TLG 0649 003 :: LESBONAX :: Προτρεπτικὸς B Προτρεπτικὸς B Source: Kiehr, F. (ed.), Lesbonactis sophistae quae supersunt [Diss. Strassburg] 1906: 32–37. Citation: Section — (line) | ||
1 | Καὶ τὰ ἱερὰ καλὰ καὶ τὰ ὑμέτερα παρεσκεύασται· | |
ἀλλ’ ἄνδρας χρὴ εἶναι ἀγαθούς· εἰκὸς δὲ ὑμᾶς περὶ τῆς ὑμετέρας αὐτῶν πατρίδος μέλλοντας ἀγωνιεῖσθαι καὶ ὄντας πατέρων ἀγαθῶν τοιούτους ἔσεσθαι. ἢ ἄλλο τι παρ‐ | 32 | |
5 | ασκευάσατε κάλλιον σημεῖον. ὥστε οὐ δεῖ ὑπεριδεῖν οὔτε λόγου οὔτε ἔργου οὐδενὸς οὐδὲ † μὴ τοῖς ἑτοίμοις παρακελεύ‐ | |
---|---|---|
2 | εσθαι. ἀλλὰ τοῦτο δή μοι δοκεῖ καὶ μάλιστα χρῆναι ποιεῖν. τοῖς μὲν γὰρ 〈μὴ〉 θέλουσιν ἀγαθοῖς εἶναι μάταιον καὶ λέγειν καὶ ποιεῖν, σπεύδοντα ὅπως ἔσονται ἀγαθοί, τοῖς δὲ ἐθέλουσί γε 〈καὶ〉 βουλομένοις τοὐναντίον. παντὸς γὰρ πράγματος ἐπίδοσίς | |
5 | ἐστιν, ἔστ’ ἂν τέλος ἔχῃ· καὶ ἀρετὴν πλεῖστον ἂν εὕροις αὐτοῦ ἐπιδιδοῦσαν, ὅπου μεγίστην καὶ τιμὴν ἔχει καὶ ἄθλοις καὶ ἐπαί‐ νοις. οὔκουν, ὅπερ εἶπον ὀλίγῳ πρόσθεν, οὐδεὶς ἂν κάλλιον παρα‐ | |
3 | σκευάσαι σημεῖον. ὥστ’ εἰ καὶ νῦν ὑμῖν παρεσκεύασται—παρεσκευά‐ σθω δὲ καὶ ἑνὶ ἑκάστῳ καὶ πᾶσιν—ὅπως ἔσεσθε ἀγαθοί, καὶ ἀξίωμα ἔχετε παρ’ ὑμῖν αὐτοῖς μέγα, οὐχ ὑμᾶς βλάψει ἀκοῦσαι τὴν ὑμε‐ τέραν ἀρετὴν καὶ τὸ ἀξίωμα τῶν προγόνων ὁμοῦ καὶ [τὸ ἀξίωμα] | |
5 | τὸ τῶν πολεμίων, ὃ μικρότερον δι’ ὑμᾶς ἔχουσιν, ἀλλ’ ὠφελήσει. Ὑμῶν γὰρ οἵ τε παλαιοὶ πατέρες ἐν τοῖς Ἕλλησι μέγα | |
ἀξίωμα ἀρετῆς εἶχον καὶ λόγον ἀγαθόν, οἵ τε νέοι .... | 33 | |
4 | μαρτύριον δὲ τούτου ὑμῖν ἐρῶ. οἱ μὲν ἄλλοι πάντες Ἕλ‐ ληνες ἐκ τῆς σφετέρας αὐτῶν μεταστάντες οἰκοῦσιν ἕκαστος αὐτῶν ἐξελάσαντες ἑτέρους καὶ αὐτοὶ ἐξελαθέντες ὑφ’ ἑτέρων. καὶ κατὰ τοῦτο δύο φέρεσθε καυχήματα ἀρετῆς· οὔτε γὰρ | |
5 | ἐξηλάθητε ἀπὸ τῆς σφετέρας αὐτῶν ὑπὸ οὐδαμῶν ἀνθρώπων, οὔτ’ ἐξελάσαντες ἑτέρους αὐτοὶ οἰκεῖτε· καὶ κατὰ μὲν τὸ μὴ ἐξελαθῆναι ἀνδρείας στέφανον τὴν πατρίδα ἔχετε, κατὰ δὲ τὸ | |
5 | μὴ ἐξελάσαι δικαιοσύνης. ταῦτα μὲν γὰρ τῶν παλαιῶν μαρτύρια ἀρετῆς πατέρων· τῶν δὲ νέων ἄλλα τε πολλὰ καὶ ὅτι τῷ βαρβάρῳ στρατῷ ὑποχωρήσαντες ἐκ τῆς πατρίδος καὶ αὐτοὶ καὶ τὰ τέκνα, ὁρμώμενοι ἐκ τῆς Σαλαμῖνος ἠλευθερώσατε πᾶσαν τὴν Ἑλλάδα | |
6 | καὶ τούτους, οἳ νῦν ἐφ’ ὑμᾶς ἔρχονται. ὦ Ζεῦ τε καὶ θεοί, μεγάλης ἀσεβείας· ἐπὶ τοὺς ἐλευθερώσαντας οἱ ἐλευθερωθέντες ἔρχονται, δουλώσοντες μετὰ τῶν τῇ Ἑλλάδι δουλείαν φερόντων Ἑλλήνων, μετὰ τῶν ὑμετέρων δούλων, οὐδέν γε τῶν αὐτῶν | |
5 | ποιοῦντες τοῖς ὑμετέροις προγόνοις, οἵ ποτε τῇ Σπάρτῃ ἐπε‐ βοήθησαν ἐπανισταμένων τῶν δούλων, ὅτε ἀφίκετο 〈ὁ〉 ἔχων φοινικίδα καὶ ἐπεκάλει τοὺς προγόνους βοηθῆσαι καὶ μὴ περι‐ | |
7 | ιδεῖν ἐπιβουλευθεῖσαν τὴν Σπάρτην. ἀντὶ δὲ τῆς εὐεργεσίας τῆσδε τήνδε ἡμῖν τὴν κακοεργασίαν ἀποδιδόασι· καὶ νῦν οὗτοι, τῆς ὑμετέρας ἕνεκα ἀρετῆς ὄντες οἵτινές εἰσι, δῃοῦσί τε τὴν ὑμετέραν καὶ ἐλευθεροῦσι τοὺς ὑμετέρους δούλους καὶ ἐπάγουσιν | |
5 | ἐφ’ ὑμᾶς παρανόμως καὶ παρασπόνδως, οἷς οὐδὲ θέμις ἦν Ἡρακλειδῶν ἡγουμένων 〈τῆσ〉 Ἀθηναίων ἐπιβῆναι σὺν πολε‐ μίοις ὅπλοις. ἀλλὰ γὰρ οὔτε θεοὺς οὔτε ἀνθρώπους αἰδοῦν‐ ται· οὐ γὰρ ἂν τάδε ἐποίουν. 〈νῦν δ’〉 ὑμεῖς, ἐὰν θεὸς θέλῃ, | 34 |
8 | δίκην αὐτοῖς ἐπιθήσετε. ἐνθυμήθητε δὲ ὅτι ὑμεῖς μὲν ἐκ τῆς ὑμετέρας αὐτῶν ὁρμώμενοι ἀγωνιεῖσθε, ἀπὸ ἑστίας πατρῴας ἕκαστος καὶ θεῶν τῶν ἄλλων κατὰ πόλιν, οὐ τῶν κτισάντων φονέες γενόμενοι, ἀλλὰ τοκέων τυχόντες, τοῖς ὑμετέροις θεοῖς | |
5 | εὐξάμενοι περὶ τῶν αὐτῶν, ὥστε καὶ τὴν δίκην τὴν παρὰ | |
9 | θεῶν καὶ δαιμόνων μεγάλην σύμμαχον ἔχειν. μάχεσθε δὲ ἀνδράσιν ὑβρισταῖς καὶ ἀνοσίοις, οἳ τὴν μὲν σφετέραν αὐτῶν, ἐν ᾗ ἐγένοντο, ἀπώλεσαν καὶ ἐξέλιπον, ἢ θεοῖς ἔχθραν θέντες ἢ κακοί τε καὶ ἀνάλκιδες ὄντες, ἐπὶ δὲ τὴν ὑμετέραν ἔρχονται | |
5 | ἐξ ἀλλοτρίας ὁρμώμενοι οὔτε ἀπὸ τῆς σφετέρας ἑστίας ἕκαστος αὐτῶν οὔτ’ ἀπὸ τῶν ἄλλων [οὔτ’ ἀπὸ] πατρῴων θεῶν, ἀπὸ Ἐριννύων δὲ καὶ ἀπὸ ἀπάτης δαιμόνων ἐλαυνόμενοι ἥκουσι δίκην δώσοντες. οὐ γὰρ οὔτε πλείους ὑμῶν εἰσιν οὔτε εὐο‐ πλότεροι· οὐδὲ ὑμῶν δειλίαν καταγνόντες ἔρχονται οὕτω | |
10 | θρασεῖς διὰ τῆς ὑμετέρας, ἀλλὰ θεῶν τις ἄγει αὐτοὺς δώσοντας | |
10 | δίκας μιαρῶν τε καὶ ἀνοσίων ἔργων. παραστήτω οὖν ὑμῶν ἑκάστῳ τοῦτο, ὡς τὸ θαρρεῖν πλεῖστον φέρεται εἰς τὸ νικᾶν· ὡς οὖν καὶ τῶν θεῶν συμμάχων ὄντων καὶ ὑπάρχον[των] ὑμῖν τούτων καὶ ἀμείνοσιν εἶναι καὶ εὐδοξοτέροις, βραχὺν χρόνον | |
5 | ἀνασχόμενοι τὰ ὅπλα τῶν πολεμίων μακρὰν δόξαν καταστήσεσθε ἀρετῆς εἰς τὸν ἅπαντα χρόνον καὶ ἀναμνήσετε πάντας τοὺς ἀνθρώπους, ὅτι ὑμεῖς ἐκείνων τῶν ἀνδρῶν ἐστε παῖδες, οἵ | |
ποτε ἀποβάντας τοὺς βαρβάρους τῆς ὑμετέρας εἰς Μαραθῶνα αὐτοβοεὶ νικήσαντες πολλὰς μυριάδας ἀνθρώπων ἐξέβαλον [ἐκ τῆς | 35 | |
10 | γῆς], τοὺς δ’ ἀπέκτειναν, οὐ περιιδόντες οὔτ’ εἴ τις αὐτοῖς ἔμελλεν ἐκ τῆς Πελοποννήσου βοήθεια ἥξειν οὔτ’ εἰ ὀλίγοι πολλοῖς μαχοῦν‐ ται, ἀλλὰ τῇ σφετέρᾳ αὐτῶν ἀρετῇ πιστεύσαντες συμβαλόντες ἐνί‐ | |
11 | κησαν· τοῦτο δὲ Πλαταιᾶσι μετὰ τῶν ἄλλων Ἑλλήνων ταὐτὰ φρονούντων ἐνίκων μαχόμενοι. ἐνίκησαν δὲ καὶ ἐπ’ Ἀρτεμισίῳ τῆς Εὐβοίας ναυμαχοῦντες καὶ πρὸ Σαλαμῖνος, ὥστε εἰς τόδε ἡμέρας | |
12 | σωτῆρες τῆς Ἑλλάδος ὀνομάζεσθαι. πολλοὺς δὲ καὶ ἄλλους ἀγῶ‐ νας καὶ καλοὺς ἠγωνίσαντο οἱ ὑμέτεροι πατέρες, ὧν τῆς νίκης τῶν ἄθλων ὅροι πεπήγασιν πολλῶν ἡμερῶν πλοῦν ἀπὸ τῆς ὑμετέρας πόλεις μεγάλαι, ὑπακούουσαι τοῦ ὑμετέρου κήρυκος. | |
13 | Εὐξάμενοι οὖν τοῖς θεοῖς τοῖς Ὀλυμπίοις, οἳ ὑμῖν κατὰ τὸ εἰκὸς πλέον νεμοῦσιν ἢ τοῖς πολεμίοις, † εὐχῇ συμβαλλομένῃ τοῖς ἀνδράσι. θαρρεῖτε δὲ καὶ ἴσα νεμόντων τῶν θεῶν 〈ὡσ〉 εὖ ἀγωνι‐ εῖσθε· τὰ ἱερὰ καλὰ καὶ τὸ δίκαιον ὑμῖν μὲν θαρρεῖν παρέξει, ἐκεί‐ | |
5 | νοις δὲ δεδιέναι. ἃ δὲ μάλιστα ἄνδρας τελέους παροξύνει, ὑμῶν αὐτῶν ἀκούσατε, πόλεώς τε μέγεθος καὶ εὐδαιμονίαν καὶ δόξαν, ἣν ἕκαστος παρ’ ἑαυτῷ ἔχει ἅ τε νέοις ἀνδράσιν ἡλικίας [δὲ] ἀθύρματα, παῖδες καλοὶ καὶ γυναῖκες καὶ γυμνάσια καὶ κυνη‐ γέσια, ὧν ὑμεῖς 〈ὑπὸ〉 τῇ μεγάλῃ ἐλευθερίᾳ πλεῖστά τε καὶ | |
10 | κάλλιστα ἀπολαύετε, περὶ ὧν μαχεῖσθε νυνὶ ὑμετέρων ὄντων | |
14 | περιττῶν ἀνδράσιν, οἷς τοῦτα σπάνια. παρακελευσάμενοι οὖν ὑμῖν αὐτοῖς ἀνὴρ ἀνδρὶ καὶ δημότης δημότῃ καὶ φυλέτης φυλέτῃ | 36 |
ἴτε τύχῃ ἀγαθῇ, ἐπειδὰν ἡγῆταί τις ἐπὶ τοὺς πολεμίους. | 37 |