TLG 0646 012 :: Pseudo–JUSTINUS MARTYR :: Fragmenta Pseudo–JUSTINUS MARTYR Cf. et ACTA JUSTINI ET SEPTEM SODALIUM (0384) Fragmenta frr. 1–7 Citation: Fragment — (line) | ||
t | FRAGMENTA PSEVDO–IVSTINI | |
1 | Δι’ ἀμφοῖν τοῖν ὀρνέοιν σημαίνεται ὁ Χριστός, καὶ τε‐ θνεὼς ὡς ἄνθρωπος καὶ ζῶν ὡς θεός. Ὀρνιθίῳ δὲ παρει‐ κάζεται διὰ τὸ ἄνωθεν καὶ ἐξ οὐρανοῦ νοεῖσθαι καὶ λέγεσθαι. Βαπτισθὲν δὲ τὸ ζῶν ὀρνίθιον ἐν τῷ αἵματι τοῦ τεθνεῶτος | |
5 | ἀνεῖτο λοιπόν· ἐν γὰρ τῷ σταυρωθέντι καὶ ἀποθανόντι ναῷ ὁ ζῶν καὶ θεῖος ἦν λόγος, κοινωνὸς ὡς ἄνθρωπος τοῦ πά‐ θους καὶ ἀπαθὴς ὡς θεός. | |
---|---|---|
2 | Διὰ τοῦ ἐφ’ ὕδατι ζῶντι, ἐν ᾧ τὸ ξύλον καὶ τὸ ὕσσωπον καὶ τὸ κόκκινον ἐβάπτετο, τὸ διὰ τοῦ ξύλου ἔναιμον πάθος | |
τοῦ Χριστοῦ, ἐν τῇ τῶν διὰ πνεύματος καὶ ὕδατος καὶ αἵ‐ ματος ῥαντιζομένων σωτηρίᾳ, δηλοῦται· ὥστε οὐ προκειμέ‐ | 368 | |
5 | νως περὶ λέπρας ἡ ὑπόθεσις ἦν τοῦ καθαρισμοῦ, ἀλλὰ περὶ ἀφέσεως ἁμαρτιῶν, ἵνα νοηθῇ καὶ ἡ λέπρα παραβολὴ τῆς ἁμαρτίας καὶ τὰ θυόμενα παραβολὴ τοῦ μέλλοντος θύεσθαι ὑπὲρ ἁμαρτιῶν. | |
3 | Διὰ τοῦτο ἀκολούθως βάπτεσθαι ἐκέλευσεν ἅμα τὸ κόκ‐ κινον εἰς τὸ ὕδωρ, τὴν οὐκέτι τὰ φυσικὰ ἔχουσαν σάρκα προ‐ φητεύων. Διά τοι τοῦτο καὶ δύο ὀρνίθια· ἓν μὲν θυόμενον ἐφ’ ὕδατι, καὶ ἓν βαπτιζόμενον εἰς τὸ αἷμα καὶ εἰς τὸ ὕδωρ | |
5 | καὶ ἐξαποστελλόμενον, καθάπερ εἴρηται καὶ ἐπὶ τῶν τράγων. | |
4 | Ὁ τῆς ἀποπομπῆς τράγος τὸν τύπον τοῦ τὰς τῶν ἀνθρώ‐ πων ἁμαρτίας ἀναλαμβάνοντος ἐξετέλει. Οἱ δὲ δύο τὴν μίαν περιεῖχον τοῦ ἐνανθρωπήσαντος θεοῦ οἰκονομίαν· ἐτραυμα‐ τίσθη γὰρ διὰ τὰς ἀνομίας ἡμῶν, καὶ αὐτὸς ἁμαρτίας πολλῶν | |
5 | ἀνήνεγκε, καὶ διὰ τὰς ἀνομίας αὐτῶν παρεδόθη. | |
5 | Καὶ τὸ μὴ κεῖσθαι δὲ ἐπὶ τῆς ἑβδόμης ἡμέρας κατ’ ἰσό‐ τητα τῶν ἄλλων ἡμερῶν τὸ „Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωῒ“ σύμβολόν ἐστιν ἐναργὲς τῆς ἐν αὐτῇ γενομένης συντε‐ λείας πρὸ τῆς συμπληρώσεως αὐτῆς, ὥς φασιν οἱ πατέρες, | |
5 | καὶ μάλιστα οἱ περὶ τὸν ἱερὸν Κλήμεντα καὶ Εἰρηναῖον καὶ | |
Ἰουστῖνον τὸν μάρτυρα καὶ φιλόσοφον, ὅστις, λίαν γε ὑπερ‐ σόφως εἰς τὸν ἕκτον ὑπομνηματίζων τῆς ἕκτης ἡμέρας ἀριθμόν, τὴν νοερὰν τοῦ ἀνθρώπου ψυχὴν καὶ τὰς πέντε αὐτοῦ αἰσθη‐ τικὰς αἰσθήσεις λέγει εἶναι ἓξ ἔργα τῆς ἕκτης ἡμέρας. Ὅθεν | 370 | |
10 | καί, πολλὰ διεξελθὼν περὶ τοῦ ἕκτου ἀριθμοῦ, πάντα φησὶ τὰ ὑπὸ θεοῦ δημιουργηθέντα ἑξαχῶς διαιρεῖσθαι, τουτέστιν εἰς νοερὰ καὶ ἀθάνατα, οἷοί εἰσιν οἱ ἄγγελοι, καὶ εἰς λογικὰ θνητά, οἵτινές εἰσιν οἱ ἄνθρωποι, καὶ εἰς αἰσθητικὰ ἄλογα, οἷά εἰσι τὰ κτήνη καὶ τὰ πετεινὰ καὶ οἱ ἰχθύες, καὶ εἰς ἐκπο‐ | |
15 | ρευτὰ μεταστατικὰ ἀναίσθητα, οἷά εἰσιν οἱ ἄνεμοι καὶ αἱ νε‐ φέλαι καὶ τὰ ὕδατα καὶ οἱ ἀστέρες, καὶ εἰς αὐξητικὰ ἀμετά‐ στατα, οἷά εἰσι τὰ δένδρα, καὶ εἰς ἀναίσθητα ἀμετάστατα, οἷά εἰσι τὰ ὄρη καὶ ἡ γῆ καὶ τὰ τοιαῦτα. Πάντα γὰρ κτίσματα τοῦ θεοῦ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς μιᾶς τινος τούτων τῶν ἓξ δια‐ | |
20 | στολῶν ἅπτεται καὶ ἐν αὐταῖς περιώρισται. | |
6 | Εἰ σύνδρομον ἔχει θεὸς τῇ φύσει τὴν θέλησιν ὥσπερ καὶ τὴν ἐνέργειαν (ἀεὶ γὰρ φύσει θελητικὸς καὶ ἐνεργητικὸς ὑπάρχει ὁ θεός), οὐδὲν τῶν θελητικῶν τῆς αὐτῆς αὐτῷ φυσικῆς ἔσται θελήσεως καὶ ἐνεργείας, ἐπεὶ καὶ φύσεως ἔσται πάντως τῆς | |
5 | αὐτῆς. Κατ’ ἐνέργειαν δὲ καὶ φύσιν οὐκ οἶδεν ὁ θεὸς περι‐ γραφήν. | |
7 | Ἐνέργεια πάσης οὐσίας ἐστὶν ἡ προσφυὴς αὐτῇ ποιότης. Ἐνέργεια φυσική τε καὶ συστατική ἐστιν ἡ ὁριστικὴ δια‐ φορὰ τῆς τοῦ δηλουμένου πράγματος φύσεως, ἧς χωρὶς κατ’ οὐδὲν οὐδὲν παντελῶς ἔχει τὴν τοῦ πῶς εἶναι διάγνωσιν. | |
5 | Ἐνέργεια φυσική ἐστιν ἡ οὐσιώδης καὶ συστατικὴ πάσης οὐσίας ποιότης, ἧς τὸ ἐστερημένον καὶ πάσης οὐσίας ἐστέ‐ | |
ρηται. Ἐνέργεια φυσική ἐστι δύναμις οὐσιώδης, μηδεμίαν ἑτέρου πρὸς ἕτερον ἐπιδέχεσθαι συγχωροῦσα κατὰ τὴν οὐσίαν ἀλ‐ | 372 | |
10 | λοίωσιν. Ἐνέργεια φυσική ἐστιν ἡ ἀμιγῆ τὴν οὐσιώδη πάντων πρὸς | |
ἅπαντα διάκρισιν σώζουσα δύναμις. | 374 |