύην, οὗ ὁ καυλὸς μάσπετον καλεῖ‐ ται, ἐμφερὴς νάρθηκι· φύλλα δὲ ἔχει σελίνῳ ὅμοια, σπέρμα πλατύ, φυλλῶδες, ὃ καλεῖται μαγύδαρις. | |
5 | ῥίζα δὲ θερμαντική, 〈φυσώδης, ἐρευκτική, ἀναξηραντική,〉 δύσπεπτος, κύστεως κακωτική. ἰᾶται δὲ χοιράδας καὶ φύματα ἀναλημφθεῖσα κηρωτῇ [ἢ] καὶ ὑπώπια σὺν ἐλαίῳ καταπλασθεῖσα, σὺν ἰρίνῃ δὲ κηρωτῇ ἢ κυπρίνῃ ἰσχιαδικοῖς ἁρμόζει, τάς τε περὶ δακτύλιον ἐξοχὰς αἴρει ἐν σιδίῳ σὺν ὄξει ἑψηθεῖσα καὶ κατα‐ | |
10 | πλασθεῖσα, θανασίμων τέ ἐστιν ἀντιφάρμακον πινομένη, εὔστο‐ μός τέ ἐστι μειγνυμένη καὶ εἰς βάμματα καὶ ἅλας. | |
3.80.2 | συλλέγεται δὲ ὁ ὀπὸς ἐγχαρασσομένης τῆς ῥίζης καὶ τοῦ καυλοῦ. διαφέρει δὲ αὐτοῦ ὁ ὑπέρυθρος καὶ διαυγής, σμυρνί‐ ζων καὶ ἐν τῇ ὀσμῇ εὔτονος, μὴ πρασίζων μηδὲ ἀπηνὴς πρὸς τὴν γεῦσιν εὐχερῶς τε διειμένος ἐπὶ τὸ λευκὸν χρῶμα. ὁ μέντοι | |
5 | Κυρηναϊκός, κἂν ἐπ’ ὀλίγον αὐτοῦ τις γεύσηται, εὐθέως ἰκμάδα κινεῖ καθ’ ὅλον τὸ σῶμα τῇ τε ὀσμῇ ἐστι προσηνέστατος, ὥστε γευσαμένῳ μηδὲ τὸ στόμα πνεῖν, εἰ μὴ ἐπ’ ὀλίγον. ὁ δὲ Μηδι‐ κὸς καὶ ὁ Συριακὸς τῇ δυνάμει εἰσὶν ἀσθενέστεροι καὶ βρωμω‐ | 94 in vol. 2 |
3.80.3 | δεστέραν ἔχουσι τὴν ὀσμήν. δολοῦται δὲ πᾶς ὀπὸς πρὸ τοῦ ξηρανθῆναι σαγαπηνοῦ μειγνυμένου ἢ ἀλεύρου ἐρεγμίνου, ὅπερ διακρίνεται τῇ γεύσει καὶ τῇ ὀσμῇ καὶ τῇ ὄψει καὶ τῇ διέσει. ἔνιοι δὲ τὸν μὲν καυλὸν σίλφιον ἐκάλεσαν, τὴν δὲ ῥίζαν μαγύ‐ | |
5 | δαριν, τὰ δὲ φύλλα μάσπετα. πρακτικώτατος δέ ἐστιν ὁ ὀπός, εἶτα τὰ φύλλα, εἶτα ὁ καυλός. ἔστι δὲ φυσώδης καὶ δριμύς, ἀλωπεκίας θεραπεύων σὺν οἴνῳ καὶ πεπέρει καὶ ὄξει καταχριόμενος, ὀξυδερκίας τε ποιη‐ τικὸς καὶ ἀρχομένης ὑποχύσεως διασκεδαστικὸς σὺν μέλιτι ἐγ‐ | |
10 | χριόμενος, πρὸς ὀδονταλγίας τε ἐντίθεται εἰς τὰ βρώματα καὶ | |
3.80.4 | περιτίθεται σὺν λιβανωτῷ ἐγχρισθεὶς εἰς ὀθόνιον· καὶ διακλύ‐ ζεται δὲ σὺν ὑσσώπῳ καὶ σύκοις ἀφεψημένοις ἐν ὀξυκράτῳ· καὶ ἐπὶ λυσσοδήκτων δὲ ὠφελεῖ ἐπιτιθέμενος τοῖς τραύμασι καὶ ἐπὶ τῶν ἰοβόλων ζῴων πάντων καὶ τῶν φαρμακωδῶν το‐ | |
5 | ξευμάτων ἐγχριόμενος καὶ πινόμενος, ἐπὶ δὲ σκορπιοπλήκτων ἐλαίῳ διεθεὶς περιαλείφεται καὶ ἐπὶ γαγγραινουμένων προκατα‐ σχασθέντων ἐνίεται, πρός τε ἄνθρακας μετὰ πηγάνου καὶ νίτρου καὶ μέλιτος ἢ καθ’ ἑαυτόν, ἥλους τε καὶ τύλους αἴρει προπερι‐ χαραχθέντας συμμαλαχθεὶς κηρωτῇ ἢ σύκων ξηρῶν τῷ ἐντός. | |
10 | θεραπεύει καὶ λειχῆνας προσφάτους σὺν ὄξει, σαρκώματα δὲ καὶ πώλυπας μετὰ χαλκάνθου ἢ ἰοῦ διαχριόμενος ἐπὶ ἡμέρας | 95 in vol. 2 |
3.80.5 | τινάς· ἐπισπῶ δὲ τὰς ἐξοχὰς σαρκολαβίδι. ἀρήγει δὲ καὶ βρόγ‐ χου χρονίαις τραχύτησι, φωνήν τε αἰφνιδίως δασυνθεῖσαν ὕδατι διεθεὶς καὶ ἐπιρροφηθεὶς αὐτίκα ἀποκαθαίρει, κιονίδας τε στέλλει σὺν μέλιτι διαχριόμενος, συναγχικοῖς τε ἀναγαργάρισμα μετὰ | |
5 | μελικράτου ὠφέλιμον, εὐχρουστέρους τε ποιεῖ λαμβανόμενος ἐν διαίτῃ, βηχί τε ἁρμόζει ἐν ᾠῷ ῥοφητῷ διδόμενος, πλευριτικοῖς δὲ ἐν ῥοφήματι, ἰκτερικοῖς τε καὶ ὑδρωπικοῖς ὠφελίμως δίδοται μετὰ σύκων ξηρῶν. λύει καὶ ῥίγη σὺν πεπέρει καὶ πηγάνῳ καὶ οἴνῳ ποθείς, τετανικοῖς τε καὶ ὀπισθοτονικοῖς ὀβολοῦ ὁλκὴν | |
10 | κηρῷ περιπλάσας δίδου καταπίνειν, βδέλλας τε τὰς προσισχο‐ μένας τῇ καταπόσει ἀναγαργαριζόμενος μετ’ ὄξους ἀποβάλλει, καὶ τοῖς γάλα τεθρομβωμένον ἔνδον ποιοῦσι καὶ ἐπιλημπτικοῖς | |
3.80.6 | μετ’ ὀξυμέλιτος λημφθεὶς βοηθεῖ. ποθεὶς δὲ σὺν πεπέρει καὶ σμύρνῃ καταμήνια ἄγει, κοιλιακούς τε ἐν ῥαγὶ σταφυλῆς λαμβα‐ νόμενος ὠφελεῖ· μετὰ δὲ κονίας ποθεὶς ὠφελεῖ τὰ αἰφνίδια σπάσματα καὶ ῥήγματα· διαλύεται δὲ εἰς τὰ ποτήματα ἀμυγ‐ | |
5 | δάλοις πικροῖς ἢ πηγάνῳ ἢ ἄρτῳ θερμῷ. τὸ δὲ ὀπόφυλλον | |
αὐτοῦ τὰ αὐτὰ ποιεῖ, παρὰ πολὺ δὲ ἔλασσον· ἐσθίεται δὲ μετ’ ὀξυμέλιτος ἁρμόζον τοῖς περὶ ἀρτηρίαν, μάλιστα δὲ ἀποκοπεῖ‐ σιν ἤχοις. χρῶνται δὲ αὐτῷ καὶ μετὰ θριδάκων ἐσθίοντες ἀντὶ εὐζώμου. | 96 in vol. 2 | |
10 | λέγεται δὲ καὶ ἑτέρα μαγύδαρις γεννωμένη ἐν Λιβύῃ, ῥίζα παρομοία σιλφίῳ, ἧττον δὲ παχεῖα 〈καὶ〉 δριμεῖα καὶ χαύνη καὶ ὀπὸν μὴ ἔχουσα, ποιοῦσα δὲ τὰ αὐτὰ τῷ σιλφίῳ. | |
3.81.1 | σαγαπηνόν· ὀπός ἐστι πόας ναρθηκοειδοῦς, γεννωμένης ἐν Μηδίᾳ. διαφέρει δὲ αὐτοῦ τὸ διαυγές, ἔξωθεν μὲν κιρρόν, ἐκ δὲ τῶν ἐντὸς λευκόν, ὄζον μεταξὺ ὀποῦ σιλφίου καὶ χαλβά‐ νης, δριμὺ ἐν τῇ γεύσει. | |
5 | ποιεῖ δὲ πρὸς θώρακος καὶ πλευρᾶς πόνον, ῥήγματα, σπά‐ σματα, βῆχας χρονίους, πάχη 〈τε〉 τὰ ἐν πνεύμονι ἀνακαθαίρει. δίδοται δὲ καὶ ἐπιλημπτικοῖς, ὀπισθοτονικοῖς, σπληνικοῖς, παρα‐ λυτικοῖς, κατεψυγμένοις, περιοδικοῖς πυρετοῖς ἐν ποτήματι· | |
3.81.2 | καὶ ἐν συγχρίσματι δὲ ὠφελίμως προσάγεται. ἄγει καὶ ἔμμηνα καὶ ἔμβρυα φθείρει μεθ’ ὑδρομέλιτος πινόμενον, ἀρήγει καὶ θηριοδήκτοις μετ’ οἴνου λαμβανόμενον, διεγείρει καὶ ὑστερικῶς πνιγομένας μετ’ ὄξους ὀσφραινόμενον, οὐλάς τε ἀποσμήχει τὰς | |
5 | ἐν ὀφθαλμοῖς καὶ ἀμβλυωπίας καὶ τὰ ἐπισκοτοῦντα ταῖς κόραις καὶ ὑποχύματα. διαλύεται δὲ ὥσπερ ὁ ὀπὸς πηγάνῳ καὶ | |
ὕδατι ἢ πικροῖς ἀμυγδάλοις ἢ μέλιτι ἢ ἄρτῳ θερμῷ. | 97 in vol. 2 | |
3.82.1 | εὐφόρβιον· δένδρον ἐστὶ ναρθηκοειδὲς Λιβυκόν, γεν‐ νώμενον ἐν τῇ κατὰ Μαυρουσιάδα Αὐτολολίᾳ, ὀποῦ μεστὸν δρι‐ μυτάτου, ὃν δεδοικότες οἱ τῇδε ἄνθρωποι συλλέγουσι διὰ τὸ ἐπιτεταμένον τῆς πυρώσεως· κοιλίας γοῦν προβατείας πεπλυ‐ | |
5 | μένας περιδήσαντες τῷ δένδρῳ μακρόθεν ἀκοντίοις διαιροῦσι τὸν καυλόν· εὐθέως δὲ ὡς ἔκ τινος ἀγγείου πολὺς ἀποχεῖται ὀπὸς εἰς τὰς κοιλίας, καὶ ἀπορραίνεται δὲ εἰς τὴν γῆν ἐξακοντι‐ | |
3.82.2 | ζόμενος. ἔστι δὲ δύο γένη τοῦ ὀποῦ· τὸ μέν τι διαυγὲς ὡς σαρ‐ κοκόλλα, κατὰ μέγεθος ὀρόβων, τὸ δέ τι ἐν ταῖς κοιλίαις ξυ‐ σματῶδες καὶ συνεστός. δολοῦται δὲ καὶ σαρκοκόλλῃ καὶ κόμ‐ μει μειγνυμένοις· ἐκλέγου δὲ τὸν διαυγῆ καὶ δριμύν. δυσδοκί‐ | |
5 | μαστος δέ ἐστι τῇ γεύσει λαμβανόμενος διὰ τὸ ἅπαξ δηχθείσης τῆς γλώσσης ἐπιμένειν τὴν πύρωσιν ἐφ’ ἱκανὸν χρόνον, ὥστε πᾶν τὸ προσαγόμενον εὐφόρβιον δοκεῖν εἶναι. ἡ μέντοι εὕρεσις αὐτοῦ κατὰ Ἰόβαν (F. H. G. III 473), τὸν βασιλέα τῆς Λιβύης, ἐπεγνώσθη. | |
3.82.3 | δύναμιν δὲ ἔχει ὁ ὀπὸς διαφορητικὴν ὑποχυμάτων ἐγχριό‐ | |
μενος· πυροῖ μέντοι δι’ ὅλης τῆς ἡμέρας, ὅθεν μέλιτι μείγνυται καὶ κολλυρίοις κατ’ ἀναλογίαν τῆς δριμύτητος· ἁρμόζει καὶ ἰσχίων ἀλγήμασι μιγεὶς ἀρωματικῷ ποτήματι καὶ πινόμενος· | 98 in vol. 2 | |
5 | ἀφίστησι δὲ καὶ λεπίδας αὐθημερόν· δεῖ μέντοι χρωμένους ἀσφαλίζεσθαι τὴν περικειμένην τοῖς ὀστοῖς σάρκα μοτοῖς ἢ κηρωτῇ. ἱστοροῦσι δέ τινες μηδὲν παρακολουθεῖν δυσχερὲς τοῖς ἑρπετοδήκτοις, ἐάν τις ἐγκόψας αὐτῶν ἄχρι ὀστέου τὸ δέρμα τῆς κεφαλῆς ἐνθῇ τὸν ὀπὸν λεῖον καὶ ῥάψῃ τὸ τραῦμα. | |
3.83.1 | χαλβάνη· ὀπός ἐστι νάρθηκος ἐν Συρίᾳ γεννωμένου, ὃν ἔνιοι μέτωπον καλοῦσιν. ἔστι δὲ αὐτῆς ἀρίστη ἡ λιβανοει‐ δής, χονδρώδης, καθαρά, λιπαρά, ἄξυλος, ἔχουσα δέ τι τοῦ σπέρματος καὶ τοῦ νάρθηκος μεμειγμένον, ὀσμῇ βαρεῖα, οὔτ’ | |
5 | ἄγαν ὑγρὰ οὔτε κατάξηρος. δολοῦσι δὲ αὐτὴν μειγνύντες ῥητίνην καὶ ἐρεγμὸν καὶ ἀμμωνιακόν. δύναμιν δὲ ἔχει θερμαντικὴν καὶ πυρωτικήν, ἐπισπαστικήν, διαφορητικήν· προστιθεμένη δὲ καὶ ὑποθυμιωμένη ἔμμηνα καὶ ἔμβρυα ἄγει, φακούς τε αἴρει μετ’ ὄξους καὶ νίτρου ἐπιπλα‐ | |
10 | σθεῖσα· καὶ πίνεται δὲ πρὸς παλαιὰν βῆχα, δύσπνοιαν, ἄσθματα, | |
3.83.2 | ῥήγματα, σπάσματα. ἀντιπάσχει δὲ καὶ τοξικῷ σὺν οἴνῳ καὶ | |
σμύρνῃ ποθεῖσα, ἐκβάλλει δὲ καὶ τὰ τεθνηκότα ἔμβρυα ὁμοίως λημφθεῖσα, ἐπιτίθεται δὲ καὶ πρὸς ὀδύνην πλευρᾶς καὶ δοθιῆ‐ νας, ἐπιλημπτικούς τε καὶ ὑστερικὰς καὶ σκοτωματικοὺς ὀσφραι‐ | 99 in vol. 2 | |
5 | νομένη διεγείρει, θηρία τε διώκει θυμιωμένη τούς τε συγχριο‐ μένους ἀδήκτους τηρεῖ. σὺν σφονδυλίῳ δὲ καὶ ἐλαίῳ παρατε‐ θεῖσα τὰ ἑρπετὰ κτείνει, ὀδόντος τε πόνον περιπλασθεῖσα καὶ ἐντεθεῖσα εἰς τὸ βρῶμα παύει· δοκεῖ δὲ καὶ δυσουρίαν ποιεῖν. | |
3.83.3 | λύεται δὲ εἰς μὲν τὰ ποτήματα πικροῖς ἀμυγδάλοις καὶ ὕδατι ἢ πηγάνῳ ἢ μελικράτῳ ἢ ἄρτῳ θερμῷ, ἄλλως δὲ μηκωνίῳ, χαλκῷ κεκαυμένῳ, χολῇ ὑγρᾷ. καθαίρειν δὲ αὐτὴν βουλόμενος κάθες εἰς ζεστὸν ὕδωρ· | |
5 | τακείσης γὰρ αὐτῆς ἐπιπλεύσει τὸ ῥυπαρόν, ὅπερ χωρίσεις οὕτως· εἰς ὀθόνιον καθαρὸν ἀραιὸν ἐνδήσας ἀποκρέμασον εἰς χαλκῆν πυξίδα ἢ εἰς ὀστράκινον ἀγγεῖον, ὥστε μὴ ἅπτεσθαι τοῦ πυθμένος τοῦ ἄγγους τὸν ἔνδεσμον, καὶ πωμάσας εἰς ἀναβρα‐ στὸν ὕδωρ κάθες· οὕτως γὰρ τὸ μὲν νόστιμον εἰς τὸ ἄγγος | |
10 | ἀποτακήσεται ὡς δι’ ἠθμοῦ, τὸ δὲ ξυλῶδες ἐν τῷ ὀθονίῳ μενεῖ. | |
3.84.1 | ἀμμωνιακόν· καὶ τοῦτο ὀπός ἐστι νάρθηκος γεννω‐ | |
μένου ἐν τῇ κατὰ Κυρήνην Λιβύῃ· καλεῖται δὲ αὐτοῦ ὅλος ὁ θάμνος σὺν τῇ ῥίζῃ ἀγασυλλίς. ἐγκριτέον δὲ αὐτοῦ τὸ εὔχρουν καὶ ἄλιθον καὶ ἄξυλον καὶ λιβανωτίζον τοῖς χόνδροις 〈καὶ〉 κα‐ | 100 in vol. 2 | |
5 | θαρὸν καὶ πυκνόν, μηδεμίαν ἔχον ῥυπαρίαν, καστορίζον τῇ ὀσμῇ, πικρὸν δὲ τῇ γεύσει. καλεῖται δὲ τὸ τοιοῦτο θραῦσμα, τὸ δὲ γεῶδες ἢ λιθῶδες φύραμα· γεννᾶται δὲ ἐν Λιβύῃ τῇ κατ’ Ἄμμωνα, χυλὸς δένδρου ναρθηκοειδοῦς ὤν. | |
3.84.2 | δύναμιν δὲ ἔχει θερμαντικήν, μαλακτικήν, ἐπισπαστικήν, διαλυτικὴν σκληρωμάτων τε καὶ φυμάτων, κοιλίαν τε ὑπάγει ποθὲν καὶ ἔμβρυα κατασπᾷ 〈καὶ〉 σπλῆνα τήκει μετ’ ὄξους δραχμὴ μία ποθεῖσα καὶ ἄρθρων καὶ ἰσχίων ἀλγήματα παραιτεῖται. | |
5 | βοηθεῖ δὲ καὶ ἀσθματικοῖς καὶ ὀρθοπνοϊκοῖς καὶ ἐπιλημπτικοῖς, καὶ τοῖς ὑγρὰ ἐν θώρακι ἔχουσιν ἐκλειχόμενον μετὰ μέλιτος ἢ μετὰ πτισάνης ῥοφούμενον· ἄγει δὲ καὶ οὖρα αἱματώδη. | |
3.84.3 | σμήχει δὲ τὰ ἐν ὀφθαλμοῖς λευκώματα καὶ τραχύτητας βλεφά‐ | |
ρων τήκει· λυθὲν δὲ ὄξει καὶ ἐπιτεθὲν παύει τὰς περὶ σπλῆνα καὶ ἧπαρ σκληρίας· λύει καὶ τοὺς περὶ τὰ ἄρθρα πώρους μετὰ μέλιτος καταπλασσόμενον ἢ καὶ πίσσῃ μιγέν· ποιεῖ δὲ καὶ πρὸς | 101 in vol. 2 | |
5 | κόπους καὶ ἰσχιάδας συγχριόμενον, μιγὲν ὄξει καὶ νίτρῳ καὶ κυπρίνῳ ἐλαίῳ ἀντὶ ἀκόπου. | |
3.85.1 | σαρκοκόλλα· ἔστι δάκρυον δένδρου γεννωμένου ἐν τῇ Περσίδι, ἐοικὸς λιβανωτῷ λεπτῷ, ὑπόκιρρον, ἔμπικρον τῇ γεύσει. δύναμιν δὲ ἔχει κολλητικὴν τραυμάτων καὶ ἐφεκτικὴν τῶν | |
5 | ἐν ὀφθαλμοῖς ῥευμάτων· μείγνυται δὲ καὶ ἐμπλάστροις. δολοῦ‐ ται δὲ κόμμεως αὐτῇ μειγνυμένου. | |
3.86.1 | γλαύκιον· χυλός ἐστι βοτάνης κατὰ Ἱεράπολιν τῆς Συρίας γεννωμένης. ἔοικε δὲ αὐτῆς τὰ φύλλα τοῖς τῆς κερατί‐ τιδος μήκωνος, λιπαρώτερα δὲ καὶ χαμαίζηλα, βαρύοσμα, πι‐ κρὰ ἐν τῇ γεύσει· χυλὸν δὲ ἔχει πολὺν κροκίζοντα. ταύτης τὰ | |
5 | φύλλα βαλόντες οἱ ἐπιχώριοι εἰς χύτραν θερμαίνουσιν ἐν κλι‐ βάνοις ἡμιψυγέσιν ἄχρι μαρασμοῦ, εἶτα ἐκκόψαντες ἐκθλίβουσι τὸν χυλόν. ἔστι δὲ αὐτοῦ ἡ χρῆσις πρὸς τὰ ὀφθαλμικὰ ἐν ἀρχῇ ψυ‐ | |
κτικοῦ ὄντος. | 102 in vol. 2 | |
3.87.1 | κόλλα, ἣν ἔνιοι ξυλοκόλλαν καλοῦσιν ἢ ταυροκόλλαν· καλλίστη ἐστὶν ἡ Ῥοδία ἐκ τῶν βοείων βυρσῶν κατασκευαζο‐ μένη. ἔστι δὲ λευκὴ καὶ διαυγὴς ἡ τοιαύτη, ἡ δὲ μέλαινα ἥττων. | |
5 | δύναμιν δὲ ἔχει λυθεῖσα ὄξει λειχῆνας καὶ λέπρας τὰς ἐπι‐ πολαίους ἀφιστάνειν, πυρίκαυτά τε οὐκ ἐᾷ φλυκταινοῦσθαι μεθ’ ὕδατος θερμοῦ ἀνεθεῖσα καὶ καταχριομένη. ἔστι δὲ καὶ τραυ‐ ματικὴ διεθεῖσα μέλιτι καὶ ὄξει. | |
3.88.1 | ἡ δὲ ἰχθυοκόλλα λεγομένη κοιλία ἐστὶν ἰχθύος κητῴου. διαφέρει δὲ ἡ ἐν Πόντῳ γεννωμένη, οὖσα λευκή, ὑπόπαχυς, οὐ ψωρώδης, τάχιστα τηκομένη. εὐθετεῖ δὲ εἴς τε τὰς κεφαλικὰς ἐμπλάστρους καὶ εἰς τὰς | |
5 | λεπρικὰς δυνάμεις καὶ εἰς τετάνωθρα τῶν προσώπων. | |
3.89.1 | ἰξός· ἔστι καλὸς ὁ λεῖος, πρασίζων τῷ χρώματι κατὰ τὸ ἐντός, ἐκτὸς δὲ ὑπόξανθος, μηδὲν ἔχων τραχὺ ἢ πιτυρῶδες. συνάγεται δὲ ἔκ τινος καρποῦ περιφεροῦς, γεννωμένου ἐν ἰξίᾳ τῇ ἐχούσῃ τὰ φύλλα ὅμοια πύξῳ. κόπτεται δὲ ὁ καρπός, εἶτα | 103 in vol. 2 |
5 | πλύνεται, εἶτα ἕψεται ἐν ὕδατι· ἔνιοι δὲ μασώμενοι αὐτὸν ἐρ‐ γάζονται. γίνεται δὲ καὶ ἐκ μηλέας καὶ ἀπίου καὶ ἐξ ἄλλων δένδρων· εὑρίσκεται δὲ καὶ πρὸς ῥίζαις θάμνων τινῶν. | |
3.89.2 | δύναται δὲ διαφορεῖν, μαλάσσειν, ἐπισπᾶσθαι, συμπέσσειν φύματα, παρωτίδας καὶ τὰς ἄλλας ἀποστάσεις μιγεὶς ῥητίνῃ καὶ κηρῷ ἴσοις, ἐπινυκτίδας τε ἐν σπληνίῳ ἰᾶται. σὺν λιβα‐ νωτῷ δὲ ἕλκη παλαιὰ καὶ κακοήθεις ἀποστάσεις μαλάσσει καὶ | |
5 | σπλῆνα τήκει σὺν ἀσβέστῳ καὶ λίθῳ γαγάτῃ ἢ ἀσσίῳ ἑψηθεὶς καὶ ἐπιτεθείς· ἕλκει δὲ καὶ ὄνυχας σὺν ἀρσενικῷ ἢ σανδαράκῃ ἐπιπλασθείς, μιγεὶς δὲ ἀσβέστῳ καὶ τρυγὶ ἐπιτείνει τὴν δύνα‐ μιν αὐτῶν. | |
3.90.1 | ἀπαρίνη· οἱ δὲ ἀμπελόκαρπον, οἱ δὲ ὀμφαλόκαρπον | |
καλοῦσιν, οἱ δὲ φιλάνθρωπον. κλῶνες πολλοί, μακροί, τετρά‐ γωνοι, τραχεῖς· φύλλα δὲ ἐκ διαστήματος περικείμενα κυκλοτε‐ ρῶς ὥσπερ τὰ τοῦ ἐρυθροδάνου, ἄνθη λευκά, σπέρμα σκληρόν, | 104 in vol. 2 | |
5 | στρογγύλον, ὑπόκοιλον ἐκ μέσου ὡς ὀμφαλός· προσέχεται δὲ καὶ ἱματίοις ἡ πόα. χρῶνται δ’ αὐτῇ καὶ οἱ ποιμένες ἀντὶ ἠθμοῦ ἐπὶ τοῦ γάλακτος πρὸς ἔκλημψιν τῶν ἐν αὐτῷ τριχῶν. ταύτης τὸ σπέρμα καὶ οἱ καυλοὶ καὶ τὰ φύλλα χυλισθέντα φαλαγγιοδήκτοις καὶ ἐχιοδήκτοις βοηθεῖ μετ’ οἴνου πινόμενα, | |
10 | καὶ ὠταλγίας ἰᾶται ὁ χυλὸς ἐγχυματιζόμενος. ἡ δὲ πόα ἀνα‐ λημφθεῖσα ὀξυγγίῳ διαφορεῖ χοιράδας. | |
3.91.1 | ἄλυσσον· φρυγάνιόν ἐστιν ὑπότραχυ, μονόκαυλον, φύλλα ἔχον στρογγύλα, παρ’ οἷς ὁ καρπὸς ὡς ἀσπιδίσκια διπλᾶ, ἐν οἷς τὸ σπέρμα ὑπόπλατυ· φύεται ἐν ὀρεινοῖς καὶ τραχέσι χωρίοις. | |
5 | ταύτης τὸ ἀφέψημα ποθὲν λυγμοὺς τοὺς δίχα πυρετοῦ λύει· καὶ κρατηθὲν δὲ ἢ ὀφθὲν τὸ αὐτὸ δρᾷ. σὺν μέλιτι δὲ | |
λεῖον φακοὺς καὶ ἔφηλιν ἀποκαθαίρει. δοκεῖ δὲ καὶ λύσσαν κυνὸς ἰᾶσθαι συγκοπὲν ἐδέσματι καὶ δοθέν· καὶ κρεμάμενον δὲ ἐν οἰκίᾳ ὑγιεινὸν λέγεται εἶναι ἀνθρώποις καὶ ζῴοις. περια‐ | 105 in vol. 2 | |
10 | φθὲν δὲ φοινικῷ ῥάκει θρεμμάτων νόσους παύει. | |
3.92.1 | ἀσκληπιάς· κλωνία ἀνίησι μακρά, ἐφ’ ὧν τὰ φύλλα [μακρά] κισσῷ ὅμοια, ῥίζας πολλάς, λεπτάς, εὐώδεις, ἄνθος βα‐ ρύοσμον, σπέρμα ὡς πελεκίνου· φύεται ἐν ὄρεσι. βοηθοῦσι δὲ αἱ ῥίζαι σὺν οἴνῳ πινόμεναι στροφουμένοις | |
5 | καὶ θηριοδήκτοις καὶ τὰ φύλλα 〈δὲ〉 καταπλασσόμενα· ἁρμόζει καὶ πρὸς τὰ ἐν μαστοῖς καὶ μήτρᾳ κακοήθη. | |
3.93.1 | ἀτρακτυλίς· οἱ δὲ κνῆκον ἄγριον καλοῦσιν. ἄκανθά | |
ἐστιν ἐοικυῖα κνήκῳ, μικρότερα δὲ πολλῷ φύλλα ἔχουσα ἐπ’ ἄκρῳ τῷ ῥαβδίῳ· τὸ δὲ πλεῖον γυμνόν, ᾧ καὶ αἱ γυναῖκες χρῶνται ἀντὶ ἀτράκτου· ἔχει δὲ καὶ κόμην ἐπ’ ἄκρου ἀκανθώδη, | 106 in vol. 2 | |
5 | ἄνθος ὠχρόν· ῥίζα δὲ λεπτή, ἄχρηστος. ταύτης τὰ φύλλα καὶ ἡ κόμη καὶ ὁ καρπὸς λεῖα ποθέντα σὺν πεπέρει καὶ οἴνῳ σκορπιοπλήκτους ὠφελεῖ. ἱστοροῦσι δὲ ἔνιοι τοὺς πληχθέντας, ἄχρι μὲν ἂν κρατῶσι τὴν πόαν, ἀνω‐ δύνους μένειν, ἀποτιθεμένους δὲ ἀλγεῖν. | |
3.94.1 | πολύκνημον· θαμνίον ἐστὶ φρυγανῶδες, ἔχον φύλλα ὀριγάνῳ ἐμφερῆ, τὸν δὲ καυλὸν πολυγόνατον ὥσπερ γλήχων· οὐκ ἔχει μέντοι σκιάδιον, μικρὰ δὲ ἐπ’ ἄκρῳ κορύμβια δριμύ τι | |
μετ’ εὐωδίας ἀποπνέοντα. | 107 in vol. 2 | |
5 | ποιεῖ δὲ καταπλασσόμενον χλωρὸν ἢ ξηρὸν μεθ’ ὕδατος πρὸς τραύματα κολλῶν· δεῖ δὲ πεμπταῖον λύειν· πίνεται καὶ πρὸς στραγγουρίας καὶ ῥήγματα σὺν οἴνῳ. | |
3.95.1 | κλινοπόδιον· οἱ δὲ κλεόνικον, οἱ δὲ ὠκιμοειδές, οἱ δὲ Ζωπύριον καλοῦσι. θαμνίον ἐστὶ καὶ τοῦτο φρυγανῶδες, δισπίθαμον, φυόμενον ἐν πέτραις, ἔχον φύλλα ἑρπύλλῳ παρα‐ πλήσια καὶ ἄνθη ὅμοια κλίνης ποσὶν ἐκ διαστημάτων, ἐμφερῆ | |
5 | πρασίῳ. πίνεται δὲ ἡ πόα καὶ τὸ ἀφέψημα αὐτῆς πρὸς θηρίων δήγματα καὶ σπάσματα καὶ ῥήγματα καὶ στραγγουρίας· ἄγει καὶ ἔμμηνα καὶ ἔμβρυα, καὶ ἀκροχορδόνας ἀποβάλλει ἐφ’ ἱκανὰς ἡμέρας πινόμενον, κοιλίαν τε ἵστησιν ἐπὶ τρίτον ἑψόμενον καὶ | |
10 | πινόμενον ἀπυρέτοις ἐν οἴνῳ, πυρέττουσι δὲ δι’ ὕδατος. | |
3.96.1 | λεοντοπέταλον· οἱ δὲ λεοντοπόδιον, οἱ δὲ παρδά‐ | |
λιον, οἱ δὲ θορύβηθρον, οἱ δὲ λεύκηθρον καλοῦσι. καυλὸν ἀνίησιν ὅσον σπιθαμῆς, ἔχοντα μασχάλας πλείστας, ἐφ’ ὧν ἄκρων λοβοὶ ὅμοιοι ἐρεβίνθοις· ἐν δὲ τούτοις δύο ἢ τρία σπερ‐ | 108 in vol. 2 | |
5 | μάτια· φύλλα δὲ ὅμοια κράμβῃ, ῥίζα μέλαινα ὥσπερ γογγύ‐ λης, ἔχουσα ἐξοχὰς καθάπερ κονδύλους τινάς· φύεται ἐν ἀρού‐ ραις καὶ ἐν τῷ σίτῳ. ταύτης ἡ ῥίζα σὺν οἴνῳ πινομένη βοηθεῖ ἑρπετοδήκτοις, ταχέως ἀπόνους ποιοῦσα· μίσγεται δὲ καὶ εἰς τοὺς ἰσχιαδικοὺς | |
10 | κλυσμούς. | |
3.97.1 | Τεύκριον· πόα ῥαβδοειδής, παρεοικυῖα χαμαίδρυϊ, λεπτόφυλλος, ἔχουσα ἐρεβίνθῳ πέταλον ὅμοιον. φύεται δὲ πλείστη ἐν Κιλικίᾳ τῇ κατὰ τὴν Σελεντίδα καὶ Κητίδα καλουμένην. δύναμιν δὲ ἔχει χλωρὰ μετ’ ὀξυκράτου ποθεῖσα ἢ ξηρὰ | 109 in vol. 2 |
5 | ἀποζεσθεῖσα καὶ πινομένη σπλῆνα τήκειν ἰσχυρῶς. καταπλάσ‐ σεται δὲ μετὰ σύκου καὶ ὄξους ἐπὶ σπληνικῶν, ἐπὶ θηριοδή‐ κτων δὲ μετ’ ὄξους μόνου δίχα τοῦ σύκου. | |
3.98.1 | χαμαίρωψ ἢ χαμαίδρυς ἢ λινόδρυς· οἱ δὲ καὶ ταύτην Τεύκριον καλοῦσι διὰ τὸ σῴζειν ἐμφέρειαν ποσὴν πρὸς Τεύ‐ κριον· φύεται ἐν τραχέσι καὶ πετρώδεσι χωρίοις. ἔστι δὲ θα‐ μνίσκος σπιθαμιαῖος φύλλα ἔχων μικρά, τῷ σχήματι καὶ τῇ | |
5 | σχίσει δρυῒ ὅμοια, πικρά, ἄνθος ὑποπόρφυρον, μικρόν· συλλέ‐ | |
γειν δὲ αὐτὴν δεῖ ἐγκύμονα τοῦ καρποῦ. δύναμιν δὲ ἔχει χλωρά τε 〈καὶ ξηρὰ〉 ἀφεψηθεῖσα σὺν ὕδατι καὶ ποτιζομένη βοηθεῖν σπάσμασι, βηχί, σπληνὶ ἐσκιρρωμένῳ, | 110 in vol. 2 | |
3.98.2 | δυσουροῦσιν, ὑδρωπικοῖς ἐν ἀρχαῖς· ἄγει καὶ ἔμμηνα καὶ ἔμβρυα σπλῆνά 〈τε〉 τήκει σὺν ὄξει ποθεῖσα· πρὸς δὲ τὰ θηρία σὺν οἴνῳ πινομένη καὶ καταπλασσομένη ποιεῖ. λεία δὲ δύναται καὶ εἰς καταπότια ἀναπλάσσεσθαι πρὸς τὰ εἰρημένα, καθαίρει | |
5 | καὶ ἕλκη παλαιὰ σὺν μέλιτι· αἴρει δὲ ἀχλῦς τὰς ἐν ὀφθαλ‐ μοῖς σὺν ἐλαίῳ λεία ἐγχριομένη· καὶ ἀλειφομένη δέ ἐστι θερ‐ μαντική. | |
3.99.1 | λευκάς· ἡ ὀρεινὴ πλατυφυλλοτέρα τῆς ἡμέρου ἐστὶ καὶ 〈δριμυτέρα,〉 δριμύτερον καὶ πικρότερον ἔχουσα τὸν καρπὸν καὶ ἀστομώτερον· δραστικωτέρα μέντοι τυγχάνει τῆς ἡμέρου. ἐπιπλασσόμεναι δὲ καὶ πινόμεναι ἀμφότεραι ἁρμόζουσι | |
5 | μετ’ οἴνου ἐπὶ τῶν ἰοβόλων καὶ μάλιστα τῶν θαλασσίων. | |
3.100.1 | λυχνὶς στεφανωματική· ἄνθος ἐστὶ παρόμοιον λευ‐ κοΐῳ, ἐμπόρφυρον, πλεκόμενον εἰς τὰ στεφάνια, ἧς τὸ σπέρμα βοηθεῖ ποθὲν σὺν οἴνῳ σκορπιοπλήκτοις. | 111 in vol. 2 |
3.101.1 | λυχνὶς ἀγρία· ὁμοία τῇ ἡμέρῳ κατὰ πάντα· τὸ δὲ σπέρμα αὐτῆς δραχμῶν δυεῖν πλῆθος ποθὲν ἄγει κατὰ κοιλίαν. φασὶ δὲ καὶ τοὺς σκορπίους ναρκώδεις καὶ ἀπράκτους γίνεσθαι παρατεθείσης αὐτοῖς τῆς πόας. | |
3.102.1 | κρίνον, οὗ τὸ ἄνθος στεφανωματικόν ἐστι, καλού‐ μενον ὑπ’ ἐνίων λείριον, ἀφ’ οὗ καὶ τὸ χρίσμα κατασκευάζεται, ὅ τινες λείρινον, οἱ δὲ σούσινον καλοῦσι, μαλακτικὸν ὂν νεύ‐ ρων καὶ ἰδίως τῶν περὶ μήτραν σκληριῶν. | 112 in vol. 2 |
5 | τῆς πόας τὰ φύλλα δύναμιν ἔχει καταπλασσόμενα ἑρπετο‐ δήκτοις βοηθεῖν· ποιεῖ καὶ πρὸς κατακαύματα ζεσθέντα, ταρι‐ | |
3.102.2 | χευθέντα δὲ ἐν ὄξει τραυματικὰ γίνεται. ὁ δὲ χυλὸς αὐτῶν μιγεὶς ὄξει καὶ μέλιτι ἑψηθείς τε ἐν χαλκώματι ὑγρὸν γίνεται φάρμακον πρὸς παλαιὰ ἕλκη καὶ πρόσφατα τραύματα. ἡ δὲ ῥίζα ἑψηθεῖσα 〈λεία〉 σὺν ῥοδίνῳ πυρίκαυτα ἰᾶται καὶ ὑστέραν | |
5 | μαλάσσει καὶ ἔμμηνα ἄγει καὶ ἕλκη κατουλοῖ· σὺν μέλιτι δὲ λεαν‐ θεῖσα νεύρων διακοπὰς καὶ στρέμματα ἰᾶται καὶ ἀλφοὺς ἀπο‐ καθαίρει καὶ λέπρας καὶ πίτυρα καὶ ἀχῶρας σμήχει, τό τε πρό‐ | 113 in vol. 2 |
3.102.3 | σωπον καθαίρει καὶ ἀρρυτίδωτον ποιεῖ σμηχομένη· σὺν ὄξει δὲ λεία ἢ σὺν ὑοσκυάμου φύλλοις καὶ ἀλεύρῳ πυρίνῳ ὄρχεων φλεγ‐ μονὰς παραιτεῖται. τὸ δὲ σπέρμα ἑρπετῶν 〈δηγμάτων〉 πότημα ἀντιφάρμακον, ἐρυσιπελάτων τε κατάπλασμα σὺν οἴνῳ λεανθέντα | |
5 | τό τε σπέρμα καὶ τὰ φύλλα. φασὶ δέ τινες καὶ πορφυρᾶ ἄνθη κρί‐ νων γίνεσθαι· ἐνεργέστατα δὲ γεννᾶται ἐν τῇ Συρίᾳ καὶ ἐν Πι‐ σιδίᾳ τῆς Παμφυλίας πρὸς τὴν τοῦ χρίσματος κατασκευήν. | |
3.103.1 | βαλλωτή· οἱ δὲ μελαμπράσιον καλοῦσι. καυλοὺς ἀνίησι τετραγώνους, μέλανας, ὑποδάσεις, ἐκ μιᾶς ῥίζης πλείο‐ νας· φύλλα δὲ πρασίῳ ὅμοια, μείζονα δὲ καὶ στρογγυλώτερα καὶ μέλανα καὶ δασέα ἐκ διαστημάτων τοῦ καυλοῦ, παραπλήσια | 114 in vol. 2 |
5 | μελισσοφύλλῳ, δυσώδη, ὅθεν καὶ τοῦτό τινες μελισσόφυλλον ἐκάλεσαν· καὶ τὰ ἄνθη δὲ περίκειται τοῖς καυλοῖς τροχοειδῶς. ταύτης τὰ φύλλα καταπλασσόμενα μεθ’ ἁλῶν ποιεῖ πρὸς τὰ κυνόδηκτα· μαρανθέντα δὲ ἐν θερμοσποδιᾷ κονδυλώματα στέλλει, ῥυπαρά τε ἕλκη σὺν μέλιτι ἀνακαθαίρει. | |
3.104.1 | μελισσόφυλλον, ὃ ἔνιοι μελίτταιναν καλοῦσι διὰ τὸ ἥδεσθαι τῇ πόᾳ τὰς μελίσσας. ἔοικε ταύτης τὰ φύλλα καὶ τὰ καυλία τῇ προειρημένῃ βαλλωτῇ, μείζονα δὲ ταῦτα καὶ λεπτό‐ | |
τερα, οὐχ οὕτω δασέα, ὄζοντα δὲ κιτρομήλων. | 115 in vol. 2 | |
5 | ἁρμόζει δὲ τὰ φύλλα ποτιζόμενα σὺν οἴνῳ καὶ καταπλασσό‐ μενα πρός τε σκορπιοπλήκτους καὶ φαλαγγιοδήκτους καὶ κυνο‐ | |
3.104.2 | δήκτους· καὶ τὸ ἀφέψημα δὲ αὐτῶν καταντλούμενον πρὸς τὰ αὐτὰ ποιεῖ, εἴς τε τὰ ἐγκαθίσματα πρὸς ἐμμήνων ἀγωγὴν εὐθετεῖ, ὀδονταλγίας τε διάκλυσμα, ἔγκλυσμά τε δυσεντερίας· βοηθεῖ καὶ τοῖς ὑπὸ μυκήτων πνιγομένοις μετὰ νίτρου τὰ φύλλα πινόμενα | |
5 | καὶ στροφουμένοις, καὶ ἔκλειγμα ὀρθοπνοϊκοῖς. καταπλασσόμενα δὲ σὺν ἁλσὶ διαφορεῖ χοιράδας καὶ ἕλκη ἀνακαθαίρει, τά τε ἐπὶ τῶν ἀρθριτικῶν ἀλγήματα παραιτεῖται καταπλασθέντα. | |
3.105.1 | πράσιον, οἱ δὲ φιλοφαρές· θάμνος ἐστὶν ἀπὸ μιᾶς ῥίζης πολύκλαδος, ὑπόδασυς, λευκός, τετράγωνος τοῖς ῥαβδίοις· φύλλον δὲ τῷ μεγάλῳ δακτύλῳ ἴσον, ὑποστρόγγυλον, δασύ, ἔρρυσον, πικρὸν τῇ γεύσει· ἐκ διαστημάτων δὲ ἐπὶ τῶν καυλῶν | 116 in vol. 2 |
5 | τὸ σπέρμα καὶ τὰ ἄνθη, οἱονεὶ σφόνδυλοι, τραχέα· φύεται περὶ τὰ οἰκόπεδα καὶ ἐρείπια. τούτου τὰ φύλλα ξηρὰ σὺν τῷ σπέρματι ἀφεψόμενα ἐν ὕδατι ἢ χυλιζόμενα χλωρὰ δίδοται μετὰ μέλιτος φθισικοῖς, ἀσθ‐ ματικοῖς, βήσσουσιν· ἀνάγει καὶ πάχος ἐκ θώρακος ἴριδος ξηρᾶς | |
3.105.2 | μιγείσης· δίδοται καὶ ταῖς μὴ καθαιρομέναις γυναιξὶ πρὸς ἀγωγὴν ἐμμήνων καὶ δευτέρων καὶ δυστοκούσαις καὶ θηριοδή‐ κτοις καὶ τοῖς θανάσιμον πεπωκόσι· κύστει μέντοι καὶ νεφροῖς ἄθετον. τὰ δὲ φύλλα καταπλασσόμενα σὺν μέλιτι ῥυπαρὰ | |
5 | ἕλκη ἀνακαθαίρει, πτερύγιά τε καὶ νομὰς ἀφίστησι καὶ ὀδύνην πλευρῶν παραιτεῖται· καὶ τὸ ἐξ αὐτοῦ δὲ κατασκευαζόμενον χύλισμα ἐκθλιβομένων τῶν φύλλων καὶ συστρεφομένων ἐν ἡλίῳ πρὸς τὰ αὐτὰ ποιεῖ. ἔστι δὲ ὀξυδερκὲς σὺν μέλιτι ἐγχριό‐ μενον καὶ ἴκτερον ἀποκαθαίρει διὰ τῶν ῥινῶν, ὠταλγίαις τε | |
10 | ἁρμόζει ἐγχυματιζόμενον καθ’ ἑαυτὸ καὶ μετὰ ῥοδίνου. | 117 in vol. 2 |
3.106.1 | στάχυς· θάμνος ἐμφερὴς πρασίῳ, ὑπομηκέστερα δὲ καὶ πλεῖστα φυλλάρια ἔχων ὑποδάσεα, σκληρά, εὐώδη, λευκά· ῥαβδία δὲ πλείονα ἀπὸ τῆς αὐτῆς ῥίζης, λευκότερα τῶν τοῦ πρασίου· φύεται ἐν ὀρεινοῖς καὶ τραχέσι τόποις. | |
5 | δύναμιν δὲ ἔχει θερμαντικήν, δριμεῖαν, ὅθεν τὸ ἀπόζεμα τῶν φύλλων ἔμμηνα καὶ δεύτερα ἄγει πινόμενον. | |
3.107.1 | φυλλῖτις· φύλλα ἀνίησιν ὅμοια λαπάθῳ, ἐπιμηκέ‐ στερα δὲ καὶ εὐθαλέστερα, ἓξ ἢ ἑπτά, ὀρθά, λεῖα ἐκ τῶν ἐντός, ἐκ δὲ τῶν ὄπισθεν καθάπερ σκώληκας ἔχοντα λεπτούς, ἐπηρ‐ τημένους· φύεται ἐν παλισκίοις καὶ παραδείσοις, γευσαμένῳ | |
5 | στρυφνή· οὔτε δὲ ἄνθος οὔτε καυλὸν οὔτε καρπὸν φέρει. ταύτης τὰ φύλλα μετ’ οἴνου πινόμενα πρὸς ἑρπετοδήκτους ποιεῖ. ἐπὶ τετραπόδων δὲ διὰ στόματος ἐγχυματισθεῖσα βοηθεῖ· πίνεται καὶ πρὸς δυσεντερίαν καὶ διάρροιαν. | 118 in vol. 2 |
3.108.1 | φαλάγγιον· οἱ δὲ φαλαγγῖτιν, οἱ δὲ καὶ ταύτην λευ‐ κάκανθον καλοῦσι. κλῶνές εἰσι δύο ἢ τρεῖς ἢ πλείονες, διέχον‐ τες ἀπ’ ἀλλήλων, ἄνθη λευκά, παραπλήσια κρίνῳ, ἐντομὰς πολλὰς ἔχοντα· σπέρμα δὲ πλατύ, μέλαν, ὥσπερ φακοῦ ἥμισυ, | |
5 | ἰσχνότερον μέντοι πολλῷ, ῥιζίον μικρόν, λεπτόν, χλωρὸν ἅμα τῷ ἑλκυσθῆναι ἐκ τῆς γῆς· ὕστερον γὰρ συνέλκεται· φύεται ἐν γεωλόφοις. ταύτης τὰ φύλλα καὶ τὸ σπέρμα καὶ τὸ ἄνθος πινόμενα μετ’ οἴνου βοηθεῖ σκορπιοπλήκτοις καὶ φαλαγγιοδήκτοις· λύει | |
10 | δὲ καὶ στρόφους. | |
3.109.1 | τρίφυλλον· οἱ δὲ μινυανθές, οἱ δὲ ἀσφάλτιον, οἱ δὲ κνήκιον, οἱ δὲ ὀξύφυλλον καλοῦσι. θάμνος ἐστὶ πήχεως ἢ μεί‐ ζων, ῥάβδους ἔχων λεπτάς, μελαίνας, σχοινώδεις, παραφυάδας 〈πολλὰσ〉 ἐχούσας, ἐφ’ ὧν φύλλα ὅμοια λωτῷ τῷ δένδρῳ, τρία | 119 in vol. 2 |
5 | καθ’ ἑκάστην βλάστησιν· ὀσμὴ δὲ αὐτῶν ἄρτι μὲν φυομένων πηγάνου, αὐξηθέντων δὲ ἀσφάλτου· ἄνθος δὲ ἀνίησι πορφυροῦν, σπέρμα δὲ ὑπόπλατυ, ὑπόδασυ, ἐκ τοῦ ἑτέρου πέρατος ὥσπερ κεραίαν ἔχον· ῥίζα λεπτή, μακρά, στερεά. | |
3.109.2 | βοηθεῖ δὲ τὸ σπέρμα καὶ τὰ φύλλα πινόμενα ἐν ὕδατι πλευριτικοῖς, δυσουροῦσιν, ἐπιλημπτικοῖς, ἀρχομένοις ὑδρωπιᾶν, ὑστερικαῖς· ἄγει δὲ καὶ καταμήνια. δεῖ δὲ διδόναι τοῦ μὲν σπέρματος δραχμὰς τρεῖς, τῶν δὲ φύλλων δραχμὰς τέσσαρας· | |
5 | ἀρήγει δὲ καὶ θηριοδήκτοις σὺν ὀξυμέλιτι τὰ φύλλα πινόμενα. ἱστόρησαν δέ τινες ὅτι ὅλου τοῦ θάμνου καὶ τῆς ῥίζης τὸ ἀφέ‐ | |
ψημα καὶ τῶν φύλλων καταντλούμενον ἐπὶ τῶν ἑρπετοδήκτων παραιτεῖται τοὺς πόνους. ἐὰν δὲ θεραπευθείς τις τῷ ὕδατι [ἐὰν] ἕτερον ἕλκος ἔχων καταντληθῇ, τὰ αὐτὰ πάσχει τοῖς δη‐ | 120 in vol. 2 | |
10 | χθεῖσι. ποτίζουσι δέ τινες ἐπὶ μὲν τριταίου τρία φύλλα ἢ τρία σπερμάτια ἐν οἴνῳ, ἐπὶ δὲ τεταρταίου τέσσαρα, ὡς λύοντα τὰς περιόδους· μείγνυται δὲ αὐτῆς ἡ ῥίζα καὶ ἀντιδότοις. | |
3.110.1 | πόλιον· τὸ μέν ἐστιν ὀρεινόν, ὃ καὶ τεύθριον καλεῖ‐ ται, οὗ καὶ ἡ χρῆσις. θαμνίον δέ ἐστι λευκόν, λεπτόφυλλον, σπιθαμιαῖον, καρποῦ πλῆρες, ἔχον κεφάλιον ἐπ’ ἄκρου κορυμ‐ βοειδές, μικρόν, ὡς πολιὰν τρίχα, βαρύοσμον μετὰ ποσῆς εὐω‐ | |
5 | δίας. τὸ δὲ ἕτερον θαμνωδέστερον, οὐχ οὕτως εὔτονον τῇ ὀσμῇ | |
καὶ ἀδρανέστερον κατὰ δύναμιν. δύναται δὲ αὐτῶν τὸ ἀπόζεμα πινόμενον ἀρήγειν θηριο‐ δήκτοις, ὑδρωπικοῖς, ἰκτεριώδεσι, σπληνικοῖς δὲ σὺν ὄξει. ἔστι δὲ κεφαλαλγὲς καὶ κακοστόμαχον· ἄγει δὲ καὶ κοιλίαν καὶ ἔμ‐ | 121 in vol. 2 | |
10 | μηνα. ὑποστρωννύμενον δὲ καὶ θυμιώμενον θηρία διώκει, κατα‐ πλασσόμενον δὲ τραύματα κολλᾷ. | |
3.111.1 | σκόρδιον· φύεται ἐν ὀρεινοῖς τόποις καὶ ἑλώδεσι, φύλλα ἔχον ἐοικότα χαμαίδρυϊ, μείζονα δὲ καὶ οὐχ οὕτως ἐν‐ τετμημένα τὴν περιφέρειαν, ποσῶς τῇ ὀσμῇ σκορδίζοντα, στυ‐ πτικὰ δὲ καὶ ἔμπικρα κατὰ τὴν γεῦσιν· καυλία δὲ τετράγωνα, | |
5 | ἐφ’ ὧν ἄνθος ὑπέρυθρον. δύναμιν δὲ ἔχει ἡ πόα θερμαντικήν, διουρητικὴν ποτιζο‐ μένη χλωρὰ λεία· καὶ ξηρὰ δὲ ἀφεψομένη σὺν οἴνῳ πρὸς ἑρπε‐ τῶν δήγματα καὶ θανάσιμα, πρός τε δηγμοὺς στομάχου καὶ δυ‐ σεντερίαν καὶ δυσουρίαν δραχμῶν δυεῖν ὁλκὴ σὺν ὑδρομέλιτι· | 122 in vol. 2 |
3.111.2 | καθαίρει καὶ πάχος πυῶδες ἐκ θώρακος, ποιεῖ καὶ πρὸς πα‐ λαιὰν βῆχα καὶ ῥήγματα καὶ σπάσματα σὺν καρδάμῳ καὶ μέ‐ λιτι καὶ ῥητίνῃ ξηρᾷ μιγεῖσα ἐν ἐκλεικτῷ, καὶ ὑποχόνδριον χρο‐ νίως φλεγμαῖνον ἀναλημφθεῖσα κηρωτῇ παρηγορεῖ. ποιεῖ δὲ καὶ | |
5 | πρὸς ποδάγραν μετ’ ὄξους δριμέος περιχριομένη ἢ μεθ’ ὕδα‐ τος καταπλασσομένη· προστεθεῖσα δὲ ἔμμηνα κινεῖ· καὶ τραύ‐ ματα κολλᾷ 〈καὶ〉 ἕλκη παλαιὰ ἀνακαθαίρει καὶ ἀπουλοῖ σὺν μέλιτι· ξηρὰ δὲ ὑπερσαρκώματα στέλλει. πίνεται δὲ καὶ τὸ ἐξ αὐτῆς χύλισμα πρὸς τὰ εἰρημένα πάθη· ἐνεργέστατον δέ | |
10 | ἐστι τὸ Ποντικὸν καὶ τὸ Κρητικόν. | |
3.112.1 | βήχιον· οἱ δὲ πίθιον, οἱ δὲ πήχιον, οἱ δὲ πετρώνιον | |
καλοῦσι. φύλλα ἔχει ὅμοια κισσῷ, μείζονα δέ, ἓξ ἢ ἑπτὰ ἀπὸ τῆς 〈αὐτῆσ〉 ῥίζης, ἐκ μὲν τῶν πρὸς τὰ κάτω ἔκλευκα, ἐκ δὲ τῶν πρὸς τὰ ἄνω χλωρά, γωνίας πλείους ἔχοντα, καυλὸν σπιθα‐ | 123 in vol. 2 | |
5 | μιαῖον, ἄνθος ὠχρὸν κατὰ τὸ ἔαρ· ὀξέως δ’ ἀποβάλλει τό τε ἄνθος καὶ τὸ καυλίον, ὅθεν τινὲς ὑπέλαβον ἄκαυλον καὶ ἀνανθῆ ὑπάρχειν τὴν πόαν· ῥίζα λεπτή, ἄχρηστος· φύεται περὶ λιβά‐ δας καὶ ἐνύδρους τόπους. | |
3.112.2 | ταύτης τὰ φύλλα λεῖα σὺν μέλιτι καταπλασσόμενα ἐρυσι‐ πέλατα καὶ πᾶσαν φλεγμονὴν ἰᾶται· ὑποθυμιώμενα δὲ ξηρὰ εἰς ὑποκαπνισμὸν τοὺς ὑπὸ ξηρᾶς βηχὸς καὶ ὀρθοπνοίας ἐνο‐ χλουμένους θεραπεύει, ὅταν χανόντες τὸν καπνὸν δέξωνται τῷ | |
5 | στόματι καὶ καταπίωσι· ῥήσσει δὲ καὶ τὰ ἐν θώρακι ἀποστή‐ ματα. τὸ δ’ αὐτὸ ποιεῖ καὶ ἡ ῥίζα ὑποθυμιωμένη καὶ ἔμ‐ | |
βρυον τεθνηκὸς ἐκβάλλει ἐν ὑδρομέλιτι ἑφθὴ πινομένη. | 124 in vol. 2 | |
3.113.1 | ἀρτεμισία· φύεται μὲν ὡς τὸ πολὺ ἐν παραθαλασ‐ σίοις τόποις. πόα θαμνοειδής, παρόμοιος ἀψινθίῳ, μείζω δὲ καὶ λιπαρώτερα 〈τὰ〉 φύλλα ἔχουσα. καὶ ἡ μέν τίς ἐστιν αὐτῆς εὐερνής, πλατύτερα ἔχουσα τὰ φύλλα καὶ τὰς ῥάβδους, ἡ δὲ | |
5 | λεπτοτέρα, ἄνθη μικρά, λεπτά, λευκά, βαρύοσμα· θέρους δὲ ἀνθεῖ. ἔνιοι δὲ τὸ ἐν μεσογείοις λεπτοκαρφότερον βοτάνιον, ἁπλοῦν τῷ καυλῷ, σφόδρα μικρόν, ἄνθους περίπλεον τὴν χρόαν κιρροειδοῦς λεπτοῦ, καλοῦσιν ἀρτεμισίαν· ἔστι δὲ εὐωδεστέρα τῆς πρὸ αὐτῆς. | 125 in vol. 2 |
3.113.2 | ἀμφότεραι δὲ θερμαίνουσι καὶ λεπτύνουσιν· ἀποζεννύμεναι δὲ ἁρμόζουσιν εἰς ἐγκαθίσματα πρὸς ἀγωγὴν ἐμμήνων καὶ δευ‐ τέρων καὶ ἐμβρύων καὶ μύσιν καὶ φλεγμονὴν τῆς ὑστέρας καὶ θρύψιν λίθων καὶ ἐποχὴν οὔρων. ἡ δὲ πόα καταπλασθεῖσα | |
5 | κατὰ τοῦ ἤτρου πολλὴ ἔμμηνα κινεῖ. ὁ δὲ ἐξ αὐτῆς χυλὸς συλ‐ λεανθεὶς σμύρνῃ καὶ προστεθεὶς ἄγει 〈τὰ〉 ἀπὸ μήτρας, ὅσα καὶ τὸ ἐγκάθισμα· καὶ ποτίζεται δὲ ἡ κόμη πρὸς ἀγωγὴν τῶν αὐτῶν πλῆθος δραχμῶν τριῶν. | |
3.114.1 | ἀμβροσία, ἣν ἔνιοι βότρυν, οἱ δὲ ἀρτεμισίαν καλοῦσι. θαμνίσκος ἐστὶ πολύκλαδος, ὡς τρισπίθαμος τὸ ὕψος, φύλλα ἔχων περὶ τὴν ἐκβολὴν τοῦ καυλοῦ μικρὰ ὡς πηγάνου, τὰ δὲ ῥαβδία περίπλεα σπερματίων ἐοικότων βοτρυδίοις μηδέπω | 126 in vol. 2 |
5 | ἀνθοῦσι, τῇ ὀσμῇ οἰνώδης. ἡ δὲ ῥίζα λεπτή, δισπίθαμος. καταπλέκεται δὲ ἐν Καππαδοκίᾳ τοῖς στεφάνοις. δύναμιν δὲ ἔχει στύφουσαν σταλτικήν 〈τε〉 τῶν ἐπιφερομέ‐ νων καὶ ἀποκρουστικὴν καταπλασσομένη. | |
3.115.1 | βότρυς· πόα ἐστὶν ὅλη μηλίνη, θαμνοειδής, διακεχυ‐ μένη, πολλὰς ἔχουσα μασχάλας· τὸ δὲ σπέρμα ὅλοις τοῖς κλω‐ νίοις περιπέφυκε, φύλλα κιχορίῳ ἐμφερῆ καὶ τὸ σύμπαν εὐῶ‐ δες ἱκανῶς· διὸ καὶ ἱματίοις συντίθεται. φύεται δὲ μάλιστα | |
5 | περὶ χαράδρας καὶ χειμάρρους. δύναμιν δὲ ἔχει σὺν οἴνῳ πινομένη ὀρθοπνοίας παρηγορη‐ τικήν· καὶ τοῦτο δὲ Καππάδοκες ἀμβροσίαν καλοῦσι, τινὲς δὲ | |
ἀρτεμισίαν. | 127 in vol. 2 | |
3.116.1 | γεράνιον· τὸ μὲν φύλλον ὅμοιον ἀνεμώνῃ, ἐσχισμένον, μακρότερον 〈δέ·〉 ῥίζαν δὲ ἔχει στρογγύλην, γλυκεῖαν, ἐσθιομένην, ἥτις ποθεῖσα σὺν οἴνῳ ὅσον δραχμῆς μιᾶς πλῆθος ὑστέρας ἐμπνευματώσεις λύει. | |
5 | καλεῖται δὲ ὑπ’ ἐνίων καὶ ἕτερον γεράνιον, ἔχον καυλία λεπτά, χνοώδη, δισπίθαμα, φύλλα μολόχῃ ἐμφερῆ καὶ ἐπ’ ἄκρων τῶν μασχαλῶν ἐξοχάς τινας ἀνανενευκυΐας, ὡς γεράνων κεφαλὰς σὺν τοῖς ῥάμφεσιν ἢ κυνῶν ὀδόντας. χρῆσις δ’ αὐτοῦ ἐν ἰατρικῇ οὐδεμία. | |
3.117.1 | γναφαλλίου, οὗ τοῖς φύλλοις ἀντὶ γναφάλλου χρῶνται, λευκοῖς οὖσι καὶ μαλακοῖς, ποιεῖ σὺν οἴνῳ αὐστηρῷ ποτιζό‐ μενα τὰ φύλλα πρὸς δυσεντερίαν. | 128 in vol. 2 |
3.118.1 | τύφη· φύλλον ἀνίησι κυπερίδι ὅμοιον, καυλὸν δὲ λεῖον, ὁμαλόν, ἐπ’ ἄκρῳ περικείμενον ἄνθος πυκνόν, ἐκπαππούμενον, ὃ καλοῦσιν ἔνιοι ἀνθήλην. ταύτης τὸ ἄνθος ἀναλημφθὲν στέατι παλαιῷ ὑείῳ πεπλυ‐ | |
5 | μένῳ κατακαύματα θεραπεύει. φύεται δὲ ἐν ἕλεσι καὶ ὑδρο‐ στασίμοις τόποις. | |
3.119.1 | κιρκαία· οἱ δὲ διρκαίαν καλοῦσι. τὰ μὲν φύλλα ἔχει | |
στρύχνῳ κηπαίῳ ὅμοια, παραφυάδας δὲ πολλάς, ἄνθη μέλανα, μικρά, πολλά, καρπὸν κεγχροειδῆ ἔν τισιν οἱονεὶ κερατίοις, ῥίζας σπιθαμιαίας τρεῖς ἢ τέσσαρας λευκάς, εὐώδεις, θερμαν‐ | 129 in vol. 2 | |
5 | τικάς· μάλιστα ἐν πετρώδεσι φύεται τόποις καὶ [εὐπνοίοις] εὐηλίοις. ταύτης ἡ ῥίζα, ὅσον μνᾶς τέταρτον θλασθεῖσα καὶ βρα‐ χεῖσα ἡμέραν καὶ νύκτα, ἐν οἴνου γλυκέος κοτύλαις ἓξ ποθεῖσα ἡμέρας τρεῖς ὑστέραν ἀποκαθαίρει· ὁ δὲ καρπὸς γάλα κατασπᾷ | |
10 | ἐν ῥοφήματι λαμβανόμενος. | |
3.120.1 | οἰνάνθη· τὰ μὲν φύλλα ἔχει ὥσπερ σταφυλῖνος, ἄνθη δὲ λευκά, καυλὸν παχύν, σπιθαμιαῖον· καρπὸν δὲ ὥσπερ ἀνδρα‐ φάξυος, ῥίζαν μεγάλην, κεφαλὰς ἔχουσαν πλείονας, στρογγύλας· φύεται ἐν πέτραις. | |
5 | ταύτης ὁ καρπὸς καὶ ὁ καυλὸς καὶ τὰ φύλλα ποτίζεται πρὸς δευτέρων ἐκβολὴν σὺν οἰνομέλιτι, ἡ δὲ ῥίζα πρὸς στραγ‐ γουρίας σὺν οἴνῳ. | 130 in vol. 2 |
3.121.1 | κόνυζα· ἡ μέν τις μικρὰ καλεῖται εὐωδεστέρα οὖσα, ἡ δὲ μείζων, ὑπερέχουσα τῷ θάμνῳ καὶ τοῖς φύλλοις, πλατυτέρα καὶ βαρύοσμος· ἀμφότεραι δὲ ἐοίκασι τοῖς φύλλοις ἐλαίᾳ, ἔστι | |
δὲ δασέα ταῦτα καὶ λιπαρά· ὕψος δὲ τοῦ καυλοῦ ἡ μὲν μείζων | 131 in vol. 2 | |
5 | δύο πήχεων ἔχει, ἡ δὲ ἐλάττων ποδός, ἄνθος ψαφαρόν, μήλι‐ νον, ὑπόπικρον, ἐκπαππούμενον, ῥίζαι ἄχρηστοι. | |
3.121.2 | δύναται δὲ ὁ θάμνος σὺν τοῖς φύλλοις ὑποστρωννύμενος καὶ θυμιώμενος θηρία διώκειν καὶ κώνωπας ἀπελαύνειν· κτεί‐ νει δὲ καὶ ψύλλους. καταπλάσσεται δὲ τὰ φύλλα ὠφελίμως ἐπὶ ἑρπετοδήκτων καὶ φυμάτων καὶ τραυμάτων· καὶ σὺν οἴνῳ | |
5 | δὲ πίνεται τὸ ἄνθος καὶ τὰ φύλλα πρὸς καταμηνίων ἀγωγὴν καὶ ἐκβολὴν ἐμβρύων καὶ στραγγουρίαν καὶ στρόφους καὶ ἴκτε‐ ρον, μετ’ ὄξους δὲ ἐπιλημπτικοὺς πινόμενα ὠφελεῖ· καὶ τὸ ἀφέ‐ | |
3.121.3 | ψημα δὲ αὐτῶν ἐν ἐγκαθίσματι τὰ ἐν μήτρᾳ θεραπεύει. ὁ δὲ χυλὸς προστεθεὶς ἐκτρωσμοὺς ποιεῖ· ποιεῖ δὲ καὶ πρὸς ῥίγη συγχριομένη ἡ πόα μετ’ ἐλαίου. ἡ δὲ λεπτὴ καὶ κεφαλαλγίας καταπλασσομένη ἰᾶται. | |
5 | γίνεται δὲ καὶ τρίτον εἶδος κονύζης, καυλῷ παχύτερον καὶ μαλακώτερον, τοῖς δὲ φύλλοις μεῖζον τῆς λεπτῆς, ἔλασσον δὲ τῆς μείζονος, οὐ λιπαρόν, βαρυοσμότερον δὲ πολλῷ καὶ ἀηδέ‐ | |
στερον καὶ ἀπρακτότερον. φύεται δὲ ἐν ἐφύδροις τόποις. | 132 in vol. 2 | |
3.122.1 | ἡμεροκαλλές, οἱ δὲ ἡμεροκατάλλακτον· φύλλα ἔχει καὶ καυλὸν ὅμοια κρίνῳ, χλωρὰ δὲ ὥσπερ πράσα· ἄνθη δὲ ἐπ’ αὐτῷ τρία ἢ τέσσαρα, τὴν σχίσιν τῷ κρίνῳ ἐοικότα, ὅταν ἄρ‐ ξηται χάσκειν, τὴν δὲ χρόαν ἰσχυρῶς ὠχράν, ῥίζαν ὁμοίαν βολβῷ, | |
5 | εὐμεγέθη, ἥτις λεία ποθεῖσα καὶ σὺν μέλιτι ἐν ἐρίῳ προστε‐ θεῖσα πεσσός ἐστιν ὑδραγωγὸς καὶ αἱμαγωγός. τὰ δὲ φύλλα λεῖα καταπλασσόμενα φλεγμονὰς μαστῶν τὰς ἐκ τοκετῶν καὶ ὀφθαλμῶν πραΰνει· καταπλάσσεται δὲ ἡ ῥίζα ὠφελίμως καὶ τὰ φύλλα ἐπὶ τῶν πυρικαύτων. | |
3.123.1 | λευκόϊον γνώριμον. ἔστι δ’ αὐτοῦ διαφορὰ ἐν τῷ ἄνθει· ἢ γὰρ λευκὸν ἢ μήλινον ἢ πορφυροῦν εὑρίσκεται. εὔχρη‐ στον δὲ πρὸς τὴν ἐν ἰατρικῇ χρῆσιν τὸ μήλινον, οὗ τὰ ἄνθη ξηρὰ ἀποζεσθέντα εἰς ἐγκαθίσματα ποιεῖ πρὸς τὰς περὶ ὑστέ‐ | 133 in vol. 2 |
5 | ραν φλεγμονὰς καὶ ἀγωγὰς ἐμμήνων· ἀναλημφθέντα δὲ κηρωτῇ ῥαγάδας τὰς ἐν δακτυλίῳ θεραπεύει, σὺν μέλιτι δὲ ἄφθας. ὁ δὲ καρπὸς αὐτοῦ ποθεὶς ἐν οἴνῳ δραχμῶν δυεῖν πλῆθος ἢ προσ‐ τεθεὶς σὺν μέλιτι ἔμμηνα καὶ ἔμβρυα ἄγει. αἱ δὲ ῥίζαι κατα‐ πλασθεῖσαι σὺν ὄξει στέλλουσι σπλῆνα καὶ ποδαγρικοὺς ὠφε‐ | |
10 | λοῦσιν. | |
3.124.1 | κραταιόγονον· φύλλα ἔχει ὅμοια τοῖς τοῦ πυροῦ— | |
πλείονες δὲ ἀπὸ μιᾶς ῥίζης φύονται βλαστοὶ γονατώδεις— καρπὸν δὲ ὅμοιον κέγχρῳ. φύεται δὲ ἐν συσκίοις καὶ φραγμώ‐ δεσιν ὡς ἐπὶ πολὺ τόποις, ἰσχυρῶς δριμύ. | 134 in vol. 2 | |
5 | ἱστορεῖται δὲ ὑπό τινων ἡ πόσις τοῦ καρποῦ γυναῖκα ἀρ‐ σενοτόκον ποιεῖν, ἐάν τις μετὰ τὴν κάθαρσιν τῶν καταμηνίων πρὸ τοῦ πλησιάσαι νῆστις πίνῃ τρὶς τῆς ἡμέρας ὁλκὴν τριωβόλου μετὰ ὕδατος κυάθων δύο ἐπὶ ἡμέρας τεσσαράκοντα· ὡσαύτως δὲ καὶ ὁ ἀνὴρ πινέτω τὰς ἴσας ἡμέρας καὶ πλησιαζέτω. | |
3.125.1 | φύλλον· φύεται ἐν πέτραις· τὸ μὲν θηλυγόνον λεγό‐ μενον ὥσπερ βρύον, ἔχον χλωρότερον ἐλαίας τὸ φύλλον, καυλὸν δὲ λεπτόν, βραχύν, ῥίζαν λεπτήν, ἄνθος λευκόν, καρπὸν μικρὸν ὥσπερ μήκωνος. τὸ δὲ ἀρρενογόνον τὰ μὲν ἄλλα ὅμοιον τῷ | |
5 | προειρημένῳ, καρπῷ δὲ διαφέρει· ἔχει γὰρ ὅμοιόν 〈τι〉 ἄρτι | |
ἐξηνθηκυΐᾳ ἐλαίᾳ, βοτρυῶδες. λέγεται δὲ τὸ ἀρρενογόνον ποθὲν ἀρσενοτοκεῖν, τὸ δὲ θηλυ‐ γόνον θηλυτοκεῖν. ἱστορεῖ περὶ τούτων Κρατεύας· ἐμοὶ δὲ δοκεῖ τὰ τοιαῦτα μέχρις ἱστορίας ἐρεῖν. | 135 in vol. 2 | |
3.126.1 | ὄρχις· οἱ δὲ κυνὸς ὄρχιν καλοῦσι. φύλλα ἔχει κατὰ γῆς ἐστρωμένα περὶ τὸν καυλὸν καὶ τὸν πυθμένα, ἐλαίᾳ μα‐ λακῇ ὅμοια, στενότερα δὲ καὶ μακρότερα, καυλὸν σπιθαμῆς τὸ μῆκος, ἐφ’ ᾧ ἄνθη πορφυροειδῆ, ῥίζαν βολβοειδῆ, ἐπι‐ | |
5 | μήκη, διπλῆν, στενήν, ὡς ἐλαίαν, τὴν μὲν ἄνω, τὴν δὲ κατω‐ τέρω, καὶ τὴν μὲν πλήρη, τὴν δὲ μαλακὴν καὶ ῥυσήν. ἐσθίεται | |
δὲ ἡ ῥίζα ὡς βολβὸς ἑφθή. | 136 in vol. 2 | |
3.126.2 | καὶ περὶ ταύτης δὲ ἱστορεῖται τὴν μὲν μείζονα ῥίζαν ὑπ’ ἀνδρῶν ἐσθιομένην ἀρρενογονεῖν, τὴν δὲ ἐλάττονα ὑπὸ γυναι‐ κῶν θηλυγονεῖν. προσιστορεῖται δ’ ὅτι καὶ τὰς ἐν Θεσσαλίᾳ γυναῖκας τὸν μὲν ἁπαλὸν 〈βλαστὸν〉 μετὰ αἰγείου γάλακτος πο‐ | |
5 | τίζειν ὡς ἀφροδίσια συνιστάντα, τὸν δὲ ξηρὸν πρὸς ἐπίσχεσιν καὶ ἔκλυσιν τῶν ἀφροδισίων, ἀναλύεσθαί τε τὸν ἕτερον ὑπὸ τοῦ ἑτέρου ἐπιπινομένου. φύεται δὲ ἐν λιθώδεσι καὶ ἀμμώδεσι τόποις. | |
3.127.1 | ὄρχις ἕτερος, ὃν σεραπιάδα ἔνιοι καλοῦσιν ὡς καὶ Ἀνδρέας διὰ τὸ πολύχρηστον τῆς ῥίζης. φύλλα ἔχει ἐοικότα πράσῳ, ἐπιμήκη, πλατύτερα δὲ καὶ λιπαρά, καυλὸν σπιθαμῆς, ἄνθη δὲ ὑποπόρφυρα. ῥίζα δὲ ὕπεστιν ὀρχιδίοις ὁμοία, ἥτις | |
5 | δύναμιν ἔχει καταπλασσομένη οἰδημάτων διασκεδαστικὴν καὶ | |
ἑλκῶν ἀνακαθαρτικὴν καὶ ἕρπητος ἐφεκτικήν· ἀνασκευάζει δὲ καὶ σύριγγας καὶ τὰ φλεγμαίνοντα παρηγορεῖ καταπλασσομένη. ξηρὰ δὲ νομὰς ἵστησι καὶ σηπεδόνας καὶ τὰ ἐν στόματι κακοήθη ἰᾶται· ἵστησι δὲ καὶ κοιλίαν ἐν οἴνῳ ποθεῖσα. ἱστορεῖται δὲ | 137 in vol. 2 | |
10 | καὶ περὶ ταύτης, ὅσα καὶ περὶ τῆς τοῦ κυνὸς ὄρχεως. | |
3.128.1 | σατύριον· οἱ δὲ τρίφυλλον καλοῦσιν, ἐπειδὴ ὡς τὸ πολὺ φύλλα τρία φέρει ὡς ἐπὶ τὴν γῆν κεκλασμένα, λαπάθῳ ἢ κρίνῳ ὅμοια, ἐλάττονα μέντοι καὶ ἐνερευθῆ, καυλὸν δὲ ψιλόν, μαλακόν, ὡς πήχεως, ἄνθος κρινοειδές, λευκόν, ῥίζαν δὲ βολ‐ | |
5 | βοειδῆ, ὅσον μῆλον, πυρράν, τὰ δὲ ἐντὸς λευκὴν ὥσπερ ᾠόν, γευομένῳ γλυκεῖαν καὶ εὔστομον. ταύτην δεῖ πίνειν ἐν οἴνῳ μέλανι αὐστηρῷ πρὸς ὀπισθό‐ | |
τονον καὶ συνουσίαν φασὶ παρορμᾶν. | 138 in vol. 2 | |
3.128.2 | λέγεται δὲ καὶ ἐρυθραϊκὸν σατύριον, ἔχον σπέρμα λινο‐ σπέρμῳ ἐμφερές, μεῖζον δὲ καὶ στίλβον καὶ λεῖον καὶ ῥωμα‐ λέον, ὅπερ ἱστορεῖται καὶ αὐτὸ συνουσίας ἐγείρειν ὥσπερ ὁ σκίγκος. ἔστι δὲ τῆς ῥίζης αὐτοῦ ὁ μὲν φλοιὸς ὕπισχνος καὶ | |
5 | πυρρός, τὸ δὲ ἔνδοθεν λευκόν, γευομένῳ εὔστομον καὶ γλυκύ. φύεται ἐν εὐηλίοις καὶ ὀρεινοῖς τόποις. ἱστορεῖται δὲ ὅτι καὶ εἰς τὴν χεῖρα λημφθεῖσα ἡ ῥίζα ἐρεθίζει πρὸς ἀφροδίσια, σὺν οἴνῳ δὲ ποθεῖσα μᾶλλον. | |
3.129.1 | ὅρμινον· πόα ἐστὶν ἐμφερὴς πρασίῳ τοῖς φύλλοις, καυλὸς δὲ τετράγωνος, ἡμιπηχυαῖος, περὶ ὃν ἐξοχαὶ ὅμοιαι λοβοῖς, ὡς ἐπὶ τὴν ῥίζαν νενευκυῖαι, ἐν αἷς σπέρμα διάφορον· ἐπὶ μὲν γὰρ τοῦ ἀγρίου στρογγύλον εὑρίσκεται 〈καὶ〉 φαιόν, ἐπὶ | |
5 | δὲ τοῦ ἑτέρου ἐπίμηκες καὶ μέλαν, οὗπερ καὶ ἡ χρῆσις. δοκεῖ δὲ καὶ τοῦτο σὺν οἴνῳ πινόμενον συνουσίαν παρορ‐ | |
μᾶν. ἀποκαθαίρει δὲ σὺν μέλιτι ἄργεμα, λευκώματα, κατα‐ πλασθὲν δὲ μεθ’ ὕδατος οἰδήματα διαφορεῖ καὶ σκόλοπας ἐπι‐ σπᾶται· καὶ ἡ πόα δὲ καταπλασθεῖσα τὰ αὐτὰ ποιεῖ. τὸ δὲ | 139 in vol. 2 | |
10 | ἄγριον ἰσχυροτέραν ἔχει δύναμιν, ὅθεν μείγνυται καὶ συγχρίσμασι, μάλιστα δὲ τῷ γλευκίνῳ. | |
3.130.1 | ἡδύσαρον τὸ ὑπὸ τῶν μυρεψῶν καλούμενον πελε‐ κῖνος· θάμνος ἐστὶ φυλλάρια ἔχων ἐρεβίνθῳ ὅμοια, λοβοὺς δὲ κερατίοις ἐοικότας, ἐν οἷς τὸ σπέρμα πυρρόν, ὅμοιον πελέκει ἀμφιστόμῳ, ὅθεν καὶ ὠνόμασται, πικρὸν γευσαμένῳ, εὐστόμα‐ | |
5 | χον ποθέν· μείγνυται δὲ καὶ ἀντιδότοις. σὺν μέλιτι δὲ προσ‐ τεθὲν πρὸ τῆς μείξεως ἀτόκιον εἶναι δοκεῖ. φύεται δὲ ἐν κρι‐ θαῖς καὶ πυροῖς. | |
3.131.1 | ὄνοσμα· οἱ δὲ ὀσμάδα, οἱ δὲ φλονῖτιν, οἱ δὲ ὄνωνιν καλοῦσι. τὰ μὲν φύλλα ἔχει ὅμοια τοῖς τῆς ἀγχούσης, προμήκη, μαλακά, ὡς τετραδάκτυλα τὸ μῆκος, τὸ δὲ πλάτος δακτύλου, ἐπὶ | |
γῆς κατεστρωμένα ἐμφερέστατα τοῖς τῆς ἀγχούσης. ἔστι δὲ | 140 in vol. 2 | |
5 | ἄκαυλος καὶ ἄκαρπος καὶ ἀνανθής· ῥιζίον δὲ ὑπόμηκες ὕπε‐ στιν, ἀσθενές, λεπτόν, ἐνερευθὲς ἡσυχῆ. φύεται ἐν τραχέσι τόποις. τούτου τὰ φύλλα ἐν οἴνῳ ποθέντα ἔμβρυα ἄγει· φασὶ δὲ ὅτι κἂν ἔγκυος ὑπερβῇ τὴν πόαν, ἐκτιτρώσκει. | |
3.132.1 | νυμφαία· φύεται ἐν ἕλεσι καὶ ὕδασι στασίμοις. φύλλα δὲ ἔχει ὅμοια κιβωρίῳ, μικρότερα δὲ καὶ ἐπιμηκέστερα, ποσῶς ὑπερέχοντα τοῦ ὕδατος, τὰ δὲ καὶ ἐν αὐτῷ τῷ ὕδατι, πλείονα ἐκ τῆς αὐτῆς ῥίζης, ἄνθος δὲ λευκόν, ὅμοιον κρίνῳ, ἔχον κρο‐ | |
5 | κῶδες τὸ μέσον· ὅταν δὲ ἀπανθήσῃ, στρογγύλον, μήλῳ παρα‐ πλήσιον τῇ περιφερείᾳ γίνεται ἢ μήκωνος κεφαλῇ, μέλαν, ἐν ᾧ καρπὸς πλατύς, πυκνός, γευομένῳ γλίσχρος· ὁ δὲ καυλὸς λεῖος, οὐ παχύς, μέλας, ὅμοιος τῷ τοῦ κιβωρίου, ῥίζα μέλαινα, τρα‐ χεῖα, ῥοπαλοειδής, ἥτις τέμνεται φθινοπώρῳ. | |
3.132.2 | ξηρὰ δὲ ποθεῖσα κοιλιακοὺς καὶ δυσεντερικοὺς ὠφελεῖ σὺν οἴνῳ καὶ σπλῆνα τήκει· καταπλάσσεται δὲ πρὸς στομάχου καὶ κύστεως ἀλγήματα ἡ ῥίζα καὶ ἀλφοὺς σμήχει σὺν ὕδατι, ἀλωπεκίας τε σὺν πίσσῃ ἐπιτεθεῖσα ἰᾶται. πίνεται δὲ ἡ ῥίζα καὶ πρὸς ὀνει‐ | 141 in vol. 2 |
5 | ρωγμούς· πραΰνει τε γὰρ τούτους ἀτονίαν τε ἐργάζεται αἰδοίου πρὸς ὀλίγας ἡμέρας, εἴ τις ἐνδελεχῶς πίνοι· ταὐτὰ δὲ ποιεῖ | |
3.132.3 | καὶ τὸ σπέρμα ποθέν. δοκεῖ δὲ ὠνομάσθαι ἀπὸ νυμφῶν διὰ τὸ ἔνυδρον αὐτὴν φιλεῖν τόπον· εὑρίσκεται δὲ πολλὴ ἐν Ἤλιδι ἐπὶ τοῦ Ἀνίγρου ποταμοῦ καὶ τῆς Βοιωτίας ἐν Ἁλιάρτῳ. γίνεται καὶ ἄλλη νυμφαία, φύλλα ἔχουσα ὅμοια τῇ προει‐ | |
5 | ρημένῃ, ῥίζαν μέντοι λευκὴν καὶ τραχεῖαν, ἄνθος μήλινον, στίλ‐ βον, ὅμοιον ῥόδῳ. ποιεῖ δὲ ἡ ῥίζα καὶ τὸ σπέρμα πρὸς ῥοῦν γυναικεῖον ἐν οἴνῳ μέλανι πινόμενα. φύεται δὲ ἐν τοῖς περὶ Θεσσαλίαν τόποις κατὰ τὸν Πηνειὸν ποταμόν. | |
3.133.1 | ἀνδρόσακες· γεννᾶται μὲν ἐν Συρίᾳ ἐν παραλίοις τό‐ ποις. πόα δ’ ἐστὶ λευκή, λεπτόκαρφος, πικρά, ἄφυλλος, θυ‐ λάκιον ἐπὶ τῆς κεφαλῆς ἔχουσα περιεκτικὸν σπέρματος. δύναμιν δὲ ἔχει ποθεῖσα σὺν οἴνῳ δραχμῶν δυεῖν πλῆθος | 142 in vol. 2 |
5 | οὖρα πολλὰ ἐπὶ ὑδρωπικῶν ἄγειν· καὶ τὸ ἀφέψημα δὲ τῆς πόας καὶ ὁ καρπὸς πινόμενος τὸ αὐτὸ ποιεῖ· καταπλάσσεται δὲ καὶ ἐπὶ ποδαγρικῶν ὠφελίμως. | |
3.134.1 | ἄσπληνος· οἱ δὲ σκολοπένδριον, οἱ δὲ ἡμιόνιον, οἱ δὲ σπλήνιον, οἱ δὲ πτέρυγα καλοῦσι. φύλλα ἔχει σκολοπένδρῳ τῷ θηρίῳ ὅμοια, πλείονα ἀπὸ μιᾶς ῥίζης, φυόμενα ἐν πέτραις | |
καὶ τοίχοις τοῖς ἀπὸ τῶν κοχλάκων παλισκίοις, ἄκαυλα, ἀνανθῆ, | 143 in vol. 2 | |
5 | ἄκαρπα, ἐντετμημένα ὡς τὰ τοῦ πολυποδίου, κάτωθεν ὑπό‐ ξανθα καὶ δασέα, ἄνωθεν δὲ χλωρά. | |
3.134.2 | δύναμιν δὲ ἔχει τὰ φύλλα ἀποζεσθέντα σὺν ὄξει καὶ πινό‐ μενα ἐπὶ ἡμέρας τεσσαράκοντα σπλῆνα τήκειν· δεῖ δὲ καὶ κατα‐ πλάσσειν τὸν σπλῆνα τοῖς φύλλοις λείοις σὺν οἴνῳ· βοηθεῖ καὶ στραγγουρίᾳ καὶ λυγμῷ καὶ ἰκτέρῳ καὶ λίθους τοὺς ἐν κύστει | |
5 | θρύπτει. δοκεῖ δὲ ἀτόκιον εἶναι καθ’ ἑαυτὴν καὶ μετὰ ἡμιόνου ὁπλῆς περιαπτομένη· ἀσελήνου δὲ νυκτὸς 〈ἢ〉 ἡμέρας οὔσης φασὶ δεῖν αὐτὴν ὀρύσσειν εἰς ἀτόκιον. | |
3.135.1 | ἡμιονῖτις, οἱ δὲ σπλήνιον· φύλλον ἀνίησιν ὅμοιον δρακοντίῳ, μηνοειδές, ῥίζαι δὲ ὕπεισι πολλαί, λεπταί· οὔτε δὲ καυλὸν οὔτε καρπὸν οὔτε ἄνθος φέρει. φύεται δὲ ἐν πετρώ‐ δεσι τόποις. γευσαμένῳ δὲ ἡ πόα στυπτική, σὺν ὄξει δὲ πο‐ | |
5 | θεῖσα τήκει σπλῆνα. | |
3.136.1 | ἀνθυλλίς· δισσή. ἡ μὲν γάρ τις φακῷ παραπλήσια | |
φύλλα ἔχει καὶ κλωνία σπιθαμῆς 〈τὸ〉 ὕψος, ὀρθὰ δὲ καὶ τὰ φύλλα μαλακά· ῥίζα δὲ λεπτή, μικρά. φύεται ἐν ὑφάμμοις τόποις καὶ εὐηλίοις, γευομένῳ ὕφαλμος. ἡ δ’ ἑτέρα χαμαι‐ | 144 in vol. 2 | |
5 | πίτυϊ τὰ φύλλα καὶ τὰ κλωνία ἔοικε, δασύτερα μέντοι καὶ βρα‐ χύτερα· τὸ δ’ ἄνθος πορφυροῦν, βαρύοσμον ἰσχυρῶς, ῥίζα ὥσπερ κιχορίου. | |
3.136.2 | δύναται δὲ ἰσχυρῶς δυσουροῦσι καὶ νεφριτικοῖς βοηθεῖν πινομένη πλῆθος δραχμῶν τεσσάρων. ἐκμαλάσσουσι δὲ φλεγ‐ μονὰς τὰς ἐν ὑστέρᾳ λεῖαι σὺν ῥοδίνῳ καὶ γάλακτι προστιθέ‐ μεναι· ἰῶνται δὲ καὶ τραύματα. ἡ δὲ τῇ χαμαιπίτυϊ ὁμοία | |
5 | μετὰ τῶν ἄλλων καὶ ἐπιλημπτικῶν βοήθημα σὺν ὀξυμέλιτι πινο‐ μένη. | |
3.137.1 | ἀνθεμίς· οἱ δὲ λευκάνθεμον, οἱ δὲ ἠράνθεμον, ἐπεὶ ἔαρος ἀνθεῖ, οἱ δὲ χαμαίμηλον διὰ τὴν πρὸς τὰ μῆλα ὁμοιό‐ τητα τῆς ὀσμῆς, οἱ δὲ μηλάνθεμον, οἱ δὲ χρυσοκαλλίαν, οἱ δὲ καλλίαν καλοῦσι. ταύτης εἴδη τρία, ἄνθεσι μόνον διαφέροντα· | 145 in vol. 2 |
5 | κλῶνες σπιθαμιαῖοι, θαμνοειδεῖς, μασχάλας ἔχοντες πολλάς, φυλλάρια μικρά, λεπτά, κεφάλια περιφερῆ, ἔνδοθεν μὲν λευκὸν καὶ χρυσίζον ἀνθύλλιον ἔχοντα, ἔξωθεν δὲ περίκειται κυκλοτε‐ ρῶς λευκὰ ἢ μήλινα ἢ πορφυρᾶ 〈φυλλάρια〉 κατὰ μέγεθος πη‐ γάνου. φύεται δὲ ἐν τόποις τραχέσι καὶ παρὰ τὰς ὁδούς, συλ‐ | |
10 | λέγεται δὲ ἔαρος. | |
3.137.2 | δύναμιν δὲ ἔχουσιν αἱ ῥίζαι καὶ τὰ ἄνθη καὶ ἡ βοτάνη θερ‐ μαντικήν, λεπτυντικήν· πινόμεναι δὲ καὶ ἐγκαθιζόμεναι ἄγουσι καταμήνια καὶ ἔμβρυα καὶ λίθους καὶ οὖρα· ποτίζονται δὲ καὶ πρὸς ἐμπνευματώσεις καὶ εἰλεούς, καὶ ἴκτερον δὲ ἀποκαθαί‐ | |
5 | ρουσι καὶ ἡπατικοὺς ἰῶνται· καὶ τὸ ἀφέψημα δὲ αὐτῶν εἰς πυρίας λαμβάνεται τὰς πρὸς κύστιν. πρακτικώτερον δὲ τοῖς λιθιῶσι τὸ πορφυρανθές, ὅπερ τοῖς ὅλοις ἐστὶ μεῖζον, ἰδίως ἠράνθεμον καλούμενον· τὸ λευκάνθεμον δὲ καλούμενον οὐρητι‐ | |
κώτερον καὶ τὸ χρυσάνθεμον. θεραπεύουσι δὲ καὶ αἰγιλώ‐ | 146 in vol. 2 | |
10 | πια καταπλασσόμεναι, διαμασώμεναι δὲ καὶ ἄφθας ἰῶνται. | |
3.137.3 | χρῶνται δέ τινες καὶ συναλείμματι μετ’ ἐλαίου λειοτριβοῦν‐ τες αὐτὴν πρὸς ἀνασκευὴν τῶν περιοδικῶν πυρετῶν. ἀπο‐ τίθεσθαι δὲ δεῖ τὰ φύλλα καὶ τὰ ἄνθη, ἕκαστον αὐτῶν κόπτον‐ τας ἰδίᾳ καὶ ἀναλαμβάνοντας 〈εἰσ〉 τροχίσκους, τὴν δὲ ῥίζαν ξη‐ | |
5 | ραίνοντας· χρείας δὲ ἐπιγενομένης διδόναι ὁτὲ μὲν τοῦ ἄνθους τὸ διπλάσιον, ἓν δὲ τῆς βοτάνης ἢ τῆς ῥίζης, ὁτὲ δὲ τοὐναν‐ τίον τοῦ ἄνθους μέρος 〈ἕν〉, τῆς δὲ βοτάνης δύο ἐναλλὰξ δι‐ πλασιάζοντας παρ’ ἡμέραν· πίνειν δὲ δεῖ ἐν οἰνομέλιτι κεκρα‐ μένῳ. | |
3.138.1 | παρθένιον· οἱ δὲ ἀμάρακον, οἱ δὲ λευκάνθεμον καὶ τοῦτο καλοῦσι. φύλλα ἔχει κορίῳ ὅμοια, ἄνθη δὲ κύκλῳ λευκά, | |
τὸ δὲ μέσον μήλινον, ὀσμῇ ὑπόβρωμον, τῇ δὲ γεύσει πικρίζον. δύναται δὲ ξηρὰ σὺν ὀξυμέλιτι ἢ σὺν ἁλσὶ ποθεῖσα ὡς τὸ | 147 in vol. 2 | |
5 | ἐπίθυμον φλέγμα καὶ χολὴν ἄγειν κάτω καὶ τοὺς ἀσθματικοὺς ὠφελεῖ καὶ μελαγχολικούς. ἡ δὲ πόα χωρὶς τοῦ ἄνθους ὠφε‐ λίμως ἐπὶ λιθιώντων καὶ ἀσθματικῶν ποτίζεται, τὸ δὲ ἀφέ‐ ψημα αὐτῆς ἐγκάθισμα ὑστέρας ἐσκληρυσμένης καὶ φλεγμαι‐ νούσης. καταπλάσσεται δὲ καὶ πρὸς ἐρυσιπέλατα καὶ φλεγμο‐ | |
10 | νὰς σὺν τοῖς ἄνθεσιν. | |
3.139.1 | βούφθαλμον, οἱ δὲ κάχλαν καλοῦσι. καυλὸν ἀνα‐ φέρει τρυφερόν, φύλλα δὲ μαράθῳ ὅμοια, ἄνθη μήλινα, μεί‐ ζονα τῆς ἀνθεμίδος, ὀφθαλμοειδῆ, ὅθεν καὶ ὠνόμασται. φύεται περὶ τὰς πόλεις. | |
5 | ταύτης τὰ ἄνθη λεῖα σὺν κηρωτῇ οἰδήματα καὶ σκληρίας διαχεῖ. φασὶ δὲ ὅτι ἐν βαλανείῳ μετὰ τὸ ἐξελθεῖν τῆς μάκτρας | |
πινόμενον εὔχροιαν περιποιεῖ πρὸς χρόνον τινὰ τοῖς ἰκτεριῶσιν. | 148 in vol. 2 | |
3.140.1 | γλυκυσίδη· οἱ δὲ πεντόροβον, οἱ δὲ Ἰδαίους δακτύ‐ λους, τὴν δὲ ῥίζαν παιωνίαν καλοῦσιν, ἄλλοι δὲ ἀγλαοφώτιδα. καυλὸς φύεται δισπίθαμος, παραφυάδας ἔχων πολλάς· φύλλα δὲ 〈ἔχει〉 ἡ μὲν ἄρρην βασιλικῇ καρύᾳ ὅμοια, ἡ δὲ θήλεια ἐπέ‐ | |
5 | σχισται τὰ φύλλα ὥσπερ σμύρνιον· λοβοὺς δέ τινας ἀνίησιν ἐπ’ ἄκρου τοῦ καυλοῦ ἀμυγδάλοις ὁμοίους, ὧν ἀνοιχθέντων εὑρίσκονται ἐρυθροὶ κόκκοι πολλοί, μικροί, ἐμφερεῖς τοῖς τῆς | |
3.140.2 | ῥοᾶς, ἐν μέσῳ δὲ μέλανες, ἐμπόρφυροι, πέντε ἢ ἕξ. ῥίζα δὲ τῆς μὲν ἄρρενος περὶ δακτύλου πάχος, μῆκος δὲ σπιθαμῆς, γευομένῳ στύφουσα, λευκή· ἐπὶ δὲ τῆς θηλείας παραφυάδας ὥσπερ βαλάνους ἔχουσ〈ιν〉 αἱ ῥίζαι ἑπτὰ ἢ ὀκτὼ ὥσπερ ἀσφόδελος. | 149 in vol. 2 |
5 | δίδοται δὲ ἡ ῥίζα γυναιξὶν ἐκ τοκετοῦ μὴ καθαιρομέναις καὶ καταμήνια ἄγει μέγεθος ἀμυγδάλου πινομένη, καὶ ταῖς κατὰ γαστέρα ὀδύναις βοηθεῖ ποθεῖσα ἐν οἴνῳ καὶ ἰκτερικοῖς καὶ νεφρι‐ τικοῖς καὶ κύστιν ἀλγοῦσι· καθεψηθεῖσα δὲ ἐν οἴνῳ καὶ πινομένη | |
3.140.3 | κοιλίαν ἵστησι. τοῦ δὲ καρποῦ δέκα ἢ δώδεκα κόκκοι πυρροὶ ποθέντες ἐν οἴνῳ μέλανι αὐστηρῷ ῥοῦν τὸν ἐρυθρὸν ἱστᾶσι, στομαχικοῖς τε καὶ δακνομένοις ἐσθιόμενοι βοηθοῦσι, καὶ ὑπὸ τῶν παιδίων πινόμενοι καὶ ἐσθιόμενοι ἀρχὰς λιθιάσεως παραι‐ | |
5 | τοῦνται· οἱ δὲ μέλανες καὶ πρὸς τοὺς ὑπὸ τῶν ἐφιαλτῶν πνι‐ γ〈ομέ〉νους καὶ πρὸς τὰς ὑστερικὰς πνίγας καὶ ὀδύνας μήτρας ἐν μελικράτῳ ἢ οἴνῳ, ὅσον δέκα πέντε κόκκοι πινόμενοι, ποιοῦσιν. | |
3.141.1 | λιθόσπερμον· οἱ δὲ ἀετώνυχον, οἱ δὲ ἐξώνυχον, οἱ δὲ Διὸς πυρόν, οἱ δὲ Ἡρακλείαν διὰ τὴν περὶ τὸ σπέρμα ἰσχὺν καλοῦσι. φύλλα ἔχει ὅμοια ἐλαίας, μακρότερα δὲ καὶ πλατύτερα καὶ μαλακώτερα καὶ τὰ περὶ τὸν πυθμένα | 150 in vol. 2 |
5 | ἐπὶ γῆς κείμενα, κλωνία δὲ ὀρθά, λεπτά, πάχος ὀξυσχοίνου, στερεά, ξυλώδη, ἐπὶ δὲ τῶν ἄκρων αὐτῶν δίχηλος ἔκφυσις καυ‐ λοειδής, ἔχουσα φύλλα μικρά, παρ’ οἷς σπέρμα λιθῶδες, στρογ‐ γύλον, λευκόν, ὀρόβῳ μικρῷ ἴσον· φύεται ἐν τραχέσι τόποις καὶ ὑψηλοῖς. | |
10 | δύναμιν δὲ ἔχει τὸ σπέρμα μετ’ οἴνου λευκοῦ πινόμενον λίθους θρύπτειν καὶ οὖρα ἄγειν. | |
3.142.1 | φαληρίς· καυλία ἀνίησιν ἐκ ῥιζῶν λεπτῶν καὶ ἀχρή‐ στων πολλά, διπάλαιστα, γονατώδη, καλαμοειδῆ, ἐοικότα τοῖς τῆς ζέας, ἰσχνότερα μέντοι καὶ γλυκέα τῇ γεύσει· καὶ τὰ φύλλα δὲ ὅμοια τοῖς τῆς ζέας, σπέρμα δὲ ἔπεστι μέγεθος | 151 in vol. 2 |
5 | κέγχρου, λευκόν, ὑπόμηκες. δύναμιν δὲ ἔχει ἡ πόα κοπτομένη καὶ χυλιζομένη δι’ ὕδα‐ τος ἢ οἴνου πρὸς τὰ τῆς κύστεως ἀλγήματα πινομένη ποιεῖν· καὶ τοῦ σπέρματος δὲ μεθ’ ὕδατος κοχλιαρίου πλῆθος πινό‐ μενον πρὸς τὰ αὐτὰ ποιεῖ. | |
3.143.1 | ἐρυθρόδανον ἢ ἐρευθέδανον, ἔνιοι δὲ τεύθριον κα‐ λοῦσι. ῥίζα ἐστὶν ἐρυθρά, βαφική· ἡ μέν τις ἀγρία, ἡ δὲ σπαρτή, ὡς ἐν Ῥαβέννῃ τῆς Ἰταλίας μεταξὺ ἑλῶν ὠφελίμως | |
σπείρεται διὰ τὸ γίνεσθαι ἐκ τούτου πλείστην πρόσοδον. εἰσὶ | 152 in vol. 2 | |
5 | δὲ αὐτοῦ οἱ καυλοὶ τετράγωνοι, μακροί, τραχεῖς, ὅμοιοι τοῖς τῆς ἀπαρίνης κατὰ πάντα, μείζονες δὲ καὶ ῥωμαλεώτεροι, ἔχον‐ τες ἐκ διαστημάτων τὰ φύλλα καθ’ ἕκαστον γόνυ ὥσπερ ἀστέ‐ ρας ἐν κύκλῳ περικείμενα, καρπὸν στρογγύλον, τὰ πρῶτα χλω‐ | |
3.143.2 | ρόν, εἶτα ἐρυθρόν, πεπαινόμενον δὲ μέλανα· ῥίζα λεπτή, μακρά, ἐρυθρά, διουρητική, ὅθεν ἰκτερικοῖς μετὰ μελικράτου πινομένη βοηθεῖ ἰσχιαδικοῖς τε καὶ παραλελυμένοις· ἄγει δὲ καὶ οὖρα πολλὰ καὶ παχέα, ἔσθ’ ὅτε δὲ καὶ αἷμα· λούειν μέντοι δεῖ καθ’ | |
5 | ἡμέραν τοὺς πίνοντας· θηριοδήκτοις τε βοηθεῖ ὁ καυλὸς μετὰ τῶν φύλλων ποθείς· ὁ δὲ καρπὸς μετ’ ὀξυμέλιτος πινόμενος σπλῆνα τήκει. προστεθεῖσα δὲ ἡ ῥίζα ἄγει ἔμμηνα καὶ ἔμβρυα, θεραπεύει δὲ καὶ ἀλφοὺς λευκοὺς μετ’ ὄξους καταχριομένη. | |
3.144.1 | λογχῖτις· φύλλα ἔχει πράσῳ καρτῷ ὅμοια, πλατύ‐ | |
τερα δὲ καὶ ὑπέρυθρα, πλεῖστα πρὸς τῇ ῥίζῃ, περικλώμενα ὡς ἐπὶ τὴν γῆν· ἔχει δὲ καὶ περὶ τὸν καυλὸν ὀλίγα, ἐφ’ οὗ ἄνθη ὅμοια πιλίσκοις, τῷ τύπῳ δὲ κωμικοῖς προσωπείοις κεχηνόσι, | 153 in vol. 2 | |
5 | μέλανα, λευκὸν δέ τι ἐξ αὐτῶν ἐξέχει ἀπὸ τοῦ χάσματος πρὸς τῷ κάτω χείλει ὥσπερ γλωσσάριον· τὸ σπέρμα δὲ ὅμοιον λόγχῃ, τρίγωνον, ἐν περικαρπίοις, ὅθεν καὶ τῆς ἐπωνυμίας ἠξιώθη, ῥίζα ὁμοία δαύκῳ. φύεται ἐν τραχέσι καὶ ἀνίκμοις τόποις. | |
10 | ταύτης ἡ ῥίζα διουρητικὴ πινομένη σὺν οἴνῳ. | |
3.145.1 | λογχῖτις ἑτέρα τραχεῖα· φύλλα ἀνίησιν ὅμοια σκολοπενδρίῳ, τραχύτερα δὲ καὶ μείζονα καὶ μᾶλλον ἐσχισμένα. δύναμιν δὲ ἔχει τὰ φύλλα τραυματικήν, ἀφλέγμαντον· τή‐ κει δὲ καὶ σπλῆνα μετ’ ὄξους πινομένη. | |
3.146.1 | ἀλθαία, ἣν ἔνιοι ἐβίσκον καλοῦσι, μολόχης ἐστὶν ἀγρίας εἶδος· ἔχει δὲ φύλλα περιφερῆ ὥσπερ κυκλάμινος, ἔγχνοα, ἄνθος ῥοδοειδές, καυλὸν δὲ πηχυαῖον, ῥίζαν δὲ γλίσχραν, λευκὴν ἔνδοθεν. ὠνόμασται δὲ ἀλθαία διὰ τὸ πολυαλθὲς καὶ | 154 in vol. 2 |
5 | πολύχρηστον αὐτῆς· ἑψηθεῖσα γὰρ ἐν μελικράτῳ ἢ οἴνῳ ἢ καθ’ ἑαυτὴν κοπεῖσα ποιεῖ πρὸς τραύματα, παρωτίδας, χοιράδας, ἀποστήματα, μαστοὺς φλεγμαίνοντας, 〈φλεγμονὰσ〉 δακτυλίου, θλάσματα, ἐμφυσήματα, συντάσεις νεύρων· διαφορεῖ γὰρ καὶ | |
3.146.2 | ἐκπέσσει καὶ ῥήγνυσι καὶ ἀπουλοῖ. συμμαλαχθεῖσα δὲ ἑφθή, ὡς εἴρηται, στέατι ὑείῳ ἢ χηνείῳ καὶ τερεβινθίνῃ πρὸς ὑστέ‐ ρας φλεγμονὰς καὶ μύσεις ἐν προσθέματι ποιεῖ· καὶ τὸ ἀφέ‐ ψημα δὲ αὐτῆς τὰ αὐτὰ ποιεῖ, ἄγον καὶ τὰ καλούμενα λοχεῖα. | |
5 | τὸ δὲ τῆς ῥίζης ἀφέψημα πινόμενον σὺν οἴνῳ ὠφελεῖ δυσου‐ ροῦντας, λιθιῶντας, [ὠμότητας] ἰσχιαδικούς, δυσεντερικούς, τρο‐ μώδεις, ῥηγματίας, καὶ πόνους ὀδόντων πραΰνει σὺν ὄξει ἀφε‐ | 155 in vol. 2 |
3.146.3 | ψηθεῖσα καὶ διακλυζομένη. ὁ δὲ καρπὸς χλωρός τε καὶ ξηρὸς λεῖος καταχρισθεὶς σὺν ὄξει ἐν ἡλίῳ σμηκτικός ἐστιν ἀλφῶν, μετ’ ὀξελαίου δὲ σύγχρισμα προφυλακτικὸν ἰοβόλων· ποιεῖ δὲ καὶ πρὸς δυσεντερίαν, αἵματος ἀναγωγήν, διάρροιαν. τὸ δὲ ἀφέ‐ | |
5 | ψημα τοῦ σπέρματος πινόμενον καὶ πρὸς μελισσῶν καὶ τῶν λεπτῶν θηρίων πληγὰς πάντων ἐν ὀξυκράτῳ ποθὲν ἢ ἐν οἴνῳ· καὶ τὰ φύλλα δὲ μετ’ ἐλαίου ὀλίγου καταπλάσσεται ἐπὶ τῶν δηγμάτων καὶ ἐπὶ πυρικαύτων. πήγνυσι δὲ ἡ ῥίζα καὶ ὕδωρ μιγεῖσα λεία καὶ συνεξαιθριασθεῖσα. | |
3.147.1 | ἀλκαία· καὶ αὕτη εἶδός ἐστιν ἀγρίας μολόχης, ἔχουσα φύλλα ἐπεσχισμένα πρὸς τὰ τῆς ἱερᾶς βοτάνης, καυλοὺς τρεῖς ἢ τέσσαρας, φλοιὸν ἔχοντας καννάβει παραπλήσιον, ἄνθος μικρόν, ἐμφερὲς ῥόδῳ, ῥίζας λευκάς, πλαγίας, πέντε ἢ ἕξ, ὅσον πήχεως, | |
5 | αἵτινες ἐν οἴνῳ ἢ ὕδατι πινόμεναι δυσεντερίαν καὶ ῥήγματα | |
ἰῶνται. | 156 in vol. 2 | |
3.148.1 | κάνναβις· φυτὸν εὔχρηστον τῷ βίῳ πρὸς τὰς τῶν εὐτονωτάτων σχοινίων πλοκάς. φύλλα δὲ φέρει παραπλήσια τῇ μελίᾳ, δυσώδη, καυλοὺς μακρούς, κενούς, καρπὸν στρογγύ‐ λον, ἐσθιόμενον, ὃς πλείων βρωθεὶς σβέννυσι γονήν· χλωρὸς | |
5 | δὲ χυλισθεὶς ἁρμόζει πρὸς τὰς τῶν ὤτων ἀλγηδόνας ἐνσταζό‐ μενος. | |
3.149.1 | ἡ δὲ ἀγρία κάνναβις ῥαβδία φέρει ὅμοια τοῖς τῆς πτελέας, μελάντερα δὲ καὶ μικρότερα, τὸ ὕψος πήχεως· τὰ φύλλα ὅμοια τῇ ἡμέρῳ, τραχύτερα δὲ καὶ μελάντερα, ἄνθη ὑπέ‐ | |
ρυθρα, λυχνίδι ἐμφερῆ, σπέρμα δὲ καὶ ῥίζα ὅμοια τῇ ἀλθαίᾳ. | 157 in vol. 2 | |
5 | δύναται δὲ ἡ ῥίζα καταπλασθεῖσα ἑφθὴ φλεγμονὰς παρη‐ γορεῖν καὶ πώρους διαχεῖν· καὶ ὁ ἀπ’ αὐτῆς δὲ φλοιὸς εὐθετεῖ εἰς πλοκὴν σχοινίων. | |
3.150.1 | ἀνάγυρος· οἱ δὲ ἀνάγυριν, οἱ δὲ ἄκοπον καλοῦσι. θάμνος ἐστὶ τοῖς φύλλοις καὶ ταῖς ῥάβδοις προσεμφερὴς ἄγνῳ, δενδρώδης, βαρύοσμος ἰσχυρῶς· ἄνθος κράμβῃ ἐοικός, καρπὸς ἐν κερατίοις μακροῖς, τὸ σχῆμα νεφρῶν, ποικίλος, στερεός· | |
5 | σκληρύνεται δὲ περὶ τὸν τῆς σταφυλῆς πεπασμόν. | |
3.150.2 | ταύτης τὰ φύλλα ἁπαλὰ καταπλασσόμενα λεῖα οἰδήματα στέλλει· ποτίζεται δὲ δραχμῆς μιᾶς πλῆθος ἐν γλυκεῖ πρὸς ἆσθμα καὶ ἐκβολὴν χορίου καὶ ἐμβρύου καὶ ἐμμήνων, πρὸς δὲ φαλαγγίων πληγὰς σὺν οἴνῳ. ἔστι δὲ καὶ περίαπτον δυστο‐ | |
5 | κούσαις· δεῖ μέντοι μετὰ τὸ τεκεῖν εὐθέως ἀφελόντα ῥίπτειν τὸ περίαμμα. τῆς δὲ ῥίζης ὁ φλοιὸς διαφορεῖ καὶ ἐκπέσσει· ὁ δὲ καρπὸς ἐσθιόμενος ἔμετον συντόνως κινεῖ. | 158 in vol. 2 |
3.151.1 | κηπαία· ἐμφερής ἐστιν ἀνδράχνῃ, μελάντερα δὲ ἔχει τὰ φύλλα, ῥίζαν λεπτήν. βοηθεῖ δὲ τὰ φύλλα πινόμενα σὺν οἴνῳ στραγγουριῶσι καὶ ψωριῶσι τὴν κύστιν· μάλιστα δὲ ποιεῖ 〈ἡ ῥίζα ἐν γλυκεῖ〉 μετὰ ἀφεψήματος ῥιζῶν ἀσπαράγου | |
5 | τοῦ μυακάνθου καλουμένου πινομένη. | |
3.152.1 | ἄλισμα· οἱ δὲ δαμασώνιον καλοῦσιν, οἱ δὲ λύρον. φύλλα μὲν ἔχει ἀρνογλώσσῳ ὅμοια, στενότερα δὲ καὶ ἐπὶ γῆν κλώμενα· καυλὸς δὲ λεπτός, ἁπλοῦς, ὑπὲρ πῆχυν, ἔχων κεφά‐ | |
λιον θυρσοειδές, ἄνθη [λευκά] λεπτά, ὕπωχρα, ῥίζαι ὡς μέλα‐ | 159 in vol. 2 | |
5 | νος ἑλλεβόρου λεπταί, εὐώδεις, δριμεῖαι, ὑπολίπαροι. ὑδρηλὰ φιλεῖ χωρία. | |
3.152.2 | ἁρμόζει δὲ ἡ ῥίζα πινομένη σὺν οἴνῳ δραχμῆς μιᾶς ἢ δυεῖν ὁλκὴ πρὸς λαγωὸν θαλάσσιον καὶ φρῦνον καὶ ὄπιον· παύει καὶ στρόφους καὶ δυσεντερίαν καθ’ ἑαυτὴν καὶ σὺν ἴσῳ δαύκῳ πινο‐ μένη, ἁρμόζει καὶ σπάσμασι καὶ πρὸς τὰ ὑστερικὰ πάθη. ἡ | |
5 | δὲ πόα ἵστησι κοιλίαν καὶ ἔμμηνα κινεῖ καὶ οἰδήματα κατα‐ πλασθεῖσα πραΰνει. | |
3.153.1 | ὀνοβρυχίς· τὰ μὲν φύλλα ἔχει ὅμοια φακῷ, μικρῷ μακρότερα, καυλὸν σπιθαμιαῖον, ἄνθος φοινικοῦν, ῥίζαν μικράν· | |
φύεται δὲ ἐν καθύγροις καὶ ἀργοῖς τόποις. δύναμιν δὲ ἔχει ἡ πόα ἐπιπλασθεῖσα λεία διαχεῖν φύματα· | 160 in vol. 2 | |
5 | μετ’ οἴνου δὲ πινομένη στραγγουρίαν θεραπεύει, σὺν ἐλαίῳ δὲ ἀλειφομένη ἱδρῶτας κινεῖ. | |
3.154.1 | ὑπερικόν· οἱ δὲ ἀνδρόσαιμον, οἱ δὲ κόριον, οἱ δὲ χαμαίπιτυν διὰ τὸ τὴν περὶ τὸ σπέρμα ὀσμὴν ἐοικέναι ῥητίνῃ πιτυΐνῃ. φύλλα ἔχει πηγάνῳ ὅμοια· θάμνος φρυγανοειδής, σπι‐ θαμιαῖος, ὑπέρυθρος, ἄνθος 〈ἔχων〉 λευκοΐῳ ὅμοιον, λοβὸν δὲ | |
5 | ὑπόδασυν, προμήκη ἐν τῷ περιφερεῖ, μέγεθος κριθῆς, ἐν ᾧ σπέρμα μέλαν ῥητίνης ὄζον. φύεται δὲ ἐν ἐργασίμοις καὶ τρα‐ | |
χέσι χωρίοις. | 161 in vol. 2 | |
3.154.2 | δύναμιν δὲ ἔχει διουρητικὴν καὶ ἐμμήνων ἀγωγὸν προστι‐ θέμενον, τεταρταϊκούς τε ἀπαλλάσσει μετ’ οἴνου πινόμενον. θεραπεύει δὲ καὶ ἰσχιάδας ἐπὶ ἡμέρας τεσσαράκοντα τὸ σπέρμα πινόμενον, τὰ δὲ φύλλα σὺν τῷ σπέρματι καταπλασθέντα ἰᾶται | |
5 | κατακαύματα. | |
3.155.1 | ἄσκυρον· οἱ δὲ ἀσκυροειδές, οἱ δὲ ἀνδρόσαιμον. καὶ τοῦτο εἶδός ἐστιν ὑπερικοῦ μεγέθει διαφέρον, κλωσὶ μεῖζον, φρυγανωδέστερον δὲ καὶ πεφοινιγμένον· ἄνθη δὲ μήλινα φέρει, καρπὸν ὅμοιον ὑπερικῷ, ὄζοντα ῥητίνης καὶ ἐν τῷ παρατρι‐ | |
5 | βῆναι οἱονεὶ αἱμάσσοντα τοὺς δακτύλους, ὡς διὰ τοῦτο ἀνδρό‐ σαιμον καλεῖσθαι. ποιεῖ δὲ καὶ ὁ τούτου καρπὸς πρὸς ἰσχιάδας πινόμενος μεθ’ ὑδρομέλιτος κοτυλῶν δυεῖν· ἄγει δὲ χολώδη καὶ κόπρια πολλά· συνεχῶς δὲ δεῖ διδόναι, ἄχρι ἂν ὑγιασθῶσι. ποιεῖ καὶ | |
10 | πρὸς πυρίκαυτα ἐπιπλασθεῖσα. | 162 in vol. 2 |
3.156.1 | ἀνδρόσαιμον· οἱ δὲ Διονυσιάδα, οἱ δὲ καὶ τοῦτο ἄσκυρον καλοῦσι. διαφέρει δὲ τοῦ ὑπερικοῦ καὶ τοῦ ἀσκύρου θάμνος ὢν λεπτόκαρφος, φρυγανώδης, πεφοινιγμένος τὰ ῥαβδία· φύλλα τριπλασίονα πηγάνου, ἃ τριφθέντα οἰνώδη χυλὸν ἀνίησι, | |
5 | μασχάλας τε ἔχει πλείονας ἐπ’ ἄκρῳ τεταρσωμένας, περὶ ἃς | |
3.156.2 | ἀνθύλλια μικρά, μήλινα· καρπὸς ἐν κάλυκι ὅμοιος τῷ τῆς μελαί‐ νης μήκωνος, οἱονεὶ κατάγραφος· ἀνατριφθεῖσα δὲ ἡ κόμη ῥητι‐ νώδη ὀσμὴν προσδίδωσι. καὶ τούτου ὁ καρπὸς λεῖος δραχμῶν δυεῖν ὁλκὴ ποθεὶς | |
5 | ἄγει χολώδη καὶ κόπρια. θεραπεύει δὲ μάλιστα ἰσχιάδας· δεῖ δὲ μετὰ τὴν κάθαρσιν ὕδατος ἐπιρροφεῖν 〈ὀλίγον〉· καὶ πυρί‐ καυτα δὲ ἡ πόα καταπλασθεῖσα θεραπεύει καὶ αἷμα ἐπέχει. | |
3.157.1 | κόρις· οἱ δὲ καὶ τοῦτο ὑπερικὸν καλοῦσι. φύλλον ἔχει παραπλήσιον τῷ τῆς ἐρείκης, μικρότερον δὲ καὶ λιπαρώ‐ τερον καὶ ἐρυθρόν· θάμνος δὲ σπιθαμιαῖος, εὔστομος, δριμύς, | |
εὐώδης. | 163 in vol. 2 | |
5 | τούτου ὁ καρπὸς πινόμενος οὖρα καὶ καταμήνια ἄγει· βοη‐ θεῖ καὶ φαλαγγιοδήκτοις καὶ ἰσχιαδικοῖς καὶ ὀπισθοτονικοῖς σὺν οἴνῳ πινόμενος, πρὸς δὲ ῥίγη σὺν πεπέρει· ἐπὶ δὲ ὀπισθο‐ τονικῶν καὶ σύγχρισμα σὺν ἐλαίῳ ἁρμόδιον. | |
3.158.1 | χαμαίπιτυς, ἣν ἔνιοι ἐν Πόντῳ ὁλόκυρον καλοῦσιν, ἐν δὲ Εὐβοίᾳ σιδηρῖτιν, Ἀθήνησι δὲ ἰωνιάν. πόα ἕρπουσα ἐπὶ γῆς, | |
ὑπόκυρτος· φύλλα δὲ ἔχει ὅμοια ἀειζῴῳ 〈τῷ〉 μικρῷ, λεπτότερα δὲ καὶ λιπαρώτερα καὶ δασέα, πυκνὰ περὶ τοὺς κλάδους, ὀσμὴν | 164 in vol. 2 | |
5 | ἔχοντα πίτυος, ἄνθη δὲ λεπτά, μήλινα, ῥίζαν δὲ ὡς κιχόριον. ταύτης τὰ φύλλα πινόμενα μετ’ οἴνου ἐπὶ ἡμέρας ἑπτὰ ἴκτερον θεραπεύει, ἐπὶ δὲ ἡμέρας τεσσαράκοντα ἰσχιάδα ἰᾶται μεθ’ ὑδρομέλιτος πινόμενα. δίδοται δὲ καὶ ἡπατικοῖς καὶ δυσουροῦσι καὶ νεφριτικοῖς, ἰδίως ἁρμόζοντα καὶ στροφου‐ | |
3.158.2 | μένοις. χρῶνται δὲ αὐτῇ καὶ οἱ ἐν Ἡρακλείᾳ τῇ Ποντικῇ ὡς ἀντιδότῳ, καὶ πρὸς ἀκόνιτον ποτίζοντες τὸ ἀφέψημα· καὶ κατα‐ πλάσσεται δὲ πρὸς τὰ προειρημένα μετὰ ἀλφίτων δεδευμένων τῷ ἀφεψήματι τῆς πόας. λεανθεῖσα δὲ σὺν σύκοις καὶ ἀντὶ | |
5 | καταποτίου διδομένη μαλάσσει κοιλίαν, μετὰ λεπίδος δὲ καὶ ῥητίνης ἀναλημφθεῖσα καθαίρει. ἄγει δὲ καὶ τὰ ἀπὸ ὑστέρας προστεθεῖσα σὺν μέλιτι, διαφορεῖ καὶ σκληρίας μαστῶν καὶ τραύματα κολλᾷ καὶ ἕρπητας ἐπέχει μετὰ μέλιτος καταπλασ‐ σομένη. | |
3.158.3 | ἔστι δὲ καὶ ἑτέρα χαμαίπιτυς, κλάδους ἔχουσα πηχυαίους, ἀγκυροειδεῖς, λεπτοκάρφους, κόμην δὲ ἐοικυῖαν τῇ πρὸ αὐτῆς καὶ ἄνθος, σπέρμα δὲ μέλαν· ὄζει δὲ καὶ αὕτη πίτυος. καὶ | |
τρίτη τίς ἐστιν ἄρρην καλουμένη· ἔστι δὲ βοτάνιον ἔχον φυλ‐ | 165 in vol. 2 | |
5 | λάρια λεπτά, λευκά, δασέα, καυλὸν δὲ τραχύν, λευκόν, ἀνθύλλια μήλινα, σπερμάτια δὲ παρὰ τὰς μασχάλας· ὄζει δὲ καὶ τοῦτο πίτυος. δύναμιν δὲ ἔχουσι καὶ αὗται ὁμοίαν τῇ προειρημένῃ, οὐ | |
μὴν οὕτως πρακτικήν. | 166 in vol. 2 | |
4t1 | ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ. | |
4Arg1 | Ἐν τοῖς πρὸ τούτου βιβλίοις τρισί, φίλτατε Ἄρειε, παρα‐ δόντες περὶ ἀρωμάτων καὶ ἐλαίων καὶ μύρων καὶ δένδρων καὶ ζῴων καὶ σιτηρῶν καὶ λαχάνων καὶ ῥιζῶν καὶ χυλισμάτων καὶ βοτανῶν καὶ σπερμάτων, ἐν τούτῳ τετάρτῳ ὄντι περὶ τῶν λει‐ | |
5 | πομένων βοτανῶν τε καὶ ῥιζῶν διαλεξόμεθα. | |
4.1.1 | κέστρον τὸ καλούμενον ψυχρότροφον, ἐπειδὴ ἐν τοῖς | |
ψυχροτάτοις εὑρίσκεται τόποις, ὃ Ῥωμαῖοι βεττονίκην ἢ ῥουσ‐ μαρίναν καλοῦσι. πόα ἐστὶ καυλὸν ἔχουσα λεπτόν, πήχεως τὸ ὕψος ἢ καὶ μείζονα, τετράγωνον, φύλλα μακρά, μαλακά, | 167 in vol. 2 | |
5 | ὅμοια δρυΐ, τὴν περιφέρειαν ἐσχισμένα, εὐώδη, μείζονα δὲ τὰ πρὸς τῇ ῥίζῃ· ἐπ’ ἄκρῳ δὲ τῷ καυλῷ ἔπεστι τὸ σπέρμα ἐσταχυωμένον ὥσπερ θύμβρας. ταύτης τὰ φύλλα χρὴ συλ‐ | |
4.1.2 | λεγόμενα ξηραίνειν, ὧν ἐστι καὶ ἡ πλείων χρῆσις. ῥίζαι δὲ ὕπεισι λεπταὶ ὡς ἐλλεβόρου, αἵτινες ἔμετον φλεγματώδη κινοῦσι μεθ’ ὑδρομέλιτος πινόμεναι. τῶν δὲ φύλλων δίδοται πρὸς σπάσματα 〈καὶ〉 ῥήγματα καὶ πρὸς τὰς ἐν ὑστέρᾳ δια‐ | |
5 | θέσεις καὶ πνίγας ὑστερικὰς δραχμῆς μιᾶς ὁλκὴ μεθ’ ὑδρομέ‐ λιτος ἢ ὕδατος, θηριοδήκτοις δὲ ὁλκαὶ τρεῖς μετ’ οἴνου κοτυ‐ λῶν δυεῖν. καταπλασσομένη δὲ ἡ πόα ὠφελεῖ τοὺς θηριο‐ δήκτους, καὶ πρὸς τὰ θανάσιμα ὁλκὴ μετ’ οἴνου ποθεῖσα ἁρ‐ μόζει· ἐὰν δέ τις προπίῃ, οὐδὲν βλαβήσεται λαβὼν θανάσιμον | |
4.1.3 | φάρμακον. ἔστι δὲ καὶ οὐρητικὴ κοιλίας τε ὑποβιβαστική· θεραπεύει δὲ καὶ ἐπιλήπτους καὶ μαινομένους μεθ’ ὕδατος πινομένη καὶ ἡπατικοὺς, σπληνικούς τε μετ’ ὄξους καὶ μέλιτος ὁλκὴ δραχμῆς μιᾶς. ποιεῖ δὲ καὶ πέψιν, ἐάν τις μετὰ τὸ δεῖ‐ | |
5 | πνον καταπίνῃ κυάμου μέγεθος μετὰ μέλιτος ἑφθοῦ, ὁμοίως καὶ ὀξυρεγμιῶσι δίδοται, στομαχικοῖς τε διαμασᾶσθαι καὶ κατα‐ | 168 in vol. 2 |
4.1.4 | πίνειν, εἶτ’ ἐπιρροφεῖν οἶνον κεκραμένον. δίδοται καὶ αἱμοπτυϊ‐ κοῖς ὁλκὴ τριωβόλου μετὰ κράματος κυάθου ἑνὸς γαλακτώδους, ἰσχιαδικοῖς τε μεθ’ ὕδατος καὶ νεφριτικοῖς καὶ κύστιν ἀλγοῦ‐ σιν, ὑδρωπικοῖς τε δραχμῶν δυεῖν 〈ὁλκὴ〉 μεθ’ ὑδρομέλιτος | |
5 | πυρέσσουσιν, ἀπυρέτοις δὲ σὺν οἰνομέλιτι, ἰκτεριῶντάς τε καθί‐ στησι καὶ καταμήνια ἄγει ὁλκὴ μία πινομένη μετ’ οἴνου. κοι‐ λίαν δὲ δραχμαὶ τέσσαρες ποθεῖσαι καθαίρουσι μεθ’ ὑδρομέλι‐ τος κυάθων δέκα· ποιεῖ καὶ πρὸς φθισικούς, ἐμπυϊκοὺς μετὰ μέλιτος. ἀποτίθεσθαι δὲ δεῖ τὰ φύλλα ξηρὰ λεῖα ἐν κεραμεῷ | |
10 | ἀγγείῳ. | |
4.2.1 | βρεττανική· πόα ἐστὶν ἔχουσα φύλλα ὅμοια λαπάθῳ ἀγρίῳ, μελάντερα δὲ καὶ δασύτερα, στύφοντα ἐν τῇ γεύσει· καυλὸν δὲ ἀνίησιν οὐ μέγαν, ῥίζαν λεπτὴν καὶ βραχεῖαν. χυλί‐ ζεται δὲ αὐτῆς τὰ φύλλα καὶ ἐν ἡλίῳ ἢ πυρὶ συστρέφεται. | |
5 | δύναμιν δὲ ἔχει στυπτικήν, ἰδίως ἁρμόζουσαν πρὸς τὰς ἐν στόματι καὶ παρισθμίοις νομάς· ποιεῖ δὲ καὶ πρὸς τὰ λοιπά, ὅσα στύψεως χρῄζει. | 169 in vol. 2 |
4.3.1 | Λυσιμάχειος· καυλοὺς ἀνίησι πηχυαίους ἢ καὶ μεί‐ ζονας, λεπτούς, θαμνώδεις, ὧν παρὰ τὰ γόνατα φύλλων λεπτῶν ἐκφύσεις, παραπλησίων τοῖς τῆς ἰτέας, στυφόντων ἐν τῇ γεύσει· ἄνθος πορφυροῦν ἢ χρυσοειδές· φύεται ἐν τόποις ἑλώ‐ | |
5 | δεσι καὶ παρὰ τὰ ὕδατα. ἁρμόζει δὲ ὁ χυλὸς τῶν φύλλων στυπτικὸς ὢν πρὸς αἵμα‐ τος ἀναγωγὰς καὶ δυσεντερίας, πόμα καὶ ἔγκλυσμα, ῥοῦν τε γυ‐ ναικεῖον ἵστησιν ἐν προσθέτῳ, καὶ πρὸς τὰς ἐκ μυκτήρων αἱμορ‐ ραγίας ἐμφρασσομένη ἡ πόα ἁρμόζει· ἔστι δὲ καὶ τραυματικὴ | |
10 | καὶ ἴσχαιμος. θυμιαθεῖσα δὲ δριμύτατον ἔχει τὸν καπνόν, | |
ὥστε καὶ ἑρπετὰ διώκειν καὶ μύας ἀποκτείνειν. | 170 in vol. 2 | |
4.4.1 | πολύγονον ἄρρεν· οἱ δὲ καρκίνωθρον, οἱ δὲ τευθαλ‐ λίδα, οἱ δὲ κλῆμα, οἱ δὲ μυρτοπέταλον, οἱ δὲ πολύκαρπον κα‐ λοῦσι. πόα ἐστὶ κλῶνας ἔχουσα λεπτούς, τρυφερούς, πολλούς, γόνασι περιειλημμένους, ἕρποντας ἐπὶ γῆς ὥσπερ ἡ ἄγρωστις, | |
5 | φύλλα δὲ πηγάνῳ ὅμοια, ἐπιμηκέστερα 〈δὲ〉 καὶ μαλακώτερα· ἔχει δὲ καρπὸν παρ’ ἕκαστον φύλλον, ὅθεν καὶ ἄρρεν καλεῖται, | |
ἄνθος δὲ λευκὸν ἢ φοινικοῦν. δύναμιν δὲ ἔχει στυπτικὴν καὶ ψυκτικήν. ὁ δὲ χυλὸς πινό‐ μενος ἁρμόζει αἱμοπτυϊκοῖς καὶ τοῖς κατὰ κοιλίαν ῥεύμασι καὶ | 171 in vol. 2 | |
4.4.2 | χολερικοῖς καὶ στραγγουριῶσιν· ἄγει γὰρ οὖρα ἐνεργῶς. βοηθεῖ καὶ θηριοδήκτοις μετ’ οἴνου πινόμενος καὶ πρὸς περιοδικοὺς πρὸ μιᾶς ὥρας τῆς ἐπισημασίας λαμβανόμενος· ἵστησι δὲ καὶ ῥοῦν γυναικεῖον προστεθείς, καὶ πρὸς ὠταλγίας καὶ πυορροίας | |
5 | ἐνσταζόμενος ἁρμόζει, συνεψηθεὶς δὲ οἴνῳ καὶ μέλι προσλαβὼν ἄκρως ποιεῖ πρὸς τὰ ἐν αἰδοίοις ἕλκη. καταπλάσσεται δὲ τὰ φύλλα πρὸς στομάχου ἔγκαυσιν καὶ αἵματος ἀναγωγὴν καὶ ἕρ‐ πητας καὶ ἐρυσιπέλατα καὶ φλεγμονὰς καὶ οἰδήματα καὶ τραύ‐ ματα πρόσφατα. | |
4.5.1 | πολύγονον θῆλυ· θαμνίον ἐστὶ μονόκλωνον, τρυφε‐ ρόν, καλαμοειδές, γόνατα συνεχῆ ἔχον ἐγκείμενα ἀλλήλοις ὥσπερ σάλπιγγος, καὶ περὶ τοῖς γόνασι κύκλῳ ἐξοχὰς πίτυος φυλλα‐ ρίοις ἐοικυίας· ῥίζα ἀχρεία. φύεται παρὰ τοῖς ὕδασι. | |
5 | δύναμιν δὲ ἔχει στυπτικήν, ψυκτικήν, ποιοῦσαν τὰ αὐτὰ τῷ | |
πρὸ αὐτοῦ, ὅτι μὴ ἀσθενέστερον. | 172 in vol. 2 | |
4.6.1 | πολυγόνατον· φύεται ἐν ὄρεσι. θάμνος μείζων πή‐ χεως, φύλλα ἔχων ὅμοια δάφνῃ, πλατύτερα δὲ καὶ λειότερα, γευσαμένῳ ὅμοιόν τι μήλῳ κυδωνίῳ ἢ ῥοᾷ μετὰ στύψεως προσβάλ‐ λει· καθ’ ἑκάστην δὲ ἔκφυσιν τῶν φύλλων ἄνθη λευκά, τῷ πλήθει | |
5 | ὑπερέχοντα τοῦ ἀριθμοῦ τῶν φύλλων ἀπὸ τῆς ῥίζης ἡνωμένα· ῥίζαν δὲ λευκήν, μαλακήν, μακράν, πολυγόνατον, δασεῖαν, βα‐ ρύοσμον, πάχος ἔχουσαν δακτύλου, ποιοῦσαν πρὸς τραύματα καταπλασσομένην· αἴρει δὲ καὶ σπίλους τοὺς ἐν προσώπῳ. | |
4.7.1 | κληματίς· οἱ δὲ δαφνοειδές, οἱ δὲ μυρσινοειδές, οἱ δὲ πολυγονοειδὲς καλοῦσι. φύεται ἐπὶ γῆς, κλήματα δὲ ἔχει μακρά, ὡς ὁλοσχοίνου τὸ πάχος, πέταλον δὲ μικρόν, δάφνῃ ἐμφερὲς τῷ τε σχήματι καὶ τῇ χρόᾳ, μικρότερον δὲ πολλῷ. | |
5 | ταύτης τὰ φύλλα καὶ οἱ καυλοὶ σὺν οἴνῳ πινόμενα διαρ‐ | |
ροίας καὶ δυσεντερίας παύει· μετὰ γάλακτος δὲ καὶ ῥοδίνου ἢ κυπρίνου ἐν πεσσῷ προστιθεμένη ὑστέρας πόνους θεραπεύει· παύει δὲ καὶ ὀδόντων πόνους διαμασωμένη, βοηθεῖ καὶ θηριο‐ δήκτοις ἐπιτιθεμένη. ἱστορεῖται δὲ καὶ ἀσπιδοδήκτοις μετ’ | 173 in vol. 2 | |
10 | ὄξους πινομένη βοηθεῖν. φύεται δὲ ἐν χέρσοις. | |
4.8.1 | Πολεμώνιον· οἱ δὲ Φιλεταίριον, Καππάδοκες δὲ χιλιο‐ δύναμον καλοῦσι. κλωνία ἔχει λεπτά, τεταρσωμένα, φύλλα ὀλίγῳ μείζονα πηγάνου, ἐπιμηκέστερα δὲ πρὸς τὰ τοῦ πολυ‐ γόνου ἢ τῆς καλαμίνθης· ἐπ’ ἄκρων δὲ αὐτῶν ὥσπερ κόρυμ‐ | |
5 | βοι, ἐν οἷς τὸ σπέρμα μέλαν, ῥίζα παχεῖα, ὑπόλευκος, ἐμ‐ φερὴς στρουθίῳ· φύεται ἐν ὀρεινοῖς καὶ τραχέσι τόποις. | |
4.8.2 | ταύτης ἡ ῥίζα πίνεται ἐν οἴνῳ πρὸς θηρία καὶ δυσεν‐ τερίαν, δυσουρίαν τε καὶ ἰσχιάδα μεθ’ ὕδατος, σπληνικοῖς δὲ 〈δίδοται〉 μετ’ ὄξους ὅσον δραχμῆς μιᾶς ὁλκή· καὶ περιάπτεται 〈δὲ〉 ἡ ῥίζα πρὸς σκορπίου πληγήν· φασὶ δὲ μὴ τύπτεσθαι τοὺς | |
5 | ἔχοντας αὐτὴν ἢ κἂν πληγῶσι, μηδὲν πάσχειν. παύει δὲ καὶ | |
ὀδονταλγίας διαμασωμένη. | 174 in vol. 2 | |
4.9.1 | σύμφυτον πετραῖον· φύεται ἐν πέτραις. κλωνία δὲ ἔχει ἐμφερῆ ὀριγάνῳ, λεπτόφυλλα, κεφάλια δὲ ὡς θύμου. τὸ δ’ ὅλον ἐστὶ ξυλῶδες καὶ εὐῶδες, γλυκύ τε πρὸς τὴν γεῦσιν καὶ πτυέλου προκλητικόν· ῥίζαν δὲ ἔχει μακράν, ὑπόπυρρον, | |
5 | ὅσον δακτύλου τὸ πάχος. τοῦτο ἑψηθὲν σὺν μελικράτῳ καὶ ποθὲν ἀνακαθαίρει τὰ ἐκ πνεύμονος καὶ τοῖς αἷμα ἀνάγουσι καὶ νεφριτικοῖς σὺν ὕδατι | |
4.9.2 | δίδοται. σὺν δὲ οἴνῳ ἑψηθὲν πίνεται πρὸς δυσεντερίαν καὶ | |
ῥοῦν γυναικεῖον ἐρυθρόν, σὺν ὀξυμέλιτι δὲ πρὸς σπάσματα καὶ ῥήγματα· καὶ ἄδιψον δέ ἐστι διαμασώμενον, ἁρμόζον καὶ ταῖς περὶ βρόγχον τραχύτησι· κολλᾷ καὶ τὰ νεότρωτα καὶ ἐντεροκή‐ | 175 in vol. 2 | |
5 | λας ἀποκρατεῖ καταπλασσόμενον, καὶ τὰ κρέα δὲ συμπήττει ἑψόμενον σὺν αὐτοῖς. | |
4.10.1 | σύμφυτον ἄλλο, οἱ δὲ πηκτὴν καλοῦσιν· ἀνίησι καυλὸν δασύν, δίπηχυν ἢ καὶ μείζονα, γωνιώδη, κενὸν ὥσπερ σόγχου, περὶ ὃν οὐκ ἐκ μεγάλων διαστημάτων φύλλα δασέα, στενά, ὑπομήκη πρὸς τὰ τοῦ βουγλώσσου· ἔχει δὲ καὶ παρὰ τὰς | 176 in vol. 2 |
5 | γωνίας ὁ καυλὸς ἐξοχάς τινας παρατεταμένας φύλλων προστύ‐ πων ἀφ’ ἑκάστης μασχάλης· ἄνθη δὲ ἔπεστι μήλινα καὶ καρ‐ | |
4.10.2 | πὸς περὶ τὸν καυλὸν ὥσπερ φλόμου. ὅλος δὲ ὁ καυλὸς καὶ τὰ φύλλα ἔχει χνοῦν ὑπότραχυν, κατὰ τὴν προσαφὴν κνησμὸν ἐμποιοῦντα· ῥίζαι δὲ ὕπεισι τὴν μὲν ἐπιφάνειαν μέλαιναι, ἔν‐ δοθεν δὲ λευκαὶ καὶ γλίσχραι, ὧν καὶ ἡ χρῆσις. | |
5 | ποιοῦσι δὲ λεῖαι πινόμεναι αἱμοπτυϊκοῖς καὶ ῥηγματίαις, καταπλάσσονταί τε πρὸς φλεγμονάς, μάλιστα τὰς ἐν δακτυλίῳ ὠφελίμως μετὰ φύλλων ἠριγέροντος· καὶ τὰ νεότρωτα δὲ κολ‐ λῶσι καταπλασθεῖσαι καὶ τὰ κρέα συνεψόμεναι κολλῶσιν. | |
4.11.1 | ὁλόστεον· πόα ἐστὶ μικρὰ ὑπὲρ γῆς ὡς τριῶν δακτύ‐ λων ἢ τεσσάρων· φύλλα δὲ ἔχει καὶ κλήματα κορωνόποδι παρα‐ πλήσια ἢ ἀγρώστει, στυπτικά, ῥίζαν δὲ σφόδρα λεπτὴν ὡς τρίχα, λευκήν, οἰνώδη, μῆκος δὲ δακτύλων τεσσάρων· φύεται | |
5 | ἐν γεωλόφοις. δύναται καὶ αὕτη συνεψομένη συνάγειν τὰ κρέα, καὶ πρὸς ῥήγματα δὲ σὺν οἴνῳ ποτίζεται. | 177 in vol. 2 |
4.12.1 | στοιβῆς ὁ καρπὸς καὶ τὰ φύλλα στύφει, ὅθεν δυσεν‐ τεριῶσι τὸ ἀφέψημα αὐτῶν ἐνίεται· ἐγκλύζεται δὲ καὶ εἰς ὦτα πυορροοῦντα. καταπλασθέντα δὲ τὰ φύλλα ὠφελεῖ σύγχυσιν ὀφθαλμῶν τὴν ἐκ πληγῆς καὶ αἱμορραγίας ἴσχει. | |
4.13.1 | κλύμενον· καυλὸν ἀνίησι τετράγωνον, ὅμοιον τῷ τοῦ κυάμου, φύλλα δὲ πρὸς τὰ τοῦ ἀρνογλώσσου, θυλάκια δὲ ἐπὶ τοῦ καυλοῦ εἰς ἄλληλα νεύοντα, ἐοικότα ἴριδι καὶ πολύ‐ ποδος πλεκτάναις· ἄριστον δὲ τὸ ὀρεινόν. χυλίζεται δὲ ὅλον | 178 in vol. 2 |
5 | σὺν τῇ ῥίζῃ. ποιεῖ δὲ ὁ χυλὸς πρὸς αἵματος ἀναγωγὰς πινόμενος καὶ κοιλιακοὺς καὶ ῥοῦν ἐρυθρόν, ψύχων καὶ στύφων· ἐπέχει δὲ καὶ τὰς ἐκ μυκτήρων αἱμορραγίας. τὰ δὲ θυλάκια λεῖα τοῖς νεο‐ τρώτοις ἐπιτιθέμενα μέχρι ἀπουλώσεως ἐνεργεῖ. | |
4.14.1 | περικλύμενον· οἱ δὲ σπλήνιον, οἱ δὲ καὶ τοῦτο κλύ‐ μενον καλοῦσι. θαμνίσκος ἐστὶν ἁπλοῦς, ἔχων ἐκ διαστήματος | |
φυλλάρια περιειληφότα αὐτόν, ὑπόλευκα, κισσοειδῆ καὶ παρὰ τὰ φύλλα ἐκβλαστήσεις, ἐφ’ ὧν καρπὸς κισσῷ παραπλήσιος, | 179 in vol. 2 | |
5 | οἱονεὶ ἐπικείμενος τῷ φύλλῳ, σκληρὸς καὶ δυσαπόσπαστος, ῥίζα παχεῖα· φύεται ἐν ἀρούραις καὶ φραγμοῖς, περιελίττεταί τε τοῖς πλησιάζουσι θάμνοις. | |
4.14.2 | τούτου ὁ καρπὸς πέπειρος συλλεγεὶς καὶ ξηρανθεὶς ἐν σκιᾷ πίνεται μετ’ οἴνου δραχμῆς μιᾶς ὁλκὴ ἐπὶ ἡμέρας τεσσαράκοντα καὶ σπλῆνα ἐκτήκει καὶ κόπον λύει καὶ ὀρθόπνοιαν ὠφελεῖ καὶ λυγμόν, οὖρόν τε ἄγει ἀπὸ τῆς ἕκτης ἡμέρας αἱματῶδες· ἔστι δὲ | |
5 | καὶ ὠκυτόκιος. τὴν αὐτὴν δὲ καὶ τὰ φύλλα δύναμιν ἔχει· ἐπὶ ἡμέ‐ ρας δὲ τριάκοντα ἑπτὰ ποθέντα ἀγόνους ποιεῖν ἱστορεῖται, συνα‐ λειφόμενα δὲ μετ’ ἐλαίου ἐπὶ τῶν περιόδων τὰ φρικία παραιτεῖται. | |
4.15.1 | τρίβολος· ὁ μὲν χερσαῖος ἀνδράχνῃ τὰ φύλλα ἔοικε, λεπτότερα δέ, καὶ τὰ κλήματα μακρά, κατὰ γῆς ἐστρωμένα, καὶ πρὸς αὐτοῖς ἄκανθαι στρυφναί, σκληραί· φύεται παρὰ ποτα‐ μοῖς καὶ οἰκοπέδοις. ἔστι δέ τις καὶ ἔνυδρος ἐν ποταμοῖς φυό‐ | 180 in vol. 2 |
5 | μενος, ὑπερέχων τὴν κόμην, τὴν δὲ ἄκανθαν κρύπτων· φύλλα πλατέα, μόσχον ἔχοντα μακρόν, καυλὸς δὲ ἐξ ἄκρου παχύτερος, μᾶλλον τοῦ ἐν βάθει· πρόσεστι δὲ καὶ τριχώδη τινὰ ἀποπεφυ‐ κότα, σταχυοειδῆ· καρπὸς σκληρὸς ὡς καὶ θἀτέρου. | |
4.15.2 | ἀμφότεροι δὲ ψύχουσι, στύφουσιν· εἰσὶ δὲ πάσης φλεγ‐ μονῆς καταπλάσματα, σὺν μέλιτι δὲ ἄφθας καὶ τὰς ἐν στό‐ ματι σηπεδόνας καὶ παρίσθμια καὶ οὖλα θεραπεύουσι. χυλί‐ ζονται δὲ καὶ εἰς ὀφθαλμικά· ὁ δὲ καρπὸς αὐτῶν χλωρὸς καὶ | |
5 | λιθιῶντας πινόμενος ὠφελεῖ. τοῦ δὲ χερσαίου ὅσον δραχμὴ μία πινομένη καὶ καταπλασσομένη τοὺς ἐχιοδήκτους ἀποκαθίστησιν, ἁρμόζει καὶ θανασίμοις μετ’ οἴνου πινόμενος· κτείνει δὲ καὶ | |
ψύλλους τὸ ἀπόζεμα αὐτοῦ ῥανθέν. οἱ δὲ περὶ τὸν Στρυμόνα ποταμὸν Θρᾷκες τῇ μὲν πόᾳ χλωρᾷ ἱπποτροφοῦσι, τὸν δὲ καρ‐ | 181 in vol. 2 | |
10 | πόν, ὄντα γλυκὺν καὶ τρόφιμον, σιτοποιοῦσι χρώμενοι αὐτῷ ἀντὶ ἄρτου. | |
4.16.1 | λειμώνιον· οἱ δὲ νευροειδές. τὰ μὲν φύλλα ἔχει ὅμοια τεύτλῳ, λεπτότερα δὲ καὶ μικρότερα, δέκα ἢ πλείω, καυ‐ | |
λὸν δὲ λεπτόν, ὄρθιον ὥσπερ κρίνου, γέμοντα καρποῦ ἐρυθροῦ, στύφοντος 〈πρὸσ〉 τὴν γεῦσιν. δύναται δὲ ὁ καρπὸς λεῖος σὺν | 182 in vol. 2 | |
5 | οἴνῳ ποθεὶς ὀξυβάφου πλῆθος δυσεντερικοὺς καὶ κοιλιακοὺς ὠφελεῖν, ῥοῦν τε ἐρυθρὸν ἵστησι. φύεται δὲ ἐν λειμῶσι καὶ ἑλώδεσι τόποις. | |
4.17.1 | λαγώπουν· δύναμιν ἔχει στατικὴν κοιλίας πινόμενον μετ’ οἴνου, ἐπὶ δὲ πυρεσσόντων μεθ’ ὕδατος· περιάπτεται δὲ καὶ πρὸς φλεγμονὴν βουβώνων. φύεται δὲ ἐν πρασιαῖς. | |
4.18.1 | μήδιον· φύεται ἐν παλισκίοις τόποις καὶ πετρώδεσι. | |
φύλλα 〈δὲ〉 σέριδι ὅμοια, καυλὸς τρίπηχυς, ἄνθη πορφυροειδῆ, μεγάλα καὶ περιφερῆ, καρπὸς μικρός, ἐοικὼς κνήκῳ, ῥίζα σπι‐ θαμιαία, βακτηρίας ἔχουσα πάχος, στρυφνὴ γευομένῳ, ἥτις | 183 in vol. 2 | |
5 | ξηρὰ λεία ἐκλειχθεῖσα σὺν μέλιτι ἐφ’ ἱκανὰς ἡμέρας ῥοῦν τὸν ἐρυθρὸν ἵστησι. τὸ δὲ σπέρμα σὺν οἴνῳ ποθὲν ἔμμηνα ἄγει. | |
4.19.1 | ἐπιμήδιον· καυλός ἐστιν οὐ μέγας, κισσῷ παραπλήσια φύλλα ἔχων, ὅσον δέκα ἢ δώδεκα· οὔτε δὲ καρπὸν οὔτε ἄνθος φέρει· ῥίζαι λεπταί, μέλαιναι, βαρύοσμοι, γευσαμένῳ μωραί· φύεται ἐν τόποις ὑδρηλοῖς. | |
5 | ταύτης τὰ φύλλα λεῖα μετ’ ἐλαίου κατάπλασμα μαστῶν εἰς τὸ μὴ αὔξεσθαι, ἀτόκιός τε ἡ ῥίζα, καὶ τὰ φύλλα λεῖα πο‐ θέντα ἐν οἴνῳ μετὰ τὴν κάθαρσιν δραχμῶν πέντε πλῆθος ἐπὶ ἡμέρας πέντε ἀσυλλήπτους τηρεῖ. | |
4.20.1 | ξιφίον· οἱ δὲ φασγάνιον, οἱ δὲ μαχαιρίωνα καλοῦσι διὰ τὸ τοῦ φύλλου σχῆμα· ἔοικε γὰρ ἴριδι, ἔλαττον ὂν καὶ στενότερον, ἄποξυ ὡς μαχαίριον, ἰνῶδες· καυλὸν δὲ ἀνίησι πηχυαῖον, ἐφ’ οὗ ἄνθη πορφυρᾶ, στοιχηδὸν ἀπ’ ἀλλήλων διε‐ | 184 in vol. 2 |
5 | στῶτα, καρπὸν δὲ στρογγύλον, ῥίζας δύο, τὴν μίαν τῆς ἑτέρας ἐπικαθημένην, ὥσπερ βολβία μικρά· τούτων ἡ μὲν κάτω ἰσχνή ἐστιν, ἡ δὲ ἄνωθεν ἁδροτέρα· φύεται μάλιστα ἐν ἀρού‐ ραις. | |
4.20.2 | δύναται δὲ ἡ ἄνωθεν ῥίζα καταπλαττομένη μετ’ οἴνου καὶ λιβανωτοῦ ἀκίδας καὶ σκόλοπας ἐπισπᾶσθαι, σὺν ἀλεύρῳ δὲ αἰρίνῳ καὶ ὑδρομέλιτι διαφορεῖν φύγεθλα, ὅθεν καὶ ταῖς τοι‐ αύταις ἐμπλάστροις μείγνυται· ἄγει δὲ καὶ καταμήνια προστε‐ | |
5 | θεῖσα. φασὶ δὲ καὶ ἀφροδίσια παρορμᾶν τὴν ἀνωτέρω ῥίζαν σὺν οἴνῳ ποθεῖσαν, τὴν κατωτέραν δὲ ἀγόνους ποιεῖν, ἐντερο‐ κηλικοῖς τε παιδίοις ὠφελίμως δίδοσθαι τὴν ἐπάνω ῥίζαν ἐν | |
ποτῷ σὺν ὕδατι. | 185 in vol. 2 | |
4.21.1 | σπαργάνιον· φύλλα ἔχει ἐοικότα ξιφίῳ, στενότερα δὲ καὶ ἐγκλινέστερα καὶ ἐπιμηκέστερα, ἔπ’ ἄκρου δὲ τοῦ καυλοῦ ὡσεὶ σφαιρία, ἐν οἷς ὁ καρπός. δίδοται δὲ ἡ ῥίζα καὶ ὁ καρ‐ πὸς σὺν οἴνῳ θηριοδήκτοις. | |
4.22.1 | ξυρίς· οἱ δὲ ξιρίδα, οἱ δὲ ἶριν ἀγρίαν, Ῥωμαῖοι δὲ γλαδίολον καλοῦσι. τὸ μὲν φύλλον ἔχει ἴριδι ὅμοιον, πλατύ‐ τερον δὲ καὶ ἐξ ἄκρου ὀξύ, καυλὸν δὲ ἐκ μέσων τῶν φύλλων πη‐ χυαῖον, ἱκανῶς παχύν, ἐφ’ οὗ λοβοὶ τρίγωνοι, καὶ ἐπ’ αὐτῶν ἄνθος | |
5 | πορφυροῦν, τὸ δ’ ἐν μέσῳ φοινικοῦν· καρπὸς δὲ ἐν θυλακίοις | |
σικύοις ὁμοίοις στρογγύλος, μέλας, δριμύς, ῥίζα δὲ πολυγόνα‐ τος, μακρά, πυρρά, ποιοῦσα πρὸς τὰ ἐν κεφαλῇ τραύματα καὶ | 186 in vol. 2 | |
4.22.2 | κατάγματα. ἀνάγει δὲ καὶ ὀστᾶ καὶ σκόλοπας καὶ πᾶν βέλος ἐπισπᾶται μετὰ ἀπονίας, μιγέντος αὐτῇ χαλκοῦ ἄνθους μέρους τρίτου καὶ κενταυρείου ῥίζης μέρους πέμπτου καὶ μέλιτος 〈τοῦ αὐτάρκουσ〉· θεραπεύει δὲ καὶ οἰδήματα καὶ φλεγμονὰς κατα‐ | |
5 | πλασσομένη μετ’ ὄξους. πίνεται δὲ καὶ πρὸς σπάσματα, ῥήγ‐ ματα, ἰσχιάδας, στραγγουρίας, διαρροίας ἡ ῥίζα μετὰ γλυκέος τεθαλασσωμένου. ὁ δὲ καρπὸς οὐρητικώτατος ὅσον τριώβολον ποθεὶς σὺν οἴνῳ, τήκει δὲ καὶ σπλῆνα σὺν ὄξει ποθείς. | |
4.23.1 | ἄγχουσα· ἣν ἔνιοι κάλυκα, οἱ δὲ ὀνοκλείαν καλοῦσι. φύλλα θρίδακι τῇ ὀξυφύλλῳ παραπλήσια, δασέα, τραχέα, μέ‐ λανα, πολλά, πανταχόθεν τῆς ῥίζης προσπεπλασμένα τῇ γῇ. ἀκανθώδη· ἡ δὲ ῥίζα δακτύλου πάχος, τὴν χρόαν ὕφαιμος | 187 in vol. 2 |
5 | ἐν τῷ θέρει γινομένη καὶ βάπτουσα τὰς χεῖρας· φύεται ἐν εὐγείοις τόποις. | |
4.23.2 | ἔστι δὲ ἡ ῥίζα στυπτική, ποιοῦσα πρὸς κατακαύματα καὶ παλαιὰ ἕλκη ἐναφεψομένη κηρῷ καὶ ἐλαίῳ· ἐρυσιπέλατα δὲ σὺν ἀλφίτῳ καταπλασθεῖσα θεραπεύει, καὶ ἀλφοὺς καὶ λέπρας σὺν ὄξει καταπλασσομένη, προστιθεμένη δὲ καὶ ἔμβρυα κατασπᾷ· | |
5 | τὸ δὲ ἀφέψημα αὐτῆς δίδοται καὶ ἰκτερικοῖς, νεφριτικοῖς, σπλη‐ νικοῖς πυρέσσουσι μετὰ μελικράτου, 〈ἀπυρέτοις δὲ μετ’ οἴνου〉. τὰ δὲ φύλλα κοιλίαν ἵστησι μετ’ οἴνου πινόμενα. χρῶνται δὲ καὶ οἱ μυρεψοὶ τῇ ῥίζῃ πρὸς τὰς στύψεις τῶν μύρων. | |
4.24.1 | ἄγχουσα ἑτέρα, ἣν ἔνιοι Ἀλκιβιάδειον ἢ ὀνοχειλὲς ἐκάλεσαν. αὕτη διαφέρει τῆς πρώτης τῷ μικρότερα ἔχειν τὰ φύλλα, τραχέα δὲ ὁμοίως, καὶ τὰ κλωνία λεπτά, ἐφ’ ὧν ἄνθος πορφυροειδές, ὑποφοινικοῦν, ῥίζας δὲ ἐρυθράς, εὐμήκεις, περὶ | 188 in vol. 2 |
5 | τὸν πυραμητὸν ἐχούσας τι αἱματῶδες· φύεται ἐν ἀμμώδεσι τόποις. δύναμις δὲ αὐτῆς καὶ τῶν φύλλων θηριοδήκτοις βοηθεῖν, μάλιστα δὲ ἐχιοδήκτοις ἐσθιόμενα καὶ πινόμενα καὶ περιαπτό‐ μενα· κἂν μασησάμενός τις εἰς τὸ στόμα τοῦ θηρίου ἐναπο‐ | |
10 | πτύσῃ, ἀποκτείνει αὐτό. | |
4.25.1 | ἔστι δὲ καὶ ἄλλη, ἐμφερὴς ταύτῃ, ἐλάττων δέ, καρπὸν ἔχουσα φοινικοῦν· ὃν ἐάν τις μασησάμενος ἐμπτύσῃ εἰς στόμα ἑρπετοῦ, ἀποκτείνει. ἡ δὲ ῥίζα μετὰ ὑσσώπου καὶ καρδάμου ποθεῖσα ὀξυβάφου πλῆθος πλατεῖαν ἕλμιν ἐκτινάσσει. | |
4.26.1 | λυκαψός· οἱ δὲ καὶ ταύτην ἄγχουσαν ἐκάλεσαν. τὰ μὲν φύλλα ἔχει ὅμοια θρίδακι, μακρότερα δὲ καὶ παχύτερα καὶ τραχέα [πλατύτερα], πεπτωκότα περὶ τὴν τῆς ῥίζης κεφαλήν· καυλὸν δὲ ἀνίησι μακρόν, τραχύν, ὀρθόν, παραφυάδας ἔχοντα | 189 in vol. 2 |
5 | πολλάς, πηχυαίας, τραχείας καὶ αὐτάς, ἄνθη μικρά, πορφυρᾶ· ῥίζα δὲ ἐρυθρά, στυπτική· φύεται ἐν πεδίοις. καταπλαττομένη δὲ ἡ ῥίζα μετὰ ἀλφίτου ἐρυσιπέλατα ἰᾶται, λεία δὲ συναλειφομένη μετ’ ἐλαίου ἱδρῶτας κινεῖ. | |
4.27.1 | ἔχιον· οἱ δὲ Δωρίδα, ἔνιοι καὶ ταύτην Ἀλκιβιάδειον καλοῦσι. τὰ μὲν φύλλα ἔχει προμήκη, τραχέα, ὑπόλεπτα, πρὸς τὰ τῆς ἀγχούσης, ἥττονα δὲ καὶ λιπαρά, ἀκάνθια λεπτὰ ἐπι‐ κείμενα, ἃ καὶ δασύνει τὰ φύλλα· καυλία δὲ λεπτά, πολλά, | |
5 | ἑκατέρωθεν φυλλάρια 〈ἔχοντα〉 λεπτά, τεταρσωμένα, ἐλάττονα δὲ | |
πρὸς λόγον τὰ ἐπ’ ἄκρου τοῦ καυλοῦ, τὰ δ’ ἄνθη παρὰ τὰ φύλλα πορφυροειδῆ, ἐν οἷς ἐστιν ὁ καρπὸς ἔχεως κεφαλῇ ὅμοιος· ῥίζα δὲ λεπτοτέρα δακτύλου, ὑπομέλαινα, ἥτις οὐ μόνον τοῖς δηχθεῖσιν ὑπὸ ἑρπετῶν βοηθεῖ ποθεῖσα μετ’ οἴνου ἀλλὰ καὶ | 190 in vol. 2 | |
10 | τοὺς προπιόντας ἀδήκτους τηρεῖ, ὁμοίως δὲ καὶ τὰ φύλλα καὶ ὁ καρπός· παύει δὲ καὶ ὀσφύος ἄλγημα καὶ γάλα κατασπᾷ μετ’ οἴνου ἢ ῥοφήματος λημφθεῖσα. | |
4.28.1 | ὠκιμοειδές· οἱ δὲ καὶ ταύτην ἔχιον καλοῦσιν ἢ Φιλε‐ ταίριον. φύλλα μὲν ἔχει ὠκίμῳ ὅμοια, κλῶνας δὲ σπιθαμιαίους, δασεῖς, λοβοὺς δὲ παραπλησίους ὑοσκυάμῳ, πλήρεις σπέρματος μέλανος, ἐοικότος μελανθίῳ. | |
5 | δύναμιν δὲ ἔχει τὸ σπέρμα πινόμενον ἐν οἴνῳ ἐχιοδήκτους καὶ τὰ ἄλλα τῶν ἑρπετῶν δήγματα θεραπεύειν· δίδοται δὲ καὶ ἰσχιαδικοῖς μετὰ σμύρνης καὶ πεπέρεως. ῥίζα δ’ ὕπεστι | |
λεπτή, ἄχρηστος. | 191 in vol. 2 | |
4.29.1 | ἄγρωστις· γινώσκεται· κλημάτια γονατώδη, ἕρποντα ἐπὶ γῆς καὶ ἀπὸ τῶν κλάδων προϊέμενα ῥίζας γονατώδεις, γλυ‐ κείας, φύλλα ὀξέα, σκληρά, πλατέα ὡς καλάμου μικροῦ, τρέ‐ φοντα βόας καὶ κτήνη. | |
5 | ταύτης ἡ ῥίζα καταπλασσομένη λεία τραύματα κολλᾷ· τὸ δὲ ἀφέψημα αὐτῆς πινόμενον ποιεῖ πρὸς στρόφους καὶ δυσου‐ ρίας καὶ τὰ περὶ κύστιν ἕλκη καὶ λίθους θρύπτει. | |
4.30.1 | καλαμάγρωστις· μείζων ἐστὶ κατὰ πάντα τῆς ἀγρώ‐ στεως. ἔστι δὲ κτηνῶν βρωθεῖσα ἀναιρετική, καὶ μάλιστα ἡ ἐν Βαβυλῶνι παρὰ ταῖς ὁδοῖς φυομένη. | 192 in vol. 2 |
4.31.1 | ἡ δὲ ἐν τῷ Παρνασσῷ ἄγρωστις γεννωμένη πολυ‐ κλαδωτέρα ἐστί· φύλλα δὲ κισσῷ ὅμοια φέρει, ἄνθος λευκὸν καὶ εὐῶδες, καρπὸν μικρόν, οὐκ ἄχρηστον, ῥίζας πέντε ἢ ἕξ, δακτύλου τὸ πάχος, λευκάς, μαλακάς, γλυκείας ἰσχυρῶς, ὧν | |
5 | ὁ χυλὸς ἑψηθεὶς σὺν οἴνῳ καὶ μέλιτι συμμέτρῳ καὶ σμύρνης ἡμίσει μέρει, πεπέρεως δὲ καὶ λιβανωτοῦ τῷ τρίτῳ φάρμακόν ἐστι πρὸς ὀφθαλμοὺς ἄριστον· ἀποτίθεται δὲ ἐν χαλκῇ πυξίδι. τὸ δὲ ἀφέψημα τῶν ῥιζῶν ποιεῖ πρὸς ἃ καὶ αὐτή· τὸ δὲ σπέρμα ταύτης ἰσχυρῶς οὐρητικὸν καὶ ἐμέτων καὶ κοιλίας ῥεούσης στα‐ | |
10 | τικόν. | |
4.32.1 | ἡ δὲ ἐν Κιλικίᾳ γεννωμένη, ἣν κίνναν ἐπιχωρίως καλοῦσιν, ὑγρὰ βρωθεῖσα πολλάκις πίμπρησι τοὺς βόας. | |
4.33.1 | σιδηρῖτις, οἱ δὲ Ἡρακλείαν· πόα ἐστὶ φύλλα ἔχουσα ὅμοια πρασίῳ, ἐπιμηκέστερα δὲ πρὸς τὰ τοῦ ἐλελισφάκου ἢ δρυός, μικρότερα μέντοι καὶ τραχέα. καυλοὺς δὲ ἀνίησι τετρα‐ γώνους, σπιθαμιαίους ἢ καὶ μείζονας, οὐκ ἀηδεῖς ἐν τῇ γεύσει | 193 in vol. 2 |
5 | καὶ ποσῶς ὑποστύφοντας, ἐφ’ οἷς ἐκ διαστημάτων σφόνδυλοι περιφερεῖς ὥσπερ πρασίου, καὶ ἐν αὐτοῖς σπέρμα μέλαν· φύεται ἐν ὑποπέτροις χωρίοις. δύναμιν δὲ ἔχει τὰ φύλλα καταπλασσόμενα τραυμάτων κολλητικὴν καὶ ἀφλέγμαντον. | |
4.34.1 | ἄλλη σιδηρῖτις· κλῶνας ἔχει διπήχεις, λεπτούς, φύλλα δὲ ἐπὶ μόσχων μακρῶν, ὅμοια τοῖς τῆς πτερίδος, ἀκροσχιδῆ, πολλὰ ἑκατέρωθεν, ἐκ δὲ τῶν ἀνωτέρω μασχαλῶν ἀποφύσεις | |
λεπτάς, μακράς, ἐπ’ ἄκρου σφαιροειδῆ κεφαλὴν ἐχούσας τρα‐ | 194 in vol. 2 | |
5 | χεῖαν, ἐν ᾗ σπέρμα ὅμοιον τεύτλῳ, στρογγυλώτερον δὲ καὶ σκλη‐ ρότερον. δύναμις δὲ καὶ ταύτης ἐστὶ [καὶ] τῶν φύλλων τραυματική. | |
4.35.1 | ἔτι καὶ ἑτέρα λέγεται εἶναι σιδηρῖτις, ἣν καὶ αὐτὴν Ἡρακλείαν Κρατεύας καλεῖ, φυομένην ἐν τοίχοις καὶ ἀμπελῶ‐ σιν, ἔχουσαν φύλλα μικρά, πολλὰ ἀπὸ μιᾶς ῥίζης, ὅμοια κο‐ ριάνδρῳ περὶ καυλίοις σπιθαμιαίοις, λείοις, τρυφεροῖς, ὑπο‐ | |
5 | λεύκοις, ἐνερευθέσιν, ἄνθη δὲ φοινικᾶ, μικρά, γευομένῳ πικρά, γλίσχρα. καὶ ταύτης ἡ δύναμις ἐπιτιθεμένης κολλητικὴ ἐναίμων καὶ νεοτρώτων. | |
4.36.1 | καλοῦσί τινες καὶ τὴν Ἀχίλλειον σιδηρῖτιν. φέρει δὲ ῥαβδία σπιθαμιαῖα ἢ καὶ μείζω, ἀτρακτοειδῆ, καὶ περὶ αὐτοῖς φυλλάρια λεπτά, ἐντομὰς πυκνὰς ἐκ πλαγίων ἔχοντα, προσεμφερῆ κορίῳ, ὑπόπικρα, γλίσχρα, πολύοσμα, οὐκ ἀηδῆ, φαρμακώδη | 195 in vol. 2 |
5 | δὲ τὴν ὀσμήν, σκιάδιον ἐπ’ ἄκρου περιφερές, ἄνθη λευκά, εἶτα χρυσίζοντα· φύεται ἐν εὐγείοις τόποις. καὶ τούτου ἡ κόμη λεία ἐναίμων ἐστὶ κολλητικὴ καὶ ἀφλέγ‐ μαντος, αἱμορραγίας τε ἐφεκτικὴ καὶ τῆς ἐκ μήτρας ἐν προσ‐ θέτῳ· καὶ τὸ ἀφέψημα δὲ αὐτῆς ἐστιν ἐγκάθισμα ῥοϊκαῖς· | |
10 | πίνεται δὲ καὶ πρὸς δυσεντερίαν. | |
4.37.1 | βάτος, ἣν γινώσκομεν· στύφει, ξηραίνει, τρίχας βάπτει τὸ ἀφέψημα τῶν ἀκρεμόνων αὐτῆς, κοιλίαν τε ἵστησι πινόμενον | |
καὶ ῥοῦν ἐπέχει γυναικεῖον καὶ πρηστῆρος δήγματι εὐθετεῖ· κρατύνει δὲ καὶ οὖλα καὶ ἄφθας ὑγιάζει διαμασωμένων τῶν | 196 in vol. 2 | |
5 | φύλλων, καὶ ἕρπητας ἐπέχει καὶ ἀχῶρας τοὺς ἐν κεφαλῇ θερα‐ πεύει καὶ ὀφθαλμῶν προπτώσεις καὶ κονδυλώματα καὶ αἱμορ‐ ροΐδας καταπλασσόμενα τὰ φύλλα, καὶ ἐπὶ στομαχικῶν δὲ καὶ καρδιακῶν λεῖα ἐπιτιθέμενα ἁρμόζει. ὁ δὲ χυλὸς αὐτῆς ἐκθλι‐ βέντων τῶν καυλῶν καὶ τῶν φύλλων συστραφεὶς ἐν ἡλίῳ βέλ‐ | |
10 | τιον ποιήσει πάντα. τοῦ δὲ καρποῦ αὐτῆς πεπείρου μὲν τε‐ λείως ὁ χυλὸς εἰς τὰς στοματικὰς ἁρμόζει, ἵστησι δὲ καὶ κοιλίαν ἐσθιόμενος ὁ μέσως πέπειρος· καὶ τὸ ἄνθος δὲ αὐτῆς ποθὲν σὺν οἴνῳ κοιλίαν ἐφίστησιν. | |
4.38.1 | βάτος Ἰδαία· ἐκλήθη μὲν διὰ τὸ πολλὴν ἐν τῇ Ἴδῃ γεννᾶσθαι. ἔστι δὲ ἁπαλωτέρα πολλῷ τῆς πρὸ αὐτῆς, ἀκάν‐ θας μικρὰς ἔχουσα· εὑρίσκεται δὲ καὶ χωρὶς ἀκάνθης. δύναται δὲ τὰ αὐτὰ τῇ πρὸ αὐτῆς, ἐκ περισσοῦ δὲ ταύτης | |
5 | τὸ ἄνθος σὺν μέλιτι λεανθὲν ὀφθαλμῶν φλεγμοναῖς περιχριό‐ μενον βοηθεῖ καὶ ἐρυσιπέλατα σβέννυσι, στομαχικοῖς δὲ μεθ’ ὕδατος ἐν ποτῷ δίδοται. | |
4.39.1 | ἑλξίνη· οἱ δὲ ἀμερσίνην, οἱ δὲ κισσάμπελον καλοῦσι. φύλλα ἔχει ὅμοια κισσῷ, ἐλάττονα δέ, καὶ κλωνία μακρά, περι‐ πλεκόμενα ὅπου ἂν τύχῃ. φύεται δὲ ἐν φραγμοῖς καὶ ἀμ‐ πελῶσι καὶ σίτῳ. | 197 in vol. 2 |
5 | δύναμιν δὲ ἔχει τῶν φύλλων ὁ χυλὸς πινόμενος λυτικὴν κοιλίας. | |
4.40.1 | ἐλατίνη· τὰ μὲν φύλλα ἔχει ὅμοια τῇ ἑλξίνῃ, μικρό‐ τερα δὲ καὶ στρογγυλώτερα, δασέα, κλῶνας δὲ λεπτούς, σπιθα‐ μιαίους, πέντε ἢ ἓξ ἀπὸ τῆς αὐτῆς ῥίζης, φύλλων πλήρεις στρυφνῶν ἐν τῇ γεύσει· φύεται ἐν σίτοις καὶ ἐργασίμοις τόποις. | |
5 | δύναμιν δὲ ἔχει τὰ φύλλα καταπλασσόμενα σὺν ἀλφίτοις φλεγμαίνοντας καὶ ῥευματιζομένους ὀφθαλμοὺς ὠφελεῖν· ἑψη‐ θεῖσα δὲ καὶ ῥοφουμένη δυσεντερίας ἵστησιν. | |
4.41.1 | Εὐπατόριος· πόα ἐστὶ φρυγανώδης, ῥάβδον ἀναφέ‐ ρουσα μίαν, ὀρθήν, ξυλώδη, λεπτήν, μέλαιναν, ἔνδασυν, πήχεως ἢ καὶ μείζονα· φύλλα δὲ ἐκ διαστήματος, ἐσχισμένα μάλιστά που εἰς πέντε μοίρας ἢ καὶ πλείους, τοῖς τῆς πεντεφύλλου ἢ | 198 in vol. 2 |
5 | καννάβεως μᾶλλον ἐοικότα, καὶ αὐτὰ δὲ ὑπομέλανα, πριονοει‐ | |
4.41.2 | δῶς ἐξ ἄκρων ἐντετμημένα· σπέρμα δὲ περιπέφυκεν ἀπὸ μέσου τοῦ καυλοῦ ὑπόδασυ, κάτω νενευκός, ὡς καὶ τοῖς ἱματίοις προσ‐ έχεσθαι ξηρανθέν. ταύτης τὰ φύλλα μετὰ στέατος χοιρείου παλαιοῦ λεῖα ἐπι‐ | |
5 | τεθέντα τὰ δυσαπούλωτα τῶν ἑλκῶν ἰᾶται, τὸ δὲ σπέρμα καὶ ἡ πόα σὺν οἴνῳ πινομένη δυσεντερικοὺς καὶ ἡπατικοὺς καὶ ἑρπετοδήκτους ὠφελεῖ. ἔνιοι ταύτην ἀργεμώνιον ἐκάλεσαν πλα‐ νηθέντες· ἑτέρα γάρ ἐστιν, ὡς ὑπεδείξαμεν (II 207). | |
4.42.1 | πεντέφυλλον· οἱ δὲ πενταπετές, οἱ δὲ πεντάτομον, οἱ δὲ πενταδάκτυλον, οἱ δὲ ψευδοσέλινον, οἱ δὲ καλλιπέταλον, οἱ δὲ ξυλόλωτον, οἱ δὲ ξυλοπέταλον καλοῦσι. κλῶνας φέρει καρφοειδεῖς, λεπτούς, σπιθαμιαίους, ἐφ’ ὧν ὁ καρπός· φύλλα | 199 in vol. 2 |
5 | δὲ ἔχει ἐοικότα ἡδυόσμῳ, πέντε καθ’ ἕκαστον μόσχον, σπανίως δέ που πλείονα, κύκλωθεν ἐσχισμένα πριονοειδῶς, ἄνθος δὲ ὠχρόλευκον. φύεται δὲ ἐν ἐφύδροις τόποις καὶ παρ’ ὀχετοῖς. ῥίζαν δὲ ἔχει ὑπέρυθρον, ἐπιμήκη, παχυτέραν ἐλλεβόρου μέλα‐ | |
νος· ἔστι δὲ πολύχρηστος. | 200 in vol. 2 | |
4.42.2 | δύναται δὲ τὸ τῆς ῥίζης ἀφέψημα ἄχρι τρίτου καταβιβα‐ σθὲν ὀδονταλγίας παύειν διακρατουμένου τοῦ ἀφεψήματος ἐν στόματι, καὶ σηπεδόνας τὰς ἐν στόματι διακλυζόμενον ἵστησι, καὶ τραχύτητας ἀρτηρίας ἀναγαργαριζόμενον παραιτεῖται, κοιλίᾳ | |
5 | τε ῥεούσῃ καὶ δυσεντερίᾳ βοηθεῖ, ἀρθριτικοῖς τε καὶ ἰσχιαδι‐ κοῖς πινόμενον· ἑφθὴ δὲ ἐν ὄξει λεία καταπλασσομένη ἕρπητας ἐπέχει, διαφορεῖ χοιράδας, σκληρίας, οἰδήματα, ἀνευρύσματα, ἀποστήματα, ἐρυσιπέλατα, πτερύγιά 〈τε〉 τὰ ἐν δακτύλοις καὶ κονδυλώματα καὶ ψώρας ἰᾶται· ὁ δὲ χυλὸς τῆς ῥίζης ἁπαλῆς | |
10 | ποιεῖ πρὸς τὰ ἐν ἥπατι καὶ πνεύμονι πάθη καὶ τὰ θανάσιμα. | |
4.42.3 | τὰ δὲ φύλλα πίνεται μεθ’ ὑδρομέλιτος ἢ οἴνου κεκραμένου καὶ πεπέρεως ὀλίγου πρὸς περιόδους, ἐπὶ μὲν τεταρταίων τεσσά‐ ρων κλωναρίων φύλλα, ἐπὶ δὲ τριταίων τριῶν, ἐπὶ δὲ ἀμφη‐ μερινῶν ἑνός· ἀρήγει δὲ καὶ ἐπιλημψίαις πινόμενα ἐπὶ ἡμέρας | |
5 | τριάκοντα, ἀνὰ φύλλα λʹ, ὑγιάζει δὲ καὶ ἴκτερον ταχέως ὁ χυλὸς τῶν φύλλων ποθεὶς ἐπί τινας ἡμέρας τριῶν κυάθων πλῆθος, τραύματά τε καὶ σύριγγας καὶ πτερύγια καταπλασθέντα μεθ’ | |
ἁλὸς καὶ μέλιτος ἰᾶται· βοηθεῖ δὲ καὶ ἐντεροκηλικοῖς καὶ αἱμορ‐ ραγίαν ἵστησι πινόμενον καὶ καταπλασσόμενον. τέμνεται δὲ | 201 in vol. 2 | |
10 | καὶ πρὸς καθαρμοὺς καὶ ἱερουργίας καὶ ἁγνείας. | |
4.43.1 | φοῖνιξ· οἱ δὲ ῥοῦν, οἱ δὲ ἀγχύνωπα καλοῦσι. τὰ μὲν φύλλα ἔχει ὅμοια κριθῇ, βραχύτερα δὲ καὶ στενότερα, στάχυν δὲ ἐμφερῆ τῇ αἴρᾳ, κλῶνας δὲ ἑξαδακτύλους κύκλῳ τῆς ῥίζης καὶ στάχυς ἑπτὰ ἢ ὀκτώ. φύεται δὲ ἐν ταῖς ἀρούραις καὶ ἐπὶ | |
5 | τῶν στεγῶν τῶν νεοκαταχρίστων. δύναμιν δὲ ἔχει πινόμενος ἐν οἴνῳ αὐστηρῷ διάρροιαν καὶ αἱμορραγίαν τὴν ἐκ μήτρας καὶ οὔρων πλείονα φορὰν ἱστάνειν. ἱστοροῦσι δέ τινες καὶ ἴσχαιμον αὐτὸν εἶναι ἐνδεόμενον φοι‐ νικῷ ἐρίῳ καὶ περιαπτόμενον. | |
4.44.1 | Ἰδαία ῥίζα· φύλλα ἔχει ὀξυμυρρίνῃ ἐοικότα, παρ’ | |
αὐτὰ δὲ ὡς ἕλικες μακραὶ πεφύκασιν, ἐξ ὧν τὸ ἄνθος. ταύτης ἡ ῥίζα στυπτικὴ σφόδρα, ἁρμόζουσα ἐφ’ ὧν στύ‐ ψεώς ἐστι χρεία· πίνεται δὲ καὶ πρὸς κοιλίας ῥεύματα καὶ ῥοῦν | 202 in vol. 2 | |
5 | γυναικεῖον αἱμορραγίαν τε πᾶσαν ἵστησιν. | |
4.45.1 | Ῥοδία ῥίζα· γεννᾶται ἐν Μακεδονίᾳ ἐοικυῖα κόστῳ, κουφοτέρα δὲ καὶ ἀνώμαλος, ῥόδων ἐν τῇ διατρίψει ἀποφορὰν ποιοῦσα. χρησιμεύει δὲ ἐπὶ τῶν κεφαλαλγούντων σὺν νάρδῳ λιτῇ ἐμ‐ | |
5 | βρεχομένη καὶ ἐπιτιθεμένη μετώπῳ καὶ κροτάφοις. | |
4.46.1 | ἵππουρις· οἱ δὲ ἀναβάσιον, οἱ δὲ ἕφεδρον καλοῦσι. φύεται ἐν τόποις ἐφύδροις καὶ ἐν τάφροις. καυλία κενά, ὑπέ‐ ρυθρα, ὑποτραχέα, στερεά, γόνασι διειλημμένα ἐμπεφυκόσιν εἰς ἄλληλα, περὶ δὲ αὐτὰ φύλλα σχοινώδη, λεπτά, πυκνά· αὔξε‐ | 203 in vol. 2 |
5 | ται δὲ εἰς ὕψος ἀναβαίνουσα ἐπὶ τὰ παρακείμενα στελέχη καὶ κατακρέμαται περικεχυμένη κόμαις πολλαῖς μελαίναις καθάπερ ἵππου οὐρά· ῥίζα ξυλώδης, σκληρά. | |
4.46.2 | στυπτικὴ δὲ ἡ πόα, ὅθεν ὁ χυλὸς αὐτῆς αἱμορραγίας ἵστησι τὰς ἐκ μυκτήρων καὶ δυσεντερίας ὠφελεῖ πινόμενος μετ’ οἴνου· κινεῖ δὲ οὖρα. τὰ δὲ φύλλα τραύματα ἔναιμα κολλᾷ λεῖα ἐπιπλαττόμενα, ἡ δὲ ῥίζα καὶ ἡ πόα βήττουσί τε καὶ ὀρθοπνοϊ‐ | |
5 | κοῖς καὶ ῥηγματίαις ἀρήγει. ἱστορεῖται δὲ καὶ ἐντέρου διαίρε‐ σιν καὶ κύστεως διακοπὴν καὶ ἐντεροκήλην συνάγειν τὰ φύλλα πινόμενα σὺν ὕδατι. | |
4.47.1 | ἔστι δὲ καὶ ἑτέρα ἵππουρις, κόμας βραχυτέρας καὶ λευκοτέρας καὶ μαλακωτέρας ἔχουσα, ἥτις καὶ αὐτὴ λεία σὺν ὄξει τραύματα ἰᾶται. | 204 in vol. 2 |
4.48.1 | κόκκος βαφική· θάμνος ἐστὶ φρυγανώδης, ᾧ πρόσ‐ κεινται οἱονεὶ φακοί, οἵτινες ἐκλεγόμενοι συντίθενται. ἀρίστη δέ ἐστιν ἡ Γαλατικὴ καὶ Ἀρμενιακή, ἔπειτα ἡ Ἀσιανὴ καὶ Κιλίκιος, ἐσχάτη δὲ πασῶν ἡ Σπάνη. | |
5 | δύναμιν δὲ ἔχει στυπτικήν, ἁρμόζουσαν τραύμασι καὶ νεύ‐ ρων τρώσεσι λεία μετ’ ὄξους καταπλασσομένη. γεννᾶται δὲ καὶ ἐν Κιλικίᾳ ἐν ταῖς δρυσὶν ὅμοιόν 〈τι〉 κοχλίᾳ μικρῷ, ὃ τῷ στομώματι αἱ τῇδε γυναῖκες ἀναλέγουσαι κόκκον καλοῦσιν. | |
4.49.1 | τράγιον· φύεται μὲν ἐν Κρήτῃ μόνῃ. ἔχει δὲ τὰ μὲν φύλλα σχίνῳ ὅμοια καὶ τὰς ῥάβδους καὶ τὸν καρπόν, μικρότερα | |
δὲ πάντα· φέρει δὲ καὶ ὀπὸν κόμμει παραπλήσιον. ταύτης τὰ φύλλα καὶ ὁ καρπὸς καὶ τὸ δάκρυον καταπλασ‐ | 205 in vol. 2 | |
5 | σόμενα σὺν οἴνῳ ἐπισπᾶται σκόλοπας καὶ πάντα τὰ ἐμπηγνύ‐ μενα, πινόμενα δὲ στραγγουρίας ἰᾶται καὶ λίθους τοὺς ἐν κύστει θρύπτει καὶ καταμήνια ἄγει· λαμβάνεται δὲ ὁλκὴ δραχμῆς μιᾶς. φασὶ δὲ καὶ τὰς ἀγρίας αἶγας τοξευθείσας καὶ νεμηθείσας τὴν πόαν ἐκβάλλειν τὰς ἀκίδας. | |
4.50.1 | τράγιον ἄλλο· ἔχει μὲν φύλλα ὅμοια σκολοπενδρίῳ, ῥίζαν δὲ λευκήν, λεπτήν, παραπλήσιον ῥαφάνῳ ἀγρίᾳ, ἥτις βοηθεῖ δυσεντερικοῖς ὠμή τε καὶ ἑφθὴ ἐσθιομένη. προσβάλ‐ λει δὲ κατὰ τὸ φθινόπωρον τὰ φύλλα τράγου ὀσμήν, ὅθεν καὶ | |
5 | ὠνόμασται τράγιον. | |
4.51.1 | τράγος· οἱ δὲ σκορπίον, οἱ δὲ τάργανον. φύεται παρὰ θαλάττῃ μάλιστα· θαμνίσκος ὑπὲρ γῆς οὐ μέγας, σπιθαμῆς ἢ 〈καὶ〉 μείζων, φύλλα δὲ οὐκ ἔχει· ἐπὶ δὲ τῶν κλάδων πρόσ‐ κεινται οἱονεὶ ῥᾶγες μικραί, πυρραί, κατὰ μέγεθος πυροῦ, | 206 in vol. 2 |
5 | ὀξεῖαι ἐπ’ ἄκρου, πολλαὶ λίαν, γευσαμένῳ στυπτικαί. τούτου ὁ καρπός, ὡς ῥᾶγες δέκα, σὺν οἴνῳ ποθεῖσαι κοι‐ λιακοὺς καὶ ῥοϊκὰς ὠφελοῦσιν. ἔνιοι δὲ κόπτοντες αὐτὸν ἀνα‐ πλάττουσι τροχίσκους εἰς ἀπόθεσιν καὶ οὕτως χρῶνται. | |
4.52.1 | σχοίνου ἑλείας τὸ μέν τι καλεῖται ὀξύσχοινος, ἄπο‐ ξυς ἐπ’ ἄκρῳ. δισσὸν δὲ καὶ ταύτης εἶδος· ἡ μὲν γὰρ ἄκαρ‐ πος, ἡ δὲ καρπὸν μέλανα ἔχει, περιφερῆ, παχύτεροι δὲ ταύτης οἱ κάλαμοι καὶ σαρκωδέστεροι. ἔστι δὲ καὶ τρίτη πολλῷ σαρ‐ | 207 in vol. 2 |
5 | κωδεστέρα καὶ παχυτέρα τοῖν δυεῖν ὁλόσχοινος λεγομένη· ἔχει δὲ καὶ αὕτη καρπὸν ἐπ’ ἄκρου ὅμοιον τῇ πρὸ αὐτῆς. | |
4.52.2 | ἀμφοτέρων δὲ ὁ καρπὸς φρυγεὶς καὶ πινόμενος μετὰ κρά‐ ματος κοιλίαν καὶ ῥοῦν ἐρυθρὸν ἵστησι καὶ οὖρα κινεῖ· ἔστι δὲ κεφαλαλγής. τὰ δὲ πρὸς τῇ ῥίζῃ ἁπαλὰ φύλλα καταπλασσό‐ μενα φαλαγγιοδήκτοις ἁρμόζει. ἡ δὲ Εὐριπικὴ σχοῖνος ὑπνω‐ | |
5 | τικὸν ἔχει τὸν καρπόν· φυλάττεσθαι δὲ δεῖ αὐτοῦ ἐν ταῖς πόσεσι τὸ πλῆθος· καροῖ γὰρ λίαν | |
4.53.1 | λειχὴν ὁ ἐπὶ τῶν πετρῶν· βρύον ἐστὶ προσεχό‐ | |
μενον ταῖς ἐνδρόσοις πέτραις. τοῦτο καταπλασθὲν αἱμορραγίαν ἵστησι καὶ φλεγμονὰς παραιτεῖται καὶ λειχῆνας θεραπεύει· ὠφελεῖ καὶ ἰκτερικοὺς μετὰ μέλιτος διαχριομένου στόματος καὶ | 208 in vol. 2 | |
5 | γλώσσης 〈καὶ〉 ῥευματισμοὺς παραιτεῖται. | |
4.54.1 | παρωνυχία· φύεται ἐν πέτραις. θαμνίσκιον ὅμοιον πέπλῳ, τῷ μήκει ἔλαττον, τοῖς δὲ φύλλοις μεῖζον, ὅπερ κατα‐ πλασθὲν ὅλον παρωνυχίας καὶ κηρία θεραπεύει. | |
4.55.1 | χρυσοκόμη· οἱ δὲ χρυσῖτιν. ῥαβδίον σπιθαμιαῖον, ἔχον κόμην κορυμβοειδῆ, ὁμοίαν ὑσσώπῳ, ῥίζαν δασεῖαν, λεπτήν, | |
ὡς ἐλλεβόρου μέλανος, γευσαμένῳ οὐκ ἀπηνῆ, κυπάρισσον ὑπο‐ κυοῦσαν, ἐν τῷ γλυκεῖ ὑπαυστηρόν· φύεται ἐν παλισκίοις 〈τό‐ | 209 in vol. 2 | |
5 | ποισ〉 καὶ πετρώδεσι. δύναμιν δὲ ἔχει θερμαντικὴν καὶ στυπτικὴν ἡ ῥίζα, ἡπατι‐ κοῖς καὶ περιπνευμονικοῖς ἁρμόζουσαν· λαμβάνεται δὲ καὶ σὺν ὑδρομέλιτι ἑφθὴ πρὸς κάθαρσιν ὑστέρας. | |
4.56.1 | χρυσόγονον· οἱ δὲ ἴασπιν, οἱ δὲ λίνον καλοῦσι. φύλλα μὲν ἔχει ὅμοια δρυΐ—ὁ δὲ θάμνος ἐστὶ πυκνός—ἄνθος δὲ παραπλήσιον φλόμῳ τῷ στεφανωματικῷ, ῥίζαν δὲ ὁμοίαν γογ‐ γυλίδι, ἔνδοθεν ἰσχυρῶς ἐρυθράν, ἔξωθεν δὲ μέλαιναν, ἥτις | |
5 | βοηθεῖ σὺν ὄξει λεανθεῖσα καὶ ἐπιτεθεῖσα μυγαλῆς δήγμασιν. | |
4.57.1 | ἑλίχρυσον ἢ χρυσάνθεμον, οἱ δὲ ἀμάραντον, ᾧ καὶ τὰ εἴδωλα στεφανοῦσι. ῥαβδίον 〈ὀρθόν,〉 λευκόν, φύλλα στενὰ ἐκ διαστημάτων ἔχον πρὸς τὰ τοῦ ἁβροτόνου, κόμην κυκλοτερῆ, σκιάδια χρυσοφανῆ, περιφερῆ ὥσπερ κορύμβους ξηρούς, ῥίζαν | 210 in vol. 2 |
5 | λεπτήν. φύεται δὲ ἐν τραχέσι καὶ χαραδρώδεσι τόποις. βοηθεῖ δὲ ἡ κόμη σὺν οἴνῳ ποθεῖσα δυσουρίαις καὶ ἑρπε‐ τῶν δήγμασι καὶ ἰσχιάσι καὶ ῥήγμασι, καὶ ἔμμηνα ἄγει καὶ θρόμβους αἵματος τοὺς ἐν κύστει ἢ κοιλίᾳ τήκει σὺν 〈οἴνῳ ἢ〉 οἰνομέλιτι πινομένη· ἴσχει δὲ καὶ κατάρρους ὅσον τριώβολον | |
10 | νήστει δοθὲν πιεῖν ἐν κράματι οἴνου λευκοῦ· συντίθεται δὲ καὶ μετὰ ἱματίων ἄβρωτα τηροῦσα ταῦτα. | |
458RV1 | [χρυσάνθεμον ἢ χάλκας· οἱ δὲ χρυσανθεμίδα, οἱ δὲ χαλκῖτιν, οἱ δὲ χάλκανθον, οἱ δὲ χαλκάνθεμον, οἱ δὲ βούφθαλμον, Ῥωμαῖοι κάλθα, Θοῦσκοι γαρουλέου, Ἄφροι χουρζητά. τρυφερά τις πόα, θαμνοειδὴς δέ, λείους ἀναφέρουσα | |
5 | καυλοὺς καὶ φύλλα πολυσχιδῆ, ἄνθη μήλινα, ἰσχυρῶς στίλβοντα καὶ ὀφθαλμοειδῶς κυκλοτερῆ, διὸ καὶ οὕτως ὠνόμασται. φύεται | |
δὲ περὶ τὰς πόλεις· οἱ καυλοὶ δὲ αὐτῆς λαχανεύονται. τὰ δὲ ἄνθη λεῖα μετὰ κηρωτῆς στεατώματα λέγεται δια‐ φορεῖν, ἰκτερικοὺς δὲ καὶ προσκαίρως εὐχροεῖν ποιεῖ ποθεῖσα | 211 in vol. 2 | |
10 | μετὰ τὴν ἐν τοῖς λουτροῖς ἀπὸ τῆς μάκτρας ἔξοδον.] | |
4.58.1 | ἀγήρατον· θάμνος φρυγανώδης, δισπίθαμος, ταπεινός, ἁπλοῦς, ἐμφερὴς μάλιστα ὀριγάνῳ, σκιάδιον ἔχων, ἐφ’ οὗ ἄνθος πομφολυγῶδες, χρυσοειδές, ἔλαττον δ’ ἑλιχρύσου. ὠνόμασται δὲ ἀγήρατον διὰ τὸ πρὸς τὸ πολὺ τὸ ἄνθος ὁμοειδὲς φυλάττεσθαι. | |
5 | δύναμιν δὲ ἔχει τὸ ἀφέψημα αὐτῆς πυριωμένην, καὶ αὐτὴ ἡ πόα ὑποθυμιωμένη οὖρα ἄγειν καὶ τὰ περὶ ὑστέραν μαλάττειν. | |
4.59.1 | περιστέριον· φύεται ἐν τοῖς ἐφύδροις τόποις, δοκεῖ δὲ ὠνομάσθαι ἐκ τοῦ τὰς περιστερὰς ἡδέως ἐνδιατρίβειν αὐτῇ. πόα δ’ ἐστὶ σπιθαμῆς ἔχουσα τὸ ὕψος ἢ καὶ μεῖζον, πέταλα ἐντετμημένα, ὑπόλευκα, ἐκπεφυκότα ἐκ τοῦ καυλοῦ· | |
5 | μονόκλαδος δ’ ὡς τὸ πολὺ καὶ μονόρριζος εὑρίσκεται. δοκεῖ δὲ τὰ φύλλα σὺν ῥοδίνῳ ἢ στέατι χοιρείῳ νεαρῷ προστιθέμενα ἀνωδυνίαν ὑστέρας ποιεῖν· στέλλει δὲ καὶ ἐρυσι‐ πέλατα σὺν ὄξει καταπλασθεῖσα καὶ σηπεδόνας ἐπέχει καὶ τραύ‐ ματα κολλᾷ καὶ ἀπουλοῖ τὰ παλαιὰ σὺν μέλιτι. | 212 in vol. 2 |
4.60.1 | ἱερὰ βοτάνη, οἱ δὲ περιστερεῶνα ἐκάλεσαν· ῥάβδους ἀνίησι πηχυαίας ἢ καὶ μείζονας, γωνιοειδεῖς, 〈γονατώδεις,〉 περὶ ἃς τὰ φύλλα ἐκ διαστημάτων ἐοικότα δρυΐ, πλὴν στενότερα καὶ ἧττον ἐντετμημένα [δὲ] τὰ κύκλῳ, ὑπόγλαυκα, ῥίζαν δὲ | 213 in vol. 2 |
5 | ὑπομήκη, λεπτήν. ταύτης τὰ φύλλα καὶ ἡ ῥίζα ποτιζόμενα μετ’ οἴνου καὶ καταπλασσόμενα ποιεῖ πρὸς ἑρπετ〈ῶν δήγματ〉α, πρὸς δὲ ἴκτε‐ ρον τὰ φύλλα ὅσον δραχμὴ μία μετὰ λιβανωτοῦ τριωβόλου σὺν | |
οἴνου παλαιοῦ θερμοῦ κοτύλῃ μιᾷ νήστει ἐφ’ ἡμέρας τέσσαρας | 214 in vol. 2 | |
10 | πινόμενα, οἰδήματά τε χρόνια καὶ φλεγμονὰς τὰ φύλλα ἐπιπλα‐ | |
4.60.2 | σθέντα πραΰνει καὶ ῥυπαρὰ ἕλκη καθαίρει. ἀφεψηθεῖσα δὲ ὅλη ἐν οἴνῳ ἐσχάρας τὰς ἐν παρισθμίοις περιρρήττει, καὶ νομὰς τὰς ἐν στόματι ἀναγαργαριζομένη ἐφίστησι, ῥαινόμενόν τε ἐν συμποσίῳ τὸ ἀπόβρεγμα εὐδιαγωγοτέρους ἱστορεῖται ποιεῖν. | |
5 | δίδοται δὲ τριταΐζουσι πιεῖν τὸ τρίτον γόνυ ἀπὸ τῆς γῆς σὺν τοῖς περικειμένοις φύλλοις, τεταρταΐζουσι δὲ τὸ τέταρτον. καλεῖται δὲ ἱερὰ βοτάνη διὰ τὸ εὐχρηστεῖν ἐν τοῖς καθαρμοῖς εἰς περιάμματα. | |
4.61.1 | ἀστράγαλος· θάμνος μικρὸς ἐπὶ γῆς φυόμενος, φύλλοις καὶ κλωνίοις ὅμοιος ἐρεβίνθῳ, ἄνθη πορφυρᾶ, μικρά· ῥίζα δ’ ὕπ‐ εστι στρογγύλη ὥσπερ ῥάφανος εὐμεγέθης, παραφυάδας ἔχουσα | |
στερεάς, μελαίνας, σκληροτάτας ὡς κέρατα ἀντεμπεπλεγμένας | 215 in vol. 2 | |
5 | ἀλλήλαις, γευσαμένῳ στυπτικάς· φύεται ἐν εὐηνέμοις καὶ συ‐ σκίοις καὶ χιονιζομένοις τόποις, πολλὴ δ’ ἐν Φενεῷ τῆς Ἀρ‐ καδίας. ἵστησι δὲ κοιλίαν ῥευματιζομένην ἐν οἴνῳ ποθεῖσα ἡ ῥίζα, κινεῖ καὶ οὖρα· ποιεῖ καὶ πρὸς παλαιὰ ἕλκη ξηρὰ ἐπιπασσο‐ | |
10 | μένη καὶ αἷμα ἴσχει. κόπτεται δὲ δυσχερῶς διὰ τὸ στερεὸν αὐτῆς. | |
4.62.1 | ὑάκινθος· φύλλα ἔχει ὅμοια βολβῷ, καυλὸν σπιθα‐ μιαῖον, λεῖον, λεπτότερον μικροῦ δακτύλου, χλωρόν, κόμην ἐπι‐ κειμένην κυρτήν, ἄνθους πλήρη πορφυροειδοῦς, ῥίζαν καὶ αὐτὴν ἐμφερῆ βολβῷ, ἥτις σὺν οἴνῳ καταπλασθεῖσα λευκῷ ἐπὶ | |
5 | παίδων ἀνήβους τηρεῖν πεπίστευται· ἵστησι δὲ καὶ κοιλίαν καὶ οὖρα ἄγει ποθεῖσα καὶ φαλαγγιοδήκτους ὠφελεῖ. ὁ δὲ καρπὸς στυπτικώτερος ὢν καὶ αὐτὸς κοιλιακοὺς ὠφελεῖ, ἴκτερόν τε ἀπο‐ | |
καθαίρει σὺν οἴνῳ πινόμενος. | 216 in vol. 2 | |
4.63.1 | μήκων ῥοιάς· ὠνόμασται διὰ τὸ ταχέως τὸ ἄνθος ἀποβάλλειν· φύεται δὲ ἐν ἀρούραις ἦρος, ὅτε καὶ συλλέγεται. ἔοικε δὲ τὰ φύλλα [ὀριγάνῳ ἢ εὐζώμῳ ἢ] κιχορίῳ ἢ θύμῳ, ὑπ‐ εσχισμένα, μακρότερα δὲ καὶ τραχύτερα· καυλὸν δὲ 〈ἔχει〉 σχοι‐ | |
5 | νώδη, ὄρθιον, τραχύν, ὡς πήχεως, ἄνθος φοινικοῦν, ἐνίοτε δὲ λευκόν, ὅμοιον τῷ τῆς ἀγρίας ἀνεμώνης· κεφαλὴ δὲ προμήκης, ἧττον μέντοι τῆς ἀνεμώνης, καρπὸς πυρρός, ῥίζα ἐπιμήκης, ὑπόλευκος, δακτύλου ἔχουσα μικροῦ πάχος, πικρά. | |
4.63.2 | ταύτης κεφαλὰς πέντε ἢ ἓξ ἐν οἴνου κυάθοις τρισὶν ἑψή‐ | |
σας, ὥστε εἰς δύο ἀγαγεῖν, πότιζε οὓς ἂν βούλῃ ὑπνῶσαι. τοῦ δὲ σπέρματος ὅσον ὀξύβαφον ποθὲν σὺν μελικράτῳ κοιλίαν ἠπίως μαλάσσει· μείγνυται δὲ καὶ μελιτώμασι καὶ ἰτρίοις πρὸς | 217 in vol. 2 | |
5 | τὸ αὐτό. τὰ δὲ φύλλα σὺν ταῖς κωδύαις καταπλασθέντα φλεγ‐ μονὰς ἰᾶται· καὶ τὸ ἀπόζεμα δὲ αὐτῶν προσαντληθὲν ὑπνο‐ ποιόν ἐστιν. | |
4.64.1 | μήκων· ἡ μέν τίς ἐστιν ἥμερος καὶ κηπευτή, ἧς τὸ σπέρμα ἀρτοποιεῖται εἰς τὴν ἐν ὑγιείᾳ χρῆσιν· καὶ σὺν μέλιτι δὲ ἀντὶ σησάμης αὐτῷ χρῶνται· καλεῖται δὲ θυλακῖτις, ἐπί‐ μηκες ἔχουσα τὸ κεφάλιον καὶ τὸ σπέρμα λευκόν. ἡ δέ τις | |
5 | ἀγρία, ἐγκαθημένην ἔχουσα τὴν κωδύαν, σπέρμα μέλαν, ἣ δὴ | |
καὶ πιθῖτις ὀνομάζεται, ὑπ’ ἐνίων δὲ ῥοιὰς καὶ αὐτὴ διὰ τὸ ῥεῖν ἐξ αὐτῆς τὸν ὀπόν. τρίτη δὲ ἀγριωτέρα καὶ μικροτέρα καὶ φαρμακωδεστέρα τούτων, ἔχουσα τὴν κωδύαν ἐπιμήκη. | 218 in vol. 2 | |
4.64.2 | κοινὴ δὲ αὐτῶν δύναμις ψυκτική, ὅθεν τὰ φύλλα καὶ αἱ κωδύαι καθεψηθεῖσαι ἐν ὕδατι καὶ προσαντλούμεναι ὑπνο‐ ποιοῦσι· καὶ πίνεται δὲ πρὸς ἀγρυπνίαν τὸ ἀφέψημα, καὶ εἰς καταπλάσματα δὲ λεῖαι αἱ κωδύαι μετὰ ἀλφίτου πρὸς φλεγ‐ | |
5 | μονὰς καὶ ἐρυσιπέλατα μειγνύμεναι ἁρμόζουσι. δεῖ δὲ κόπτον‐ τας αὐτὰς χλωρὰς ἀναπλάττειν εἰς τροχίσκους καὶ ξηραίνοντας ἀποτίθεσθαι καὶ οὕτως χρῆσθαι. καθ’ ἑαυτὰς δὲ ἑψηθεῖσαι αἱ κωδύαι ἐν ὕδατι ἄχρι ἡμίσους, εἶτα σὺν μέλιτι πάλιν ἑψηθεῖσαι, μέχρι ἂν συστραφῇ τὸ ὑγρόν, ποιοῦσι φάρμακον | |
10 | ἐκλεικτὸν ἀνώδυνον πρὸς βῆχας καὶ ῥευματισμοὺς ἀρτηρίας | |
4.64.3 | καὶ κοιλιακὰς διαθέσεις· ἐνεργέστερον δὲ γίνεται μιγέντων αὐτῷ ὑποκιστίδος χυλοῦ καὶ ἀκακίας. τὸ δὲ σπέρμα τῆς μελαίνης μήκωνος λεῖον ποτίζεται σὺν οἴνῳ πρὸς ῥεῦμα κοι‐ λίας καὶ γυναικεῖον ῥοῦν· καταπλάσσεται δὲ ἐπὶ τῶν ἀγρυ‐ | |
5 | πνούντων μετὰ ὕδατος ἐπὶ τοῦ μετώπου καὶ τῶν κροτάφων. ὁ δὲ ὀπὸς καὶ αὐτὸς ψύχων ἐπὶ πλέον καὶ παχύνων καὶ ξηραίνων λημφθεὶς βραχὺς ὅσον ὄροβος ἀνώδυνός ἐστι καὶ ὑπνοποιὸς καὶ πεπτικός, βοηθῶν βηξὶ καὶ κοιλιακαῖς διαθέσεσι· πλείων | |
4.64.4 | δὲ ποθεὶς βαπτίζει 〈ὕπνῳ〉 ληθαργωδῶς καὶ ἀναιρεῖ. ποιεῖ δὲ καὶ κεφαλαλγίαις σὺν ῥοδίνῳ ἐμβρεχόμενος, ὠταλγοῦσι δὲ σὺν ἀμυγδαλίνῳ καὶ κρόκῳ καὶ σμύρνῃ ἐγχεόμενος, ἐπὶ δὲ φλεγ‐ μονῆς ὀφθαλμῶν σὺν λεκίθῳ ὠοῦ ὀπτῇ καὶ κρόκῳ, πρὸς ἐρυ‐ | 219 in vol. 2 |
5 | σιπέλατα δὲ καὶ τραύματα σὺν ὄξει, ποδάγραις τε σὺν γάλακτι γυναικείῳ καὶ κρόκῳ· προστεθεὶς δὲ δακτυλίῳ ἀντὶ βαλανίου ὕπνον ποιεῖ. | |
4.64.5 | κράτιστος δέ ἐστιν ὀπὸς ὁ πυκνὸς καὶ βαρὺς ἔν τε τῇ ὀσμῇ καρωτικός, πικρὸς ἐν τῇ γεύσει, εὐχερῶς διειμένος ὕδατι, λεῖος, λευκός, οὐ τραχὺς οὐδὲ θρομβοειδὴς οὐδὲ συστρεφόμενος ἐν τῷ διΐεσθαι ὡς ὁ κηρός, ἔν τε τῷ ἡλίῳ τεθεὶς διαχεόμενος καὶ | |
5 | πρὸς λύχνον ἐξαπτόμενος οὐ ζοφώδει φλογί, φυλάσσων τε μετὰ τὸ σβεσθῆναι τὴν ἐν τῇ ὀσμῇ δύναμιν. δολοῦσι δὲ αὐτὸν γλαύ‐ κιον μειγνύντες ἢ κόμμι ἢ θρίδακος ἀγρίας χυλόν· ἔστι δὲ ὁ μὲν ἐκ τοῦ γλαυκίου κροκίζων ἐν τῇ ἀνέσει, ὁ δὲ ἐκ τῆς θρίδακος ἐξίτηλος τὴν ὀσμὴν καὶ τραχύτερος, ὁ δὲ ἐκ τοῦ κόμμεως ἄτονος | |
4.64.6 | καὶ διαυγής. ἔνιοι δὲ εἰς τοσοῦτον ἀπονοίας παραγίνονται ὡς καὶ στέαρ μειγνύναι αὐτῷ. φώγνυται δὲ εἰς τὰ ὀφθαλμικὰ ἐπ’ | |
ὀστράκου καινοῦ, ἕως ἂν μαλακὸς καὶ κιρρότερος φανῇ. Ἐρα‐ σίστρατον μέντοι Διαγόρας φησὶν ἀποδοκιμάζειν αὐτοῦ τὴν | 220 in vol. 2 | |
5 | χρῆσιν ἐπί τε ὠταλγίας καὶ ὀφθαλμιώντων διὰ τὸ ἀμβλυωπῆ εἶναι καὶ καρωτικόν. Ἀνδρέας δέ φησιν ὅτι, εἰ μὴ ἐδολοῦτο, ἐτυφλοῦντο ἂν οἱ ἐγχριόμενοι ὑπ’ αὐτοῦ, Μνησίδημος δὲ μόνην αὐτοῦ εἶναι χρῆσιν τὴν κατὰ ὄσφρησιν εἰς ὕπνον ἁρμόζουσαν, ἄλλως δὲ ἐπιβλαβῆ τυγχάνειν· ἅπερ ἐστὶ ψευδῆ, ὑπὸ τῆς πείρας | |
10 | ἐλεγχόμενα διὰ τὸ ἐπιμαρτυρεῖσθαι τοῖς ἔργοις τὴν ἐνέργειαν τοῦ φαρμάκου. | |
4.64.7 | οὐκ ἄτοπον δὲ ὑπογράψαι καὶ τὸν τρόπον, ᾧ τὸν ὀπὸν συλλέγουσιν· ἔνιοι μὲν οὖν τὰς κωδύας μετὰ τῶν φύλλων κό‐ πτοντες ἐκθλίβουσι διὰ πιεστῆρος καὶ τρίβοντες ἐν θυΐᾳ ἀνα‐ πλάττουσι τροχίσκους· καλεῖται δὲ τὸ τοιοῦτο μηκώνιον, ἀδρα‐ | |
5 | νέστερον ὂν τοῦ ὀποῦ. ὀπίζοντας δὲ δεῖ μετὰ τὸ τὰς δρόσους ἀνικμασθῆναι περιγράφειν μαχαιρίῳ τὸν ἀστερίσκον, ὡς μὴ εἰς τὸ ἐντὸς διατρῆσαι, καὶ ἐκ πλαγίου δὲ τὰς κωδύας ἐπ’ εὐθείας ἐντέμνειν ἐξ ἐπιπολῆς καὶ ἀναψᾶν τὸ δάκρυον ἐπερχόμενον δακτύλῳ εἰς μύακα καὶ πάλιν ἐπιπορεύεσθαι μετ’ οὐ πολύ· | |
10 | εὑρίσκεται γὰρ ἐπισυνεστός, καὶ τῇ ἐπιούσῃ δὲ ἡμέρᾳ οὕτως εὑρίσκεται· δεῖ δὲ καὶ τοῦτο τρίβοντας ἐν θυΐᾳ ἀναπλάσσειν καὶ ἀποτίθεσθαι· ἐν μέντοι τῷ τέμνειν ὀπίσω ἀναχωρεῖν δεῖ | |
πρὸς τὸ μὴ ἀναψᾶσθαι ὑπὸ τῶν ἱματίων τὸν ὀπόν. | 221 in vol. 2 | |
4.65.1 | μήκων κερατῖτις, ἣν ἔνιοι παράλιον καλοῦσιν, οἱ δὲ ἀγρίαν μήκωνα· φύλλα ἔχει λευκά, δασέα, ὅμοια φλόμῳ, πεπρι‐ σμένα τὴν περιφέρειαν ὥσπερ τῆς ἀγρίας μήκωνος καὶ τὸν καυλὸν ὅμοιον, ἄνθος ὠχρόν· καρπὸν δὲ μικρόν, καμπύλον | |
5 | ὥσπερ κέρας, ὅμοιον τῷ τῆς τήλιδος, ὅθεν καὶ ἐπωνόμασται· σπέρμα δὲ μικρόν, μέλαν, ὅμοιον τῷ τῆς μήκωνος, ῥίζαν ἐξ ἐπιπολῆς φυομένην, μέλαιναν, παχεῖαν· φύεται ἐν παραθαλασ‐ σίοις τόποις καὶ τραχέσι. | |
4.65.2 | δύναμιν δὲ ἔχει ἡ μὲν ῥίζα ἑψηθεῖσα ἄχρι ἡμίσους ἐν ὕδατι καὶ ποθεῖσα ἰσχιάδας καὶ ἡπατικὰς διαθέσεις θεραπεύειν καὶ τοὺς παχέα ἢ ἀραχνιώδη οὐροῦντας ὠφελεῖν· τὸ δὲ σπέρμα πλῆθος ὀξυβάφου ποθὲν σὺν μελικράτῳ κοιλίαν ἐπιεικῶς κα‐ | |
5 | θαίρει. τὰ δὲ φύλλα καὶ τὰ ἄνθη ἐσχάρας περιρρήττει κατα‐ πλασθέντα σὺν ἐλαίῳ, ἐγχρισθέντα δὲ τὰ ἐπὶ κτηνῶν ἄργεμα καὶ νεφέλια ἀποκαθαίρει. ἔνιοι δὲ ἐπλανήθησαν νομίσαντες ἐκ ταύτης τὸ γλαύκιον γίνεσθαι διὰ τὴν τῶν φύλλων ἐμ‐ φέρειαν. | 222 in vol. 2 |
4.66.1 | μήκων ἀφρώδης, ὑπὸ δέ τινων Ἡρακλεία κληθεῖσα, καυλίον ἔχει σπιθαμιαῖον καὶ τὸ φύλλον σφόδρα μικρόν, στρου‐ θίῳ ἐοικὸς καὶ καρπὸν παρ’ αὐτῷ λευκόν—καὶ τὸ ὅλον δὲ βοτάνιον λευκόν ἐστι καὶ ἀφρῶδες—ῥίζαν δὲ λεπτήν, ἐπιπό‐ | |
5 | λαιον. ταύτης ὁ καρπὸς συλλέγεται, ὅταν τελείως ἁδρυνθῇ θέρους, καὶ ξηρανθεὶς ἀποτίθεται. καθαίρει δὲ δι’ ἐμέτων ὀξυβάφου πλῆθος σὺν μελικράτῳ λαμβανόμενος· ἰδίως δὲ ἡ τοιαύτη κάθαρσις ἐπιλημπτικοῖς | |
ἁρμόζει. | 223 in vol. 2 | |
4.67.1 | ὑπήκοον· φύεται μὲν ἐν τῷ σίτῳ καὶ ταῖς ἀρούραις, φύλλον ἔχον πηγάνῳ ὅμοιον, κλῶνας μικρούς. δύναμιν δὲ ἔχει ἀναλογοῦσαν τῷ τῆς μήκωνος ὀπῷ. | |
4.68.1 | ὑοσκύαμος, οἱ δὲ ἀδάμαντα καλοῦσι· θάμνος ἐστὶ καυλοὺς ἀνιεὶς παχεῖς, φύλλα πλατέα, ἐπιμήκη, ἐσχισμένα, μέλανα, δασέα· παρὰ δὲ τὸν καυλὸν ἐφεξῆς πεφύκασιν ὥσπερ ῥοᾶς κύτινοι πεφραγμένοι ἀσπιδίσκῃ, μεστοὶ σπέρματος ὥσπερ | 224 in vol. 2 |
5 | μήκωνος. ἔστι δὲ αὐτοῦ διαφορὰ τρισσή· ὁ μὲν γὰρ ἄνθη ὑποπόρφυρα φέρει, φύλλα μίλακι ὅμοια, σπέρμα μέλαν καὶ τοὺς κυτίνους σκληροὺς καὶ ἀκανθώδεις, ὁ δέ τις ἄνθη μηλινο‐ ειδῆ, φύλλα καὶ λοβοὺς ἁπαλώτερα, σπέρμα δὲ ὑπόξανθον | |
4.68.2 | ὥσπερ ἐρύσιμον. ἀμφότεροι δὲ οὗτοι μανιώδεις ὑπάρχουσι καὶ καρωτικοί, δύσχρηστοι. εὔχρηστος δὲ εἰς θεραπείαν ἠπιώτα‐ τος ὢν ὁ τρίτος, λιπαρὸς καὶ ἁπαλὸς καὶ χνοώδης, ἄνθη λευ‐ κὰ ἔχων καὶ τὸ σπέρμα λευκόν· φύεται παρὰ θαλάττῃ καὶ | |
5 | ἐν ἐρειπίοις. χρηστέον οὖν ἐστι τῷ λευκῷ· εἰ δὲ μὴ παρείη οὗτος, χρῆ‐ σθαι δεῖ τῷ ξανθῷ, τὸν δὲ μέλανα ἀποδοκιμάζειν ὡς χείρι‐ στον. χυλίζεται δὲ ὁ καρπὸς ἁπαλὸς καὶ τὰ φύλλα καὶ οἱ καυλοὶ κοπτόμενοι καὶ ἐκθλιβόμενοι, ἐν ἡλίῳ ξηραινομένου τοῦ ὑγροῦ· | |
4.68.3 | χρῆσις δὲ αὐτοῦ πρὸς ἐνιαυτὸν διὰ τὸ εὔσηπτον. χυλίζεται δὲ | |
αὐτοῦ καὶ τὸ σπέρμα κατ’ ἰδίαν κοπτόμενον ξηρὸν ὕδατος θερμοῦ παραχεομένου καὶ ἐκθλιβόμενον· ἔστι δὲ βέλτιον τοῦ ὀπίου τὸ χύλισμα καὶ ἀνωδυνώτερον. ἡ δὲ χλόη κοπεῖσα καὶ μιγεῖσα | 225 in vol. 2 | |
5 | σιτανίῳ ἀλεύρῳ ἀναπλάσσεται εἰς ἀρτίσκους καὶ ἀποτίθεται. ἁρμόζει δὲ τὸ πρῶτον χύλισμα καὶ τὸ ἀπὸ ξηροῦ τοῦ σπέρ‐ ματος εἰς κολλύρια ἀνώδυνα καὶ πρὸς ῥεῦμα δριμὺ καὶ θερμὸν καὶ ὠταλγίας καὶ τὰ περὶ ὑστέραν, σὺν ἀλεύροις δὲ ἢ ἀλφίτοις | |
4.68.4 | πρός τε ὀφθαλμῶν φλεγμονὰς καὶ ποδῶν καὶ τὰς ἄλλας 〈φλεγ‐ μονάσ〉· καὶ τὸ σπέρμα δὲ τὸ αὐτὸ παρέχεται, ποιοῦν καὶ πρὸς βῆχας καὶ κατάρρουν καὶ ῥεῦμα ὀφθαλμῶν καὶ περιωδυνίαν, πρός τε ῥοῦν γυναικεῖον καὶ τὰς ἄλλας αἱμορραγίας ὅσον ὀβολὸς σὺν | |
5 | μήκωνος σπέρματι καὶ μελικράτῳ ποθέν· ἁρμόζει καὶ πρὸς ποδά‐ γρας, ὄρχεις πεφυσημένους, μαστοὺς ἐν τοκετῷ ἐπαιρομένους λεῖον μετ’ οἴνου καταπλασσόμενον καὶ εἰς τὰ ἄλλα ἀνώδυνα κα‐ ταπλάσματα μείγνυται ὠφελίμως. καὶ τὰ ἀναπεπλασμένα φύλλα 〈δὲ〉 εἰς πάντα τὰ ἀνώδυνα καταπλάσματα εὔχρηστα, μειγνύμενα | |
10 | ἀλφίτοις καὶ καθ’ ἑαυτὰ καταπλασσόμενα, τὰ δὲ πρόσφατα φύλλα | |
4.68.5 | καταπλασθέντα ἀνωδυνώτατα πρὸς πάντα πόνον· τρία δὲ ἢ τέσσαρα ποθέντα σὺν οἴνῳ ἠπιάλους πυρετοὺς θεραπεύει, ἑψη‐ | |
θέντα δὲ ὡς λάχανα καὶ βρωθέντα τρυβλίου πλῆθος παρακο‐ πὴν ἐργάζεται. φασὶ δὲ ὅτι, ἐὰν ἕλκος ἔχοντά τις ἐν κόλῳ | 226 in vol. 2 | |
5 | ἐγκλύσῃ, τὸ αὐτὸ ἀπεργάζεται. ἡ δὲ ῥίζα μετ’ ὄξους ἑψηθεῖσα ὀδονταλγίας ἐστὶ διάκλυσμα. | |
4.69.1 | ψύλλιον· οἱ δὲ κυνοκέφαλον, Σικελοὶ δὲ κρυστάλλιον, οἱ δὲ κυνόμυιαν καλοῦσι· φύλλον ἔχει κορωνόποδι ὅμοιον, δασύ, κλῶνας δὲ σπιθαμιαίους· καὶ τὸ ὅλον δὲ βοτάνιον χορτῶδες. ἄρχεται δὲ αὐτοῦ ἡ κόμη ἀπὸ μέσου τοῦ καυλοῦ, κεφάλια δύο | |
5 | ἢ τρία ἐπ’ ἄκρου συνεστραμμένα, ἐν οἷς σπέρμα ψύλλοις ἐοι‐ κός, μέλαν, σκληρόν· φύεται ἐν ἀρούραις. | |
4.69.2 | δύναμιν δὲ ἔχει ψυκτικήν· ὠφελεῖ δὲ καταπλασσόμενον | |
ἀρθρίτιδας, παρωτίδας, φύματα, οἰδήματα, στρέμματα, κεφαλ‐ αλγίας μετὰ ῥοδίνου καὶ ὄξους καὶ ὕδατος, ἐντεροκήλας τε τὰς ἐπὶ παίδων καὶ ἐξομφάλους ὑγιάζει καταπλασσόμενον· δεῖ δὲ | 227 in vol. 2 | |
5 | ὀξυβάφου πλῆθος λεάναντας βρέχειν ἐν ὕδατος δυσὶ κοτύλαις καὶ ὅταν παγῇ τὸ ὕδωρ ἐπιπλάττειν· ψύχει δὲ ἱκανῶς. | |
4.70.1 | στρύχνον κηπαῖον· ἐδώδιμόν ἐστι. θαμνίσκος οὐ | |
μέγας, μασχάλας ἔχων πολλάς, φύλλα μέλανα, ὠκίμου μείζονα καὶ πλατύτερα, καρπὸς περιφερής, χλωρὸς ἢ μέλας· ἔγκιρρος δὲ γίνεται μετὰ τὸ πεπανθῆναι· ἀβλαβὴς δὲ ἡ βοτάνη πρὸς | 228 in vol. 2 | |
5 | γεῦσιν. δύναμιν δὲ ἔχει ψυκτικήν, ὅθεν τὰ φύλλα καταπλασσόμενα ἁρμόζει πρὸς ἐρυσιπέλατα καὶ ἕρπητας μετὰ πάλης ἀλφίτου, καθ’ ἑαυτὰ δὲ ἐπιτιθέμενα λεῖα αἰγίλωπας θεραπεύει καὶ κεφαλαλγίας καὶ στομάχῳ καυσουμένῳ βοηθεῖ, παρωτίδας τε | |
4.70.2 | διαφορεῖ σὺν ἁλσὶ λεῖα καταπλασσόμενα. καὶ ὁ χυλὸς δὲ αὐτοῦ ποιεῖ πρὸς ἐρυσιπέλατα καὶ ἕρπητας σὺν ψιμυθίῳ καὶ λιθαρ‐ γύρῳ καὶ ῥοδίνῳ, πρὸς αἰγιλώπια δὲ σὺν ἄρτῳ· ἁρμόζει καὶ σειριῶσι παιδίοις σὺν ῥοδίνῳ ἐμβρεχόμενος. μείγνυται δὲ καὶ | |
5 | κολλυρίοις ἀντὶ ὕδατος ἢ ᾠοῦ τοῖς πρὸς ῥεύματα δριμέα εἰς τὰς ἐγχρίσεις, ὠφελεῖ καὶ ὠταλγίας ἐνσταγείς· ἴσχει δὲ καὶ ῥοῦν γυναικεῖον ἐν ἐρίῳ προστεθείς. | |
4.71.1 | ἔστι δὲ καὶ ἕτερον στρύχνον, ὃ ἰδίως ἁλικάκκαβον | |
καλοῦσι, φύλλοις ὅμοιον τῷ προειρημένῳ, πλατύτερον μέντοι· οἱ καυλοὶ δὲ αὐτοῦ μετὰ τὸ αὐξηθῆναι χαμαικλινεῖς γίνονται. καρ‐ πὸν δ’ ἔχει ἐν θυλακίοις περιφερέσιν, ὁμοίοις φύσαις, πυρρόν, | 229 in vol. 2 | |
5 | περιφερῆ, λεῖον, ὡς ῥᾶγα σταφυλῆς, ᾧ καὶ οἱ στεφανοπλόκοι χρῶνται καταπλέκοντες τοῖς στεφάνοις. δύναμιν δὲ ἔχει καὶ χρῆσιν τὴν αὐτὴν τῷ προειρημένῳ κηπευτῷ στρύχνῳ χωρὶς τοῦ βιβρώσκεσθαι. δύναται δὲ ὁ καρ‐ πὸς τούτου πινόμενος ἴκτερον ἀποκαθαίρειν οὐρητικὸς ὤν· καὶ | |
10 | χυλίζεται δὲ ἀμφοτέρων ἡ πόα καὶ ξηραίνεται ἐν σκιᾷ εἰς ἀπό‐ θεσιν· ποιεῖ δὲ πρὸς τὰ αὐτά. | |
4.72.1 | στρύχνον ὑπνωτικόν, οἱ δὲ ἁλικάκκαβον, οἱ δὲ κακ‐ καλίαν καλοῦσι· θάμνος ἐστὶ κλάδους ἔχων πολλούς, πυκνούς, στελεχώδεις, δυσθραύστους, φύλλων πλήρεις λιπαρῶν, ἐμφερῶν | |
μηλέᾳ κυδωνίᾳ, ἄνθος ἐρυθρόν, εὐμέγεθες, καρπὸν ἐν λοβοῖς | 230 in vol. 2 | |
5 | κροκίζοντα, ῥίζαν φλοιὸν ἔχουσαν ὑπέρυθρον, εὐμεγέθη· φύεται ἐν πετρώδεσι τόποις. | |
4.72.2 | ταύτης ὁ φλοιὸς τῆς ῥίζης ἐν οἴνῳ ποθεὶς δραχμῆς μιᾶς ὁλκὴ ὑπνωτικὴν ἔχει δύναμιν τοῦ ὀποῦ τῆς μήκωνος ἐπιει‐ κεστέραν, ὁ δὲ καρπὸς οὐρητικός ἐστιν ἄγαν· δίδονται δὲ ὑδρω‐ πικοῖς κόρυμβοι ὡς δώδεκα, πλείονες δὲ ποθέντες ἔκστασιν | |
5 | ἐργάζονται· βοηθοῦνται δὲ μελικράτῳ πολλῷ πινομένῳ. μείγνυ‐ ται καὶ ἀνωδύνοις ὁ φλοιὸς αὐτῆς καὶ τροχίσκοις, ἐναφεψηθεὶς δὲ οἴνῳ καὶ διακρατούμενος ὀδονταλγίαις ἀρήγει. ὁ δὲ χυλὸς τῆς ῥίζης ἀμβλυωπίας μετὰ μέλιτος ἐγχρισθεὶς παραιτεῖται. | |
4.73.1 | στρύχνον μανικόν, ὃ ἔνιοι πέρσειον, οἱ δὲ περισσόν, οἱ δὲ ἄνυδρον, οἱ δὲ πεντόδρυον, οἱ δὲ ἔνορυ, οἱ δὲ θρύον, οἱ δὲ ὀρθόγυιον ἐκάλεσαν· τούτου τὸ μὲν φύλλον ἐστὶν εὐζώμῳ παραπλήσιον, μεῖζον δὲ πρὸς τὸ τῆς ἀκάνθης μᾶλλον, ἥτις καὶ | 231 in vol. 2 |
5 | παιδέρως καλεῖται· καυλοὺς δὲ ἀνίησιν ἀπὸ τῆς 〈αὐτῆσ〉 ῥίζης ὑπερφυεῖς, δέκα ἢ δώδεκα, ὕψος ὀργυιᾶς ἔχοντας, κεφαλὴν ἐπι‐ κειμένην ὥσπερ ἐλαίαν, δασυτέραν δὲ ὥσπερ πλατάνου σφαῖραν, | |
4.73.2 | μείζω δὲ καὶ πλατυτέραν, ἄνθος δὲ μέλαν· μετὰ δὲ τοῦτο καρ‐ πὸν ἴσχει βοτρυοειδῆ, στρογγύλον, μέλανα, —ῥᾶγας 〈δὲ〉 δέκα ἢ δώδεκα ὁμοίας κισσοῦ κορύμβοις—μαλακὸν ὡσπερεὶ σταφυλήν· ῥίζα δ’ ὕπεστι λευκή, παχεῖα, κοίλη, ὡς πήχεως· φύεται ἐν | |
5 | ὀρεινοῖς χωρίοις καὶ προσηνέμοις καὶ πλατανῶσι. δύναμιν δὲ ἔχει ἡ ῥίζα πινομένη μετ’ οἴνου δραχμῆς μιᾶς πλῆθος φαντασίας ἀποτελεῖν οὐκ ἀηδεῖς, δύο δὲ δραχμαὶ πο‐ θεῖσαι ἐξιστάνουσιν ἄχρι τριῶν ἡμερῶν, τέσσαρες δὲ ποθεῖσαι καὶ ἀναιροῦσιν· ἀντιφάρμακον δ’ ἐστὶν αὐτοῦ μελίκρατον πολὺ | |
10 | πινόμενον καὶ ἐξεμούμενον. | 232 in vol. 2 |
4.74.1 | δορύκνιον, ὃ Κρατεύας ἁλικάκκαβον ἢ καλλέαν καλεῖ. θάμνος ὅμοιος ἐλαίᾳ ἀρτιφυεῖ, κλῶνας ἔχων ἐλάσσονας πήχεως, φύλλα δὲ τῷ χρώματι ἐλαίᾳ παραπλήσια, μικρότερα δὲ καὶ στενότερα καὶ τραχέα ἰσχυρῶς, ἄνθος λευκόν· ἐπ’ ἄκρου δὲ | |
5 | ἔχει πυκνὰ θυλάκια ὥσπερ ἐρεβίνθου, ἐν οἷς σπερμάτια στρογ‐ γύλα, πέντε ἢ ἕξ, ὅσον ὄροβοι μικροί, λεῖα, ἰσχυρὰ καὶ ποικίλα, ῥίζαν πάχος δακτύλου, μῆκος δὲ πήχεως· φύεται ἐν πέτραις οὐ πόρρω θαλάσσης. δοκεῖ δὲ καὶ τοῦτο ὑπνωτικὸν εἶναι, πλεονασθὲν δὲ ἀναι‐ | |
10 | ρεῖν. φασὶ δέ τινες καὶ τὸ σπέρμα αὐτοῦ εἰς φίλτρα λαμβάνεσθαι. | |
4.75.1 | μανδραγόρας· οἱ δὲ ἀντίμιμον, οἱ δὲ βομβόχυλον, οἱ δὲ Κιρκαίαν[, οἱ δὲ Διρκαίαν] καλοῦσιν, ἐπειδὴ δοκεῖ ἡ ῥίζα φίλτρων εἶναι ποιητική. ἔστι δ’ αὐτοῦ ὁ μέν τις θῆλυς, ὁ μέλας, θριδακίας καλούμενος, φύλλα ἔχων στενότερα καὶ μι‐ | |
5 | κρότερα θρίδακος, βρωμώδη καὶ βαρέα κατὰ τὴν ὀσμήν, κεχυ‐ | |
μένα δὲ ἐπὶ γῆς, καὶ παρ’ αὐτὰ μῆλα οὔοις ἐμφερῆ, ὠχρά, εὐώδη, ἐν οἷς καρπὸς ὥσπερ ἀπίου· ῥίζαι εὐμεγέθεις, δύο ἢ τρεῖς, ἀντεμπεπλεγμέναι ἀλλήλαις, μέλαιναι κατὰ τὴν ἐπιφάνειαν, | 233 in vol. 2 | |
4.75.2 | ἔνδοθεν δὲ λευκαὶ καὶ παχύφλοιοι· καυλὸν δὲ οὐ φέρει. τοῦ δὲ ἄρρενος καὶ λευκοῦ, ὃν ἔνιοι μώριον ἐκάλεσαν, φύλλα ἐστὶ λευκά, μεγάλα, πλατέα, λεῖα, καθάπερ τεύτλου· τὰ δὲ μῆλα διπλάσια, κροκίζοντα τὴν χρόαν, εὐώδη μετὰ βάρους τινός, ἃ | |
5 | καὶ ἐσθίουσιν οἱ ποιμένες, ποσῶς δὲ ὑποκαροῦνται· ῥίζα δὲ ὁμοία τῇ πρὸ αὐτῆς, μείζων δὲ καὶ λευκοτέρα· ἄκαυλος δὲ καὶ | |
οὗτος. χυλίζεται δὲ ὁ φλοιὸς τῆς ῥίζης χλωρὸς κοπεὶς καὶ ὑποτε‐ θεὶς πιεστηρίῳ· δεήσει δὲ ἡλιάσαντας μετὰ τὸ συστραφῆναι | 234 in vol. 2 | |
4.75.3 | ἀποτίθεσθαι ἐν ὀστρακίνῳ ἀγγείῳ. χυλίζεται δὲ καὶ τὰ μῆλα ὁμοίως, ἀνειμένον δὲ γίνεται τὸ ἐξ αὐτῶν χύλισμα· καὶ ὁ φλοιὸς δὲ τῆς ῥίζης περιαιρεθεὶς καὶ διαβληθεὶς λίνῳ κρέμαται εἰς ἀπόθεσιν. ἔνιοι δὲ καθέψουσιν οἴνῳ τὰς ῥίζας ἄχρι τρίτου | |
5 | καὶ διυλίσαντες ἀποτίθενται, χρώμενοι ἐπὶ τῶν ἀγρυπνούντων καὶ περιοδυνώντων κυάθῳ ἑνὶ καὶ ἐφ’ ὧν βούλονται ἀναισθη‐ σίαν τεμνομένων ἢ καιομένων ποιῆσαι. ὁ δὲ ὀπὸς ποθεὶς ὀβολῶν δυεῖν ὁλκῆς πλῆθος σὺν μελι‐ κράτῳ ἄγει ἄνω φλέγμα καὶ χολὴν ὡς ἐλλέβορος, πλείων δὲ | |
4.75.4 | ποθεὶς ἐξάγει τοῦ ζῆν. μείγνυται καὶ εἰς τὰς ὀφθαλμικὰς καὶ ἀνωδύνους δυνάμεις καὶ πεσσοῖς μαλακτικοῖς· καθ’ ἑαυτὸν δὲ ὅσον ἡμιωβόλιον προστεθεὶς ἔμμηνα καὶ ἔμβρυα ἄγει, δακτυλίῳ τε ἀντὶ βαλανίου προστεθεὶς ὕπνον ποιεῖ. μαλάσσειν δὲ καὶ | |
5 | ἐλέφαντα λέγεται ἡ ῥίζα συνεψομένη αὐτῷ ἐπὶ ὥρας ἓξ καὶ | |
εὔπλαστον αὐτὸν εἰς ὃ ἄν τις βουληθῇ σχῆμα παρασκευάζειν. τὰ δὲ φύλλα πρόσφατα ἁρμόζει πρός τε ὀφθαλμῶν φλεγμονὰς καὶ τὰς ἐπὶ τῶν ἑλκῶν μετ’ ἀλφίτου καταπλασσόμενα· διαφορεῖ δὲ καὶ πᾶσαν σκληρίαν καὶ ἀποστήματα, χοιράδας, φύματα, | 235 in vol. 2 | |
10 | παρατριβόμενά τε ἡσυχῆ ἐπὶ ἡμέρας πέντε ἢ ἓξ στίγματα ἄνευ ἕλκους ἀφανίζει· καὶ ταριχευόμενα δὲ τὰ φύλλα ἀποτίθεται | |
4.75.5 | πρὸς τὰς αὐτὰς χρείας. ἡ δὲ ῥίζα λεία σὺν ὄξει ἐρυσιπέλατα ἰᾶται, πρὸς δὲ ἑρπετῶν πληγὰς σὺν μέλιτι ἢ ἐλαίῳ 〈ποιεῖ〉, σὺν ὕδατι δὲ χοιράδας καὶ φύματα διαχεῖ καὶ ἄρθρων πόνους παύει μετ’ ἀλφίτων. σκευάζεται δὲ καὶ δίχα ἑψήσεως οἶνος ἐκ τοῦ | |
5 | φλοιοῦ τῆς ῥίζης· δεῖ δὲ ἐμβάλλειν μνᾶς τρεῖς εἰς μετρητὴν οἴνου γλυκέος διδόναι τε ἐξ αὐτοῦ κυάθους τρεῖς τοῖς μέλλουσι τέμνεσθαι ἢ καίεσθαι, ὡς προείρηται· οὐ γὰρ ἀντιλαμβάνονται | |
4.75.6 | τοῦ ἀλγήματος διὰ τὸ καταφέρεσθαι. τὰ δὲ μῆλα ἐσθιόμενα καὶ ὀσφραινόμενα καρωτικὰ καὶ ὁ ἐξ αὐτῶν χυλός· πλεονασθέντα δὲ καὶ ἀφώνους ποιεῖ. τὸ δὲ σπέρμα τῶν μήλων ποθὲν ὑστέ‐ ραν καθαίρει, προστεθὲν δὲ μετὰ θείου ἀπύρου ῥοῦν ἵστησιν | |
5 | ἐρυθρόν. ὀπίζεται δὲ περιχαρασσομένης τῆς ῥίζης θολοειδῶς καὶ τοῦ συρρέοντος εἰς τὴν κοιλότητα συλλεγομένου· ἔστι δὲ ἐνεργέστερος τοῦ ὀποῦ ὁ χυλός. οὐκ ἐν παντὶ δὲ τόπῳ φέρουσιν ὀπὸν αἱ ῥίζαι· ὑποδείκνυσι δὲ τὸ τοιοῦτον ἡ πεῖρα. | |
4.75.7 | ἱστοροῦσι δέ τινες καὶ ἑτέραν μώριον φυομένην ἐν παλι‐ σκίοις καὶ περὶ τὰ ἄντρα, φύλλα ἔχουσαν ὅμοια τῷ λευκῷ μαν‐ δραγόρᾳ, μικρότερα δὲ ὡς σπιθαμιαῖα, λευκά, κύκλῳ περὶ τὴν ῥίζαν, οὖσαν ἁπαλὴν καὶ λευκήν, μικρῷ μείζονα σπιθαμῆς, πά‐ | 236 in vol. 2 |
5 | χος δακτύλου μεγάλου, ἥν φασι πινομένην ὅσον δραχμὴν μίαν ἢ μετ’ ἀλφίτου ἐσθιομένην ἐν μάζῃ ἢ ὄψῳ ἀπομωροῦν· κα‐ θεύδει γὰρ ὁ ἄνθρωπος ἐν ᾧπερ ἂν φάγῃ σχήματι αἰσθανό‐ μενος οὐδενὸς ἐπὶ ὥρας τρεῖς ἢ τέσσαρας, ἀφ’ οὗ ἂν προσε‐ νέγκηται. χρῶνται δὲ καὶ ταύτῃ οἱ ἰατροί, ὅταν τέμνειν ἢ καίειν | |
10 | μέλλωσι· φασὶ δὲ καὶ ἀντίδοτον εἶναι τὴν ῥίζαν πινομένην μετὰ στρύχνου τοῦ καλουμένου μανικοῦ. | |
4.76.1 | ἀκόνιτον, οἱ δὲ παρδαλιαγχές, οἱ δὲ κάμμαρον, οἱ δὲ θηλυφόνον, οἱ δὲ κυνοκτόνον, οἱ δὲ μυοκτόνον· φύλλα | |
ἔχει τρία ἢ τέσσαρα, ὅμοια κυκλαμίνῳ ἢ σικύῳ, μικρότερα δέ, ὑποτραχέα· καυλὸς δὲ σπιθαμῆς, ῥίζα ὁμοία σκορπίου οὐρᾷ, | 237 in vol. 2 | |
5 | στίλβουσα ἀλαβαστροειδῶς. τούτου τὴν ῥίζαν φασὶ προσαχθεῖσαν σκορπίῳ παραλύειν αὐτόν, διεγείρεσθαι δὲ πάλιν ἐλλεβόρου 〈λευκοῦ〉 προστεθέντος· μείγνυται δὲ καὶ ὀφθαλμικαῖς ἀνωδύνοις δυνάμεσι, κτείνει δὲ καὶ παρδάλεις καὶ σῦς καὶ λύκους καὶ πᾶν θηρίον κρεαδίοις | |
10 | ἐντιθέμενον καὶ παραβαλλόμενον. | |
4.77.1 | ἀκόνιτον ἕτερον, ὃ ἔνιοι λυκοκτόνον καλοῦσι· γεννᾶ‐ ται μὲν πλεῖστον ἐν Ἰταλίᾳ ἐν τοῖς καλουμένοις Οὐηστίνοις | |
ὄρεσι διαφέρον τοῦ πρὸ αὐτοῦ. φύλλα δὲ ἔχει ὅμοια πλατάνῳ, μᾶλλον δὲ ἐπεσχισμένα καὶ μικρότερα πολλῷ καὶ μελάντερα, | 238 in vol. 2 | |
5 | καυλὸν δὲ καθάπερ πτέριδος μόσχον, ψιλόν, ὕψος πήχεως ἢ καὶ μείζω· καρπὸν δὲ ἐν λοβοῖς ἐπιμήκεσι ποσῶς, ῥίζας ὥσπερ πλεκτάνας καρίδων μελαίνας, αἷς χρῶνται πρὸς τὰς τῶν λύκων θήρας ἐντιθέντες κρέασιν ὠμοῖς· βρωθεῖσαι γὰρ ὑπὸ τῶν λύ‐ κων ἀναιροῦσιν αὐτούς. | |
4.78.1 | κώνειον· καυλὸν ἀνίησι γονατώδη ὡς μάραθον, μέ‐ | |
γαν, φύλλα δὲ νάρθηκι ἐμφερῆ, στενότερα δὲ καὶ βαρύοσμα· ἐπ’ ἄκρῳ δὲ ἀποφύσεις καὶ σκιάδια ἀνθῶν ὑπολεύκων, σπέρμα ἐμφερὲς ἀνήσσῳ, λευκότερον δέ, ῥίζα κοίλη καὶ οὐ βαθεῖα. | 239 in vol. 2 | |
5 | ἔστι δὲ καὶ αὐτὸ τῶν φθαρτικῶν κατὰ ψύξιν ἀναιροῦν· βοηθεῖται δὲ ἀκράτῳ. χυλίζεται δὲ ἄκρα ἡ κόμη πρὸ τοῦ ξη‐ ρανθῆναι τὸ σπέρμα καὶ ἐκθλίβεται κοπτομένη συστρέφεταί τε | |
4.78.2 | ἐν ἡλίῳ. ἔστι δὲ πολύχρηστον εἰς τὴν ὑγιαστικὴν χρῆσιν ξη‐ ρανθέν, μειγνύμενον ἐπιτηδείως τοῖς ἀνωδύνοις κολλυρίοις, τὸ χύλισμα, ἕρπητάς τε καὶ ἐρυσιπέλατα καταπλασθὲν σβέννυσιν. ἡ δὲ πόα καὶ ἡ κόμη λεῖα καταπλασσόμενα 〈ἐπὶ〉 τῶν διδύμων | |
5 | ὀνειρώττουσι βοηθεῖ· παρίησι δὲ καὶ αἰδοῖα καταπλασθέντα καὶ γάλα σβέννυσι, μαστούς τε ἐν παρθενίᾳ κωλύει αὔξεσθαι καὶ διδύμους ἀτρόφους ποιεῖ ἐπὶ παίδων. ἐνεργέστατον δ’ ἐστὶ τὸ Κρητικὸν καὶ Μεγαρικὸν καὶ Ἀττικὸν καὶ τὸ ἐν τῇ Χίῳ | |
καὶ Κιλικίᾳ γεννώμενον. | 240 in vol. 2 | |
4.79.1 | σμῖλαξ· οἱ δὲ σμῖλον, [οἱ δὲ τιθύμαλλον,] Ῥωμαῖοι δὲ τάξον καλοῦσι· δένδρον ἐστὶν ἐλάτῃ παραπλήσιον φύλλοις καὶ μεγέθει, ἐν Ἰταλίᾳ καὶ ἐν Ναρβωνίᾳ τῇ κατὰ τὴν Σπανίαν φυόμενον. τοῦ δ’ ἐν Ἰταλίᾳ γεννωμένου τὸν καρπὸν ὀρνύφια | |
5 | ἐσθίοντα πνίγεται, ἄνθρωποι δὲ προσενεγκάμενοι διαρροίαις περιπίπτουσι. τὸ δ’ ἐν τῇ Ναρβωνίᾳ τοσαύτης μετέχει δυνά‐ μεως, ὡς καὶ ἐκ τῆς σκιᾶς τοὺς ὑποκαθίσαντας ἢ κοιμηθέντας βλάπτεσθαι, πολλάκις δὲ καὶ θνῄσκειν. ἱστορεῖται δὲ περὶ αὐτῆς χάριν τοῦ προφυλάσσεσθαι. | |
4.80.1 | ἀπόκυνον, οἱ δὲ κύναγχον, οἱ δὲ παρδαλιαγχές, οἱ δὲ κυνόμορον, οἱ δὲ κυνοκράμβην καλοῦσιν· ἔρνος ἐστὶ ῥάβδους ἔχον μακράς, λυγώδεις, δυσθραύστους, φύλλα κισσῷ ὅμοια, | |
μαλακώτερα δὲ καὶ ὀξύτερα κατ’ ἄκρον, βαρύοσμα, ὑπόγλισχρα, | 241 in vol. 2 | |
5 | ὀποῦ μεστὰ μηλίνου· καρπὸς δὲ ὡς λοβὸς κυάμου, περὶ δακτύ‐ λου τὸ μῆκος, θυλακώδης, ἐν ᾧ σπερμάτια μικρά, σκληρά, μέλανα. ταύτης τὰ φύλλα σὺν στέατι ἀρτοποιηθέντα καὶ παρα‐ βληθέντα κτείνει κύνας, λύκους, ἀλώπεκας καὶ παρδάλεις· παρα‐ χρῆμα δὲ παραλύει αὐτῶν τὰ ἴσχια. | |
4.81.1 | νήριον· οἱ δὲ ῥοδόδενδρον, οἱ δὲ ῥοδοδάφνην καλοῦσι. γνώριμος θάμνος, ἀμυγδαλῆς μακρότερα καὶ παχύτερα [καὶ τρα‐ χύτερα] τὰ φύλλα ἔχων, τὸ δὲ ἄνθος ῥοδοειδές, καρπὸν ὡς κέρας, ἀνεῳγμένον πλήρη ἐριώδους φύσεως, ὁμοίας τοῖς ἀκανθίνοις | |
5 | πάπποις· ῥίζα δὲ ἄποξυς καὶ μακρά, γευσαμένῳ ἁλμυρά· φύεται ἐν παραδείσοις καὶ παραθαλασσίοις τόποις [καὶ παρα‐ | |
ποταμίοις]. | 242 in vol. 2 | |
4.81.2 | δύναμιν δὲ ἔχει τὸ ἄνθος καὶ τὰ φύλλα κυνῶν μὲν καὶ ὄνων καὶ ἡμιόνων καὶ τῶν πλείστων τετραπόδων φθαρτικήν, ἀνθρώπων δὲ σῳστικὴν πινόμενα σὺν οἴνῳ πρὸς θηρίων δήγ‐ ματα καὶ μᾶλλον εἰ πηγάνου 〈τι〉 παραμίξειας. τὰ δὲ ἀσθενέ‐ | |
5 | στερα τῶν ζῴων, ὡς αἶγες καὶ πρόβατα, κἂν τὸ ἀπόβρεγμα αὐτῶν πίῃ, ἀποθνῄσκει. | |
4.82.1 | μυκήτων διαφορὰ δισσή· ἢ γὰρ βρώσιμοί εἰσιν ἢ φθαρ‐ τικοί. παρὰ πολλὰς δὲ αἰτίας γίνονται τοιοῦτοι· ἢ γὰρ ἥλοις κατιωμένοις ἢ ῥάκεσι σεσηπόσιν ἢ ἑρπετῶν φωλεοῖς παρα‐ φύονται ἢ δένδρεσιν ἰδίως βλαπτικοῖς. ἔχουσι δὲ καὶ γλινώδη | |
5 | οἱ τοιοῦτοι ἐπίπαγον, κατατεθέντες δὲ μετὰ τὸ ἀφαιρεθῆναι ταχέως διαφθείρονται σηπόμενοι· οἱ δὲ μὴ τοιοῦτοι, ζωμο‐ ποιοὶ ἡδεῖς. πλεονασθέντες μέντοι καὶ οὗτοι βλάπτουσι δυσ‐ | |
4.82.2 | πεπτούμενοι, πνίγοντες ἢ χολέραν ἐπάγοντες. βοηθοῦνται δὲ πάντες ποτιζόμενοι νίτρῳ καὶ ἐλαίῳ ἢ κονίᾳ μετ’ ὀξάλμης ἢ | |
θύμβρας ἀποζέματι ἢ ὀριγάνῳ ἢ ὀρνιθείᾳ κόπρῳ μετ’ ὄξους πινομένῃ ἢ μέλιτι πολλῷ ἐκλειχομένῳ. τρόφιμοι δέ εἰσι καὶ | 243 in vol. 2 | |
5 | δυσδιάλυτοι· ὁλοσχερεῖς δὲ ὡς ἐπὶ τὸ πολὺ σὺν τοῖς περιττώ‐ μασιν ἀποδίδονται. | |
4.83.1 | Κολχικόν· οἱ δὲ βολβὸν ἄγριον, οἱ δὲ ἐφήμερον καλοῦσι. λήγοντος τοῦ φθινοπώρου ἀνίησιν ἄνθος λευκόν, ὅμοιον κρόκου ἄνθει, ὕστερον δὲ τὰ φύλλα φέρει βολβῷ παραπλήσια, λιπα‐ ρώτερα 〈δέ〉, καυλὸν σπιθαμιαῖον, καρπὸν ἔχοντα πυρρόν, ῥίζαν | |
5 | φλοιὸν ἔχουσαν ἔγκιρρον ἐν τῷ μέλανι, ἥτις λεπιζομένη λευκὴ καὶ ἁπαλὴ καὶ γλυκεῖα καὶ ὀποῦ μεστὴ εὑρίσκεται· ἔχει δὲ ὁ | |
4.83.2 | βολβὸς διάφυσιν μέσην, καθ’ ἣν τὸ ἄνθος ἀφίησι. γεννᾶται δὲ πλείστη ἐν Κόλχοις καὶ ἐν τῇ Μεσσηνίᾳ. βρωθεῖσα δὲ κτείνει κατὰ πνιγμὸν ὁμοίως 〈τοῖσ〉 μύκησιν. ἀνεγράψαμεν δὲ αὐτήν, ἵνα μὴ λάθῃ βρωθεῖσα ἀντὶ βολβοῦ· | |
5 | παραδόξως γάρ ἐστιν ἐπακτικὴ διὰ τὴν ἡδονὴν τοῖς ἀπείροις. βοηθεῖ δὲ τοῖς φαγοῦσιν ὅσα καὶ τοῖς μύκησι, καὶ γάλα δὲ βόειον πινόμενον, ὥσθ’ ὅταν παρῇ τοῦτο, μηδενὸς ἄλλου δεῖ‐ σθαι βοηθήματος. | |
4.84.1 | ἐφήμερον· ἄλλοι δὲ ἶριν ἀγρίαν. τὰ φύλλα καὶ 〈τὸν〉 καυλὸν ὅμοια ἔχει κρίνῳ, λεπτότερα δέ, ἄνθη λευκά, μικρά, καρ‐ πὸν δὲ μαλακόν. ῥίζα δὲ ὕπεστι δακτύλου τὸ πάχος μία, μακρά, στυπτική, εὐώδης· φύεται ἐν δρυμοῖς καὶ παλισκίοις 〈τόποισ〉. | 244 in vol. 2 |
5 | τούτου ἡ μὲν ῥίζα ὀδονταλγίας ἐστὶ φάρμακον διακλυζο‐ μένη, τὰ δὲ φύλλα ἐν οἴνῳ ἑψηθέντα καὶ καταπλασθέντα οἰδή‐ ματα καὶ φύματα διαφορεῖ μήπω πύον ἔχοντα. | |
4.85.1 | ἑλξίνη· οἱ δὲ παρθένιον, οἱ δὲ περδίκιον, οἱ δὲ σιδηρῖ‐ τιν, οἱ δὲ Ἡρακλείαν, οἱ δὲ ὑγιεινὴν ἀγρίαν, οἱ δὲ κλύβατιν, οἱ δὲ πολυώνυμον καλοῦσι· φύεται περὶ θριγκοῖς καὶ τοίχοις. καυλία δέ ἐστι λεπτά, ὑπέρυθρα, φύλλα ὅμοια λινοζώστει, | |
5 | δασέα· περὶ δὲ τοὺς καυλοὺς οἱονεὶ σπερμάτια τραχέα, ἀντι‐ | |
λαμβανόμενα τῶν ἱματίων. δύναμιν δὲ ἔχει τὰ φύλλα ψυκτικήν, στυπτικήν, ὅθεν κατα‐ πλασσόμενα ἰᾶται ἐρυσιπέλατα, κονδυλώματα, κατακαύματα, | 245 in vol. 2 | |
4.85.2 | φύγεθλα ἀρχόμενα καὶ πᾶσαν φλεγμονὴν καὶ οἰδήματα. ὁ δὲ χυλὸς αὐτῆς μιγεὶς ψιμυθίῳ ἐρυσιπέλατα καὶ ἕρπητας ὠφελεῖ καταχριόμενος καὶ ποδάγρας σὺν κηρωτῇ κυπρίνῃ ἀναλημφθεὶς ἢ τραγείῳ στέατι· ὠφελεῖ καὶ βήττοντας χρονίως ὁ χυλὸς καταρ‐ | |
5 | ροφούμενος ὡς κύαθος, καὶ παρισθμίοις φλεγμαίνουσιν ἀνα‐ γαργάρισμα καὶ διάχρισμα ὠφέλιμον καὶ ὠταλγίαις σὺν ῥοδίνῳ ἐγχεόμενος. | |
4.86.1 | ἀλσίνη· οἱ δὲ μυὸς ὦτα ἀπὸ τοῦ ὅμοια ἔχειν φύλλα μυὸς ὠτίοις, ἀλσίνη δὲ διὰ τὸ σκιεροὺς καὶ ἀλσώδεις φιλεῖν τόπους. πόα ὁμοία ἑλξίνῃ, ταπεινοτέρα δὲ καὶ μικροφυλλοτέρα | |
καὶ οὐ δασεῖα, διατριφθεῖσά τε σικύων ὄζει. | 246 in vol. 2 | |
5 | δύναμιν δὲ ἔχει ψυκτικήν, στυπτικήν, ἁρμόζουσαν πρὸς φλεγμονὰς ὀφθαλμῶν μετ’ ἀλφίτου καταπλασσομένη, καὶ πρὸς ὤτων πόνον ὁ χυλὸς αὐτῆς ἐνσταζόμενος· καὶ καθόλου δύναται τὰ αὐτὰ τῇ ἑλξίνῃ. | |
4.87.1 | φακὸς ὁ ἐπὶ τῶν τελμάτων, εὑρισκόμενος ἐπὶ τῶν στασίμων ὑδάτων, βρύον ὂν ὅμοιον φακῷ, ψῦχον τῇ δυνάμει, πά‐ σαις φλεγμοναῖς καὶ ἐρυσιπέλασι καὶ ποδάγραις ἁρμόζει κατα‐ πλασσόμενος καθ’ ἑαυτόν τε καὶ σὺν ἀλφίτῳ. παρακολλᾷ δὲ | |
5 | καὶ ἐντεροκήλας τὰς ἐπὶ παίδων. | |
4.88.1 | ἀείζῳον μέγα· ὠνόμασται διὰ τὸ ἀειθαλὲς τῶν φύλ‐ λων, οἱ δὲ βούφθαλμον, οἱ δὲ ζῳόφθαλμον, οἱ δὲ στέργηθρον, οἱ δὲ ἀμβροσίαν καλοῦσιν. ἀνίησι καυλοὺς πηχυαίους ἢ καὶ μείζονας, πάχος δακτύλου μεγάλου, λιπαρούς, εὐθαλεῖς, ἐντομὰς ἔχοντας | |
5 | ὥσπερ τοῦ χαρακίου τιθυμάλλου· φύλλα δὲ λιπαρά, μέγεθος δακτύλου μεγάλου, γλωττοειδῆ κατὰ τὸ ἄκρον· καὶ τὰ μὲν κατω‐ τέρω τῶν φύλλων ὑπτιούμενα, τὰ δὲ κατὰ τὴν κεφαλὴν προσ‐ εσταλμένα ἐπ’ ἄλληλα, κύκλον ὀφθαλμοειδῆ περιγράφοντα. φύεται δὲ ἐν τόποις ὀρεινοῖς καὶ ἐν ὀστράκοις· ἔνιοι φυτεύ‐ | 247 in vol. 2 |
10 | ουσιν αὐτὸ ἐπὶ τῶν οἰκημάτων. | |
4.88.2 | δύναμιν δὲ ἔχει ψυκτικήν, στύφουσαν, ποιοῦσαν πρὸς ἐρυσι‐ πέλατα, ἕρπητας, νομάς, ὀφθαλμῶν φλεγμονάς, πυρίκαυτα, ποδάγρας καταπλασσόμενα τὰ φύλλα καθ’ ἑαυτά τε καὶ μετὰ ἀλφίτων. ὁ δὲ χυλὸς μετὰ ῥοδίνου πρὸς κεφαλαλγίας ἐμβρέχε‐ | |
5 | ται καὶ φαλαγγιοδήκτοις ἐν ποτῷ δίδοται καὶ διαρροιζομένοις καὶ δυσεντερικοῖς, στρογγύλας τε ἕλμεις ἐκτινάσσει σὺν οἴνῳ ποθείς· ἵστησι καὶ ῥοῦν γυναικεῖον ἐν προσθέτῳ. ἐγχρίεται δὲ | |
ὁ χυλὸς καὶ ἐπὶ τῶν ὀφθαλμιώντων ὠφελίμως. | 248 in vol. 2 | |
4.89.1 | ἀείζῳον τὸ μικρόν· φύεται ἐν τοίχοις καὶ πέτραις καὶ θριγκοῖς καὶ τάφοις ὑποσκίοις. καυλία ἀπὸ μιᾶς ῥίζης πολλά, περίπλεα φυλλαρίων περιφερῶν, λιπαρῶν, μικρῶν, ὀξέων ἐπ’ ἄκρου· ἀνίησι δὲ καὶ καυλὸν ἐν μέσῳ περὶ σπιθαμὴν τὸ μέγε‐ | |
5 | θος, ἔχοντα σκιάδιον καὶ ἄνθη χλωρὰ καὶ λεπτά. τούτου τὰ φύλλα δύναμιν ἔχει τὴν αὐτὴν τῷ προειρημένῳ. | |
4.90.1 | δοκεῖ δὲ τρίτον εἶναι εἶδος ἀειζῴου, ὃ ἔνιοι ἀνδράχνην | |
ἀγρίαν, οἱ δὲ Τηλέφιον ἐκάλεσαν, Ῥωμαῖοι δὲ ἰλλεκέβραν. ἔχει δὲ αὕτη πλατύτερα τὰ φυλλάρια πρὸς τὰ τῆς ἀνδράχνης καὶ δασέα· φύεται ἐν πέτραις. | 249 in vol. 2 | |
5 | δύναμιν δὲ ἔχει θερμαντικήν, δριμεῖαν, ἑλκωτικήν, χοιρά‐ δων διαφορητικὴν σὺν ὀξυγγίῳ καταπλασθέν. | |
4.91.1 | κοτυληδών· οἱ δὲ σκυτάλιον, ἄλλοι δὲ κυμβάλιον. φύλλον ἔχει ὥσπερ ὀξύβαφον περιφερές, λεληθότως κοῖ‐ λον, καυλίον δὲ βραχύ, ἐφ’ οὗ σπέρμα, ῥίζαν ὡς ἐλαίαν στρογγύλην. | |
5 | ταύτης καὶ τῶν φύλλων ὁ χυλὸς μετ’ οἴνου περιχριόμενος ἢ ἐγκλυζόμενος φιμοὺς τοὺς ἐν αἰδοίοις χαλᾷ, φλεγμονάς τε καὶ ἐρυσιπέλατα καὶ χιμέτλας καὶ χοιράδας καταπλασσομένη ὠφε‐ λεῖ καὶ στόμαχον καυσούμενον. ἐσθιόμενα δὲ τὰ φύλλα σὺν τῇ ῥίζῃ λίθους θρύπτει καὶ οὖρα κινεῖ καὶ ὑδρωπικοῖς σὺν οἰνο‐ | |
10 | μέλιτι δίδοται· χρῶνται δὲ αὐτῇ καὶ εἰς φίλτρα. | 250 in vol. 2 |
4.92.1 | ἔστι δὲ καὶ ἕτερον εἶδος κοτυληδόνος, πλατύτερα ἔχον καὶ λιπαρὰ τὰ φύλλα, ὡς γλωττάρια, πυκνὰ περὶ τῇ ῥίζῃ, οἱονεὶ ὀφθαλμὸν ἐν μέσῳ περιγράφοντα ὥσπερ τὸ μεῖζον ἀεί‐ ζῳον, τῇ γεύσει στύφοντα, καυλίον λεπτὸν καὶ ἐπ’ αὐτοῦ ἄνθη | |
5 | καὶ σπερμάτια ὅμοια ὑπερικῷ, ῥίζαν μείζονα. ποιεῖ δὲ πρὸς ἃ καὶ τὸ ἀείζῳον. | |
4.93.1 | ἀκαλήφη· οἱ δὲ κνίδην. δισσὸν εἶδος ταύτης· ἡ μὲν γάρ ἐστιν ἀγριωτέρα, τραχυτέρα καὶ πλατυτέρα καὶ μελαντέρα τοῖς φύλλοις, καρπὸν δὲ ὅμοιον λινοσπέρμῳ ἔχει, πλὴν ἐλάττονα. ἡ δ’ ἑτέρα λεπτόσπερμός τε καὶ οὐχ ὁμοίως τραχεῖα. | |
5 | ἀμφοτέρων δὲ τὰ φύλλα καταπλασσόμενα μεθ’ ἁλῶν κυνό‐ δηκτα ἰᾶται καὶ γαγγραινικὰ καὶ κακοήθη καὶ καρκινώδη καὶ τὰ | |
ῥυπαρὰ τῶν ἑλκῶν καὶ στρέμματα, φύματα, παρωτίδας, φύ‐ γεθλα, ἀποστήματα· σπληνικοῖς δὲ μετὰ κηρωτῆς ἐπιτίθεται· ποιεῖ καὶ πρὸς τὰς ἐκ μυκτήρων αἱμορραγίας τὰ φύλλα σὺν τῷ | 251 in vol. 2 | |
10 | χυλῷ λεῖα ἐντιθέμενα· κινεῖ δὲ καὶ ἔμμηνα λεῖα μετὰ σμύρνης προστεθέντα καὶ ὑστέρας προπτώσεις ἀποκαθίστησι προσαπτό‐ | |
4.93.2 | μενα νεαρὰ τὰ φύλλα. τὸ δὲ σπέρμα ἐπὶ συνουσίαν παρορμᾷ πινόμενον μετὰ γλυκέος καὶ ὑστέραν ἀναστομοῖ· σὺν μέλιτι δὲ ἐκλειχόμενον ὀρθοπνοίας ὠφελεῖ καὶ πλευρίτιδας καὶ περιπνευ‐ μονίας· ἀνάγει δὲ καὶ τὰ ἐκ θώρακος· μείγνυται δὲ καὶ σηπταῖς. | |
5 | συνεψηθέντα δὲ τὰ φύλλα κογχαρίοις κοιλίαν μαλάττει, ἐμπνευ‐ ματώσεις λύει, οὖρα κινεῖ, σὺν πτισάνῃ δὲ ἑψηθέντα τὰ ἐκ θώρακος ἀνάγει. τὸ δὲ ἀφέψημα τῶν φύλλων σὺν ὀλίγῃ σμύρνῃ ποθὲν κινεῖ καταμήνια, ὁ δὲ χυλὸς ἀναγαργαριζόμενος στέλλει κιονίδα φλεγμαίνουσαν. | |
4.94.1 | γαλήοψις· οἱ δὲ γάληψις, οἱ δὲ γαλεόβδολον καλοῦσιν. | |
ὅλον τὸ θαμνίον σὺν τῷ καυλῷ καὶ τοῖς φύλλοις ἐμφερές ἐστι κνίδῃ, λειότερα δὲ τὰ φύλλα καὶ ἱκανῶς δυσώδη ἐν τῇ διατρί‐ ψει, ἄνθη λεπτά, πορφυρᾶ· φύεται ἐν φραγμοῖς καὶ περὶ τὰς | 252 in vol. 2 | |
5 | ὁδοὺς καὶ τὰ οἰκόπεδα πανταχοῦ. δύναμιν δὲ ἔχει τὰ φύλλα καὶ ὁ καυλὸς διαλυτικὴν σκληρω‐ μάτων, καρκινωμάτων, χοιράδων, φυγέθλων, παρωτίδων. δεῖ δὲ δὶς τῆς ἡμέρας μετ’ ὄξους καταπλάσσειν χλιαρὸν ποιοῦντας τὸ κατάπλασμα· καὶ τὸ ἀφέψημα δὲ αὐτῆς καταντλεῖται ὠφε‐ | |
10 | λίμως· ποιεῖ καὶ πρὸς νομὰς 〈καὶ〉 γαγγραίνας καὶ σηπεδόνας μεθ’ ἁλὸς καταπλασσόμενα. | |
4.95.1 | γάλιον· οἱ δὲ γαλαίριον, οἱ δὲ γαλάτιον· ὠνόμασται ἀπὸ τοῦ γάλα πηγνύειν ἀντὶ πυτίας αὐτό. τὸ δὲ κλωνίον καὶ τὸ φύλλον ἔχει ἐμφερέστατον ἀπαρίνῃ, ὀρθὸν δέ, καὶ ἐπ’ ἄκρου ἄνθος μήλινον, λεπτόν, πυκνόν, πολύοσμον· οὗ τὸ ἄνθος πρὸς | |
5 | τὰ πυρίκαυτα καταπλάττεται καὶ αἱμορραγίαις ἁρμόζει· μείγνυται καὶ κηρωτῇ ῥοδίνῃ ἡλιαζόμενον, ἄχρις ἂν λευκὸν γένηται, καὶ ἔστι τὸ τοιοῦτον ἄκοπον. ἡ δὲ ῥίζα πρὸς συνουσίαν παρορμᾷ. | |
φύεται δὲ ἐν ἑλώδεσι τόποις. | 253 in vol. 2 | |
4.96.1 | ἠριγέρων· καυλίον ἐστὶ πηχυαῖον, ὑπέρυθρον ἡσυχῆ, ἔχον φυλλάρια ἀκροσχιδῆ ὥσπερ εὔζωμον, παρὰ πολὺ δὲ ἐλάτ‐ τονα· ἄνθη μηλίζοντα, ταχέως σχιζόμενα καὶ ἐξανθοῦντα εἰς τοὺς λεγομένους πάππους· ὅθεν καὶ ἠριγέρων ὠνομάσθη διὰ | |
5 | τὸ τοῦ ἦρος τὰ ἄνθη τριχοειδῶς πολιοῦσθαι· ῥίζα ἄχρηστος. φύεται μάλιστα ἐπὶ θριγκῶν καὶ περὶ τὰς πόλεις. | |
4.96.2 | δύναμιν δὲ ἔχει ψυκτικὴν τὰ φύλλα σὺν τοῖς ἄνθεσιν, ὅθεν καταπλασσόμενα σὺν οἴνῳ γλυκεῖ ὀλίγῳ καὶ καθ’ ἑαυτὰ φλεγ‐ μονὰς ὄρχεων καὶ δακτυλίου θεραπεύει, σὺν δὲ μάννῃ τά τε ἄλλα τραύματα καὶ τὰ ἐν νεύροις ἰᾶται. καὶ οἱ πάπποι δὲ | |
5 | καθ’ ἑαυτοὺς σὺν ὄξει καταπλασθέντες τὸ αὐτὸ δρῶσι· ποθέν‐ τες μέντοι οἱ νεαροὶ πάπποι πνιγμὸν ἐπιφέρουσιν. | |
4.97.1 | θαλίητρον· φύλλα παραπλήσια κορίῳ ἔχει, λιπαρώτερα δέ, καυλίον πηγανίου πάχος, ἐφ’ οὗ τὰ φύλλα, ἅπερ καταπλασθέν‐ τα λεῖα τὰ χρόνια τῶν ἑλκῶν ἀπουλοῖ· φύεται μάλιστα ἐν πεδίοις. | 254 in vol. 2 |
4.98.1 | βρύον θαλάσσιον· φύεται ἐπὶ λίθων καὶ ὀστράκων παρὰ θαλάττῃ. θριδακῶδες, ἰσχνόν, ἄκαυλον, ἱκανῶς στυπτι‐ κόν, ποιοῦν πρὸς φλεγμονὰς καὶ ποδάγρας τὰς ψύξεως δεομένας. | |
4.99.1 | φῦκος θαλάσσιον· γίνεται τὸ μέν τι αὐτοῦ πλατὺ τὸ δὲ ὑπόμηκες καὶ ὑποφοινικίζον, τὸ δὲ οὖλον, φυόμενον δὲ ἐν Κρήτῃ πρὸς τῇ γῇ, εὐανθὲς σφόδρα καὶ ἄσηπτον. στυπτικὴν δ’ ἔχει πάντα τὴν δύναμιν, ποιοῦντα ἐν κατα‐ | |
5 | πλάσμασι ποδαγρικοῖς καὶ ταῖς 〈ἄλλαισ〉 φλεγμοναῖς. δεῖ δὲ αὐτοῖς χρῆσθαι ἐνίκμοις πρὸ τοῦ ξηραίνεσθαι. Νίκανδρος (Th. 845) δέ φησι καὶ θηριακὸν εἶναι τὸ φοινικοῦν, ὅπερ ἔδο‐ ξαν ἔνιοι εἶναι, ᾧ αἱ γυναῖκες χρῶνται, ὄντος ἐκείνου ῥιζίου, | |
ὁμωνύμως δὲ καλουμένου φύκους. | 255 in vol. 2 | |
4.100.1 | ποταμογείτων· φύλλον ἐστὶν ὅμοιον τεύτλῳ, δασύ, ὑπερκύπτον ὀλίγον τοῦ ὕδατος. ψύχει δὲ καὶ στύφει, ἁρμόζον κνησμοῖς καὶ νεμομένοις καὶ παλαιοῖς ἕλκεσιν· ὠνόμασται δὲ διὰ τὸ ἐν τέλμασι καὶ ἐνύδροις τόποις φύεσθαι. | |
4.101.1 | στρατιώτης ὁ ἐπὶ τῶν ὑδάτων φυόμενος· ὠνόμασται καὶ οὗτος διὰ τὸ ἐπινήχεσθαι τοῖς ὕδασι χωρὶς ῥίζης καὶ ζῆν. φύλλον δὲ ἔχει ἀειζῴῳ ὅμοιον, μεῖζον μέντοι καὶ ψυκτικὴν ἔχον δύναμιν, ἐφιστάνον τὰς ἐκ νεφρῶν αἱμορραγίας πινόμενον· τραύ‐ | 256 in vol. 2 |
5 | ματά τε ἀφλέγμαντα τηρεῖ καὶ ἐρυσιπέλατα καὶ οἰδήματα σὺν ὄξει καταπλασσόμενον ἰᾶται. | |
4.102.1 | στρατιώτης ὁ χιλιόφυλλος· ἔστι θαμνίσκος μικρός, σπιθαμιαῖος ἢ καὶ μείζων, ἔχων τὰ φύλλα ὅμοια νεοττοῦ πτερῷ· εἰσὶ δὲ αἱ ἐκφύσεις τῶν φύλλων σφόδρα βραχεῖαι, ἐσχισμέναι, ἔοικε δὲ μάλιστα τὰ φύλλα τῇ βραχύτητι κυμίνῳ ἀγρίῳ, καὶ | |
5 | ἔτι βραχύτερα, καὶ τὸ σκιάδιον δέ· πυκνότερον δὲ τοῦτο καὶ ἁδρό‐ τερον· ἔχει γὰρ ἐπ’ ἄκρου καρφία μικρά, ἐφ’ ὧν τὰ σκιάδιά ἐστιν ἀνήθου τρόπον, ἄνθη μικρά, λευκά. φύεται δὲ [μάλιστα] ἐν τόποις ἀργοῖς, ὑποτραχέσι καὶ μάλιστα περὶ τὰς ὁδούς. ἔστι δὲ ἡ βοτάνη αὕτη σφόδρα ἀγαθὴ πρὸς αἱμορραγίαν | |
10 | καὶ ἕλκη παλαιὰ καὶ πρόσφατα καὶ σύριγγας. | |
4.103.1 | φλόμος· τὴν μὲν ἀνωτάτω διαφορὰν ἔχει διττήν· ἡ μὲν γάρ 〈τίσ〉 ἐστιν αὐτῆς λευκὴ ἡ δὲ μέλαινα, καὶ τῆς λευκῆς ἡ μὲν θήλεια ἡ δὲ ἄρρην. τῆς μὲν οὖν θηλείας τὰ φύλλα παραπλήσιά ἐστι κράμβῃ, δασύτερα δὲ πολλῷ καὶ πλατύτερα | 257 in vol. 2 |
5 | καὶ λευκά, καυλὸς πήχεως ἢ καὶ μείζων, λευκός, ὑπόδασυς, ἄνθη λευκά, ὕπωχρα, σπέρμα μέλαν· ῥίζα δὲ μακρά, στρυφνή, πάχος ἔχουσα δακτύλου. φύεται δὲ ἐν πεδίοις. καὶ ἡ ἑτέρα, ἄρρην δὲ καλουμένη, λευκόφυλλος, ὑπομήκης δὲ καὶ στενοτέρα τοῖς | |
4.103.2 | φύλλοις καὶ τῷ καυλῷ λεπτοτέρα. ἡ δὲ μέλαινα ὁμοία ταῖς λευκαῖς κατὰ πάντα, πλατυφυλλοτέρα μέντοι καὶ μελαντέρα τοῖς φύλλοις ὑπάρχει. γίνεται καὶ ἡ λεγομένη ἀγρία, ῥάβδους ὑψη‐ λὰς φέρουσα καὶ δενδρώδεις, φύλλα ἐλελισφάκῳ ὅμοια· ἔχει | |
5 | δὲ κύκλῳ περὶ ταῖς ῥάβδοις ὥσπερ τὸ πράσιον ἄνθος μήλινον, | |
χρυσοειδές. εἰσὶ δὲ καὶ φλομίδες διπλαῖ, δασεῖαι, προσφυεῖς τῇ γῇ, στρογγύλα ἔχουσαι τὰ φύλλα, καὶ τρίτη φλομίς, ἡ καλου‐ μένη λυχνῖτις, ὑπὸ δέ τινων θρυαλλίς, φυλλάρια τρία ἢ τέσ‐ σαρα ἢ καὶ πλείονα ἔχουσα, παχέα, δασέα, λιπαρά, εἰς ἐλλύχνια | 258 in vol. 2 | |
10 | χρήσιμα. | |
4.103.3 | τῶν μὲν οὖν πρώτων δύο ἡ ῥίζα στυπτική· ὅθεν διαρροι‐ ζομένοις ὅσον ἀστράγαλος σὺν οἴνῳ ὠφελίμως ἐν ποτῷ δίδοται· τὸ δὲ ἀφέψημα αὐτῆς ῥήγμασι καὶ σπάσμασι καὶ θλάσμασι καὶ βηχὶ παλαιᾷ ἀρήγει, ὀδονταλγίαν τε πραΰνει διακλυζόμενον. | |
5 | ἡ δὲ χρυσοειδὴς τὰ ἄνθη τρίχας βάπτει καὶ ὅπου ἂν τεθῇ σίλφας συνάγει. τὰ δὲ φύλλα ἑφθὰ ἐν ὕδατι πρὸς οἰδή‐ ματα καὶ ὀφθαλμῶν φλεγμονὰς καταπλάσσεται, καὶ πρὸς σφα‐ κελίζοντα ἕλκη σὺν μέλιτι ἢ οἴνῳ, σὺν δὲ ὄξει τραύματα θερα‐ πεύει καὶ σκορπιοπλήκτοις βοηθεῖ. τὰ δὲ τῆς ἀγρίας φύλλα | |
10 | πυρικαύτων ἐστὶ κατάπλασμα, τὰ δὲ τῆς θηλείας φύλλα φασὶ μετὰ σύκων ξηρῶν συντιθέμενα ἄσηπτα αὐτὰ διαφυλάσσειν. | |
4.104.1 | Αἰθιοπίς· καὶ αὕτη παραπλήσια φύλλα ἔχει φλόμῳ, | |
δασέα δὲ λίαν καὶ πυκνά, κύκλῳ περὶ τὸν πυθμένα τῆς ῥίζης, καυλὸν τετράγωνον, τραχὺν καὶ παχύν, ἐοικότα μελιτταίνῃ ἢ ἀρκτίῳ, μασχάλας ἀνιέντα πολλάς· καρπὸν δὲ περὶ μέγεθος | 259 in vol. 2 | |
5 | ὀρόβου, σύνδυο ἐν ἑνὶ ἀγγείῳ, ῥίζας ἀπὸ τοῦ αὐτοῦ πυθμένος πολλάς, μακράς, παχείας, γευομένῳ κολλώδεις· γίνονται δὲ ξηραινόμεναι μέλαιναι καὶ σκληραί, κέρασιν ἐοικυῖαι. πλείστη δὲ γεννᾶται κατὰ τὴν Μεσσηνίαν καὶ τὴν Ἴδην. ταύτης ἡ ῥίζα ἑψομένη καὶ πινομένη βοηθεῖ ἰσχιάδι, πλευ‐ | |
10 | ρίτιδι, αἵματος πτύσει καὶ ἀρτηρίας τραχύτητι· λαμβάνεται δὲ μετὰ μέλιτος ἀντὶ ἐκλεικτοῦ. | |
4.105.1 | ἄρκτιον, οἱ δὲ ἀρκτοῦρον. φλόμῳ καὶ αὕτη ἔχει τὰ φύλλα ἐοικότα, δασύτερα δὲ καὶ στρογγυλώτερα, ῥίζαν ἁπαλήν, λευκήν, γλυκεῖαν· καυλὸν δὲ μακρόν, μαλακόν, καρπὸν κυμίνῳ μικρῷ ὅμοιον. | |
5 | ταύτης ἡ ῥίζα καὶ ὁ καρπὸς ἀφεψηθέντα ἐν οἴνῳ ὀδον‐ ταλγίας διακρατούμενα πραΰνει καὶ πυρικαύτων καὶ χιμέτλης ἐστὶ κατάντλημα· πίνεται δὲ καὶ πρὸς ἰσχιάδα καὶ δυσουρίαν ἐν οἴνῳ. | 260 in vol. 2 |
4.106.1 | ἄρκιον, οἱ δὲ προσωπίδα, οἱ δὲ προσώπιον καλοῦ‐ σιν· ὅμοια τὰ φύλλα ἔχει τοῖς τῆς κολοκύνθης, μείζονα μέντοι καὶ σκληρότερα καὶ μελάντερα, δασέα· ἄκαυλος δὲ ἡ πόα, ῥίζα μεγάλη καὶ λευκή, ἥτις βοηθεῖ ποθεῖσα δραχμῆς μιᾶς πλῆθος | |
5 | μετὰ στροβίλων αἱμοπτυικοῖς καὶ ἐμπυικοῖς· παύει καὶ τὰ ἐκ τῶν λυγισμῶν περὶ τὰ ἄρθρα ἀλγήματα καταπλασσομένη λεία· καὶ τὰ φύλλα δὲ ὠφελίμως ἐπὶ τῶν παλαιῶν ἑλκῶν καταπλάττεται. | |
4.107.1 | πετασῖτις· μόσχος ἐστὶ πήχεως μείζων, δακτύλου μεγάλου πάχος, ἐφ’ οὗ φύλλον πετασῶδες, μέγα, προσκείμενον ὥσπερ μύκης, ποιοῦν πρὸς τὰ κακοήθη καὶ φαγεδαινικὰ ἕλκη λεῖον καταπλασσόμενον. | 261 in vol. 2 |
4.108.1 | ἐπιπακτίς, οἱ δὲ ἐλλεβορίνην, θαμνίσκος μικρός, φυλλάρια ἐλάχιστα ἔχων. πίνεται δὲ πρὸς τὰ θανάσιμα καὶ πρὸς τὰ περὶ ἧπαρ νοσήματα. | |
4.109.1 | καπνὸς ὁ ἐν ταῖς κριθαῖς φυόμενος· βοτάνιόν ἐστι θαμνοειδές, κορίῳ ἐοικός, τρυφερὸν πάνυ, τὰ δὲ φύλλα λευκό‐ | |
τερα καὶ τεφροειδῆ, πολλὰ πανταχόθεν, ἄνθος πορφυροῦν. ταύτης ὁ χυλὸς δριμύς, ὀξυδερκής, δακρύου ἀγωγός, ὅθεν | 262 in vol. 2 | |
5 | καὶ τὸ ὄνομα εἵλκυσε. δύναται δὲ καὶ τὰς ἐκ τῶν βλεφάρων ἑλκυσθείσας τρίχας σὺν κόμμει καταχρισθεῖσα μὴ ἐᾶν φύεσθαι. βρωθεῖσα δὲ ἡ πόα χολὴν δι’ οὔρων ἄγει. | |
4.110.1 | λωτὸς ὁ ἐν τοῖς παραδείσοις φυόμενος, ὃν ἔνιοι τρί‐ φυλλον καλοῦσι, χυλισθεὶς καὶ μιγεὶς μέλιτι ἄργεμα καὶ νεφέλια καὶ λευκώματα καὶ τὰ ἐπισκοτοῦντα ταῖς κόραις ἀποκαθαίρει. | |
4.111.1 | λωτὸς ἄγριος· φύεται μὲν πλεῖστος ἐν Λιβύῃ, καυ‐ λὸν φέρων δίπηχυν ἢ καὶ μείζονα, μασχάλας ἔχοντα πολλάς, φύλλα ὅμοια λωτῷ τριφύλλῳ τῷ ἐν χορτοκοπίοις γεννω‐ | |
μένῳ, σπέρμα ἐοικὸς τήλιδι, μικρότερον δὲ πολλῷ, φαρμακῶ‐ | 263 in vol. 2 | |
5 | δες ἐν τῇ γεύσει. δύναμιν δὲ ἔχει θερμαντικήν, ἠπίως στυπτικήν, ἀποκαθαρτικὴν σπίλων τῶν ἐπὶ τοῦ προσώπου καὶ ἐφηλίδων σὺν μέλιτι καταχριόμενος, πινόμενος δὲ καθ’ ἑαυτὸν λεῖος ἢ καὶ μετὰ μολόχης σπέρματος σὺν οἴνῳ ἢ γλυκεῖ τοῖς περὶ κύ‐ στιν ἀλγήμασι βοηθεῖ. | |
4.112.1 | κύτισος· θάμνος ἐστὶ λευκὸς ὅλος, ῥάβδους ἀνιεὶς πήχεως ἢ καὶ μείζονας, περὶ ἃς τὰ φύλλα ὅμοια τήλιδι ἢ λωτῷ τῷ τριφύλλῳ, μικρότερα δὲ καὶ ῥάχιν ἔχοντα μέσην, ἔν τε τῷ διατριβῆναι τοῖς δακτύλοις ὄζοντα ζωμοῦ, ἐν δὲ τῇ γεύσει | |
5 | ὅμοια ἐρεβίνθοις χλωροῖς. δύναμιν δὲ ἔχει τὰ φύλλα ψυκτικήν, διαφορητικὴν τῶν ἐν ἀρχῇ οἰδημάτων σὺν ἄρτῳ λεῖα καταπλασθέντα· κινεῖ δὲ καὶ οὔρησιν τὸ ἀφέψημα αὐτῶν πινόμενον. ἔνιοι δὲ φυτεύουσιν αὐτὸν παρὰ τοῖς σμήνεσιν ὡς ἐπαπτικὸν τῶν μελιττῶν. | |
4.113.1 | λωτὸς ὁ ἐν Αἰγύπτῳ γεννώμενος ἐν τῷ ὕδατι τῶν πεδίων ἐπικλυσθέντων· καυλός ἐστι τῷ τοῦ κυάμου ἐμφερής, ἔχων ἄνθος λευκόν, ἐοικὸς κρίνῳ, ὅ φασι κατὰ τὰς ἀνατολὰς τοῦ ἡλίου ἀναπλοῦσθαι, δύνοντος δὲ μύειν καὶ ὅλην τὴν κωδύαν | 264 in vol. 2 |
5 | ἐν τῷ ὕδατι κρύπτεσθαι πάλιν τε πρὸς τὴν ἀνατολὴν τοῦ ἡλίου ὑπερκύπτειν. ἔοικε δ’ ἡ κωδύα μήκωνι μεγίστῃ, ἐν ᾗ καρπὸς ὡς κέγχρος, ὃν ξηράναντες οἱ ἐν Αἰγύπτῳ ἀλοῦσι πρὸς ἀρτο‐ ποιίαν· ῥίζα ὁμοία μήλῳ κυδωνίῳ, ἥτις καὶ αὐτὴ ἐσθίεται ἑφθή τε καὶ ὠμή· ἀναλογεῖ δὲ ἑψηθεῖσα τῇ ποιότητι λεκίθῳ ᾠοῦ. | |
4.114.1 | μυριόφυλλον· καυλίσκος ἐστὶ τρυφερός, μονοφυής, μονόρριζος, περὶ ὃν φύλλα πολλά, λεῖα, μαράθῳ ὅμοια, ὅθεν καὶ ὠνόμασται· ὁ δὲ καυλός ἐστιν ὑπόκιρρος, διάκοιλος, ὡς | |
ἐπίτηδες διερρινημένος· φύεται ἐν ἑλώδεσι χωρίοις. | 265 in vol. 2 | |
5 | τηρεῖ δὲ ἀφλέγμαντα τὰ πρόσφατα τῶν τραυμάτων σὺν ὄξει χλωρόν τε καὶ ξηρὸν καταπλασσόμενον· ποτίζεται δὲ καὶ πρὸς πτώματα σὺν ὕδατι καὶ ἁλσίν. | |
4.115.1 | μυρρίς, οἱ δὲ μύρραν καλοῦσι· τῷ καυλῷ καὶ τοῖς φύλλοις ἔοικε κωνείῳ, ῥίζαν δὲ ἔχει ὑπομήκη, ἁπαλήν, περι‐ φερῆ, εὐώδη, ἡδεῖαν βρωθῆναι, ἥτις πινομένη σὺν οἴνῳ φαλαγ‐ γιοδήκτοις βοηθεῖ. καθαίρει δὲ ἔμμηνα καὶ λοχεῖα, καθεψη‐ | |
5 | θεῖσα δὲ ἐν ῥοφήμασιν ὠφελίμως φθισικοῖς δίδοται. ἱστο‐ ροῦσι δὲ ἔνιοι πινομένην αὐτὴν καθ’ ἡμέραν δὶς ἢ τρὶς σὺν οἴνῳ ἐν λοιμικαῖς καταστάσεσι βοηθεῖν πρὸς τὸ ἄνοσον διαμένειν. | |
4.116.1 | μύαγρον, οἱ δὲ μελάμπυρον· πόα φρυγανώδης, δίπηχυς, φύλλα ἔχουσα ἐμφερῆ τοῖς τοῦ ἐρυθροδάνου, σπέρμα τήλιδι ἐοικός, λιπαρόν, ᾧ χρῶνται κόπτοντες ὑποπεφωγμένον καὶ περιπλάττοντες ῥάβδοις καὶ ἀντὶ λύχνου χρώμενοι. | 266 in vol. 2 |
5 | δοκεῖ δὲ τὸ ἐξ αὐτῶν λίπος ὁμαλίζειν καὶ λεαίνειν τὰς τοῦ σώματος τραχύτητας. | |
4.117.1 | ὀνάγρα, οἱ δὲ ὀνοθήραν, οἱ δὲ ὀνο〈θο〉ῦριν· θάμνος ἐστὶ δενδροειδής, εὐμεγέθης, φύλλα ἔχων ἀμυγδαλῇ παραπλήσια, πλατύτερα δὲ καὶ ἐμφερῆ τοῖς τοῦ κρίνου, ἄνθη ῥοδοειδῆ, με‐ γάλα, ῥίζαν δὲ μακράν, λευκήν, ἥτις ξηρανθεῖσα οἴνου ὀσμὴν | |
5 | ἀποδίδωσι· φύεται ἐν ὀρεινοῖς τόποις. δύναμιν δὲ ἔχει τὸ ἀπόβρεγμα τῆς ῥίζης ὑπὸ τῶν ἀγρίων ζῴων πινόμενον ἡμεροῦν αὐτά· καταπλασθεῖσα δὲ πραΰνει τὰ θηριώδη ἕλκη. | |
4.118.1 | κρίσσιον· ἁπαλὸν καυλίον ἐστίν, ὡς δίπηχυ, τρίγω‐ νον τὸ κάτωθεν ἀκάνθιά τε ἐκ διαστήματος ἐπ’ αὐτῷ μαλακά· τὰ δὲ φύλλα βουγλώσσῳ ἐμφερῆ, δασέα μετρίως καὶ μικρότερα, ὑπόλευκα, ἀκανθώδη τοῖς πέρασι· τὸ δὲ ἀνωτάτω τοῦ καυλοῦ | 267 in vol. 2 |
5 | περιφερές, δασύ, καὶ ἐπ’ αὐτοῦ κεφάλια ἀκροπόρφυρα, ἐκπαπ‐ πούμενα. ταύτης τὴν ῥίζαν Ἀνδρέας ἀναγράφει ὑπὲρ τὸν ἀλγοῦντα τόπον ἀναδεομένην παύειν κρισσῶν ἀλγήματα. | |
4.119.1 | ἀστὴρ Ἀττικός, οἱ δὲ βουβώνιον καλοῦσι· ῥαβδίον | |
ξυλῶδες, ἐπ’ ἄκρου ἔχον ἄνθος μήλινον ὥσπερ ἀνθεμίδος, κεφάλιον περισχιδές, ἔχει δὲ φυλλάρια ἀστέρι ὅμοια· τὰ δὲ περὶ τὸν καυλὸν φύλλα ὑπομήκη καὶ δασέα. | 268 in vol. 2 | |
5 | [ὠφελεῖ δὲ στόμαχον πυρούμενον, ὀφθαλμῶν φλεγμονὰς καὶ τὰς ἄλλας προπτώσεις ἕδρας· φασὶ δὲ καὶ τὸ πορφυρίζον τοῦ ἄνθους μεθ’ ὕδατος ποθὲν συναγχικοῖς βοηθεῖν καὶ ἐπι‐ λημψίαις παίδων.] ἁρμόζει δὲ καταπλασσόμενον ὑγρὸν πρὸς βουβώνων φλεγμονήν, ξηρὸν δὲ ἀναιρεθὲν τῇ ἀριστερᾷ χειρὶ ὑπὸ | |
10 | τοῦ ἀλγοῦντος καὶ περιαφθὲν τῷ βουβῶνι ἀπαλλάσσει τῆς ὀδύνης. | |
4.120.1 | ἰσόπυρον· οἱ δὲ φασήλιον καλοῦσιν ἀπὸ τοῦ ἐοικέναι φασήλῳ τῷ κατ’ ἄκρον τὸ πέταλον ἕλικα φέρειν· ἔπεισι δὲ κεφαλαὶ ἐπὶ τοῦ καυλοῦ ἄκρου λεπταί, σπερματίων πλήρεις, | |
παραπλησίων μελανθίῳ τὴν γεῦσιν, τὸ δὲ φύλλον ἀνήσσῳ. | 269 in vol. 2 | |
5 | τούτου τὸ σπέρμα πινόμενον σὺν μελικράτῳ τοῖς περὶ θώ‐ ρακα καὶ βηχὶ καὶ ἡπατικοῖς καὶ αἱμοπτυικοῖς ἁρμόζει. | |
4.121.1 | ἴον· φύλλον ἔχει μικρότερον κισσοῦ καὶ λεπτότερον, μελάντερον δὲ καὶ οὐκ ἀφόμοιον, καυλίον μέσον ἀπὸ τῆς ῥίζης, ἐφ’ οὗ ἀνθύλλιον σφόδρα εὐῶδες, πορφυροῦν· φύεται ἐν πα‐ λισκίοις καὶ τραχέσι τόποις. | |
5 | δύναμιν δὲ ἔχει ψυκτικὴν τὰ φύλλα καταπλασσόμενα καθ’ ἑαυτὰ καὶ μετὰ ἀλφίτου· βοηθεῖ δὲ στομάχῳ πυρουμένῳ καὶ ὀφθαλμῶν φλεγμοναῖς καὶ ταῖς ἄλλαις ἕδρας προπτώσεσι. φασὶ δὲ τὸ πορφυρίζον τοῦ ἄνθους μετὰ ὕδατος ποθὲν συναγχικοῖς βοηθεῖν καὶ ἐπιλημψίαις ταῖς ἐπὶ [τῶν] παίδων. | |
4.122.1 | κακκαλία, οἱ δὲ λεαντικήν· φύλλα φέρει λευκά, εὐμε‐ γέθη· καυλὸς δὲ ἐξ αὐτῶν μέσος, ὀρθός, λευκός, ἄνθος ἔχων ἐοικὸς βρυωνίᾳ· ἐν ὄρεσι φύεται. ταύτης ἡ ῥίζα ἐν οἴνῳ βρεχομένη ὡς τραγάκανθα καὶ ἐκλει‐ | 270 in vol. 2 |
5 | χομένη ἢ διαμασωμένη καθ’ ἑαυτὴν βῆχας καὶ τραχύτητας ἀρ‐ τηρίας θεραπεύει· οἱ δὲ μετὰ τὴν ἐξάνθησιν ἐπιφυόμενοι κόκ‐ κοι λεῖοι ἀναλημφθέντες σὺν κηρωτῇ καὶ ἐπιχρισθέντες τετανὸν καὶ ἀρρυτίδωτον τηροῦσι τὸ πρόσωπον. | |
4.123.1 | βούνιον, οἱ δὲ ἄκτιον καλοῦσι· καυλὸν ἀνίησι τετρά‐ γωνον, εὐμήκη, πάχος δακτυλιαῖον· φύλλα δὲ ὅμοια σελίνῳ, λεπτότερα δὲ πολλῷ πρὸς τὰ τοῦ κορίου, ἄνθος δὲ ὡς ἀνήθου, σπέρμα εὐῶδες, ὑοσκυάμου μικρότερον. | |
5 | ἔστι δὲ οὐρητικόν, θερμαντικὸν καὶ δευτέρων ἀγωγόν, σπληνί τε καὶ νεφροῖς καὶ κύστει ἐπιτήδειον. χρῆσις δ’ αὐτοῦ ὑγροῦ τε καὶ ξηροῦ καὶ χυλισθέντος σὺν ταῖς ῥίζαις καὶ τοῖς καυλοῖς | |
καὶ τοῖς φύλλοις μετὰ μελικράτου. | 271 in vol. 2 | |
4.124.1 | ψευδοβούνιον· θάμνος ἐστὶ παλαιστιαῖος, φυό‐ μενος ἐν Κρήτῃ, ἔχων φύλλα βουνίῳ ὅμοια. δύναται δὲ ἐξ αὐτοῦ πινόμενα κλωνία ὅσον τέσσαρα σὺν ὕδατι στρόφους καὶ στραγγουρίας καὶ πλευρᾶς ἀλγήματα θεραπεύειν· | |
5 | διαφορεῖ καὶ χοιράδας μετὰ ἁλῶν καὶ οἴνου καταπλασσόμενον χλιαρόν. | |
4.125.1 | χαμαίκισσος· φύλλα ὅμοια ἔχει πυροῖς, μακρότερα δὲ καὶ λεπτότερα, πολλά, κλωνία σπιθαμιαῖα, περίπλεα φύλ‐ | |
λων ἀπὸ τῆς γῆς, πέντε ἢ ἕξ, ἄνθη λευκοΐοις ὅμοια, μικρό‐ τερα δὲ καὶ πικρὰ πρὸς τὴν γεῦσιν ἰσχυρῶς, ῥίζα [λευκή,] λεπτή, | 272 in vol. 2 | |
5 | ἄχρηστος· φύεται ἐν ἐργασίμοις χωρίοις. ἁρμόζει δὲ τὰ φύλλα ἰσχιαδικοῖς ὅσον τριώβολον ἐν ὕδα‐ τος κυάθοις τρισὶ πινόμενα ἐπὶ ἡμέρας τεσσαράκοντα ἢ πεντή‐ κοντα· καὶ ἴκτερον δὲ ἀποκαθαίρει ὁμοίως πινόμενα πρὸς ἓξ ἢ ἑπτὰ ἡμέρας. | |
4.126.1 | χαμαιπεύκη· ποιεῖ πρὸς ὀσφύος ἄλγημα λεία σὺν ὕδατι πινομένη. | |
4.127.1 | βούγλωσσον· ἔοικε φλόμῳ· φύλλον χαμαιπετὲς τρα‐ χύ τε καὶ μελάντερον καὶ μικρότερον, ὅμοιον βοὸς γλώσσῃ, ὅπερ καθιέμενον εἰς τὸν οἶνον εὐφρόσυνον δοκεῖ εἶναι. | 273 in vol. 2 |
4.128.1 | φύτευμα· φύλλα ὅμοια ἔχει στρουθίῳ, μικρότερα δέ, καρπὸν πολύν, τετρημένον, ῥίζαν μικράν, λεπτήν, ἐπιπόλαιον, ἣν ἀναγράφουσί τινες εὐθετεῖν πρὸς φίλτρον. | |
4.129.1 | ὑπόγλωσσον· θαμνίσκος ἐστὶ μυρσίνῃ ἀγρίᾳ καὶ λεπτῇ ἔχων τὰ φύλλα ὅμοια, κόμην δὲ ἀκανθώδη καὶ ἐπ’ ἄκρου, οἱ‐ ονεὶ γλωττίδας, παραφύσεις μικρὰς παρὰ τοῖς φύλλοις. δοκεῖ δὲ ἡ κόμη περίαμμα εἶναι χρήσιμον κεφαλαλγοῦσι· | 274 in vol. 2 |
5 | μείγνυται δὲ καὶ εἰς μαλάγματα. | |
4.130.1 | ἀντίρρινον, οἱ δὲ ἀνάρρινον, οἱ δὲ καὶ ταύτην λυ‐ χνίδα ἀγρίαν ἐκάλεσαν· πόα ἐστὶν ἐμφερὴς ἀναγαλλίδι φύλλοις καὶ καυλίῳ· τὰ δὲ ἄνθη λευκοΐῳ ὅμοια, μικρότερα δὲ καὶ πορ‐ φυρᾶ, διὸ καὶ ἀγρία λυχνὶς ἐκλήθη· καρπὸν δὲ φέρει ὅμοιον | 275 in vol. 2 |
5 | μόσχου ῥισίν. ἱστορεῖται τοῦτο ἀντιπαθὲς εἶναι φαρμάκοις περιαπτόμενον, ἐπίχαρίν τε ποιεῖν ἀλειφόμενον σὺν ἐλαίῳ κρινίνῳ. | |
4.131.1 | κατανάγκη· ἡ μέν τις ἔχει φύλλα μικρὰ ὡς κορωνό‐ ποδος, ῥίζαν λεπτὴν ὡς σχοίνου, κεφαλὰς δὲ ὡς ὀρόβου ἓξ ἢ ἑπτά, ἐν αἷς καρπὸς ὅμοιος ὀρόβῳ· κάμπτεται δὲ ξηραινόμενον εἰς τὴν γῆν καὶ ἰκτίνου ὄνυξιν ὁμοιοῦται νεκροῦ· τὸ δὲ ἕτερον | |
5 | .... μήλου δὲ μέγεθος μικροῦ, ῥίζαν δὲ μικρὰν ὅσον ἐλαίαν, φύλ‐ λα σχήματι καὶ χρόᾳ ἐοικότα ἐλαίᾳ, μαλακώτερα δέ, καρπὸν μικρόν, τετρημένον κατὰ πολλὰ μέρη, ὡς ἐρέβινθον, φοινικοῦν. ἀμφοτέρας ἱστοροῦσί τινες εἰς φίλτρα ἁρμόζειν, χρῆσθαι δὲ αὐταῖς τὰς Θεσσαλὰς γυναῖκας. | 276 in vol. 2 |
4.132.1 | τριπόλιον· φύεται ἐν παραθαλασσίοις τόποις, οὓς ἐπικλύζει ἡ θάλασσα καὶ ὑποχωρεῖ· οὔτε δὲ ἐν ξηρῷ οὔτε ἐν θαλάσσῃ. φύλλα δὲ ἔχει ἰσάτει παραπλήσια, παχύτερα δέ, καυλὸν σπιθαμιαῖον, ἄνωθεν ἐσχισμένον. ταύτης ἱστορεῖται τὸ | |
5 | ἄνθος τρὶς τῆς ἡμέρας μεταβάλλειν τὸ χρῶμα, πρωῒ μὲν λευκόν, κατὰ δὲ μεσημβρίαν πορφυρίζον, ὀψὲ δὲ φοινικοῦν· ῥίζα λευκή, εὐώδης, θερμαντικὴ γευομένῳ, ἥτις πινομένη ἐν οἴνῳ δραχμῶν δυεῖν πλῆθος κατὰ κοιλίαν ὕδωρ ἄγει καὶ οὖρα· τέμνεται δὲ καὶ εἰς ἀλεξιφάρμακα. | |
4.133.1 | κῆμος· διδάκτυλόν ἐστι βοτάνιον, ἔχον φυλλάρια στενά, ἰσχυρά, ὡς τεττάρων δακτύλων 〈ἢ〉 καὶ τριῶν τὸ μῆκος, δασέα, ἐριωδέστερα τὰ πρὸς τῇ ῥίζῃ καὶ ὑπόλευκα· ἐπ’ ἄκρων δὲ τῶν καυλίων κεφάλια ὡς τετρημένα, ἐν οἷς ὁ καρπὸς δυσθεώρητος | 277 in vol. 2 |
5 | διὰ τὸν περικεχυμένον χνοῦν, ῥίζα μικρά. φασὶ δ’ αὐτὴν εὐ‐ χρηστεῖν εἰς φίλτρα. | |
4.134.1 | ἀδίαντον· οἱ δὲ πολύτριχον· φυλλάρια ἔχει ὅμοια κο‐ ριάνδρῳ, ἐπεσχισμένα ἐπ’ ἄκρου, τὰ δὲ ῥαβδία, ἐφ’ ὧν ἐκπέ‐ φυκε, μέλανα ἰσχυρῶς, λεπτά, σπιθαμιαῖα· οὔτε δὲ καυλίον | 278 in vol. 2 |
οὔτε ἄνθος οὔτε καρπὸν φέρει· ῥίζα ἄχρηστος. | 279 in vol. 2 | |
5 | δύναται δὲ τὸ ἀφέψημα τῆς πόας βοηθεῖν πινόμενον ἀσθματικοῖς, ἰκτερικοῖς, σπληνικοῖς, δυσουροῦσι· θρύπτει δὲ καὶ λίθους καὶ κοιλίαν ἵστησι καὶ θηριοδήκτοις βοηθεῖ καὶ στομάχου ῥεύματι σὺν οἴνῳ ποθέν· κινεῖ δὲ καὶ ἔμμηνα καὶ | |
4.134.2 | λοχεῖα, ἵστησι καὶ αἵματος ἀναγωγήν. καταπλάττεται δὲ καὶ πρὸς θηριώδη 〈ἕλκη〉 καὶ ἀλωπεκίας δασύνει, χοιράδας σκορπίζει, ἀποσμᾷ πίτυρα καὶ ἀχῶρας σὺν κονίᾳ. σὺν λαδάνῳ δὲ καὶ μυρ‐ σινίνῳ καὶ σουσίνῳ ἢ καὶ ὑσσώπῳ καὶ οἴνῳ τρίχας ῥεούσας | |
5 | παρακρατεῖ, καὶ τὸ ἀφέψημα δὲ αὐτοῦ σὺν οἴνῳ καὶ κονίᾳ σμηχόμενον. ποιεῖ δὲ καὶ τοὺς ἀλεκτρυόνας καὶ τοὺς ὄρτυγας | |
μαχίμους εἶναι μειγνύμενον τῇ τροφῇ· φυτεύεται δὲ ἐπ’ ὠφε‐ λείᾳ προβάτων ἐν ταῖς μάνδραις. φύεται δὲ ἐν παλισκίοις τόποις καὶ τοίχοις ἐνίκμοις καὶ περὶ τὰς κρήνας. | 280 in vol. 2 | |
4.135.1 | τριχομανές, οἱ δὲ καὶ τοῦτο ἀδίαντον καλοῦσι· κατὰ τοὺς αὐτοὺς φύεται τόπους. ὅμοιον πτέριδι, μικρὸν λίαν, στοι‐ χηδὸν ἐξ ἑκατέρου τὰ φύλλα ἔχον λεπτά, φακοειδῆ, ἐναντία ἀλλήλοις ἐπὶ ῥαβδίων λεπτῶν καὶ στρυφνῶν, παραστιλβ〈όντ〉ων, | |
5 | ὑπομελάνων. δοκεῖ δὲ τὰ αὐτὰ δύνασθαι τῷ προειρημένῳ. | |
4.136.1 | ξάνθιον· οἱ δὲ φάσγανον, οἱ δὲ ἀντιθέσιον, οἱ δὲ | |
χάσκανον, οἱ δὲ χοιραδόλεθρον, οἱ δὲ καὶ ταύτην ἀπαρίνην ἐκάλεσαν· φύεται ἐν εὐγείοις τόποις καὶ λίμναις ἀνεξηραμμέ‐ ναις. καυλὸν δὲ ἔχει πηχυαῖον, λιπαρόν, γωνιοειδῆ καὶ ἀπ’ | 281 in vol. 2 | |
5 | αὐτοῦ μασχάλας πλείονας, ἀνδραφάξει δὲ τὰ φύλλα ἐμφερῆ, ἐντομὰς ἔχοντα, καρδάμῳ δὲ τὴν ὀσμὴν παραπλήσιον· καρπὸν δὲ στρογγύλον, ὡς ἐλαίαν μεγάλην, ἀκανθώδη ὡς πλατάνου σφαῖραν, ἀντιλαμβανόμενον ἱματίων κατὰ τὴν ψαῦσιν. | |
4.136.2 | δύναται δὲ ὁ καρπός, πρὶν τελείως ξηρανθῆναι, συλλεγεὶς καὶ κοπεὶς ἀποτεθείς τε εἰς κεραμεοῦν ἀγγεῖον τρίχας ξανθὰς ποιεῖν, ἐάν τις ἐπὶ τῆς χρήσεως λαβὼν τρυβλίου πλῆθος ἐξ αὐ‐ τοῦ διείς τε ὕδατι χλιαρῷ καὶ προεκνιτρώσας τὴν κεφαλὴν κατα‐ | |
5 | πλάσῃ· τινὲς δὲ καὶ μετ’ οἴνου κόψαντες αὐτὸ ἀποτίθενται. καταπλάσσεται δὲ καὶ πρὸς οἰδήματα ὁ καρπὸς ἐπιτηδείως. | |
4.137.1 | αἰγίλωψ· βοτάνιόν ἐστι φύλλα ὅμοια ἔχον πυρῷ, μαλακώτερα δέ· ἐπ’ ἄκρας δὲ τῆς κεφαλῆς ὁ καρπός, ἔχων δύο ἢ τρία ἔλυτρα, ἐφ’ ὧν ἀθέρες οἱονεὶ τρίχες ἐκπεφύκασι. θεραπεύει δὲ ἡ πόα μετὰ ἀλεύρου καταπλασθεῖσα αἰγιλώ‐ | 282 in vol. 2 |
5 | πια καὶ σκληρίας διαφορεῖ· ἀποτίθεται δὲ ὁ χυλὸς αὐτῆς πρὸς τὰ αὐτά, μιγεὶς ἀλεύρῳ καὶ ξηρανθείς. | |
4.138.1 | γλαύξ· κυτίσῳ ἢ φακῷ τὰ φυλλάρια ἔοικεν, ὧν τὰ | |
κάτωθεν λευκότερα, 〈τὰ〉 ἄνωθεν δὲ χλωρά· κλωνία δὲ ἐπὶ γῆς ἀφίησι πέντε ἢ ἓξ λεπτά, σπιθαμιαῖα ἀπὸ τῆς ῥίζης· ἄνθη λευ‐ κοΐοις ὅμοια, μικρότερα δέ, πορφυρᾶ· φύεται παρὰ θάλατταν. | 283 in vol. 2 | |
5 | αὕτη ἑψομένη μετὰ ἀλεύρου κριθίνου καὶ ἁλὸς καὶ ἐλαίου καὶ ῥοφηθεῖσα γάλα σβεννύμενον ἀνακαλεῖται. | |
4.139.1 | πολύγαλον· καυλίον σπιθαμιαῖον, ἔχον φύλλα φακο‐ ειδῆ, 〈τῇ〉 γεύσει ὑπόστρυφνον. ποθὲν δὲ καὶ τοῦτο γάλα δοκεῖ πλεῖον ποιεῖν. | |
4.140.1 | ὄσιρις· φρυγάνιον μέλαν, λεπτόν, ῥαβδίον δύσθραυ‐ στον, καὶ περὶ αὐτὸ φυλλάρια ὥσπερ λίνου, μέλανα· 〈σπερμάτια δὲ μέλανα〉 κατ’ ἀρχάς, μεταβάλλοντα δὲ ὑπέρυθρα γίνεται. ταύτης τὸ ἀφέψημα πινόμενον ἰκτέρῳ βοηθεῖ· ποιεῖται δὲ | |
5 | καὶ σάρα ἐξ αὐτῆς. | |
4.141.1 | ἐχῖνος· φύεται παρὰ ποταμοῖς καὶ κρήναις. φύλλα δὲ ἔχει ὠκίμῳ ὅμοια, μικρότερα δὲ καὶ ἐπεσχισμένα ἐκ τῶν ἄνω‐ θεν μερῶν, κλωνία δὲ πέντε ἢ ἕξ, σπιθαμιαῖα, ἄνθη λευκά, καρ‐ πὸν δὲ μέλανα, μικρόν, στρυφνόν· ὀποῦ δὲ μεστός ἐστιν ὁ καυ‐ | 284 in vol. 2 |
5 | λός τε καὶ τὰ πέταλα. τούτου ὁ καρπὸς δραχμῶν δυεῖν πλῆθος μιγεὶς πρὸς μέλι‐ τος 〈πλῆθοσ〉 δραχμῶν τεσσάρων ἐγχριόμενος ῥεύματα ὀφθαλ‐ μῶν ἵστησιν. ὁ δὲ χυλὸς ὠτὸς πόνον παύει μετὰ θείου ἀπύ‐ ρου καὶ νίτρου ἐνσταζόμενος. | |
4.142.1 | μῖλαξ τραχεῖα· τὰ μὲν φύλλα ἔχει περικλυμένῳ ὅμοια καὶ κλήματα πολλά, λεπτά, ἀκανθώδη ὡς παλίουρος ἢ βάτος, ἑλίσσεταί τε περὶ τὰ δένδρα ἄνω καὶ κάτω νεμομένη· | |
καρπὸν δὲ ἔχει βοτρυοειδῆ, πεπανθέντα ἐρυθρόν, ὑποδάκνοντα | 285 in vol. 2 | |
5 | ἠρέμα τῇ γεύσει, ῥίζαν σκληράν, παχεῖαν· φύεται ἐν τόποις ἑλώδεσι καὶ τραχέσι. ταύτης τὰ φύλλα καὶ ὁ καρπὸς θανασίμων ἐστὶν ἀντίδοτα προπινόμενα καὶ ἐπιπινόμενα. παραδέδοται δ’ ὅτι, ἄν τις ἀρ‐ τιγενεῖ παιδίῳ τρίψας τι τούτων δῷ καταπιεῖν, ὑπ’ οὐδενὸς | |
10 | δηλητηρίου φαρμάκου βλαβήσεται· τέμνεται δὲ καὶ εἰς ἀλεξι‐ φάρμακα. | |
4.143.1 | μῖλαξ λεία· ὅμοια κιττῷ τὰ φύλλα ἔχει, μαλακώτερα δὲ καὶ λεπτότερα, τὰ δὲ κλήματα ὥσπερ ἡ πρὸ αὐτῆς, ἀκάνθας οὐκ ἔχοντα, λεῖα, ἑλίσσεταί τε περὶ τὰ δένδρα ὥσπερ καὶ ἡ ἑτέρα· καρπὸν δὲ ἔχει ὥσπερ θέρμον, μέλανα, μικρόν, ἐπάνω | |
5 | ἔχοντα ἄνθη πολλά, λευκὰ κατὰ πᾶσαν τὴν κάλυκα, περιφερῆ· καὶ σκηναὶ θέρους δι’ αὐτῆς γίνονται· φυλλορροεῖ δὲ τῷ φθινοπώρῳ. τούτου ὁ καρπὸς μετὰ δορυκνίου πινόμενος τριώβολον Ἀττι‐ κὸν ἑκατέρου ποιεῖν ἐνύπνια πολλὰ καὶ ταραχώδη ὁρᾶν ἱστορεῖται. | |
4.144.1 | μυρσίνη ἀγρία· οἱ δὲ ὀξυμυρσίνην, οἱ δὲ μυρτά‐ κανθον, οἱ δὲ ἄκαιρον, οἱ δὲ κίνην, οἱ δὲ λειχήνην, οἱ δὲ χαμαι‐ μυρσίνην, Βοιωτοὶ δὲ γοργυνθίαν καλοῦσι· τὸ μὲν φύλλον μυρ‐ ρίνῃ ὅμοιον ἔχει, πλατύτερον δέ, λογχοειδές, ὀξὺ ἐπ’ ἄκρου, τὸν | 286 in vol. 2 |
5 | δὲ καρπὸν στρογγύλον, [ἐν] μέσῳ τῷ πετάλῳ προσφυῆ, ἐρυθρὸν ἐν τῷ πεπαίνεσθαι, ἔχοντα τὸ ἐντὸς ὀστῶδες· κλωνία λυγοειδῆ, πολλὰ ἐκ τῆς αὐτῆς ῥίζης, δύσθραυστα, ὅσον πήχεως, φύλλων μεστά, ῥίζαν παραπλησίαν ἀγρώστει, γευομένῳ στρυφνήν, ὑπό‐ πικρον· φύεται ἐν τραχέσι καὶ κρημνώδεσι τόποις. | |
4.144.2 | δύναμιν δὲ ἔχει τὰ φύλλα καὶ ὁ καρπὸς ἐν οἴνῳ πινόμενα οὖρα κινεῖν, καταμήνια ἄγειν, λίθους τοὺς ἐν κύστει θρύπτειν· θεραπεύει δὲ καὶ ἴκτερον καὶ στραγγουρίαν καὶ κεφαλαλγίαν. καὶ τὸ ἀφέψημα δὲ τῆς ῥίζης σὺν οἴνῳ ποθὲν τὰ αὐτὰ ποιεῖ. | |
5 | καὶ ἀντὶ ἀσπαράγου δὲ οἱ καυλοὶ νεοθαλεῖς λαχανευόμενοι | |
ἐσθίονται· εἰσὶ δὲ ἔμπικροι καὶ διουρητικοί. | 287 in vol. 2 | |
4.145.1 | δάφνη Ἀλεξάνδρεια· οἱ δὲ Ἰδαίαν, οἱ δὲ Δανάην, οἱ δὲ ὑπόγλωττον, οἱ δὲ ζαλείαν, οἱ δὲ στέφανον καλοῦσι. φύλλα ἔχει ὀξυμυρσίνῃ ὅμοια, μείζονα δὲ καὶ μαλακώτερα καὶ λευκότερα, καρπὸν δὲ ἐν μέσοις τοῖς φύλλοις ἐρυθρόν, ἐρεβίνθων | |
5 | τὸ μέγεθος, κλῶνας ἀπὸ γῆς σπιθαμιαίους ἢ καὶ μείζονας, ῥίζαν παραπλησίαν τῇ ὀξυμυρσίνῃ, μείζονα δὲ καὶ εὐώδη καὶ μαλακωτέραν· φύεται ἐν τόποις ὀρεινοῖς. δύναμιν δὲ ἔχει ἡ ῥίζα πινομένη δραχμῶν ἓξ πλῆθος μετὰ οἴνου γλυκέος βοηθεῖν ταῖς δυστοκούσαις καὶ στραγγουριῶσιν· | |
10 | ἄγει δὲ καὶ αἷμα. | |
4.146.1 | δαφνοειδές· οἱ δὲ εὐπέταλον, οἱ δὲ χαμαιδάφνην, οἱ δὲ 〈εὔ〉πεπλον καλοῦσι. θαμνίσκος ἐστὶ πήχεως τὸ ὕψος, ἔχων κλάδους πολλοὺς καὶ ἱμαντώδεις, πρὸς τῷ ἄνωθεν ἡμίσει φυλλοφόρους—φλοιὸς δὲ περὶ τὰς ῥάβδους γλίσχρος ἰσχυρῶς | 288 in vol. 2 |
5 | —φύλλα δάφνῃ ἐοικότα, μαλακώτερα δὲ καὶ ἰσχνότερα, οὐκ εὔκλαστα, δάκνοντα καὶ πυροῦντα τὸ στόμα καὶ 〈τὴν〉 φάρυγγα, ἄνθη λευκά, καρπὸν δὲ μέλανα, ὅταν πεπανθῇ· ῥίζα ἀχρεῖος. φύεται ἐν ὀρεινοῖς τόποις. ἄγει δὲ τὸ φύλλον αὐτοῦ ξηρὸν ἢ νεαρὸν ποθὲν κατὰ κοι‐ | |
10 | λίαν φλεγματώδη· κινεῖ καὶ ἐμέτους καὶ ἔμμηνα, καὶ διαμασηθὲν ἀποφλεγματίζει· ἔστι δὲ καὶ πταρμικόν. καθαίρει δὲ καὶ ὁ καρπὸς αὐτοῦ ὅσον κόκκοι δέκα πέντε πινόμενοι. | |
4.147.1 | χαμαιδάφνη· οἱ δὲ καὶ ταύτην Ἀλεξάνδρειαν κα‐ λοῦσι. ῥάβδους ἀνίησι πηχυαίας, μονοκλώνους, λεπτὰς καὶ λείας· καὶ ταύτης δὲ τὰ φύλλα ὅμοια δάφνῃ, λεπτότερα δὲ πολλῷ καὶ χλω‐ ρότερα· καρπὸν δὲ περιφερῆ, ἐρυθρόν, τοῖς φύλλοις ἐπιπεφυκότα. | |
5 | ταύτης τὰ φύλλα λεῖα καταπλασθέντα κεφαλαλγίαν καὶ | |
καῦσον στομάχου παραιτεῖται, ποθέντα δὲ μετ’ οἴνου στρόφους παύει· ὁ δὲ χυλὸς σὺν οἴνῳ ποτιζόμενος ἄγει καταμήνια καὶ οὖρα, καὶ ἐν πεσσῷ 〈δὲ〉 προστεθεὶς τὸ αὐτὸ ποιεῖ. | 289 in vol. 2 | |
4.148.1 | ἐλλέβορος λευκός· φύλλα μὲν ὅμοια ἔχει τοῖς τοῦ ἀρνογλώσσου ἢ τεύτλου ἀγρίου, βραχύτερα δὲ καὶ μελάντερα καὶ ἐρυθρὰ τὴν χρόαν· καυλὸν δὲ ἔχει παλαιστιαῖον, κοῖλον, περιφλοιζόμενον, ὅταν ἄρξηται ξηραίνεσθαι· ῥίζαι δὲ ὕπεισι | |
5 | πολλαί, λεπταί, ἀπὸ κεφαλίου μικροῦ καὶ ἐπιμήκους ὡσπερεὶ κρομύου, συμπεφυκυῖαι· φύεται ἐν ὀρεινοῖς τόποις. ὀρύττειν δὲ δεῖ τὰς ῥίζας περὶ τὸν πυραμητόν· ἄριστος δὲ αὐτοῦ ἐστιν ὁ μετρίως τεταμένος καὶ λευκός, εὔθραυστος, σαρκώδης, οὐκ ἄποξυς δὲ καὶ σχοινώδης, χνοῦν ἀνιεὶς ἐν τῷ | |
10 | θραύεσθαι, ἔχων δὲ καὶ τὴν ἐντεριώνην λεπτήν, πυρῶν τε τὴν | |
γεῦσιν οὐ λίαν οὐδὲ ἀθρόως σίελον ἐπισπώμενος· πνιγώδης γὰρ | 290 in vol. 2 | |
4.148.2 | ὁ τοιοῦτος. πρωτεύει δὲ ὁ Ἀντικυρικός· ὁ δὲ Γαλατικὸς [καὶ Γαλλικὸς] καὶ Καππαδοκικὸς λευκότερος καὶ ἰσχνώδης καὶ πνιγω‐ δέστερος. καθαίρει δὲ δι’ ἐμέτων ἄγων ποικίλα· μείγνυται δὲ καὶ | |
5 | κολλυρίοις τοῖς δυναμένοις τὰ ἐπισκοτοῦντα ταῖς κόραις ἀπο‐ καθαίρειν, καὶ ἔμμηνα ἄγει καὶ ἔμβρυα φθείρει προστιθέμενος, πταρμικούς τε ἐρεθίζει καὶ μύας κτείνει σὺν μέλιτι καὶ ἀλφίτῳ φυραθείς, συγκαθεψόμενός τε κρέασι συντήκει ταῦτα. δίδοται δὲ νήστεσι καθ’ ἑαυτὸν καὶ μετὰ σησαμοειδοῦς καὶ θαψίας | |
10 | χυλοῦ καὶ ἄλικος καὶ μελικράτου ἢ πόλτου ἢ φακοῦ ἢ ῥοφήμα‐ τος· συσσιτοποιεῖται δὲ καὶ ἄρτῳ καὶ ὀπτᾶται. | |
4.148.3 | ἡ δὲ προσαγωγὴ καὶ ἡ ἐπιδιαίτησις ἐξείργασται παρὰ τοῖς προηγουμένως περὶ τῆς δόσεως αὐτοῦ γράψασι· μάλιστα δὲ συγκατατιθέμεθα Φιλωνίδῃ τῷ Σικελῷ τῷ ἀπὸ Ἔννης· μα‐ κρὸν γάρ ἐστιν ἐν ὕλης παραδόσει προηγουμένως θεραπευτικὴν | |
5 | ἐκτίθεσθαι ἀγωγήν. διδόασι δ’ ἔνιοι σὺν πολλῷ ῥοφήματι ἢ χυ‐ λοῦ πλήθει ἢ καὶ τροφὴν ὀλίγην προδόντες ἐπιδιδόασι τὸν ἐλλέ‐ βορον, ἐφ’ ὧν μάλιστα ἢ πνιγμὸς ὑποπτεύεται ἢ ἀσθένεια | |
σώματος ὑπόκειται· ἀκίνδυνος γὰρ ἐπὶ τῶν οὕτως λαμβανόντων ἡ κάθαρσις διὰ τὸ μὴ ἀκεραίως τὸ φάρμακον τοῖς σώμασι | 291 in vol. 2 | |
10 | παρατίθεσθαι· καὶ βάλανοι δὲ ἐξ αὐτοῦ προστεθεῖσαι τῇ ἕδρᾳ μετ’ ὄξους ἐμέτους κινοῦσιν. | |
4.149.1 | σησαμοειδὲς τὸ μέγα, ὃ 〈οἱ〉 ἐν Ἀντικύρᾳ ἐλλέ‐ βορον καλοῦσι διὰ τὸ μείγνυσθαι ἐν ταῖς καθάρσεσι τῷ λευκῷ ἐλλεβόρῳ. ἔοικεν ἡ πόα ἠριγέροντι ἢ πηγάνῳ· φύλλα μακρά, ἄνθος λευκόν, ῥίζα ἰσχνή, ἄπρακτος, σπέρμα ὅμοιον σησάμῳ, | |
5 | πικρὸν ἐν τῇ γεύσει, ὃ καθαίρει ἄνω φλέγμα καὶ χολὴν ὅσον τοῖς τρισὶ δακτύλοις λημφθὲν λεῖον μετὰ ἐλλεβόρου λευκοῦ τριῶν ἡμιωβολίων σὺν μελικράτῳ. | |
4.150.1 | σίκυς ἄγριος, ὃν φέρομβρόν τινες καλοῦσι, τῷ καρ‐ πῷ μόνον διαφέρει τοῦ ἡμέρου, ἐλάσσονα πολλῷ καὶ βαλάνοις | |
ἐπιμήκεσιν ἐοικότα ἔχων, τὰ δὲ φύλλα καὶ τὰ κλήματα τῷ ἡμέρῳ ὅμοια, ῥίζαν λευκήν, μεγάλην. φύεται ἐν οἰκοπέδοις καὶ | 292 in vol. 2 | |
5 | ἀμμώδεσι τόποις· ὅλος δὲ ὁ θάμνος πικρός. ἁρμόζει δὲ ὁ τῶν φύλλων χυλὸς ἐνσταζόμενος ὠταλγίαις. ἡ δὲ ῥίζα καταπλασθεῖσα μετὰ ἀλφίτου πᾶν οἴδημα παλαιὸν διαφορεῖ, μετὰ ῥητίνης δὲ τερεβινθίνης ἐπιτεθεῖσα φύματα ῥήσσει, μετ’ ὄξους δὲ ἑψηθεῖσα καὶ καταπλασθεῖσα ποδάγρας | |
10 | ὠφελεῖ· καὶ ἰσχιάδων δέ ἐστιν ἔγκλυσμα καὶ ὀδονταλγίας διά‐ | |
4.150.2 | κλυσμα τὸ ἀφέψημα· ξηρὰ δὲ λεία ἀλφούς, λέπρας, λειχῆνας σμήχει καὶ οὐλὰς μελαίνας καὶ σπίλους τοὺς ἐν προσώπῳ ἀπο‐ καθαίρει. καὶ ὁ χυλὸς δὲ τῆς ῥίζης πλῆθος τριῶν ἡμιωβολίων τὸ ἐλάχιστον καὶ ὁ φλοιὸς δὲ ὅσον τέταρτον ὀξυβάφου καθαίρει | |
5 | φλέγμα καὶ χολήν, καὶ μάλιστα ἐπὶ ὑδρωπικῶν δίχα τοῦ τὸν στό‐ μαχον ἀδικεῖν· δεῖ δὲ τῆς ῥίζης λαβόντα ἡμίλιτρον μετὰ δυεῖν | |
ξεστῶν οἴνου, μάλιστα 〈δὲ〉 ῥητινίτου, λεαίνειν καὶ διδόναι ἐκ τούτου κυάθους τρεῖς 〈νήστεσιν ἐπὶ ἡμέρας τρεῖσ〉, ἕως ἂν ὁ ὄγκος ἱκανῶς συσταλῇ. | 293 in vol. 2 | |
4.150.3 | τὸ δὲ λεγόμενον ἐλατήριον ἐκ τοῦ καρποῦ τῶν σικύων σκευ‐ άζεται τὸν τρόπον τοῦτον· τοὺς ἅμα τῷ ἅψασθαι ἀποπηδῶν‐ τας σικύους ἐκλεγόμενος ἀποτίθεσο, ἐῶν μίαν νύκτα· τῇ δὲ ὑστεραίᾳ ἐπὶ κρατηρίας κόσκινον μὴ πυκνὸν ἐπίθες καὶ μαχαί‐ | |
5 | ριον ὕπτιον ἁρμόσας, τὴν ἀκμὴν ἄνω ἔχον, λαμβάνων ἀμφοτέραις ταῖς χερσὶ καθ’ ἕνα τῶν σικύων διαίρει καὶ ἔκθλιβε τὸ ὑγρὸν εἰς τὴν ὑποκειμένην κρατηρίαν, προσεπεκθλίβων τὸ ἐν αὐτῷ σαρκῶδες, ὃ δὴ καὶ τῷ κοσκίνῳ προσπίπτει, ἵνα καὶ αὐτὸ διεκ‐ πίπτῃ, καὶ εἰς παρακειμένην λεκάνην τὰ ἐκθλιβόμενα τῶν | |
4.150.4 | σικύων βάλλε· σωρεύσας δὲ ἐπὶ τοῦ κοσκίνου τὰ τεθλιμμένα ὕδατί τε γλυκεῖ περιχέας καὶ ἀποπιέσας, ταῦτα μὲν ῥῖπτε, ταρά‐ ξας δὲ τὸ ἐν τῇ κρατηρίᾳ ὑγρὸν καὶ περικαλύψας ὀθονίῳ τίθει ἐν ἡλίῳ καὶ ὅταν ὑποστῇ, πᾶν τὸ ἐπινηχόμενον ὕδωρ μετὰ | |
5 | τοῦ ἐπιπάγου ἀπόχει, τὸ αὐτό τε ποίει πολλάκις, ἄχρι οὗ ἂν | |
καταστῇ τὸ ἐφιστάμενον ὕδωρ, ὅπερ ἐκστραγγίσας ἐπιμελῶς, τὴν ὑποστάθμην βαλὼν εἰς θυΐαν, λέαινε καὶ ἀνάπλασσε τρο‐ χίσκους. ἔνιοι δὲ πρὸς τὸ ταχέως ἀνικμασθῆναι τὸ ὑγρὸν τέφραν σεσησμένην ἐπὶ γῆς καταστρώσαντες καὶ κοιλάναντες | 294 in vol. 2 | |
10 | τὸ μέσον, ὀθόνιον τριπλοῦν ἐπιτείναντες, κατ’ αὐτοῦ τὸ ἐλατή‐ ριον σὺν τῇ ἰκμάδι ἐπιχέουσιν, ἀναξηρανθὲν δὲ ἐν θυΐᾳ λεαί‐ | |
4.150.5 | νουσιν, ὡς προείρηται. ἔνιοι δὲ ἀντὶ τοῦ ὕδατος θάλατταν παραχέοντες πλύνουσιν, οἱ δὲ τῇ τελευταίᾳ πλύσει μελίκρατον παραχέουσι. δοκεῖ δὲ κάλλιστον εἶναι τὸ μετὰ τοῦ λευκοῦ ἡσυχῆ ἔνικμον, | |
5 | λεῖον, κοῦφον, πικρότατον τῇ γεύσει καὶ προσαχθὲν λύχνῳ εὐ‐ καές· τὸ μέντοι πρασίζον καὶ τραχὺ καὶ θολερὸν τῇ ὄψει, γέμον βορβόρου καὶ τέφρας, βαρύ τέ ἐστι καὶ φαῦλον· ἔνιοι δὲ καὶ τὸν χυλὸν τοῦ σικύου μειγνύουσιν, οἱ δὲ καὶ ἄμυλον πρὸς τὸ μιμήσασθαι αὐτοῦ τὸ λευκὸν καὶ κοῦφον. εἰς μέντοι τὰ καθαρ‐ | |
10 | τικὰ τὸ διετὲς ἁρμόδιον ἄχρι δέκα ἐτῶν· ἡ δὲ τελεία δόσις ὀβολὸς εἷς, ἐλαχίστη δὲ ἡμιωβόλιον, παιδίοις δὲ δίχαλκον· πλεῖον | |
4.150.6 | γὰρ δοθὲν κινδύνους ἐπιφέρει. κινεῖ δὲ τὴν ἄνω καὶ τὴν κάτω κάθαρσιν, ἄγον φλέγμα καὶ χολήν· ἀρίστη δὲ τοῖς δυσπνοοῦσιν ἡ δι’ αὐτοῦ κάθαρσις. εἰ μὲν οὖν θέλοις κατὰ κοιλίαν καθαί‐ | |
ρειν, διπλάσιον ἁλῶν παραμείξας καὶ στίβεως, ὅσον χρῶσαι, δι’ | 295 in vol. 2 | |
5 | ὕδατος ὀροβιαῖα καταπότια δίδου, ἐπιρροφείτω δὲ χλιαροῦ ὕδατος κύαθον ἕνα. εἰς δ’ ἔμετον δι’ ὕδατος ἀνεὶς πτερῷ τοὺς ὑπὸ τὴν γλῶτταν διάχριε τόπους ὡς ὅτι ἐσωτάτω· εἰ δὲ δυ‐ σεμὴς εἴη, ἐλαίῳ ἢ ἰρίνῳ μύρῳ διείς, κώλυε δὲ κοιμᾶσθαι. | |
4.150.7 | τοῖς δὲ ὑπερκαθαιρομένοις συνεχῶς προσφέρειν δεῖ οἰνέλαιον· ἐμοῦντες γὰρ ἀποκαθίστανται. μὴ παυομένων δὲ τῶν ἐμέτων, ὕδωρ ψυχρὸν καὶ ἄλφιτον καὶ ὀξύκρατον καὶ ὀπώραν καὶ ὅσα δύναται τὸν στόμαχον πυκνῶσαι προσενεκτέον. κινεῖ δὲ τὸ | |
5 | ἐλατήριον καὶ ἔμμηνα, καὶ ἔμβρυα κτείνει ἐν προσθέτῳ, ἐγχυθέν τε μετὰ γάλακτος εἰς τοὺς ῥώθωνας ἴκτερον καθαίρει καὶ κε‐ φαλαλγίας τὰς χρονίους ἀπαλλάττει, συναγχικοῖς τε διάχρισμα πρακτικὸν μετ’ ἐλαίου παλαιοῦ ἢ μέλιτος ἢ χολῆς ταύρου. | |
4.151.1 | [τοῦ δὲ ἡμέρου σικύου ἡ ῥίζα λεία ποθεῖσα σὺν ὑδρομέλιτι, ὁλκὴ δραχμῆς μιᾶς, ἐμέτους κινεῖ· εἰ δέ τις μετὰ τὸ δεῖπνον πραέως ἐμέσαι θέλοι, ἀρκοῦσιν ὀβολοὶ δύο.] | |
4.152.1 | σταφὶς ἀγρία· φύλλα μὲν ἔχει ὥσπερ ἀμπέλου | |
ἀγρίας ἐπεσχισμένα, καυλία ὀρθά, μέλανα· τὸ δὲ ἄνθος φέρει ἰσάτει ὅμοιον, τὸν δὲ καρπὸν ἐν θυλακίοις χλωροῖς ὥσπερ ἐρε‐ βίνθου, τρίγωνον, τραχύν, ὑπόκιρρον ἐν τῷ μέλανι, τὰ δὲ ἔνδον | 296 in vol. 2 | |
5 | λευκόν, γευσαμένῳ δριμύν. τούτου κόκκους δέκα πέντε, ἐάν τις δῷ λεάνας ἐν μελικράτῳ, καθαίρει δι’ ἐμέτων πάχη· περιπατείτωσαν δὲ οἱ πεπωκότες. δεῖ μέντοι προσέχειν συνεχῶς μελίκρατον διδόντας διὰ τὸ ἐπι‐ φέρειν τοὺς κατὰ πνιγμὸν κινδύνους καὶ καίειν τὴν φάρυγγα. | |
4.152.2 | ἁρμόζει δὲ τριφθεὶς καθ’ ἑαυτὸν καὶ μετὰ σανδαράκης καὶ ἐλαίῳ συγχρισθεὶς πρὸς φθειριάσεις καὶ κνησμοὺς καὶ ψώρας, διαμασηθεὶς δὲ φλέγμα ἄγει πλεῖστον καὶ ὀδονταλγίας ὠφελεῖ | |
ἐν ὄξει ἑψηθεὶς καὶ διακλυζόμενος, καὶ οὖλα ῥευματιζόμενα | 297 in vol. 2 | |
5 | ἵστησι καὶ ἄφθας τὰς ἐν στόματι θεραπεύει μετὰ μέλιτος· μείγνυται καὶ τοῖς πυρωτικοῖς μαλάγμασιν. | |
4.153.1 | θαψία· ὠνόμασται μὲν ἀπὸ τοῦ δοκεῖν πρῶτον εὑ‐ ρῆσθαι ἐν Θάψῳ τῇ ὁμωνύμῳ νήσῳ, τὴν δὲ ὅλην φύσιν ἔοικε νάρθηκι, ἰσχνότερος δὲ ὁ καυλός, καὶ τὰ φύλλα μαράθῳ ἐμφερῆ· ἐπ’ ἄκρου δὲ σκιάδια καθ’ ἑκάστην ἀπόφυσιν ἀνήθῳ ὅμοια, | |
5 | ἐφ’ ὧν ἄνθος μήλινον, σπέρμα ὑπόπλατυ, τῷ τοῦ νάρθηκος ἐμφερές, ἔλαττον μέντοι, ῥίζα λευκή, μεγάλη, παχύφλοιος, δρι‐ μεῖα, ἥτις ὀπίζεται περιορυχθεῖσα καὶ ἐγκοπτομένη τὸν φλοιὸν ἢ κοιλανθεῖσα θολοειδῶς καὶ πωμαζομένη πρὸς τὸ καθαρὸν μένειν τὸν ὀπόν· τῇ δ’ ὑστεραίᾳ δεῖ ἐπιόντας ἀναιρεῖσθαι τὸν | |
4.153.2 | ἐπισυρρέοντα. χυλίζεται δὲ κοπεῖσα ἡ ῥίζα καὶ διὰ κυρτίδος [καὶ ὀργάνου] ἐκθλιβεῖσα καὶ ξηρανθεῖσα ἐν ἡλίῳ δι’ ὀστρα‐ κίνου παχέος ἀγγείου· ἔνιοι δὲ καὶ τὰ φύλλα συναποθλίβουσιν· ἀσθενὴς δὲ ὁ τοιοῦτος. διακρίνεις δὲ τῷ βρωμωδέστερον εἶναι | |
5 | τὸν ἀπὸ τῆς ῥίζης καὶ μένειν ἔνικμον, ξηραίνεσθαι δὲ τὸν ἀπὸ τῶν φύλλων καὶ τερηδονίζεσθαι. ὀπίζοντας δὲ δεῖ μὴ κατ’ ἄνεμον ἵστασθαι, μᾶλλον δ’ ἀνηνεμίας οὔσης· ἐποιδεῖ γὰρ ἰσχυ‐ ρῶς τὸ πρόσωπον καὶ φλυκταινοῦται τὰ γυμνὰ μέρη διὰ τὴν δριμύτητα τῆς ἀποφορᾶς. δεῖ οὖν κηρωταῖς ὑγραῖς στυφούσαις | 298 in vol. 2 |
10 | προχρίειν τὰ γυμνὰ τῶν μερῶν. | |
4.153.3 | δύναμιν δ’ ἔχει καθαρτικὴν ὅ τε φλοιὸς τῆς ῥίζης καὶ ὁ χυλὸς καὶ ὁ ὀπὸς σὺν μελικράτῳ πινόμενος ἄνω τε καὶ κάτω. δίδοται δὲ τῆς μὲν ῥίζης τετρώβολον μετὰ ἀνήθου σπέρματος δραχμῶν τριῶν, τοῦ δὲ χυλίσματος τριώβολον, τοῦ δὲ ὀποῦ | |
5 | ὀβολὸς εἷς· πλείων γὰρ δοθεὶς κινδυνώδης ὑπάρχει. ἁρμόζει δὲ ἡ δι’ αὐτοῦ κάθαρσις ἀσθματικοῖς, πλευρῶν ἀλγήμασι χρονίοις καὶ ἀναγωγαῖς, τοῖς δὲ δυσεμέσιν ἐν σιτίοις ἢ ἑψήμασι δίδοται. κέκτηται δὲ καὶ μετασυγκριτικὴν δύναμιν ὅ τε ὀπὸς καὶ ἡ ῥίζα πάντων μᾶλλον τῶν ἰσοδυναμούντων, ὅπου τι δεῖ ἐκ βάθους ἑλ‐ | |
4.153.4 | κύσαι ἢ μεταποροποιῆσαι· ὅθεν ἀλωπεκίας καταχριόμενος ὁ χυλὸς ἢ ἡ ῥίζα χλωρὰ προστριβομένη ποιεῖ δασυτέρας, ὑπώπιά τε αἴρει καὶ πελιώματα λεία ἡ ῥίζα ἢ ὁ χυλὸς σὺν λιβανωτῷ καὶ κηρῷ ἴσοις· δεῖ δὲ μὴ πλεῖον δυεῖν ὡρῶν ἐᾶν, μετὰ ταῦτα | |
5 | δὲ πυριᾶν θερμῇ θαλάττῃ. αἴρει δὲ καὶ ἔφηλιν, σὺν μέλιτι δὲ καταχρισθεὶς καὶ λέπρας ἀφίστησι, φύματά τε ῥήττει μετὰ θείου καταχριόμενος ὁ χυλός. χρησίμως δὲ καταχρίεται καὶ ἐπὶ τῶν χρονίας ἐχόντων διαθέσεις περὶ πλευρὸν ἢ πνεύμονα ἢ πόδας ἢ ἄρθρα. χρησιμεύει δὲ καὶ πρὸς ἐπαγώγια ἐπὶ τῶν μὴ ἐκ | 299 in vol. 2 |
10 | περιτομῆς λειποδέρμων οἴδημα ἐγείρων, ὅπερ καταντλούμενον καὶ τοῖς λιπαίνουσι μαλαττόμενον τὸ ἐλλιπὲς τῆς πόσθης ἐκ‐ πληροῖ. | |
4.154.1 | σπαρτίον· θάμνος ἐστὶ φέρων ῥάβδους μακράς, ἀφύλλους, στερεάς, δυσθραύστους, αἷς τὰς ἀμπέλους δεσμεύουσι· φέρει δὲ λοβοὺς ὥσπερ φασήλου, ἐν οἷς σπερμάτια φακοειδῆ, ἄνθος μήλινον ὥσπερ λευκοΐου. | |
5 | τούτου ὁ καρπὸς καὶ τὰ ἄνθη ποθέντα σὺν μελικράτῳ ὁλκὴ ὀβολῶν πέντε καθαίρει ἄνω μετ’ ἐντάσεως πολλῆς ὥσπερ ὁ ἐλλέβορος ἀκινδύνως, ὁ δὲ καρπὸς κινεῖ 〈καὶ〉 τὴν κάτω κάθαρ‐ | |
σιν· καὶ αὐτῶν δὲ τῶν ῥάβδων ἐν ὕδατι βραχεισῶν, εἶτα κοπει‐ σῶν καὶ χυλισθεισῶν, ἰσχιαδικῶν ἐστι βοήθημα ὁ χυλὸς ὅσον | 300 in vol. 2 | |
10 | κύαθος εἷς πινόμενος νήστεσιν· ἔνιοι δὲ ἐναποβρέξαντες ἅλμῃ ἢ θαλάττῃ ἐγκλύζουσι τοὺς ἰσχιαδικούς· ἄγει δὲ αἱματῶδες καὶ ξυσματῶδες. | |
4.155.1 | σίλλυβον· ἄκανθά ἐστι πλατεῖα, φύλλα ἔχουσα χα‐ μαιλέοντι τῷ λευκῷ παραπλήσια, ἥτις ἀρτιφυὴς ἐσθίεται ἑφθὴ σὺν ἐλαίῳ καὶ ἁλσί. τῆς δὲ ῥίζης ὁ ὀπὸς ὅσον ὁλκὴ δραχμῆς μιᾶς ποθεὶς σὺν μελικράτῳ ἐμέτους κινεῖ. | |
4.156.1 | βολβὸς ὁ καλούμενος ἐμετικὸς ἔχει τὰ φύλλα ἱμαν‐ τωδέστερα καὶ πολλῷ μακρότερα τοῦ ἐδωδίμου, ῥίζαν ἐοικυῖαν βολβῷ, περὶ ἣν φλοιὸς μέλας. αὕτη ἐσθιομένη καθ’ ἑαυτὴν καὶ τὸ ἀφέψημα αὐτῆς πινό‐ | |
5 | μενον ἐμέτους κινεῖ. | |
4.157.1 | βάλανος μυρεψική· καρπός ἐστι δένδρου μυρίκῃ ἐοι‐ | |
κότος, ὅμοιος τῷ λεγομένῳ Ποντικῷ καρύῳ, οὗ τὸ ἐντὸς θλιβό‐ μενον ὥσπερ τὰ πικρὰ ἀμύγδαλα ἐξίησιν ὑγρόν, ᾧ εἰς τὰ πολυ‐ τελῆ μύρα ἀντὶ ἐλαίου χρῶνται. γεννᾶται δὲ ἐν Αἰθιοπίᾳ καὶ | 301 in vol. 2 | |
5 | Αἰγύπτῳ καὶ Ἀραβίᾳ καὶ ἐν τῇ κατὰ Ἰουδαίαν Πέτρᾳ. δια‐ φέρει δὲ αὐτῆς ἡ νέα καὶ πλήρης καὶ λευκὴ καὶ εὐλέπιστος, ἥτις μετ’ ὀξυκράτου ποθεῖσα λεία ὅσον ὁλκὴ δραχμῆς μιᾶς | |
4.157.2 | σπλῆνα τήκει· καὶ καταπλάσσεται δὲ ἐπ’ αὐτῶν μετὰ αἰρίνου ἀλεύρου καὶ μελικράτου καὶ ἐπὶ ποδαγρικῶν, σὺν ὄξει δὲ ἀποσμᾷ ψώραν, λέπραν, ἀλφούς, οὐλὰς μελαίνας, σὺν οὔρῳ δὲ αἴρει φακούς, ἰόνθους, ἐφήλεις, ἐξανθήματα τὰ ἐν προσώπῳ, ἐμέτους | |
5 | τε κινεῖ καὶ κοιλίαν λύει μετὰ ὑδρομέλιτος. κακοστόμαχος δέ ἐστιν ἱκανῶς, καὶ τὸ ἐξ αὐτῆς δὲ ἔλαιον ποθὲν τὴν κοιλίαν ὑπά‐ γει. στυπτικώτερος δ’ ἐστὶν ὁ φλοιὸς αὐτῆς· τὸ δὲ ἐκθλιβείσης αὐτῆς πίεσμα μείγνυται σμήγμασι τοῖς πρὸς τραχύτητας καὶ κνησμοὺς ἁρμόζουσιν. | |
4.158.1 | νάρκισσος· ἔνιοι καὶ τοῦτον ὥσπερ τὸ κρίνον λείριον | |
ἐκάλεσαν. τὰ μὲν φύλλα πράσῳ ἔοικε, λεπτὰ δὲ καὶ μικρότερα παρὰ πολύ, καυλὸν κενόν, ἄφυλλον, μείζονα σπιθαμῆς, ἐφ’ οὗ ἄνθος λευκόν, ἔσωθεν δὲ κροκῶδες, ἐπ’ ἐνίων δὲ πορφυροειδές· | 302 in vol. 2 | |
5 | ῥίζα δὲ λευκή, στρογγύλη, βολβοειδής, καρπὸς ὡς ἐν ὑμένι, μέλας, προμήκης. φύεται κάλλιστος ἐν ὀρεινοῖς 〈τόποισ〉, εὐ‐ ώδης· ὁ δὲ λοιπὸς πρασίζει καὶ βοτανώδη τὴν ἀποφορὰν ἔχει. | |
4.158.2 | τούτου ἡ ῥίζα βρωθεῖσα ἑφθὴ καὶ ποθεῖσα ἐμέτους κινεῖ· ἁρμόζει δὲ καὶ πυρικαύτοις σὺν μέλιτι λεία καὶ τὰς περὶ νεῦρα διακοπὰς παρακολλᾷ καταπλασσομένη, στρέμματά τε σφυρῶν καὶ τὰ περὶ ἄρθρα χρόνια ἀλγήματα λεία σὺν μέλιτι κατα‐ | |
5 | πλασθεῖσα ὀνίνησι· καθαίρει καὶ ἔφηλιν καὶ ἀλφὸν σὺν κνίδης σπέρματι καὶ ὄξει, σὺν ὀρόβῳ δὲ καὶ μέλιτι τὰς ἀκαθαρσίας τῶν ἑλκῶν ἀποκαθαίρει, καὶ τὰ δύσπεπτα δὲ τῶν ἀποστημάτων ῥήττει· ἀνάγει καὶ σκόλοπας σὺν αἰρίνῳ ἀλεύρῳ καὶ μέλιτι καταπλασσομένη. | |
4.159.1 | ἱπποφαές, οἱ δὲ ἱππόφαος, ἐν ᾧ γνάπτουσι τὰ ἱμάτια. φύεται μὲν ἐν παραθαλασσίοις καὶ ἀμμώδεσι τόποις, θάμνος δέ ἐστι φρυγανώδης, πυκνός, ἀμφιλαφής, φύλλα ἔχων μακρὰ πρὸς τὰ τῆς ἐλαίας, στενότερα δὲ καὶ μαλακώτερα, καὶ μεταξὺ | 303 in vol. 2 |
5 | ἀκάνθας ξηράς, ὑπολεύκους, γωνιοειδεῖς, ἀπ’ ἀλλήλων διεστώ‐ σας· ἄνθη κορύμβοις ἐοικότα κιττοῦ, ὡς βοτρύδια προσκεί‐ μενα ἀλλήλοις, πλὴν μικρότερα καὶ μαλακά, μετὰ τοῦ λευκοῦ φοινίσσοντα ἐκ μέρους· ῥίζα παχεῖα καὶ μαλακή, ὀποῦ μεστή, γευσαμένῳ πικρά, ὀπιζομένη ὥσπερ ἡ θαψία. | |
4.159.2 | ἀποτίθεται δὲ καθ’ ἑαυτὸν ὁ ὀπὸς καὶ σὺν ὀροβίνῳ ἀλεύρῳ ἀναλαμβανόμενος καὶ ξηραινόμενος. καθαίρει δὲ χολῶδες καὶ φλεγματῶδες καὶ ὑδατῶδες κάτω ὀβολός, τοῦ δὲ μετὰ τοῦ ὀρόβου τετρώβολον σὺν μελικράτῳ. καὶ ὁ θάμνος δὲ σὺν ταῖς ῥίζαις | |
5 | ξηραινόμενος κόπτεται καὶ δίδοται λεῖος μετὰ μελικράτου κο‐ τύλης μιᾶς ἡμισείας· γίνεται δὲ καὶ χύλισμα ἐκ τῆς ῥίζης καὶ τῆς πόας ὥσπερ καὶ ἐπὶ τῆς θαψίας· δραχμὴ δὲ μία δίδοται τούτου πρὸς τὰς καθάρσεις. | |
4.160.1 | ἱππόφαιστον· φύεται μὲν ἐν τοῖς αὐτοῖς τόποις, ἐν οἷς καὶ τὸ ἱπποφαές, καὶ αὐτὸ γναφικῆς ἀκάνθης εἶδος ὑπάρχον. ἔστι δὲ χαμαιπετές, κεφάλια μόνον ἔχον χαῦνα καὶ φυλλάρια μικρά, —οὔτε δὲ ἄνθος οὔτε καυλὸν φέρει—ῥίζαν | 304 in vol. 2 |
5 | παχεῖαν, μαλακήν. ταύτης τὰ φύλλα καὶ τὴν κεφαλὴν καὶ τὴν ῥίζαν χυλίσας ξήραινε καὶ δίδου ὁλκὴν τριωβόλου μετὰ μελικράτου, ἐφ’ ὧν βούλει ὕδωρ καὶ φλέγμα ἄγειν· ἰδίως δὲ ἡ δι’ αὐτοῦ κάθαρσις ὀρθοπνοίαις καὶ ἐπιλημψίαις καὶ τοῖς περὶ νεῦρα πάθεσιν ἁρμόζει. | |
4.161.1 | κίκι· οἱ δὲ σήσαμον ἄγριον, οἱ δὲ σέσελι Κύπριον, οἱ δὲ κρότωνα διὰ τὴν ὡς πρὸς τὸ ζῷον τοῦ σπέρματος ἐμ‐ φέρειαν· δένδρον ἐστὶ συκῆς μικρᾶς μέγεθος ἔχον, φύλλα δὲ | |
ὅμοια πλατάνῳ, μείζονα δὲ καὶ λειότερα καὶ μελάντερα, τὰ δὲ | 305 in vol. 2 | |
5 | στελέχη καὶ τὰς κράδας κοῖλα καλάμου τρόπον, καρπὸν δὲ ἐν βότρυσι τραχέσι, λεπισθέντα ὅμοιον κρότωνι τῷ ζῴῳ, ἐξ οὗ καὶ ἀποθλίβεται τὸ λεγόμενον κίκινον ἔλαιον, ἄβρωτον μέν, ἄλλως δὲ χρήσιμον εἰς λύχνους καὶ ἐμπλάστρους. | |
4.161.2 | καθαρθέντες δὲ ὅσον τριάκοντα κόκκοι τὸν ἀριθμὸν καὶ ποθέντες λεῖοι ἄγουσι κατὰ κοιλίαν φλέγμα καὶ χολὴν καὶ ὕδωρ· κινοῦσι δὲ καὶ ἔμετον. ἔστι δὲ λίαν ἀηδὴς καὶ ἐργώδης ἡ τοιαύτη κάθαρσις, ἀνατρέπουσα τὸν στόμαχον ἰσχυρῶς. κοπεὶς δὲ καὶ | |
5 | καταπλασθεὶς ἰόνθους καὶ ἐφηλίδας καθαίρει, τὰ δὲ φύλλα τριφθέντα μετὰ πάλης ἀλφίτου ὀφθαλμῶν οἰδήματα καὶ φλεγ‐ μονὰς παύει καὶ σπαργῶντας μαστούς, ἐρυσιπέλατά τε σβέννυσι καθ’ ἑαυτὰ καὶ μετὰ ὄξους καταπλασσόμενα. | |
4.162.1 | ἐλλέβορος μέλας, οἱ δὲ Μελαμπόδιον, οἱ δὲ ἔκτο‐ μον, οἱ δὲ πολύρριζον καλοῦσι· Μελαμπόδιον δέ, ἐπειδὴ δοκεῖ Μελάμπους τις αἰπόλος τὰς Προίτου θυγατέρας μανείσας αὐτῷ καθῆραι καὶ θεραπεῦσαι. ἔχει δὲ τὰ φύλλα χλωρά, πλατάνῳ | 306 in vol. 2 |
5 | προσεμφερῆ, ἐλάττονα δὲ πρὸς τὰ τοῦ σφονδυλίου καὶ πολυσχι‐ δέστερα καὶ μελάντερα καὶ ὑποτραχέα· καυλὸς βραχύς, ἄνθη δὲ λευκά, ἐμπόρφυρα, τῷ δὲ σχήματι βοτρυοειδῆ, καὶ ἐν αὐτῷ καρπὸς κνήκῳ παραπλήσιος, ὃν καὶ αὐτὸν καλοῦσιν οἱ ἐν Ἀντι‐ κύρᾳ σησαμοειδές, χρώμενοι πρὸς τὰς καθάρσεις αὐτῷ· ῥίζαι | |
10 | δὲ μέλαιναι, λεπταί, οἱονεὶ ἀπό τινος κεφαλίου κρομυώδους ἠρτημέναι, ὧν καὶ ἡ χρῆσις· φύεται ἐν τραχέσι καὶ γεωλόφοις | |
4.162.2 | καὶ καταξήροις τόποις. καὶ ἔστιν ἄριστος ὁ ἐκ τῶν τοιούτων λαμ‐ βανόμενος χωρίων, οἷός ἐστιν ὁ ἐξ Ἀντικύρας· καὶ γὰρ ὁ μέλας κάλλιστος ἐν αὐτῇ γεννᾶται. ἐκλέγου δὲ τὸν εὔτροφον καὶ εὔ‐ σαρκον, λεπτὴν ἔχοντα τὴν ἐντεριώνην, δριμὺν ἐν τῇ γεύσει καὶ | |
5 | πυρώδη· τοιοῦτος δ’ ἐστὶν ὁ ἐν τῷ Ἑλικῶνι καὶ Παρνασσῷ καὶ | |
〈ἐν〉 Αἰτωλίᾳ φυόμενος, διαφέρει μέντοι ὁ Ἑλικώνιος. καθαίρει δὲ τὴν κάτω κοιλίαν ἄγων φλέγμα καὶ χολὴν καθ’ ἑαυτὸν ἢ μετὰ σκαμμωνίας καὶ ἁλῶν διδόμενος δραχμῆς μιᾶς ἢ τριωβόλου ὁλκή· συνέψεται δὲ καὶ φακοῖς καὶ ζωμοῖς τοῖς | 307 in vol. 2 | |
4.162.3 | εἰς κάθαρσιν λαμβανομένοις. ὠφελεῖ δὲ ἐπιλημπτικούς, μελαγ‐ χολικούς, μαινομένους, ἀρθριτικούς, παραλελυμένους· προστε‐ θεὶς δὲ ἔμμηνα ἄγει καὶ ἔμβρυα φθείρει, σύριγγάς τε καθαίρει καθεθεὶς καὶ μετὰ τρίτην ἐξαιρεθείς· ὁμοίως καὶ ἐπὶ δυσκω‐ | |
5 | φούντων καθίεται εἰς τὸ οὖς, ἐώμενος ἐπὶ δύο ἢ τρεῖς ἡμέρας. θεραπεύει δὲ καὶ ψώρας μετὰ λιβανωτοῦ καὶ κηροῦ καὶ ὀροῦ πίττης ἢ κεδρίνου ἐλαίου καταχριόμενος, μετ’ ὄξους δὲ ἢ καθ’ ἑαυτὸν καταπλασσόμενος ἀλφοὺς καὶ λειχῆνας καὶ λέπρας θερα‐ πεύει. ἑψηθεὶς δὲ ἐν ὄξει ὀδονταλγίας πραΰνει διακλυζόμενος | |
10 | σηπταῖς τε μείγνυται, μετὰ κριθίνου δὲ ἀλεύρου καὶ οἴνου | |
4.162.4 | κατάπλασμα γίνεται ὑδρωπικῶν ὠφέλιμον. συμφυτευθεὶς δὲ ἀμπέλοις πρὸς τῇ ῥίζῃ τὸν ἐξ αὐτῶν οἶνον καθαρτικὸν ἐργάζεται· περιρραίνουσι δὲ καὶ οἰκίας αὐτῷ καθάρσιον εἶναι νομίζοντες, ὅθεν καὶ ὀρύσσοντες ἵστανται πρὸς ἕω, εὐχόμενοι Ἀπόλλωνι | |
5 | καὶ Ἀσκληπιῷ, φυλαττόμενοι 〈δὲ〉 ἀετόν· ἐφίπτασθαι γάρ φα‐ σιν οὐκ ἀκινδύνως· δίδωσι γὰρ τὸν θάνατον ὁ ὄρνις, ἄνπερ ἴδῃ τὴν ὀρυγὴν τοῦ ἐλλεβόρου. συντόνως δὲ δεῖ ὀρύττειν διὰ τὸ | |
καρηβαρίαν ἐκ τῆς ἀποφορᾶς γίνεσθαι, ὅθεν εἰς προφυλακὴν οἱ ὀρύττοντες προεσθίουσι σκόρδα καὶ οἶνον πίνουσιν, ἀβλα‐ | 308 in vol. 2 | |
10 | βέστερον διατιθέμενοι. ἐξεντερίζεται δὲ ὥσπερ ὁ λευκὸς ἐλλέ‐ βορος. | |
4.163.1 | σησαμοειδὲς τὸ μικρόν· καυλία ἐστὶ σπιθαμιαῖα, ἔχοντα φύλλα κορωνόποδι ὅμοια, δασύτερα μέντοι καὶ μικρό‐ τερα· ἐπ’ ἄκρου δὲ τῶν καυλίων κεφάλια ἀνθέων ὑποπορφύρων, ὧν τὸ μέσον λευκόν, ἐν οἷς σπέρμα σησάμῳ ἐοικός, πικρόν, | |
5 | κιρρόν· ῥίζα λεπτή. καθαίρει δὲ φλέγμα καὶ χολὴν κάτω ποθὲν λεῖον τὸ σπέρμα ὅσον ὀξυβάφου ἥμισυ σὺν μελικράτῳ· καταπλασθὲν δὲ μεθ’ ὕδατος φύματα καὶ οἰδήματα διαφορεῖ. φύεται δὲ ἐν τραχέσι χωρίοις. | |
4.164.1 | τιθυμάλλου εἴδη ἑπτά, ὧν ὁ μὲν ἄρρην χαρακίας καλεῖται, ὑπὸ δέ τινων κομήτης ἢ ἀμυγδαλίτης ἢ κωβιὸς ὀνο‐ μάζεται· ὁ δέ τις θῆλυς ἢ μυρσινίτης, ὃν καὶ καρυΐτην καλοῦσιν· ὁ δὲ παράλιος, ὃν ἔνιοι τιθυμαλλίδα ἐκάλεσαν· ὁ δέ τις ἡλιο‐ | 309 in vol. 2 |
5 | σκόπιος, ὁ δὲ κυπαρισσίας, ὁ δὲ δενδρώδης, ὁ δὲ πλατύφυλλος. τοῦ δὴ χαρακίου καλουμένου εἰσὶ καυλοὶ μὲν ὑπὲρ πῆχυν, ἐνερευθεῖς, ὀποῦ δριμέος καὶ λευκοῦ μεστοί, φύλλα δὲ περὶ ταῖς ῥάβδοις ὅμοια ἐλαίᾳ, μακρότερα δὲ καὶ στενότερα, ῥίζα ἁδρὰ καὶ ξυλώδης· ἐπ’ ἄκρων δὲ τῶν καυλῶν κόμη σχοινοειδῶν | |
10 | ῥαβδίων, καὶ ἐπ’ αὐτῶν ὑπόκοιλα, ὅμοια πυελίσιν, ἐν οἷς ὁ καρ‐ πός. φύεται δὲ ἐν τραχέσι καὶ ὀρεινοῖς τόποις. | |
4.164.2 | δύναμιν δὲ ἔχει ὁ ὀπὸς καθαρτικὴν τῆς κάτω κοιλίας, ἄγων φλέγμα καὶ χολήν, ὀβολῶν δυεῖν πλῆθος λαμβανόμενος μετ’ ὀξυκράτου, σὺν μελικράτῳ δὲ καὶ ἔμετον κινεῖ. ὀπίζεται δὲ περὶ τὸν τρυγητὸν συναχθεισῶν τῶν ῥάβδων καὶ ἀποτμηθεισῶν· | |
5 | ἐγκεκλίσθαι δὲ αὐτὰς δεῖ εἰς ἀγγεῖον. ἔνιοι δὲ ὀρόβινον ἄλευ‐ ρον μειγνύντες συναναπλάσσουσιν ὀροβιαῖα μεγέθη, τινὲς δὲ εἰς τὰ ξηραινόμενα σῦκα ἀποστάζουσι σταλαγμοὺς τρεῖς ἢ τέσ‐ σαρας καὶ ξηράναντες ἀποτίθενται· καθ’ ἑαυτὸν δὲ τριβόμενος | |
4.164.3 | ἐν θυΐᾳ ἀναπλάσσεται καὶ ἀποτίθεται. ἐν δὲ τῷ ὀπίζειν οὐ δεῖ κατ’ ἄνεμον ἵστασθαι οὐδὲ τὰς χεῖρας προσάγειν τοῖς ὀφθαλμοῖς, ἀλλὰ καὶ πρὸ τοῦ ὀπίζειν τὸ σῶμα δεῖ χρίειν στέατι ἢ ἐλαίῳ μετ’ οἴνου, μάλιστα δὲ πρόσωπον καὶ ὄσχεον καὶ τρά‐ | |
5 | χηλον. τραχύνει δὲ καὶ τὴν φάρυγγα, ὅθεν δεῖ τὰ καταπότια | |
περιπλάττειν κηρῷ ἢ μέλιτι ἑφθῷ καὶ οὕτως διδόναι· ἰσχάδες μέντοι δύο ἢ τρεῖς λαμβανόμεναι αὐτάρκεις εἰσὶ πρὸς κάθαρσιν. ψιλοῖ δὲ καὶ τρίχας ὁ ὀπὸς πρόσφατος ἐπιχρισθεὶς μετ’ ἐλαίου ἐν ἡλίῳ, καὶ τὰς ἐπιγινομένας δὲ ξανθὰς καὶ λεπτὰς ποιεῖ· | 310 in vol. 2 | |
4.164.4 | καὶ τέλος ἐκφέρει πάσας. ἐντίθεται δὲ καὶ τοῖς βρώμασι τῶν ὀδόντων κουφίζων τὰ ἀλγήματα· κηρῷ δὲ δεῖ τοὺς ὀδόντας περι‐ φράττειν, ἵνα μὴ παραρρυεὶς κακώσῃ τὴν 〈φάρυγγα ἢ τὴν〉 γλῶσσαν. αἴρει δὲ καὶ μυρμηκίας καὶ ἀκροχορδόνας καὶ θύμους | |
5 | καὶ λειχῆνας ἐπιχριόμενος· ἁρμόζει καὶ πρὸς πτερύγια καὶ ἄν‐ θρακας, φαγεδαίνας, γαγγραίνας, σύριγγας. καὶ ὁ καρπὸς δὲ φθινοπώρῳ συλλεγεὶς καὶ ξηρανθεὶς ἐν ἡλίῳ κοπείς τε κούφως καὶ ἀποβρασθεὶς καθαρὸς ἀποτίθεται· καὶ τὰ φύλλα ὁμοίως ξηρά. ποιεῖ δὲ ὁ καρπὸς καὶ τὰ φύλλα τὰ αὐτὰ τῷ ὀπῷ πλῆθος ἡμί‐ | |
10 | σους ὀξυβάφου ποτιζόμενα· ἔνιοι δὲ καὶ ταριχεύουσιν αὐτά, | |
4.164.5 | μειγνύντες τῷ διὰ τοῦ γάλακτος λεπιδίῳ καὶ τυρῷ κοπτῷ. καὶ ἡ ῥίζα δὲ ἐπιπασθεῖσα δραχμὴ μία ὑδρομέλιτι καὶ ποθεῖσα ἄγει κατὰ κοιλίαν· ἑψηθεῖσα δὲ σὺν ὄξει καὶ διακλυζομένη γομφαλγίαις βοηθεῖ. | |
5 | ὁ δὲ θῆλυς, ὃν ἔνιοι μυρσινίτην ἢ καρυΐτην ἐκάλεσαν, προσεμφερὴς δαφνοειδεῖ, λευκὸς τὴν φύσιν, καὶ τὰ φύλλα ὅμοια ἔχει μυρσίνῃ, μείζω δὲ καὶ στερεά, ἐπ’ ἄκρου ὀξέα καὶ ἀκαν‐ | |
θώδη· κλήματα δὲ ἀπὸ τῆς ῥίζης ὡς σπιθαμιαῖα ἀφίησι, τὸν δὲ καρπὸν φέρει παρ’ ἐνιαυτὸν καρύῳ ὅμοιον, ἡσυχῆ δάκνοντα | 311 in vol. 2 | |
10 | τὴν γλῶτταν· ἐν τραχέσι χωρίοις καὶ οὗτος φύεται. | |
4.164.6 | δύναμιν δὲ ἔχει ὁ ὀπὸς καὶ ἡ ῥίζα καὶ ὁ καρπὸς καὶ τὰ φύλλα ὁμοίαν τῷ πρὸ αὐτοῦ· ἐμετικώτερος μέντοι ἐκεῖνος τού‐ του ἐστίν. ὁ δὲ παράλιος λεγόμενος τιθύμαλλος, ὃν ἔνιοι τιθυ‐ | |
5 | μαλλίδα ἢ μήκωνα ἐκάλεσαν· φύεται μὲν ἐν παραθαλαττίοις τόποις· κλῶνας δὲ ἔχει σπιθαμιαίους, ὀρθούς, ὑπερύθρους, πέντε ἢ ἓξ ἀπὸ τῆς 〈αὐτῆσ〉 ῥίζης, περὶ οὓς τὰ φύλλα στοιχηδὸν μικρά, ὑπόστενα, προμήκη, ἐοικότα λίνῳ· κεφαλὴν δὲ ἐπ’ ἄκρῳ πυκνήν, περιφερῆ, ἐν ᾗ ὁ καρπὸς ὡς ὄροβος, ποικίλος, ἄνθη | |
4.164.7 | λευκά. ὅλος δὲ ὁ θάμνος καὶ ἡ ῥίζα ὀποῦ λευκοῦ πολλοῦ μεστή· καὶ τούτου δὲ χρῆσις καὶ ἀπόθεσις ὁμοία ἐστὶ τοῖς προειρημένοις. ὁ δὲ ἡλιοσκόπιος λεγόμενος ἀνδράχνῃ ὅμοια φύλλα ἔχει, λεπτότερα δὲ καὶ περιφερέστερα, κλῶνας δὲ ἀφίησιν ἀπὸ τῆς | |
5 | ῥίζης σπιθαμιαίους, τέσσαρας ἢ πέντε, λεπτούς, ἐρυθρούς, ὀποῦ | |
λευκοῦ πολλοῦ μεστούς· κεφαλὴ δὲ ἀνηθοειδὴς καὶ ὁ καρπὸς δὲ ὥσπερ ἐν φύλλοις· συμπεριφέρεται δὲ τούτου ἡ κόμη τῇ τοῦ ἡλίου κλίσει, ὅθεν καὶ ὠνόμασται ἡλιοσκόπιος· ἐν ἐρει‐ | 312 in vol. 2 | |
4.164.8 | πίοις μάλιστα καὶ περὶ τὰς πόλεις φύεται. συλλέγεται δὲ ὁ ὀπὸς καὶ ὁ καρπὸς ὥσπερ καὶ τῶν ἄλλων, δύναμιν ἔχων τὴν αὐτήν, ἀλλ’ οὐχ οὕτως ἐπιτεταμένην. ὁ δὲ κυπαρισσίας καυλὸν μὲν ἀνίησι σπιθαμιαῖον ἢ καὶ | |
5 | μείζονα, ὑπέρυθρον, ἐξ οὗ βεβλάστηκε τὰ φύλλα τοῖς τῆς πί‐ τυος ὅμοια, τρυφερώτερα μέντοι καὶ λεπτότερα, καὶ καθόλου ἔοικε πίτυϊ ἀρτιφυεῖ, ὅθεν καὶ ὠνόμασται. πεπλήρωται δὲ καὶ οὗτος ὀποῦ λευκοῦ. δύναμιν δὲ ἔχει ὁμοίαν τοῖς πρὸ αὐτοῦ. | |
4.164.9 | ὁ δὲ ἐν ταῖς πέτραις φυόμενος, δενδροειδὴς δὲ καλούμενος, ἀμφιλαφὴς ἄνωθεν καὶ πολύκομος, ὀποῦ μεστός, ὑπέρυθρος τοὺς κλάδους, περὶ οὓς τὰ φύλλα μυρσίνῃ λεπτῇ προσεοικότα· καρπὸς δὲ ὅμοιος τῷ τοῦ χαρακίου. παραπλησίως | |
5 | δὲ καὶ οὗτος ἀποτίθεται καὶ ἐνεργεῖ ὁμοίως τοῖς προειρημένοις. ὁ δὲ πλατύφυλλος φλόμῳ ἔοικεν, οὗ καὶ αὐτοῦ ἡ ῥίζα καὶ ὁ ὀπὸς καὶ τὰ φύλλα ἄγει ὑδατώδη κατὰ κοιλίαν· ἀποκτείνει δὲ καὶ τοὺς ἰχθύας κοπεὶς καὶ διεθεὶς τῷ ὕδατι· καὶ οἱ προ‐ | |
γεγραμμένοι δὲ τὸ αὐτὸ δρῶσιν. | 313 in vol. 2 | |
4.165.1 | πιτύουσα· οἱ δὲ κλῆμα, οἱ δὲ κραμβίον, οἱ δὲ παρά‐ λιον, οἱ δὲ Κανωπικὸν καλοῦσιν. εἴδει 〈οὐ〉 δοκεῖ διαφέρειν τοῦ κυπαρισσίου τιθυμάλλου, ὅθεν καὶ εἶδος αὐτοῦ καταριθμεῖται· ἀνίησι δὲ καυλὸν πήχεως μείζονα, πολυγόνατον, φυλλαρίοις ὀξέσι | |
5 | καὶ λεπτοῖς κατειλημμένον, ἐμφερέσι τοῖς τῆς πίτυος, ἄνθη μικρά, ὡσεὶ πορφυρᾶ· καρπὸν δὲ πλατὺν ὡς φακόν, ῥίζαν λευ‐ κήν, παχεῖαν, ὀποῦ μεστήν· εὑρίσκεται δὲ κατὰ τόπους σφόδρα εὐμεγέθης ὁ θάμνος. καθαίρει δὲ κάτω ἡ μὲν ῥίζα, δυεῖν δραχμῶν ὁλκή, σὺν | |
10 | μελικράτῳ, τοῦ δὲ καρποῦ δραχμὴ μία, τοῦ δὲ ὀποῦ ὅσον κο‐ χλιάριον ἓν ἐν καταποτίῳ, ὡς εἴρηται, ἀλεύρῳ ἀναλημφθέν, τῶν δὲ φύλλων ὁλκαὶ τρεῖς. | |
4.166.1 | λαθυρίς· καταριθμοῦνταί τινες καὶ ταύτην ἐν τοῖς τιθυμάλλοις. καυλὸν δὲ ἀνίησι πήχεως τὸ ὕψος, κενόν, πάχος δακτύλου, ἐπ’ ἄκρου δὲ αὐτοῦ μασχάλαι· φύλλα δὲ τὰ μὲν ἐπὶ τοῦ καυλοῦ ἐπιμήκη, ὅμοια τοῖς τῆς ἀμυγδαλῆς, πλατύτερα δὲ | 314 in vol. 2 |
5 | καὶ λειότερα, τὰ δὲ ἐπ’ ἄκρων τῶν κλωνίων μικρότερα ὥσπερ | |
4.166.2 | τῆς ἐπιμήκους ἀριστολοχείας ἢ κισσοῦ. καρπὸν δὲ ἔχει ἐπ’ ἄκρων τῶν κλάδων τρίχωρον, περιφερῆ, ὥσπερ κάππαριν, ἐν ᾧ τρία σπερμάτια διειργόμενα ἐλύτροις ἀπ’ ἀλλήλων, περιφερῆ, μεί‐ ζονα ὀρόβων, λεπισθέντα δὲ λευκὰ καὶ γλυκέα ἐν τῇ γεύσει· | |
5 | ῥίζα λεπτή, ἄχρηστος. ὅλος δὲ ὁ θάμνος ὀποῦ μεστὸς ὥσπερ τιθύμαλλος. δύναμιν δὲ ἔχει καθαρτικὴν κοιλίας τὰ σπέρματα ὅσον ἑπτὰ ἢ ὀκτὼ τὸν ἀριθμὸν λαμβανόμενα ἐν καταποτίῳ ἢ ἐσθιόμενα καὶ πινόμενα ὕδατος ἐπιρροφουμένου ψυχροῦ· ἄγει δὲ φλέγμα, | |
10 | χολήν, ὕδωρ. καὶ ὁ ὀπὸς δὲ ἀναλημφθεὶς ὥσπερ ὁ τοῦ τιθυμάλ‐ λου τὸ αὐτὸ ποιεῖ· συνέψεται δὲ καὶ ὄρνιθι ἢ λαχάνοις τὰ φύλλα πρὸς τὴν αὐτὴν ἐνέργειαν. | |
4.167.1 | πέπλος· οἱ δὲ συκῆν, οἱ δὲ μήκωνα ἀφρώδη καλοῦσι. θαμνίσκος ἐστὶν ὀποῦ λευκοῦ μεστός, ἔχων φύλλον μικρόν, ὅμοιον πηγάνῳ, πλατύτερον δέ· ἡ δὲ σύμπασα κόμη ὡς σπι‐ θαμῆς, περιφερής, ἐκκεχυμένη ἐπὶ γῆς, καὶ ὑπὸ τοῖς φύλ‐ | |
5 | λοις καρπὸς μικρός, στρογγύλος, ἥττων τῆς λευκῆς μήκωνος. πολύκαρπος δὲ ἡ πόα, ῥίζαν ἔχουσα μίαν ἄχρηστον, ἀφ’ ἧς ὅλος ὁ θάμνος πέφυκε. γεννᾶται δὲ ἐν κήποις καὶ ἀμπελῶσι. συνά‐ γεται δὲ ἐν πυραμητῷ ξηραινόμενος ἐν σκιᾷ καὶ συνεχῶς στρε‐ φόμενος· κοπεὶς δὲ ὁ καρπὸς καὶ ἀποβραχεὶς ἀποτίθεται. | 315 in vol. 2 |
10 | ἄγει δὲ φλέγμα καὶ χολὴν ὀξυβάφου πλῆθος μετὰ ὑδρομέ‐ λιτος κοτύλης πινόμενος· καὶ προσοψήμασι δὲ μειγνύμενος τα‐ ράσσει κοιλίαν. ταριχεύεται δὲ εἰς ἁλμαίας. | |
4.168.1 | πεπλίς· οἱ δὲ ἀνδράχνην ἀγρίαν, Ἱπποκράτης (VII 184 L.) δὲ πέπλιον καλεῖ· φύεται μάλιστα ἐν παραθαλασσίοις τόποις θάμνος ἀμφιλαφής, ὀποῦ μεστὸς λευκοῦ, φύλλα ἔχων | |
ὅμοια τῇ κηπαίᾳ ἀνδράχνῃ, περιφερῆ δὲ καὶ ἐκ τῶν κάτωθεν | 316 in vol. 2 | |
5 | ἐνερευθῆ· καὶ ὁ καρπὸς δὲ στρογγύλος, ὑποκάτω τῶν φύλλων ὥσπερ τοῦ πέπλου, πυρώδης τῇ γεύσει, ῥίζα λεπτή, μία, ἄχρη‐ στος. συλλέγεται δὲ καὶ ἀποτίθεται καὶ δίδοται ὥσπερ ὁ πέπλος καὶ ταριχεύεται. δύναμιν δὲ ἔχει τὴν αὐτήν. | |
4.169.1 | χαμαισύκη, οἱ δὲ συκῆν· κλῶνας ἀνίησι τετραδακτύ‐ λους, ἐπὶ γῆς ἐρριμμένους περιφερῶς, ὀποῦ μεστούς, φύλλα φακοειδῆ, τῷ πέπλῳ ὅμοια, μικρά, λεπτά, πρὸς τῇ γῇ· καρπὸς δὲ ὑπὸ τοῖς φύλλοις στρογγύλος, ὡς πέπλου· οὔτε δὲ ἄνθος | |
5 | οὔτε καυλὸν ἔχει, ῥίζαν δὲ λεπτήν, ἄχρηστον. δύναμιν δὲ ἔχουσιν οἱ κλῶνες, λεανθέντες σὺν οἴνῳ, τὰς περὶ μήτραν ὀδύνας παύειν ἀντὶ πεσσοῦ προστεθέντες, κατα‐ πλασσόμενοι δὲ οἰδήματα καὶ ἀκροχορδόνας καὶ μυρμηκίας αἴρουσιν, ἑφθοὶ δὲ ἐσθιόμενοι κοιλίαν ἐκλύουσι. καὶ ὁ ἐξ αὐτῶν | |
10 | δὲ ὀπὸς τὰ αὐτὰ δρᾷ, καὶ καταχριόμενος σκορπιοπλήκτοις βοηθεῖ. ἁρμόζει δὲ καὶ πρὸς ἀμβλυωπίας καὶ ἀχλῦς καὶ ἀρχομένας ὑπο‐ χύσεις, οὐλάς, νεφέλια σὺν μέλιτι ἐγχριόμενος. φύεται ἐν πε‐ | |
τρώδεσι καὶ αὐχμηροῖς τόποις. | 317 in vol. 2 | |
4.170.1 | σκαμμωνία· κλῶνας ἀνίησι πολλοὺς ἀπὸ μιᾶς ῥίζης, τριπήχεις, λιπαρούς, ἐμφαίνοντάς τι δασύτητος, καὶ τὰ φύλλα δὲ δασέα, ὅμοια ἑλξίνῃ ἢ κισσῷ, μαλακώτερα μέντοι καὶ τρι‐ γωνοειδῆ, ἄνθη λευκά, περιφερῆ, κοῖλα ὡς κάλαθοι, βαρύοσμα· | |
5 | ῥίζα δὲ εὐμήκης, παχεῖα ὅσον βραχίων, λευκή, βαρύοσμος, ὀποῦ μεστή. συλλέγεται δὲ ὁ ὀπὸς τῆς κεφαλῆς ἀπὸ τῆς ῥίζης ἀφαιρουμένης καὶ θολοειδῶς ἐκρομβιζομένης εἰς κοιλότητα· συρρεῖ γὰρ εἰς αὐτὴν ὁ ὀπὸς καὶ οὕτως ἀναλαμβάνεται εἰς | |
4.170.2 | μύακας. ἔνιοι δὲ τὴν γῆν ὀρύξαντες ὁλμοειδῶς 〈καὶ〉 καρύας φύλλα ὑποθέντες καταχέουσι τὸν ὀπὸν καὶ οὕτως ξηρανθέντα ἀναιροῦνται. ἔστι δὲ καλὸς ὁ διαυγὴς καὶ κοῦφος, ἀραιός, ταυροκολλώδης τὴν χρόαν, σήραγγας ἔχων λεπτάς, σπογγώδης· | |
5 | τοιοῦτος δ’ ἐστὶν ὁ ἐκ Μυσίας τῆς κατὰ τὴν Ἀσίαν κομιζό‐ | |
μενος. μὴ προσέχειν δὲ 〈δεῖ〉 μόνῳ τῷ λευκαίνεσθαι αὐτὸν κατὰ τὴν τῆς γλώσσης θίξιν—τοῦτο γὰρ γίνεται καὶ παραμιγέν‐ τος αὐτῷ ὀποῦ τιθυμάλλου—μᾶλλον δὲ τοῖς προειρημένοις καὶ τῷ μὴ λίαν πυροῦν τὴν γλῶσσαν, ὅπερ γίνεται τιθυμάλλου μιγέν‐ | 318 in vol. 2 | |
4.170.3 | τος. ὁ δὲ Συριακὸς καὶ ὁ ἐν Ἰουδαίᾳ γεννώμενος χείριστοι, βαρεῖς, πυκνοί, δολούμενοι τιθυμάλλῳ καὶ ἀλεύρῳ μεμειγμένοις αὐτοῖς. δύναμιν δὲ ἔχει ὁ ὀπὸς λημφθεὶς σὺν μελικράτῳ ἢ ὕδατι δραχμῆς μιᾶς πλῆθος ἢ τριώβολον καθαίρειν κάτω φλέγμα καὶ | |
5 | χολήν. εἰς δὲ τὸ λῦσαι τὴν κοιλίαν ἀρκέσουσιν ὀβολοὶ δύο μετὰ σησάμου ἤ τινος ἄλλου σπέρματος λαμβανόμενοι· δίδοται καὶ πρὸς ἐνεργεστέραν κάθαρσιν τοῦ μὲν ὀποῦ τετρώβολον, ἐλλεβό‐ ρου δὲ μέλανος ὀβολοὶ δύο, 〈ἀλόης δὲ〉 καὶ ἁλὸς δραχμῆς μιᾶς | |
4.170.4 | 〈πλῆθοσ〉. σκευάζονται δὲ καὶ ἅλες καθαρτικοὶ πρὸς κυάθους ἓξ τῶν ἁλῶν ὁλκῶν εἴκοσι τῆς σκαμμωνίας τοῦ ὀποῦ μειγνυμέ‐ νων· λαμβάνεται δὲ πρὸς δύναμιν τὸ μὲν τέλειον τρία κο‐ χλιάρια, μέσον δὲ δύο, τὸ δὲ ἐλάχιστον ἕν. καθαίρει δὲ καὶ τῆς | |
5 | ῥίζης δραχμὴ μία ἢ δραχμαὶ δύο σὺν οἷς εἴρηται, ἔνιοι δὲ ἀφέψοντες αὐτὴν πίνουσι. συνεψηθεῖσα δὲ ὄξει καὶ λεανθεῖσα μετ’ ἀλεύρου κριθίνου ἰσχιαδικῶν ἐστι κατάπλασμα. ὁ δὲ ὀπὸς προστιθέμενος ἐν ἐρίῳ τῇ μήτρᾳ ἔμβρυα φθείρει, διαφορεῖ δὲ καὶ φύματα σὺν μέλιτι ἢ ἐλαίῳ ἐπιχριόμενος· ἑψηθεὶς δὲ | |
10 | σὺν ὄξει καὶ καταχρισθεὶς λέπρας ἐξάγει, κεφαλαλγίας τε χρο‐ | |
νίας ἐστὶν ἐπίβρεγμα σὺν ὄξει καὶ ῥοδίνῳ. | 319 in vol. 2 | |
4.171.1 | χαμελαία· οἱ δὲ πυρὸς ἄχνην ἢ ἄκνηστον ἢ κόκκον Κνί‐ διον· κλῶνας μὲν ἔχει σπιθαμιαίους, ὁ δὲ θάμνος φρυγανώδης, φύλλα ἐλαίᾳ παραπλήσια, λεπτότερα δὲ καὶ [πικρά,] πυκνά, δάκνοντα τὴν γεῦσιν καὶ τὴν ἀρτηρίαν χαράττοντα. | |
5 | ταύτης τὰ φύλλα 〈κάτω〉 καθαίρει φλέγμα καὶ χολήν, μάλιστα δὲ ἐν καταποτίῳ λαμβανόμενα, μειγνυμένου διπλασίονος ἀψινθίου πρὸς ἓν μέρος τῆς χαμελαίας· ἀναλαμβανέσθω δὲ ὕδατι ἢ μέ‐ λιτι εἰς καταπότια. ἔστι δὲ ἄτηκτα· διαχωρεῖται γὰρ ὅσα λαμ‐ βάνεται. ἀναλαμβανόμενα δὲ λεῖα τὰ φύλλα μετὰ μέλιτος ἀνα‐ | |
10 | καθαίρει τὰ ῥυπαρὰ ἕλκη καὶ ἠσχαρωμένα. | |
4.172.1 | θυμελαία ἢ χαμελαία· οἱ δὲ πυρὸς ἄχνην ἢ κνῆστρον ἢ κνέωρον καλοῦσιν· ἐκ ταύτης ὁ Κνίδιος κόκκος, καρπὸς ὢν αὐτῆς, συλλέγεται, ὃν Εὐβοεῖς μὲν ἀπόλινον καλοῦσιν, οἱ δὲ λίνον διὰ τὸ εἶναι τῷ σπαρτῷ λίνῳ τὸν θάμνον τῇ φύσει παρ‐ | 320 in vol. 2 |
5 | όμοιον. ῥάβδους δὲ ἀνίησι πολλὰς καὶ καλάς, ὅσον διπήχεις· τὰ δὲ φύλλα χαμελαίᾳ ὅμοια, πλὴν στενότερα καὶ λιπαρώτερα, ὑπόγλισχρα ἐν τῷ διαμασᾶσθαι καὶ κολλώδη, ἄνθη λευκά, καὶ μεταξὺ αὐτῶν ὁ καρπός, ὡς μύρτων, μικρός, στρογγυλώτερος, ἐν | |
4.172.2 | ἀρχῇ μὲν χλωρός, αὖθις δὲ ἐρυθρός. τὸ δὲ περικάρπιον σκλη‐ ρὸν καὶ μέλαν, τὸ δ’ ἐντὸς λευκόν, ὅπερ καθαίρει κάτω ὕδωρ καὶ χολὴν καὶ φλέγμα ὅσον εἴκοσι κόκκων τὸ ἐντὸς ποθέν· καί‐ ει δὲ τὴν φάρυγγα, διὸ μετὰ ἀλεύρου ἢ μετὰ ἀλφίτου δοτέον | |
5 | ἢ ἐν ῥαγὶ σταφυλῆς ἢ μέλιτι ἑφθῷ περιειλημμένον καταπιεῖν, συγχρίειν δὲ καὶ τοὺς δυσίδρους ἐλαίῳ μετὰ νίτρου καὶ ὄξους. τὰ δὲ φύλλα, ἅπερ ἰδίως κνέωρον καλεῖται, συλλέγειν δεῖ περὶ τὸν πυραμητὸν καὶ ἀποτίθεσθαι ξηράναντας ἐν σκιᾷ· διδόντας δὲ δεῖ κόπτειν καὶ ἀφαιρεῖν τὰς ἐν αὐτοῖς ἶνας. | |
4.172.3 | καθαίρει δὲ ἐπιπαττόμενον ὅσον ὀξυβάφου πλῆθος μετὰ κράματος, ἄγον ὑδατῶδες· μετριωτέραν δὲ ποιεῖται τὴν κάθαρσιν | |
μειχθὲν ἑφθῇ φακῇ ἢ λαχάνοις τριπτοῖς. ἀποτίθεται δὲ λεῖα ἀναλημφθέντα ὄμφακος χυλῷ εἰς ἀρτίσκους. ἔστι δὲ κακοστόμα‐ | 321 in vol. 2 | |
5 | χος· προστεθεὶς δὲ ἔμβρυα κτείνει. φύεται ἐν ὀρεινοῖς καὶ τραχέσι τόποις. πλανῶνται δὲ οἱ νομίζοντες τὸν Κνίδιον κόκκον τῆς χαμε‐ λαίας εἶναι τὸν καρπόν, ἀπατώμενοι διὰ τὸ τῶν φύλλων ὁμοειδές. | |
4.173.1 | ἀκτῆ· δισσή· ἡ μὲν γάρ τίς ἐστι δενδρώδης, κλάδους καλαμοειδεῖς ἔχουσα, στρογγύλους, ὑπολεύκους, εὐμήκεις· τὰ δὲ φύλλα τρία ἢ τέσσαρα ἐκ διαστημάτων περὶ τὴν ῥάβδον, καρύᾳ βασιλικῇ ὅμοια, βαρύοσμα δὲ καὶ μικρότερα, ἐπ’ ἄκρων δὲ τῶν | |
5 | κλάδων σκιάδια περιφερῆ, ἔχοντα ἄνθη λευκά, καρπὸν δὲ ἐοι‐ κότα τερεβίνθῳ, ἐν τῷ μέλανι ὑποπόρφυρον, βοτρυώδη, πολύ‐ | |
χυλον, οἰνώδη. | 322 in vol. 2 | |
4.173.2 | τὸ δ’ ἕτερον αὐτῆς χαμαιάκτη καλεῖται, ὑφ’ ὧν δὲ ἕλειος ἀκτῆ· ἐλάττων δὲ καὶ βοτανωδεστέρα, καυλὸν ἔχουσα τετράγω‐ νον, πολυγόνατον· τὰ δὲ φύλλα ἐκ διαστημάτων περὶ ἕκαστον γόνυ τεταρσωμένα, ὅμοια ἀμυγδαλῇ, κεχαραγμένα δὲ κύκλῳ καὶ | |
5 | μακρότερα, βαρύοσμα· σκιάδιον δὲ ἐπ’ ἄκρου ὅμοιον τῇ πρὸ αὐτῆς καὶ ἄνθος καὶ καρπός· ῥίζα δ’ ὕπεστι μακρά, δακτύ‐ λου τὸ πάχος. δύναμις δὲ ἡ αὐτὴ ἀμφοτέρων καὶ χρῆσις, ψυκτική, ὑδρα‐ γωγός, κακοστόμαχος μέντοι. ἑψόμενα δὲ τὰ φύλλα ὡς λάχανα | |
10 | καθαίρει φλέγμα καὶ χολήν, καὶ οἱ καυλοὶ δὲ ἁπαλοὶ ἐν λο‐ | |
4.173.3 | πάδι λημφθέντες τὰ αὐτὰ ποιοῦσι. καὶ ἡ ῥίζα δὲ αὐτῆς ἑψη‐ θεῖσα σὺν οἴνῳ καὶ διδομένη παρὰ τὴν δίαιταν ὑδρωπικοὺς ὠφελεῖ, βοηθεῖ δὲ καὶ ἐχιδνοδήκτοις ὁμοίως πινομένη· ἀφε‐ ψηθεῖσα δὲ μεθ’ ὕδατος εἰς ἐγκάθισμα ὑστέραν μαλάσσει καὶ | |
5 | ἀναστομοῖ καὶ διορθοῦται τὰς περὶ αὐτὴν διαθέσεις. καὶ ὁ καρ‐ πὸς δὲ σὺν οἴνῳ ποθεὶς τὰ αὐτὰ ποιεῖ, μελαίνει δὲ καὶ τρίχας ἐγχριόμενος. τὰ δὲ φύλλα πρόσφατα καὶ ἁπαλὰ φλεγμονὰς | |
πραΰνει σὺν ἀλφίτῳ καὶ κατακαύμασιν ἁρμόζει καὶ κυνοδήκτοις καταπλασσόμενα· κολλᾷ δὲ 〈καὶ〉 ὑποφοράς, καὶ ποδαγρικοῖς | 323 in vol. 2 | |
10 | βοηθεῖ μετὰ στέατος ταυρείου ἢ τραγείου καταπλασσόμενα. | |
4.174.1 | πυκνόκομον· φύλλα ἔχει ὅμοια εὐζώμῳ, τραχέα δὲ καὶ δριμέα καὶ παχύτερα, καυλὸν τετράγωνον, ἄνθος δὲ τῷ τοῦ ὠκίμου ἐμφερές, καρπὸν δὲ ὡς πράσου, ῥίζαν μέλαιναν, στρογ‐ γύλην, ὠχράν, ὡς μικρὸν μῆλον, γεῶδες ὄζουσαν· φύεται ἐν πε‐ | |
5 | τρώδεσι τόποις. δύναμιν δ’ ἔχει ὁ μὲν καρπὸς ποθεὶς ὅσον δραχμὴ μία ταραχώδη καὶ πολλὰ ἐνύπνια ποιεῖν, οἰδήματά τε διαφορεῖ ἐπι‐ πλαττόμενος σὺν ἀλφίτῳ καὶ ἀκίδας καὶ σκόλοπας ἐξάγει· καὶ τὰ φύλλα δὲ καταπλαττόμενα φύματα καὶ δοθιῆνας διαφορεῖ. | |
10 | ἡ δὲ ῥίζα αὐτῆς λυτικὴ κοιλίας καὶ κινητικὴ χολῆς· δίδου δὲ δραχμὰς δύο ἐν μελικράτῳ. | |
4.175.1 | ἄπιος· οἱ δὲ ἰσχάδα, οἱ δὲ χαμαιβάλανον, οἱ δὲ ῥά‐ φανον ἀγρίαν, οἱ δὲ λινόζωστιν καλοῦσι. κλωνία δύο ἢ τρία ἀπὸ γῆς σχοινώδη, λεπτά, ἐρυθρά, μικρὸν ὑπὲρ τῆς γῆς αἴροντα· φύλλα πηγάνῳ ἐοικότα, ἐπιμηκέστερα 〈δέ〉, χλωρά· καρ‐ | 324 in vol. 2 |
5 | πὸς μικρός, ῥίζα ἀσφοδέλῳ παραπλησία, στρογγυλωτέρα δὲ καὶ πρὸς τὸ τοῦ ἀπίου σχῆμα, μεστὴ ὀποῦ, φλοιὸν ἔχουσα ἔξωθεν μέλανα, ἔνδοθεν δὲ λευκή. ταύτης τὸ μὲν ἄνωθεν μέρος τῆς ῥίζης λημφθὲν δι’ ἐμέτων ἄγει χολὴν καὶ φλέγμα, τὸ δὲ πρὸς τῇ ῥίζῃ κάτω καθαίρει, ὅλη | |
10 | δὲ λημφθεῖσα ἀμφοτέρας τὰς καθάρσεις κινεῖ. ὀπίσαι δὲ βου‐ ληθεὶς κόπτε τὰς ῥίζας καὶ βαλὼν εἰς κρατηρίαν ὕδατος συν‐ τάραττε καὶ τὸν ἐφιστάμενον ὀπὸν πτερῷ ἀναλέγων ξήραινε· τούτου τρία ἡμιωβόλια ποθέντα ἄνω καὶ κάτω καθαίρει. | |
4.176.1 | κολόκυνθα ἀγρία· οἱ δὲ σικύαν πικράν, οἱ δὲ κολο‐ κυνθίδα καλοῦσι. κλημάτια ἀνίησι καὶ φύλλα ἐστρωμένα ἐπὶ | |
γῆς, ὅμοια τοῖς τοῦ ἡμέρου σικύου, ἐπεσχισμένα· καρπὸν δὲ περι‐ φερῆ, ὅμοιον σφαίρᾳ μέσῃ, πικρὸν ἰσχυρῶς, ὃν δεῖ συλλέγειν | 325 in vol. 2 | |
5 | ἀρχόμενον μεταβάλλειν ἐπὶ τὸ ὠχρότερον. δύναμιν δὲ ἔχει ἡ μὲν ἐντεριώνη τοῦ καρποῦ καθαρτικὴν τετρωβόλου πλῆθος μετὰ ὑδρομέλιτος 〈ἀνα〉λαμβανομένη νίτρῳ | |
4.176.2 | καὶ σμύρνῃ καὶ μέλιτι ἑφθῷ εἰς καταπότια. αὗται δὲ αἱ σφαῖ‐ ραι ξηραὶ λεῖαι ὠφελίμως μείγνυνται κλυσμοῖς ἐπὶ ἰσχιαδικῶν καὶ παραλυτικῶν καὶ κωλικῶν, ἄγουσαι φλέγμα καὶ χολὴν καὶ ξύσμα, ἔσθ’ ὅτε δὲ καὶ αἱματῶδες, ἔμβρυά τε φθείρουσι προσ‐ | |
5 | τιθέμεναι, ὀδονταλγίας τε διάκλυσμα, ἐάν τις ἐκκαθάρας αὐτὴν καὶ περιπλάσας πηλῷ ἐναποζέσας τε ὄξος δῷ διακλύζεσθαι· εἰ δέ τις ἐναφεψήσας μελίκρατον ἢ καὶ γλυκὺ καὶ ἐξαιθριάσας δώσει πιεῖν, καθαίρει πάχος καὶ ξύσμα· ἔστι δὲ κακοστόμαχος λίαν. προστίθεται δὲ καὶ βαλάνια ἐξ αὐτῆς πρὸς ἐκκομιδὴν | |
10 | τῶν περιττωμάτων· καὶ χλωρᾶς δὲ αὐτῆς ὁ χυλὸς ἐπὶ ἰσχια‐ δικῶν ἀνατριβόμενος ἁρμόζει. | |
4.177.1 | ἐπίθυμον· ἄνθος ἐστὶ θύμου τοῦ σκληροτέρου καὶ θύμβρᾳ ἐοικότος· ἔστι δὲ κεφάλια λεπτά, κοῦφα, οὐραχοὺς ἔχοντα ὡς τρίχας. καθαίρει δὲ πινόμενον κάτω φλέγμα καὶ χολὴν μέλαιναν, | 326 in vol. 2 |
5 | ἰδίως ἁρμόζον ἐπὶ μελαγχολικῶν καὶ ἐμπνευματουμένων ὀξυβά‐ φου πλῆθος πρὸς ὁλκὴν δραχμῶν τεσσάρων σὺν μέλιτι καὶ ἁλσὶ καὶ ὀλίγῳ ὄξει. γεννᾶται δὲ πλεῖστον ἐν Παμφυλίᾳ καὶ Καπ‐ παδοκίᾳ. | |
4.178.1 | ἄλυπον· φρυγανώδης ἐστὶ πόα, ὑπέρυθρος, λεπτό‐ καρφος καὶ λεπτόφυλλος, ἄνθος μαλακόν, κοῦφον· ῥίζα ὡς τεύτλου, μεστὴ ὀποῦ δριμέος, σπέρμα ὡς ἐπιθύμου. γεννᾶται δὲ ἐν τόποις παραθαλασσίοις, μάλιστα τοῖς τῆς Λιβύης τόποις | |
5 | καὶ ἐν ἄλλοις δὲ χωρίοις πλεῖστον. | |
καθαίρει δὲ τὸ σπέρμα μέλαιναν χολὴν κάτω λαμβανόμενον τὸ ἴσον πλῆθος τῷ ἐπιθύμῳ μεθ’ ἁλῶν καὶ ὄξους· τὰ δὲ ἔν‐ τερα ἐλαφρῶς ἑλκοῖ. | 327 in vol. 2 | |
4.179.1 | ἔμπετρον· οἱ δὲ φακοειδές. ἐν ὀρεινοῖς καὶ παρ‐ αλίοις πέτραις φύεται, ἁλυκὸν 〈ὂν〉 ἐν τῇ γεύσει, τὸ δὲ προσγειό‐ τερον πικρότερον. διδόμενον δὲ ἐν ζωμῷ ἢ ὑδρομέλιτι καθαίρει φλέγμα καὶ χολὴν καὶ ὑδατώδη. | |
4.180.1 | κληματίς· κλῆμα ἀνίησιν ὑπέρυθρον, λυγῶδες, φύλ‐ λον δριμὺ λίαν γευομένῳ καὶ ἑλκωτικόν. περιελίττεται δὲ τοῖς δένδρεσιν ὡς μῖλαξ. ταύτης ὁ καρπὸς λεῖος μεθ’ ὕδατος ἢ ὑδρομέλιτος ποθεὶς | |
5 | ἄγει κάτω φλέγμα καὶ χολήν. τὰ δὲ φύλλα καταπλασθέντα λέπρας ἀφίστησι· καὶ ταριχεύεται δὲ μετὰ λεπιδίου εἰς βρῶσιν. | |
4.181.1 | ἄμπελος ἀγρία· κλήματα ἀνίησι μακρὰ ὡς ἀμπέλου οἰνοφόρου, ξυλώδη, τραχέα, φλοιορραγοῦντα, φύλλα δὲ ὅμοια στρύχνῳ κηπαίῳ, πλατύτερα δὲ καὶ μικρότερα, ἄνθος ὡς τρίχας, βρυῶδες, καρπὸν δὲ βοτρυδίοις μικροῖς ὅμοιον, πεπαινόμενον | 328 in vol. 2 |
5 | ἐρυθρόν· περιφερὲς δέ ἐστι τὸ σχῆμα τῶν κόκκων. ταύτης ἡ ῥίζα ἀποζεσθεῖσα ἐν ὕδατι καὶ μετ’ οἴνου πι‐ νομένη τεθαλασσωμένου κυάθων δύο ὑδατῶδες καθαίρει· δί‐ δοται δὲ ὑδρωπικοῖς. οἱ δὲ βότρυες ἐφήλεις ἀποκαθαίρουσι καὶ πάντα σπίλον· ταριχεύονται δὲ καὶ ταύτης οἱ ἀκρεμόνες ἀρ‐ | |
10 | τιφυεῖς εἰς βρῶσιν. | |
4.182.1 | ἄμπελος λευκή· οἱ δὲ βρυωνίαν, οἱ δὲ ὀφιοστάφυ‐ | |
λον, οἱ δὲ χελιδόνιον, οἱ δὲ 〈μάδον ἢ〉 μήλωθρον ἢ ψίλωθρον ἢ ἀρχέζωστιν ἢ ἄγρωστιν ἢ κέδρωστιν καλοῦσι. ταύτης τὰ κλή‐ ματα καὶ τὰ φύλλα καὶ αἱ ἕλικες ὅμοια τῇ ἡμέρῳ ἀμπέλῳ, | 329 in vol. 2 | |
5 | δασύτερα δὲ πάντα· καὶ ἐμπλέκεται τοῖς παρακειμένοις θάμνοις ἐλλαμβανομένη ταῖς ἕλιξι· καρπὸν δὲ ἔχει βοτρυώδη, πυρρόν, ᾧ ψιλοῦται τὰ δέρματα. ταύτης οἱ ἀσπάραγοι κατὰ τὴν πρώτην ἐκβλάστησιν ἑφθοὶ ἐσθίονται, οὔρησιν καὶ κοιλίαν κινοῦντες. | |
4.182.2 | δύναμιν δὲ ἔχει τὰ φύλλα καὶ ὁ καρπὸς 〈καὶ ὁ καυλὸσ〉 καὶ ἡ ῥίζα δριμεῖαν, ὅθεν ἐπὶ τῶν Χειρωνείων καὶ γαγγραινικῶν καὶ φαγεδαινικῶν καὶ σαπροκνήμων ἑλκῶν μεθ’ ἁλὸς καταπλασ‐ σόμενα ποιεῖ. ἡ δὲ ῥίζα ῥύπτει χρῶτα καὶ τετανοῖ καὶ ἔφηλιν | |
5 | ἀποκαθαίρει, ἰόνθους, φακούς, οὐλὰς μελαίνας σὺν ὀρόβῳ καὶ τήλει· καθεψηθεῖσα δὲ μετ’ ἐλαίου, μέχρι τακερωθῇ, πρὸς τὰ αὐτὰ ἁρμόζει. αἴρει δὲ καὶ ὑπώπια καὶ πτερύγια τὰ ἐν δα‐ κτύλοις στέλλει σὺν οἴνῳ καταπλασσομένη, διαφορεῖ καὶ φλεγ‐ μονὰς καὶ ῥήττει ἀποστήματα, ἀνάγει καὶ ὀστᾶ λεία κατα‐ | |
4.182.3 | πλασσομένη σηπταῖς τε μείγνυται ἐπιτηδείως. πίνεται δὲ καὶ πρὸς ἐπιλημψίας ὁλκὴ μία καθ’ ἡμέραν πρὸς ἐνιαυτόν, ὠφελεῖ | |
καὶ ἀποπλήκτους καὶ σκοτωματικοὺς ὁμοίως λαμβανομένη. δυεῖν δὲ δραχμῶν ὁλκὴ ποθεῖσα ἐχιοδήκτοις βοηθεῖ καὶ ἔμβρυα | 330 in vol. 2 | |
5 | φθείρει· ὑποταράττει δὲ ἐνίοτε τὴν διάνοιαν· καὶ προστεθεῖσα δὲ ὑστέρᾳ ἔμβρυα καὶ δεύτερα ἐπισπᾶται. κινεῖ καὶ οὖρα πι‐ νομένη, καὶ ἔκλειγμα δὲ δι’ αὐτῆς μετὰ μέλιτος τοῖς πνιγο‐ μένοις καὶ δυσπνοοῦσι καὶ βήσσουσι πλευράν τε ἀλγοῦσι καὶ ῥήγμασι, σπάσμασι δίδοται, καὶ σπλῆνας τήκει τριωβόλου | |
4.182.4 | ὁλκὴ ποθεῖσα σὺν ὄξει ἐπὶ ἡμέρας τριάκοντα· καὶ καταπλάσ‐ σεται δὲ μετὰ σύκου πρὸς τὰ αὐτὰ χρησίμως. ἀφέψεται δὲ καὶ εἰς ἐγκάθισμα, καθαρτικὸν ὑστέρας ὂν καὶ ἐκβόλιον. χυλί‐ ζεται δὲ ἡ ῥίζα αὐτῆς ἔαρος· πίνεται δὲ ὁ χυλὸς σὺν μελικράτῳ | |
5 | πρὸς τὰ αὐτά, ἄγων φλέγμα. ὁ δὲ καρπὸς ποιεῖ πρὸς ψώρας καὶ λέπρας συγχριόμενος καὶ καταπλασσόμενος· κατασπᾷ δὲ καὶ γάλα ὁ καρπὸς αὐτῆς χυλισθεὶς καὶ μετὰ πυρῶν ἡψημένων ῥοφηθείς. | |
4.183.1 | ἄμπελος μέλαινα, ἣν ἰδίως βρυωνίαν ὀνομάζουσί τινες, οἱ δὲ Χειρώνιον ἄμπελον· φύλλα ἐστὶ κισσῷ ὅμοια, μᾶλ‐ λον δὲ πρὸς τὰ τῆς μίλακος, καὶ οἱ καυλοὶ 〈δέ〉· μείζονα δὲ ταῦτα. ἐλλαμβάνεται δὲ καὶ αὕτη τῶν δένδρων ταῖς ἕλιξι· καρπὸς δὲ | 331 in vol. 2 |
5 | βοτρυώδης, χλωρὸς κατ’ ἀρχήν, πεπανθεὶς δὲ μέλας γίνεται· ῥίζα μέλαινα ἔξωθεν, ἔνδοδεν δὲ πυξοειδής. | |
4.183.2 | καὶ ταύτης οἱ καυλοὶ κατὰ τὴν πρώτην ἐκβλάστησιν λαχα‐ νεύονται· εἰσὶ δὲ διουρητικοί, καταμηνίων κινητικοί, τηκτικοὶ σπλημνός, ἐπιλημπτικοῖς τε καὶ παραλυτικοῖς καὶ σκοτωματικοῖς ἁρμόζουσιν. ἡ δὲ ῥίζα δύναμιν ὁμοίαν τῇ λευκῇ κέκτηται, πρὸς | |
5 | τὰ αὐτὰ ἁρμόζουσαν, ἧττον μέντοι ἐνεργεῖ. ποιεῖ δὲ καὶ πρὸς τοὺς τῶν ὑποζυγίων λόφους, ἐπειδὰν ἑλκωθῶσι, τὰ φύλλα σὺν οἴνῳ καταπλασσόμενα καὶ πρὸς στρέμματα ὁμοίως ἐπιτίθεται. | |
4.184.1 | πτέρις, ἣν ἔνιοι βλῆχρον, οἱ δὲ πολύρριζον καλοῦσι φύλλα ἐστὶν ἄκαυλα καὶ ἀνανθῆ καὶ ἄκαρπα ἐξ ἑνὸς μόσχου, περὶ πῆχυν τὸ μέγεθος, ἐντετμημένα καὶ ἀνηπλωμένα ὡς πτέ‐ ρυξ, ὑποδυσώδη· ῥίζαν δὲ ἔχει ἐπιπόλαιον, μέλαιναν, ὑπομήκη, | 332 in vol. 2 |
5 | ἐκφύσεις ἔχουσαν πολλάς, ὑποστύφουσαν ἐν τῇ γεύσει. φύεται δὲ ἐν ὀρεινοῖς καὶ ἐν πετρώδεσι τόποις. ταύτης ἡ ῥίζα ἕλμιν πλατεῖαν ἐκτινάσσει δραχμῶν τεσσά‐ ρων ὁλκὴ μετὰ μελικράτου λαμβανομένη· βέλτιον δέ, εἰ μετὰ σκαμμωνίας ἢ ἐλλεβόρου μέλανος ὀβολῶν δυεῖν δοίη τις· δεῖ δὲ | |
10 | προσκορδοφαγεῖν τοὺς λαμβάνοντας. | |
4.185.1 | θηλυπτερίς· οἱ δὲ νυμφαίαν πτέριν ὀνομάζουσι. | |
τὰ μὲν φύλλα πτέριδι ὅμοια, οὐ μονόμοσχα δὲ ὡς τὰ ἐκείνης, ἀλλὰ πολλὰς ἔχοντα ἀποφύσεις καὶ ὑψηλοτέρας· ῥίζαι δ’ ὕπεισι πλάγιαι, μακραί, πλείους ὑπόξανθοι ἐν τῷ μέλανι, τινὲς δ’ | 333 in vol. 2 | |
5 | ἐρυθραί. καὶ αὗται δὲ σὺν μέλιτι ἐν ἐκλεικτῷ πλατεῖαν ἕλμιν ἐξ‐ άγουσι, σὺν οἴνῳ δὲ πινόμεναι δραχμῶν τριῶν πλῆθος στρογ‐ γύλην ἐκτινάσσουσιν ἕλμιν· γυναιξὶ δὲ δοθεῖσαι ἀσυλλημψίαν ποιοῦσι, κἂν ἔγκυος δὲ λάβῃ, ἐκτιτρώσκει. ξηραὶ δὲ καὶ ἐπὶ | |
10 | τῶν δυσαλθῶν καὶ καθύγρων ἑλκῶν ἐπιπάσσονται, λόφους τε ὑποζυγίων ἰῶνται. τὰ δὲ φύλλα αὐτῆς ἀρτίβλαστα λαχανευ‐ θέντα ἑφθὰ καὶ βρωθέντα κοιλίαν μαλάσσει. | |
4.186.1 | πολυπόδιον· φύεται ἐν πέτραις βρύα ἐχούσαις καὶ ἐν τοῖς γερανδρύοις πρέμνοις ἐπὶ τῶν βρύων, σπιθαμῆς ἔχον ὕψος, ὅμοιον πτέριδι, ὑπόδασυ, ἐντετμημένον, οὐ μὴν οὕτως γε λεπτοσχιδῶς. ῥίζα δ’ ὕπεστι δασεῖα, πλεκτάνας ὥσπερ | |
5 | πολύπους ἔχουσα, πάχος μικροῦ δακτύλου, ξυσθεῖσα δὲ ἔνδοθεν χλωρά, στρυφνὴ κατὰ τὴν γεῦσιν καὶ ὑπόγλυκυς, δύναμιν ἔχουσα καθαρτικήν. δίδοται δὲ συγκαθεψομένη ὄρνιθι ἢ ἰχθύ‐ σιν ἢ τεύτλῳ ἢ μολόχῃ. ξηρὰ δὲ ἐπιπασσομένη μελικράτῳ ἄγει φλέγμα καὶ χολήν. ποιεῖ καὶ πρὸς στρέμματα ἡ ῥίζα λεία | 334 in vol. 2 |
10 | καταπλασθεῖσα καὶ πρὸς ῥαγάδας τὰς ἐν μεσοδακτύλοις. | |
4.187.1 | δρυοπτερίς· φύεται κατὰ τὰ βρυώδη μέρη τῶν πα‐ λαιῶν δρυῶν, ὁμοία πτέριδι, ἐλάττων δὲ πολλῷ καὶ τῇ σχί‐ σει 〈λεπτή〉· ῥίζας δ’ ἔχει κατ’ ἐπιπλοκὴν δασείας, στρυφνὰς κατὰ τὴν γεῦσιν ἐν τῷ γλυκεῖ. | |
5 | τοῦτο ἐπιπασθὲν λεῖον σὺν ταῖς ῥίζαις τρίχας ψιλοῖ· δεῖ δὲ ἀποψᾶν τὸ πρῶτον μετὰ τὸ ἰκμάσαι τὸν χρῶτα καὶ νεαρὸν ἐπιπάττειν. | |
4.188.1 | κνῆκος· φύλλα ἔχει ἐπιμήκη, ἐντετμημένα, τραχέα, | |
ἀκανθώδη, καυλοὺς διπήχεις, ἐφ’ ὧν κεφάλια κατὰ μέγεθος ἐλαίας, ἄνθος κρόκῳ ὅμοιον, σπέρμα λευκὸν καὶ πυρρόν, ἐπίμηκες, γεγωνιωμένον. τούτου τῷ ἄνθει χρῶνται εἰς τὰ προσοψήματα. | 335 in vol. 2 | |
5 | τὸ δὲ σπέρμα κοπτόμενον καὶ χυλιζόμενον σὺν ὑδρομέλιτι | |
4.188.2 | ἢ ζωμῷ ὄρνιθος κοιλίαν καθαίρει· κακοστόμαχον δέ ἐστι. γί‐ νεται δὲ καὶ κοπτάρια κοιλίας μαλακτικὰ δι’ αὐτοῦ πτισθέντος καὶ μιγέντος ἀμυγδάλοις καὶ νίτρῳ καὶ ἀνήσσῳ καὶ μέλιτι ἑφθῷ· δεῖ δὲ πρὸ δείπνου λαμβάνειν εἰς τέσσαρα διελόντας ὡς | |
5 | βασιλικοῦ καρύου μέγεθος δύο ἢ τρία. σκευάζειν δὲ δεῖ τὸν τρόπον τοῦτον· κνήκου λευκοῦ ξέστην ἕνα, Θασίων πεφωγμένων καὶ λελεπισμένων κυάθους τρεῖς, ἀνήσσου δραχμὴν μίαν, ἀφρο‐ νίτρου δραχμὴν μίαν, 〈μέλιτος τὸ ἀρκοῦν,〉 ἰσχάδων τῆς σαρκὸς ἀριθμῷ τριάκοντα. πήττει δὲ καὶ γάλα ὁ χυλὸς τοῦ σπέρματος | |
10 | καὶ λυτικώτερον ποιεῖ. | |
4.189.1 | λινόζωστις· οἱ δὲ παρθένιον, οἱ δὲ Ἑρμοῦ βοτάνιον καλοῦσιν. ἔχει τὸ φύλλον ὅμοιον ὠκίμῳ πρὸς τὸ τῆς ἑλξίνης, ἔλαττον δέ, κλωνία διγόνατα, μασχάλας πολλάς, πυκνὰς ἔχοντα· | |
τὸν δὲ καρπὸν ἡ μὲν θήλεια βοτρυοειδῆ καὶ πολὺν ἡ δὲ ἄρρην | 336 in vol. 2 | |
5 | πρὸς τοῖς πετάλοις μικρόν, στρογγύλον, ὥσπερ ὀρχίδια κατὰ δύο προσκείμενα· ὅλος δὲ ὁ θαμνίσκος σπιθαμιαῖος ἢ καὶ μείζων. | |
4.189.2 | κινοῦσι δ’ ἀμφότεραι κοιλίαν λαχανευόμεναι καὶ ἐσθιό‐ μεναι· καθεψόμεναι δὲ ἐν ὕδατι πινομένου τοῦ ὕδατος ἄγουσι χολὴν καὶ ὑδατῶδες. δοκεῖ δὲ τὰ μὲν τῆς θηλείας φύλλα λεῖα πινόμενα καὶ προστιθέμενα μετὰ τὴν κάθαρσιν τοῖς αἰδοίοις | |
5 | σύλλημψιν θήλεως ποιεῖσθαι, τὰ δὲ τῆς ἄρρενος ὁμοίως ἐπι‐ τηδευθέντα ἀρρενογόνα γίνεσθαι. | |
4190RV1 | [κυνέα ἢ κυνοκράμβη· οἱ δὲ λινόζωστις ἀγρία ἄρρην Ἄφροι ἁρμάς, οἱ δὲ ἀσουμέσλαβον. καυλὸν ἀνίησι δισπιθα‐ μιαῖον, τρυφερόν, ὑπόλευκον, φύλλα ἐμφερῆ λινοζώστει ἢ κισσῷ, | |
ὑπόλευκα ἐκ διαστημάτων, τὸν δὲ καρπὸν πρὸς τοῖς πετάλοις | 337 in vol. 2 | |
5 | μικρόν, στρογγύλον προσκείμενον. δύναμιν δὲ ἔχει ὅ τε καυλὸς καὶ τὰ φύλλα πινόμενα κοιλίας κινητικὴν λαχανευόμενα, καθεψο‐ μένων τε τὸ ὕδωρ ἄγει χολὴν καὶ ὑδατώδη.] | |
4.190.1 | ἡλιοτρόπιον τὸ μέγα, ὃ ἔνιοι σκορπίουρον ἀπὸ τοῦ περὶ τὸ ἄνθος σχήματος ἐκάλεσαν, ἡλιοτρόπιον δὲ ἐκ τοῦ συμπεριτρέπεσθαι τὰ φύλλα τῇ τοῦ ἡλίου κλίσει· ἔχει τὰ φύλλα ὠκίμῳ παραπλήσια, δασύτερα δὲ καὶ μελάντερα, κλωνία ἀπὸ | |
5 | τῆς ῥίζης τρία ἢ τέσσαρα καὶ ἐκ τούτων μασχάλας πλείους· ἐπ’ ἄκρων δὲ ἄνθος λευκόν, ὑποπόρφυρον, ἐπικαμπὲς καθάπερ σκορπίου οὐρά· ῥίζα δὲ λεπτή, ἄχρηστος. φύεται δὲ ἐν τρα‐ χέσι τόποις. | |
4.190.2 | τούτου ὅσον δέσμη ἀφεψηθεῖσα μεθ’ ὕδατος καὶ ποθεῖσα ἄγει φλέγμα καὶ χολὴν κατὰ κοιλίαν. ἁρμόζει δὲ καὶ σκορπιο‐ | |
πλήκτοις μετ’ οἴνου πινομένη καὶ καταπλασσομένη· ἔνιοι δὲ τὴν ῥίζαν τοῖς σκορπιοπλήκτοις περιάπτουσι πρὸς ἀπονίαν. | 338 in vol. 2 | |
5 | φασὶ δὲ πρὸ μιᾶς ὥρας τῆς λήμψεως τοῦ καρποῦ τέσσαρας κόκ‐ κους μετ’ οἴνου ποθέντας τεταρταίους ἀπαλλάσσειν, τριταίους δὲ τρεῖς. καταπλασσόμενος δὲ ὁ καρπὸς μυρμηκίας καὶ ἀκρο‐ χορδόνας καὶ θύμια καὶ ἐπινυκτίδας ξηραίνει, τὰ δὲ φύλλα πο‐ δάγραις καὶ στρέμμασι καὶ σειριῶσι παιδίοις ἐπιπλάττεται ὠφε‐ | |
10 | λίμως· κινεῖ δὲ καὶ ἔμμηνα καὶ ἔμβρυα λεῖα προστεθέντα. | |
4.191.1 | ἡλιοτρόπιον τὸ μικρόν· φύεται ἐν 〈τόποισ〉 τελ‐ ματώδεσι καὶ παρὰ λίμναις, ἔχον φύλλα παραπλήσια τῷ προ‐ ειρημένῳ, στρογγυλώτερα δέ, καρπὸν στρογγύλον, ἀποκρεμά‐ μενον ὡς ἀκροχορδόνας. | |
5 | δύναται δὲ ἡ πόα μετὰ τοῦ καρποῦ πινομένη σὺν νίτρῳ καὶ ὑσσώπῳ καὶ καρδάμῳ καὶ ὕδατι ἕλμινθα πλατεῖαν καὶ στρογ‐ γύλην ἐκτινάσσειν· αἴρει δὲ καὶ ἀκροχορδόνας σὺν ἁλσὶ κατα‐ πλασσομένη. | |
4.192.1 | σκορπιοειδές· βοτάνιον φύλλα ἔχον ὀλίγα καὶ σπέρ‐ ματα οὐραῖς σκορπίου ἐμφερῆ. βοηθεῖ δὲ καταπλασσόμενα σκορ‐ | |
πιοπλήκτοις. | 339 in vol. 2 | |
5t1 | ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ | |
5Arg1 | Ἀποδόντες ἐν τοῖς προγραφεῖσι τέτταρσι βιβλίοις, φίλτατε Ἄρειε, τὸν περὶ ἀρωμάτων καὶ ἐλαίων καὶ μύρων καὶ δένδρων, καὶ τῶν ἐξ αὐτῶν καρπῶν τε καὶ δακρύων, ἔτι τε ζῴων καὶ μέλιτος καὶ γάλακτος καὶ στεάτων καὶ τῶν καλουμένων σιτηρῶν | |
5 | καὶ λαχάνων, καὶ τὸν σύμπαντα περὶ ῥιζῶν καὶ βοτανῶν καὶ χυλισμάτων καὶ σπερμάτων λόγον, ἐν τούτῳ τελευταίῳ ὑπάρχοντι τῆς ὅλης πραγματείας διαλεξόμεθα περὶ οἴνων καὶ τῶν καλου‐ μένων μεταλλικῶν, ἀρξάμενοι ἀπὸ τῆς περὶ ἀμπέλου παραδόσεως. | |
5.1.1 | ἀμπέλου οἰνοφόρου τὰ φύλλα καὶ αἱ ἕλικες λεῖα καταπλασσόμενα κεφαλαλγίας πραύνουσι, καὶ φλεγμονὴν στο‐ μάχου καὶ καῦσον σὺν ἀλφίτῳ καὶ καθ’ ἑαυτὰ ἐπιτιθέμενα τὰ φύλλα, στυπτικὰ καὶ ψυκτικὰ ὄντα· καὶ ὁ ἐξ αὐτῶν δὲ χυλὸς | |
5 | ποθεὶς ὠφελεῖ δυσεντερικοὺς καὶ αἱμοπτοικοὺς καὶ στομαχι‐ κοὺς καὶ κισσώσας, καὶ ἀποβραχεῖσαι δὲ αἱ ἕλικες ἐν ὕδατι | |
5.1.2 | καὶ ποθεῖσαι τὰ αὐτὰ ποιοῦσι. τὸ δὲ δάκρυον αὐτῆς, ὅμοιον ὂν κόμμει, περιπηγνύμενον τοῖς στελέχεσι, λίθους ἐκτινάσσει | |
πινόμενον σὺν οἴνῳ· ἰᾶται δὲ καὶ λειχῆνας λέπρας ψώρας καταχριόμενον· δεῖ δὲ προεκνιτροῦν τὸν τόπον. σὺν ἐλαίῳ δὲ | 1 in vol. 3 | |
5 | ἐπιχριόμενον συνεχῶς ψιλοῖ τρίχας, καὶ μάλιστα τὸ ἀπὸ τοῦ χλωροῦ κοιομένου κλήματος ἀφιδρούμενον, ὃ καὶ μυρμηκίας ἐπιχριόμενον ἐκβάλλει. ἡ δὲ ἐκ τῶν κλημάτων καὶ στεμφύλων τέφρα τὰ περὶ δακτύλιον ἀφαιρεθέντα κονδυλώματα καὶ θύμια σὺν ὄξει καταπλασθεῖσα θεραπεύει καὶ στρέμματα, καὶ ἐχεο‐ | |
10 | δήκτοις βοηθεῖ καὶ σπληνὸς φλεγμονῇ σὺν ῥοδίνῳ καὶ πηγάνῳ καὶ ὄξει καταπλασσομένη. | |
5.2.1 | ἄμπελος ἀγρία διττή· ἡ μὲν γάρ τις αὐτῆς οὐ περ‐ κάζει τὴν σταφυλήν, ἄχρι δ’ ἀνθήσεως ἄγει τὴν λεγομένην οἰνάνθην, ἡ δέ τις καὶ τελεσφορεῖ, μικρόρραξ οὖσα καὶ μέλαινα καὶ στυπτική. | |
5 | δύναμιν δὲ ἔχει ταύτης τὰ φύλλα καὶ αἱ ἕλικες καὶ οἱ καυλοὶ ὁμοίαν τῇ ἡμέρῳ. | |
5.3.1 | σταφυλή· ἡ μὲν πρόσφατος πᾶσα ἐκταράσσει τὴν κοι‐ λίαν καὶ ἐμπευματοῖ 〈τὸν〉 στόμαχον, ἡ δ’ ἐπὶ χρόνον τινὰ κρεμασθεῖσα ἐπ’ ὀλίγον μετέχει τούτων διὰ τὸ πολὺ τῆς ἰκμάδος ἀνεξηράνθαι, εὐστόμαχός τέ ἐστι καὶ ὀρέξεως ἀνακλητικὴ καὶ | |
5 | ἐπιτήδειος πρὸς τοὺς ἀσθενοῦντας. αἱ δ’ ἐκ τῶν στεμφύλων καὶ τῶν βίκων εὔστομοι, εὐστόμαχοι, κοιλίας ἐφεκτικαί, κύστεως δὲ καὶ κεφαλῆς ἅπτονται· ἁρμόζουσι δὲ καὶ ἐπὶ αἱμοπτοικῶν. ὅμοιαι δέ εἰσι καὶ αἱ εἰς τὸ γλεῦκος ἐμβαλλόμεναι, αἱ δ’ ἐκ | |
5.3.2 | τοῦ ἑψήματος καὶ γλυκέος κακοστομαχώτεραι. συντίθενται δὲ | |
καὶ μετ’ ὀμβρίου ὕδατος προσταφιδωθεῖσαι· γίνονται δὲ αἱ τοιαῦται ἐπ’ ὀλίγον οἰνώδεις, ἄδιψοι δὲ καὶ καυσώδεσι πυρε‐ τοῖς χρονίοις χρήσιμοι. τὸ δὲ στέμφυλον αὐτῶν ἀποτεθὲν | 2 in vol. 3 | |
5 | καταπλάττεται μεθ’ ἁλῶν 〈λεῖον〉 πρὸς φλεγμονὰς καὶ σκληρίαν καὶ σπάργησιν μαστῶν. τὸ δὲ ἀφέψημα τῶν στεμφύλων δυσεν‐ τερικοὺς καὶ κοιλιακοὺς καὶ ῥοικὰς ὠφελεῖ ἐνιέμενον, καὶ εἰς ἐγκαθίσματα καὶ προσκλύσματα λαμβάνεται. τὰ δὲ ἐξ αὐτῶν γίγαρτα στυπτικά, εὐστόμαχα, φρυγέντα δὲ καὶ ἀντὶ ἀλφίτου | |
10 | ἐπιπασσόμενα λεῖα ἁρμόζει δυσεντερικοῖς καὶ κοιλιακοῖς καὶ τοῖς τὸν στόμαχον ἀναλελυμένοις. | |
5.3.3 | τῆς δὲ ἀσταφίδος στυπτικωτέρα ἐστὶν ἡ λευκή. ὠφελεῖ δὲ ἡ σὰρξ αὐτῶν ἐσθιομένη ἀρτηρίαν καὶ βῆχα, καὶ νεφροὺς καὶ κύστιν καὶ δυσεντερίαν σὺν τοῖς γιγάρτοις ἐσθιομένη καθ’ ἑαυτήν, μιγεῖσά τε ἀλεύρῳ κεγχρίνῳ καὶ ᾠῷ καὶ τηγανισθεῖσα | |
5 | μετὰ μέλιτος καὶ λαμβανομένη, εἴς τε ἀποφλεγματισμοὺς καθ’ ἑαυτὴν καὶ σὺν πεπέρει μασωμένη εὐθετεῖ, διδύμων τε φλεγ‐ μονὰς παύει καταπλασθεῖσα μετὰ ἀλεύρου κυαμίνου καὶ κυμίνου. ἐπινυκτίδας δὲ καὶ ἄνθρακας καὶ κηρία καὶ τὰς περὶ ἄρθρα σηπεδόνας καὶ γαγγραίνας χωρὶς 〈τῶν〉 γιγάρτων ἰᾶται λεία σὺν | |
10 | πηγάνῳ ἐπιτιθεμένη, πρός τε ποδάγραν ἁρμόζει μετὰ ὀπο‐ πάνακος καταπλασσομένη, καὶ ὄνυχας δὲ θᾶττον ἀφίστησι σαλευθέντας ἐπιπλασθεῖσα. | |
5.4.1 | οἰνάνθη καλεῖται ὁ τῆς ἀγρίας ἀμπέλου καρπός, ὁπότε | |
ἀνθεῖ. ἀποτίθεσθαι δὲ δεῖ εἰς ἀκώνητον ἀγγεῖον ὀστράκινον συλλέγοντας καὶ ξηραίνοντας ἐπ’ ὀθονίῳ ἐν σκιᾷ· καλλίστη δὲ γίνεται ἐν Συρίᾳ καὶ Κιλικίᾳ καὶ Φοινίκῃ. | 3 in vol. 3 | |
5 | δύναμις δὲ αὐτῆς στυπτική, ὅθεν πινομένη εὐστόμαχος καὶ οὐρητική, κοιλίαν ἐφιστᾶσα καὶ αἵματος πτύσιν ξηρὰ κατα‐ πλασθεῖσα, καὶ πρὸς ἀσώδη καὶ ἀποξύνοντα στόμαχον ποιεῖ. | |
5.4.2 | ἔστι δὲ καὶ κεφαλαλγίας ἔμβρεγμα σὺν ὄξει καὶ ῥοδίνῳ, χλωρά τε καὶ ξηρὰ κατάπλασμα ἐναίμων ἀφλέγμαντον καὶ ἀρχομένων αἰγιλώπων καὶ τῶν ἐν στόματι οὔλων, καὶ νομῶν τῶν ἐν αἰδοίοις σὺν μέλιτι καὶ κρόκῳ καὶ ῥοδίνῳ καὶ σμύρνῃ λεαν‐ | |
5 | θεῖσα, εἴς τε πεσσοὺς μείγνυται πρὸς ἐπίσχεσιν αἵματος, καὶ πρὸς ῥεύματα ὀφθαλμῶν καὶ καυσούμενον στόμαχον κατα‐ πλάσσεται σὺν πάλῃ ἀλφίτου καὶ οἴνῳ. καεῖσα δὲ ἐπ’ ὀστράκου ἐπὶ διαπύροις ἄνθραξι ποιεῖ πρὸς τὰ ὀφθαλμικά, παρωνυχίας τε καὶ πτερύγια καὶ οὖλα ἀφεστῶτα καὶ αἱμασσόμενα σὺν | |
10 | μέλιτι θεραπεύει. | |
5.5.1 | ὀμφάκιον· ἔστι μὲν χυλὸς ὄμφακος ψιθίας σταφυλῆς μήπω περκαζούσης ἢ Ἀμινναίας. δεῖ δὲ πρὸ κυνὸς ἐκθλίβοντας τὸν χυλὸν ἡλιάζειν ἐν χαλκώματι ἐρυθρῷ ἐσκεπασμένῳ ὀθονίῳ, μέχρι οὗ συστραφῇ ὅλον, ἀεὶ τὸ περιπηγνύμενον μίσγοντας | |
5 | τῷ ὑγρῷ, νύκτωρ δὲ αἴρειν αὐτὸ ἀπὸ τοῦ ὑπαιθρίου· κωλύουσι γὰρ αἱ δρόσοι τὴν σύστασιν αὐτοῦ. ἐκλέγου δὲ τὸ ξανθὸν καὶ εὔθρυπτον, στῦφον ἱκανῶς καὶ δάκνον τὴν γλῶσσαν. ἔνιοι δὲ ἕψοντες τὸν χυλὸν συστρέφουσιν. | 4 in vol. 3 |
5.5.2 | ἁρμόζει δὲ πρὸς παρίσθμια καὶ σταφυλήν, ἄφθας, οὖλα πλαδαρά, ὦτα πυορροοῦντα σὺν μέλιτι ἢ γλυκεῖ, πρὸς δὲ σύριγγας καὶ παλαιὰ ἕλκη καὶ νομὰς σὺν ὄξει. ἐγκλύζεται δὲ καὶ ἐπὶ δυσεντερικῶν καὶ ῥοικῶν· ἔστι δὲ καὶ ὀξυδερκές, καὶ | |
5 | τραχύτησιν ὀφθαλμῶν ἁρμόζον καὶ περιβρώσεσι κανθῶν. πί‐ νεται δὲ καὶ πρὸς αἵματος πτύσιν τὴν πρόσφατον καὶ κατὰ ῥῆξιν γινομένην. ὑδαρεῖ δὲ δεῖ χρῆσθαι λίαν καὶ ὀλίγῳ· καί‐ ει γὰρ ἱκανῶς. | |
5.6.1 | οἶνοι· οἱ μὲν παλαιοὶ βλαπτικοὶ νεύρων καὶ τῶν λοιπῶν αἰσθητηρίων, πρὸς δὲ γεῦσιν ἡδίονες, ὅθεν ἐπὶ τῶν ἀσθενές τι μέρος ἐχόντων παραιτητέοι, ἐπὶ μέντοι τῆς ἐν ὑγιείᾳ χρή‐ σεως ὀλίγος τε καὶ ὑδαρὴς λαμβάνεται ἀβλαβῶς. ὁ δὲ νέος | |
5 | ἐμπνευματωτικός, δύσπεπτος, δυσόνειρος, οὐρητικός. ὁ δὲ μέσος τῇ ἡλικίᾳ ἐκπέφευγε τὰ ἀμφοτέρων ἐλαττώματα, ὅθεν ἐγκριτέος ἐστὶν ἐν τῇ τε ὑγιείας καὶ ἀσθενείας χρήσει. | |
5.6.2 | ἔτι ὁ μὲν λευκὸς λεπτός τε καὶ εὐανάδοτος καὶ εὐστόμαχος ὑπάρχει· ὁ δὲ μέλας παχὺς καὶ δύσπεπτος, μέθης καὶ σαρκῶν | |
γεννητικός· ὁ δὲ κιρρός, μέσος ὤν, μέσην ἔχει καὶ τὴν πρὸς ἑκάτερον τούτων δύναμιν. αἱρετώτερος μέντοι ἔν τε ὑγιείᾳ καὶ | 5 in vol. 3 | |
5 | ἀσθενείᾳ ὁ λευκός. ἔτι καὶ παρὰ τὴν ποιότητα διαφέρουσιν· ὁ μὲν γὰρ γλυκὺς οἶνος ἁδρομερής τέ ἐστι καὶ δυσδιάπνευστος, στομάχου πνευ‐ ματωτικός, κοιλίας τε καὶ ἐντέρων ταρακτικὸς ὥσπερ καὶ τὸ γλεῦκος, ἧττον δὲ μεθύσκει, κύστει δὲ καὶ νεφροῖς εὔθετος. | |
5.6.3 | ὁ δὲ αὐστηρὸς οὐρητικώτερος, κεφαλαλγίας τε καὶ μέθης ποιη‐ τικός. ὁ δὲ στρυφνὸς εὐθετώτατος πρὸς ἀνάδοσιν σιτίων, κοιλίας τε στατικὸς καὶ τῶν ἄλλων ῥευματισμῶν. ὁ δὲ ἁπαλὸς ἧττον ἅπτεται τοῦ νευρώδους, ἧττον δ’ ἐστὶν οὐρητικός. ὁ δὲ | |
5 | τεθαλασσωμένος κακοστόμαχος, διψοποιός, νεύρων κακωτικός, εὐκοίλιος, ἀνεπιτήδειος τοῖς ἐξ ἀσθενείας 〈ἀναλαμβάνουσι χρονίασ〉. | |
5.6.4 | ὁ δὲ ἐκ τῆς θειλοπεδευθείσης σταφυλῆς ἢ ἐπὶ τῶν κλημάτων ὀπτηθείσης καὶ τριβομένης γινόμενος γλυκύς, καλούμενος δὲ Κρητικὸς ἢ πρότροπος ἢ Πράμνειος, ἢ καθεψομένου τοῦ γλεύκους σίραιος ἢ ἕψημα καλούμενος· ὁ μὲν μέλας, καλούμε‐ | |
5 | νος δὲ μελαμψίθιος, παχύς ἐστι καὶ πολύτροφος, ὁ δὲ λευκὸς λεπτότερος, ὁ δὲ μέσος μέσην ἔχει καὶ τὴν δύναμιν. στυπτικὸς δὲ πᾶς ἐστι, σφυγμῶν ἀνακλητικός, ποιῶν πρὸς πάντα τὰ θανάσιμα, ὅσα κατὰ ἕλκωσιν ἀναιρεῖ, πινόμενος σὺν ἐλαίῳ | |
καὶ ἐξεμούμενος, καὶ πρὸς μηκώνιον δὲ καὶ φαρικὸν καὶ τοξι‐ | 6 in vol. 3 | |
10 | κὸν καὶ κώνειον καὶ γάλα θρομβωθέν, καὶ πρὸς κύστιν καὶ | |
5.6.5 | νεφροὺς ὀδαξουμένους καὶ εἱλκωμένους. εἰσὶ δὲ πνευματικώ‐ τατοι καὶ κακοστόμαχοι· ἰδίως δὲ ἐπὶ τῶν τὴν κοιλίαν ῥευματι‐ ζομένων ἁρμόζει ὁ μελαμψίθιος, ὁ δὲ λευκὸς μαλακτικώτερος κοιλίας τῶν λοιπῶν μᾶλλον. ὁ δὲ τὴν γύψον ἔχων κακωτικὸς | |
5 | τοῦ νευρώδους, καρηβαρικός, πυρώδης, κύστει ἄθετος, πρὸς δὲ τὰ θανάσιμα τῶν ἄλλων εὐθετώτερος. οἱ δὲ πίτταν ἢ ῥητίνην πιτυίνην ἔχοντες θερμαντικοὶ καὶ πεπτικοί, ἄθετοι δὲ τοῖς ἐμετικοῖς. οἱ δὲ καλούμενοι ἀπαράχυτοι, ἔχοντες δὲ ἕψημα μεμειγμένον, κεφαλῆς εἰσι πληκτικοὶ καὶ πυρωτικοί, μέθης | |
10 | γεννητικοί, φυσώδεις, δυσδιάπνευστοι, κακοστόμαχοι. | |
5.6.6 | ὁ μὲν οὖν δοκῶν πρωτεύειν τῶν ἐν Ἰταλίᾳ οἴνων, Φαλερῖ‐ νος δὲ καλούμενος, παλαιωθεὶς ἄγαν εὔπεπτος, σφυγμῶν ἀνα‐ κλητικός, κοιλίας στεγνωτικὸς καὶ εὐστόμαχος, κύστει ἄθετος καὶ ἀμβλυωπός, πρὸς δὲ πολυποσίαν ἀνάρμοστος. ὁ δ’ Ἀλβα‐ | |
5 | νὸς ἁδρομερέστερος τοῦ Φαλερίνου, ἔγγλυκυς, ἐμπνευματῶν στόμαχον, κοιλίαν τε μαλάττων, πέψει τε οὐχ ὁμοίως συνεργῶν, τοῦ δὲ νευρώδους ἧττον κακωτικός· παλαιωθεὶς δὲ καὶ οὗτος | |
5.6.7 | αὐστηρὸς γίνεται. ὁ δὲ Καίκουβος, γλυκὺς ὤν, ἁδρομερέ‐ στερός ἐστι τοῦ Ἀλβανοῦ, σαρκῶν τε καὶ εὐχροίας γεννητικός, | |
πέψει δὲ ἄθετος· ὁ δὲ Συρεντῖνος αὐστηρὸς ἱκανῶς ἐστιν, ὅθεν ἐντέρων καὶ στομάχου ῥεῦμα ἵστησι, κεφαλῆς τε ἧττον | 7 in vol. 3 | |
5 | ἅπτεται, λεπτομερὴς ὤν· παλαιωθεὶς δὲ εὐστομαχώτερος καὶ ἡδίων γίνεται. ὁ δὲ Ἀδριανὸς καὶ ὁ Μαμερτῖνος, γεννώ‐ μενος δὲ ἐν Σικελίᾳ, κατ’ ἴσον εἰσὶν ἁδρομερεῖς, μετρίως στύφοντες, καὶ τάχιον παλαιοῦνται, ἧττον δὲ τοῦ νευρώδους | |
5.6.8 | ἅπτονται διὰ τὸ ἐν αὐτοῖς λεῖον. ὁ δὲ Πραιτυτιανός, καὶ αὐτὸς ἐκ τῶν κατ’ Ἀδρίαν κομιζόμενος τόπων, εὐώδης καὶ λειότερός ἐστιν, ὅθεν λανθάνει 〈μὲν〉 πολὺς πινόμενος, φυλάτ‐ τει δὲ ἐφ’ ἱκανὸν τὴν μέθην. καὶ ὁ Ἰστρικὸς δὲ λεγόμενος | |
5 | ἔοικε τῷ Πραιτυτιανῷ, οὐρητικώτερος ὑπάρχων. ὁ μέντοι Χῖος, 〈Ἀριούσιος δὲ καλούμενοσ〉, ἁπαλώτερος τῶν προειρη‐ μένων, εὔποτος, τρόφιμος, ἧττον μεθύσκων, ῥεύματος σταλτι‐ | |
5.6.9 | κός, χρήσιμος εἰς τὰ ὀφθαλμικά. ὁ δὲ Λέσβιος εὐανάδοτος, κουφότερός 〈τε〉 τοῦ Χίου καὶ εὐκοίλιος. τὴν αὐτὴν δὲ τούτῳ κέκτηται δύναμιν ὁ κατὰ Ἔφεσον γεννώμενος, καλούμενος δὲ Φυγελίτης. ὁ δὲ ἐκ τῆς Ἀσίας Μεσωγίτης ἐκ τοῦ Τμώλου | |
5 | κεφαλαλγὴς καὶ νεύρων βλαπτικός. ὁ δὲ Κῷος καὶ Κλαζο‐ μένιος διὰ τὸ θαλάττης πολλῆς μετέχειν εὔφθαρτοι καὶ πνευ‐ ματώδεις, κοιλίας τε ταρακτικοί, καὶ νεύρων δέ εἰσι βλαπτικοί. | |
5.6.10 | κοινὴ δύναμις οἴνου. κοινῶς δὲ πᾶς ἀμιγὴς οἶνος καὶ ἀκέραιος, αὐστηρὸς δὲ τὴν φύσιν, θερμαντικός, εὐανάδοτος, εὐστόμαχος, ὀρεκτικός, θρεπτικός, ὑπνοποιός, ῥωστικός, εὐ‐ χροίας παρασκευαστικός. ἱκανῶς δὲ ποθεὶς βοηθεῖ τοῖς | |
5 | κώνειον ἢ κόριον ἢ ἰξίαν ἢ φαρικὸν ἢ μηκώνιον ἢ λιθάργυρον ἢ σμίλακα ἢ ἀκόνιτον ἢ μύκητας εἰληφόσι, πρός τε ἑρπετῶν δηγμοὺς καὶ πληγὰς πάντων, ὅσα πλήξαντα ἢ δακόντα κατὰ ψῦξιν ἀναιρεῖ ἢ ἀνατρέπει τὸν στόμαχον· ποιεῖ καὶ πρὸς ἐμ‐ πνευμάτωσιν χρόνιον καὶ δῆξιν ὑποχονδρίου καὶ πλατυσμὸν | 8 in vol. 3 |
10 | καὶ ἀνάλυσιν στομάχου ἢ ἐντέρων καὶ κοιλίας ῥευματισμόν, καὶ ἀφιδροῦσι καὶ διαφορουμένοις ἁρμόζουσι, μάλιστα δὲ οἱ λευκοὶ | |
5.6.11 | καὶ παλαιοὶ καὶ εὐώδεις. οἱ μέντοι παλαιοὶ καὶ γλυκεῖς πρὸς τὰ περὶ κύστιν καὶ νεφροὺς ἐπιτηδειότεροι, πρός τε τραύματα καὶ φλεγμονὰς σὺν ἐρίοις οἰσυπηροῖς ἐπιτιθέμενοι, 〈καὶ〉 κατ‐ αντλοῦνται δὲ ὠφελίμως πρὸς τὰ θηριώδη καὶ φαγεδαινικὰ | |
5 | καὶ ῥευματιζόμενα ἕλκη. πρὸς δὲ τὴν ἐν ὑγιείᾳ χρῆσιν εὔθετοι οἱ ἀθάλασσοι, αὐστηροὶ καὶ λευκοί· διαφέρουσι δὲ τούτων οἱ Ἰταλικοί, ὡς ὁ Φαλερῖνος Συρεντῖνος Καίκουβος Σιγνῖνος καὶ ἄλλοι πολλοὶ οἱ ἀπὸ τῆς Καμπανίας καὶ ὁ Πραιτυτιανὸς 〈ὁ〉 ἀπὸ τοῦ Ἀδρία καὶ 〈ὁ〉 Σικελιωτικὸς ὁ Μαμερτῖνος καλούμενος, | |
10 | Ἑλληνικῶν δὲ 〈ὁ〉 Χῖος Λέσβιος Φυγελίτης ὁ ἐν Ἐφέσῳ γεν‐ | |
5.6.12 | νώμενος. οἱ δὲ παχεῖς καὶ μέλανες κακοστόμαχοι, φυσώδεις, σαρκὸς μέντοι γεννητικοί. οἱ μέντοι λεπτοὶ καὶ αὐστηροὶ εὐστόμαχοι, ἧττον δὲ σαρκοποιοί, οὐρητικώτεροι δὲ καὶ κεφα‐ λαλγεῖς οἱ σφόδρα παλαιοὶ καὶ λευκοί [καὶ λεπτοί]· ἅπτονται | |
5 | δὲ τοῦ νευρώδους πλεονασθέντες· οἱ μέσοι δὲ τὴν ἡλικίαν ἄριστοι πρὸς πόσιν ὡς οἱ ἀπὸ ἑπτὰ ἐτῶν. ἡ δὲ ποσότης παρά 〈τε〉 τὴν ἡλικίαν καὶ τὴν τοῦ ἔτους ὥραν καὶ ἔθη καὶ ποιότητα τοῦ οἴνου ὁριζέσθω· καὶ τὸ μὴ διψῆν δὲ ἄριστόν | |
5.6.13 | ἐστι παράγγελμα καὶ τὸ μετρίως βραχῆναι τὴν τροφήν. μέθη δὲ πᾶσα, καὶ μάλιστα ἡ συνεχής, ἐπιβλαβής· τά τε γὰρ νεῦρα | |
πολιορκούμενα καθ’ ἑκάστην ἡμέραν ἐνδίδωσι, καὶ παθῶν ὀξέων ἀρχὰς ἐμποιεῖ ἡ καθημερινὴ πολυποσία· μετρίως δὲ | 9 in vol. 3 | |
5 | οἰνοῦσθαι διά τινων ἡμερῶν, καὶ μάλιστα ἀπὸ ὑδροποσίας, ὠφέλιμον· μετασυγκρίνει γάρ πως, τάς τε αἰσθητὰς ἀνακα‐ θαῖρον ἐκκρίσεις καὶ ἀδήλως ποροποιοῦν. δεῖ μέντοι καὶ μετὰ τὴν οἴνωσιν ὕδωρ πίνειν· ἀποθεραπείας γάρ τινα τῇ συγκρί‐ σει τρόπον ἐπάγει. | |
5.6.14 | ὀμφακίτης. ὁ δὲ καλούμενος ὀμφακίτης σκευάζεται ἰδίως ἐν Λέσβῳ, θειλοπεδευομένης μήπω κατὰ πάντα πεπείρου τῆς σταφυλῆς οὔσης, ἔτι δὲ ὀξιζούσης, ἐπὶ ἡμέρας γʹ ἢ δʹ, ἕως ἂν ῥυσωθῶσιν οἱ βότρυες, καὶ μετὰ τὸ ἐκθλιβῆναι ἡλιά‐ | |
5 | ζεται ἐν κεραμεοῖς ὁ οἶνος. στυπτικὴν δὲ ἔχει τὴν δύναμιν καὶ εὐστόμαχον, ἁρμόζου‐ σαν τοῖς δυσπεπτοῦσι καὶ ἐκλελυμένοις τὸν στόμαχον καὶ κισ‐ σώδεσι καὶ εἰλεώδεσι· δοκεῖ δὲ καὶ λοιμικαῖς διαθέσεσι βο‐ | |
5.6.15 | ηθεῖν καταρροφούμενος. χρῄζουσι δὲ οἱ τοιοῦτοι οἶνοι ἐτῶν πλειόνων· ἄλλως γὰρ οὔκ εἰσι πότιμοι. δευτερίας. ὁ δὲ καλούμενος δευτερίας, ὃν ἔνιοι πότιμον καλοῦσι, σκευάζεται τὸν τρόπον τοῦτον· εἰς τὰ στέμφυλα, | |
5 | ὧν ἐξέθλιψας οἴνου μετρητὰς τριάκοντα, βάλε ὕδατος μετρητὰς γʹ, καὶ μείξας καὶ πατήσας ἔκθλιψον καὶ ἀφέψησον εἰς τὸ τρίτον. χοεῖ δὲ ἑκάστῳ τῶν ὑπολειφθέντων μετρητῶν μεῖξον ἁλὸς ξέστας βʹ, καὶ μετὰ τὸν χειμῶνα διάχει εἰς κεράμια. χρῶ | |
5.6.16 | δὲ αὐτῷ μετ’ ἐνιαυτόν· ταχέως γὰρ ἐξίτηλος γίνεται. ἁρμόζει δὲ ἐφ’ ὧν διστάζομεν οἶνον διδόναι, ἀναγκαζόμενοι δι’ ἐπιθυ‐ μίαν τοῦ νοσοῦντος, καὶ ἐπὶ τῶν ἐκ νόσου ἀναλαμβανόντων χρονίας. | 10 in vol. 3 |
5 | ἀδύναμος. γίνεται δὲ καὶ 〈ὁ〉 ἀδύναμος λεγόμενος, τὴν αὐτὴν ἔχων τῷ δευτερίᾳ δύναμιν. δεῖ δὲ ἴσον μέτρον ὕδατος τῷ τοῦ γλεύκους μείξαντας ἑψῆσαι πραέως πυρὶ μαλακῷ, ἄχρι ἂν ἐξαναλωθῇ τὸ ὕδωρ, καὶ μετὰ τοῦτο ψύξαντας καταγγίζειν | |
5.6.17 | εἰς ἀγγεῖον πεπισσωμένον. ἔνιοι δὲ θαλάττης πελαγίας καὶ ὕδατος ὀμβρίου καὶ μέλιτος καὶ γλεύκους ἴσα μείξαντες καὶ καταγγίσαντες ἡλιάζουσιν ἐπὶ ἡμέρας τεσσαράκοντα· χρῶνται δ’ αὐτῷ πρὸς τὰ αὐτὰ μετ’ ἐνιαυτόν. | |
5 | ἀγριοσταφυλίτης· ὁ δὲ ἐκ τῆς ἀγρίας σταφυλῆς μέλας στυπτικὸς ὑπάρχων, ἁρμόζει κοιλίᾳ ῥευματιζομένῃ καὶ στομάχῳ, καὶ πρὸς τὰ ἄλλα, ὅσα στύψεως καὶ συστολῆς χρῄζει. | |
5.7.1 | ὁ δὲ καλούμενος μελιτίτης οἶνος δίδοται μὲν ἐν χρονίοις πυρετοῖς τοῖς ἀσθενῆ 〈τὸν〉 στόμαχον ἔχουσιν· ὑπομα‐ λάττει γὰρ τὴν κοιλίαν, οὖρα κινεῖ, στόμαχον ἀποκαθαίρει, ἁρμόζει καὶ ἀρθριτικοῖς καὶ νεφριτικοῖς καὶ τοῖς ἀσθενῆ τὴν | |
5 | κεφαλὴν ἔχουσι· χρήσιμος δὲ καὶ γυναιξὶν ὑδροποτούσαις· εὐ‐ | |
5.7.2 | ώδης γάρ ἐστι καὶ θρεπτικός. διαφέρει δὲ τοῦ οἰνομέλιτος, ὅτι ἐκεῖνο μὲν ἐξ αὐστηροῦ οἴνου καὶ παλαιοῦ καὶ ὀλίγου μέλιτος σκευάζεται, ὁ δὲ μελιτίτης πρὸς πέντε χοεῖς αὐστηροῦ γλεύκους λαμβάνει μέλιτος χοῦν ἕνα καὶ ἁλὸς κύαθον ἔνα. | |
5 | σκευάζειν δὲ δεῖ ἐν μεγάλῳ ἀγγείῳ, ἵνα τόπον ἔχῃ πρὸς τὸ ὑπερζεῖν, παραπάσσοντας τοῦ προειρημένου ἁλὸς κατ’ ὀλίγον, ἄχρι ἂν ἐκζέσῃ· παυσαμένου δὲ καταγγίζειν εἰς κεράμια. | 11 in vol. 3 |
5.8.1 | οἰνόμελι δὲ διαφέρει τὸ ἐκ παλαιοῦ οἴνου καὶ αὐστηροῦ καὶ μέλιτος καλοῦ γινόμενον· ἧττον γὰρ πνευματοῖ καὶ ταχέως παρίσταται τὸ τοιοῦτον. ἔστι δὲ τὸ μὲν παλαιὸν θρεπτικόν, τὸ δὲ μέσον εὐκοίλιον, οὐρητικόν· βλάπτει δὲ ἐπὶ τροφῇ | |
5 | λημφθέν, πινόμενον δὲ ἐν ἀρχῇ πλήσμιον, μετὰ ταῦτα δὲ κινεῖ ὄρεξιν. | |
5.8.2 | σκευάζεται δὲ ὡς τὸ πολὺ πρὸς δύο μετρητὰς οἴνου ἑνὸς μετρητοῦ μέλιτος μειγνυμένου. οἱ δ’ ἵνα τάχιον αὐτὸ παρα‐ στήσωσι, συναφέψουσι τὸ μέλι τῷ οἴνῳ καὶ οὕτως καταγγί‐ ζουσιν. ἔνιοι δὲ διὰ λυσιτέλειαν γλεύκους ζέοντος ξέστας ἓξ | |
5 | πρὸς ξέστην ἕνα μέλιτος μειγνύντες μετὰ τὸ ἀποζέσαι κατ‐ αγγίζουσι· μένει δὲ γλυκύ. | |
5.9.1 | μελίκρατον δὲ τὴν αὐτὴν τῷ οἰνομέλιτι δύναμιν κέκτηται. χρώμεθα δὲ τῷ μὴ ἀφηψημένῳ ἐφ’ ὧν κοιλίαν μαλάξαι βουλόμεθα ἢ ἔμετον κινῆσαι, ὡς ἐπὶ τῶν θανάσιμον πεπωκότων, διδόντες αὐτὸ μετ’ ἐλαίου, τῷ δὲ ἀφηψημένῳ | |
5 | ἐπὶ τῶν μικροσφύκτων καὶ ἀσθενῶν καὶ βησσόντων καὶ περι‐ πνευμονικῶν καὶ διαφορουμένων. τὸ δὲ σκευαστὸν καὶ ἀπό‐ | |
θετον, ὃ ἰδίως ἔνιοι ὑδρόμελι καλοῦσι, μέσον μὲν τῇ ἡλικίᾳ ὑπάρχον, ἀναλογεῖ τῷ δευτερίᾳ καὶ ἀδυνάμῳ οἴνῳ, ὅσον ἐπὶ τῷ τὰς δυνάμεις ἀνακτᾶσθαι, ὅθεν ἐπὶ τῶν φλεγμαινόντων | 12 in vol. 3 | |
5.9.2 | τι μέρος ἐστὶν εὔθετον μᾶλλον τοῦ δευτερία. τὸ δὲ παλαιό‐ τερον ἀδόκιμον 〈μὲν〉 ἐπὶ φλεγμαινόντων καὶ στεγνῶν, ἐπὶ δὲ τῶν 〈τὸν〉 στόμαχον πεπονθότων ἢ 〈ῥευματιζομένων ἢ〉 ἀνορέκτων ἢ διαφορουμένων ἐπιτήδειον. σκευάζεται δὲ πρὸς | |
5 | μέλιτος ἓν μέρος δύο ὕδατος ὀμβρίου παλαιοῦ μειγνυμένων καὶ ἡλιαζομένων. οἱ δὲ πηγαῖον μείξαντες ἀφέψουσιν εἰς τὸ τρίτον καὶ ἀποτίθενται. καλοῦσι δέ τινες καὶ ἀπόμελι τὸ ἐκπλυνομένων τῶν κηρίων ὕδατι σκευαζόμενον ὑδρόμελι καὶ ἀποτιθέμενον· δεῖ δὲ αὐτὸ καὶ ἀκρατέστερον ποιεῖν, οἱ δὲ | |
10 | καὶ τοῦτο ἕψουσιν. ἔστι δὲ ἄθετον ἐπὶ νοσούντων διὰ τὸ πλεῖστον ἔχειν κηρανθέμου. | |
5.10.1 | ὕδωρ τὴν μὲν καθόλου ἐπίκρισιν δυσχερῆ ἔχει διά 〈τε〉 τὰς τῶν τόπων ἰδιότητας καὶ ἰδιοσυγκρισίας καὶ τοὺς ἀέρας καὶ ἄλλα οὐκ ὀλίγα, ὡς δὲ ἐπὶ τὸ πολὺ ἄριστόν ἐστι τὸ καθαρὸν καὶ γλυκύ, ἀμέτοχον δὲ ἡσδηποτοῦν ποιότητος, | |
5 | κἂν τοῖς ὑποχονδρίοις μηδὲ ἐλάχιστον χρόνον ἐπιμένον, ἔτι δὲ ἀλύπως εὐοδοῦν καὶ μὴ πνευματοῦν μηδὲ διαφθειρόμενον. | |
5.11.1 | θαλάττιον ὕδωρ δριμύ, θερμαντικόν, κακοστόμαχον, κοιλίας ταρακτικόν, ἄγον φλέγμα. θερμὸν δὲ καταντλούμενον | |
ἐπισπᾶται καὶ διαφορεῖ, ἁρμόζον τοῖς περὶ νεῦρα πάθεσι καὶ χιμέτλοις πρὸ τοῦ ἑλκωθῆναι, ὠμηλύσεσί τε ἐπιτηδείως μεί‐ | 13 in vol. 3 | |
5 | γνυται, καὶ ἐμπλάστροις καὶ μαλάγμασι διαφορητικοῖς εὔθετον, καὶ πρὸς κενώματα ἐνιέμενον χλιερόν, καὶ πρὸς στρόφους θερμόν, ψώρας τε καὶ κνησμῶν καὶ λειχήνων καὶ κονίδων καὶ | |
5.11.2 | μαστῶν σπαργώντων κατάντλημα· διαφορεῖ καὶ πελιώματα πυριώμενον, καὶ πρὸς τὰ τῶν θηρίων δήγματα, ὅσα τρόμους καὶ ψυγμοὺς ἐπιφέρει, μάλιστα δὲ σκορπίων καὶ φαλαγγίων καὶ ἀσπίδων· καὶ εἰ προσεμβαίνοι τις εἰς θερμὸν αὐτό, | |
5 | ὠφελεῖ καὶ τὰς χρονίας καχεξίας τοῦ σώματος καὶ τῶν νεύρων τὸ δι’ αὐτοῦ λουτρόν, ὑπατμιζόμενον δὲ θερμὸν ὑδρωπικοὺς | |
5.11.3 | καὶ κεφαλαλγίας καὶ δυσηκοίας παραιτεῖται. ἀποτεθεῖσα δὲ ἡ ἀκέραιος θάλασσα καὶ ἀμιγὴς ποτίμου ὕδατος ἄβρωμος γίνεται· οἱ δὲ προέψουσιν αὐτὴν καὶ οὕτως ἀποτίθενται. δίδοται δὲ καὶ πρὸς κάθαρσιν καθ’ ἑαυτὴν ἢ μετ’ ὀξυκράτου ἢ οἴνου ἢ | |
5 | ὀξυμέλιτος, καὶ μετὰ τὸ καθαρθῆναι ἐπιδιδόασι ζωμὸν ὄρνιθος ἢ ἰχθύων πρὸς τὸ κατακεράσαι τὴν ἐκ τῆς δήξεως δριμύτητα. | |
5.12.1 | θαλασσόμελι δοκεῖ καθαίρειν ἀνδρικῶς. σκευάζεται δὲ μέλιτος καὶ ὕδατος ὀμβρίου καὶ θαλάσσης ἴσων διυλισθέν‐ των καὶ ἡλιασθέντων ἐν ἀγγείῳ πεπισσωμένῳ ἐν τοῖς ὑπὸ κύνα καύμασιν. οἱ δὲ δύο μέρη θαλάσσης ἀφηψημένης καὶ ἓν μέ‐ | |
5 | λιτος μείξαντες καταγγίζουσι· μετριώτερον δὲ γίνεται καὶ ἐπιεικέστερον τὸ τοιοῦτον τῆς θαλάσσης. | |
5.13.1 | ὄξος ψύχει καὶ στύφει, εὐστόμαχόν τέ ἐστι καὶ εὐόρεκ‐ | |
τον, στατικόν τε αἱμορραγίας πάσης πινόμενόν τε καὶ ἐγκαθι‐ ζόμενον, καὶ ἐπὶ ῥευμάτων κοιλίας συνεψόμενον ταῖς τροφαῖς ἁρμόζει, ἔναιμόν τέ ἐστι καὶ ἀφλέγμαντον σὺν ἐρίοις οἰσυπηροῖς | 14 in vol. 3 | |
5 | ἢ σπόγγοις ἐπιτιθέμενον. στέλλει καὶ ὑστέραν καὶ ἕδραν προ‐ πεπτωκυῖαν καὶ οὖλα ἀφεστῶτα καὶ αἱμορροοῦντα· ποιεῖ καὶ πρὸς νομάς, ἐρυσιπέλατα, ἕρπητας, λέπρας, λειχῆνας, πτερύγια σύν τινι τῶν ἐπιτηδείων μειγνύμενον, φαγεδαινικά τε ἕλκη | |
5.13.2 | συνεχῶς ἐπαντλούμενον καὶ νομὰς ἵστησιν· ὠφελεῖ καὶ πο‐ δαγρικοὺς καταντλούμενον θερμὸν μετὰ θείου, ὑπώπιά τε αἴρει σὺν μέλιτι καταχριόμενον, πρός τε τὰς ἐγκαύσεις τῆς κεφαλῆς σὺν ῥοδίνῳ καὶ οἰσυπηροῖς ἐρίοις ἢ σπόγγῳ, ὑδρωπικούς τε | |
5 | καὶ δυσηκοίας ὑπατμισθὲν θερμὸν ὠφελεῖ καὶ ἤχους καὶ συριγ‐ μούς. ἐνσταχθὲν δὲ κτείνει τοὺς ἐν ὠσὶ σκώληκας, στέλλει καὶ φύγεθλα χλιερὸν καταντλούμενον ἢ διὰ σπόγγων ἐπιτι‐ θέμενον, καὶ κνησμοὺς παρηγορεῖ, πρός τε θηρίων δήγματα ὅσα ψύχει κατάντλημα θερμόν, ψυχρὸν δὲ τοῖς πυροῦσι τῶν | |
5.13.3 | ἰοβόλων. ποιεῖ καὶ πρὸς τὰ θανάσιμα πινόμενον θερμὸν καὶ ἐξεμούμενον, μάλιστα πρὸς μηκωνίου καὶ ἀκονίτου καὶ κωνείου πόσιν, καὶ αἵματος καὶ γάλακτος θρόμβωσιν ἐν κοιλίᾳ, πρός τε μύκητας καὶ ἰξίαν καὶ σμίλακα σὺν ἁλσί, βδέλλας τε κατα‐ | |
5 | ποθείσας καταρροφούμενον ἀποβάλλει, καὶ βῆχα χρόνιον πραύ‐ νει, τὴν δὲ πρόσφατον ἐρεθίζει· ἁρμόζει καὶ πρὸς ὀρθόπνοιαν θερμὸν καταρροφούμενον. στέλλει δὲ ἀναγαργαριζόμενον 〈καὶ〉 τὰ ἐν βρόγχῳ ῥεύματα καὶ συναγχικοῖς ἁρμόζει καὶ πρὸς κιονίδα κεχαλασμένην, καὶ πρὸς ὀδόντων πόνον θερμὸν 〈διακρατούμενον | |
10 | καὶ〉 διακλυζόμενον. | |
5.14.1 | ὀξύμελι σκευάζεται οὕτω· λαβὼν ὄξους κοτύλας | |
πέντε καὶ ἁλὸς θαλασσίου μνᾶν μίαν, μέλιτος μνᾶς δέκα, ὕδατος κοτύλας δέκα, μείξας ἕψησον, ἄχρις οὗ ἂν δεκάκις ἀνα‐ βράσῃ, καὶ ψύξας κατάγγισον. | 15 in vol. 3 | |
5 | δοκεῖ δὲ λαμβανόμενον πάχος ἄγειν, ὠφελοῦν ἰσχιαδικοὺς καὶ ἀρθριτικοὺς καὶ ἐπιλημπτικούς· ἀρήγει δὲ καὶ τοῖς ὑπὸ ἐχίδνης τῆς καλουμένης σηπὸς δηχθεῖσι καὶ τοῖς μηκώνιον ἢ ἰξίαν πιοῦσιν, ἀναγαργάρισμά τέ 〈ἐστι〉 συναγχικοῖς ὠφέλιμον. | |
5.15.1 | ὀξάλμη ὠφελεῖ καταντλουμένη νομάς, σηπεδόνας, κυνόδηκτα καὶ τὰ ἀπὸ τῶν ἰοβόλων δήγματα. στέλλει δὲ καὶ τὰς ἐπὶ τῶν λιθοτομηθέντων αἱμορραγίας, εὐθέως μετὰ τὴν χειρουργίαν θερμὴ ἐγκλυζομένη, 〈καὶ ἐγκαθιζομένη〉 καὶ ἕδραν | |
5 | προπεπτωκυῖαν, ἐγκλύζεταί τε ἐπὶ τῶν μετὰ νομῆς δυσεντερικῶν· δεῖ δὲ ἐπεγχυματίζειν γάλακτι. καταρροφουμένη δὲ καὶ ἀναγαρ‐ γαριζομένη βδέλλας κενοῖ· σμήχει δὲ καὶ πίτυρα καὶ ἀχῶρας. | |
5.16.1 | θυμοξάλμῃ ἐχρῶντο οἱ ἀρχαῖοι ἐπὶ τῶν ἀσθενῆ τὸν στόμαχον ἐχόντων, κατὰ τρεῖς ἢ τέσσαρας κυάθους πρὸς ὕδωρ θερμὸν κεραννύντες καὶ διδόντες, καὶ ἐπὶ ἀρθριτικῶν καὶ πνευ‐ ματουμένων· ἄγει δὲ παχέα καὶ μέλανα. σκευάζεται δὲ οὕτω· | |
5 | θύμου λείου ὀξύβαφον, ἁλῶν ἴσον, ἀλφίτου, 〈πηγάνου〉, γλήχωνος, ἑκάστου ὀλίγον, βαλὼν εἰς ἄγγος ἐπίχει ὕδατος κοτύλας Ϙʹ, | |
ὄξους ἡμικοτύλιον, περιθείς τε ὀθόνιον ἐξαιθρίαζε. | 16 in vol. 3 | |
5.17.1 | τὸ δὲ σκιλλητικὸν ὄξος σκευάζεται τὸν τρόπον τοῦτον· καθάρας λευκὴν σκίλλαν καὶ κατατεμὼν καὶ διείρας λίνῳ, ὥστε μὴ θιγγάνειν τοὺς τόμους ἀλλήλων, ξηράνας ἐν σκιᾷ ἐπὶ ἡμέρας τεσσαράκοντα, λαβὼν μνᾶν μίαν ἐξ αὐτῆς κάθες | |
5 | εἰς ξέστας ὄξους καλοῦ ιβʹ καὶ ἔα ἐν ἡλίῳ ἡμέρας ἑξήκοντα βρέχεσθαι, πωμάσας ἐπιμελῶς τὸ ἀγγεῖον· μετὰ δὲ ταῦτα ἀνε‐ λόμενος τὴν σκίλλαν καὶ ἐκπιέσας, αὐτὴν μὲν ῥῖψον, τὸ δὲ ὄξος | |
5.17.2 | ὑλίσας κατάγγιζε καὶ ἀποτίθεσο. ἔνιοι δὲ μνᾶν 〈μίαν〉 πρὸς ὄξους ξέστας εʹ μίσγουσιν· οἱ δὲ αὐτόθεν καθάραντες δίχα τοῦ ξηρᾶναι τὸν ἴσον σταθμὸν βάλλουσι καὶ ἐῶσι μῆνας Ϙʹ· γίνεται δὲ τὸ τοιοῦτον τμητικώτερον. | |
5 | εὐθετεῖ δὲ διακλυζόμενον 〈μὲν〉 πρὸς οὖλα μυδῶντα, στέλ‐ λον καὶ στερροποιοῦν αὐτά, καὶ πρὸς ὀδόντας κινουμένους καὶ τὰς περὶ τὸ στόμα δυσωδίας, ἱκανῶς ἀνασκευάζον αὐτάς, καταρρο‐ φούμενον δὲ τόν τε βρόγχον στερεὸν καὶ τυλώδη ποιεῖ καὶ τὸν | |
5.17.3 | ἦχον εὔτονον καὶ λαμπρὸν ἀποτελεῖ. παραλαμβάνεται δὲ καὶ πρὸς στομαχικοὺς καὶ δυσπεπτοῦντας καὶ ἐπιλημπτικούς, σκοτο‐ δινιῶντας, μελαγχολικούς, ἀπηλιθιωμένους, ἔτι δὲ καὶ πρὸς ὑστερικὰς πνίγας καὶ σπλῆνας ὑπερόγκους καὶ ἰσχιάδας· ἀνα‐ | |
5 | λαμβάνει δὲ καὶ τοὺς λίαν ἀσθενεῖς, καὶ τὸ σῶμα ὑγιεινὸν καὶ | |
εὔχρουν κατασκευάζει. ἔστι δὲ καὶ ὀξυδερκές, καὶ πρὸς δυση‐ κοίαν ἐνστῆναι δυνατόν, ἐὰν ἐγχυματίζηταί τις· καὶ καθόλου δὲ πρὸς ἅπαντα ἐνεργεῖ πλὴν ἑλκώσεως τῶν ἐντός. δίδου δὲ καθ’ ἡμέραν ῥοφεῖν νήστει τὴν μὲν ἀρχὴν ὀλίγον, κατὰ βραχὺ δὲ παρ‐ | 17 in vol. 3 | |
10 | αύξων ἄχρι κυάθου· τινὲς δὲ κυάθους δύο διδόασιν ἢ καὶ πλεῖον. | |
5.18.1 | ὁ δὲ ἀπὸ τῆς σκίλλης οἶνος γίνεται οὕτω· κατα‐ τεμών, ὡς εἴρηκα, τὴν σκίλλαν ξήρανον ἐν ἡλίῳ, ἔπειτα κόψον αὐτῆς μνᾶν μίαν καὶ διασήσας λεπτῷ κοσκίνῳ ἔνδησον ὀθονίῳ ἀραιῷ καὶ κάθες εἰς γλεύκους καλοῦ καὶ προσφάτου ξέστας | |
5 | εἴκοσι, τρίμηνόν τε ἔα βραχῆναι· μετὰ δὲ ταῦτα μετεράσας τὸν οἶνον εἰς ἕτερον ἀγγεῖον ἀπόθου περισφηκώσας ἐπιμελῶς. | |
5.18.2 | ἔνεστι δὲ καὶ ὑγρᾷ χρῆσθαι τῇ σκίλλῃ ἐπιτέμνοντα αὐτὴν γογ‐ γυλοειδῶς [τρόπον] καὶ τὴν ὁλκὴν διπλασιάσαντα· δεῖ δὲ ἡλιάζειν ἐπὶ ἡμέρας μʹ καὶ παλαιοῦν ἄγαν. ἔτι δὲ καὶ οὕτω σκευά‐ ζεται ὁ προειρημένος οἶνος· λαβὼν σκίλλης κεκαθαρμένης καὶ | |
5 | ἐντετμημένης μνᾶς τρεῖς κάθες εἰς γλεύκους καλοῦ μετρητὴν Ἰταλικὸν καὶ πωμάσας ἔασον μῆνας ἕξ, εἶτα ὑλίσας καὶ μετ‐ εράσας ἀπόθου. | |
5.18.3 | εὐθετεῖ δὲ πρὸς ἀπεψίας καὶ διαφθορὰς τροφῆς καὶ τοὺς ἀπεμοῦντας ταύτην, ἐφ’ ὧν τε πάχος ἔγκειται στομάχῳ ἢ κοιλίᾳ, σπληνικοῖς, ἰκτερικοῖς, καχέκταις, ὑδρωπικοῖς, δυσου‐ ροῦσι, στροφουμένοις, πνευματουμένοις, παραλυτικοῖς, σκοτω‐ | |
5 | ματικοῖς, ῥίγεσι χρονίοις, σπάσμασι, καταμηνίων τε ἀγωγός· ἥκιστα δὲ νεῦρα λυπεῖ. ἀμείνων δὲ ὁ παλαιότερος· φυλάσσε‐ σθαι δὲ δεῖ αὐτοῦ τὴν χρῆσιν ἔν τε πυρετοῖς καὶ ἐπὶ τῶν ἐντὸς ἐχόντων ἕλκος. | 18 in vol. 3 |
5.19.1 | οἱ δὲ διὰ θαλάττης οἶνοι ποικίλως σκευάζονται· οἱ μὲν γὰρ εὐθέως μετὰ τὸ τρυγηθῆναι τὴν σταφυλὴν μειγ‐ νύουσι θάλασσαν, οἱ δὲ προθειλοπεδεύουσι καὶ οὕτω πατοῦσι μειγνύντες θάλασσαν, οἱ δὲ σταφιδώσαντες τὴν σταφυλὴν | |
5 | βρέχουσιν ἐν πίθοις μετὰ θαλάσσης καὶ οὕτω πατοῦντες ἐκ‐ | |
5.19.2 | θλίβουσι· γίνεται δὲ ὁ τοιοῦτος γλυκύς. οἱ μέντοι γε πρὸς τὴν πόσιν αὐστηρότεροι σκευαζόμενοι ποιοῦσι καὶ πρὸς πυρε‐ τῶν ἀνασκευήν, εἰ μή γε παρεῖεν Ἀμινναῖοι, καὶ πρὸς κοιλίας ὑπαγωγήν, καὶ ἐμπύοις 〈καὶ〉 σκληροκοιλίοις καὶ ὅσοι ὑπὸ τῶν | |
5 | Ἀμινναίων ψαύονται κεφαλῆς· κακοστόμαχοι μέντοι καὶ οὗτοι καὶ πνευμάτων γεννητικοί. | |
5.19.3 | οὐκ ἄχρηστον δὲ ὑπογράψαι νομίζομεν πρὸς τὸ πλήρη τὴν ἱστορίαν τοῖς φιλιατροῦσι γενέσθαι καὶ τὴν τῶν ποικιλωτέρων οἴνων σκευασίαν, οὐχ ὅτι πολλή ἐστιν ἢ ἀναγκαία ἡ χρῆσις αὐτῶν ἀλλ’ ἵνα κατὰ μηδὲν αὐτῶν ἐλλείπειν δοκῶμεν. εἰσὶ δὲ | |
5 | αὐτῶν ἔνιοι ἧττον περίεργοι καὶ πίπτοντες εἰς τὴν χρῆσιν, ὡς οἱ διὰ τῶν κυδωνίων καὶ ἀπίων καὶ κερατίων, ἔτι καὶ μύρτων σκευαζόμενοι. | |
5.20.1 | ὁ μὲν οὖν κυδωνίτης, ὃν ἔνιοι μηλίτην καλοῦσι, σκευάζεται οὕτως· μήλων κυδωνίων ἐξελὼν τὸ σπέρμα καὶ τεμὼν ὡς γογγυλίδα, εἰς μετρητὴν γλεύκους χάλασον μνᾶς ιβʹ πρὸς ἡμέρας λʹ, εἶτα διυλίσας ἀπόθου. σκευάζεται δὲ καὶ | 19 in vol. 3 |
5 | ἄλλως· δεῖ ἐκθλίψαντας μετὰ τὸ κόψαι τὰ κυδώνια τοῦ χυλοῦ μεῖξαι τοῖς ιβʹ ξέσταις ξέστην ἕνα μέλιτος καὶ ἀποτίθεσθαι. ἔστι δὲ στυπτικός, εὐστόμαχος, δυσεντερίαις ἁρμόζων, ἡπα‐ τικοῖς, νεφριτικοῖς, δυσουροῦσιν. | |
5.21.1 | καὶ μηλόμελι δέ, ὃ καὶ κυδωνόμελι ὀνομάζεται, σκευάζεται μήλων κυδωνίων ἐξαιρεθέντων τὰ σπέρματα καὶ ἐμβληθέντων εἰς μέλι ὡς ὅτι πλεῖστον, ὥστε ἐνεσφηνῶσθαι. γίνεται δὲ προσηνὲς μετ’ ἐνιαυτόν, οἰνομέλιτι ἐοικός, ἁρμόζον | |
5 | πρὸς ἃ καὶ ἡ πρὸ αὐτοῦ σκευασία. | |
5.22.1 | ὑδρόμηλον δὲ σκευάζεται μειγνυμένου τοῦ ἐκ τῶν κυδωνίων μήλων μέλιτος μετρητοῦ ἑνὸς πρὸς δύο μετρητὰς ἀφηψημένου ὕδατος καὶ ἡλιαζομένου ἐν τοῖς ὑπὸ κύνα. δύναμις δὲ καὶ τούτου ἡ αὐτή. | |
5.23.1 | ὀμφακόμελι δὲ σκευάζεται τὸν τρόπον τοῦτον· λαβὼν ὄμφακας μήπω περκαζούσας ἡλίαζε ἐπὶ ἡμέρας τρεῖς, καὶ μετὰ ταῦτα ἐκθλίψας βάλε πρὸς τρία μέρη τοῦ χυλοῦ μέλιτος καλ‐ λίστου ἀπηφρισμένου μέρος ἕν, καὶ ἡλίαζε καταγγίσας εἰς | |
5 | κεράμους. δύναμιν δὲ ἔχει σταλτικήν, ψυκτικήν, ὅθεν ἁρμόζει στομαχι‐ κοῖς, κοιλιακοῖς. ἡ χρῆσις δὲ αὐτοῦ μετ’ ἐνιαυτόν. | 20 in vol. 3 |
5.24.1 | ἀπίτης σκευάζεται ὁμοίως ὥσπερ καὶ ὁ κυδωνίτης, μὴ λίαν δὲ ἔστωσαν οἱ ἄπιοι πέπειροι. καὶ ὁ τῶν κερατίων δὲ καὶ ὁ τῶν μεσπίλων καὶ οὔων ὁμοίως σκευάζεται. πάντες δέ εἰσι στυπτικοί, στρυφνοί, εὐστόμαχοι, ῥεύματα ἔνδον ἐπέ‐ | |
5 | χοντες. | |
5.25.1 | οἰνάνθινος 〈δὲ〉 σκευάζεται οὕτως· λαβὼν τῆς ἀγρίας ἀμπέλου τὸ ἄνθος βρυούσης ξηρὸν μνᾶς δύο κάθες εἰς μετρητὴν γλεύκους πρὸς ἡμέρας λʹ, εἶτα διυλίσας ἀπόθου. ποιεῖ δὲ πρὸς ἀτονίαν στομάχου, ἀνορεξίαν, κοιλιακούς, | |
5 | δυσεντερικούς. | |
5.26.1 | ῥοίτης δὲ οἶνος σκευάζεται οὕτως· ῥόας ἀπυρήνους λαβὼν ὡρίμους καὶ ἀποθλίψας τὸν χυλὸν τῶν κόκκων ἀπόθου, ἢ ἑψήσας εἰς 〈τὸ〉 τρίτον οὕτως ἀποτίθεσο. ποιεῖ δὲ πρὸς τὰ ἐντὸς ῥεύματα καὶ πυρετοὺς ῥοώδεις. | |
5 | ἔστι δ’ εὐστόμαχος καὶ στεγνωτικὸς κοιλίας καὶ οὐρητικός. | |
5.27.1 | ῥοδίτης δὲ οὕτω σκευάζεται· ῥόδων ξηρῶν ἐπετείων κεκομμένων μνᾶν μίαν ἐνδήσας εἰς ὀθόνιον κάθες εἰς γλεύκους ξέστας εἴκοσι καὶ περισφήκου· μετὰ δὲ τρεῖς μῆνας διυλίσας μετάγγιζε καὶ ἀποτίθεσο. | 21 in vol. 3 |
5.27.2 | χρήσιμος δὲ ἀπυρέτοις πρὸς στομάχου πόνον καὶ πέψεις ἐπιπινόμενος, πρός τε καθύγρους κοιλίας καὶ δυσεντερίας. σκευάζεται δὲ καὶ διὰ χυλοῦ ῥόδων καὶ μέλιτος μειγνυμέ‐ νων, ὃ καλεῖται ῥοδόμελι, ἁρμόζον πρὸς τὰς ἐν ἀρτηρίᾳ τρα‐ | |
5 | χύτητας. | |
5.28.1 | μυρτίτην δὲ δεῖ σκευάζοντα μύρτα μέλανα παρακμά‐ ζοντα λαβόντα κόπτειν καὶ ἐκθλίβειν τὸν χυλὸν δι’ ὀργάνου καὶ καταγγίζειν· οἱ δὲ καὶ ἀφέψουσιν εἰς τὸ τρίτον. ἔνιοι δὲ καὶ προθειλοπεδεύουσιν ἐν ἡλίῳ καὶ ξηράναντες μίσγουσι τῇ χοί‐ | |
5 | νικι κοπείσῃ τρεῖς κοτύλας ὕδατος καὶ οἴνου 〈αὐστηροῦ〉 παλαιοῦ τὸ αὐτό, οὕτω τε ἐκθλίβουσι καὶ ἀποτίθενται. ἱκανῶς δέ ἐστι στυπτικὸς καὶ εὐστόμαχος, ῥευματιζομένῳ τε στομάχῳ καὶ κοιλίᾳ χρήσιμος, πρός τε τὰς ἐντὸς ἑλκώσεις καὶ ῥοῦν· μελαίνει δὲ καὶ τρίχας 〈τὰσ〉 ἐν κεφαλῇ. | |
5.29.1 | μυρσινίτης δὲ σκευάζεται οὕτω· δεῖ λαβόντας τῶν μελαίνων μυρσινῶν τοὺς ἀκρεμόνας καὶ τὰ φύλλα σὺν τοῖς | |
μύρτοις κόπτειν καὶ βάλλειν εἰς τοὺς τρεῖς τοῦ γλεύκους χοεῖς, τῆς μυρσίνης κεκομμένης μνᾶς δέκα καὶ ἕψειν, ἄχρι οὗ ἂν | 22 in vol. 3 | |
5 | δύο χοεῖς ἀπολειφθῶσι, καὶ διυλίσαντας ἀποτίθεσθαι. ποιεῖ δὲ οὗτος πρός τε ἀχῶρας καὶ πίτυρα, ἐξανθήματα, οὖλα, παρίσθμια, ὦτα πυορροοῦντα· στέλλει καὶ ἱδρῶτας. | |
5.30.1 | καὶ ὁ σχίνινος δὲ ἐοικότως τῷ μυρσινίτῃ σκευάζεται, καὶ ὁ τερμίνθινος ὁμοίως· ἔγκαρποι γὰρ καὶ τούτων οἱ ἀκρεμόνες λαμβάνονται. καὶ παραπλησίας εἰσὶ δυνάμεως, στυπτικοὶ καὶ εὐστό‐ | |
5 | μαχοι, ῥεύμασί τε ἁρμόζοντες στομάχου, ἐντέρων, κύστεως 〈καὶ〉 αἱμορραγίαις. κατουλοῦσι δὲ καὶ τὰ ῥευματικὰ πάντα ἕλκη ἐπαντλούμενοι, τούς τε περὶ ὑστέραν καὶ ἕδραν ῥευμα‐ τισμοὺς στέλλουσιν ἐγκαθιζόμενοι. | |
5.31.1 | φοινικίτης· λαβὼν φοίνικας τοὺς χυδαίους πεπείρους βάλε εἰς πιθάκνην τετρημένην πρὸς τῷ πυθμένι καὶ ἐνεσφη‐ κωμένην καλάμῳ πεπισσωμένῳ· τὸ δὲ τρῆμα λίνῳ βεβύσθω· ἐπίχει δὲ ταῖς δέκα χοίνιξιν ὕδατος χοεῖς γʹ, εἰ δὲ μὴ λίαν αὐτὸ | |
5 | γλυκὺ θέλοις εἶναι, πέντε χοεῖς ἐπίχει· ἔα δὲ ἐπὶ ἡμέρας δέκα. | |
5.31.2 | τῇ δὲ ἑνδεκάτῃ ἀφαιρῶν τὸ ἐπὶ τοῦ καλάμου ὀθόνιον ἀποδέ‐ χου οἶνον γλυκὺν καὶ παχὺν καὶ ἀποτίθεσο. ἔστι δὲ ἡδὺς μέν, κεφαλαλγὴς δέ, ποιῶν πρὸς ῥεύματα διὰ τὸ στύφειν, ὅθεν στομαχικοῖς καὶ κοιλιακοῖς καὶ αἱμοπτυικοῖς | |
5 | ἁρμόζει. ἔνιοι δὲ τὸ αὐτὸ πάλιν τοῦ ὕδατος μίσγοντες δέ‐ χονται, καὶ τοῦτο τρίτον ποιοῦσι καὶ τέταρτον καὶ πέμπτον, | |
ὅ τε λοιπὸν ὀξίζει. | 23 in vol. 3 | |
5.32.1 | καὶ ὁ τροχίτης δέ, ὃν ἔνιοι συκίτην καλοῦσιν, ἐν Κύπρῳ σκευάζεται ὁμοίως τῷ φοινικίτῃ, διαφέρει δὲ ὅτι ἐπὶ τούτου ἔνιοι ἀντὶ τοῦ ὕδατος στεμφύλων ἀπόβρεγμα νεοθλίπτων τὸ ἴσον μέτρον βάλλουσιν· ἰσχάδες δὲ λαμβάνονται αἱ χελιδόνιοι | |
5 | καλούμεναι ἢ Φοινίκιαι—μέλαιναι δέ εἰσι—καὶ ἀποβρέχονται, ὡς προείρηται· μετὰ δὲ ἡμέρας δέκα ἐκλαμβάνεται τὸ ὑγρόν, καὶ ἐκ δευτέρου τε καὶ τρίτου ἐπιχεῖται τοῦ ἐκ τῶν στεμφύλων | |
5.32.2 | ἀποβρέγματος τὸ αὐτὸ μέτρον. ὁμοίως δὲ ἐκ διαστημάτων ἐκλαμβάνεται τὸ τέταρτον καὶ πέμπτον ἀπόβρεγμα ὀξίζον, ᾧ ἀντὶ τοῦ ὄξους χρῶνται. λεπτομερὴς δέ ἐστι καὶ φυσώδης καὶ κακοστόμαχος, ἀπο‐ | |
5 | στρέφων ὄρεξιν, εὐκοίλιος μέντοι καὶ οὐρητικός. κατασπᾷ δὲ καὶ ἔμμηνα καὶ γάλα 〈μὲν〉 δαψιλὲς ποιεῖ, αἷμα δὲ φαῦλον κατα‐ σκευάζει, καὶ ἐλεφαντιάσεως ποιητικός ἐστιν ὡς καὶ τὸ ζῦθος. | |
5.32.3 | ἔνιοι δὲ καὶ ἁλῶν τοῖς ἓξ κεραμίοις ξέστας ἐμβάλλουσι δέκα, οἱ δὲ ἅλμης κεράμιον, δυσμετάβλητον καὶ εὐκοίλιον ἔσεσθαι διανοούμενοι. οἱ δὲ καὶ θύμον καὶ μάραθον προυποτιθέασι τῷ πυθμένι, εἶτα τὰς ἰσχάδας, καὶ ἐναλλὰξ τοῦτο ποιοῦσιν, | |
5 | ἄχρις οὗ πληρώσωσι τὸ ἀγγεῖον. | |
5.33.1 | σκευάζεται καὶ ὁ ἐκ τῶν συκομόρων ὡσαύτως. ὄξος δὲ γίνεται δριμὺ διὰ τὸ μὴ ἐξισχύειν τὴν δύναμιν αὐτῶν φυ‐ λάσσειν τὴν γλυκύτητα τοῦ ῥυέντος. | |
5.34.1 | ὁ δὲ ῥητινίτης κατὰ τὰ ἔθνη σκευάζεται 〈ποικίλωσ〉· πλεονάζει δὲ ὁ ἐν Γαλατίᾳ διὰ τὸ ἀποξύνεσθαι τὸν οἶνον ἀπε‐ πάντου μενούσης τῆς σταφυλῆς διὰ τὰ ψύχη, εἰ μὴ παραπλακείη πευκίνῃ 〈ῥητίνῃ〉. κόπτεται δὲ σὺν τῷ φλοιῷ ἡ ῥητίνη, καὶ τῷ | 24 in vol. 3 |
5 | κεραμίῳ μείγνυται ἡμικοτύλιον· καὶ οἱ μὲν ἀπηθοῦσι μετὰ τὸ ἀποζέσαι, χωρίζοντες τὴν ῥητίνην, οἱ δὲ ἐῶσι· παλαιωθέντες δὲ γίνονται ἡδεῖς. | |
5.34.2 | κεφαλαλγεῖς δὲ πάντες οἱ τοιοῦτοι καὶ σκοτωματικοί, πε‐ πτικοὶ μέντοι καὶ διουρητικοί, καταρροιζομένοις καὶ βήσσουσιν ἁρμόζοντες, κοιλιακοῖς, δυσεντερικοῖς, ὑδρωπικοῖς καὶ ῥοικαῖς γυναιξί, τοῖς τε ἐν βάθει εἱλκωμένοις ἔγκλυσμα. στυπτικώ‐ | |
5 | ρετος μέντοι τοῦ λευκοῦ ἐστιν ὁ μελανίζων. | |
5.35.1 | στροβιλίτης δὲ σκευάζεται ἐναποβρεχομένων τῷ γλεύ‐ κει στροβίλων προσφάτων τετρυγημένων καὶ τεθλασμένων· ποιεῖ δὲ τὰ αὐτὰ 〈τῷ〉 ῥητινίτῃ. ἐὰν δὲ γλυκεῖ ἐναποβρέξας τις τοὺς στροβίλους ἑψήσῃ, ἁρμόζει καὶ φθινώδεσιν ἱκανῶς | |
5 | πινόμενος. | |
5.36.1 | ὁ δὲ κέδρινος ἢ ἀρκεύθινος ἢ κυπαρίσσινος ἢ δάφνινος ἢ πιτύινος ἢ ἐλάτινος σκευάζεται ὁμοίως· χρὴ γὰρ τὰ ξύλα νεότμητα σχίζοντας, ὅτε τὸν καρπὸν ἐκδίδωσι, τιθέναι πρὸς ἥλιον ἢ ἐν βαλανείῳ ἢ πρὸς πυρί, ὥστε συνι‐ | |
5 | δρῶσαι, καὶ μίσγειν τῷ χοεῖ τοῦ οἴνου μνᾶν μίαν, καταστήσαντάς τε ἐᾶν δύο μῆνας, εἶτα μεταγγίζειν καὶ ἡλιάσαντας ἀποτίθεσθαι. πληροῦν δὲ δεῖ τὰ ἀγγεῖα ἐπὶ τῶν σκευαστῶν οἴνων· ἀποξύνει | |
γὰρ τὰ ἀπόκενα. | 25 in vol. 3 | |
5.36.2 | ἄθετοι μέντοι οἱ φαρμακώδεις οἶνοι τοῖς ὑγιαίνουσι. θερμαντικοὶ δὲ πάντες οὗτοι, οὐρητικοί, ὑποστύφοντες· ὁ μέν‐ τοι δάφνινος θερμαντικώτερος. γίνεται δὲ καὶ ἐκ τοῦ καρποῦ τῶν μειζόνων κέδρων οἶνος· | |
5 | δεῖ δὲ τῷ χοεῖ τοῦ γλεύκους ἡμιμναῖον κεκομμένων τῶν κεδρί‐ δων μεῖξαι, ἡλιάσαι τε ἐφ’ ἡμέρας μʹ, μετὰ δὲ ταῦτα διυλίζειν καὶ μεταγγίζειν. γίνεται καὶ 〈ὁ〉 ἐκ τῶν ἀρκευθίδων τοῦ καρ‐ ποῦ ὁμοίως τῷ κεδρίτῃ, τὰ αὐτὰ ποιῶν. | |
5.37.1 | κεδρίτης δὲ γίνεται οὕτω· κεδρίαν πλύναντες ὕδατι γλυκεῖ διακλύζουσιν ἕκαστον κεράμιον κυάθῳ ἑνί, καὶ οὕτως πληροῦσι γλεύκους. θερμαντικὸς δὲ καὶ οὗτος γίνεται καὶ λεπτυντικός, βηχὶ | |
5 | παλαιᾷ ἁρμόζων δίχα πυρετῶν καὶ πόνοις θώρακος 〈καὶ〉 πλευ‐ ρῶν, στρόφοις, ἕλκεσι τοῖς ἐν κοιλίᾳ καὶ ἐντέροις, ἐμπυικοῖς, ὑδρωπικοῖς, ὑστερικαῖς· ποιεῖ καὶ πρὸς ἕλμεις καὶ πρὸς ῥίγη, βοηθεῖ καὶ θηριοδήκτοις καὶ ἑρπετὰ κτείνει, ὠταλγίας τε ἐνσταζόμενος ἰᾶται. | |
5.38.1 | οἶνος πισσίτης σκευάζεται διὰ πίσσης ὑγρᾶς καὶ γλεύκους· δεῖ δὲ τὴν πίσσαν πλύνειν πρῶτον μὲν θαλάσσῃ ἢ ἅλμῃ ἐφ’ ἱκανόν, μέχρι ἂν λευκανθῇ, καὶ ἡ θάλασσα καθαρὰ | |
ἀπορρέῃ, ἔπειτα ὕδατι γλυκεῖ, καὶ τοῖς ὀκτὼ χοεῦσι μίσγειν | 26 in vol. 3 | |
5 | οὐγγίας βʹ πίσσης καὶ ἐᾶν, μετὰ δὲ τὸ ἀναζέσαι καὶ καταστῆναι μεταγγίζειν. | |
5.38.2 | ἔστι δὲ θερμαντικός, πεπτικός, σμηκτικός, ἀνακαθαρτικός, εὔθετος τοῖς περὶ θώρακα, κοιλίαν, ἧπαρ, σπλῆνα, ὑστέρας πόνοις δίχα πυρετοῦ καὶ χρονίοις ῥεύμασι καὶ ἑλκώσεσι τῶν ἐν βάθει· ποιεῖ καὶ πρὸς βῆχας, βραδυπεψίας, πνευματώσεις, | |
5 | ἄσθματα, καὶ πρὸς στρέμματα δὲ μᾶλλον τοῦ ὄξους μετ’ οἰσυ‐ πηρῶν ἐρίων. | |
5.39.1 | ἀψινθίτης δὲ ποικίλως σκευάζεται· οἱ μὲν γὰρ τοῖς μηʹ ξέσταις [τῷ Ἰταλικῷ κεραμίῳ] 〈γλεύκουσ〉 μείξαντες ἀψιν‐ θίου Ποντικοῦ λίτραν μίαν ἕψουσι, μέχρι τὸ τρίτον ἀπολει‐ φθῇ· ἔπειτα προσεπιχέαντες γλεύκους ξέστας ἐνενήκοντα καὶ | |
5 | ἀψινθίου ἡμίλιτρον 〈καὶ〉 ἐπιμελῶς μείξαντες καταγγίζουσι, κατασταθέντα δὲ διυλίσαντες ἀποτιθέασιν. οἱ δὲ μνᾶν ἀψιν‐ θίου τῷ μετρητῇ τοῦ γλεύκους ἐμβρέχουσιν ἐπὶ μῆνας τρεῖς· οἱ δὲ μνᾶν ἀψινθίου εἰς τὸ κεράμιον καθιᾶσι, κόψαντες καὶ | |
5.39.2 | ἐνδήσαντες εἰς ὀθόνιον ἀραιὸν ἐπὶ μῆνας δύο. οἱ δὲ ἀψιν‐ θίου τρεῖς οὐγγίας, ἔνιοι δὲ τέσσαρας, καὶ νάρδου Συριακῆς, | |
κιναμώμου, κασσίας, καλάμου, σχοίνου ἄνθους, ἐλάτης φοινι‐ κίνης ἀνὰ οὐγγίας βʹ καθιᾶσιν εἰς μετρητὴν γλεύκους ἐν ὅλμῳ | 27 in vol. 3 | |
5 | κόψαντες καὶ σφηκώσαντες ἐῶσι δίμηνον· εἶτα διυλίσαντες καὶ καταγγίσαντες ἀποτίθενται. οἱ δὲ εἰς γλεύκους μετρη‐ τὴν νάρδου Κελτικῆς δραχμὰς ιδʹ καὶ ἀψινθίου δραχμὰς μʹ κα‐ θιᾶσιν, ἐν ὀθονίῳ δήσαντες, καὶ μεθ’ ἡμέρας μʹ μεταγγίζουσιν. | |
5.39.3 | οἱ δὲ εἰς κʹ ξέστας τοῦ γλεύκους λίτραν μίαν ἀψινθίου ἐμβάλ‐ λουσι καὶ πιτυίνης ῥητίνης ξηρᾶς οὐγγίας βʹ· μετὰ δὲ ἡμέρας δέκα διυλίσαντες ἀποτίθενται. ἔστι δὲ εὐστόμαχος, οὐρητικός, ἡπατικοῖς νεφριτικοῖς ἰκτε‐ | |
5 | ρικοῖς χρήσιμος, καὶ βραδυπεπτοῦσιν ἀνορέκτοις κακουμένοις στόμαχον, καὶ πρὸς ὑποχονδρίων τάσιν χρόνιον καὶ ἐμπνευμα‐ τώσεις, ἕλμινθας στρογγύλας, ἔμμηνα ἐπεχόμενα, πρός τε ἰξίας πόσιν πλεῖστος ποθεὶς καὶ ἐξεμούμενος ἁρμόζει. | |
5.40.1 | ὑσσωπίτης δὲ ὁ ἐκ τοῦ Κιλικίου ὑσσώπου κάλλιστός ἐστι, σκευάζεται δὲ ὁμοίως τῷ ἀψινθίτῃ· δεῖ δὲ τῷ κεραμίῳ τοῦ γλεύκους λίτραν μίαν τοῦ ὑσσώπου κεκομμένων τῶν φύλλων προσδιδόναι, ἐνειλοῦντας εἰς ὀθόνιον ἀραιόν· συγκαθίενται δὲ | |
5 | λιθάρια, ἵνα τῷ πυθμένι προσκαθίσῃ ὁ ἔνδεσμος. μετάγγιζε δὲ μεθ’ ἡμέρας μʹ διυλίζων. | |
5.40.2 | ἁρμόζει δὲ πρὸς τὰ ἐν θώρακι καὶ πλευρῷ καὶ πνεύμονι πάθη καὶ βῆχας παλαιὰς καὶ ἄσθματα. ἔστι δὲ καὶ οὐρητικός, καὶ στροφουμένοις ἁρμόζει, πρός τε ῥίγη τὰ ἐν ταῖς περιόδοις· | |
κινεῖ δὲ καὶ ἔμμηνα. | 28 in vol. 3 | |
5.41.1 | καὶ ὁ χαμαιδρυίτης ὁμοίως τῷ ὑσσωπίτῃ σκευάζε‐ ται, θερμαντικὸς ὢν καὶ διαλυτικός, ἁρμόζων σπασμοῖς, ἰκτέ‐ ροις, ὑστερῶν πνευματώσεσι, βραδυπεψίαις, ὕδρωπι ἀρχομένῳ. ἀμείνων δὲ παλαιούμενος γίνεται. | |
5.42.1 | σκευάζεται καὶ 〈ὁ〉 στοιχαδίτης ὁμοίως. δεῖ δὲ τοῖς Ϙʹ χοεῦσι μνᾶν μίαν στοιχάδος προσδιδόναι. διαλύει δὲ πάχη καὶ πνευματώσεις καὶ πόνους πλευρᾶς καὶ νεύρων καὶ κατα‐ ψύξεις· δίδοται καὶ ἐπιλημπτικοῖς ὠφελίμως μετὰ πυρέθρου | |
5 | καὶ σαγαπηνοῦ. | |
5.43.1 | γίνεται καὶ ὄξος διὰ στοιχάδος πρὸς τὰ προειρη‐ μένα, ἐναποβρεχομένης ὄξει τῆς πόας, ὡς προείρηται. ποιεῖ δὲ πρὸς τὰ αὐτά. | |
5.44.1 | γίνεται δὲ καὶ ἐκ κέστρου τοῦ ψυχροτρόφου οἶνος. δεῖ δὲ λαμβάνειν τὴν πόαν σπέρματος πλήρη πεπείρου σὺν τοῖς κλάδοις καὶ μνᾶν μίαν βάλλειν εἰς οἴνου χοεῖς βʹ, ἐᾶν τε ἑπτὰ μῆνας καὶ οὕτω μεταγγίζειν. | |
5 | ποιεῖ δὲ πρὸς πολλὰ τῶν ἐντός, πρὸς ἅπερ καὶ ὁ θάμνος αὐτῆς. καὶ καθόλου πάντες οἱ σκευαστοὶ οἶνοι ἀναλαμβάνουσι τὴν δύναμιν τῶν μειγμάτων, διὸ τοῖς τὰς ἐκείνων ἐπιγινώσκουσι φύσεις εὐχερὲς καὶ τὰς τῶν οἴνων δυνάμεις συμβάλλειν· τοῖς ἀπυρέτοις μέντοι ἐστὶν ἡ τῶν οἴνων χρῆσις, καὶ ὄξος δὲ ἐξ | |
10 | αὐτοῦ γίνεται πρὸς τὰ ἐοικότα πάθη χρησιμεῦον. | |
5.45.1 | τραγοριγανίτης· τραγοριγάνου 𐅻 δʹ εἰς γλεύκους ξέστας δʹ ἐν ὀθονίῳ χάλα πρὸς μῆνας τρεῖς καὶ μετάγγιζε· ἁρ‐ μόζει στρόφοις, σπάσμασι, ῥήγμασι, πόνοις πλευροῦ, πνευμάτων διαδρομαῖς, δυσπεψίαις. | 29 in vol. 3 |
5.46.1 | οἶνος διὰ βουνίου· βουνίου δραχμὰς βʹ κόψας κάθες εἰς κοτύλας δʹ γλεύκους, καὶ τὰ ἄλλα ὁμοίως ποίει. ἁρμόζει δὲ στομαχικοῖς, κεκοπωμένοις δι’ ὁπλομαχίαν ἢ ἱππασίαν πολλήν. | |
5.47.1 | δικταμνίτης· δικτάμνου 𐅻 δʹ εἰς κοτύλας γλεύκους ηʹ ἀπόβρεχε ὁμοίως. ποεῖ δὲ ἀσωμένοις στόμαχον, ἄγει καὶ ἔμμη‐ να καὶ λόχια. | |
5.48.1 | ὁ διὰ πρασίου· πρασίου τοῦ ἀκμαίου φύλλων κόψας χοίνικας βʹ κάθες εἰς μετρητὴν γλεύκους, καὶ τὰ ἄλλα ὁμοίως ποίει· ἁρμόζει τοῖς περὶ θώρακα καὶ πρὸς ὅσα 〈καὶ〉 τὸ πράσιον. | |
5.49.1 | θυμίτης· θύμου κεκομμένου καὶ σεσησμένου 𐅻 ρʹ ἐνδήσας εἰς ὀθόνιον κάθες εἰς γλεύκους κεράμιον. ἁρμόζει πρὸς δυσπεψίας, ἀνορεξίας, δυσενεργείας νεύρων, πόνους ὑποχονδρίων, φρίκας χειμερινὰς καὶ πρὸς ἰοβόλα τὰ | |
5 | ψύχοντα καὶ πήττοντα. | |
5.50.1 | θυμβρίτης ὁμοίως σκευάζεται καὶ πρὸς τὰ αὐτὰ | |
ποιεῖ, πρὸς ἃ καὶ ὁ θυμίτης. | 30 in vol. 3 | |
5.51.1 | οἶνος ὀριγανίτης δι’ ὀριγάνου Ἡρακλεωτικῆς σκευά‐ ζεται ὁμοίως τῷ θυμίτῃ, ποιῶν πρὸς τὰ αὐτά. | |
5.52.1 | οἶνος καλαμινθίτης, γληχωνίτης, ἀβροτονίτης ὁμοίως σκευάζονται τῷ διὰ θύμου, ποιοῦσι δὲ στομαχικοῖς καὶ ἀνορεκτοῦσι καὶ πρὸς ἴκτερον· οὐρητικοὶ γάρ εἰσιν. | |
5.53.1 | οἶνος κονυζίτης ὁμοίως σκευάζεται· ἔστι δὲ πάντων μᾶλλον θηριακός. | |
5.54.1 | οἶνος ἀρωματίτης οὕτως σκευάζεται· φοίνικος, ἀσπαλάθου, καλάμου, νάρδου Κελτικῆς, ἑκάστου χοίνικα λειώσας φύρασον γλυκεῖ, καὶ ποιήσας εὐμεγέθεις μάζας βάλε εἰς γλεύ‐ κους αὐστηροῦ ξέστας εἴκοσι καὶ ἔασον ἡμέρας μʹ, σφηκώσας | |
5 | τὸ ἀγγεῖον, εἶτα διυλίσας ἀποτίθεσο. ἢ καλάμου ὁλκὰς Ϙʹ, φοῦ δραχμὰς ἑπτά, κόστου δραχμὰς βʹ, νάρδου Συριακῆς δραχμὰς Ϙʹ, κασσίας δραχμὰς ηʹ, κρόκου δραχμὰς δʹ, ἀμώμου δραχμὰς εʹ, ἀσάρου δραχμὰς δʹ, λειώσας καὶ ἐν ὀθονίῳ δήσας χάλασον εἰς πετρητὴν γλεύκους, καὶ μετὰ τὸ ἀποζέσαι τὸν οἶνον μετάγγιζε. | |
5.54.2 | ποιεῖ δὲ πρὸς πόνους θώρακος, πλευροῦ, πνεύμονος, δυσουρίαις, ῥίγεσιν, ἐμμήνοις ἐπισχεθεῖσι καὶ τοῖς διὰ κρυμῶν ὁδεύουσιν 〈ἁρμόζει〉 πινόμενος καὶ πρὸς τοὺς πάχος γεννῶντας· περιποιεῖ δὲ καὶ εὔχροιαν, ὑπνωτικός τέ ἐστι καὶ ἀνώδυνος, τοῖς περὶ | |
5 | κύστιν καὶ νεφροὺς ἁρμόζων πάθεσιν. | 31 in vol. 3 |
5.55.1 | σκευάζεται δὲ οἶνος πρὸς κατάρρους, βῆχας, ὠμό‐ τητας, ἐμπνευματώσεις, πλάδον στομάχου· σμύρνης 𐅻 βʹ, πεπέ‐ ρεως λευκοῦ 𐅻 αʹ, ἴρεως 𐅻 Ϙʹ, ἀνήθου 𐅻 γʹ, ὁλόκοπα ἐνδή‐ σας εἰς ὀθόνιον κάθες εἰς ξέστας ἓξ οἴνου. μετὰ δὲ τὴν τρίτην | |
5 | διυλίσας ἀποτίθεσο εἰς λάγυνον καὶ πότιζε μετὰ περίπατον, διδοὺς ἄκρατον, κύαθον ἕνα. | |
5.56.1 | ὁ δὲ νεκταρίτης σκευάζεται ἐκ τοῦ Ἑλενίου, ὃ ἔνιοι Μηδικήν, οἱ δὲ σύμφυτον, οἱ δὲ Ἰδαῖον φλόμον, οἱ δὲ Ὀρέ‐ στιον, οἱ δὲ νεκτάριον καλοῦσιν· Ἑλενίου ῥίζης ξηρᾶς 𐅻 νʹ ἐν‐ δήσας εἰς ὀθόνιον κάθες εἰς χοεῖς ἓξ γλεύκους, καὶ μετὰ τρεῖς | |
5 | μῆνας ἀπόχει. ποιεῖ δὲ πρὸς στόμαχον, θώρακα· ἄγει δὲ καὶ οὖρα. | |
5.57.1 | ὁ δὲ διὰ Συριακῆς νάρδου καὶ Κελτικῆς καὶ μαλαβάθρου σκευάζεται οὕτως· ἑκάστου τούτων ἡμιμναῖον λαβὼν εἰς δίχουν γλεύκους κάθες, καὶ μετὰ μῆνας δύο διύλιζε· δίδου δὲ κύαθον ἕνα πρὸς τρεῖς ὕδατος νεφριτικοῖς, ἰκτερικοῖς, | |
5 | ἡπατικοῖς, δυσουροῦσιν, ἀχροοῦσι, στομαχικοῖς. οἱ δὲ ἀκόρου | |
𐆄 βʹ, Κελτικῆς νάρδου 𐆄 γʹ ἐν κεραμίῳ γλεύκους σκευάζουσιν. | 32 in vol. 3 | |
5.58.1 | ἀσαρίτης· ἀσάρου 𐅻 γʹ κάθες εἰς γλεύκους κοτύλας δώδεκα ὁμοίως. ἔστι δὲ οὐρητικός, ὑδρωπικοῖς ἁρμόζων, ἰκτε‐ ρικοῖς, ἡπατικοῖς, ἰσχιαδικοῖς. | |
5.59.1 | ὁ διὰ τῆς ἀγρίας νάρδου· ἀγρίας νάρδου τῆς ῥίζης προσφάτου λείας σεσησμένης κάθες 𐅻 ηʹ εἰς χοῦν γλεύκους ὁμοίως 〈πρὸσ〉 μῆνας δύο· χρήσιμος ἡπατικοῖς, δυσουροῦσι, στομαχικοῖς, πνευματουμένοις. | |
5.60.1 | δαυκίτης· δαύκου τῆς ῥίζης ὁλοκόπου δραχμὰς ξʹ εἰς γλεύκους κεράμιον κάθες ὁμοίως καὶ μετάγγιζε. ποιεῖ δὲ πρὸς πόνους θώρακος, ὑποχονδρίων, ὑστέρας· ἄγει ἔμμηνα, ἐρυγὰς κινεῖ καὶ οὖρα· ἁρμόζει βηχί, σπάσμασι, ῥήγμασιν. | |
5.61.1 | ἐλελισφακίτης ὁμοίως· ἐλελισφάκου 𐅻 οʹ εἰς γλεύ‐ κους ἀμφορέα, ὅ ἐστι κεράμιον, κάθες. ποιεῖ δὲ πρὸς νεφρῶν πόνους καὶ κύστεως 〈καὶ〉 πλευρῶν, αἵματος ἀναγωγάς, βηχί, ῥήγμασι, σπάσμασι, θλάσμασιν, ἐμμήνοις ἐστεγνωμένοις. | |
5.62.1 | πανακίτης· πάνακος 𐅻 ιʹ εἰς χοέα γλεύκους καθεὶς | |
ὁμοίως μετάγγιζε. ποιεῖ σπάσμασι, ῥήγμασι, θλάσμασιν, ὀρ‐ θοπνοίαις, λεπτυντικὸς πάχους σπληνός. ποιεῖ δὲ καὶ πρὸς στρόφους, ἰσχιάδας, βραδυπεψίας, καταμήνια ἄγει καὶ ἔμβρυα, | 33 in vol. 3 | |
5 | ὑδρωπικοῖς τε καὶ θηριοδήκτοις ἁρμόζει. | |
5.63.1 | ἀκορίτης δὲ καὶ ὁ ἀπὸ γλυκυρρίζης σκευάζεται ὁμοίως· δεῖ γὰρ ἑκάστου 𐅻 πʹ εἰς χοεῖς Ϙʹ πρὸς μῆνας γʹ ἀπο‐ βρέχοντας μεταγγίζειν. ποιοῦσι δὲ πρὸς πλευρὰν καὶ θώρακα, κινοῦντες καὶ οὔρησιν. | |
5.64.1 | σελινίτης· σελίνου σπέρματος ὡρίμου νέου σεσησμένου 𐅻 οʹ ἐνδήσας εἰς ὀθόνιον βάλε εἰς κεράμιον γλεύκους ὁμοίως. ποιεῖ δὲ ὄρεξιν, καὶ στομαχικοῖς δὲ ἁρμόζει καὶ δυσουροῦσιν· ἔστι δὲ καὶ εὔπνους. | |
5.65.1 | καὶ μαραθίτης δὲ καὶ ἀνήθινος καὶ πετροσε‐ λινίτης ὁμοίως σκευάζονται, πρὸς τὰ αὐτὰ ποιοῦντες. | |
5.66.1 | σκευάζεται καὶ δι’ ἁλὸς ἄνθους 〈οἶνοσ〉, καθαρτικώ‐ τερος τοῦ διὰ θαλάττης. κακοῖ δὲ φάρυγγα, νεφρούς, κύστιν, στόμαχον, ὅθεν οὔτε πρὸς ὑγίειαν οὔτε πάθεσι χρήσιμος ὁ τοιοῦτος. | |
5.67.1 | γίνεται δὲ καὶ φθόριος ἐμβρύων οἶνος· φυτευομέ‐ ναις γὰρ ταῖς ἀμπέλοις συμφυτεύεται ἐλλέβορος ἢ σίκυος ἄγριος | |
ἢ σκαμμωνία, ὧν ἀναλαμβάνει ἡ σταφυλὴ τὴν δύναμιν· καὶ ὁ ἐξ αὐτῆς οἶνος γίνεται φθόριος. δίδοται δὲ προεμημεκυίαις | 34 in vol. 3 | |
5 | νήστεσι κυάθου πλῆθος κεκραμένος. | |
5.68.1 | θυμελαίτης· τῶν κλωνίσκων σὺν τοῖς φύλλοις καὶ τῷ καρπῷ 𐅻 λʹ βάλε εἰς γλεύκους χοεῖς τρεῖς καὶ σκεύαζε ἕψων κούφως, ἄχρι ἂν δύο ἀπολειφθῶσι χοεῖς, καὶ διυλίσας ἀποτίθεσο. καθαίρει ὑδατώδη καὶ σπλῆνας τήκει. | |
5.69.1 | χαμελαίτης· ἐπειδὰν ἀνθῇ ὁ θάμνος, μετὰ τῶν φύλ‐ λων κόψας καὶ σήσας βάλε 𐅻 ιβʹ εἰς γλεύκους χοῦν, καὶ μετὰ μῆνας δύο μετάγγιζε. ποιεῖ δὲ ὑδεριῶσιν, ἡπατικοῖς, κεκοπωμέ‐ νοις καὶ ταῖς ἐκ τοκετοῦ δυσκαθάρτοις. | |
5.70.1 | χαμαιπιτύινος ὁμοίως σκευάζεται καὶ πρὸς τὰ αὐτὰ ἁρμόζει, διουρητικὸς ὤν. | |
5.71.1 | μανδραγορίτης· τοῦ φλοιοῦ τῆς ῥίζης κατατεμὼν ἔνειρον εἰς λίνον ἡμιμναῖον καὶ κάθες εἰς μετρητὴν γλεύκους πρὸς μῆνας τρεῖς, εἶτα μετάγγιζε. ἡ μέση πόσις ἡμικοτύλιον· πίνεται δὲ γλυκέος προσδιδομένου τὸ διπλάσιον. φασὶ δὲ κοι‐ | |
5 | μίζειν καὶ καροῦν ὅλον τρίκλινον κοτύλην αὐτοῦ καταμειχθεῖσαν | |
χοεῖ· μετὰ ξέστου δὲ οἴνου κύαθος εἷς ποθεὶς ἀναιρεῖ. ἔστι δὲ ἡ σύμμετρος χρῆσις ἀνώδυνος, ῥευμάτων παχυντική· καὶ ὀσφραινόμενος 〈δὲ〉 καὶ ἐγκλυζόμενος τὸ αὐτὸ ποιεῖ. | 35 in vol. 3 | |
5.72.1 | ἐλλεβορίτης· εἰς χοέα γλεύκους τεθαλασσωμένου μέ‐ λανος ἐλλεβόρου δραχμὰς δέκα δύο βάλε λείου ἐν ὀθονίῳ ἀραιῷ· μετάχει δέ, ὅταν ἀναζέσῃ. ἢ εἰς ἀθαλάσσου χοῦν 𐅻 ιεʹ ἢ 𐅻 ιδʹ ὁλοσχερῶς συνθλάσας βάλε, καὶ μεθ’ ἡμέρας τινὰς διυλίσας | |
5 | χρῶ· πότιζε δὲ κύαθον ἕνα πρὸς κοιλίας λύσιν μεθ’ ὕδατος ἐκ | |
5.72.2 | βαλανείου, ἐμημεκόσιν ἀπὸ δείπνου. ἢ ἐλλεβόρου δραχμὰς εἴκοσι, σχοίνου 𐅻 ιβʹ, στάχυος Συριακοῦ 𐅻 ιγʹ σεσησμένας ἐν ὀθονίῳ δήσας κάθες εἰς κοτύλας ιδʹ Κῴου οἴνου ἐπὶ ἡμέρας τεσσαρά‐ κοντα· εἶτα ἀπηθήσας πότιζε τρία ἡμικοτύλια. ἢ εἰς γλεύκους | |
5 | κεράμιον θαλάττης πελαγίας ἡψημένης ξέστας βʹ, ἐλλεβόρου λευκοῦ λίτρας τὸ ἥμισυ ἔμβρεχε ἡμέρας τεσσαράκοντα καὶ ἀπη‐ θήσας χρῶ. ἢ ἐλλεβόρου 𐅻 ιβʹ, ἀφρονίτρου δραχμὰς τέσσαρας, γλεύκους κοτύλας ιβʹ βρέχε ἐπὶ ἡμέρας δέκα πέντε καὶ ἀπηθή‐ | |
5.72.3 | σας χρῶ μετὰ μῆνας ἕξ· τοῦτο καὶ βρέφη ἐκτιτρώσκει. ἢ ἐκ τε‐ θειλοπεδευμένης σταφυλῆς λαβὲ γλεύκους μετρητὴν καὶ βάλε | |
γύψου εἰς τὸν οἶνον 𐅻 κʹ, καὶ ἔασον ἡμέρας δύο, καὶ κάθες ἔν‐ δεσμον μέλανος ἐλλεβόρου 𐅻 λʹ, σχοίνου 𐅻 λʹ, καλάμου 𐅻 λʹ, | 36 in vol. 3 | |
5 | ἀρκευθίδων ἡμιχοίνικον καὶ τέταρτον, σμύρνης δὲ καὶ κρόκου ἀνὰ 𐅻 αʹ, ἐνειλήσας ὀθονίῳ κρέμασον πρὸς ἡμέρας μʹ, εἶτα διύλιζε καὶ δίδου κυάθους τρεῖς ἢ δύο κεράσας. καθαίρει ἐκ τοκετῶν καὶ ἐκ τρωσμῶν· φθείρει δὲ καὶ ἔμβρυα, καὶ πρὸς τὰς ὑστερικὰς πνίγας ποιεῖ. | |
5.73.1 | σκαμμωνίτης· σκαμμωνίας τῆς ῥίζης 𐅻 ιεʹ ὀρω‐ ρυγμένης ἐν πυραμητῷ ἐμβάλλονται εἰς γλεύκους χοέα λεῖαι ἐν ὀθονίῳ ἐπὶ ἡμέρας τριάκοντα. καθαίρει δὲ κοιλίαν, ἄγων χολὴν καὶ φλέγμα. | |
5.74.1 | καδμεία ἀρίστη μέν ἐστιν ἡ Κυπρία, ἐπικαλουμένη δὲ βοτρυῖτις, πυκνή, βαρεῖα μέσως καὶ μᾶλλον ἐπὶ τὸ κου‐ φότερον ῥέπουσα, ἔχουσα τὴν ἐπιφάνειαν βοτρυώδη, χρώματι σποδοειδής, θλασθεῖσα δὲ ἔνδοθεν ἔντεφρος καὶ ἰώδης. ἐχομένη | |
5 | δ’ ἐστὶν ἡ ἔξωθεν μὲν κυανίζουσα, ἔνδοθεν δὲ λευκοτέρα, δια‐ φύσεις ἔχουσα ἐμφερῶς ὀνυχίτῃ λίθῳ· τοιαῦται δέ εἰσιν αἱ ἐκ τῶν παλαιῶν μετάλλων ὀρυσσόμεναι. ἔστι δέ τις καὶ πλα‐ κωτὴ λεγομένη, ὡσπερεὶ ζώνας ἔχουσα τὰς διαφύσεις, ὅθεν καὶ ζωνῖτιν αὐτὴν ἐκάλεσαν. καλεῖταί τις καὶ ὀστρακῖ‐ | 37 in vol. 3 |
10 | τις, ἰσχνὴ καὶ ὡς ἐπὶ τὸ πολὺ μέλαινα, γεώδει δὲ ἢ ὀστρα‐ κώδει κεχρημένη ἐπιφανείᾳ· φαύλη δὲ ἡ λευκή. | |
5.74.2 | χρησιμεύει δὲ πρὸς μὲν τὰ ὀφθαλμικὰ φάρμακα ἡ βοτρυῖ‐ τις καὶ ἡ ὀνυχῖτις καλουμένη, αἱ δὲ λοιπαὶ εἰς ἐμπλάστρους καὶ ξηρὰ κατουλοῦν δυνάμενα φάρμακα, καὶ πρὸς ταὐτὰ χρη‐ σιμεύει ἡ Κυπρία· ἡ γὰρ ἐκ Μακεδονίας καὶ Θρᾴκης καὶ Σπα‐ | |
5 | νίας κομιζομένη ἄθετος. δύναμιν δὲ ἔχει στυπτικήν, κοιλωμάτων πληρωτικήν, καθαρτικὴν ῥυπαριῶν. παρεμπλάσσει δὲ καὶ ξη‐ ραίνει καὶ ἐξιποῖ, καὶ στέλλει τὰ ἐκσαρκώματα, καὶ τὰ κακοήθη τῶν ἑλκῶν ἀπουλοῖ. | |
5.74.3 | γεννᾶται δὲ ἡ καδμεία ἐκ τοῦ χαλκοῦ καμινευομένου, προσιζα‐ νούσης τῆς λιγνύος τοῖς τοίχοις τῶν καμίνων καὶ τῇ κορυφῇ· εἰσὶ δ’ αὐτ〈οῦ κεραῖ〉αι σιδηραῖ, παμμεγέθεις, ἀκεστίδες ὑπὸ τῶν μεταλλουργῶν καλούμεναι, κατὰ κορυφὴν συνηγμέναι πρὸς | |
5 | τὸ κατέχεσθαι καὶ ἐφιζάνειν τὰ ἀναφερόμενα σώματα ἀπὸ τοῦ χαλκοῦ, ἅπερ ἀεὶ καὶ μᾶλλον προσιζάνοντα ἐπισωματοῦται, καί ποτε μὲν ἓν εἶδος αὐτῆς, ποτὲ δὲ δύο ἢ πάντα ἀποτελεῖ‐ | 38 in vol. 3 |
5.74.4 | ται. μεταλλουργεῖται δὲ ἐκ τοῦ ὑπερκειμένου Σολέων ὄρους, τοῦ λεγομένου λίθου πυρίτου καιομένου· ἐν δὲ τῷ αὐτῷ ὄρει εὑρίσκεται οἱονεὶ διαζώματά τινα χαλκίτεως, μίσυος, σώρεως, μελαντηρίας, κυάνου, χρυσοκόλλης, χαλκάνθου, διφρυγοῦς. τι‐ | |
5 | νὲς δὲ καὶ ἐν μετάλλοις λιθίνοις φασὶν εὑρίσκεσθαι καδμείαν, πλανώμενοι ὑπὸ λίθων πολλὴν ἐμφέρειαν ἐχόντων, ὡσπερεὶ καὶ ὁ ἐν τῇ Κύμῃ λίθος εὑρισκόμενος, δύναμιν δὲ οὐδεμίαν ἐν‐ δεικνύμενος, ἐπιγινωσκομένων αὐτῶν ἐκ τοῦ κουφοτέρους αὐτοὺς εἶναι τῆς καδμείας καὶ διαμασηθέντας μὴ ἐπιεικεῖς εἶναι τῇ | |
5.74.5 | γεύσει· ἀγανακτεῖν δὲ τοὺς ὀδόντας, εἰ λίθος εἴη, ἐν τῇ μα‐ σήσει, εἰ δὲ καδμεία εἴη, ἀνέχεσθαι τῆς διαβρώσεως, συνεικού‐ σης αὐτῆς. ἔτι διακρίνεται καὶ τῷ τὴν μὲν καδμείαν λειοτρι‐ βηθεῖσαν σὺν ὄξει καὶ ξηρανθεῖσαν ἐν ἡλίῳ ἐπιζεῖν, τὸν δὲ | |
5 | λίθον μὴ πάσχειν τοῦτο· καὶ ἐκ τοῦ ἐπιτεθέντα μὲν τὸν λίθον τετριμμένον πυρὶ ἀποπηδᾶν καὶ τὸν ἐξ αὐτοῦ καπνὸν ὁμοειδῆ τῷ πυρὶ ὑπάρχειν, τὴν δὲ καδμείαν μένειν τε καὶ ἀναδιδόναι αἰθάλην μηλίζουσαν καὶ χαλκοφανῆ ὡσπερεὶ ζώνην τινὰ ποικί‐ | |
5.74.6 | λην. ἔτι ὁ μὲν λίθος πυρωθεὶς καὶ ψυγεὶς ἀλλοιωθήσεται τῷ χρώματι καὶ κουφότερος ἔσται, ἡ δὲ καδμεία κατ’ οὐδὲν μετα‐ | |
βάλλει, εἰ μή τις αὐτὴν ἐφ’ ἱκανὰς ἐγκαύσῃ ὥρας. γεννᾶται δὲ καὶ ἐκ τῶν ἀργυρείων λευκοτέρα καὶ κουφοτέρα οὖσα καὶ κατὰ | 39 in vol. 3 | |
5 | δύναμιν ἥττων. καυστέον δὲ τὴν προειρημένην καδμείαν ἐγκρύβοντας εἰς ἄνθρακας, ἕως οὗ διαφανὴς γένηται καὶ πομφολυγίσῃ ὡς σιδή‐ ρου σκωρία, εἶτα ἐν οἴνῳ σβεννύντας Ἀμινναίῳ, τὴν δὲ εἰς τὰ | |
5.74.7 | ψωρικὰ ὄξει. τινὲς δὲ τὴν οὕτω καεῖσαν λεάναντες μετ’ οἴνου κατοπτῶσι πάλιν ἐν ὠμῇ κύθρᾳ, μέχρι κισσηρώδης τὴν θρύψιν γένηται, πάλιν τε δι’ οἴνου λειοτριβήσαντες τρίτον καίουσι, μέχρι τελείως εἰς σποδὸν ἀναλυθῇ, μηδὲν ἔχουσα τραχύ, καὶ | |
5 | ἀντὶ σποδίου χρῶνται αὐτῇ. πλύνεται δὲ ἐν θυίᾳ τριβομένη σὺν ὕδατι ἀποχεομένου τοῦ ὕδατος, ἄχρι μηδὲν ἐφίστηται λιπαρόν, καὶ ἀναπλασθεῖσα ἀποτίθεται. | |
5.75.1 | πομφόλυξ σποδίου εἰδικῶς διαφέρει· γενικὴν γὰρ οὐκ ἔχει παραλλαγήν. τὸ μὲν γὰρ ὑπομελανίζει καὶ βαρύτερόν ἐστι, κατὰ τὸ πλεῖστον δὲ ἔμπλεον καρφῶν καὶ τριχῶν καὶ γῆς, ὡσὰν ἀπόψημά τι καὶ σύρμα τῶν ἐν τοῖς χαλκουργείοις ἐδά‐ | |
5 | φων καὶ καμίνων, ἡ δὲ πομφόλυξ λιπαρὰ ὑπάρχει καὶ λευκή, | |
ἔτι δὲ κουφοτάτη, ὡς δύνασθαι ἐπιποτᾶσθαι τῷ ἀέρι. καὶ ταύτης δὲ δύο ἐστὶν εἴδη· τὸ μὲν ἀερίζον καὶ ὑποπίμελον, τὸ δὲ λίαν λευκὸν καὶ ἄκραν ἔχον κουφότητα. | 40 in vol. 3 | |
5.75.2 | γίνεται δὲ ἡ λευκὴ πομφόλυξ, ὅταν ἐν τῇ κατεργασίᾳ καὶ τελειώσει τοῦ χαλκοῦ πυκνότερον οἱ ἀπὸ τῶν χαλκουργείων συνεμπάσσωσι λελεασμένην καδμείαν, βελτιοῦν αὐτὴν βουλό‐ μενοι· ἡ γὰρ ἀπὸ ταύτης ἀναφερομένη αἰθάλη, λευκοτάτη οὖσα, | |
5 | πομφολυγοῦται. οὐ μόνον δὲ ἐκ τῆς τοῦ χαλκοῦ κατεργασίας τε καὶ ὕλης γίνεται πομφόλυξ, ἀλλὰ καὶ ἐκ καδμείας προηγου‐ | |
5.75.3 | μένως ἐκφυσωμένης εἰς γένεσιν αὐτῆς. ποιεῖται δὲ οὕτως· ἐν οἴκῳ διστέγῳ κατασκευάζεται κάμινος, καὶ κατ’ αὐτὴν πρὸς τὸ ὑπερῷον ἐκτομὴ σύμμετρός τε καὶ ἐκ τῶν ἄνωθεν μερῶν ἀνεῳγμένη, ὁ δὲ τοῖχος τοῦ οἰκήματος, ᾧ πλησιάζει ἡ κάμινος, | |
5 | τιτρᾶται λεπτῷ τρήματι ἄχρι αὐτῆς τῆς χώνης εἰς παραδοχὴν φυσήματος· ἔχει δὲ καὶ θύραν σύμμετρον πρὸς εἴσοδον καὶ | |
5.75.4 | ἔξοδον κατεσκευασμένην ὑπὸ τοῦ τεχνίτου. συνῆπται δὲ τούτῳ τῷ οἰκήματι ὁ ἕτερος οἶκος, ἐν ᾧ αἵ τε φῦσαι καὶ ὁ φυσητὴς ἐργάζεται. λοιπὸν ἄνθρακες ἐντίθενται τῇ καμίνῳ καὶ πυροῦν‐ ται, ἔπειτα παρεστὼς ὁ τεχνίτης ἐμπάσσει λελεπτοκοπημέ‐ | |
5 | νην τὴν καδμείαν ἐκ τῶν ὑπὲρ τὴν κεφαλὴν τῆς χώνης τόπων, ὑπὸ χεῖρά τε τὸ αὐτὸ ποιεῖ, ἅμα καὶ ἀνθρακιὰν προσεμβάλλει, | |
5.75.5 | ἄχρι ἂν ὃ προστέθειται πλῆθος ἀναλωθῇ. ἐκθυμιωμένης δὲ αὐτῆς τὸ μὲν λεπτομερὲς καὶ κοῦφον εἰς τὸν ἄνω φέρεται οἶκον καὶ προσίζει τοῖς τοίχοις αὐτοῦ καὶ τῇ ὀροφῇ, ὃ δὴ σωματο‐ ποιούμενον ὑπὸ τῶν ἐπιφερομένων κατ’ ἀρχὰς μὲν ταῖς ἐπανι‐ | |
5 | σταμέναις 〈ἐκ〉 τῶν ὑδάτων πομφόλυξιν ἐοικὸς γίνεται, ὕστερον δὲ πλείονος τῆς παραυξήσεως συμβαινούσης ἐρίων τολύπαις | |
5.75.6 | ἀφομοιοῦται. τὸ δὲ βαρύτερον εἰς τοὺς ὑπὸ πόδα χωρεῖ τό‐ πους, καὶ περιχεῖται τοῦτο μὲν τῇ καμίνῳ τοῦτο δὲ τῷ ἐδάφει | |
τοῦ οἴκου, ὃ καὶ φαυλότερον τοῦ λεπτομεροῦς ἡγητέον διὰ τὸ γεῶδες καὶ ἔμπλεον ἀκαθαρσίας ἐν τῇ συγκομιδῇ εἶναι. τινὲς | 41 in vol. 3 | |
5 | δὲ μόνως οὕτως οἴονται γίνεσθαι τὴν προειρημένην σποδόν. | |
5.75.7 | ἀρίστην δὲ ἡγητέον τὴν Κυπρίαν, ἔν τε ὄξει φυραθεῖσαν ἀποφορὰν μὲν ἔχουσαν χαλκοῦ, χρόαν δὲ ἰίζουσαν ποσῶς, ἔτι δὲ βορβορίζουσαν ἐν τῇ γεύσει· κἂν ἐπ’ ἄνθρακος διαπύρου ἐπιτεθῇ, ἡ ἄδολος ἐπιζεῖ ἀερόχρους γενομένη. ἐπιμελῶς δὲ | |
5 | προσεκτέον τοῖς προειρημένοις κριτηρίοις· δολοῦται γὰρ ὑπό τινων ταυροκόλλῃ ἢ πνεύμοσιν ἀρνείοις ἢ θαλασσίοις ἢ κεκαυ‐ μένοις ὀλύνθοις καί τισιν ἄλλοις παραπλησίοις. εὐχερὲς δὲ τὸ διαγνῶναι· οὐδὲν γὰρ τῶν προειρημένων ἐν τῇ δοκιμασίᾳ ἐπὶ τοιούτων εὑρίσκεται. | |
5.75.8 | πλυτέον δὲ κοινῶς πομφόλυγα τὸν τρόπον τοῦτον· ἐνδή‐ σας αὐτὴν ἐν καθαρῷ ὀθονίῳ μέσως ἔχοντι ἀραιότητος ἢ ξη‐ ρὰν ἢ ὕδατι πεφυραμένην, κάθες εἰς λεκάνην ὕδωρ ἔχουσαν ὄμβριον, καὶ ἔγκλυζε ὧδε κἀκεῖσε διαφέρων τὸν ἔνδεσμον· οὕ‐ | |
5 | τως γὰρ τὸ μὲν ἰλυῶδες καὶ νόστιμον αὐτῆς ἀπορρυήσεται, τὸ δὲ σκύβαλον πᾶν ἐν τῷ ὀθονίῳ μενεῖ. εἶτα ἐάσας κατα‐ στῆναι ἀπήθησον τὸ ὕδωρ σὺν τῇ σποδῷ, καὶ πάλιν ἄλλο ἐπιχέας ἀνατάρασσε καὶ ἀπόχει, καὶ ταῦτα ποίει ἀπηθῶν τε καὶ ἐπιχέων, μέχρι ἂν ἀμμῶδες μηδὲν ἐφιζάνῃ· λοιπὸν τὸ μὲν | |
5.75.9 | ὕδωρ ἐξίπωσον, τὴν δὲ σποδὸν ξηράνας ἀποτίθεσο. τινὲς δὲ ξηράναντες 〈αὐτήν〉, ἐφ’ ὅσον ἐνδέχεται, 〈καὶ〉 ταῖς χερσὶ | |
λεάναντες μεθ’ ὕδατος καὶ μελιτώδη τὴν σύστασιν ποιήσαντες διηθοῦσι δι’ ὀθονίου, περιπετάσαντες αὐτὸ τῷ ὑποδέχεσθαι | 42 in vol. 3 | |
5 | μέλλοντι ἀγγείῳ καὶ ἀποδήσαντες οὐ λίαν ἀποτεταμένον· πρὸς 〈δὲ〉 τὸ ῥᾳδίως διεξελθεῖν δαψιλὲς ὕδωρ ἐπιχέουσι τῷ ὀθονίῳ καὶ | |
5.75.10 | ἀναταράσσουσι τὴν σποδόν. εἶτα τὸ διυλισθὲν καὶ ἐπινηχόμενον αὐτῆς τῷ ἀγγείῳ ἀφρῶδες ὂν αὐτόθεν μύακι ἀναλαμβάνουσι καὶ ἀποτίθενται εἰς ὀστράκινον καινὸν ἀγγεῖον, τὸ δ’ ἐγκαθή‐ μενον πράως διασήσαντες καταχέουσιν εἰς ἕτερον ἀγγεῖον ὑπο‐ | |
5 | λειπομένου τοῦ ἐν τῷ πυθμένι ἀμμώδους· πάλιν δὲ ἐάσαν‐ τες ὑποστῆναι τὰ λιθώδη εἰς ἄλλο ἀγγεῖον καθαρὸν ἀπηθοῦσι, καὶ τοῦτο πολλάκις δρῶσιν, ἕως ἂν καθαρὰ καὶ ἀμέτοχος ἄμμου | |
5.75.11 | γένηται ἡ σποδός. ἄλλοι δὲ ὡς ἔστιν ὁλομερὴς εἰς ὕδωρ κατ’ ὀλίγον ἐμπάσσουσι τὴν προειρημένην, οἰόμενοι ἄμμον μὲν καὶ τὰ λιθώδη τῷ ἰδίῳ βάρει εἰς τὸν πυθμένα τοῦ ἀγγείου καταρρυήσεσθαι, τρίχας δὲ καὶ κάρφη καὶ τὰ ὅμοια ἐπαιωρη‐ | |
5 | θήσεσθαι διὰ τὴν κουφότητα· λοιπὸν χωρίσαντες τὴν σποδὸν ἐν μέσῳ οὖσαν καὶ εἰς θυίαν βαλόντες πλύνουσιν ὡς 〈τὴν〉 καδμείαν. πλύνεται δὲ καὶ οἴνῳ Χίῳ ἀθαλάσσῳ κατὰ τοὺς προειρημένους τρόπους, καὶ γίνεται στυπτικωτέρα τῆς ὕδατι πλυνομένης. | |
5.75.12 | δύναμιν δὲ ἔχει ἡ πομφόλυξ στυπτικὴν καὶ ψυκτικὴν καὶ ἀναπληρωτικήν, καθαρτικήν 〈τε〉 καὶ προσπλαστικὴν καὶ ποσῶς ξηραντικήν· ἔστι δὲ καὶ τῶν πράως ἐσχαρούντων. ἐὰν δὲ ὀπτῆσαι δέῃ τὴν σποδόν, λεάνας ἐπιμελῶς αὐτὴν καὶ ἀνα‐ | |
5 | δεύσας ὕδατι 〈καὶ〉 ποιήσας τροχίσκους θὲς ἐπ’ ὄστρακον και‐ νόν—ἐπιτίθει δὲ τοῦτο ἐπὶ λεπτὴν καὶ κούφην ἀνθρακιάν— καὶ στρέφε τοὺς κυκλίσκους συνεχῶς, ἄχρι ἂν ξηροὶ καὶ πυρροὶ | |
5.75.13 | γένωνται. γνωστέον δὲ ὅτι καὶ ἐκ τοῦ χρυσοῦ καὶ ἀργύρου, ἔτι δὲ μολύβδου γίνεται σποδός· καὶ ἔστι μετὰ τὴν Κυπρίαν ἡ ἐκ τοῦ μολύβδου ἀρίστη. ἐπειδὴ δὲ καὶ τὰ ἀντίσποδα ἱκανῶς εὐχρηστεῖ ὑστερού‐ | 43 in vol. 3 |
5 | σης πολλάκις σποδοῦ, τὰ ἰσοδυναμοῦντα ἀναγκαῖόν ἐστιν ὑπο‐ | |
5.75.14 | δεῖξαι, τίνα τε ὑπάρχει καὶ ὃν τρόπον παραλημφθείη. λαβὼν τοίνυν μυρσίνης τὰ φύλλα σὺν τοῖς ἄνθεσι καὶ τοῖς μύρτοις ἀώροις ἔτι οὖσιν ἔμβαλε εἰς ὠμὴν κύθραν, καὶ περιπλάσας τὸ πῶμα κατατετρημένον συνεχέσιν ὀπαῖς δὸς εἰς κάμινον κεραμει‐ | |
5 | κὴν 〈ὀπτᾶν〉· ὅταν δὲ ὀπτηθῇ ὁ κέραμος, εἰς ἄλλην χύτραν ὠμὴν μετέρασον αὐτό, καὶ πάλιν κατοπτηθείσης καὶ τῆς | |
5.75.15 | δευτέρας ἐξελὼν πλῦνε καὶ χρῶ. ὡσαύτως δὲ καὶ θαλλίαν σκευάσας παραλάμβανε· ἔστω δὲ τῆς ἀγρίας ἐλαίας, εἰ δὲ μή, τῆς ἡμέρου σὺν τοῖς ἄνθεσιν ἢ μῆλα κυδώνια κατατετμημένα καὶ ἐξωστεισμένα ἢ κηκίδα ἢ ῥάκη λινᾶ ἢ ἄωρα συκάμινα λευκὰ | |
5 | προεξηραμμένα ἐν ἡλίῳ ἢ [βοτάνην] σχῖνον ἢ τέρμινθον ἢ οἰ‐ νάνθην ἢ βάτου τὰ ἁπαλὰ φύλλα ἢ πύξου κόμας ἢ τὴν λεγο‐ | |
5.75.16 | μένην ψευδοκύπερον σὺν τῷ ἄνθει. τινὲς δὲ κλάδους συκῆς | |
προεξηραμμένας ἐν ἡλίῳ ὡσαύτως σκευάζουσιν· ἄλλοι δὲ ταυ‐ ρείαν κόλλαν, οἱ δὲ ἔρια οἰσυπηρὰ τραχέα πίσσῃ ἢ μέλιτι δεύ‐ σαντες ὁμοίως καίουσιν. | 44 in vol. 3 | |
5.76.1 | ὁ δὲ κεκαυμένος χαλκός ἐστι καλὸς ὁ ἐρυθρὸς καὶ ἐν τῇ τρίψει κινναβαρίζων, ὁ δὲ μέλας πλεῖον ἢ δεῖ κέκαυται. σκευάζεται δ’ ἐκ τῶν ναυτίλων ἥλων συντιθεμένων ἐν ὠμῇ κύθρᾳ, ὑποπασσομένου θείου μετὰ ἁλῶν ἴσων καὶ ἐπιπασσομένου | |
5 | ἐναλλάξ· πωμασθεῖσα δὲ ἡ κύθρα καὶ περιπλασθεῖσα πηλῷ κεραμεικῷ δίδοται εἰς κάμινον, ἄχρι ἂν οὗ τελείως ὀπτηθῇ. | |
5.76.2 | οἱ δὲ ἀντὶ τοῦ θείου στυπτηρίαν παρεμπάσσουσιν· ἔνιοι δὲ δίχα τοῦ θείου καὶ τῶν ἁλῶν συνθέντες ἐν χύτρᾳ καίουσιν ἐφ’ ἱκανὰς ἡμέρας. οἱ δὲ τῷ θείῳ μόνῳ χρῶνται, ἀπασβολοῦνται μέντοι. ἄλλοι δὲ χρίοντες τοὺς ἥλους σχιστῇ στυπτηρίᾳ μετὰ | |
5 | θείου καὶ ὄξους καίουσιν ἐν ὠμῇ χύτρᾳ. ἄλλοι δὲ ἐν χαλκῇ χύτρᾳ ὄξει καταρραίνοντες αὐτοὺς οὕτως ὀπτῶσι· μετὰ δὲ τὸ καῆναι πάλιν τὸ αὐτὸ ποιοῦσιν ἐπὶ τρίς, ἔπειτα ἀποτίθενται. πρωτεύει δὲ ὁ ἐν Μέμφιδι καιόμενος, ἔπειτα ὁ ἐν Κύπρῳ. | |
5.76.3 | δύναται δὲ στύφειν, ξηραίνειν, λεπτύνειν, καταστέλλειν, | |
ἐπισπᾶσθαι, ἀνακαθαίρειν ἕλκη καὶ ἀπουλοῦν, σμήχειν τὰ ἐν ὀφθαλμοῖς, τήκειν τὰ ὑπερσαρκοῦντα, νομὰς ἰστάνειν· κινεῖ δὲ καὶ ἐμέτους μετὰ ὑδρομέλιτος ποθεὶς ἢ ἐκλειχθεὶς σὺν μέλιτι | 45 in vol. 3 | |
5 | ἢ διακλυζόμενος. πλύνεται δὲ ὡς ἡ καδμεία τετράκις τῆς ἡμέ‐ ρας ἀλλασσομένου τοῦ ὕδατος, ἄχρι μηδεμία ἐφίστηται λάμπη. καὶ ἡ σκωρία δὲ αὐτοῦ ὡσαύτως πλυνομένη τὴν αὐτὴν ἔχει δύναμιν, ἀσθενεστέραν μέντοι. | |
5.77.1 | χαλκοῦ δὲ ἄνθος, ὅ τινες τῶν παλαιῶν ἥλων ψῆγμα ἐκάλεσαν, ἄριστόν ἐστι τὸ εὔθρυπτον καὶ κατάπυρρον ἐν τῷ λεαίνεσθαι, κεγχροειδές τε τῷ ῥυθμῷ καὶ βαρὺ καὶ μέσως στίλ‐ βον, ἔτι δὲ ῥινημάτων χαλκοῦ ἀμέτοχον, οἷς δολοῦται· ἀπελέγ‐ | |
5 | χεται δὲ πλατυνομένων αὐτῶν ταῖς τῶν ὀδόντων ἐπερείσεσι. | |
5.77.2 | γίνεται δὲ οὕτως· ὅταν ἐν ταῖς μεταλλικαῖς χώναις τακεὶς ὁ χαλκὸς εἰς τὰς δεξαμενὰς καταρρυῇ διὰ [τῶν ἠθμῶν] τῶν διηκόντων σωλήνων, διακαθαίροντες τὴν ἀκαθαρσίαν οἱ πρὸς τούτοις ὄντες ὕδωρ ἐπιχέουσιν ἀκραιφνέστατον αὐτῷ, ψύξαι | |
5 | προαιρούμενοι· ὑπὸ τῆς οὖν αἰφνιδίου πυκνώσεως καὶ συνα‐ | |
γωγῆς ὡσπερεὶ ἐκπτύεται καὶ ἐπανθεῖ τὸ προειρημένον. | 46 in vol. 3 | |
5.77.3 | στύφει δὲ καὶ τοῦτο καὶ καταστέλλει τὰς ὑπεροχὰς καὶ σμήχει τὰ ταῖς κόραις ἐπισκοτοῦντα, δάκνον ἱκανῶς. ἔστι δὲ καὶ πάχους ἀγωγὸν τετρωβόλου πλῆθος διδόμενον· ἐκτήκει δὲ καὶ τὰ ἐν μυκτῆρσι σαρκώματα καὶ 〈ἐν〉 δακτυλίῳ, καὶ ἐξαν‐ | |
5 | θήματα σὺν οἴνῳ στέλλει, καὶ πρὸς δυσκωφίας χρονίους τὸ λευκὸν ἐμφυσᾶται διὰ σίφωνος λεῖον· στέλλει δὲ καὶ κιονίδας καὶ παρίσθμια λεῖον σὺν μέλιτι προσαπτόμενον. | |
5.78.1 | λεπὶς δὲ ἡ μὲν ἐκ τῶν Κυπρίων μετάλλων παχεῖα, καλουμένη δὲ ἡλῖτις, καλή· φαύλη δὲ ἡ ἐκ τοῦ λευκοῦ χαλκοῦ, λεπτὴ καὶ ἀσθενὴς ὑπάρχουσα, ἣν ἀποδοκιμάζομεν, ἐγκρίνοντες τὴν παχεῖαν καὶ ἔγκιρρον καὶ ὄξους ἐπιρραινομένου ἰουμένην. | |
5 | δύναμιν δὲ ἔχει στυπτικήν, σταλτικήν, λεπτυντικήν, σηπτι‐ κήν, νομῶν ἐφεκτικήν, ἀπουλωτικήν· πινομένη δὲ μετὰ μελι‐ | |
5.78.2 | κράτου ὕδωρ ἄγει. τινὲς δὲ φυρῶντες αὐτὴν μετὰ ἀλεύρου ἐν καταποτίῳ διδόασι. μείγνυται δὲ καὶ ταῖς ὀφθαλμικαῖς δυνάμεσι, ξηραίνουσα 〈τὰ〉 ῥεύματα καὶ βλέφαρα τραχέα ἀπο‐ τήκουσα. | 47 in vol. 3 |
5.78.3 | πλύνεται δὲ οὕτως· καθάρας τῆς ξηρᾶς λεπίδος ἡμι‐ μναῖον βάλε εἰς θυίαν μεθ’ ὕδατος διαυγοῦς, καὶ συναναταράξας τῇ χειρὶ ἐπιμελῶς, ἄχρι ἂν ὑποστῇ ἡ λεπίς, ἀφαίρει τὰ ἐφ‐ εστῶτα, ἀποχέας τε τὸ ὕδωρ ἐπίχει ὀμβρίου ὕδατος κύαθον | |
5 | ἕνα, πλατείᾳ τε τῇ χειρὶ τρῖβε εὐτόνως πρὸς τῇ θυίᾳ οἱονεὶ | |
5.78.4 | ἀποψώχων. ὅταν δὲ ἄρξηται ἀνιέναι τινὰ γλισχρότητα, κατὰ μικρὸν ὕδωρ προσεπίχει ἄχρι κυάθων ἓξ τρίβων συντόνως, ἀναλαβών τε τὴν λεπίδα τῇ χειρὶ ὡς πρὸς τὸ πλευρὸν τῆς θυίας τρῖβε εὐτόνως, καὶ ἐξιπώσας ἀνελοῦ τὸ ἀπορρυὲν εἰς | |
5 | πυξίδα ἐρυθροῦ χαλκοῦ· τοῦτο γάρ ἐστι τὸ ὥσπερ ἄνθος τῆς λεπίδος καὶ εὔτονον τῇ δυνάμει καὶ εὐθετοῦν εἰς τὰ ὀφθαλμι‐ | |
5.78.5 | κά, τὸ δὲ λοιπὸν ἄτονον. καὶ τὸ καταλειφθὲν δὲ ὁμοίως πλύνων ἀναιροῦ, ἄχρι ἂν μηδεμίαν γλισχρότητα ἀποκρίνῃ, τὸ δὲ λοιπὸν δεῖ σκεπάσαντα ὀθονίῳ ἐᾶσαι ἀκίνητον ἐπὶ δύο ἡμέρας, εἶτα ἀποχέαντα τὸ ἐφεστηκὸς ὕδωρ καὶ ξηράναντα | |
5 | ἀποτίθεσθαι εἰς πυξίδα. ἔνιοι δὲ καὶ ταύτην πλύνουσιν ὡς | |
τὴν καδμείαν καὶ ἀποτίθενται. λεπίδος δὲ στομώματος δύναμίς ἐστιν ἡ αὐτὴ τῇ τοῦ χαλκοῦ λεπίδι, καὶ πλύσις καὶ ἀπόθεσις ὁμοία, ἐν μέντοι τῷ τὴν κοιλίαν καθαίρειν λείπεται τῆς τοῦ χαλκοῦ. | 48 in vol. 3 | |
5.79.1 | ἰὸν δὲ τὸν ξυστὸν οὕτως σκευαστέον· εἰς πιθάκνην ἢ ἄλλο ὅμοιον ἀγγεῖον ἐγχέας δριμύτατον ὄξος ἐπικατάστρεψον χαλκοῦν ἀγγεῖον· καλὸν μέν, εἰ καμαροειδὲς 〈εἴη〉, εἰ δὲ μή γε, ἰσόπεδον· ἔστω δὲ ἐσμηγμένον καὶ διαπνοὴν μηδεμίαν ἔχον· διὰ | |
5 | δὲ ἡμερῶν δέκα ἀναιρούμενος τὸ πῶμα ἀπόξυε τὸν ἐπιτρέχοντα ἰόν. ἢ λεπίδα ἀπὸ τοῦ αὐτοῦ ποιήσας χαλκοῦ ἐγκρέμασον εἰς τὸ 〈αὐτὸ〉 ἀγγεῖον, ἵνα μὴ ψαύσῃ τοῦ ὄξους, καὶ διὰ τῶν ἴσων | |
5.79.2 | ἡμερῶν ἀπόξυε. ἢ εἰς τὰ στέμφυλα μὴ πρόσφατα ὄντα, ὀξί‐ ζοντα ἐγκρύψας μᾶζαν ἢ λεπίδα μίαν ἢ καὶ πλείονας ὡσαύτως ἀναστρέφου. ἔνεστι δὲ καὶ ἐκ ῥινημάτων ποιῆσαι ἢ λεπίδων, αἷς περιεχόμενα τὰ χρυσᾶ πέταλα ἐλαύνεται, ἐάν τις αὐτὰ ἐπιρ‐ | |
5 | ραίνων ὄξει ἀνακινῇ τρὶς ἢ τετράκις 〈τῆσ〉 ἡμέρας, ἄχρι ἂν παν‐ τελῶς ἰωθῇ. | |
5.79.3 | γεννᾶσθαι δέ φασιν ἰὸν καὶ ἐν τοῖς Κυπριακοῖς μετάλλοις, τὸν μὲν λίθοις τισὶν ἐπανθοῦντα τῶν ἐχόντων τὸν χαλκόν, τὸν | |
δὲ ἔκ τινος σπηλαίου στάζοντα ἐν τοῖς ὑπὸ κύνα καύμασι· καὶ τὸν μὲν ὀλίγον τε καὶ κάλλιστον εἶναι, τὸν δὲ ἐκ τοῦ σπηλαίου | 49 in vol. 3 | |
5 | δαψιλῆ μὲν ἐπιρρεῖν καὶ εὔχρουν, φαῦλον δὲ ὑπάρχειν διὰ τὸ πολλοῖς ἀναμεμεῖχθαι λιθώδεσι. | |
5.79.4 | δολοῦται δὲ καὶ ἄλλοις πολλοῖς μισγομένοις, μᾶλλον δὲ τούτοις· τινὲς μὲν γὰρ κισήρει, οἱ δὲ μαρμάρῳ, ἄλλοι δὲ χαλκάνθῳ κυκῶσιν αὐτόν. καταλημψόμεθα δὲ τὴν μὲν κίση‐ ριν καὶ τὸ μάρμαρον διὰ τοῦ νοτίσαι τὸν ἀντίχειρα τῆς εὐωνύ‐ | |
5 | μου χειρὸς καὶ τῷ ἑτέρῳ προστρίβειν τοῦ ἰοῦ τι μέρος· συμ‐ βαίνει γὰρ τὸν μὲν διαχεῖσθαι, τὸ δὲ ἀπὸ τῆς κισήρεως καὶ μαρμάρου μένειν ἀδιάχυτον καὶ τέλος ἀπολευκαίνεσθαι τῇ ἐπὶ | |
5.79.5 | πλεῖον παρατρίψει καὶ τῇ τοῦ ὑγροῦ παραπλοκῇ. οὐ μὴν ἀλλὰ καὶ διὰ τῆς τῶν ὀδόντων ἐπερείσεως· λεῖον γὰρ ὑποπίπτει καὶ οὐ τραχὺ τὸ ἀμιγές. τὸ δὲ χαλκανθὲς ἀπελέγχεται τῷ πυρί· εἰ γάρ τις ἐμπάσας τὸν οὕτως δεδολωμένον ἰὸν ἐπὶ λεπίδα ἢ | |
5 | ὄστρακον, τούτων τὸ ἕτερον ἐπὶ θερμῆς τέφρας ἢ ἀνθρακιᾶς θείη, μεταβάλλει καὶ κατερυθραίνεται τὸ χαλκανθὲς διὰ τὸ φύσει καιόμενον αὐτὸ τοιαύτην ἔχειν χρόαν. | |
5.79.6 | τοῦ δὲ λεγομένου σκώληκος ἰοῦ δισσὸν εἶδος ὑπάρχει· ὁ μὲν γὰρ ὀρυκτός ἐστιν, ὁ δὲ σκευάζεται οὕτως· εἰς θυίαν | |
Κυπρίου χαλκοῦ, ἔχουσαν δὲ καὶ δοίδυκα ἀπὸ τῆς αὐτῆς πε‐ ποιημένον ὕλης, ἐγχέας ὄξους λευκοῦ καὶ δριμέος κοτύλης ἥμισυ | 50 in vol. 3 | |
5 | τρῖβε, ἕως οὗ γλοιωθῇ, εἶτα ἔμβαλε στυπτηρίας στρογγύλης 𐅻 δʹ καὶ ἁλὸς ὀρυκτοῦ διαφανοῦς ἢ θαλασσίου ὡς ὅτι λευκο‐ τάτου καὶ στερεοῦ, εἰ δὲ μή γε, νίτρου τὸ ἴσον· εἶτα λέαινε ἐν ἡλίῳ 〈ἐν〉 τοῖς ὑπὸ κύνα καύμασιν, ἕως τῇ μὲν χρόᾳ ἰώδης, τῇ δὲ συστάσει ῥυσώδης γένηται, καὶ οὕτως ἀναπλάσας σκώληκας | |
5.79.7 | τοῖς Ῥοδιακοῖς ὁμοίους ἀποτίθεσο. ἐνεργὴς δὲ καὶ εὔχρους γίνεται ἄγαν, ἐὰν ὄξους μὲν λάβῃ μέρος ἕν, οὔρου δὲ παιδίου μέρη δύο, τὰ δ’ ἄλλα ὡς προείρηται. τινὲς δὲ ἀποτετευγμένῳ 〈τῷ〉 ξυστῷ κόμι μείξαντες ἀναπλάσσουσι 〈καὶ πωλοῦσιν〉, ὃν | |
5 | παραιτητέον ὡς φαῦλον. ἔστι δέ τις καὶ ὑπὸ τῶν χρυσοχόων γινόμενος ἰὸς διὰ θυίας καὶ δοίδυκος Κυπρίου χαλκοῦ, ἔτι δὲ | |
5.79.8 | οὔρου παιδίου, ᾧ τὸ χρυσίον κολλῶσιν. ἀναλογοῦσι δὲ κοινῶς οἱ προειρημένοι ἰοὶ κεκαυμένῳ χαλκῷ, μᾶλλον δὲ ἐρρωμένοι περὶ τὴν ἐνέργειαν. ἰστέον δὲ ὅτι προέχει μὲν αὐτῶν ὁ ὀρυ‐ κτὸς σκώληξ· ἐχόμενος δ’ ἐστὶν ὁ ξυστός, εἶτα ὁ σκευαστός· | |
5 | δηκτικώτερος μέντοι καὶ μᾶλλον στύφων οὗτος ὑπάρχει, ὁ δὲ τῶν χρυσοχόων ἀνάλογος τῷ ξυστῷ. | |
5.79.9 | δύναται δὲ πᾶς ἰὸς στύφειν, θερμαίνειν, ἀποσμᾶν τὰς ἐν ὀφθαλμοῖς οὐλὰς καὶ λεπτύνειν, δάκρυον ἄγειν, νομὰς ἴσχειν, τραύματα ἀφλέγμαντα τηρεῖν, 〈τὰ παλαιὰ〉 ἀπουλοῦν ἕλκη σὺν ἐλαίῳ καὶ κηρῷ. σὺν μέλιτι δὲ ἑψηθέντες τύλους καὶ τὰ ῥυ‐ | 51 in vol. 3 |
5.79.10 | παρὰ τῶν ἑλκῶν ἀνακαθαίρουσιν. ἀμμωνιακῷ δὲ ἀναλημ‐ φθέντες εἰς κολλούρια σύριγγας καὶ τύλους ἐκτήκουσι, χρήσιμοι δὲ καὶ πρὸς ἐπουλίδας καὶ τὰς τῶν οὔλων ἐξοχάς. ἱκανῶς δὲ καὶ βλέφαρα λεπτύνουσι σὺν μέλιτι ἐγχριόμενοι· δεῖ δὲ | |
5 | πυριᾶν μετὰ τὴν ἔγχρισιν σπόγγῳ ἐξ ὕδατος θερμοῦ· ἀναλημ‐ φθέντες δὲ ῥητίνῃ τερεβινθίνῃ σὺν χαλκάνθῳ ἢ νίτρῳ λέπρας ἐξάγουσι. | |
5.79.11 | καυστέον δὲ ὃν ἂν θέλῃς ἰὸν οὕτως· θλάσας αὐτὸν εἰς ὁλοσχερέστερα μέρη καὶ τηγάνῳ κεραμεῷ ἐπιθεὶς ἀπέρεισαι ἐπ’ ἀνθράκων διαπύρων, κίνει τε, ἕως ἂν μεταβάλῃ καὶ ὑπο‐ σποδίσῃ τῇ χρόᾳ· λοιπὸν δὲ ψύξας ἀποτίθεσο καὶ χρῶ. τινὲς | |
5 | δὲ ἐν ὠμῇ χύτρᾳ αὐτὸν καίουσιν ὡς προείρηται, οὐκ εἰς τὸ αὐτὸ δὲ πάντοτε καιόμενος μεταβάλλει χρῶμα. | |
5.80.1 | ἰὸς 〈δὲ〉 σιδήρου στύφει, ῥοῦν τε γυναικεῖον προστεθεὶς ἴσχει, πινόμενός τε ἀσυλλημψίαν ποιεῖ. ἐπιχριόμενος δὲ σὺν ὄξει ἐρυσιπέλατα καὶ ἐξανθήματα ἐνεργῶς ἰᾶται, πρός τε παρ‐ ωνυχίας καὶ πτερύγια καὶ τραχέα βλέφαρα εὔχρηστος καὶ κον‐ | |
5 | δυλώματα, καὶ οὖλα κρατύνει, ποδαγρικούς τε ὠφελεῖ περι‐ | 52 in vol. 3 |
5.80.2 | χριόμενος καὶ ἀλωπεκίας δασύνει. σίδηρος δὲ πεπυρωμένος ἐνσβεσθεὶς ὕδατι ἢ οἴνῳ καὶ πινόμενος ἁρμόζει κοιλιακοῖς, δυσεντερικοῖς, σπληνικοῖς, χολεριῶσι, στομάχῳ ἀναλελυμένῳ. ἡ δὲ σκωρία τοῦ σιδήρου δύναται ὅσα καὶ ὁ ἰὸς τοῦ σιδήρου, | |
5 | ἐπ’ ἔλαττον δέ· βοηθεῖ καὶ ἀκονίτῳ ποθεῖσα μετ’ ὀξυμέλιτος. | |
5.81.1 | σκευάζεται καὶ ὁ πεπλυμένος μόλυβδος τὸν τρόπον τοῦτον· βαλὼν εἰς μολυβῆν θυίαν ὕδωρ τρῖβε δοίδυκι μολυβῷ, ἕως ἂν μελανθῇ τὸ ὕδωρ καὶ γένηται ὑλῶδες, εἶτα διήθει αὐτὸ δι’ ὀθονίου προσεπιχέων τὸ ὕδωρ, ἵνα πᾶν τὸ διαχυθὲν ὑλι‐ | |
5 | σθῇ, καὶ ποίει τὸ αὐτὸ πάλιν, μέχρι οὗ ἄν σοι δόξῃ αὐτάρκως ἔχειν· εἶτα ἐάσας ὑποστῆναι τὸν πεπλυμένον 〈μόλυβδον〉, ἀποχέας τε τὸ ὕδωρ καὶ ἄλλο ἐπιχέας πλῦνε ὡς τὴν καδμείαν, ἄχρι ἂν μηκέτι ἐφίστηται μελανία, εἶτα ἀναπλάσας τροχίσκους ἀποτί‐ | |
5.81.2 | θεσο. οἱ δὲ καθαρὸν μόλυβδον ῥινήσαντες τρίβουσιν ἐν λιθίνῃ θυίᾳ δοίδυκι λιθίνῳ ἢ ταῖς χερσὶ μεθ’ ὕδατος, ὑπὸ χεῖρα ἀποχέοντες τὸ μελαινόμενον, ὅπερ ἐάσαντες ὑποστῆναι 〈καὶ〉 | |
ἀποχέαντες ἀναπλάσσουσιν εὐθέως· τὸ γὰρ ἐφ’ ἱκανὸν τριβό‐ | 53 in vol. 3 | |
5 | μενον γίνεται ψιμυθίῳ ὅμοιον. ἔνιοι δὲ προσεμβάλλουσι τοῖς ῥινήμασιν ὀλίγην μολύβδαιναν, φάσκοντες βελτίονα εἶναι τὸν οὕτως πλυνόμενον μόλυβδον. | |
5.81.3 | δύναται δὲ στύφειν, ψύχειν, παρεμπλάττειν, μαλάττειν πληροῦν τὰ κοιλώματα, στέλλειν τὰ ἐν τοῖς ὀφθαλμοῖς ῥεύματα καὶ τὰ ὑπερσαρκοῦντα τῶν ἑλκῶν. ἔστι δὲ καὶ ἴσχαιμος, καὶ 〈ποιεῖ〉 πρὸς τὰ ἐν δακτυλίῳ ἕλκη, κονδυλώματα, αἱμορροίδας | |
5 | μετὰ ῥοδίνου καὶ τὰ δυσκατούλωτα, καὶ καθόλου ποιεῖ, ὅσα καὶ ἡ σποδὸς δίχα τοῦ ἐσχαροῦν. ὁ δὲ ἀκέραιος μόλυβδος παρατριβόμενος βοηθεῖ σκορπίου θαλασσίου καὶ δράκοντος πληγῇ. | |
5.81.4 | καίεται δὲ ὁ μόλυβδος οὕτως· λαβὼν μολύβδου ἐλάσματα ὡς ὅτι λεπτότατα ἐπίθες ἐπὶ καινὴν λοπάδα, καὶ ἐπιπάσας θεῖον πάλιν ἕτερα ἐπίθες πέταλα καὶ θεῖον ἐπίπασσε καὶ πάλιν ἕτερα, καὶ τὸ αὐτὸ ποίει, ἄχρι οὗ πληρώσῃς τὴν λοπάδα, | |
5 | εἶτα ὑπόκαιε· ἀναφθέντος δὲ τοῦ μολύβδου κίνει σιδήρῳ, ἄχρι ἂν ἀποτεφρωθῇ τελέως καὶ μηδὲν ἐντρέχῃ μολυβδῶδες, καὶ ἀναιροῦ, σκεπάσας τοὺς ῥώθωνας· βλαβερὰ γὰρ ἡ ἀποφορά. | |
5.81.5 | ἢ ῥινήματα μολύβδου βαλὼν μετὰ θείου εἰς λοπάδα οὕτως καῖε· οἱ δὲ εἰς κύθραν ὠμὴν βαλόντες τὰ πέταλα, ὡς εἴρηται, | |
ἐν καμίνῳ ἐντιθέασιν ἢ ἐπὶ ἐσχάρας, περιπλάσαντες τὸ πῶμα καὶ ὀλίγην δόντες ἀναπνοήν. οἱ δὲ ψιμύθιον παρεπιπάττουσιν | 54 in vol. 3 | |
5.81.6 | ἀντὶ τοῦ θείου ἢ κριθάς. οἱ δὲ ἀκεραίους τὰς λεπίδας ἐπι‐ θέντες ὀξεῖ πυρὶ χρῶνται καὶ κινοῦσιν ἐπιτεταμένως σιδήρῳ, ἄχρι ἂν ἐκτεφρωθῇ· ἔστι δὲ δυσχερὴς ἡ τοιαύτη καῦσις· καὶ ἐπὶ πλεῖον δὲ καεὶς λιθαργύρου λαμβάνει 〈τὸ〉 χρῶμα. ἡμῖν | |
5 | μέντοι ἀρέσκει ἡ πρώτη καῦσις· δεῖ δὲ πλύνειν αὐτὸν ὡς τὴν καδμείαν καὶ ἀποτίθεσθαι. δύναμιν δὲ ἔχει, ἣν καὶ ὁ πεπλυμένος μόλυβδος, εὐτονω‐ τέραν δὲ μᾶλλον. | |
5.82.1 | σκωρία δὲ μολύβδου ἐστὶν ἀρίστη ἡ ψιμυθιοφανής, πυκνὴ δὲ καὶ δύσθραυστος, μηδὲν ἔχουσα μολυβδῶδες, μηλινο‐ ειδὴς δὲ τῷ χρώματι καὶ ὑαλίζουσα. δύναται δὲ τὰ αὐτὰ τῷ κεκαυμένῳ μολύβδῳ, στύφουσα μᾶλλον. | |
5 | πλύνεται δ’ ἐν θυίᾳ ἐπιχεομένου ὕδατος καὶ ἀποχεομένου τοῦ ἐφισταμένου μηλίνου χρώματος. πολλάκις δὲ τοῦτο γίνε‐ ται, ἄχρι οὗ ἂν ἀναλωθῇ ἡ σκωρία, τό τε λοιπὸν ἐάσαντες ὑποστῆναι αὐτὴν ἀποχέομεν τὸ ὕδωρ καὶ οὕτως ἀναπλάσσομεν. | |
5.83.1 | καὶ ὁ μολυβδοειδὴς δὲ λίθος ἀνάλογον ἔχει τὴν δύναμιν τῇ σκωρίᾳ· πλύνεται δὲ ὁμοίως. | |
5.84.1 | στίβι δὲ κράτιστόν ἐστι τὸ στίλβον καὶ λαμπυρίζον, ἐν τῇ θραύσει πλακῶδες, μηδὲν ἔχον γεῶδες ἢ ῥυπαρόν, εὐχε‐ ρῶς τε θλώμενον. τοῦτο ἔνιοι πλατυόφθαλμον, οἱ δὲ λάρβασον ἐκάλεσαν. | 55 in vol. 3 |
5.84.2 | δύναμιν δὲ ἔχει παρεμπλαστικήν, στυπτικήν, ψυκτικήν, σταλτικὴν τῶν ὑπερσαρκούντων, ἀπουλωτικὴν ἑλκῶν καὶ καθαρτι‐ κὴν ῥυπαριῶν καὶ τῶν ἐν ὀφθαλμοῖς ἑλκῶν. ἐπέχει δὲ καὶ τὰς ἐκ μήνιγγος αἱμορραγίας, καὶ καθόλου δὲ ἐμφερής ἐστιν | |
5 | ἡ δύναμις αὐτοῦ τῷ κεκαυμένῳ μολύβδῳ. ἰδίως δὲ κατακαύματα οὐκ ἐᾷ ἐσχαροῦσθαι σὺν στέατι νεαρῷ καταχρισθὲν καὶ ἀπουλοῖ τὰ ἐσχαρωθέντα κηροῦ καὶ ὀλίγου ψιμυθίου μιγέντων. | |
5.84.3 | ὀπτᾶται δὲ στέατι περιπλασθὲν καὶ ἐγκρυβὲν εἰς ἄν‐ θρακας, ἄχρι ἂν ἀνθρακωθῇ τὸ στέαρ· ἐξαιρεθὲν δὲ σβέννυται γάλακτι ἀρρενοτόκου γυναικὸς ἢ οἴνῳ παλαιῷ. καίεται δὲ ἐπ’ ἀνθράκων ἐπιτεθὲν καὶ ἐμφυσηθὲν ἄχρι πυρώσεως· ἐὰν | |
5 | γὰρ ἐπὶ πλεῖον καῇ, μολυβδοῦται. πλύνεται δὲ ὡς ἡ καδμεία καὶ ὁ χαλκὸς 〈κεκαυμένοσ〉· ἔνιοι δὲ ὁμοίως τῇ τοῦ μολύβδου πλύνουσι σκωρίᾳ. | |
5.85.1 | μολύβδαινα δέ ἐστιν ἀρίστη ἡ λιθαργυροφανής, ξαν‐ | |
θή, ὑποστίλβουσα καὶ κιρρὰ ἐν τῷ λειοτριβεῖσθαι, ἑψηθεῖσά τε 〈ἐν〉 ἐλαίῳ ἡπατοειδὴς τῷ χρώματι· ἡ δὲ ἀερίζουσα ἢ μολυβ‐ δόχρους φαύλη. γεννᾶται δὲ ἐξ ἀργύρου καὶ χρυσοῦ. ἔστι δέ | 56 in vol. 3 | |
5 | τις καὶ ὀρυκτὴ κατὰ Σεβαστὴν καὶ Κώρυκον εὑρισκομένη, ἧς καὶ αὐτῆς ἐστι βελτίων ἡ μὴ σκωριοειδὴς μηδὲ λιθώδης, ξανθὴ δὲ καὶ στίλβουσα. | |
5.85.2 | δύναμιν δὲ ἔχει ὁμοίαν λιθαργύρῳ καὶ σκωρίᾳ μολύβδου, πλύσιν τε καὶ καῦσιν τὴν αὐτήν. μείγνυται δὲ ἐπιτηδειότερον αὕτη καὶ ταῖς λιπαραῖς καὶ ἀνεπιδέτοις 〈ἐμπλάστροισ〉 χρησί‐ μως, οὖσα σαρκωτικὴ καὶ ἀπουλωτική, ταῖς μέντοι σμηκτικαῖς | |
5 | οὐχ ἁρμόζει δυνάμεσιν. | |
5.86.1 | ἡ δὲ τοῦ ἀργύρου σκωρία καλεῖται ἕλκυσμα. τὴν δ’ αὐτὴν ἔχει τῇ μολυβδαίνῃ δύναμιν, ὅθεν ἐμπλάστροις 〈τε〉 φαιαῖς μείγνυται καὶ ἀπουλωτικαῖς, στυπτικὴ οὖσα καὶ ἐμ‐ πλαστική. | |
5.87.1 | λιθάργυρος· ἡ μέν τις ἐκ τῆς μολυβδίτιδος καλουμένης | |
ἄμμου γεννᾶται, χωνευομένης ἄχρι τῆς τελείας ἐκπυρώσεως, ἡ δὲ ἐξ ἀργύρου ἡ δὲ ἐκ μολύβδου. διαφέρει δὲ ἡ Ἀττική, δευ‐ τερεύει δὲ ἡ Σπάνη, μεθ’ ἃς ἡ ἐν Δικαιαρχίᾳ καὶ Σικελίᾳ· | 57 in vol. 3 | |
5 | πλείστη γὰρ ἐν τοῖς τόποις 〈τούτοισ〉 γεννᾶται μολυβῶν ἐλασ‐ | |
5.87.2 | μάτων ἐκφλογουμένων. καλεῖται δὲ ἡ μὲν ξανθὴ καὶ στίλβουσα χρυσῖτις, ἥτις ἐστὶ κρείττων, ἡ δὲ πελιὰ ἀργυρῖτις, ἡ δὲ ἐκ τοῦ ἀργύρου σκαλαυθρῖτις. δύναμιν δὲ ἔχει στυπτικήν, μαλακτικήν, ψυκτικήν, παρεμ‐ | |
5 | πλαστικήν, κοιλωμάτων πληρωτικήν, σταλτικὴν τῶν ἐκσαρκούν‐ των καὶ ἀπουλωτικήν. | |
5.87.3 | καύσεις δὲ αὐτὴν οὕτως· κατακόψας εἰς καρύων μεγέθη 〈καὶ〉 ἐπιθεὶς ἐπ’ ἄνθρακας, ἐκριπίσας τε ἄχρι πυρώσεως καὶ περιμάξας τὴν περικειμένην ἀκαθαρσίαν ἀποτίθεσο. ἔνιοι δὲ ὄξει ἢ οἴνῳ σβεννύντες αὐτὴν ἐπὶ τρὶς πάλιν καίουσι, καὶ | |
5 | ταῦτα ποιοῦντες ἀποτίθενται. πλύνεται δὲ ὡς ἡ καδμεία. | |
5.87.4 | λευκαίνεται δὲ οὕτως· λαβὼν τῆς ἀργυρίτιδος λεγομένης, εἰ δὲ μή γε, τῆς ἄλλης θραῦσον εἰς μεγέθη κυάμων ὅσον χοί‐ νικα Ἀττικήν, βαλών τε εἰς καινὴν χύτραν ἐπίχει ὕδωρ, προσ‐ εμβάλλων πυρῶν λευκῶν χοίνικα. καὶ ἰδίᾳ ἐν ὀθονίῳ καθαρῷ | |
5 | ἀραιῷ κριθῶν δράκα 〈δήσασ〉 ἀπὸ τοῦ ὠτὸς τῆς κύθρας κρέμασον, | |
5.87.5 | ἕψε τε, ἕως ἂν ῥαγῶσιν αἱ κριθαί. εἶτα κατεράσας πάντα εἰς | |
κρατῆρα πλατύστομον, τοὺς μὲν πυροὺς ῥῖψον χωρίσας, τὴν δὲ λιθάργυρον ἐπιχέας ὕδωρ πλῦνε βιαίως ταῖς χερσὶ προστρί‐ βων ἅμα, εἶτα ἀνελόμενός τε αὐτὴν καὶ ξηράνας τρῖβε ἐν θυίᾳ | 58 in vol. 3 | |
5 | Θηβαικῇ ἐπιχέων θερμὸν ὕδωρ, ἕως ἂν διαλυθῇ, καὶ ἀπηθήσας τὸ ὕδωρ πάλιν τρῖβε δι’ ὅλης τῆς ἡμέρας· εἰς ἑσπέραν δὲ ἐπιχέας ὕδωρ θερμὸν ἔασον, καὶ πρωὶ ἀπηθήσας ἄλλο ἐπίχει καὶ ἀπή‐ | |
5.87.6 | θει τῆς ἡμέρας τρίς· τοῦτο ποίει ἐπὶ ἡμέρας ἑπτά. εἶτα μεί‐ ξας τῇ μνᾷ τῆς λιθαργύρου ἁλῶν ὀρυκτῶν 𐅻 εʹ, θερμόν τε παραχέων λέαινε τρὶς τῆς ἡμέρας, ἀπηθῶν καὶ μειγνὺς ὕδωρ. ὅταν δὲ λευκὴ γένηται, θερμὸν ἐπιχέων τὸ αὐτὸ ποίει, ἄχρι | |
5 | ἂν μηδεμίαν ἔμφασιν ἁλυκότητος ἔχῃ, καὶ ξηράνας 〈ἐν〉 ὀξυ‐ | |
5.87.7 | τάτῳ ἡλίῳ προεκβάλλων τὴν ἰκμάδα ἀποτίθεσο. ἢ λαβὼν τῆς ἀργυρίτιδος μνᾶν μίαν λέανον ἐπιμελῶς, καὶ τρίψας μεῖξον ἁλῶν τριπλάσιον λείων ὀρυκτῶν, καὶ βάλε εἰς καινὴν χύτραν, ἐπι‐ χέας τε ὕδωρ ὥστε ὑπερέχειν κίνει ἑκάστης ἡμέρας πρωὶ καὶ δεί‐ | |
5 | λης, προσεπιχέας ὕδωρ μηδὲν τοῦ πρώτου ἀποχέων, καὶ ποίει τοῦτο ἐπὶ ἡμέρας τριάκοντα· μὴ κινουμένη γὰρ ἀποστρακοῦται. | |
5.87.8 | μετὰ δὲ ταῦτα ἀποχέας πραέως τὴν ἅλμην, ἐν Θηβαικῇ θυίᾳ τὴν λιθάργυρον λέαινε, καὶ βαλὼν αὐτὴν εἰς κεραμεοῦν ἀγγεῖον ἐπιχέας τε ὕδωρ κίνει ταῖς χερσὶν ἐπιμελῶς, ἀποχέων τὸ πρῶτον καὶ ἕτερον ἐπιχέων, ἄχρι οὗ ἂν μηδεμίαν ἔμφασιν τῆς | |
5 | ἁλυκότητος ἔχῃ· εἶτα ἀποχέας τὸ λευκὸν τῆς λιθαργύρου εἰς ἄλλο ἀγγεῖον ἀνάπλασσε τροχίσκους καὶ ἀπόθου εἰς μολυβῆν | |
5.87.9 | πυξίδα. οἱ δὲ καταθραύσαντες εἰς μεγέθη κυάμων τὴν λιθάρ‐ | |
γυρον καὶ βαλόντες εἰς χοίρειον κοιλίαν ὠμὴν ἕψουσιν ἐν ὕδατι, ἄχρι οὗ ἂν τακερωθῇ τὸ σπλάγχνον, εἶτα ἐξελόντες καὶ μετὰ ἴσων ἁλῶν τρίψαντες πλύνουσιν, ὡς προείρηται. ἔνιοι δὲ | 59 in vol. 3 | |
5 | ἁλῶν λίτραν μίαν καὶ λιθαργύρου τοσοῦτο τρίβουσιν ἐν ἡλίῳ | |
5.87.10 | μεθ’ ὕδατος συνεχῶς ἀποχέοντες, ἄχρι ἂν λευκὴ γένηται. ἢ καὶ οὕτως· λαβὼν τῆς λιθαργύρου ὅσον ἂν θέλῃς καὶ 〈ἐν〉εἰλήσας ἐρίοις λευκοῖς κάθες εἰς κεραμεᾶν καινὴν χύτραν, ἐπιδούς τε ὕδωρ καὶ κυάμων καθαρῶν καὶ νέων δράκα μίαν ἕψε· | |
5 | ὅταν δὲ οἱ κύαμοι διαρραγῶσι τό τε ἔριον μελανθῆ, ἐξε‐ λὼν τὴν λιθάργυρον καὶ ἑτέρῳ ἐνειλήσας ἐρίῳ ἐκ δευτέρου ἕψε, | |
5.87.11 | καθαρὸν ἐπιδοὺς ὕδωρ κυάμων τε τὸ ἴσον πλῆθος. καὶ τὰ αὐτὰ ποίει τοῖς προειρημένοις τρίτον καὶ καθόλου, ἕως τὸ ἔριον μηκέτι βάπτηται, λοιπὸν κατεράσας εἰς θυίαν πρὸς δραχμὰς πʹ Ἀττικὰς τῆς λιθαργύρου μεῖξον ἁλὸς ὀρυκτοῦ | |
5 | λίτραν μίαν καὶ λέαινε· διαλιπὼν δὲ ἐπίδος νίτρου ὡς λευ‐ κοτάτου διειμένου μεθ’ ὕδατος ὁλκὰς μζʹ καὶ πάλιν τρῖβε, ἄχρι ἂν ἡ λιθάργυρος ἱκανῶς λευκὴ γένηται, οὕτως τε κατερά‐ σας αὐτὴν εἰς κεραμεοῦν ἀγγεῖον πλατύστομον καὶ προσεπιχέας δαψιλὲς ὕδωρ ἐάσας τε καταστῆναι, τὸ μὲν ἀπήθησον, ἕτερον | |
10 | δὲ ἐπιδοὺς ὕδωρ καὶ ταῖς χερσὶν ἀναταράξας πάλιν ὑποστῆναι | |
5.87.12 | ἄφες καὶ ἀπήθησον. ἐναλλὰξ δὲ τὰ προειρημένα ποίει, ἕως καθαρὸν ἄγαν τὸ ἀπορρέον ὕδωρ καὶ γλυκὺ καὶ ἁλυκότητος | |
ἀμέτοχον γένηται. ἐπὶ πᾶσιν δὲ κατεράσας αὐτὴν εἰς λοπάδα κεραμεᾶν καινήν, ἀπηθημένου παντὸς πράως τοῦ ὑγροῦ, θὲς | 60 in vol. 3 | |
5 | ἐν ἡλίῳ ἐπὶ ἡμέρας τεσσαράκοντα ὑπὸ κύνα καὶ ξηράνας χρῶ. δοκεῖ δὲ ἡ πεπλυμένη ἁρμόζειν εἰς τὰ ὀφθαλμικὰ καὶ οὐ‐ λὰς ἀπρεπεῖς καὶ ἐρρακωμένα πρόσωπα καὶ σπίλων ἔμπλεα. | |
5.88.1 | ψιμύθιον δὲ γίνεται οὕτως· εἰς πιθάκνην πλατύστομον ἢ κεραμεᾶν γάστραν ἐγχέας δριμύτατον ὄξος ἀπέρεισαι μολυ‐ βδίνην πλίνθον ἐπὶ τὸ στόμα τοῦ κεραμίου, προυποκειμένου καλαμίνου ῥίπου, ἄνωθέν τε αὐτῆς ἐπίρριψον σκεπάσματα | |
5 | πρὸς τὸ μὴ διαπνεῖσθαι τὸ ὄξος· ὡς δ’ ἂν καταρρυεῖσα δια‐ πέσῃ, τὸ μὲν ἐπαιωρούμενον καὶ καθαρὸν ὑγρὸν ἀπηθητέον, τὸ δὲ γλοιῶδες εἰς ἀγγεῖον ἐγχυτέον καὶ ξηραντέον ἐν ἡλίῳ. | |
5.88.2 | εἶτα ἀλεστέον ἐν χειρομυλίῳ ἢ λεαντέον ἄλλως καὶ σηστέον, καὶ μετὰ ταῦτα τὸ λοιπὸν τοῦ στερεμνίου λεπτοποιητέον καὶ σηστέον, ἐναλλάξ τε τὰ αὐτὰ καὶ τρίτον καὶ τέταρτον ποιητέον. ἄμεινον δέ ἐστι τὸ πρῶτον ἀποσησθέν, ὃ καὶ εἰς τὰς ὀφθαλ‐ | |
5 | μικὰς παραλημπτέον δυνάμεις, δευτερεύει δὲ τὸ ἐχόμενον καὶ | |
5.88.3 | κατὰ τάξιν τὰ λοιπά. τινὲς δὲ κατὰ μέσον τὸ ἀγγεῖον κατερεί‐ σαντες 〈ξύλον〉, τὸν ῥῖπον ἐπιτιθέασιν ὡς μὴ ψαύειν τοῦ ὄξους, | |
τὸ δὲ στόμα αὐτοῦ πωμάσαντες καὶ περιχρίσαντες ἐῶσι καὶ δι〈ὰ ιʹ〉 ἡμερῶν ἀφαιρούμενοι τὸ πῶμα ἐπισκοποῦνται· ὅταν | 61 in vol. 3 | |
5 | δὲ διαλυθῇ, τὰ ἄλλα ποιοῦσιν ὁμοίως τοῖς προειρημένοις. εἰ δὲ ἀναπλάσαι θέλοι τις αὐτό, ὄξει δριμεῖ φυρατέον καὶ οὕτως | |
5.88.4 | ἀναπλαστέον καὶ ξηραντέον ἐν ἡλίῳ. θέρους μέντοι ἐργαστέον τὰ προειρημένα· οὕτως γὰρ λευκὸν καὶ ἐνεργὲς γίνεται. σκευάζεται δὲ καὶ χειμῶνος, τῶν πιθακνῶν ὑπεράνω τῶν ἰπνῶν τῶν βαλα‐ νείων τιθεμένων ἢ καμίνων· ἡ γὰρ ἀναφερομένη θερμασία τὸ | |
5 | αὐτὸ δρᾷ τῷ ἡλίῳ. κάλλιστον δὲ ἡγητέον τὸ ἐν Ῥόδῳ σκευασθὲν ἢ ἐν Κορίνθῳ ἢ ἐν Λακεδαίμονι, δευτερεύει δὲ τὸ ἐκ Δικαιαρχίας. | |
5.88.5 | ὀπτητέον δὲ αὐτὸ τὸν τρόπον τοῦτον· ἐπ’ ἀνθράκων πεπυρωμένων θεὶς ὄστρακον καινόν, μάλιστα Ἀττικόν, ἔμπα‐ σον λεῖον τὸ ψιμύθιον καὶ κίνει συνεχῶς· ὅταν δὲ τῇ χρόᾳ ἔνσποδον ὑπάρχῃ, ἀνελόμενος ψῦχε καὶ χρῶ. καῦσαι δὲ θέλων | |
5 | εἰς λοπάδα κοίλην λεῖον ἀπόδος, ἐπιθείς τε ἐπὶ τοὺς ἄνθρακας νάρθηκι κίνει, ἕως ἂν τὴν χρόαν ἐοικὸς σανδαράκῃ γένηται | |
5.88.6 | καὶ ἀνελόμενος χρῶ. τὸ δὲ οὕτως σκευασθὲν σάνδυξ ὑπό τινων προσαγορεύεται. πλύνεται δὲ τὸ ψιμύθιον ὁμοίως 〈τῇ〉 καδμείᾳ. δύναμιν δὲ ἔχει ψυκτικήν, ἐμπλαστικήν, μαλακτικήν, πλη‐ ρωτικήν, λεπτυντικήν, ἔτι δὲ πράως κατασταλτικὴν ὑπεροχῶν | |
5 | καὶ κατουλωτικήν, μειγνύμενον κηρωταῖς καὶ λιπαραῖς ἐμπλά‐ στροις καὶ τροχίσκοις· ἔστι δὲ καὶ τῶν ἀναιρετικῶν. | |
5.89.1 | χρυσοκόλλα δὲ διαφέρει ἡ Ἀρμενιακή, τῇ χρόᾳ κατα‐ κόρως πρασίζουσα· δευτερεύει δὲ ἡ Μακεδονιακή, εἶτα ἡ Κυπρία, καὶ ταύτης τὴν καθαρὰν προκριτέον, τὴν δὲ γῆς καὶ λίθων ἔμπλεων ἀποδοκιμαστέον. | 62 in vol. 3 |
5.89.2 | πλυτέον δὲ τὴν προειρημένην οὕτως· κόψας αὐτὴν ἔμ‐ βαλε εἰς θυίαν καὶ ἐπιχέας ὕδωρ τρῖβε πλατείᾳ τῇ χειρὶ πρὸς τὴν ἴγδιν εὐτόνως· εἶτα ἐάσας ἀποκαταστῆναι ἀπήθησον, καὶ ἕτερον ἐπιδοὺς ὕδωρ πάλιν τρῖβε. ταῦτα δὲ ποίει ἐναλλάξ, | |
5 | ἕως καθαρὰ καὶ εἰλικρινὴς γένηται, λοιπὸν ξηράνας ἐν ἡλίῳ | |
5.89.3 | ἀποτίθεσο καὶ χρῶ. ἐὰν δὲ καῦσαι θέλῃς, καῖε τὸν τρόπον τοῦτον· λεάνας αὐτῆς τὸ αὔταρκες δὸς εἰς τήγανον καὶ θεὶς ἐπ’ ἀνθράκων τὰ ἄλλα ποίει, ὡς εἴρηται ἐπὶ τῶν πρὸ αὐτοῦ. δύναμιν δὲ ἔχει ἡ χρυσοκόλλα σμηκτικὴν οὐλῶν, κατασταλ‐ | |
5 | τικὴν σαρκωμάτων καὶ ἀνακαθαρτικήν, στυπτικήν τε καὶ θερ‐ μαντικήν, σηπτικὴν πράως μετὰ τοῦ ἐπὶ ποσὸν δάκνειν· ἔστι δὲ καὶ τῶν ἔμετον κινούντων καὶ ἀναιρεῖν δυναμένων. | |
5.90.1 | Ἀρμένιον· προκριτέον τὸ λεῖον καὶ τὴν χροιὰν κυά‐ νεον ὁμαλόν τε ἄγαν καὶ ἄλιθον, εὐθρυβές, ἰσοπαχὲς τῇ χρυσο‐ κόλλῃ, 〈τὰ αὐτὰ ποιοῦν τῇ χρυσοκόλλῃ〉, περὶ τὴν εὐτονίαν μόνον λειπόμενον αὐτῆς. | |
5 | ἔστι δὲ καὶ τριχῶν τῶν ἐν βλεφάροις αὐξητικόν. | 63 in vol. 3 |
5.91.1 | κύανος γεννᾶται μὲν ἐν Κύπρῳ ἐκ τῶν χαλκουργικῶν μετάλλων, ὁ δὲ πλείων ἐκ τῆς αἰγιαλίτιδος ἄμμου, εὑρισκο‐ μένης κατά τινας σπηλαιώδεις ὑποσκαφὰς τῆς θαλάσσης, ἥτις καὶ διαφέρει. παραλημπτέον δὲ τὴν σφόδρα κατακορῆ, | |
5 | καυστέον δὲ ὡς χαλκῖτιν καὶ πλυτέον ὡς καδμείαν. δύναμιν δὲ ἔχει κατασταλτικὴν καὶ μετρίως στυπτικὴν καὶ ἐσχαρωτικὴν καὶ ἑλκωματικήν. | |
5.92.1 | τοῦ δὲ λεγομένου Ἰνδικοῦ τὸ μὲν αὐτομάτως γίνεται, οἱονεὶ ἔκβρασμα ὂν τῶν Ἰνδικῶν καλάμων· τὸ δὲ βαφικόν ἐστιν ἐπανθισμὸς πορφύρας, ἐπαιωρούμενος τοῖς χαλκείοις, ὃν ἀπο‐ σύραντες ξηραίνουσιν οἱ τεχνῖται. ἄριστον δὲ ἡγητέον τὸ κυα‐ | |
5 | νοειδές τε καὶ ἔγχυλον, λεῖον. ἔστι δὲ τῶν ψυχόντων ἐλαφρῶς καὶ ῥυσούντων φλεγμονὰς καὶ οἰδήματα· ἀνακαθαίρει δὲ καὶ καταστέλλει ἕλκη. | |
5.93.1 | ὦχραν δὲ λημπτέον τὴν κουφοτάτην καὶ μηλίνην δι’ ὅλου, κατακορῆ δὲ καὶ ἄλιθον καὶ εὔθρυπτον, Ἀττικὴν δὲ τῷ γένει. καυστέον δὲ καὶ πλυτέον καὶ ταύτην ὡς τὴν καδμείαν. δύναμιν δὲ ἔχει στυπτικήν, σηπτικήν, διασκεδαστικὴν φλεγ‐ | 64 in vol. 3 |
5 | μονῶν καὶ φυμάτων, καταστέλλει τε τὰ ὑπερσαρκοῦντα, καὶ τὰ κοῖλα πληροῖ σὺν κηρωτῇ καὶ πώρους θρύπτει. | |
5.94.1 | κιννάβαρι οἴονταί τινες τὸ αὐτὸ ὑπάρχειν τῷ καλου‐ μένῳ μινίῳ πλανώμενοι· τὸ μὲν γὰρ μίνιον σκευάζεται ἐν Σπανίᾳ ἐκ λίθου τινὸς μεμειγμένου τῇ ἀργυρίτιδι ψάμμῳ, ὅστις ἄλλως μὲν οὐ γινώσκεται, ἐν δὲ τῇ χώνῃ μεταβάλλει εἰς | |
5 | εὐανθέστατον καὶ φλογωδέστατον χρῶμα. ἔχει δὲ τὴν ἀπο‐ φορὰν ἐν τοῖς μετάλλοις πνιγώδη· περιτίθενται γοῦν οἱ 〈ἐπι‐ χώριοι〉 τοῖς προσώποις φύσας πρὸς τὸ βλέπειν μὲν μὴ σπᾶν | |
5.94.2 | δὲ τὸν ἀέρα. χρῶνται δὲ αὐτῷ οἱ ζωγράφοι εἰς τὰς πολυτελεῖς τῶν τοίχων κοσμήσεις. τὸ δὲ κιννάβαρι κομίζεται μὲν ἀπὸ τῆς Λιβύης, πιπράσκεται δὲ πολλοῦ καὶ τοσοῦτον, ὡς μόλις ἐξαρκεῖν τοῖς ζωγράφοις εἰς τὴν ἐν ταῖς γραμμαῖς ποικιλίαν. ἔστι δὲ καὶ | |
5 | βαθύχρουν, ὅθεν ἐνόμισάν τινες αὐτὸ αἷμα εἶναι δρακόντιον. | 65 in vol. 3 |
5.94.3 | δύναμιν δὲ ἔχει τὸ κιννάβαρι τὴν αὐτὴν τῷ αἱματίτῃ, ἁρ‐ μόζον εἰς τὰ ὀφθαλμικά, πλὴν ἐπιτεταμένως· μᾶλλον γὰρ στύ‐ φει, ὅθεν ἐστὶ καὶ ἴσχαιμον, καὶ πυρίκαυτα καὶ ἐξανθήματα ἀναλημφθὲν κηρωτῇ θεραπεύει. | |
5.95.1 | καὶ ὑδράργυρος δὲ σκευάζεται ἀπὸ τοῦ μινίου λεγο‐ μένου, καταχρηστικῶς δὲ καὶ τούτου κινναβάρεως λεγομένου· θέντες γὰρ ἐπὶ λοπάδος κεραμεᾶς κόγχον σιδηροῦν ἔχοντα κιννά‐ βαρι, περικαθάπτουσιν ἄμβικα περιαλείψαντες πηλῷ, εἶθ’ | |
5 | ὑποκαίουσιν ἄνθραξιν· ἡ γὰρ προσίζουσα τῷ ἄμβικι αἰθάλη | |
5.95.2 | ἀποψηχθεῖσα ὑδράργυρος γίνεται. εὑρίσκεται δὲ καὶ ἐν τῷ μεταλλεύεσθαι τὸν ἄργυρον πρὸς ταῖς στέγαις κατὰ σταλαγ‐ μοὺς συνεστῶσα. ἔνιοι δὲ ἱστοροῦσι καὶ καθ’ ἑαυτὴν ἐν τοῖς μετάλλοις εὑρίσκεσθαι τὴν ὑδράργυρον. φυλάττεται δὲ ἐν | |
5 | ὑελοῖς ἢ μολυβοῖς ἢ κασσιτερίνοις ἢ ἀργυροῖς ἀγγείοις· τὴν γὰρ ἄλλην πᾶσαν ὕλην διεσθίει καὶ ἀπορρεῖ. | |
5.95.3 | δύναμιν δὲ ἔχει φθαρτικὴν ποθεῖσα, τῷ βάρει διαβιβρώ‐ σκουσα τὰ ἐντός. βοηθεῖται δὲ γάλακτι πολλῷ πινομένῳ καὶ ἐξεμουμένῳ, ἢ οἴνῳ σὺν ἀψινθίῳ ἢ σελίνου ἢ ὁρμίνου σπέρ‐ | |
ματι, ἢ ὀριγάνῳ ἢ ὑσσώπῳ σὺν οἴνῳ. | 66 in vol. 3 | |
5.96.1 | μίλτος Σινωπικὴ κρατίστη ἡ πυκνὴ καὶ βαρεῖα, ἡπατί‐ ζουσα, ἄλιθος, ὁμόχρους, πολύχυλος ἐν τῇ ἀνέσει. συλλέγεται δὲ ἐν τῇ Καππαδοκίᾳ ἐν σπηλαίοις τισί, διυλιζομένη τε φέ‐ ρεται εἰς Σινώπην καὶ πιπράσκεται, ὅθεν καὶ τὴν προσωνυ‐ | |
5 | μίαν ἔσχηκεν. | |
5.96.2 | δύναμιν δὲ ἔχει 〈στυπτικήν〉, ἀναξηραντικήν, ἐμπλαστικήν, διὸ καὶ ἐμπλάστροις τραυματικαῖς μείγνυται καὶ τροχίσκοις ξηραίνουσι καὶ στεγνωτικοῖς. ἵστησι δὲ καὶ κοιλίαν ἐν ᾠῷ λαμβανομένη καὶ ἐγκλυζομένη· δίδοται καὶ ἡπατικοῖς. | |
5.96.3 | ἡ δὲ τεκτονικὴ 〈μίλτοσ〉 ἥττων ἐστὶ κατὰ πάντα τῆς Σινωπικῆς, ἀρίστη δὲ ἡ Αἰγυπτιακὴ καὶ Καρχηδονική, ἄλιθος, εὐθρυβής· γεννᾶται καὶ ἐν τῇ πρὸς ἑσπέραν Ἰβηρίᾳ τῆς ὤχρας καιομένης καὶ μεταβαλλούσης εἰς μίλτον. | |
5.97.1 | ἡ δὲ Λημνία λεγομένη γῆ ἐστιν ἔκ τινος ὑπονόμου ἀντρώδους ἀναφερομένη καὶ μειγνυμένη αἵματι αἰγείῳ, ἣν οἱ ἐκεῖ ἄνθρωποι ἀναπλάσσοντες καὶ σφραγιζόμενοι εἰκόνι αἰγὸς σφραγῖδα καλοῦσιν. | 67 in vol. 3 |
5.97.2 | δύναμιν δὲ ἔχει ἀντίδοτον θανασίμων ἐξόχως πινομένη σὺν οἴνῳ, καὶ προλημφθεῖσα 〈δὲ〉 ἐξεμεῖσθαι ἀναγκάζει τὰ δηλητή‐ ρια. ἁρμόζει δὲ καὶ πρὸς τὰς τῶν θανασίμων ἰοβόλων πληγὰς καὶ δήξεις· μείγνυται δὲ καὶ ἀντιδότοις. χρῶνται δέ τινες | |
5 | καὶ εἰς τελετὰς αὐτῇ. | |
5.98.1 | χαλκανθὲς τῷ μὲν γένει ἓν καὶ τὸ αὐτὸ ὑπάρχει· ὑγρὸν γάρ ἐστι πεπηγός. εἰδικὰς δὲ ἔχει διαφορὰς τρεῖς· τὸ μὲν γὰρ κατὰ σταλαγμὸν διηθουμένων ὑγρῶν εἴς τινας ὑπονόμους συνίσταται, ὅθεν καὶ σταλακτὸν καλεῖται ὑπὸ τῶν τὰ Κυ‐ | |
5 | πριακὰ μέταλλα ἐργαζομένων. τὸ δ’ ἀφθόνως ὑετιζόμενον ἐν σπηλαίοις, ἔπειτα μεταχεόμενον εἰς βόθρους τὴν πῆξιν λαμ‐ | |
5.98.2 | βάνει, ὃ δὴ καὶ πηκτὸν ἰδίως ὀνομάζεται. τὸ δὲ τρίτον κα‐ λεῖται μὲν ἑφθόν, σκευάζεται δὲ ἐν Σπανίᾳ. σκευὴν δὲ ἔχει τοιαύτην, ἀχρούστατόν τε καὶ ἀσθενέστατον ὑπάρχον· ὕδατι | |
διέντες αὐτὸ ἕψουσιν, εἰς τὰς δεξαμενάς τε κατεράσαντες ἐῶσι· | 68 in vol. 3 | |
5 | τοῦτο δὲ πήγνυται τεταγμέναις ἡμέραις εἰς πολλὰ διαιρούμενον | |
5.98.3 | κυβοειδῆ σχήματα βοτρυδὸν ἀλλήλοις προσεχόμενα. ἄριστον δ’ αὐτοῦ τὸ κυάνεον καὶ βαρύ, πυκνόν τε καὶ καθαρὸν καὶ διαυ‐ γές, οἷόν ἐστι τὸ σταλακτόν, ὑπ’ ἄλλων δέ τινων λογχωτὸν καλούμενον· ἐχόμενον δὲ τὸ πηκτόν, τὸ δὲ ἑφθὸν πρὸς μὲν | |
5 | βαφὰς καὶ μελάσματα εὐδοκιμεῖ, πρὸς δὲ ἰατρικὴν 〈χρῆσιν〉 ἀσθενέστατον ἡ πεῖρα δεικνύει. | |
5.98.4 | δύναται δὲ στύφειν, θερμαίνειν, ἐσχαροῦν, ἕλμεις πλα‐ τείας ἀναιρεῖν δραχμῆς μιᾶς βάρος καταπινόμενον ἢ μετὰ μέ‐ λιτος ἐκλειχόμενον, ἐμέτους τε κινεῖ, καὶ μύκητας λαβοῦσι βοη‐ θεῖ ποθὲν ἐν ὕδατι, κεφαλήν τε καθαίρει ἀνεθὲν ὕδατι καὶ | |
5 | δι’ ἐρίου ῥινεγχυτούμενον. καίεται δὲ ὡς ὑποδείξομεν αὐτίκα ἐπὶ τῆς χαλκίτεως. | |
5.99.1 | χαλκῖτιν προκριτέον τὴν χαλκοειδῆ καὶ εὔθρυπτον, ἄλιθόν τε καὶ οὐ παλαιάν, ἔτι δὲ τὰς ἶνας ἐπιμήκεις τε καὶ ἀποστιλβούσας ἔχουσαν. δύναμιν δὲ ἔχει στυπτικήν, θερμαντικήν, ἐσχαρωτικήν, τῶν | |
5 | περὶ κανθοὺς καὶ ὄμματα ἀποκαθαρτικήν· ἔστι δὲ τῶν μετρί‐ | |
5.99.2 | ως στυφόντων. ποιεῖ δὲ καὶ πρὸς ἐρυσιπέλατα, ἕρπητας καὶ αἱμορραγίας τὰς ἐξ ὑστέρας καὶ μυκτήρων σὺν πράσου χυλῷ. ξηρὰ δὲ πρός τε ἐπουλίδας καὶ νομὰς καὶ παρίσθμια, κεκαυ‐ μένη δὲ πρὸς τὰ ὀφθαλμικὰ μᾶλλον χρησιμεύει λεία σὺν μέ‐ | 69 in vol. 3 |
5 | λιτι, τετυλωμένα βλέφαρα καὶ τραχέα ἀποτήκουσα, σύριγγάς τε αἴρει ἐν κολλουρίου σχήματι ἐντιθεμένη. | |
5.99.3 | σκευάζεται δὲ ἐξ αὐτῆς τὸ καλούμενον ψωρικόν, διπλα‐ σίονος χαλκίτεως πρὸς ἁπλοῦν καδμείας μειγνυμένου καὶ σὺν ὄξει λεαινομένου· δεῖ δὲ ἐν κεραμεῷ ἀγγείῳ κατορύσσειν ἐν κο‐ πρίᾳ ἐν τοῖς ὑπὸ κύνα καύμασιν ἡμέρας τεσσαράκοντα. γίνεται | |
5 | δὲ δριμύτερον, δυνάμενον ὅσα καὶ ἡ χαλκῖτις. ἔνιοι δὲ ἴσα μείξαντες οἴνῳ λεαίνουσι καὶ τὰ αὐτὰ ποιοῦσι. καυστέον δὲ αὐτὴν ἐν ὀστράκῳ καινῷ ἐπιθέντας καὶ διαπύροις ἄνθραξιν | |
5.99.4 | ἀπερεισαμένους. μέτρον δ’ ἔστω τῆς καύσεως ἐπὶ μὲν τῶν πολυύγρων τὸ ἀπομφολύγωτον καὶ καλῶς ξηρὰν γενέσθαι, ἐπὶ δὲ τῶν λοιπῶν ἡ ἐπὶ τὸ εὐανθέστερον μεταβολή· ὅταν γὰρ μιλ‐ τώδης γένηται τὴν χρόαν κατὰ βάθος, ἀναιρετέον αὐτήν, τήν | |
5 | τε προσκαθημένην ἀκαθαρσίαν ἀποφυσητέον καὶ ἀποθετέον. ὀπτᾶται δὲ ἐπ’ ἀνθράκων ἐκφυσωμένων μέχρι τοῦ ὕπωχρον αὐτὴν γενέσθαι, ἢ ἐπ’ ὀστράκου καὶ διαπύρων ἀνθράκων στρε‐ | |
φομένη πυκνῶς, ἕως ἂν πυρωθῇ καὶ μεταβάλῃ τὴν χρόαν. | 70 in vol. 3 | |
5.100.1 | μίσυ παραλημπτέον τὸ Κύπριον, χρυσοφανές, σκληρὸν καὶ ἐν τῷ θλασθῆναι χρυσίζον καὶ ἀποστίλβον ἀστεροειδῶς. δύναμιν δὲ ἔχει καὶ καῦσιν τὴν αὐτὴν τῇ χαλκίτιδι, δίχα τῆς τοῦ ψωρικοῦ κατασκευῆς, ἐν τῷ μᾶλλόν τε καὶ ἧττον δια‐ | |
5 | φέρον. τὸ δὲ Αἰγύπτιον πρὸς μὲν τὰ ἄλλα διαφέρει ἐμπρα‐ κτότερον ὄν, πρὸς δὲ τὰς ὀφθαλμικὰς δυνάμεις πολλῷ λείπε‐ ται τοῦ προειρημένου. | |
5.101.1 | μελαντηρία ἡ μέν τις τῶν ὀρυγμάτων τοῖς στομίοις, ἀφ’ ὧν ἂν μεταλλευθῇ χαλκός, ἐπιπήσσεται ἁλμυρίδος τρόπον, ἡ δὲ ἐκ τῆς ἄνωθεν ἐπιφανείας τῶν προειρημένων τόπων, ἥ‐ τις καὶ γεώδης ἐστίν· εὑρίσκεται δέ τις καὶ ὀρυκτὴ ἐν Κιλικίᾳ | |
5 | καὶ ἐν ἄλλοις πολλοῖς τόποις. διαφέρει δὲ αὐτῶν ἡ θειόχρους, λεία, ὁμαλή, καθαρά, ἐν τῷ θιγεῖν ὕδατος μελαινομένη ταχέως. δύναμιν δὲ ἔχει καὶ καῦσιν τὴν αὐτὴν τῷ μίσυι. | |
5.102.1 | τὸ δὲ σῶρι ἔνιοι ὑπέλαβον εἶναι μελαντηρίαν πλα‐ νώμενοι· ἴδιον γάρ ἐστι γένος, οὐκ ἀφόμοιον, βρωμωδέστερον | |
δὲ τὸ σῶρι καὶ ναυτίας ποιητικόν. εὑρίσκεται δὲ ἐν Αἰγύπ‐ τῳ καὶ ἐν ἄλλοις τόποις, ὡς ἐν Λιβύῃ καὶ Σπανίᾳ καὶ Κύπρῳ. | 71 in vol. 3 | |
5 | προκριτέον δὲ τὸ Αἰγύπτιον καὶ ἐν τῷ θραυσθῆναι μελάντερον φαινόμενον, κατατρήσεις τε πολλὰς ἔχον καὶ ὑπολίπαρον, ἔτι δὲ στῦφον καὶ πρὸς τὴν κατάποσιν ἢ ὄσφρησιν βρωμῶδες καὶ | |
5.102.2 | ἀνατρεπτικὸν στομάχου. τὸ δὲ λαμπυρίζον ἐν τῷ θραυσθῆναι ἐμφερῶς τῷ μίσυι ἑτερογενές τε καὶ ἀσθενὲς οἰητέον εἶναι. δύναμιν δὲ ἔχει καὶ καῦσιν τὴν αὐτὴν τοῖς προειρημένοις. ἰᾶται δὲ καὶ ὀδονταλγίας ἐντιθέμενον εἰς τὰ βρώματα καὶ τοὺς | |
5 | ὑποσάλους 〈δὲ〉 ὀδόντας κρατύνει, καὶ ἰσχιαδικοῖς βοηθεῖ μετ’ οἴνου ἐγκλυζόμενον, ἰόνθους τε σβέννυσι μεθ’ ὕδατος καταχρι‐ | |
5.102.3 | σθέν· μείγνυται καὶ εἰς τριχῶν μελάσματα. κοινῷ δὲ τρόπῳ ἐπί τε τούτων σχεδὸν καὶ τῶν ἄλλων πάντων δυναμικώτερα τὰ ἀκα‐ τάκαυτα τῶν κεκαυμένων ἡγητέον, πλὴν ἁλῶν καὶ τρυγὸς καὶ νίτρου καὶ τιτάνου καὶ τῶν ὁμοίων, ὅσα ὠμὰ ὄντα ἀνίεται τὴν | |
5 | δύναμιν· ταῦτα γὰρ ἐμπρακτότερα γίνεται καιόμενα. | |
5.103.1 | τοῦ δὲ διφρυγοῦς τρία οἰητέον εἴδη· τὸ μὲν γὰρ μεταλλικόν ἐστιν, ὃ δὴ ἐν Κύπρῳ μόνῃ γίνεται. πηλῶδες γὰρ ὂν ἀναφέρεται ἐκ βυθοῦ 〈σπηλαίου〉 τινὸς τῶν ἐκεῖ, εἶτα ἀνε‐ νεχθὲν ξηραίνεται ἐν ἡλίῳ καὶ μετὰ ταῦτα φρυγάνοις κύκλῳ | |
5 | περιτιθεμένοις καίεται· ὅθεν καὶ διφρυγὲς ἐκλήθη διὰ τὸ ὑπὸ τοῦ ἡλίου καὶ τῶν φρυγάνων ξηραίνεσθαί τε καὶ φρύγεσθαι. | 72 in vol. 3 |
5.103.2 | τὸ δὲ ἕτερον τοῦ κατεργαζομένου χαλκοῦ ὥσπερ ὑποστάθμη τις καὶ τρὺξ ὑπάρχει· μετὰ γὰρ τὴν τοῦ ψυχροῦ ὕδατος περί‐ χυσιν, ὡς ἀνώτερον ἔφαμεν περὶ ἄνθους χαλκοῦ διαλεγόμενοι, 〈καὶ〉 μετὰ τὴν ἀναίρεσιν τοῦ χαλκοῦ εὑρίσκεται ἐν τῇ χώνῃ ἐγκεί‐ | |
5 | μενον τῷ πυθμένι αὐτῆς, τήν τε στῦψιν καὶ τὴν γεῦσιν χαλκοῦ ἔχον. τὸ δὲ τρίτον σκευάζεται οὕτως· λίθον τὸν λεγόμενον πυρίτην συνθέντες εἰς κάμινον οἱ πρὸς τούτοις ὄντες καίουσιν ἐπὶ ἡμέρας ἱκανὰς ὡς τίτανον· ὅταν δὲ τῇ χρόᾳ μιλτώδης γένη‐ | |
5.103.3 | ται, ἀνελόμενοι ἀποτίθενται. τινὲς δέ φασιν ἐκ μόνης τῆς τὸν χαλκὸν λίθου ἀποτελούσης [ὕλης] γεννᾶσθαι τὸ προειρημένον, ὅταν ὀπτηθεῖσα ἐν ταῖς λεγομέναις ἅλωσιν ἄνω μετενεχθῇ εἰς τοὺς βόθρους καὶ ἐνταῦθα καίηται· τόν τε γὰρ κύκλῳ τῶν | |
5 | βόθρων τόπον ἐπιλαμβάνειν καὶ μετὰ τὴν ἀναίρεσιν τῶν λίθων οὐδὲν ἧσσον εὑρίσκεσθαι. προκριτέον δ’ αὐτοῦ τὸ τῇ γεύσει ἔγχαλκον, ἰίζον, στῦφόν τε καὶ ἀναξηραῖνον ἱκανῶς τὴν γλῶσ‐ σαν, ὅπερ ἡ κεκαυμένη ὦχρα οὐ κέκτηται, ἣν καίοντες ἀντὶ διφρυγοῦς πιπράσκουσι. | |
5.103.4 | δύναμιν δὲ ἔχει στυπτικήν τε καὶ ἀναξηραντικὴν ἐπιτετα‐ μένως, ἀνακαθαρτικήν τε καὶ σμηκτικὴν καὶ κατασταλτικὴν ὑπερσαρκώσεως, ἀπουλωτικὴν κακοήθων καὶ ἑρπυστικῶν 〈ἑλ‐ κῶν〉· διαφορεῖ καὶ ἀποστήματα ἀναλημφθὲν τερεβινθίνῃ ἢ | |
5 | κηρωτῇ. | 73 in vol. 3 |
5.104.1 | ἀρσενικὸν κατὰ τὰ αὐτὰ γεννᾶται μέταλλα τῇ σαν‐ δαράκῃ. ἄριστον δὲ ἡγητέον τὸ πλακῶδες καὶ χρυσίζον τῇ χρόᾳ, τάς τε πλάκας λεπιζομένας ἔχον καὶ ὡς ἂν ἐπικειμένας ἀλλήλαις, ἔτι δὲ ἀμιγεῖς ἑτέρας φύσεως. τοιοῦτο δ’ ἐστὶ τὸ γεννώμενον ἐν | |
5 | Μυσίᾳ τῇ ἐν Ἑλλησπόντῳ. ἔστι δ’ αὐτοῦ εἴδη δύο· τὸ μὲν οἷον προείρηται, τὸ δὲ βωλῶδες, 〈ὠχροειδὲσ〉 τῇ χρόᾳ, σανδαρακίζον, ἐκ Πόντου καὶ Καππαδοκίας φερόμενον· δευτερεύει δὲ τὸ τοι‐ | |
5.104.2 | οῦτον. ὀπτᾶται δὲ οὕτως· ἐπ’ ὀστράκου καινοῦ ἐπερεισά‐ μενος αὐτὸ θὲς ἐπὶ διαπύρους ἄνθρακας καὶ στρέφε συνεχῶς· ὡς δ’ ἂν πυρωθῇ καὶ μεταβάλῃ, ψύξας καὶ λεάνας ἀποτίθεσο. δύναμιν δὲ ἔχει σηπτικήν τε καὶ ἐσχαρωτικὴν μετὰ πυρώ‐ | |
5 | σεως καὶ βιαίου δήξεως. ἔστι δὲ καὶ τῶν στελλόντων· ψιλοῖ δὲ καὶ τὰς τρίχας. | |
5.105.1 | σανδαράκην δὲ προκριτέον τὴν κατακορῆ, πυρράν, [εὔθλαστον], εὐλέαντόν τε καὶ καθαράν, κινναβαρίζουσαν τὴν χρόαν, ἔτι δὲ θειώδη ἀποφορὰν ἔχουσαν. δύναμιν δὲ ἔχει καὶ ὄπτησιν τὴν αὐτὴν τῷ ἀρσενικῷ. θερα‐ | 74 in vol. 3 |
5 | πεύει δὲ καὶ ἀλωπεκίας ἀναλημφθεῖσα ῥητίνῃ, καὶ λεπροὺς ὄνυχας σὺν πίσσῃ ἀφίστησι, καὶ πρὸς φθειριάσεις σὺν ἐλαίῳ | |
5.105.2 | ποιεῖ, φύματά τε σὺν στέατι διαφορεῖ. ἁρμόζει δὲ καὶ πρὸς τὰ ἐν ῥισὶ καὶ στόματι ἕλκη καὶ τὰ λοιπά, καὶ πρὸς ἐξανθήματα σὺν ῥοδίνῳ καὶ πρὸς κονδυλώματα· δίδοται καὶ ἐμπυικοῖς σὺν οἰνομέλιτι, καὶ ὑποθυμιᾶται σὺν ῥητίνῃ καὶ πρὸς παλαιὰν | |
5 | βῆχα διὰ σίφωνος ἑλκομένου τοῦ ἀτμοῦ τῷ στόματι, φωνήν τε ἀποκαθαίρει ἐκλειχομένη μετὰ μέλιτος, καὶ ἀσθματικοῖς σὺν ῥητίνῃ καταπότιον δίδοται. | |
5.106.1 | στυπτηρίας δὲ σχεδὸν πᾶν εἶδος ἐπὶ τῶν αὐτῶν ἐν τῇ Αἰγύπτῳ μετάλλων εὑρίσκεται· γεννᾶται δὲ καὶ ἐν ἄλλοις τόποις, 〈ὡσ〉 ἐν Μήλῳ, ἐν Μακεδονίᾳ, ἐν Λιπάραις, Σαρδόνι, Ἱεραπόλει τῆς Φρυγίας, Λιβύῃ, Ἀρμενίᾳ, καὶ ἐν ἄλλοις 〈δὲ〉 | |
5 | τόποις πλείοσιν ὥσπερ ἡ μίλτος. ἔστι δ’ αὐτῆς εἴδη πλεῖστα, πρὸς δὲ ἰατρικὴν χρῆσιν λαμ‐ | |
5.106.2 | βάνεται ἡ σχιστή τε καὶ ἡ στρογγύλη καὶ ἡ ὑγρά. ἀρίστη δὲ ὑπάρχει ἡ σχιστή, καὶ ταύτης ἡ πρόσφατος καὶ λευκὴ ἄγαν καὶ βαρύοζος, στύφουσά τε εὐτόνως καὶ ἄλιθος, ἔτι δὲ οὐ πε‐ πιεσμένη βωληδὸν ἢ σχιδακηδόν, ἀλλὰ διεξασμένη κατὰ μονά‐ | 75 in vol. 3 |
5 | δας πολιαῖς θριξὶν ἐμφερεῖς, οἵα ἐστὶν ἡ λεγομένη τριχῖτις, γεννωμένη δὲ ἐν Αἰγύπτῳ. εὑρίσκεται δὲ λίθος ἐμφερὴς αὐτῇ ἄγαν, ὃν διακριτέον τῷ τῆς γεύσεως κριτηρίῳ, μὴ στύφοντα. τῆς δὲ στρογγύλης ἡ μὲν χειροποίητος ἀδόκιμος ὑπάρχει, | |
5.106.3 | γνωρίζεται δὲ ἐκ τοῦ σχήματος. παραλημπτέα δὲ ἂν εἴη ἡ φυσικῶς στρογγύλη καὶ πομφολυγώδης, ὑπόλευκός τε καὶ στύ‐ φουσα ἐρρωμένως, ἔτι δὲ ἐπὶ ποσόν 〈τι〉 ὠχρότητος ἅμα καὶ λιπαρίας ἔχουσα· πρὸς δὲ τούτοις ἄλιθός τε καὶ εὐθρυβὴς καὶ | |
5 | γένει Μηλία ἢ Αἰγυπτία. τῆς δὲ ὑγρᾶς τὴν μάλιστα δια‐ φανῆ προκριτέον καὶ γαλακτώδη, ὁμαλήν τε καὶ διόλου χυλώδη, ἔτι δὲ ἄλιθον καὶ πυρῶδες ἀπονέουσαν. | |
5.106.4 | δύναμιν δὲ ἔχουσι θερμαντικήν, στυπτικήν, τῶν ἐπισκο‐ τούντων ταῖς κόραις ἀποκαθαρτικήν, τήκουσι δὲ καὶ τὰς ἐπὶ τῶν βλεφάρων σάρκας καὶ τὰ ἄλλα ὑπερσαρκώματα. ἐνεργε‐ στέραν δὲ τῆς στρογγύλης τὴν σχιστὴν ἡγητέον· καίονται δὲ | |
5 | καὶ ὀπτῶνται ὡς χαλκῖτις. ἴσχουσι δὲ καὶ σηπεδόνας καὶ αἱμορραγίας, οὖλά 〈τε〉 πλαδῶντα στέλλουσι, καὶ ὀδόντας σειο‐ | |
5.106.5 | μένους κρατύνουσι σὺν ὄξει ἢ μέλιτι. ἄφθας δὲ ὠφελοῦσι σὺν | |
μέλιτι καὶ ἐξανθήματα , 〈καὶ〉 ῥεύματα 〈τὰ〉 ἐν ὠσὶ σὺν πολυγόνου χυλῷ. λέπραις δὲ ἁρμόζουσι σὺν κράμβης χυλῷ ἢ σὺν μέλιτι ἑψηθεῖ‐ σαι καὶ κνησμοῖς, ὄνυξί τε λεπροῖς καὶ πτερυγίοις καὶ χιμέ‐ | 76 in vol. 3 | |
5 | τλαις σὺν ὕδατι καταιονούμεναι· σὺν τρυγὶ δὲ ὄξους καταχριό‐ μεναι 〈καὶ〉 μετὰ κηκίδος ἴσης κεκαυμένης πρὸς φαγεδαινικά. | |
5.106.6 | πρὸς δὲ νομὰς σὺν ἁλσὶ διπλοῖς, πιτυριάσεσι δὲ σὺν ὀρρῷ πίσσης καταχριόμεναι, κονίδων τε καὶ φθειρῶν καὶ πυρικαύ‐ των σὺν ὕδατι καταχριόμεναι 〈βοήθημα〉, οἰδήμασί τε καὶ μα‐ σχαλῶν καὶ βουβώνων δυσωδίαις κατάχριστοι. πρὸς δὲ ἔμμηνα | |
5 | καὶ πρὸς ἀσυλλημψίαν συνεργεῖ πρὸ τῆς συνόδου παρατεθεῖσα τῷ στόματι τῆς ὑστέρας καὶ ἔμβρυα ἐκτινάσσει· ἐπουλίσι τε καὶ σταφυλαῖς καὶ παρισθμίοις ἐπιτήδειοι καὶ στόματι, καὶ πρὸς ὦτα καὶ αἰδοῖα σὺν μέλιτι ἐπίχριστοι. | |
5.107.1 | θεῖον δὲ ἄριστον ἡγητέον τὸ ἄπυρον καὶ λαμπυρίζον τῇ χρόᾳ, διαφανές τε καὶ ἄλιθον, τοῦ δὲ πεπυρωμένου τὸ χλω‐ ρόν τε καὶ εὐλιπές. γεννᾶται δὲ πλεῖστον ἐν Μήλῳ καὶ Λιπάραις. | |
θερμαίνει δὲ τὸ προειρημένον καὶ διαφορεῖ καὶ πεπαίνει | 77 in vol. 3 | |
5 | ταχέως, βῆχάς τε καὶ ἐμπύους καὶ ἀσθματικοὺς ὠφελεῖ ἐν ᾠῷ λαμβανόμενον καὶ ὑποθυμιώμενον. πρὸς δὲ τούτοις ἔμ‐ | |
5.107.2 | βρυα κατασπᾷ ὑποθυμιαθέν, καὶ λέπρας, ἔτι δὲ λειχῆνας καὶ ὄνυχας λεπροὺς αἴρει τερεβινθίνῃ μιγὲν ῥητίνῃ. σὺν ὄξει δὲ καταχριόμενον ποιεῖ μὲν καὶ πρὸς λέπρας, αἴρει δὲ καὶ ἀλφούς. ἰᾶται δὲ καὶ σκορπίων πληγὰς μιγὲν ῥητίνῃ, σὺν ὄξει δὲ 〈κατα‐ | |
5 | χριόμενον〉 θαλαττίου δράκοντος καὶ σκορπίου πληγὴν παραι‐ τεῖται· παύει καὶ τοὺς καθ’ ὅλον τὸ σῶμα κνησμοὺς σὺν νί‐ | |
5.107.3 | τρῳ σμηχόμενον. ἀποκαθαίρει δὲ καὶ ἴκτερον κοχλιαρίου πλῆθος ἐπιπασσομένου τῷ ποτῷ ἢ μετὰ ᾠοῦ ῥοφητοῦ λαμβανόμενον· καὶ πρὸς κόρυζαν δὲ καὶ πρὸς κατάρρουν ποιεῖ, καὶ ἱδρῶτας στέλλει καταπασσόμενον, καὶ ποδαγρικοὺς σὺν νίτρῳ καὶ ὕδατι | |
5 | καταχρισθὲν ὠφελεῖ, καὶ δυσηκοίαν ὑποθυμιώμενον διὰ σίφω‐ νος. θεραπεύει καὶ ληθαργικοὺς ὑποθυμιώμενον, αἱμορραγίας τε ἴσχει, θλάσεις τε ὤτων σὺν οἴνῳ καὶ σμύρνῃ καταχριόμενον ἰᾶται. | |
5.108.1 | κίσηριν δὲ προκριτέον τὴν κούφην ἄγαν καὶ πολύκενον, σχιστήν τε καὶ ἄλιθον, ἔτι δὲ ψαθυράν τε καὶ λευκήν. καυστέον δὲ οὕτως· λαβὼν αὐτῆς ὁπόσον ἂν θέλῃς διαπύροις | 78 in vol. 3 |
5 | ἔγκρυψον ἄνθραξιν· ὡς δ’ ἂν ἐκπυρωθῇ, ἀνελόμενος σβέσον οἴνῳ εὐώδει καὶ πάλιν πυρώσας σβέσον· τὸ δὲ τρίτον δι’ ἑαυ‐ τῆς ἔασον ψυγῆναι καὶ ἀπόθου καὶ χρῶ. | |
5.108.2 | δύναμιν δὲ ἔχει στυπτικήν 〈τε〉 καὶ σμηκτικὴν οὔλων καὶ ἀποκαθαρτικὴν τῶν ἐπισκοτούντων ταῖς κόραις μετὰ τοῦ θερμαί‐ νειν, πληρωτικήν τε ἑλκῶν καὶ κατουλωτικήν, ἔτι δὲ καὶ κατα‐ σταλτικὴν ὑπεροχῶν καὶ σμηκτικὴν ὀδόντων λεία καὶ σώματος | |
5 | εἰς ψίλωσιν τριχῶν. Θεόφραστος (h. pl. IX 17, 3) δὲ ἱστορεῖ, ἐὰν εἰς ζέοντα οἴνου πίθον καθῇ τις κίσηριν, παύεσθαι παρα‐ χρῆμα τὴν ζέσιν. | |
5.109.1 | τῶν δὲ ἁλῶν ἐνεργέστατον μέν ἐστι τὸ ὀρυκτόν. τού‐ του δὲ κοινῶς μὲν τὸ 〈λευκὸν καὶ〉 ἄλιθον καὶ διαφανές, πυ‐ κνόν τε καὶ ὁμαλὸν τῇ συγκρίσει· ἰδίως δὲ τὸ ἀμμωνιακὸν τῷ γένει, σχιστόν τε καὶ εὐθείας τὰς διαφύσεις ἔχον. τοῦ δὲ θα‐ | |
5 | λασσίου τὸ πυκνὸν παραλημπτέον καὶ λευκὸν καὶ ὁμαλόν. κάλ‐ | |
λιστον δὲ ἐν Κύπρῳ καὶ Σαλαμῖνι τῆς Κύπρου γίνεται καὶ ἐν Μεγάροις, εἶτα ἐν Σικελίᾳ καὶ Λιβύῃ, καὶ ἐν τοῖς προειρη‐ μένοις τὰ λιμναῖα προκριτέον· εὐτονώτατον δέ ἐστιν αὐτοῦ τὸ Φρύγιον, καλούμενον δὲ Τατταῖον. | 79 in vol. 3 | |
5.109.2 | δύναμιν δὲ ἔχουσι κοινῶς οἱ προειρημένοι ἅλες ὄντες πολύ‐ χρηστοι στυπτικήν τε καὶ σμηκτικὴν καὶ ἀποκαθαρτικὴν καὶ διαχυτικήν, ἔτι δὲ κατασταλτικὴν καὶ ἐσχαρωτικήν, τῷ μᾶλλον καὶ ἧττον διαφέροντες. εἰσὶ δὲ καὶ σηπεδόνων ἐφεκτικοὶ καὶ | |
5 | σμήξεσι ψωρικαῖς μείγνυνται· στέλλουσι καὶ τὰς ἐν ὀφθαλμοῖς ὑπεροχὰς καὶ πτερύγια τήκουσι, καὶ τὰς ἄλλας δὲ ὑπερσαρ‐ κώσεις, κλυσμοῖς τε εὔθετοι καὶ κόπου λυτήριοι σὺν ἐλαίῳ συγ‐ χριόμενοι καὶ πρὸς τὰ οἰδήματα τῶν ὑδρωπικῶν, πυρία τε ἡ | |
5.109.3 | δι’ αὐτῶν ἐν σακκίοις πραυντικὴ ἀλγημάτων. καὶ κνησμοὺς δὲ παύουσι μετ’ ἐλαίου καὶ ὄξους συγχριόμενοι παρὰ πυρί, ἄχρι ἂν ἱδρώσωσιν· ὁμοίως καὶ λέπρας καὶ λειχῆνας καὶ ψώρας συναγχικούς τε κουφίζουσι σὺν μέλιτι καὶ ὄξει καὶ ἐλαίῳ δια‐ | |
5 | χριόμενοι. πρὸς δὲ παρίσθμια καὶ κιονίδας σὺν μέλιτι καὶ ἄφθας καὶ οὔλων πλάδον, καὶ πρὸς φαγεδαίνας σὺν ἀλφίτῳ | |
5.109.4 | κεκαυμένοι καταπλάσσονται. πρὸς δὲ σκορπίων πληγὰς σὺν λινοσπέρμῳ, πρὸς δὲ ἔχεων δήγματα σὺν ὀριγάνῳ καὶ μέλιτι | |
καὶ ὑσσώπῳ, πρὸς δὲ κεράστου μετὰ πίσσης ἢ κεδρίας ἢ μέλι‐ τος, πρὸς δὲ σκολοπένδρης σὺν ὄξει καὶ μέλιτι καὶ πρὸς σφη‐ | 80 in vol. 3 | |
5 | κῶν πληγὰς καὶ τενθρηδόνων· πρὸς δὲ ψυδράκια τὰ ἐν κεφαλῇ | |
5.109.5 | καὶ θύμους τε καὶ φύματα στέατι μοσχείῳ ἀναλημφθέντες. σὺν σταφίδι δὲ ἢ στέατι βοείῳ ἢ μέλιτι δοθιῆνας διαφοροῦσι καὶ ὄρχεων οἰδήματα, σὺν ὀριγάνῳ 〈δὲ〉 καὶ ζύμῃ θᾶττον 〈δοθιῆνασ〉 πεπαίνουσι, καὶ κροκοδειλοδήκτοις δὲ βοηθοῦσιν ἐνδεθέντες εἰς | |
5 | ὀθόνιον λεῖοι καὶ βαφέντες ἐν ὄξει στυφομένων τῶν μερῶν τοῖς ἐνδέσμοις, θηριοδήκτοις τε βοηθοῦσι, καὶ πρὸς ὑπώπια προσ‐ ώπου σὺν μέλιτι, καὶ πρὸς ὀποῦ μήκωνος πόσιν καὶ πρὸς μύ‐ | |
5.109.6 | κητας ἐν ὀξυμέλιτι πινόμενοι. πρὸς στρέμματα δὲ σὺν ἀλεύρῳ καὶ μέλιτι, πρὸς δὲ πυρίκαυτα σὺν ἐλαίῳ ἐπιτεθέντες οὐκ ἐῶσι φλυκταινοῦσθαι, ποδαγρικοῖς τε ὁμοίως ἐπιτίθενται, πρὸς ὠταλγίας τε σὺν ὄξει, ἐρυσιπέλατά τε καὶ ἕρπητας ἴσχουσι | |
5 | μετ’ ὄξους καταπλασθέντες ἢ καταχρισθέντες σὺν ὑσσώπῳ. καυστέον δὲ αὐτοὺς εἰς ὀστράκινον ἀγγεῖον ἐμβαλόντας καὶ ἐπιμελῶς πωμάσαντας, ἵνα μὴ ἐξάλλωνται, ἀνθρακιᾷ τε | |
5.109.7 | ἐγκρύψαντας ἄχρις ἐκπυρώσεως. τινὲς δὲ τοὺς ὀρυκτοὺς σταιτὶ περιπλάσαντες ἀνθράκων ὑποτεθέντων ἐῶσιν, ἄχρι ἂν τὸ σταῖς | |
κατακαῇ. ἔνεστι δὲ καὶ τοὺς κοινοὺς ἅλας τὸν τρόπον τοῦτον καίειν· ἀποκλύσας αὐτοὺς ἅπαξ ὕδατι καὶ ἐάσας ξηρανθῆναι | 81 in vol. 3 | |
5 | ἔμβαλε εἰς χύτραν καὶ πωμάσας ὑπόκαιε κινῶν, ἕως ἂν μηκέτι ἐξάλλωνται. | |
5.110.1 | ἁλὸς ἄχνη ἐπίψημά ἐστιν ἁλὸς ἀφρῶδες, εὑρισκό‐ μενον ἐπὶ τῶν πετριδίων, δύναμιν ἔχον τὴν αὐτὴν τοῖς ἁλσίν. | |
5.111.1 | ἅλμη τὴν αὐτὴν ἔχει τοῖς ἁλσὶν ἐνέργειαν στυπτικήν, σμηκτικήν, λεπτυντικήν, δυσεντερικοῖς τέ ἐστι τοῖς καὶ νομὴν ἔχουσιν ἔγκλυσμα καὶ ἰσχιάδων χρονίων, πρός τε τὰς καταντλή‐ σεις ἁρμόζει, ἐφ’ ὧν θάλαττά ἐστι χρησίμη. | |
5.112.1 | ἄνθος δὲ ἁλὸς καταρρεῖ μὲν 〈ἐν〉 τῷ Νείλῳ ποταμῷ, ἐφίσταται δὲ λίμναις τισί. παραλημπτέον δὲ τὸ κροκίζον τῇ χρόᾳ, ὑποδυσῶδες ὥσπερ γάρος, ἐνίοτε δὲ καὶ δυσωδέστερον μᾶλλον, καὶ τῇ γεύσει δηκτικώτατον καὶ ὑπολίπαρον· τὸ δὲ | |
5 | ἔμμιλτον ἢ θρόμβους ἔχον φαῦλον ἡγητέον· ἔτι τὸ ἀκέραιον ἐλαίῳ συνανίεται μόνῳ, τὸ δὲ δεδολωμένον ἐκ μέρους καὶ ὕδατι. | |
5.112.2 | ποιεῖ δὲ πρὸς τὰ κακοήθη καὶ φαγεδαινικὰ ἕλκη καὶ νομὰς τὰς ἐν αἰδοίοις, ὦτά τε πυορροοῦντα καὶ ἀμβλυωπίας, οὐ‐ λάς 〈τε〉 καὶ λευκώματα· μείγνυται καὶ ἐμπλάστροις καὶ μύ‐ ροις εἰς χρῶσιν, ὡς καὶ τῷ ῥοδίνῳ. ἔστι δὲ καὶ ἱδρώτων | 82 in vol. 3 |
5 | κινητικὸν καὶ κοιλίας ταρακτικὸν σὺν οἴνῳ καὶ ὕδατι λημφθέν, κακοστόμαχον δέ· μείγνυται καὶ ἀκόποις καὶ σμήγμασι πρὸς τριχῶν λεπτυσμόν, καὶ καθόλου ἐστὶ δριμύ, πυρωτικὸν ὥσπερ οἱ ἅλες. | |
5.113.1 | νίτρον δὲ προκριτέον τὸ κοῦφον καὶ ῥοδωπὸν ἢ λευ‐ κὸν τὴν χρόαν, κατατετρημένον, οἱονεὶ σπογγῶδες· τοιοῦτον δέ ἐστι τὸ ἐκ τῶν Βρυγῶν. ἀφρὸς δὲ νίτρου ἄριστος 〈μὲν〉 εἶναι δοκεῖ ὁ κουφότατος | |
5 | καὶ πλακώδης, εὔθρυπτός τε καὶ ἐμπόρφυρος καὶ ἀφρώδης, ἔτι δὲ δηκτικός, οἷός ἐστιν ὁ ἐκ Φιλαδελφίας κομιζόμενος τῆς ἐν Λυδίᾳ· δευτερεύει δὲ ὁ Αἰγύπτιος, γεννᾶται δὲ καὶ ἐν Μα‐ γνησίᾳ τῆς Καρίας. | |
5.113.2 | δύναμιν δὲ ἔχει καὶ καῦσιν οὗτός τε καὶ τὸ νίτρον ἁλσὶν ἐμ‐ φερῆ· ἐκ περισσοῦ δὲ τὸ νίτρον καὶ στρόφους παύει λεανθὲν μετὰ κυμίνου καὶ ποθὲν μετὰ ὑδρομέλιτος ἢ μετὰ ἑψήματος ἤ τινος | |
τῶν διαφορεῖν δυναμένων πνεύματα, οἷον πηγάνου ἢ ἀνήθου. | 83 in vol. 3 | |
5 | ἔστι δὲ καὶ περιοδικῶν σύγχρισμα πρὸ τῆς ὑπόπτου προσβολῆς· μείγνυται καὶ διαφορητικαῖς καὶ ἐπισπαστικαῖς καὶ λεπρικαῖς | |
5.113.3 | ἐμπλάστροις. σὺν ὕδατι δὲ ἢ οἴνῳ ἐγχεόμενον ἐμπνευματώ‐ σεις τε καὶ ἤχους ὤτων ἰᾶται καὶ πυορροίας· καθαίρει δὲ καὶ ῥύπον σὺν ὄξει ἐγχεόμενον, κυνοδήκτους τε ἰᾶται σὺν στέατι ὀνείῳ ἢ ὑείῳ· ἀναστομοῖ δὲ καὶ δοθιῆνας ἀναλημφθὲν τερμιν‐ | |
5 | θίνῃ ῥητίνῃ. μετὰ σύκων δὲ ὑδρωπικῶν ἐστι κατάπλασμα, σὺν μέλιτι δὲ ἐγχριόμενον ὀξυδερκές, καὶ πρὸς μύκητας σὺν ὀξυ‐ κράτῳ ποθὲν ἁρμόζει, πρὸς δὲ βουπρήστεις σὺν ὕδατι, πρὸς | |
5.113.4 | ταύρειον δὲ αἷμα σὺν σιλφίῳ· ἀτροφοῦσί τε χρήσιμον κατά‐ πλασμα, παρακμάζουσί τε ὀπισθοτονικοῖς πάθεσι σὺν κηρωτῇ καὶ στρέμμασι· μείγνυται καὶ ἄρτῳ ὠφελίμως ἐπὶ τῶν τὴν γλῶτταν παραλελυμένων. | |
5 | ἔνιοι δὲ καίουσι τὰ προειρημένα ἐπ’ ἄνθρακας πεπυρω‐ μένους ἀπερεισάμενοι, προυποκειμένου καινοῦ ὀστράκου, ἕως ἂν ἐκπυρωθῇ. | |
5.114.1 | τρύγα δὲ παραλημπτέον μάλιστα μὲν τὴν ἀπὸ οἴνου παλαιοῦ Ἰταλικοῦ, εἰ δὲ μή γε, καὶ ἀπὸ ἄλλου ὁμοίου· ἡ δὲ ἀπὸ ὄξους ἐπιτέταται τῇ δυνάμει. | |
καυστέον δὲ ὡς ἀλκυόνιον προεξηραμμένην ἐπιμελῶς. | 84 in vol. 3 | |
5 | τινὲς δὲ ἐπ’ ὄστρακον καινὸν θέντες καίουσι πυρὶ δαψιλεῖ, ἕως ἂν ἐκπυρωθῇ κατὰ βάθος. ἄλλοι δὲ εἰς ἄνθρακας πεπυρω‐ | |
5.114.2 | μένους ἐγκρύψαντες βῶλον ὁμοίως ποιοῦσι. σημεῖον δὲ τῆς δεούσης καύσεως ἡγητέον τὸ λευκὸν ἢ ἀερόχρουν τοῦ χρώματος καὶ τὸ προσενεχθεῖσαν τῇ γλώσσῃ οἱονεὶ φλέγειν αὐτήν. ὡσαύ‐ τως δὲ καὶ ἡ ἀπὸ ὄξους καίεται. | |
5 | δύναμιν δὲ ἔχει καυστικὴν σφόδρα καὶ σμηκτικήν, κατα‐ σταλτικήν τε καὶ στυπτικὴν καὶ σηπτικὴν ἄγαν καὶ ξηραντικήν. χρηστέον δὲ τῇ τρυγὶ προσφάτῳ οὔσῃ· ταχὺ γὰρ διαπνεῖται, ὅθεν οὐδὲ ἀσκέπαστον οὐδὲ χωρὶς ἄγγους αὐτὴν ἀποθετέον. | |
5.114.3 | πλύνεται δὲ αὕτη ὡς 〈ἡ〉 πομφόλυξ. ἡ δὲ ἄκαυστος στέλλει οἰδήματα καθ’ ἑαυτὴν καὶ μετὰ μυρσίνης, καὶ κοιλίαν καὶ στό‐ μαχον ῥευματιζόμενον καταπλασθεῖσα στέλλει, καὶ ῥοῦν γυναι‐ κεῖον κατὰ ἤτρου καὶ αἰδοίου καταπλασσομένη πραύνει, καὶ | |
5 | φύγεθλα ἀνέλκωτα διαφορεῖ καὶ φύματα, μαστούς τε σπαργῶντας σβέννυσιν. ἡ δὲ κεκαυμένη λεπροὺς ἀφίστησιν ὄνυχας σὺν ῥη‐ τίνῃ, καὶ μετὰ σχινίνου ἐλαίου συγχρισθεῖσα νύκτα ὅλην ξαν‐ θὰς ποιεῖ τὰς τρίχας. πλυθεῖσα δὲ μείγνυται εἰς τὰ ὀφθαλ‐ μικὰ ὡς ἡ σποδός· σμήχει δὲ οὐλὰς καὶ ἀχλῦς τὰς ἐν ὀφθαλμοῖς | |
10 | ἡ τοιαύτη. | |
5.115.1 | ἄσβεστος δὲ γίνεται μὲν οὕτως· τῶν θαλαττίων κηρύκων τὰ ὄστρακα λαβὼν πυρὶ ἔγκρυψον ἢ εἰς κλίβανον διά‐ πυρον καθεὶς ἄφες ἐννυκτερεῦσαι. τῇ δὲ ἐχομένῃ, ἐὰν μὲν λευ‐ κότατα γένηται, ἀνελοῦ· εἰ δὲ μή, πάλιν καῖε, ἄχρις ἂν ἱκανῶς | 85 in vol. 3 |
5 | λευκανθῇ. εἶτα ἀποβάψας αὐτὰ εἰς ψυχρὸν ὕδωρ ἔμβαλε εἰς χύτραν καινὴν καὶ σκεπάσας αὐτὰ ῥάκεσιν ἐπιμελῶς ἔασον ἐνταῦ‐ θα νύκτα μίαν. πρωὶ δὲ ἀνελόμενος ἀπειληφυῖαν τὸ παντελὲς τῆς κατεργασίας ἀποτίθεσο. | |
5.115.2 | σκευάζεται δὲ καὶ ἐκ λίθων κοχλάκων καὶ τῆς χυδαίας μαρ‐ μάρου, ἥτις καὶ προκρίνεται τῶν ἄλλων ἀσβέστων. δύναμιν δὲ ἔχει πᾶσα κοινῶς ἄσβεστος πυρωτικήν, δηκτικήν, καυστικήν, ἐσχαρωτικήν. μειγνυμένη δέ τισιν ἑτέροις ὡς στέατι ἢ | |
5 | ἐλαίῳ γίνεται πεπτική, μαλακτική, διασκεδαστική, κατουλωτική. ἐνεργεστέραν δὲ καὶ ταύτης ἡγητέον τὴν πρόσφατον καὶ ἄβροχον. | |
5.116.1 | γύψος δύναμιν ἔχει στυπτικήν, ἐμπλαστικήν, αἱμορ‐ ραγίας τε καὶ ἱδρώτων ἐφεκτικήν. ποθεῖσα δὲ κτείνει τῷ κατὰ πνιγμὸν τρόπῳ. | |
5.117.1 | τέφρα κληματίνη δύναμιν ἔχει καυστικήν. σὺν ὀξυγ‐ γίῳ δὲ ἢ ἐλαίῳ καταπλασθεῖσα θλάσματά 〈τε〉 πλευρῶν καὶ ἄρ‐ θρων λυγίσματα καὶ συστροφὰς νεύρων ὠφελεῖ, σὺν νίτρῳ δὲ καὶ ὄξει σαρκώσεις ὀσχέου στέλλει. καταπλασθεῖσα δὲ σὺν | 86 in vol. 3 |
5 | ὄξει ἑρπετόδηκτα καὶ κυνόδηκτα ἰᾶται, ἐσχαρωτικαῖς τε μείγ‐ νυται· καὶ πίνεται δὲ ἐξ αὐτῆς ἡ κονία πρὸς πτώματα καὶ μύκητας σὺν ἁλσὶ καὶ ὄξει. | |
5.118.1 | τοῦ δὲ ἀλκυονίου πέντε γνωστέον εἴδη ὑπάρχειν· τὸ μὲν γὰρ πυκνόν τέ ἐστι καὶ τῷ ῥυθμῷ σπογγῶδες καὶ βαρύ, ἔτι δὲ βρωμῶδες καὶ ἰχθύος ὄζον, ὃ δὴ πλεῖστον ἐπὶ τῶν ἠιό‐ νων εὑρίσκεται. τὸ δὲ ἑξῆς κατὰ μὲν τὸ σχῆμα πτερυγίῳ | |
5 | ὀφθαλμικῷ ἢ σπόγγῳ ἔοικε, κοῦφον δέ ἐστι καὶ πολύκενον καὶ | |
5.118.2 | φυκώδη ἀποφορὰν ἔχον. τὸ δὲ τρίτον σκωληκοειδὲς ὑπάρχει τῷ τύπῳ, καὶ τῇ χρόᾳ ἐμπόρφυρον, ὅ τινες Μιλήσιον καλοῦσι. τὸ τέταρτον δὲ ἐρίοις οἰσυπηροῖς ὅμοιον, πολύκενον, κοῦφον. τὸ δὲ πέμπτον ἔοικε μὲν κατὰ τὸ σχῆμα μύκητι, ἄνοσμον δέ | |
5 | ἐστι καὶ τραχὺ ἔνδοθεν, κισήρει κατά τι ἐοικός, ἔξωθεν δὲ λεῖον, δριμύ, 〈ὃ〉 πλεῖστον ἐν τῇ Προποντίδι κατὰ τὴν καλουμέ‐ | |
νην Βέσβικον νῆσον γεννᾶται, ὃ ἐπιχωρίως ἁλὸς ἄχνην καλοῦσι. | 87 in vol. 3 | |
5.118.3 | τούτων τὸ μὲν πρῶτον καὶ δεύτερον εἰς σμήγματα παρα‐ λαμβάνεται γυναικῶν, καὶ πρὸς φακούς, λειχῆνάς τε καὶ λέπρας καὶ ἀλφοὺς καὶ μελανίας καὶ σπίλους τοὺς ἐπὶ τοῦ προσώπου καὶ τοῦ λοιποῦ σώματος. τὸ δὲ τρίτον εὐθετεῖ πρὸς δυσου‐ | |
5 | ροῦντας καὶ ἀμμώδη συλλέγοντας ἐν τῇ κύστει νεφριτικούς, πρὸς ὕδρωπας, σπλῆνας. καὲν δὲ καὶ καταχρισθὲν σὺν οἴνῳ ἀλω‐ | |
5.118.4 | πεκίας θεραπεύει. τὸ δὲ ὕστατον ὀδόντας λευκαίνειν δύναται· παραλαμβάνεται δὲ καὶ εἰς ἄλλα σμήχματα καὶ ψίλωθρα μισ‐ γόμενον ἁλσί. καῦσαι δὲ βουλόμενός τι τούτων εἰς ὠμὴν χύτραν ἔμβαλε | |
5 | καὶ περιαλείψας τὸ στόμα αὐτῆς πηλῷ δὸς εἰς κάμινον· ὅταν δὲ ὀπτηθῇ ὁ κέραμος αὐτῆς, ἀνελόμενος ἀπόθου καὶ χρῶ. πλύ‐ νεται δὲ ὡς ἡ καδμεία. | |
5.119.1 | ὁ δὲ προσαγορευόμενος ἀδάρκης γίνεται μὲν ἐν Γα‐ λατίᾳ, ἔστι δὲ ὥσπερ ἐπίπαγός τις ὑφαλμυρίζων, καθ’ ὑγρῶν | |
καὶ τελματωδῶν τόπων ἐν ξηρασίᾳ ἐπιγινόμενος καὶ περιπη‐ γνύμενος καλαμίοις καὶ χορταρίοις. ἔοικε δὲ τὴν χρόαν ἄνθει | 88 in vol. 3 | |
5 | Ἀσσίου λίθου, τῷ δὲ ὅλῳ τύπῳ ἀλκυονίῳ τῷ μαλακῷ καὶ πο‐ λυκένῳ, καὶ ἔστιν οἱονεὶ λιμναῖον ἀλκυόνιον. εὐθετεῖ δὲ πρὸς ἐκδορὰν λεπρῶν καὶ ἐφηλίδων καὶ λειχή‐ νων καὶ φακῶν καὶ τῶν ὁμοίων. καθόλου δέ ἐστι δριμύ, μετα‐ συγκριτικόν, ὠφελοῦν καὶ ἰσχιάδας. | |
5.120.1 | τῶν δὲ σπόγγων τοὺς μὲν ἄρρενας ἐκάλεσάν τινες λεπτοτρήτους καὶ πυκνοὺς ὄντας, ὧν τοὺς σκληροτάτους τράγους ὠνόμασαν, τοὺς δὲ θήλεις οἳ ἐναντίως τοῖς προειρημένοις διά‐ κεινται. καῦσιν δὲ ἔχουσι τὴν αὐτὴν 〈τῷ〉 ἀλκυονίῳ. | |
5 | δύναται δὲ ὁ καινός τε καὶ ἀλιπὴς τραυματικός τε εἶναι καὶ οἰδήματα στέλλειν καὶ τὰ νεότρωτα κολλᾶν σὺν ὕδατι ἢ ὀξυκράτῳ, σὺν μέλιτι δὲ ἑφθῷ 〈καὶ〉 παλαιοὺς κόλπους παρακολ‐ | |
5.120.2 | λᾶν· ὁ δὲ παλαιὸς ἄχρηστος. διαστέλλουσι δὲ καὶ μεμυκότα ἕλκη καὶ τύλους ἐσκελετευμένοι 〈ἐντιθέμενοι〉 λίνῳ, καὶ αὐτοὶ ξηροὶ παρεντιθέμενοι ὥσπερ μοτά. τὰ δὲ ῥευματικὰ ὑπό‐ νομα καὶ χρόνια ἕλκη ἐξικμάζουσιν ἐπιτιθέμενοι ἄνικμοι καὶ | |
5 | κενοί, ἐπέχουσι δὲ καὶ αἱμορραγίας σὺν ὄξει. οἱ δὲ κεκαυμένοι 〈εὔθετοι〉 πρὸς ξηροφθαλμίας καὶ ὅπου δεῖ σμῆξαι ἢ στῦψαί τι· βέλτιον δὲ ποιοῦσι πλυθέντες εἰς τὰ ὀφθαλμικά. σὺν δὲ | |
πίσσῃ καέντες πρὸς αἱμορραγίαν ἁρμόζουσι. | 89 in vol. 3 | |
5.120.3 | λευκαίνονται δὲ αὐτῶν οἱ ἁπαλώτατοι ἐν τοῖς καύμασι βρε‐ χόμενοι τῇ ἐπὶ τῶν πετρῶν συνισταμένῃ ἁλὸς ἄχνῃ καὶ ἡλιαζόμε‐ νοι· ἐπιβλεπέτω δὲ τὸ μὲν κοῖλον αὐτῶν ἄνω, κάτω δὲ ἡ ἀποτο‐ μή. εἰ δὲ εἴη αἰθρία, καὶ ὑπὸ τὴν σελήνην τίθενται, βρεχόμενοι | |
5 | τῇ ἁλὸς ἄχνῃ ἢ θαλάσσῃ· γίνονται δὲ λευκότατοι 〈οἱ τοιοῦτοι〉. | |
5.121.1 | τὸ δὲ κουράλιον, ὅπερ ἔνιοι λιθόδενδρον ἐκάλεσαν, δοκεῖ μὲν εἶναι φυτὸν ἐνάλιον, στερροποιεῖσθαι δέ, ὅταν ἐκ τοῦ βυθοῦ ἑλκυσθῇ τῆς ἁλὸς ἁπτόμενον τοῦ περικεχυμένου ἡ‐ μῖν ἀέρος. εὑρίσκεται δὲ πλεῖστον ἐν τῷ κατὰ Συρακούσας | |
5.121.2 | ἀκρωτηρίῳ 〈τῷ〉 καλουμένῳ Παχύνῳ. ἄριστον δέ ἐστι τὸ πυρρὸν τῇ χρόᾳ καὶ ἐμφερὲς Συρικῷ ἢ σάνδυκι κατακορεῖ, εὐθρυβές τε ὡς ἐν ἑαυτῷ καὶ ὁμαλὸν δι’ ὅλης τῆς συγκρίσεως, ἔτι δὲ ὀσμὴν βρυώδη καὶ φυκίοις ἐμφερῆ ἔχον, πρὸς δὲ τούτοις πολύοζον | |
5 | καὶ κινναμωμίζον τῷ τύπῳ τῶν θαμνίσκων. τὸ δὲ λιθῶδες τῇ συγκρίσει καὶ τῇ χρόᾳ ψωρόν, σεσηραγγωμένον τε καὶ χαῦνον φαῦλον οἰητέον εἶναι. | |
5.121.3 | στύφει δὲ τῇ δυνάμει καὶ ψύχει ἐπιεικῶς. καταστέλλει δὲ τὰ ὑπερέχοντα καὶ οὐλὰς σμήχει τὰς ἐν ὀφθαλμοῖς· πληροῖ δὲ | |
καὶ κοιλώματα καὶ κατουλοῖ, πρός τε αἵματος ἀναγωγὰς ἱκανῶς ἐνεργεῖ, καὶ δυσουροῦσιν ἁρμόζει, καὶ σπλῆνα τήκει σὺν ὕδατι | 90 in vol. 3 | |
5 | πινόμενον. | |
5.122.1 | καὶ τὸ καλούμενον δὲ ἀντιπαθὲς κουράλιον οἰητέον ὑπάρχειν, εἰδικὴν ἔχον διαφοράν. ἔστι δὲ τῇ μὲν χρόᾳ μέλαν, δενδρίζον δὲ καὶ αὐτὸ καὶ ὀζῶδες μᾶλλον. δύναμιν δὲ ἔχει τὴν ἴσην τῷ προειρημένῳ. | |
5.123.1 | λίθος Φρύγιος, ᾧ ἐν Φρυγίᾳ οἱ βαφεῖς χρῶνται, ὅθεν καὶ ὠνόμασται, γεννᾶται ἐν Καππαδοκίᾳ. ἄριστος δέ ἐστιν ὁ ὠχρὸς καὶ μέσως βαρύς, οὐκ ἰσότονος τῇ συγκρίσει τοῦ χρώματος, ἔχων δὲ διαφύσεις λευκὰς ὡς ἡ καδμεία. | |
5.123.2 | καίεται δὲ οὕτως· βρέξας αὐτὸν ὡς ὅτι καλλίστῳ οἴνῳ δια‐ πύροις ἔγκρυψον ἄνθραξι καὶ ῥίπιζε συνεχῶς· ὅταν δὲ μετα‐ βάλῃ τὴν χρόαν κιρρότερος γενόμενος, ἐξελὼν 〈αὐτὸν〉 σβέσον τῷ αὐτῷ οἴνῳ, καὶ πάλιν εἰς τοὺς ἄνθρακας ἀποθέμενος τὰ αὐτὰ | |
5 | ποίει· καῖε δ’ αὐτὸν καὶ ἐκ τρίτου, προσέχων μὴ θρυβῇ καὶ ἀπασβολωθῇ. | |
5.123.3 | δύναμιν δὲ ἔχει ὠμός τε καὶ κεκαυμένος στυπτικὴν ἐνεργῶς, ἔτι δὲ ἀνακαθαρτικὴν καὶ ἐσχαρωτικήν, κατακαυμάτων τε ἰατι‐ κὴν σὺν κηρωτῇ 〈καὶ〉 σηπτικὴν ποσῶς. πλύνεται δὲ ὡς ἡ | |
καδμεία. | 91 in vol. 3 | |
5.124.1 | Ἄσσιον δὲ λίθον παραλημπτέον τὸν κισηροειδῆ τὴν χρόαν, χαῦνόν τε καὶ κοῦφον, ἔτι δὲ εὐθρυβῆ καὶ διαφύσεις μηλίνας ἔχοντα διὰ βάθους. τὸ δὲ ἄνθος αὐτοῦ ἐστιν ἡ ἐφι‐ ζάνουσα ἁλμυρὶς τῇ ἐπιφανείᾳ τῶν λίθων, τῇ μὲν συστάσει | |
5 | λεπτή, τῇ δὲ χρόᾳ τὸ μέν τι λευκόν ἐστι, τὸ δέ τι ἔοικε κισή‐ ρει, ἐπὶ τὸ μήλινον τετραμμένον, προσαγόμενόν τε τῇ γλώττῃ δάκνει ποσῶς. | |
5.124.2 | δύναμιν δὲ ἔχει ἑκάτερον σηπτικὴν ἡσυχῆ καὶ διαφορητι‐ κὴν φυμάτων τερεβινθίνῃ ἀναλαμβανόμενον ῥητίνῃ ἢ πίσσῃ. εὐτονώτερον δὲ τὸ ἄνθος ἡγητέον· ἐκ περισσοῦ δὲ τοῦτο ξηραι‐ νόμενον τὰ παλαιὰ καὶ δυσκατούλωτα ἕλκη ἰᾶται, καταστέλλει | |
5 | δὲ τὰ ὑπερσαρκοῦντα καὶ μύκησιν ὅμοια καὶ θηριώδη. πληροῖ δὲ καὶ τὰ κοῖλα τῶν ἑλκῶν καὶ ἀνακαθαίρει σὺν μέλιτι, καὶ τὰ | |
5.124.3 | νεμόμενα δὲ ἵστησι μιγὲν κηρωτῇ. 〈ποιεῖ〉 καὶ ποδαγρικοῖς ἐν καταπλάσμασι μετ’ ἐρεγμοῦ, καὶ σπληνικοῖς μετ’ ὄξους καὶ ἀσβέστου, ἐκλειχόμενόν τε [τὸ ἄνθος] μετὰ μέλιτος φθισικοὺς ὠφελεῖ. κατασκευάζονται δὲ καὶ πύελοι ἐκ τοῦ λίθου, εἰς ἃς | |
5 | οἱ ποδαγρικοὶ τοὺς πόδας ἐντιθέντες ὠφελοῦνται, καὶ σοροὶ σαρκοφάγοι γίνονται. ἰσχναίνει καὶ τὰ πολύσαρκα καὶ παχέα σώματα καταπασσόμενον 〈τὸ ἄνθοσ〉 ἀντὶ νίτρου ἐν βαλανείῳ. ἐὰν δέ τις πλῦναι θέλῃ τὰ προειρημένα, πλυνέτω ὡς τὴν | |
καδμείαν. | 92 in vol. 3 | |
5.125.1 | πυρίτης λίθος εἶδός ἐστι λίθου, ἀφ’ οὗ ὁ χαλκὸς μεταλλεύεται. λημπτέον μέντοι τὸν χαλκοειδῆ, εὐχερῶς τε σπινθῆρας ἀφιέντα. καυστέον δὲ τῷ τρόπῳ τούτῳ· μέλιτι δεύσας αὐτὸν ἔνθες εἰς ἀνθρακιὰν μαλακὴν καὶ ῥίπιζε συνεχῶς, | |
5 | ἕως ἂν τὴν χρόαν κιρρὸς γένηται. ἔνιοι δὲ εἰς πολλοὺς καὶ πεπυρωμένους ἄνθρακας ἀποτίθενται ἱκανῶς βεβρεγμένον τῷ | |
5.125.2 | μέλιτι τὸν λίθον· ὅταν δὲ μέλλῃ τρέπεσθαι ἐπὶ τὸ κιρρότερον, ἀναιροῦνται, καὶ ἀποφυσήσαντες τὴν σποδὸν πάλιν καίουσι διάβροχον, ἕως ἂν ψαθυρώτατος γένηται ὁμαλῶς· πολλάκις γὰρ μόνον ἐπικαίεται τὴν ἐπιφάνειαν. οὕτω δὲ ἀποκαύσαντες | |
5 | καὶ ξηράναντες ἀποτίθενται. ἐὰν δὲ πεπλυμένου χρεία ὑπάρχῃ, πλυτέον ὡς τὴν καδμείαν. | |
5.125.3 | δύναμιν δὲ ἔχει κεκαυμένος τε καὶ ὠμὸς θερμαντικήν τε καὶ σμηκτικὴν καὶ ἀποκαθαρτικὴν τῶν ἐπισκοτούντων ταῖς κό‐ ραις, διαφορητικήν τε καὶ πεπαντικὴν σκληρωμάτων ἀναλημ‐ φθεὶς ῥητίνῃ· καταστέλλει δὲ καὶ τὰ ὑπερσαρκοῦντα μετὰ ποσῆς | |
5 | θερμασίας καὶ στύψεως. καλοῦσι δὲ ἔνιοι τὸν οὕτω καέντα | |
διφρυγές. | 93 in vol. 3 | |
5.126.1 | αἱματίτης δὲ λίθος ἄριστός ἐστιν ὁ εὐθρυβὴς μὲν ὡς ἐν ἑαυτῷ, σκληρὸς δὲ καὶ κατακορὴς ὁμαλῶς, ἀνεπίμικτος ῥυπαρίας τινὸς ἢ διαζωμάτων. δύναμιν δὲ ἔχει στυπτικὴν 〈καὶ〉 θερμαντικὴν πορῶς καὶ | |
5 | λεπτυντικὴν καὶ σμηκτικὴν οὐλῶν τῶν ἐν ὀφθαλμοῖς καὶ τραχω‐ μάτων σὺν μέλιτι, σὺν δὲ γάλακτι γυναικείῳ πρὸς ὀφθαλμίας | |
5.126.2 | καὶ ῥήξεις καὶ ὑφαίμους ὀφθαλμούς. πίνεται δὲ σὺν οἴνῳ πρὸς δυσουρίας καὶ ῥοικάς, καὶ πρὸς αἵματος πτύσιν σὺν χυλῷ ῥόας· γίνεται δὲ καὶ κολλούρια καὶ ἀκόνια ἐξ αὐτοῦ πρὸς τὰ ἐν ὀφθαλμοῖς πάθη ἐπιτήδεια. | |
5 | καίεται δὲ ἐμφερῶς τῷ Φρυγίῳ λίθῳ τοῦ οἴνου περιῃρη‐ μένου· μέτρον δὲ ἔστω τῆς καύσεως τὸ γενέσθαι αὐτὸν μέσως | |
5.126.3 | κοῦφον καὶ πεπομφολυγωμένον. δολοῦσι δέ τινες τὸν προειρη‐ μένον οὕτω· λαβόντες βῶλον σχιστοῦ λίθου πυκνόν τε καὶ στρογ‐ γύλον—τοιαῦται δέ εἰσιν αὐτοῦ αἱ λεγόμεναι ῥίζαι—εἰς κερα‐ μεᾶν γάστραν σποδιὰν ἔχουσαν θερμὴν ἐγκρύπτουσιν, εἶτα δια‐ | |
5 | λιπόντες μικρὸν ἀναιροῦνται καὶ ἐπ’ ἀκόνης τρίβουσι δοκιμά‐ | |
5.126.4 | ζοντες, εἰ τὴν αἱματίτου χρόαν ἀπείληφε. κἂν μὲν οὕτως ἔχῃ, ἀποτίθενται, εἰ δὲ μή, πάλιν ἐγκρύπτουσι, συνεχῶς ἐφο‐ | |
ρῶντες καὶ δοκιμάζοντες· ἀφεθεὶς γὰρ ἐπὶ πολὺ ἐν τῇ σποδιᾷ μεταβάλλει τῷ χρώματι, ἔπειτα καὶ διαχεῖται. ἀπελέγχεται δὲ | 94 in vol. 3 | |
5 | ὁ κεκακοτεχνημένος πρῶτον μὲν ταῖς διαφύσεσιν· ὁ μὲν γὰρ ἐπ’ εὐθείας εἰς κτηδόνας ἀποκλᾶται ὁ δὲ αἱματίτης οὐχ οὕτως | |
5.126.5 | ἔχει· 〈εἶτα〉 καὶ ἀπὸ τῆς χρόας· ὁ μὲν γὰρ εὐανθὲς ἀνίησιν ὁ δὲ αἱματίτης βαθύτερον καὶ τῷ κινναβάρει ἐοικός. εὑρίσκεται δὲ ἐν τῇ Σινωπικῇ μίλτῳ, καὶ ἐκ τῆς μαγνήτι‐ δος δὲ πέτρας καιομένης ἐφ’ ἱκανὸν κατασκευάζεται, αἱματίτης | |
5 | δὲ αὐτοφυὴς ἐν Αἰγύπτῳ μεταλλεύεται. | |
5.127.1 | σχιστὸς δὲ λίθος γεννᾶται μὲν ἐν τῇ καθ’ ἑσπέραν Ἰβηρίᾳ, ἄριστος δὲ εἶναι δοκεῖ ὁ παρακροκίζων τῇ χρόᾳ, εὐθρυ‐ βής τε καὶ εὔσχιστος ὡς ἐν ἑαυτῷ· ἔοικε δὲ τῆς συνθέσεως ἕνεκεν καὶ ἀλληλουχίας τῶν κτηδόνων αὐτοῦ ἀμμωνιακῷ ἁλί. | |
5.127.2 | δύναμιν δὲ τὴν αὐτὴν τῷ αἱματίτῃ εἰσφέρεται, τῇ εὐτονίᾳ μόνον λειπόμενος αὐτοῦ. πληροῖ δὲ καὶ κοιλώματα γυναικείῳ διεθεὶς γάλακτι, καὶ πρὸς ῥήξεις καὶ προπτώσεις 〈ὀφθαλμῶν〉, ἔτι δὲ τρα‐ χύτητας βλεφάρων καὶ σταφυλώματα λίαν ἐνεργεῖ. | |
5.128.1 | τοῦ δὲ γαγάτου προκριτέον τὸν ταχέως ἐξαπτόμενον καὶ ἀσφαλτίζοντα ἐν τῇ ὀσμῇ· μέλας δὲ κοινῶς ὑπάρχει καὶ αὐχμηρός, ἔτι δὲ πλακώδης καὶ κοῦφος ἄγαν. δύναμιν δὲ ἔχει μαλακτικὴν καὶ διαφορητικήν· ἔστι δὲ καὶ | 95 in vol. 3 |
5 | ἐπιλημπτικῶν ἔλεγχος ὑποθυμιαθείς, καὶ ὑστερικὰς ἀνακαλεῖται. | |
5.128.2 | διώκει δὲ καὶ ἑρπετὰ θυμιαθείς, καὶ ποδαγρικαῖς μείγνυται δυνάμεσι. γεννᾶται δὲ ἐν Λυκίᾳ εὑρισκόμενος κατά τινος ποτα‐ μοῦ ἔκρυσιν εἰς τὴν θάλασσαν ἐκχεομένου· καλεῖται δὲ ὁ τόπος Γάγαι. | |
5.129.1 | ὁ δὲ λεγόμενος Θρᾳκίας γεννᾶται μὲν κατὰ Σιντίαν ἐν ποταμῷ τῷ λεγομένῳ Πόντῳ. δύναται δὲ τὰ αὐτὰ τῷ γαγάτῃ. ἱστορεῖται δὲ ἐκκαίεσθαι μὲν αὐτὸν ὕδατι, σβέννυσθαι δὲ ὑπ’ ἐλαίου, ὅπερ καὶ ἐπὶ τῆς ἀσφάλτου γίνεται | |
5.130.1 | τοῦ δὲ μαγνήτου λίθου ἄριστός ἐστιν ὁ τὸν σίδη‐ ρον εὐχερῶς ἕλκων καὶ τὴν χρόαν κυανίζων, πυκνός τε καὶ οὐκ | |
ἄγαν βαρύς. δύναμιν δὲ ἔχει πάχους ἀγωγὸν διδόμενος μετὰ μελικράτου | 96 in vol. 3 | |
5 | τριωβόλου βάρος. ἔνιοι δὲ τοῦτον καίοντες ἀντὶ 〈τοῦ〉 αἱματί‐ του πιπράσκουσιν. | |
5.131.1 | ὁ δὲ Ἀραβικὸς λεγόμενος λίθος ἔοικεν ἐλέφαντι ἀσπίλῳ. οὗτος λεῖος καταπλασθεὶς αἱμορροίδας ἀποξηραίνει, καεὶς δὲ ὀδόντων σμῆγμα γίνεται. | |
5.132.1 | ὁ δὲ γαλακτίτης ὠνόμασται ἀπὸ τοῦ γαλακτῶδες ἀνιέναι· ἔστι μέντοι ἄλλως ἔντεφρος τὴν χρόαν, γλυκύς τε πρὸς τὴν γεῦσιν. ἁρμόζει δὲ πρὸς ὀφθαλμῶν ῥεύματα καὶ ἕλκη ἐγχριόμενος. | |
5 | δεῖ δὲ τρίψαντας αὐτὸν ἐν ὕδατι ἀποτίθεσθαι ἐν πυξίδι μολυ‐ βδίνῃ διὰ τὸ περὶ αὐτὸν κολλῶδες. | |
5.133.1 | ὁ δὲ μελιτίτης κατὰ πάντα ἔοικε τῷ γαλακτίτῃ, δια‐ φέρων ἐν τῷ γλυκύτατον ἀνιέναι τὸν χυλόν. ποιεῖ δὲ πρὸς ἃ καὶ ὁ γαλακτίτης. | 97 in vol. 3 |
5.134.1 | λίθος μόροχθος, ὃν ἔνιοι γαλαξίαν ἢ λευκογραφίδα ἐκάλεσαν, ἐν Αἰγύπτῳ γεννᾶται, ᾧ καὶ οἱ ὀθονιοποιοὶ πρὸς λεύκανσιν τῶν ὀθονίων χρῶνται, μαλακῷ καὶ εὐανέτῳ ὄντι. δοκεῖ δὲ παρεμπλάσσειν, ἁρμόζων ἐπὶ αἱμοπτυικῶν καὶ | |
5 | κοιλιακῶν καὶ κύστεως ἀλγημάτων σὺν ὕδατι πινόμενος, καὶ ῥοικαῖς ὁμοίως καὶ ἐν προσθέτῳ, εἴς τε τὰ μαλακὰ ὀφθαλ‐ μικὰ μείγνυται· πληροῖ γὰρ κοιλώματα καὶ ῥεύματα ἵστησι. σὺν δὲ κηρωτῇ ἀναλημφθεὶς τὰ τρυφερὰ τῶν ἑλκῶν ἀπουλοῖ. | |
5.135.1 | λίθος ἀλαβαστρίτης ὁ καλούμενος ὄνυξ ἀναλημ‐ φθεὶς κεκαυμένος ῥητίνῃ ἢ πίσσῃ διαφορεῖ σκληρίας, στομά‐ χου δὲ ἀλγήματα μετὰ κηρωτῆς παρηγορεῖ· στέλλει δὲ καὶ οὖλα. | |
5.136.1 | λίθος ὁ καλούμενος θυίτης γεννᾶται μὲν ἐν τῇ Αἰ‐ θιοπίᾳ, ἔστι δὲ ὑπόχλωρος, ἰασπίζων, ἐν δὲ τῷ ἀνίεσθαι γαλα‐ κτώδης φαινόμενος, ἀναδάκνων σφοδρῶς. δύναμιν δὲ ἔχει ἀποκαθαρτικὴν τῶν ταῖς κόραις ἐπι‐ | |
5 | σκοτούντων. | 98 in vol. 3 |
5.137.1 | ὁ δὲ Ἰουδαικὸς λίθος γεννᾶται μὲν ἐν τῇ Ἰουδαίᾳ, τῷ σχήματι βαλανοειδής, λευκός, εὔρυθμος ἱκανῶς, ἔχων γραμ‐ μὰς παραλλήλους ὡς ἀπὸ τόρνου, ἀνιέμενος δέ ἐστιν ἄποιος ἐν τῇ γεύσει. | |
5 | δύναται δὲ ἐρεβινθιαῖον μέγεθος διεθὲν ὡς κολλούριον ἐπ’ ἀκόνης σὺν ὕδατος θερμοῦ κυάθοις τρισὶ καὶ ποθὲν δυσουρίαις βοηθεῖν καὶ τοὺς ἐν κύστει λίθους θρύπτειν. | |
5.138.1 | λίθος ἀμίαντος γεννᾶται μὲν ἐν Κύπρῳ, στυπτηρίᾳ σχιστῇ ἐοικώς, ὃν ἐργαζόμενοι 〈οἱ τῇδε ἄνθρωποι〉 ὑφάσματα ποιοῦσιν ἐξ αὐτοῦ, ὄντος ἱμαντώδους, πρὸς θέαν. ἐμβληθεὶς δὲ εἰς πῦρ φλογοῦται μέν, λαμπρότερος δὲ ἐξέρχεται μὴ κατα‐ | |
5 | καιόμενος. | |
5.139.1 | λίθος σάπφειρος δοκεῖ ὠφελεῖν σκορπιοπλήκτους πινόμενος· πίνεται δὲ καὶ πρὸς τὰς ἐντὸς ἑλκώσεις, καὶ τὰς ἐν ὀφθαλμοῖς 〈δὲ〉 ὑπεροχὰς καὶ σταφυλώματα καὶ φλυκταίνας | |
στέλλει, καὶ τὰς ῥήξεις τῶν ὑμένων συνάγει. | 99 in vol. 3 | |
5.140.1 | λίθος Μεμφίτης εὑρίσκεται ἐν Αἰγύπτῳ κατὰ Μέμφιν, ἔχων ψήφων μέγεθος, λιπαρὸς καὶ ποικίλος. οὗτος ἱστορεῖται καταχρισθεὶς λεῖος ἐπὶ τῶν μελλόντων τέμνεσθαι ἢ καίεσθαι τόπων ἀκίνδυνον ἀναισθησίαν ἐπιφέρειν. | |
5.141.1 | λίθος σεληνίτης, ὅν τινες ἀφροσέληνον ἐκάλεσαν διὰ τὸ εὑρίσκεσθαι αὐτὸν νυκτὸς ἐν τῇ τῆς σελήνης παραυξήσει, γεννᾶται ἐν Ἀραβίᾳ, λευκός, διαυγής, κοῦφος. τοῦτον ἀποξύοντες διδόασι πόμα ἐπιλημπτικοῖς, καὶ ἀντὶ | |
5 | φυλακτηρίου δὲ περιάμματι αὐτῷ αἱ γυναῖκες χρῶνται. δοκεῖ δὲ καὶ δένδρεσι προστεθεὶς καρπογόνος εἶναι. | |
5.142.1 | λίθος ἴασπις· ὁ μέν τίς ἐστι σμαραγδίζων, ὁ δὲ κρυσταλλοειδής, ἐοικὼς φλέγματι, ὁ δὲ ἀερίζων, ὁ δὲ καπνίας ὡσπερεὶ κεκαπνισμένος, ὁ δέ τις [καὶ] διαφύσεις ἔχων διαλεύ‐ κους 〈καὶ〉 ἀποστιλβούσας, ἄστριος καλούμενος, ὁ δέ τις τερε‐ | |
5 | βινθίζων λέγεται, καλλαίνῳ χρώματι προσεοικώς. δοκοῦσι δὲ πάντες εἶναι φυλακτήρια περίαπτα καὶ ὠκυτό‐ | |
κια μηρῷ περιαπτόμενα. | 100 in vol. 3 | |
5.143.1 | λίθος ὀφίτης· ὁ μέν τίς ἐστι στιβαρός, μέλας, ὁ δὲ σποδοειδὴς τὴν χρόαν καὶ κατεστιγμένος, ὁ δέ τις γραμμὰς ἔχων λευκάς. πάντες δὲ εὐχρηστοῦσι περιαπτόμενοι ἐπὶ ἐχεοδήκτων καὶ | |
5 | ἐπὶ κεφαλαλγούντων. ὁ δὲ τὰς γραμμὰς ἔχων ἰδίως ἱστορεῖται ληθάργῳ καὶ κεφαλαλγίαις βοηθεῖν. | |
5.144.1 | λίθοι οἱ ἐν τοῖς σπόγγοις εὑρισκόμενοι σὺν οἴνῳ ποθέντες τοὺς ἐν κύστει λίθους θρύπτουσιν. | |
5.145.1 | ἡ δὲ λιθοκόλλα, μεῖγμα οὖσα μαρμάρου ἢ λίθου Παρίου καὶ ταυροκόλλης, δύναται διὰ μηλωτίδος πεπυρωμένης | |
τρίχας ἀνακολλᾶν τὰς ἐν ὀφθαλμοῖς. | 101 in vol. 3 | |
5.146.1 | λίθος ὀστρακίτης ὅμοιός ἐστιν ὀστράκῳ, εὔσχιστος καὶ πλακώδης, ᾧ χρῶνται ἀντὶ κισήρεως πρὸς τριχῶν ἄρσιν αἱ γυναῖκες. ἴσχει δὲ καὶ καταμήνια πινόμενος σὺν οἴνῳ δραχ‐ μῆς μιᾶς πλῆθος, δυεῖν δὲ 𐅻 βάρος ἐὰν πίνῃ τις ἐπὶ ἡμέρας | |
5 | δʹ μετὰ τὴν ἄφεδρον, ἀσυλλημψίαν ποιεῖ. σὺν μέλιτι δὲ ἐπιτι‐ θέμενος μαστοὺς φλεγμαίνοντας παρηγορεῖ καὶ νομὰς ἵστησιν. | |
5.147.1 | σμύρις λίθος ἐστίν, ᾗ τὰς ψήφους οἱ λιθογλύφοι σμήχουσι, χρησίμη εἰς σηπτὰς καὶ καυστικάς, καὶ πρὸς οὔλων πλαδώντων καὶ ὀδόντων σμῆξιν. | |
5.148.1 | ἄμμος ἡ παρὰ τοῖς αἰγιαλοῖς πυρωθεῖσα ὑπὸ τοῦ ἡ‐ λίου ἐξικμάζει τὰ ὑδερώδη σώματα περιχωννύμενα δίχα κεφαλῆς· φώγνυται δὲ καὶ εἰς τὰς ξηρὰς πυρίας ἀντὶ κέγχρου ἢ ἁλῶν. | |
5.149.1 | ἀκόνης Ναξίας τὸ ἀπότριμμα τοῦ πρὸς αὐτὴν ἀκο‐ νηθέντος σιδήρου ἐπιχρισθὲν ἀλωπεκίας τριχοῖ καὶ μαστοὺς παρθένων κωλύει αὔξεσθαι. ποθὲν δὲ μετ’ ὄξους σπλῆνα | |
τήκει καὶ ἐπιλημπτικοὺς ὠφελεῖ. | 102 in vol. 3 | |
5.150.1 | λίθος γεώδης στύφει, ξηραίνει, ἀποκαθαίρει τὰ ἐπι‐ σκοτοῦντα ταῖς κόραις τῶν ὀφθαλμῶν. καταχρισθεὶς δὲ μεθ’ ὕδατος μαστῶν καὶ ὄρχεων παύει φλεγμονάς. | |
5.151.1 | γῆ δὲ πᾶσα ἡ πίπτουσα εἰς ἰατρικὴν χρῆσιν τὴν μὲν ἀνωτάτω δύναμιν ἔχει ψύχουσαν καὶ παρεμπλάσσουσαν, κατ’ εἶδος δὲ διαφέρει 〈ἄλλη〉 ἄλλης εἰς ἄλλα μετά τινος σκευασίας χρησιμευούσης. | |
5.152.1 | τῆς μὲν οὖν Ἐρετριάδος γῆς ἡ μέν τίς ἐστι λευκὴ ἐπιτεταμένως ἡ δὲ σποδοειδής· ἀρίστη δὲ ὑπάρχει ἡ τῇ χρόᾳ σποδίζουσα καὶ μαλακὴ ἄγαν, πρός τε χαλκώματα ἑλκυσθεῖσα γραμμὴν ἰώδη ἀποφερομένη. | |
5 | πλύνεται δὲ ὡς ψιμύθιον, ἢ οὕτως· λεάνας αὐτῆς ὅσον ἂν θέλῃς κατ’ ἰδίαν τε καὶ σὺν ὕδατι ἔασον καταστῆναι. εἶτα τὸ μὲν ὑγρὸν ἀπήθησον, τὴν δὲ γῆν ἐν ἡλίῳ ξηράνας πάλιν τρῖβε ἐπὶ ἡμέραν, ἐπιδοὺς ὕδωρ, ἑσπέρας δὲ ἐάσας ὑποστῆναι, περὶ τὸν ὄρθρον ἀπήθησον καὶ λεάνας ἐν ἡλίῳ ἀνάπλασσε | |
5.152.2 | τροχίσκους, εἰ δυνατὸν εἴη. ἐὰν δὲ ὠπτημένης χρεία ὑπάρχῃ, λαβὼν ἐρεβινθιαῖα μεγέθη τῆς γῆς δὸς εἰς ἀγγεῖον κεραμεοῦν | |
κατατετρημένον, πωμάσας τε τὸ στόμα ἐπιμελῶς ἔνθες εἰς δια‐ πύρους ἄνθρακας καὶ ῥίπιζε συνεχῶς· ὅταν δὲ σποδῷ αἰθα‐ | 103 in vol. 3 | |
5 | λώδει μᾶλλον ἐμφερὴς γένηται τὴν χρόαν, ἀνελόμενος ἀπόθου. δύναμιν δὲ ἔχει στυπτικὴν καὶ ψυκτικήν, κούφως μαλακτι‐ κήν, κοιλωμάτων πληρωτικήν, ἐναίμων κολλητικήν. | |
5.153.1 | τῆς δὲ Σαμίας γῆς τὴν ἄγαν λευκὴν προκριτέον καὶ ἐλαφρὰν καὶ ἐν τῷ θιγεῖν τῇ γλώσσῃ κρατουμένην ἐχεκόλλως, ἔτι δὲ εὔχυτον καὶ μαλακὴν καὶ εὐθρυβῆ, οἵα ἐστίν, ἥν τινες κολλούριον καλοῦσιν. ἔστι δὲ αὐτῆς δύο εἴδη· τό τε προειρη‐ | |
5 | μένον καὶ ὁ καλούμενος ἀστήρ, πλακώδης ὢν καὶ πυκνὸς ὡς ἀκόνη. | |
5.153.2 | δύναμιν δὲ ἔχει καὶ καῦσιν καὶ πλύσιν ἐμφερῆ 〈τῇ〉 Ἐρετριά‐ δι. ἵστησι καὶ αἵματος ἀναγωγήν, καὶ ῥοικαῖς δίδοται γυναιξὶ σὺν βαλαυστίῳ, καὶ ὄρχεων καὶ μαστῶν φλεγμονὰς καταχριο‐ μένη σὺν ὕδατι καὶ ῥοδίνῳ στέλλει καὶ ἱδρῶτας, καὶ θηριοδή‐ | |
5 | κτοις καὶ θανασίμοις ἀρήγει πινομένη σὺν οἴνῳ. | |
5.154.1 | εὑρίσκεται δέ τις ἐν τῇ Σαμίᾳ γῇ λίθος, ᾧ οἱ χρυσοχόοι χρῶνται πρὸς τὸ λεαίνειν καὶ στιλβοῦν· διαφέρει δὲ ὁ λευκὸς καὶ στιβαρός. | |
δύναμιν δὲ ἔχει στυπτικήν, ψυκτικήν, ὠφελῶν στομαχικοὺς | 104 in vol. 3 | |
5 | ἐν ποτῷ ἀμβλεῖς τε τοῖς αἰσθητηρίοις· ποιεῖ καὶ πρὸς τὰ ἐν ὀφθαλμοῖς ῥεύματα καὶ ἕλκη σὺν γάλακτι. δοκεῖ δὲ καὶ ὠκυ‐ τόκιος εἶναι καὶ φυλακτήριος τῶν συνειληφυιῶν περιαπτόμενος. | |
5.155.1 | καὶ τῆς Χίας δὲ τὴν λευκὴν καὶ ὑπότεφρον παραλημπ‐ τέον καὶ τῇ Σαμίᾳ ἐμφερῆ. πλακώδης δέ ἐστι καὶ λεπτή, τοῖς τε σχήμασι τῆς ἀναπλάσεως διαφέρουσα. δύναμιν δὲ τὴν αὐτὴν ἔχει τῇ Σαμίᾳ. τετανὸν δὲ καὶ στίλ‐ | |
5 | βον, ἔτι δὲ εὔχρουν τὸ πρόσωπον καὶ ὅλον τὸ σῶμα ἀποτελεῖ, σμήχει δὲ ἀντὶ νίτρου ἐν βαλανείῳ. | |
5.155.2 | τὰ δὲ αὐτὰ καὶ ἡ Σελινουσία γῆ ποιεῖ. ἀρίστη δέ ἐστιν ἡ ἄγαν λευκὴ καὶ στίλβουσα, εὐθρυβής τε καὶ ταχέως χυλου‐ μένη, ἐπειδὰν ὑγρὸν λάβῃ. | |
5.156.1 | τῆς δὲ Κιμωλίας ἡ μέν ἐστι λευκὴ ἡ δὲ ἐμπόρφυρος καὶ λιπαρίαν τινὰ ἔμφυτον κεκτημένη, πρός τε τὴν ἁφὴν κατά‐ ψυχρος, ἣν ἀρίστην ἡγητέον. ἑκάτεραι δὲ διαφοροῦσιν ὄξει διειμέναι παρωτίδας καὶ τὰ | |
5 | ἄλλα φύματα, πρός τε τὰ πυρίκαυτα ποιοῦσιν ἐπιχριόμεναι παραχρῆμα, ὥστε ἀφλυκταίνωτα διατηρεῖν τὰ πεπονθότα μέρη. | |
5.156.2 | καταστέλλουσι δὲ καὶ διδύμων σκληρίας καὶ φλεγμονὰς τὰς περὶ ὅλον τὸ σῶμα, ἔτι δὲ ἐρυσιπέλασιν ἐνίστανται. καθόλου δὲ | |
πολύχρηστοί εἰσιν αἱ γνήσιοι, ἐὰν μὴ νόθοι παραλαμβάνωνται. | 105 in vol. 3 | |
5.157.1 | ἡ δὲ λεγομένη πνιγῖτις γῆ τῇ μὲν χρόᾳ ἔοικέ πως τῇ Ἐρετριάδι, ἔστι δὲ ἁδρόβωλος 〈καὶ〉 ψυκτικὴ πρὸς τὰς τῶν χειρῶν ἐπιβολάς, τῇ δὲ γλώσσῃ μάλιστα κολλᾶται ὡς ἐκκρέ‐ μασθαι. | |
5 | δύναμιν δὲ ἔχει τὴν αὐτὴν τῇ Κιμωλίᾳ, βραχὺ τῆς εὐτονίας ὑστεροῦσα. ταύτην ἀντὶ 〈τῆσ〉 Ἐρετριάδος τινὲς πιπράσκουσιν. | |
5.158.1 | ὄστρακα δὲ τὰ ἐξ ἰπνῶν τὰ λίαν κάτοπτα ἐσχαρω‐ τικά, ὅθεν ἐπιχριόμενα σὺν ὄξει κνησμοὺς καὶ ἐξανθήματα ἰᾶ‐ ται καὶ ποδαγρικοὺς ὠφελεῖ, ἀναλημφθέντα δὲ κηρωτῇ χοιρά‐ δας διαφορεῖ. | |
5 | καὶ ἡ ἐκ τῶν καμίνων δὲ κάτοπτος γῆ πυρρὰ τὴν αὐτὴν ἔχει δύναμιν τοῖς ὀστράκοις. | |
5.159.1 | ἡ δὲ Μηλία τὴν μὲν χρόαν καὶ αὐτή ἐστιν ἐμφερὴς Ἐρετριάδι γῇ τῇ σποδοειδεῖ, ἔντραχυς δὲ καὶ παρατριβομένη τοῖς δακτύλοις ὡσεὶ ψιθυρισμόν τινα ἀποτελεῖ ὅμοιον ψωχο‐ μένῃ κισήρει· τῇ δὲ δυνάμει στυπτηριώδης ἐστίν, ἀνειμένως | |
5 | δὲ μᾶλλον, ὃ δὴ καὶ διὰ τῆς γεύσεως ἐμφαίνει· ἀναξηραίνει δὲ καὶ τὴν γλῶσσαν πραέως. | |
5.159.2 | δύναται δὲ καθαρὸν καὶ εὔχρουν ἀποτελεῖν τὸ σῶμα, λεπ‐ τύνειν τε τὰς τρίχας, καὶ ἀλφοὺς καὶ λέπρας σμήχειν. χρησίμη δὲ καὶ ζωγράφοις εἰς πλείονα παραμονὴν χρωμάτων, καὶ χλω‐ ραῖς δυνάμεσι συνεργεῖ. | 106 in vol. 3 |
5 | καὶ ταύτης δὲ καὶ κοινῶς ἁπάσης γῆς τὴν ἄλιθον ἐκλεκ‐ τέον καὶ πρόσφατον, μαλακήν τε καὶ εὐθρυβῆ καὶ εὔλυτον, ὅταν ὑγροῦ θίγῃ. | |
5.160.1 | τῆς δὲ ἀμπελίτιδος γῆς, ἥν τινες φαρμακῖτιν κα‐ λοῦσι, γεννωμένης δὲ ἐν Σελευκείᾳ τῇ κατὰ Συρίαν, τὴν μέλαι‐ ναν προκριτέον καὶ πευκίνοις ἄνθραξι μακροῖς ἐμφερῆ, ὑπο‐ σχιδακώδη τε καὶ στίλβουσαν ποσῶς, ἔτι δὲ οὐ βραδέως τηκο‐ | |
5 | μένην, ὅταν λεανθείσῃ ἐπιχυθῇ ποσὸν ἔλαιον. τὴν δὲ λεπτὴν καὶ τεφρώδη καὶ ἄτηκτον φαύλην ἡγητέον. | |
5.160.2 | δύναμιν δὲ ἔχει διαλυτικὴν καὶ ψυκτικήν· παραλαμβάνεται δὲ καὶ πρὸς καλλιβλέφαρα καὶ βαφὰς τριχῶν καὶ τὰς τῶν ἀμ‐ πέλων χρίσεις πρὸς τὴν τῆς ἐκβλαστήσεως ὥραν, κτείνουσα τοὺς ἐπιγινομένους σκώληκας. | |
5.161.1 | ἀσβόλη, ᾗ οἱ ζωγράφοι χρῶνται, λαμβάνεται μὲν ἐκ τῶν ὑελουργείων· διαφέρει γὰρ αὕτη. δύναμιν δὲ ἔχει σηπτικήν, στυπτικήν. ἀπουλοῖ δὲ καὶ | |
κατακαύματα σὺν ῥοδίνῃ κηρωτῇ. | 107 in vol. 3 | |
5.162.1 | μέλαν, ᾧ γράφομεν, σκευάζεται ἐκ λιγνύος συναγο‐ μένης ἐκ δᾳδίων· μείγνυνται δὲ πρὸς οὐγγίαν αʹ τοῦ κόμμεως οὐγγίαι γʹ λιγνύος. σκευάζεται δὲ καὶ ἀπὸ τῆς ῥητίνης λιγνύος καὶ ἐκ τῆς προειρημένης ζωγραφικῆς ἀσβόλης· δεῖ δὲ τῆς μὲν | |
5 | ἀσβόλης μνᾶν μίαν λαμβάνειν, κόμμεως δὲ λίτραν μίαν ἡμίσειαν, ταυροκόλλης οὐγγίαν μίαν ἡμίσειαν, χαλκάνθου οὐγγίαν μίαν ἡμίσειαν. | |
5.162.2 | ἁρμόζει δὲ εἴς τε σηπτὰς καὶ πυρίκαυτα καταχριόμενον μεθ’ ὕδατος παχὺ καὶ ἐώμενον ἄχρις ἀπουλώσεως· καταπίπτει γὰρ αὐτόματον ὑγιασθέντων τῶν ἑλκῶν. καὶ δὴ σχεδὸν ἐφ’ ὅσον ἱκανὸν ἐδόξαμεν, φίλτατε Ἄρειε, | |
5 | ἅμα καὶ μήκους τῆς συντάξεως καὶ πλήθους ὕλης τε καὶ βοη‐ | |
θημάτων ταμιεύσασθαι, ἅλις ἔχει. | 108 in vol. 3 |