TLG 0649 002 :: LESBONAX :: Προτρεπτικὸς A Προτρεπτικὸς A Source: Kiehr, F. (ed.), Lesbonactis sophistae quae supersunt [Diss. Strassburg] 1906: 27–32. Citation: Section — (line) | ||
1 | Οἱ μὲν πολέμιοι ἐγγύς, ὦ ἄνδρες στρατιῶται, ὧν εἵνεκα ἡ σύμπασα παρασκευὴ παρεσκεύασται, τὰ δ’ ἀπὸ τῶν θεῶν, ἀφ’ ὧν χρὴ ἄρχεσθαι, καλῶς ἔχει κατ’ ἀμφοτέρους τοὺς λόγους· τά τε γὰρ ἱερὰ καλὰ ἡμῖν γέγονε καὶ τὸ δίκαιον μεθ’ ἡμῶν | |
5 | ἐστιν· ἐν ὑμῖν οὖν τὰ ἐπίλοιπά ἐστιν, ἐὰν ἄνδρες ἀγαθοὶ γένησθε. ἐμὲ μὲν οὖν εἰκὸς παραινέσαι, ἃ γινώσκω, ὑμᾶς δὲ προσέχειν τοῖς λεγομένοις δοκεῖν τε ὥσπερ τοὺς λόγους ἀκούετε οὕτως αὐτὰ τὰ ἔργα ὁρᾶν παρόντα, ἃ ἐν τοῖς λόγοις δεδηλώσεται· οὕτως γὰρ ἂν ἄριστα γνοίητε τὰ συμφέροντα. | |
---|---|---|
2 | Δεῖ δὲ ὑμᾶς σκέψασθαι, ὅσα ἀγαθὰ ἔνεστιν ἐν τῷ νικᾶν μαχο‐ μένους τοὺς πολεμίους. πρῶτον μὲν τὴν πόλιν καὶ τὴν χώραν σώζετε, ἐν ᾗ ἐτράφητε, ἣν ὑμῖν οἱ πρόγονοι τειχίσαντες καὶ ἄλλα πολλὰ ταλαιπωρηθέντες κατέλιπον οὐκ ἀπολέσαι, ἀλλὰ | |
5 | σῶσαι· ἣν ἐλευθέραν μὲν παραλαβοῦσιν αἰσχρὸν ... ὑφ’ ὑμῶν ἐλευθερωθῆναι· καὶ μὴ τὸν κίνδυνον καταδείσαντες καὶ νομί‐ σαντες μείζω εἶναι ἢ ὅσος ἐστί, τὴν μὲν ὑπάρχουσαν ἀρετὴν | |
3 | ἀπολέσητε, τὴν δ’ οὐχ ὑπάρχουσαν κακότητα κτήσησθε. ἔτι δὲ καὶ ἱερὰ ὑμῖν οἱ πατέρες ἱδρυσάμενοι κατέλιπον, κοσμήσαντες ναοῖς καὶ βωμοῖς καὶ ἀγάλμασι καὶ ἄλλοις πολλοῖς καὶ καλοῖς ἀναθήμασιν· ἃ μὴ περιίδητε συληθέντα καὶ πεσόντα ἀτίμως, | |
5 | ἀλλ’ ἀμύνετε, ὅσον ἕκαστος δυνατός ἐστι, τῷ θεῷ, ἄλλως τε καὶ μετὰ τοῦ ὑμῖν συμφέροντος καὶ δεδηλωκότων τῶν θεῶν ἐν τοῖς ἱεροῖς τὴν εἰς ὑμᾶς εὔνοιαν, ἀναμνησθέντες πομπῶν καὶ πανηγύρεων καὶ ἀγώνων, ἐν οἷς τῶν μὲν παρουσῶν ἀνιῶν ἐπελανθανόμεθα, μετὰ δὲ τὴν ἡδονὴν ἄλλας προσεκτώμεθα, | 27 |
10 | συνόντες ἀλλήλοις κατά τε φιλότητας καὶ κατὰ συγγενείας καὶ κατὰ ἡλικίας, ἐξευπορίζοντες αὐτοί τε ὅπως ἡμᾶς αὐτοὺς ὡς ἐλάχιστα λυπήσομεν τούς τε παρόντας ὡς πλεῖστα εὐφρανοῦμεν. | |
4 | ὁ δὲ παρεστηκὼς ἀγὼν τέλος ἔχει 〈ἢ〉 ταῦτά τε διασῶσαι καὶ ἕτερα πολλῷ πλέονα καὶ καλλίω καὶ μείζω προσκτήσασθαι ἢ τῶν τε ὑπαρχόντων στερηθῆναι καὶ αὐτοὺς πολλὰ καὶ οἰκτρὰ | |
5 | παθεῖν καὶ ἰδεῖν. ἐπανενεγκεῖν δὲ τὴν γνώμην ὑμῶν ἕκαστον βούλομαι—ὃ καὶ δεῖ σκέψασθαι—, ἃ περὶ πλείστου ποιούμενοι κατελίπομεν· τοὺς γεννήσαντας πατέρας καὶ μητέρας, ὁ δὲ υἱούς, 〈οὕσ〉 τε ἐφύτευσε καὶ ἐξέφυσεν, ὁ δὲ ὁμογενεῖς ἀδελφούς | |
5 | τε καὶ ἀδελφάς, ὧν οἱ μὲν γήρᾳ πολὺ ὑπερβάλλοντες, οἱ δὲ νεότητι πολὺ ἐλλείποντες τοῖς μὲν σώμασιν οὐχ οἷοί τέ εἰσιν | |
6 | ἀμύνειν, τῶν δὲ κινδύνων πλεῖστον μέρος μετέχουσιν. ἐν οἷς ἡμῶν μὲν προθυμηθέντων καὶ εὖ ἀγωνισαμένων εὐδαίμονες μὲν οἱ πατέρες, τίμιοι δὲ οἱ παῖδες, ζηλωταὶ δὲ αἱ γυναῖκες καὶ αἱ θυγατέρες καὶ αἱ ἀδελφαὶ καὶ ἑνὸς ἑκάστου καὶ συμ‐ | |
5 | πάντων· ἐλλιπόντων δὲ ἡμῶν τὴν προθυμίαν καὶ μὴ θελη‐ σάντων διαμάχεσθαι εἰς τὸ ἔσχατον, ἄθλιοι μὲν οἱ πατέρες, στερηθέντες μὲν τῆς ἡμετέρας προσόψεως, στερηθέντες δὲ πόλεως καὶ χώρας καὶ ἱερῶν, ἀντὶ δὲ καλλίστης ἐλευθερίας εἰς αἰσχίστην δουλείαν καθιστάμενοι, ἐν ἡλικίᾳ τοιαύτῃ, ἐν ᾗ τὸ | |
10 | μὲν φρονεῖν ἃ πάσχει 〈τις οὐ〉 γεγήρακεν, ὁ δὲ γινώσκων ἃ πάσχει ἀδύνατος καθέστηκεν ἀμῦναι, ὥστε χαλεπώτερον φέρειν· εἰ γὰρ παρῆν γινώσκειν μὲν μή, δύνασθαι δὲ τῷ σώματι, | 28 |
7 | ῥᾴων ἂν ἦν ἡ συμφορά· οἰκτραὶ δ’ αἱ γυναῖκες καθίστανται, δυστυχεῖς δὲ καὶ παῖδες καὶ ἀδελφοί, τῶν τε αὐτῶν τούτων στερισκόμενοι καὶ τῶν ἐλπίδων ἐφ’ αἷς ἐτράφησαν, καὶ οἷς ἐν τῷ νῦν χρόνῳ ζῆλον καὶ τιμὴν κάλλος καὶ εὐείδεια, εἰς δου‐ | |
5 | λείαν πίπτουσι καὶ αἶσχος καὶ ἀτιμίαν φέρει· ἀντὶ γὰρ τῶν καλλίστων καὶ ἐντιμοτάτων γάμων εἰς αἰσχίστους καὶ ἀ‐ τιμοτάτους πίπτουσιν. ἥτε αὖ δυσείδεια εἰς τοιαῦτα ἔργα καθ‐ ίστησι τὰ σώματα, ἐν οἷς καὶ τὸ ὑπάρχον ἀγαθὸν τῆς τροφῆς ζη‐ μία καθίσταται. οὐ δυνάμενοι δὲ τοὺς πόνους ὑπεκφέρειν, ἀντὶ | |
10 | τοῦ βίου τοὺς αἰσχίστους καὶ βιαιοτάτους θανάτους αἱροῦνται. | |
8 | ὅστις οὖν τοιούτων ἄθλων προκειμένων μὴ ἔσται ἀνὴρ ἀγαθὸς ἐν τῷδε τῷ ἀγῶνι, ἀλλ’ 〈οἰόμενος, ὡς τοῦ πράττειν γενήσεται εὐκαιρία〉 τις εἰσαῦθις, ὑπολείπεται ἢ γνώμῃ ἢ ῥώμῃ, ἀμφοῖν στερηθήσεται, τῆς τε νῦν τῆς τε εἰσαῦθις τῶν ἔργων· ὅδε γὰρ | |
5 | ὁ ἀγὼν αὐτῷ τέλος ἔχει. | |
9 | Ἐνθυμηθῆναι δὲ χρὴ καὶ τίνος οὕνεκ’ ἂν μᾶλλον 〈οὐκ〉 ἀξιώσαιτε μάχεσθαι, ἢ τί ἀγαθὸν οὐκ ἔνεστιν ἐν τῷ νικᾶν μαχομένους τοὺς πολεμίους. τοῦτο ἀρετὴν σύμπασαν συλλαβὸν ἔχει· ἐν τούτῳ ἔνεστιν ὑμῖν, ὅσα τις εὔξαιτο. δοκεῖ εἶναι εἰρήνη | |
5 | ἀγαθόν; αὕτη ἐπὶ τοῖς τοὺς πολεμίους νικῶσι γίγνεται ὅπως ἂν βούλωνται διαθέσθαι. δοκεῖ εἶναι κτημάτων κτῆσις ἀγαθόν; | |
τοῦτο τοῖς νικῶσι γίγνεται· τά τε γὰρ ὑπάρχοντα ἀσφαλῶς | 29 | |
10 | κέκτηνται τά τε τῶν πολεμίων ἀδεῶς καρποῦνται. δικαιότητος 〈μέγα τὸ ἀξίωμα· δικαιότητοσ〉 τοίνυν τόδε τὸ ἔργον πλεῖστον μετέχει. δίκαιον μὲν γὰρ τῇ πατρίδι ἀμύνειν, ἐν ᾗ ἐτράφητε, δίκαιον δὲ ἱεροῖς πατρῴοις καὶ μνήμασι τῶν προγόνων, δίκαιον | |
5 | δὲ τοὺς πατέρας ὑμῶν, ὑφ’ ὧν ἐτράφητε, ἀντιγηροτροφῆσαι, δίκαιον δὲ τοὺς παῖδας, ἐπειδήπερ ἐφύσατε, ἐκθρέψαι, δίκαιον | |
11 | δὲ τούτων τινὰ μὴ ἐλλείπειν. εἰ δέ τις σοφίαν ἐπιτηδεύει, τὸ νικᾶν μαχόμενον τοῦτο σοφίαν ἡγησάσθω, εἴ γε οὐ σο‐ φὸν τὸ δοῦλον εἶναι, τὸ δ’ ἐλεύθερον σοφόν. κάλλος ἐν τιμῇ εἶναι δοκεῖ; οἱ αὐτοὶ τοίνυν ἄνδρες νικῶντες οἵ τε καλοὶ | |
5 | καλλίους δοκοῦσιν εἶναι, οἵ τε αἰσχροὶ δεινότεροι· πᾶν γὰρ τὸ | |
12 | ἐλεύθερον καλόν. εἴ τις τοίνυν εὐγενείας βάσανος, ἐν τῷδε τῷ ἔργῳ μάλιστα ἔνεστιν. ὅστις μὲν γὰρ πρότερον δοκῶν εὐγενὴς νῦν μὴ θελήσει διαμάχεσθαι, τὴν τ’ ἐκ τῶν προγόνων ὑπάρ‐ χουσαν εὐγένειαν ἀπολεῖ τοῖς τε παισὶ δυσγένειαν ἀπολείψει· | |
5 | ὅστις δὲ ἐν τῷ ἔργῳ ἔσται ἀνὴρ ἀγαθός, τῶν τε προγόνων τὴν ἀρετὴν 〈τοὺς καθ’ αὑτὸν〉 ἀναμνήσει τοῖς τε παισὶν εὐγέ‐ νειαν καταλείψει· τῶν γὰρ ἐν τοῖς δεινοῖς ἀνδρῶν ἀγαθῶν | |
13 | γιγνομένων οἱ παῖδες εὐγενεῖς νομίζονται. Πολλὰ δὲ εἰρηκὼς ἀγαθὰ ὅσα ἔνεστιν ἐν τῷ νικᾶν, πολλὰ ἕτερα παρίημι, ὧν εἷς ἕκαστος αὑτὸν ἀναμιμνήσκων ἀνὴρ ἀγαθὸς γιγνέσθω· ὅσα δὲ τὰ διαφέροντα ἐν αὐτῷ τῷ μάχεσθαι ἔνεστιν εἰς | |
5 | τὸ σῴζεσθαί τε καὶ διαφθείρεσθαι, ταῦτα ὑμᾶς διδάξω. πρῶτον μὲν τὸ σῶμα εἰς τὸ ἔμπροσθεν πέφυκε καὶ βαδίζειν καὶ βλέπειν. | |
14 | ἔπειτα τὰ ὅπλα οὕτως εὕρηται ἔμπροσθεν τοῦ σώματος προ‐ βεβλῆσθαι, ἡ μὲν ἀσπὶς τοῦ μὴ τιτρώσκεσθαι, τὸ δὲ δόρυ τοῦ ἀμύνεσθαι, ὥστε ἐὰν βούλησθε εἰς τὸ ἔμπροσθεν βαδίζειν ἐπὶ τὸ μαχόμενον ἀεὶ πάντες, ἀκούοντες τὰ λεγόμενα καὶ τὰ παρ‐ | |
5 | αγγελλόμενα ποιοῦντες, ἀναμιμνησκόμενοι 〈τῶνδε〉 τῶν ἀγα‐ θῶν, παραθαρρύνοντες ἀλλήλους, μέγα φρονοῦντες μὲν τοῖς ἔργοις, ἀξιοῦντες δὲ μάχεσθαι καὶ ἐκείνοις, οὕτως παρελθόντες | 30 |
15 | ταῦτα ὑπουργήσαντες, ὅσα δὴ ἀνθρώπινα, νικήσετε. εἰ δέ τις ὑμῶν ἀξιώσας τοὺς μὲν πολεμίους πλεῖόν τι εἶναι ἢ ἀνθρώπους καὶ ἀτρώτους εἶναι, αὐτὸς δὲ ὡς μηδενὸς ἄξιος ὑποχωρήσει, τοῦτο σωτηρίαν νομίσας εἶναι, πρῶτον μὲν τὴν γνώμην ἡττη‐ | |
5 | μένος ἀδικεῖ, ἔτι δὲ ἔμπαλιν αὐτῷ τὸ σῶμα τοῦ ἔργου πεφυκὸς τὰ ἐναντία οἷς βούλεται ὑπουργήσει—εἰς τοὔπισθεν μὲν γὰρ οὔθ’ οἱ πόδες πεφύκασιν ἀναχωρεῖν οὔθ’ οἱ ὀφθαλμοὶ ὁρᾶν οὐδενός—, δίχα δὲ διαιρεθεὶς τῷ ἀναχωρεῖν ὑπηρετῶν καὶ τὸν ἐπιόντα ἅμα κίνδυνον φυλάττων καθυφήσει ταχέως | |
16 | καὶ τὸν ἀντιστάτην οὐ δυνήσεται ἀμύνεσθαι. ἐὰν δὲ ἀνα‐ στραφεὶς ἀξιοῖ φεύγειν ὡς ἀποφευξόμενος, πρῶτον μὲν τὰ γυμνὰ τοῖς πολεμίοις δείξει, ἐν οἷς τιτρώσκεσθαι ἢ ἁλίσκεσθαι ἀνάγκη, ἔπειτα πολλοὶ καὶ κοῦφοι οἱ διωξόμενοι ἀκοντισταὶ | |
5 | καὶ σφενδονῆται καὶ τοξόται, οὓς οὔτε αὐτοὺς ῥᾴδιόν ἐστιν ἀποφυγεῖν οὔτε τὰ βέλη αὐτῶν, 〈ἀλλ’〉 ἧττον ἔτι πολλῷ· ὁ γὰρ τάχιστος ἀνὴρ τοῦ βραδυτάτου τοξεύματος οὐδὲ μέρος | |
17 | ταχυτῆτος παρέχει. εἰ οὖν τις ὑμῶν φιλοψυχῶν παρεσκεύασται ἀναχωρεῖν ἢ φεύγειν ἵνα σωθῇ, οὐκ ὀρθῶς γινώσκει τὸ φιλο‐ ψυχεῖν ὅτι ἐστίν· ἐν γὰρ τῷ μένειν καὶ ὁμόσε χωρεῖν οὐ μόνον τὴν αὑτοῦ ἀλλὰ καὶ τὰς τῶν οἴκοι μενόντων ψυχὰς σῴζει. | |
18 | Εἰ μὲν οὖν εὖ ᾔδει τις ὅτι τόνδε τὸν κίνδυνον διαφυγὼν μεθ’ ἡδονῆς τὸν ἐπίλοιπον χρόνον διατελέσας σὺν εὐκλείᾳ τελευ‐ | |
τήσει, εἶχεν ἂν λόγον τινὰ ἡ κακία· νῦν δὲ 〈οἱ〉 πολλοὶ καὶ κακοὶ δόξαντες εἶναι ὀλίγον χρόνον βιοῦντες διὰ τὴν δύσκλειαν ἀνιώ‐ | 31 | |
5 | μενοι καὶ ἄτιμοι παρ’ ἐντίμοις ὄντες κακῶς τὸν ἐπίλοιπον βίον | |
19 | τελευτήσαντες ὀνείδη τοῖς παισὶ καταλείψουσιν. ἐπεὶ δὲ πεφύ‐ καμεν οὐκ ἀθάνατοι, πῶς κάλλιον ἀποθνῄσκειν ἢ ὑπὲρ ὧν χρὴ τιμωροῦντας; ποίαν ἄλλην ἀρετὴν κτωμένους; ποῖος ἡδίων θάνατος; τίνες εὐκλεέστεροι ἀποθανόντες ἢ οἱ οὕτω τελευτή‐ | |
5 | σαντες; δημοσίου τάφου ἀξιοῦνται, θυσίαι ἐπὶ τούτοις γίγνονται, ἀγῶνες ἐπὶ τούτοις τίθενται, ἀντὶ θνητοῦ σώματος ἀθάνατον μνήμην καταλείπουσιν. οἱ δὲ τούτων παῖδες δημοσίᾳ ἐκτρέφον‐ ται, τιμώμενοι πανοπλίαις προεδρίαις, θαυμαζόμενοι καὶ ἐν χοροῖς | |
20 | καὶ ἐν γυμνασίοις καὶ ταῖς ἄλλαις συνουσίαις. τοῖς δὲ ἐκ τοῦδε τοῦ κινδύνου σωθεῖσιν, ἀνδράσιν ἀγαθοῖς γενομένοις, ἀκίνδυνος ὁ λοιπὸς βίος, μακαριζομένοις ἐν πάσαις πανηγύρεσιν ἐν πάσαις θεωρίαις. οἱ φίλοι τούτοις φίλοι εἰσίν, οἱ ἐχθροὶ τοὺς τοιούτους | |
5 | ὑπέρχονται, πᾶς ἀνὴρ ξενοῦσθαι βούλεται· ἐκ τῶνδε καὶ γα‐ μετὰς προθύμως ἂν εὕροιο· οὗτοι γηράσκοντες εὐδαιμονίζονται. Νῦν οὖν, ὦ ἄνδρες στρατιῶται, καθ’ ὅσον ὑμῶν ἕκαστος ἰσχύει μηδὲν ὑπολειπόμενος τῆς δυνάμεως, ἀντιλαμβανέσθω τῶνδε τῶν ἀγαθῶν· ὑπομιμνήσκω δὲ ὑμᾶς, ὅτι καὶ τὰ ἱερὰ | |
10 | ὑμῖν καλὰ γέγονεν. | 32 |