TLG 0649 001 :: LESBONAX :: Πολιτικός Πολιτικός Source: Kiehr, F. (ed.), Lesbonactis sophistae quae supersunt [Diss. Strassburg] 1906: 25–27. Citation: Section — (line) | ||
1 | Εἰ μὲν ἑώρων τοὺς ὑμῖν συμβουλεύοντας, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ βέλτιστα βουλευομένους τῇ πόλει καὶ περὶ ὧν παρεληλύθασιν ἐροῦντες, ὀρθῶς παρ’ αὑτοῖς ἐγνωκότας συμβουλεύειν, ὑποσιω‐ πήσ〈ασ〉 ἂν τὴν ἐμὴν κατεῖχον γνώμην· νῦν δὲ ὁρῶν τούς τε | |
5 | τῇ Θηβαίων πόλει προστιθεμένους παρὰ τὴν αὑτῶν γνώμην τὰ βέλτιστα γράφοντας, ὑμᾶς τε περὶ τῶν τῇ πόλει συμφερόντων οὐκ ἐπιχειροῦντας λέγειν, παρελήλυθα διδάξων περί τε τοῦ παρόντος ὑμῖν πολέμου καὶ τῶν ἐν ὑμῖν ἀεὶ λέγειν εἰωθότων | |
---|---|---|
ὡς 〈οὐ〉 χρὴ τούτων ἕκαστα πράττειν. | 25 | |
2 | Εἰ μὲν γὰρ δὴ καὶ πρότερον πρὸς τὴν ἡμετέραν πόλιν ὑπῆρχον Θηβαῖοι μὴ δυσμενῶς διακείμενοι—καίτοι πρὸς τοὺς προγόνους ἡμῶν πολλὰ καὶ δεινὰ καὶ μεγάλα πε‐ πραγμένοι καὶ διὰ παντὸς τοῦ χρόνου πολέμιοι καθεστῶτες | |
5 | ἡμῖν—, παριδὼν ἂν τὰ νῦν αὐτοῖς ἡμαρτημένα περὶ ἑτέ‐ | |
3 | ρων ἂν τοὺς λόγους ἐποιούμην. νῦν δὲ τίς οὐκ οἶδεν ὅτι πρῶτον μὲν ἡμῖν μετὰ τῶν Λακεδαιμονίων καὶ τῶν ἄλλων Πελοποννησίων ἐπιβουλεύσαντες ἀναστάτους ἡμᾶς ἐπεχείρησαν ποιεῖν, εἰ μὴ διὰ τύχην αὐτοῖς ἡ ῥώμη καὶ τὰ βουλεύματα | |
5 | διεφθάρη; δεύτερον δὲ μετὰ τοῦ βαρβάρου γενόμενοι καὶ σύμμαχοι κείνῳ καταστάντες, ὅτ’ ἦλθεν ἀνυποστάτῳ δυνάμει καὶ τὰ σώματα καὶ τὴν χώραν ἡμῶν διαφθερῶν, ἐναντίοι παραταξάμενοι τοῖς ἡμετέροις φρονήμασιν, ὑπ’ ὀλίγων πολλοὶ μάχῃ κρατηθέντες ἔφυγον· μετὰ δὲ ταῦτα πάλιν μετὰ τῶν ἡμε‐ | |
10 | τέρων ἐχθρῶν γενόμενοι τὴν χώραν ἡμῶν ἔτεμον τὴν πολλάκις τούτους σώσασαν καὶ τὴν πόλιν ἕτοιμοι κατασκάπτειν ἦσαν, ἣν | |
4 | πολλάκις αὐτοὶ θεραπεύσαντες σωτηρίας ἔτυχον. διὰ παντὸς δὲ χρόνου τοτὲ μὲν μετὰ Λακεδαιμονίων ἡμῖν ἐπιβουλεύοντες, ἄλλοτε δὲ τοὺς ἡμετέρους συμμάχους ἀφιστάντες, αἰεὶ δὲ αὐτοὶ καθ’ ἑαυτοὺς πολεμικῶς καὶ δυσμενῶς ἔχοντες πρὸς ἡμᾶς διατελοῦσι· νῦν | |
5 | δὲ τὸ τελευταῖον Πλαταιεῖς ἀναστάτους πεποιήκασιν, ἡμετέρους μὲν ὄντας συμμάχους, εὐμενῶς δὲ ἀεὶ πρὸς τήνδε τὴν πόλιν διακειμένους, μόνους δὲ μεθ’ ἡμῶν ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας πρὸς τὸν βάρβαρον διαγωνισαμένους καὶ τρόπαιον | |
5 | στήσαντας. ὑπὲρ ὧν εἰκὸς ὑμᾶς ὀργισθέντας πανδημεὶ μετὰ τῶν ὅπλων ἐξιέναι καὶ τὴν αὐτὴν Θηβαίοις ἐπιτιθέναι τιμωρίαν, ἥνπερ οὗτοι τοῖς ὑμετέροις συμμάχοις ἐτόλμησαν. ἀξιῶ μὲν οὖν καὶ | |
τοὺς ἀποτρέποντας ὑμᾶς τὴν αὐτὴν ἐμοὶ γνώμην ἔχειν καὶ μὴ | 26 | |
5 | πείθειν, ὡς οὐ πολεμητέον ἐστὶ Θηβαίοις· εἰ δὲ μή, διδασκόν‐ | |
των, ὡς οὐδὲν εἰς ὑμᾶς ἐξημαρτήκασιν ... | 27 |