TLG 0653 002 :: ARATUS :: Fragmentum (e cod. Vat. gr. 2130) ARATUS Astron.
Epic. Vitae: Cf. VITAE ARATI ET VARIA DE ARATO (4161)
Fragmentum (e cod. Vat. gr. 2130) Cf. et 0653 004 Citation: Volume — page — (line) | ||
5.4165(9t) | Ἐκ τοῦ Ἀράτου. Πότε κατέρχε‐ | |
10t | ται καθ’ ἕκαστον μῆνα ὁ Ἥλιος ἀπὸ ζῳ‐ | |
---|---|---|
11t | δίου εἰς ζῴδιον. | |
12 | Ἰστέον ὅτι καʹ Μ(α)ρ(τίου) δέχεται ὁ Κριὸς τὸν Ἥλιον. καὶ ἐὰν θέλῃς γνῶναι, πότε ἀλλάσσει ἀπὸ ζῳδίου εἰς ζῴδιον ὁ Ἥλιος, ἀπόδος ἑκάστῳ ζῳδίῳ ἀπὸ καʹ Μ(α)ρ(τίου) λʹ ἡμέρας, καὶ εὑρή‐ | |
15 | σεις, ἐν ἑκάστῳ ζῳδίῳ πόσας μοίρας ἔχει ὁ Ἥλιος. Ἐὰν θέλῃς εὑρεῖν, ἐν ποίῳ ζῳδίῳ ἀνατέλλει καὶ πόσα ζῴδια ἀνέρχεται τὴν ἡμέραν καὶ πόσα τὴν νύκτα, ποίησον οὕτως· ἐπὰν εὕρῃς ἐκ τοῦ ὑφειλμοῦ τῶν λʹ, ἐν ποίῳ ζῳδίῳ ἐστὶν ὁ Ἥλιος, ἐπὰν καὶ ἀνατέλλῃ καθ’ ἑκάστην ἡμέραν, ἀπόδος ἓν καὶ βʹ τῷ ζῳδίῳ | |
20 | ἐκείνῳ, γʹ καὶ δʹ τῷ μετ’ ἐκεῖνον, καὶ οὕτω καθ’ ἑξῆς ἕως τοῦ | |
ιβʹ ἀπόδος ἑκάστῳ ζῳδίῳ βʹ ὥρας. οἷον· ἀνατέλλει ὁ Ἥλιος ἐν | 165 | |
5.4166 | Διδύμοις, 〈ἀπόδος αʹ καὶ βʹ Διδύμοισ〉, γʹ καὶ δʹ Καρκίνῳ, εʹ καὶ ϛʹ Λέοντι, ζʹ καὶ ηʹ Παρθένῳ, θʹ καὶ ιʹ 〈Ζυγῷ, ιαʹ καὶ ιβʹ Σκορπίῳ· καὶ πάλιν ὥρας αʹ καὶ βʹ νυκτερινὰς Τοξότῃ, γʹ καὶ δʹ Αἰγόκερῳ, εʹ καὶ ϛʹ Ὑδροχόῳ, ζʹ καὶ ηʹ Ἰχθύσι, θʹ καὶ ιʹ〉 | |
5 | Κριῷ, ιαʹ καὶ ιβʹ Ταύρῳ, καὶ ἀνατέλλει 〈ἐν〉 Διδύμοις. Εὑρίσκονται δὲ οἱ οἶκοι τῶν ζʹ ἀστέρων οὕτως· οἶκος Ἡλίου Λέων, Σελήνης Καρκίνος καὶ λοιπὸν εὑρήσεις τοὺς λοιποὺς οἴκους κατὰ τάξιν τῆς ἑπταζώνου. οἷον Αἰγόκερως καὶ Ὑδροχόος οἶκοι Κρόνου, Ἰχθύες καὶ Τοξότης Διός, Κριὸς καὶ Σκοπρίος | |
10 | Ἄρεως, Ταῦρος καὶ Ζυγὸς Ἀφροδίτης, Δίδυμοι καὶ Παρθένος Ἑρμοῦ. Δεξιὰ ζῴδιά εἰσιν ϛʹ· 〈Κ〉ριός, Ταῦρος, Δίδυμοι, Καρκίνος, Λέων, Παρθένος. 〈Λ〉αιά ϛʹ· 〈Ἰ〉χθύες, Ὑδροχόος, Αἰγόκε‐ ρως, Τοξότης, Σκορπίος, Ζυγός. | |
15t | Περὶ τῶν στοιχείων | |
16 | Πῦρ, γῆ, οὐρανός, θάλασσα. Δʹ ἄνεμοι· ἐκ τοῦ πυρὸς λίψ· ἐκ τῆς γῆς βορρᾶς· ἐκ τοῦ οὐρανοῦ νότος· ἐκ τῆς θαλάσσης εὖρος. Ἐκ τοῦ πυρὸς Κριός, Λέων, Τοξότης· ἐκ τῆς γῆς Ταῦρος, | |
20 | Παρθένος, Αἰγόκερως· ἐκ τοῦ ἀέρος Δίδυμοι, Ζυγός, Ὑδροχόος· | |
ἐκ τοῦ ὕδατος Καρκίνος, Σκοπρίος, Ἰχθύες. | 166 |