TLG 0653 003 :: ARATUS :: Epigrammata ARATUS Astron.
Epic. Vitae: Cf. VITAE ARATI ET VARIA DE ARATO (4161)
Epigrammata Citation: Book — epigram — (line) | ||
11.437(p1) | ΑΡΑΤΟΥ | |
1 | Αἰάζω Διότιμον, ὃς ἐν πέτραισι κάθηται Γαργαρέων παισὶν βῆτα καὶ ἄλφα λέγων. | |
---|---|---|
12.129(p1) | ΑΡΑΤΟΥ | |
1 | Ἀργεῖος Φιλοκλῆς Ἄργει καλός, αἵ τε Κορίνθου στῆλαι καὶ Μεγαρέων ταὐτὸ βοῶσι τάφοι· γέγραπται καὶ μέχρι λοετρῶν Ἀμφιαράου ὡς καλός. ἀλλ’ ὀλίγον· γράμμασι λειπόμεθα. | |
5 | τῷδ’ οὐ γὰρ πέτραι ἐπιμάρτυρες, ἀλλὰ Ῥιηνὸς | |
αὐτὸς ἰδών, ἑτέρου δ’ ἐστὶ περισσότερος. |