TLG 0646 011 :: Pseudo–JUSTINUS MARTYR :: Quaestiones gentilium ad Christianos Pseudo–JUSTINUS MARTYR Cf. et ACTA JUSTINI ET SEPTEM SODALIUM (0384) Quaestiones gentilium ad Christianos Citation: Morel page — section — (line) | ||
t1 | ΤΟΥ ΑΓΙΟΥ ΙΟΥΣΤΙΝΟΥ ΦΙΛΟΣΟΦΟΥ ΚΑΙ ΜΑΡΤΥΡΟΣ ΕΡΩΤΗΣΕΙΣ ΕΛΛΗΝΙΚΑΙ ΠΡΟΣ ΤΟΥΣ ΧΡΙΣΤΙΑΝΟΥΣ περὶ τοῦ ἀσωμάτου καὶ περὶ τοῦ θεοῦ καὶ περὶ τῆς ἀναστάσεως τῶν νεκρῶν. | |
199B | αʹ. Πόθεν δῆλον εἰ ἔστι τι ἀσώματον, καὶ εἰ ἔστιν ἀσώ‐ ματον; βʹ. Πόθεν δῆλον ὅτι αὐτὸ ἐφ’ ἑαυτοῦ δύναται εἶναι ἐκτὸς | |
σώματος, καὶ εἰ ἔστιν αὐτὸ ἐφ’ ἑαυτοῦ ἀσώματον; | 326 | |
5 | γʹ. Πόθεν δῆλον εἰ ἔστι κάλλιον τὸ ἀσώματον τοῦ σώμα‐ τος, καὶ εἰ οὐ κάλλιον τὸ ἀσώματον τοῦ σώματος; | |
---|---|---|
199C | δʹ. Τί ἐστι τὸ ἀσώματον, πότερον ψυχὴ ἢ κρεῖττον ψυ‐ χῆς, οἷον θεός; εʹ. Καὶ τίνι διαφέρει ψυχὴ θεοῦ; ϛʹ. Καὶ πόθεν δῆλον εἰ ὅλως ἔστι θεός; | |
5 | ζʹ. Καὶ εἰ ἔστι θεός, ζητητέον εἴτε ποιεῖ εἴτε ἐποίησέ ποτε εἴτε καὶ μέλλει ποιεῖν τὸ ὅ τί ποτε; ηʹ. Καὶ εἴτε ἐποίησεν εἴτε ποιεῖ εἴτε ποιήσει; θʹ. Καὶ τί ποιεῖ καὶ πῶς ποιεῖ, εἴτε μετὰ βουλῆς εἴτε καὶ ἄνευ βουλῆς; | |
199D | ιʹ. Καὶ εἰ μετὰ βουλῆς, ὀργάνῳ κεχρημένος ἢ ἄνευ ὀρ‐ γάνου; ιαʹ. Καὶ εἰ ἄνευ βουλῆς, πότερον ἀλόγως ποιεῖ ἄνευ δια‐ νοίας καὶ ἐπισκέψεως ἢ μετά τινος ἐπικρίσεως; | |
5 | ιβʹ. Καὶ εἰ μετὰ ἐπικρίσεως, τίνος ἐνδείᾳ ἐπικρίσεως δεῖ‐ ται; Εἰ δὲ ἀκρίτως, ποίῳ τῷ λόγῳ διερευνητέον. ιγʹ. Καὶ εἰ δοίημεν γίνεσθαί τι παρ’ αὐτοῦ, πότερον τὸ | |
199E | γινόμενον ἄφθαρτον ἢ φθαρτόν; Καὶ εἰ μὲν ἄφθαρτον, ἀπο‐ ροῦμεν εἰ τὸ ὅλως γενητὸν ἄφθαρτον δύναται εἶναι καὶ ποίῳ τῷ λόγῳ; Καὶ εἰ φθείρεται, τί διαφέρει τὰ τοῦ ἀθανάτου ἔργα τῶν ἀνθρωπίνων; [Καὶ γὰρ] πολλαπλασίονα χρόνον πολ‐ | |
200A | λάκις πολλὰ τούτων διαμένει, τοῦ ποιήσαντος αὐτοῦ φθαρέν‐ τος, αὐτὰ ἄφθαρτα ὄντα, ὡς ἐπ’ οἰκοδομῶν [ἔστιν ἰδεῖν καὶ τῶν] τοιούτων. ιδʹ. Καὶ εἰ φθείρεται τὸ γινόμενον παρὰ τοῦ θεοῦ, τίνος | |
5 | κακίᾳ φθείρεται, τοῦ ποιήσαντος ἢ τοῦ γεγονότος ἤ τινος ἔξω‐ θεν ὑπεναντίου γινομένου τῷ ποιήσαντι; Ὅ τι δ’ ἂν αὐτῶν ὑποθώμεθα, δῆλον ὅτι τοῦ ποιήσαντος ἡ κακία. Εἴτε γὰρ τὸ γεγονὸς διά τινα ἔμφυτον ἑαυτοῦ κακίαν ὀφείλει φθαρῆναι, ὁ | |
200B | ποιήσας αἴτιος, ὅτι τοιοῦτον αὐτὸ ἐποίησεν, ὥστε ὑπολιμπά‐ νεσθαι ἐν αὐτῷ κακόν τι· εἴτε ἔξωθέν ἐστί τι ὑπεναντίον τῷ ποιήσαντι, καὶ οὕτως κακίᾳ τοῦ πεποιηκότος, διὰ τὸ μὴ δύ‐ νασθαι κατακρατεῖν τῶν ἐναντίων· εἴτε ἐκ τοῦ ποιήσαντος ἡ | 328 |
5 | κακία, πρόδηλον ὡς αὐτὸς ὁ κακός. Ταῦτα μὲν περὶ τούτων τέως ἐκ πολλῶν ὀλίγα· εἰ γὰρ ἐθέλομεν, ζητητέον καὶ τί ἐστι σῶμα καὶ ἐκ τίνων τὸ σῶμα, καὶ τὰς ἐπὶ τούτοις ἀπορίας. | |
200C | Ταῦτα δὲ τέως ἐάσαντες, ὡς ἐνούντων μηδὲν τῶν ἀπόρων, ζητοῦμεν τῶν γενναιοτέρων ἕν τι θαύματος ἀξιούμενον ἀπὸ τῶν περὶ τῆς ἀναστάσεως λόγων· ἓν γάρ τι τῶν οὐκ εὐτε‐ λῶν ἀπόρων, τῶν παρὰ τοῖς λιθοκαρδίοις κινουμένων, ἔστι | |
5 | καὶ τοῦτο. ιεʹ. Εἰ γὰρ δεῖ, φησί, σώους ἀνίστασθαι τοὺς τετελευ‐ τηκότας, πῶς, εἰ συμβαίη ἄνθρωπον ἀποθανεῖν εἰς θάλατταν, εἶτα βρωθέντα τοῦτον ὑπὸ ἰχθύων αὖθις ὑπὸ ἄλλων ἀνθρώ‐ | |
200D | πων καταβρωθῆναι διὰ μέσων τῶν ἰχθύων, πῶς ἂν ἀναλάβοι τὰς σάρκας τὰς εἰς ἄλλους ἀνθρώπους καταδαπανηθείσας; Ἢ γὰρ τοῦτον ἀνάγκη παρὰ τὰς σάρκας ἀναστῆναι, ἃς ἔφαγον οἱ ἄλλοι ἄνθρωποι διὰ μέσων τῶν ἰχθύων, καθὼς πολλάκις εἴ‐ | |
5 | ρηται, ἢ ἐκείνους, μέλη τῶν ἑαυτοῦ σαρκῶν ἀπαιτουμένους, ἀποθέσθαι καὶ ἐλλιπεῖς γενέσθαι, ἵνα ἀποπληρώσωσι τὸ ἐλ‐ λεῖπον τῶν ὑπ’ αὐτῶν ἀδίκως καταβρωθέντων. Καὶ ταῦτα οἷα γελῶντες οἱ λιθοκάρδιοί φασιν. Ἐγὼ δὲ παρακαλῶ ἐκτὸς ἀπορίας κατασκευαστικὸν λόγον τῆς ἀναστάσεως μαθεῖν, τὸν | |
200E | ἐξ ἀνάγκης ἀποδεικνύντα ὅτι ἀνάγκη εἶναι ἀνάστασιν διά τι‐ νων ἀποδεικτικῶν καὶ ἀληθῶν λόγων. Τῶν γὰρ ἀποδείξεων ἐῤῥωμένων ταῖς ἀληθείαις, οὐδένα τῶν ἀποριῶν λόγον εὖ ἴστε ποιήσομαι· καὶ γὰρ ἄτοπον καὶ φιλόνεικον πρὸς ἐῤῥωμένην | |
5 | ἀπόδειξιν ἐθέλειν ἐρίζειν. | |
201A | Ἀποκρίσεις χριστιανικαὶ πρὸς τὰς προῤῥηθείσας ἐρωτήσεις ἀπὸ τῆς εὐσεβείας τῶν φυσικῶν λογισμῶν. Οὗτοι οἱ λόγοι οὐκ εἰσὶ λογικαὶ ἀπορίαι, ἀλλ’ ἐρωτήσεις | |
ἄτεχνοι. Ὁ γὰρ λόγος, ὁ κατασκευάζων λογικὰς ἀπορίας, ἐν | 330 | |
5 | τοῖς ἀκολούθως πως λεγομένοις συνάγει τὸ ἄτοπον· οἷον μόνος ὁ ἄνθρωπος γελαστικόν, πᾶν γελαστικὸν ζῶον, μόνος ἄρα ὁ | |
201B | ἄνθρωπος ζῶον· αἵπερ εἰσὶν ἀκόλουθοι προτάσεις μέν, ἄτο‐ πον δὲ τὸ συμπέρασμα. Ἐν δὲ τοῖς προκειμένοις λόγοις οὐδὲν ἄτοπον κατὰ ἀκολουθίαν συνήχθη· διὸ οὐκ εὐλόγως ἐκλήθη‐ σαν ἀπορίαι. | |
5 | [Ἐρώτησις. Πόθεν δῆλον εἰ ἔστι τι ἀσώματον; Ἀπόκρισις.] Εἰ ἀδύνατον τὸ αὐτὸ τὰ αὐτὰ καὶ ἀγνοεῖν καὶ γινώσκειν (ἐπὶ παντὸς γὰρ ἀληθῆ τὴν κατάφασιν εἶναι δεῖ ἢ τὴν ἀπό‐ | |
10 | φασιν), πῶς ὁ ἀγνοῶν, εἰ ἔστιν ἀσώματον, γινώσκει βούλησίν | |
201C | τε καὶ ἐπίκρισιν, διάνοιάν τε καὶ ἐπίσκεψιν, νοῦν τε καὶ λό‐ γον, ἅτινά ἐστι τοῦ ἀσωμάτου ἐνεργήματα; Τὸ γὰρ ἐν ἀγνωσίᾳ τῆς τοῦ ἀσωμάτου ὑπάρξεως γινώσκειν τοῦ ἀσωμάτου τὰ ἐνερ‐ γήματα τῶν οὐκ εἰδότων ὅ φασίν ἐστιν. | |
5 | Ἄλλο. Τὸ κατασκευάζειν ἀπορίαν καὶ λύειν ἀπορίαν, οὐκ ἔστιν αἰσθήσεως τοῦτο, οὐδὲ σώματός ἐστι. Τὸ δὲ μὴ ὂν σώματος, τοῦτο ἀνάγκη εἶναι τοῦ ἀσωμάτου. Ἄλλο. Πόθεν ζητοῦμεν τῆς τοῦ ἀσωμάτου ὑπάρξεως | |
201D | τὴν δήλωσιν; Εἰ μὲν γὰρ τὸ ζητεῖν περί τινος, εἰ ἔστιν ἢ οὐκ ἔστι, λόγου ἐστίν, ὁ δὲ λόγος τοῦ λογικοῦ ὑπάρχει ἐνέργημα, ἄλογον δὲ τὸ σῶμα καθ’ ἑαυτό, δῆλον ὅτι ἔστι τι ἀσώματον, ᾧ ἴδιον ὑπάρχει τὸ ζητεῖν καὶ κρίνειν. | |
5 | Ἄλλο. Τῷ μὴ ὁμολογοῦντι εἶναί τι ἀσώματον ἀνοί‐ | |
κειον ὑπάρχει τὸ λόγῳ ζητεῖν καὶ κρίνειν εἰ ἔστι τι ἀσώματον· ἄλογον γὰρ τὸ κεχρῆσθαι μὲν ταῖς τοῦ ἀσωμάτου ἐνεργείαις, ἀγνοεῖν δὲ τοῦ ἀσωμάτου τὴν ὕπαρξιν. | 332 | |
201E | Ἄλλο. Δύο εἰσὶν ἐν ἡμῖν καταληπτικαὶ τῶν πραγμά‐ των δυνάμεις, ἥ τε αἴσθησις καὶ ἡ νόησις· ὧν αἱ ἐνέργειαι τοσούτῳ ἀλλήλων διαφέρουσιν, ὅσῳ τὰ ὑπὸ θατέρου κατα‐ λαμβανόμενα μὴ δύνανται καταλαμβάνεσθαι ὑπὸ τοῦ ἑτέρου. | |
5 | Ἀλλ’ ἐπειδὴ πᾶσαι δυνάμεις οὐσιῶν εἰσι δυνάμεις, διὰ τοῦτο | |
202A | ἀνάγκη εἶναι οὐσίας δύο, ὧν τῆς μὲν ἴδιον τὸ αἰσθάνεσθαι, τῆς δὲ τὸ νοεῖν. Ἀλλ’ εἰ τοῦτο, ἔστιν ἄρα οὐσία τις ἀσώ‐ ματος, ἧς ἴδιον ὑπάρχει τὸ νοεῖν, ὥσπερ τὸ αἰσθάνεσθαι τῷ σώματι. | |
5 | Ἄλλο. Εἰ ἔστι τι ἔμψυχον, ἀνάγκη εἶναι τὴν ψυχήν· τῇ γὰρ τῆς ψυχῆς μετοχῇ τὸ ἔμψυχον ὑπάρχει ἔμψυχον. Εἰ ἡ ἐπιστήμη οὐκ ἔστιν ἐφ’ ἑαυτῆς, ἀλλ’ ἐν τῇ ψυχῇ, ἀνάγκη ἄρα εἶναι τὴν ψυχὴν ἐφ’ ἑαυτῆς, ἐν ᾗ ὑπάρχει ἡ ἐπιστήμη. | |
202B | Ἄλλο. Εἰ τὸ μὲν σῶμα δεῖται τῆς ψυχῆς πρὸς τὸ ζῆν τε καὶ αἰσθάνεσθαι, ἡ δὲ ψυχὴ οὐ δεῖται τοῦ σώματος, οὔτε πρὸς τὸ ζῆν οὔτε πρὸς τὸ νοεῖν, ἕτερον ἄρα ἡ ψυχὴ παρὰ τὸ σῶμα. | |
5 | Ἄλλο. Εἰ ἡ μὲν ψυχὴ προστάττει τῷ σώματι, τὸ δὲ σῶμα ὑπουργεῖ τοῖς τῆς ψυχῆς προστάγμασιν, ἕτερον ἄρα τι ἡ ψυχὴ παρὰ τὸ σῶμα. Ἄλλο. Εἰ ἡ μὲν ψυχὴ τεχνίτου λόγον ἐπέχει, τὸ δὲ | |
202C | σῶμα ὀργάνου, οὐ ταὐτὸν δὲ ὑπάρχει τῷ τεχνίτῃ τὰ ὄργανα, οὐ ταὐτὸν ἄρα τῇ ψυχῇ τὸ σῶμα. Ἄλλο. Εἰ πρῶτος ὁ λόγος καὶ ὕστερον τὸ κατὰ τὸν λόγον (ἐν μὲν γὰρ τῇ ψυχῇ ὁ λόγος, ἐν δὲ τῇ ὕλῃ τὸ κατὰ τὸν | |
5 | λόγον), ἕτερον ἄρα τι ἡ [ὕλη] παρὰ τὴν ψυχήν. Τὸ δὲ ὕλης ἕτερον, τοῦτο καὶ σώματος ἕτερον. Ἄλλο. Εἰ τὸ μὴ ὂν σῶμα οὐδὲ οὐσία ἐστί, πῶς διαι‐ | |
202D | ρεῖται ἡ οὐσία εἰς σῶμα καὶ ἀσώματον, τοῦ διαιρουμένου ἀνάγκῃ ὑπάρχοντος ἐν τοῖς εἰς ἃ διαιρεῖται; Ἐρώτησις. Εἰ ἔστι τι ἀσώματον, πόθεν δῆλον ὅτι αὐτὸ ἐφ’ ἑαυτοῦ | |
5 | δύναται εἶναι; Ἀπόκρισις. | 334 |
202E | Οὗ τῇ παρουσίᾳ τὸ σῶμα τὸ καθ’ ἑαυτὸ ζωῆς τε καὶ αἰσθήσεως καὶ διανοίας μέτοχον, καὶ τῇ ἀπουσίᾳ πάλιν νε‐ κρόν τε καὶ ἀναίσθητον καὶ ἀδιανόητον γίνεται, τοῦτο ἀνάγκη εἶναι ἐφ’ ἑαυτοῦ, ὡς τῇ ἑαυτοῦ φύσει ὑπάρχον ἄφθαρτον. | |
5 | Ἄλλο. Τὸ κατασκευάζειν ἐπιστημόνως τὰς λογικὰς ἀπο‐ ρίας, καὶ ταύτας ὁμοίως ἐπιστημόνως λύειν, οὐκ ἔστιν αἰσθή‐ | |
203A | σεως ἔργον· ὡμολόγηται γὰρ τὸ μὴ δύνασθαι τὴν αἴσθησιν οὐσίας τε καὶ ἀληθείας ἐφάπτεσθαι γνώσεως. Εἰ δὲ τοῦτο, καὶ ἐπιστήμης μέν ἐστι τὸ ἐφάπτεσθαι οὐσίας τε καὶ ἀληθείας γνώσεως, αἰσθήσεως δὲ οὐκ ἔστι, τὸ δὲ μὴ ὂν τῆς αἰσθήσεως | |
5 | οὐδὲ σώματός ἐστιν, ἀνάγκη ἄρα εἶναί τι ἀσώματον ἐφ’ ἑαυ‐ τοῦ, ἐν ᾧ ὑπάρχει ἡ ἐπιστήμη. Ἄλλο. Εἰ δεῖ τὴν οὐσίαν εἶναι ἐφ’ ἑαυτῆς, διαιρεῖται δὲ ἡ οὐσία κατὰ τὴν πρώτην διαίρεσιν εἰς σῶμα καὶ ἀσώματον, | |
203B | πῶς οὐκ ἔστι τὸ ἀσώματον οὐσία ἐφ’ ἑαυτῆς ὑπάρχουσα; Ἄλλο. Τὸ δυνάμενον ἑαυτὸ χωρίζειν τοῦ προσπάσχειν σώματι καὶ μὴ φθείρεσθαι δύναται καὶ χωρισθῆναι τοῦ σώ‐ ματος καὶ μὴ φθείρεσθαι· διὸ κάλλιον καὶ τιμιώτερόν ἐστι | |
5 | τοῦ σώματος, ὡς αἴτιον ὑπάρχον τοῦ καλὸν εἶναι τὸ σῶμα τῇ αὑτοῦ παρουσίᾳ. Τὸ τοιοῦτόν φαμεν εἶναι τὴν λογικὴν ψυ‐ χήν, πνεῦμα οὖσαν νοερόν, ζωτικήν τε καὶ γνωστικὴν καὶ αὐτο‐ κίνητον, ἧς ὁμοουσίους εἶναί φαμεν τούς τε ἀγγέλους καὶ τοὺς | |
203C | δαίμονας. Καί, καθόλου εἰπεῖν, πᾶν ἐνούσιον, τὸ ὑπό τινος δυνάμενον κρατεῖσθαι, σῶμά ἐστι τῷ κρατοῦντι αὐτό. Καὶ τὸ θεῖόν φαμεν εἶναι ἀσώματον, οὐχ ὅτι ἔστιν ἀσώματον (ἐπέ‐ κεινα γάρ ἐστιν ὁ θεὸς τῇ αὑτοῦ οὐσίᾳ ὥσπερ τοῦ σώματος | |
5 | οὕτως καὶ τοῦ ἀσωμάτου, ὡς ἑκατέρου τούτων ὑπάρχων δη‐ μιουργός· οὐδὲ γὰρ ἐποίησεν ὁ θεὸς ἃ αὐτὸς ὑπάρχει), ἀλλ’, | |
ὥσπερ εἰώθαμεν ἐν τοῖς παρ’ ἡμῖν τιμιωτέροις ὑλικοῖς ἀεὶ | 336 | |
203D | γεραίρειν τὸ θεῖον, οὕτως καὶ ἐν τοῖς ὀνόμασιν, οὐχ ὡς τοῦ θεοῦ τούτων δεομένου, ἀλλ’ ἡμῶν τὴν περὶ αὐτοῦ ἔννοιαν αὐ‐ τοῖς ἐνδεικνυμένων. Τούτῳ οὖν τῷ τρόπῳ ὀνομάζομεν αὐτὸν ἀσώματον, καίτοι εἰδότες αὐτὸν ἐπέκεινα ὑπάρχοντα τοῦ ἀσω‐ | |
5 | μάτου, ὡς τούτου δημιουργόν. Κείσθω δὲ ὅλως καὶ τοῦτο ἐν τῷ λόγῳ δεικτικὸν ὑπάρχον τοῦ εἶναί τι ἀσώματον. Εἰ δὲ μηδὲν ἦν ἐν τοῖς οὖσιν ἀσώματον, οὐδ’ ἂν τὸ σῶμα. Ἀλλ’ | |
203E | ἐπειδή ἐστί τι ἀσώματον, ὥσπερ ἐστί τι σῶμα, διὰ τοῦτο ἀνάγκη τοῖς ἐναντίοις ὀνόμασι τὰ ἐναντία ἀλλήλων διαστέλ‐ λειν. Καὶ γὰρ τὸν θεὸν καλοῦμεν ἄκτιστον, τῷ τοῦ ἀκτίστου ὀνόματι τῶν κτιστῶν αὐτὸν διαστέλλοντες. Καὶ εἰ μὴ ἦσαν | |
5 | τὰ κτιστά, οὐδὲ θεὸς τούτων διεστέλλετο τῷ τοῦ ἀκτίστου ὀνόματι. Κατὰ ταύτην οὖν τὴν γινομένην τῷ τοῦ ἀκτίστου | |
204A | ὀνόματι διαστολὴν δείκνυται ὁ θεὸς σωμάτων τε καὶ ἀσωμάτων ὑπάρχων ἐπέκεινα. Εἰ γὰρ τὸ κτιστὸν ὄνομα πάντα συλλήβδην περιέχει τὰ σώματά τε καὶ τὰ ἀσώματα, δῆλον ὅτι ὁ τούτῳ τῷ ὀνόματι τῶν κτιστῶν διαστελλόμενος ἐξ ἀνάγκης καὶ | |
5 | σωμάτων τε καὶ ἀσωμάτων διέσταλται. Καὶ ὅπερ πρόσεστι τοῖς ἄλλοις ἀσωμάτοις, τὸ μὴ κρατεῖσθαι ὑπὸ σωμάτων, τοῦτο πρόσεστι καὶ τῷ θεῷ, ὡς τῷ ἀσωμάτῳ οὐχὶ ἀλλ’ ὡς τῷ ἐπέκεινα τοῦ ἀσωμάτου. Καὶ ἐπειδὴ τὸ μὴ ἔχειν δημιουρ‐ | |
204B | γὸν καὶ δεσπότην τοῦ ἔχειν δημιουργὸν καὶ δεσπότην τιμιώ‐ τερόν ἐστι, διὰ τοῦτο τὸν θεὸν καλοῦμεν ἄκτιστον. Τὸ γὰρ ὑπάρχον ἄκτιστον οὔτε δημιουργὸν δύναται ἔχειν οὔτε δεσπό‐ την. Ὡσαύτως δὲ ἐπειδὴ τὸ μὴ κρατεῖσθαι ὑπό τινος τοῦ | |
5 | κρατεῖσθαι τιμιώτερόν ἐστι, διὰ τοῦτο καλοῦμεν αὐτὸν ἀσώ‐ ματον. Ἐρώτησις. | |
204C | Πόθεν δῆλον εἰ ὅλως ἔστι θεός; Ἀπόκρισις. Ἐκ τῆς τῶν ὄντων συστάσεώς τε καὶ διαμονῆς. Οὐ γὰρ ἂν ἦν τὰ ὄντα, μὴ τοῦ θεοῦ προϋπάρχοντος αὐτῶν, τοῦ πάντα | |
5 | τὰ μέρη τῆς κτίσεως χρειωδῶς πρὸς λυσιτέλειαν τῆς ὅλης κτί‐ | |
σεως ὑποστησαμένου, τοῦ ἡμῖν γνωσθέντος διὰ προῤῥήσεως καὶ διδασκαλίας προφητῶν τε καὶ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῶν αὐτοῦ ἀποστόλων λόγοις θείαις | 338 | |
204D | δυνάμεσι μεμαρτυρημένοις. Ἐρώτησις. Εἰ ποιεῖ θεὸς ἢ ἐποίησεν ἢ μέλλει ποιεῖν; Καὶ εἰ ποιεῖ, μετὰ βουλῆς ἢ ἄνευ βουλῆς; | |
5 | Ἀπόκρισις. Ἐποίησεν ὁ θεὸς καὶ ποιεῖ καὶ ποιήσει διὰ τῆς οἰκείας | |
204E | βουλήσεως. Ἐποίησε γὰρ τὴν κτίσιν οὐκ οὖσαν πρότερον βουληθεὶς αὐτός, ἣν τῇ ἑαυτοῦ προνοίᾳ ἐν τῷ εἶναι διατη‐ ρεῖ, ὅπερ ἐστὶ ποιεῖ, ἣν καὶ μέλλει ἀνακτίζειν καὶ εἰς τὴν | |
205A | βελτίονα ἀγαγεῖν κατάστασιν διὰ τῆς ἀνακτίσεως, ὅπερ ἐστὶ ποιήσει, ἵνα καθαρίσῃ αὐτὴν ἀπὸ πάσης ἀτοπίας τῆς ἐκ τῆς τῶν λογικῶν ῥᾳθυμίας συμβάσης αὐτῇ, οὐκ ἐκ τῆς ἐπικρίσεώς τε καὶ ἐπισκέψεως ὕστερον εὑρὼν τὸ βέλτιον, ἀλλὰ ἄνωθεν | |
5 | καὶ πρὸ τῆς τοῦ κόσμου ποιήσεως ἦν αὐτῷ δεδογμένον τοῦτο ποιεῖν. Οὔτε γὰρ πρὸς γνῶσιν οὔτε πρὸς δύναμιν δυνατὸν προσγενέσθαι τῷ θεῷ ὕστερον ὃ μὴ πρότερον εἶχε. Δεῖγμα δὲ τοῦ βουλήσει τὸν θεὸν ποιεῖν τὸν κόσμον τοῦτό ἐστι, τό, | |
205B | δυναμένου τοῦ θεοῦ πλείονας ποιεῖν ἡλίους, οὐκ ἐποίησε πλείο‐ νας, ἀλλ’ ἕνα μόνον ἐποίησεν· ὁ γὰρ μὴ δυνάμενος πλείονας ποιῆσαι ἡλίους οὐδὲ ἕνα δύναται ποιεῖν, καὶ ὁ τὸν ἕνα ἥλιον δυνάμενος ποιῆσαι ἐξ ἀνάγκης καὶ πλείονας δύναται ποιεῖν. | |
5 | Πῶς οὖν οὐκ ἐποίησεν ὁ θεὸς πλείονας ἡλίους, οὓς ἐδύνατο ποιεῖν, εἰ μή τι ἄρα οὐκ ἐβούλετο πλείονας ποιεῖν ἡλίους; Εἰ δὲ οὓς οὐκ ἐποίησεν ἡλίους βουλήσει οὐκ ἐποίησε, δῆλον ἄρα | |
205C | ὅτι καὶ ὃν ἐποίησε βουλήσει ἐποίησε, καὶ καθάπερ τὸν ἥλιον, οὕτως καὶ τὰ λοιπὰ πάντα τὰ μέρη τῆς κτίσεως, τά τε ἄφθαρτα καὶ τὰ φθαρτά, τὰ ἐκ τῆς τοῦ θεοῦ βουλῆς τό τε | |
εἶναι καὶ τὸ τοιάδε εἶναι ἔχοντα. | 340 | |
5 | Ἐρώτησις. Εἰ κάλλιον τὸ ἀσώματον τοῦ σώματος; Ἀπόκρισις. Εἰ ζωοῦται τὸ σῶμα καὶ διανοητικὸν γίνεται, οὐ σώματος ἑτέρου παρουσίᾳ ἀλλὰ τῇ τοῦ ἀσωμάτου, πῶς οὐκ ἔστι τὸ ἀσώ‐ | |
10 | ματον τοῦ σώματος ὑπάρχον κάλλιον; | |
205D | Ἄλλο. Εἰ ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους ἐστὶ πᾶσα ἡ σω‐ ματικὴ οὐσία, καὶ οὐκ ἐκ τῆς ὕλης τὸ εἶδος ἀλλ’ ἀλλαχόθεν παραγίνεται τῇ ὕλῃ, πῶς οὐκ ἔστι τὸ ἀσώματον κάλλιον τῆς ὕλης, ἐξ οὗ παραγίνεται εἰς τὴν ὕλην τὸ εἶδος; | |
5 | Ἄλλο. Εἰ οὐκ ἐνδέχεται γνωσθῆναι τὸ ἴσον τοῦ ἀνίσου ἀγνοουμένου, πῶς ἐνδέχεται γνωσθῆναι τὸ σῶμα τοῦ ἀσωμά‐ του ἀγνοουμένου; | |
205E | Ἄλλο. Εἰ τὰ σωματικὰ πάντα ἐν σώματι μὲν ὑπάρχει εἰδωλικῶς, ἡ ψυχὴ δὲ λογικῶς, πῶς οὐκ ἔστιν ἡ ψυχὴ ἀσώ‐ ματος; Ἄλλο. Εἰ δυνατὸν τῇ ψυχῇ κατὰ νοῦν ἐνεργεῖν, ἐνεργεῖ | |
5 | δὲ κατὰ νοῦν ἡ ψυχή, ὅταν χωρίζῃ ἑαυτὴν πάσης αἰσθήσεως, πῶς οὐκ ἔστιν ἐφ’ ἑαυτῆς ἡ ψυχή; | |
206A | Ἐρώτησις. Τί διαφέρει θεὸς ψυχῆς; Ἀπόκρισις. Ἧι διαφέρει τὸ δημιουργὸν καὶ δεσπότην εἶναι τοῦ δη‐ | |
5 | μιουργὸν καὶ δεσπότην ἔχειν, καὶ ᾗ διαφέρει τὸ ὑπὲρ τὸ ὂν τοῦ ὄντος. Ἐρώτησις. | |
206B | Εἰ μετὰ βουλῆς ποιεῖ ὁ θεός, ὀργάνῳ κεχρημένος ἢ ἄνευ ὀργάνου; Ἀπόκρισις. | |
Ἀνενδεής ἐστιν ὁ θεὸς παντὸς τοῦ ἔξωθεν τῆς ἑαυτοῦ | 342 | |
5 | φύσεως· καὶ ὥσπερ ἄνευ ὀργάνου βουλεύεται, οὕτως καὶ ἄνευ ὀργάνου ποιεῖ. Εἰ γὰρ ἅμα τῷ βούλεσθαι αὐτὸν γενέσθαι τι ὑφίσταται βουληθέντος, πῶς οὐ περιττὴ τῶν ὀργάνων ἡ | |
206C | χρῆσις τῶν γινομένων; Ἐρώτησις. Εἰ ἄνευ βουλῆς ποιεῖ ὁ θεός, πότερον ἀλόγως ποιεῖ ἄνευ διανοίας καὶ ἐπισκέψεως ἢ μετά τινος ἐπικρίσεως; Καὶ | |
5 | εἰ μετὰ ἐπικρίσεως, τίνος ἐνδείᾳ ἐπικρίσεως δεῖται; Εἰ δὲ ἀκρίτως, ποίῳ τῷ λόγῳ; Ἀπόκρισις. | |
206D | Εἰ γνωστὰ τῷ θεῷ τὰ ἔργα αὐτοῦ, τὰ δὲ γνωστὰ λόγῳ ἐστὶ γνωστά, πῶς οὐ λόγῳ γινώσκει ὁ θεὸς ἃ ποιεῖ; Τὸ δὲ μετὰ διανοίας καὶ ἐπισκέψεως καὶ ἐπικρίσεως ποιεῖν τι τῶν παρ’ ἡμῖν τεχνιτῶν ἐστιν ἴδιον, τῶν τούτοις πρὸς ἄμεινον | |
5 | τέλος τῶν γινομένων ἀφικνουμένων, ὁ δὲ θεός, ἅτε μήτε προσ‐ λαμβάνων γνῶσιν μήτε ἀποβάλλων γνῶσιν, οὐδενὸς τούτων δεῖται. | |
206E | Ἐρώτησις. Εἰ τὸ ὅλως γενητὸν δύναται ἄφθαρτον εἶναι, ποίῳ τῷ λόγῳ; Ἀπόκρισις. | |
5 | Ὧν ἡ ἀφθαρσία ἐκ τῆς ἑτέρου βουλῆς ἐξήρτηται, ταῦτα οὐ | |
207A | δύναται ἀγενήτως ἄφθαρτα εἶναι· διὸ μόνον τὸν θεὸν λέγομεν ἔχειν ἀθανασίαν, ὅτι ἐκ τῆς οἰκείας φύσεως καὶ οὐκ ἐκ τῆς ἑτέρου βουλῆς πρόσεστιν αὐτῷ ταῦτα. Ἄλλο. Ὁ θεὸς εἰ ὑπὲρ μὲν τοὺς ἀφθάρτους ἐστὶν | |
5 | ὡς τούτων ποιητής, ὑπὲρ δὲ τὸ ἀγένητον οὐκ ἔστιν (οὐδὲ γάρ ἐστιν τῶν ἀγενήτων δημιουργός), οὐκ ἄρα ἕπεται τῷ ἀφθάρτῳ | |
τὸ ἀγένητον. Ἄλλο. Εἰ ἄφθαρτός ἐστιν ὁ θεὸς τῇ αὑτοῦ φύσει, | 344 | |
207B | ἄφθαρτος δὲ καὶ ἡ ψυχὴ τῇ βουλήσει τοῦ δημιουργοῦ, πῶς ἐν τοσαύτῃ ἀφθαρσίας διαφορᾷ ἕπεται καθ’ ὑμᾶς τῷ ἀφθάρτῳ τὸ ἀγένητον; Ἄλλο. Εἰ οὖν τελεῖ τι πρὸς σύστασιν τῶν φθαρτῶν, | |
5 | πῶς οὐκ εἰσὶ τῶν φθορίμων πραγμάτων τὰ ἄφθαρτα ὑπουρ‐ γικά, τῆς αἰτίας τῆς ἀφθαρσίας αὐτῶν πρὸς τὴν τοιαύτην ἀγούσης αὐτὰ ὑπουργίαν; Ἀλλ’ εἰ τοῦτο, δῆλον ὅτι ἀφθαρσίαν μὲν διὰ χρειώδη τινὰ δύναταί τις ἔχειν, ἀγενεσίαν δὲ οὐκέτι· | |
207C | τὸ γὰρ ἀγένητον χωρὶς πάσης χρειώδους αἰτίας δεῖ ὑπάρχειν ἀγένητον. Ἄλλο. Εἰ πρῶτον μὲν σῶμα τὸ στοιχεῖον, δεύτερον δὲ σῶμα τὸ ἐκ στοιχείων, τὸ δὲ ἐκ στοιχείων σῶμα οὐκ ἐνδέχεται | |
5 | εἶναι ἀγένητον (οὐδὲν γὰρ ἀγένητον ὕστερον εἶναι δύναται γε‐ νητοῦ), πῶς, εἰ ἔστι τὰ ἐκ στοιχείων σώματα ἄφθαρτα, οὐ γενητὰ ἔσονται ἄφθαρτα; | |
207D | Ἄλλο. Εἰ γενητὰ πάντα τὰ στοιχεῖα, πῶς οὐκ ἔστι ληρῶδες τὸ τὰ ἐκ στοιχείων λέγειν ἀγένητα; Εἰ γὰρ ἡ ὕλη καθ’ ἑαυτὴν μὲν οὐκ ἔστιν οὔτε στοιχεῖον οὔτε οὐσία, προσλαβοῦσα δὲ ποιότητά τε καὶ ποσότητα στοιχεῖον γίνεται καὶ οὐσία, | |
5 | πῶς τὰ ἐκ τῶν τοιούτων στοιχείων ἀποτελούμενα δύναται εἶναι καὶ ἀγένητα, εἰ συμβαίη αὐτοῖς εἶναι ἄφθαρτα; | |
207E | Ἄλλο. Εἰ ἄλλο τὸ σῶμα καὶ ἄλλο τὸ ἄφθαρτον σῶμα καὶ ἄλλο τὸ φθαρτὸν σῶμα, κατὰ δὲ τὴν διαφορὰν ἀφθαρσίας τε καὶ φθορᾶς διαιρεῖται τὸ σῶμα εἰς ἄφθαρτόν τε καὶ φθαρ‐ τὸν σῶμα, πῶς οὐκ ἔστιν ἀνάγκη ἴδιον εἶναι τοῦ διαιρουμένου | |
5 | σώματος τὸ γενητὸν ἢ τὸ ἀγένητον; Εἰ δὲ οὐδὲν τούτων ἴδιόν | |
208A | ἐστι τοῦ διαιρουμένου σώματος, πῶς οὐκ ἔσται τὸ διαιρού‐ μενον σῶμα οὔτε γενητὸν οὔτε ἀγένητον; Εἰ δὲ τοῦτο ἀδύ‐ | |
νατον, τὸ μηδέτερον εἶναι τὸ διαιρούμενον σῶμα, ἀνάγκη ἄρα ἐστὶ τεθῆναι τὸ διαιρούμενον σῶμα τοῦτο εἶναι τὸ ἄφθαρ‐ | 346 | |
5 | τον σῶμα καὶ τὸ φθαρτόν, εἰς ἃ διαιρεῖται τὸ διαιρούμενον σῶμα. Ἐρώτησις. | |
208B | Εἰ φθείρεται τὸ γινόμενον ὑπὸ τοῦ θεοῦ, τίνος κακίᾳ φθείρεται, τοῦ ποιήσαντος ἢ τοῦ γεγονότος ἤ τινος ἔξωθεν ὑπεναντίου γινομένου τῷ ποιήσαντι; Ἀπόκρισις. | |
5 | Οὔτε ἐκ τῆς τοῦ πεποιηκότος κακίας οὔτε ἐκ τῆς τοῦ ὑπεναντίου φθείρεται τὰ φθειρόμενα, ἀλλὰ τῷ ὅρῳ τοῦ δη‐ μιουργοῦ, τοῦ ἐργαζομένου ἐν μὲν τοῖς καθέκαστον τὴν φθο‐ | |
208C | ράν, ἐν δὲ τοῖς καθόλου τὴν ἀφθαρσίαν. Εἰ γὰρ ἐκ τῶν εἰ‐ ρημένων τινὸς κακίας ἐφθείρετο τὰ φθειρόμενα, ὅλον ἂν τὸ γένος ἐφθείρετο, καὶ τὸ καθέκαστον καὶ τὸ καθόλου· εἰ γὰρ δῶμεν ἔκ τινος κακίας εἶναι τὴν φθοράν, οὐκ ἂν διεσώθη ἐν | |
5 | τοῖς γινομένοις τὸ γένος τῶν φθειρομένων ἄφθαρτον, τῆς κα‐ κίας ὥσπερ τοῦ καθέκαστον οὕτως καὶ τοῦ καθόλου κυριευού‐ σης. Εἰ δέ τινος κακίᾳ τὸ καθόλου φθαρῆναι ἀδύνατον, οὐδ’ αὖ τὸ καθέκαστόν τινος φθείρεται κακίᾳ, ἀλλὰ τῷ ὅρῳ τοῦ | |
208D | θεοῦ. Εἰ γὰρ οὐκ ἔστιν ἐν τοῖς οὖσι κακία τις δυναμένη κω‐ λῦσαι τὴν γένεσιν, οὐδ’ ἄρα ἔστιν ἐν τοῖς οὖσι κακία τις ἡ φθείρουσα τὸ γένος. Ἀποκρίσεις περὶ ἀναστάσεως πρὸς τὰς προῤῥηθείσας ἐρωτήσεις | |
5 | περὶ αὐτῆς. | |
208E | αʹ. Τὸ τὸν ἄνθρωπον εἶναι ἢ γενέσθαι ἰχθυόβρωτον καὶ | |
τὸν ἰχθὺν ἀνθρωπόβρωτον οὔτε τὸν ἄνθρωπον εἰς ἰχθὺν ἀνα‐ λύει οὔτε τὸν ἰχθὺν εἰς ἄνθρωπον, ἀλλ’ ἑκατέρου ἡ ἀνάλυσις γίνεται εἰς τὰ στοιχεῖα ἐξ ὧν τὴν ἀρχὴν συνετέθησαν. Εἰ καὶ | 348 | |
5 | ὁ τρόπος τῆς μέρων ἀναλύσεως γίνεται διὰ τῆς ὑπ’ ἀλλή‐ λων βρώσεως, ἀλλὰ πάσης ἀναλύσεως τῆς καθ’ οἱονδήποτε | |
209A | τρόπον γινομένης τὸ τέλος ἐστὶ τὸ εἰς τὰ στοιχεῖα χωρεῖν τὰ ἀναλυόμενα. Οὐ χρὴ οὖν διὰ τὴν ὑπ’ ἀλλήλων βρῶσιν ἀν‐ θρώπου καὶ ἰχθύος σεσοφισμένην κατασκευάζειν ἀπορίαν ἀναι‐ ρετικὴν ἀναστάσεως, ἀλλὰ πρὸς τὴν δύναμιν ἀφορᾶν τοῦ θεοῦ, | |
5 | τοῦ μὴ μόνον ἐπαγγελλομένου ποιεῖν τῶν νεκρῶν τὴν ἀνάστα‐ σιν, ἀλλὰ καὶ διὰ τῆς ἤδη ἠργμένης ἀναστάσεως τοῦ σωτῆρος ἡμῶν Χριστοῦ βεβαίαν παρεσχηκότος ἡμῖν ταύτης τὴν πίστιν. Ἀλλ’ εἰ τὰ στοιχεῖα ὑπόκειται εἰς τὴν κτίσιν τῶν γινομένων | |
209B | καὶ εἰς ἀνάκτισιν τῶν φθαρέντων, πῶς, εἰ ἄπιστον καὶ ἀδύ‐ νατον ἡγεῖται ὂν τὴν ἀνάκτισιν τῶν φθαρέντων, οὐκ ἄπιστος καὶ ἀδύνατος ἔσται καὶ ἡ κτίσις τῶν γινομένων τὴν ἀρχήν; Ὅπερ ἐστὶν ἄτοπον. | |
5 | βʹ. Οὔτε τὴν κτίσιν τοῦ κόσμου οὔτε τὴν ἀνάκτισιν αὐτοῦ πιστεύουσιν Ἕλληνες. Ἀλλ’ εἰ μὲν ἀληθεύουσι τὸ πρῶτον, οὕτως ἂν γένοιτο δῆλον. Λέγουσι γὰρ τὸν χρόνον εἶναι ἀΐ‐ διον. Ἀλλ’ εἰ μὲν ὁ χρόνος ἐστὶν ἀΐδιος, ἀνάγκη ἄρα καὶ τὰ μέρη τοῦ χρόνου εἶναι ἀΐδια, τουτέστι τάς τε ὥρας καὶ τὰς | |
209C | ἡμέρας, τούς τε μῆνας καὶ τὸν ἐνιαυτόν. Εἰ δὲ ταῦτα οὐκ ἔστιν ἀΐδια, διὰ τὸ εἶναι ἐν αὐτοῖς τὰ μὲν πρότερα, τὰ δὲ ὕστερα, οὐδ’ ἄρα ὁ κόσμος, ὢν ἐν τῷ χρόνῳ, δύναται εἶναι ἀγένητος. γʹ. Διὰ δύο πράγματα χρὴ ἀπιστεῖν τῶν νεκρῶν τὴν ἀνά‐ | |
5 | στασιν, ἢ διὰ τὸ μὴ δύνασθαι τὸν θεὸν ἐγείρειν τοὺς νεκρούς, ἢ διὰ τὸ μὴ λυσιτελεῖν τοῖς ἀνισταμένοις εἶναι αὐτοὺς ἀφθάρ‐ τους. Τούτων δὲ τὸ μέν ἐστιν ἀσεβές, τὸ δὲ γελοῖον. Ἀλλ’ εἰ τοῦτο, πῶς οὐκ ἐκ τῆς ἀσεβείας καὶ γέλωτος συνέστηκεν | |
209D | ὁ λόγος τῶν ἀπιστούντων τῶν νεκρῶν τὴν ἀνάστασιν; δʹ. Ἃ ποιεῖ ὁ θεὸς αὐτουργικῶς, ταῦτα προστάγματι ποιεῖ· σύγχρονος δὲ τῷ προστάγματι τοῦ θεοῦ ἡ ὕπαρξις τῶν | |
ὑπ’ αὐτοῦ ποιουμένων. Διενοήθης, φησί, καὶ πάρεστιν. | 350 | |
5 | Ἀλλ’ εἰ τοῦτο ἁρμοδίως εἴρηται περὶ τοῦ θεοῦ, πῶς ὁ ἀπι‐ στῶν τὴν ἀνάστασιν οὐκ ἀπιστεῖ καὶ τῷ θεῷ τὸ ἔχειν τὴν τοι‐ αύτην δύναμιν; Οὐδὲ γὰρ ἑτέρου τινὸς δέονται οἱ ἀνιστάμενοι | |
209E | ἐκ τῶν νεκρῶν πλὴν τοῦ προστάγματος τοῦ θεοῦ. εʹ. Εἰ ἀληθές ἐστι τὸ Τῶν ἀδοκήτων πόρον εὗρε θεός, καθάπερ οὖν καὶ ἀληθές, πῶς οὐ ψευδῆ τὸν λόγον ποιεῖ ὁ τῶν νεκρῶν ἀπιστῶν τὴν ἀνάστασιν; | |
210A | ϛʹ. Εἰ, γινομένης τῆς ἀνακτίσεως, ἐξ ἀνάγκης ἀναιρεῖται πᾶσα ἡ περὶ τοῦ δημιουργοῦ τοῦ κόσμου κατὰ τῶν ἔργων αὐτοῦ ἐν ἀνθρώποις διχόνοια, πῶς οὐκ ἔσται τοῦ κόσμου ἡ ἀνάκτισις καλλίων τῆς τοῦ κόσμου κτίσεως; Διὰ γὰρ τὴν ἀνά‐ | |
5 | κτισιν καλὴ καὶ ἡ κτίσις. Ἐκείνης δὲ ἀπιστουμένης ὡς ἀδυ‐ νάτου, πῶς οὐ κακίστη ἔσται ἡ τοῦ κόσμου κτίσις; ζʹ. Ἄλλο τὸ πάντη ἀδύνατον, καὶ ἄλλο τὸ τινὶ ἀδύνατον. Πάντη μὲν ἀδύνατόν ἐστιν, ὡς τῇ διαμέτρῳ τὸ σύμμετρον | |
210B | εἶναι τῇ πλευρᾷ· τινὶ δὲ ἀδύνατόν ἐστιν, ὡς τῇ φύσει τὸ χωρὶς σπέρματος ποιεῖν ζῶον. Τίνι τούτων τῶν ἀδυνάτων ὑποβάλ‐ λουσι τὴν ἀνάστασιν οἱ ταύτην ἀπιστοῦντες; Ἀλλ’ εἰ μὲν τῷ πρώτῳ, ψευδής ἐστιν ὁ λόγος· οὐ γὰρ κατὰ ἀνάκτισιν ἀσύμ‐ | |
5 | μετρος γίνεται ἡ διάμετρος τῇ πλευρᾷ, οἱ δὲ ἀνιστάμενοι κατὰ ἀνάκτισιν ἀνίστανται. Εἰ δὲ τῷ τινί, ἀλλὰ τῷ θεῷ πάντα δυνατὰ τὰ τινὶ ἀδύνατα. ηʹ. Εἰ ἐπὶ τοῦ παρόντος βίου ὁ εὐσεβὴς τοῦ ἀσεβοῦς ἐλ‐ | |
210C | πίδι μόνῃ διαφέρει, πῶς ὁ ἀναιρῶν τῶν μελλόντων τὴν ἐλπίδα οὐκ ἀναιρεῖ εὐσεβοῦς τε καὶ ἀσεβοῦς τὴν διαφοράν; θʹ. Εἰ χωρὶς τοῦ καθέκαστον ἀδύνατόν ἐστιν ὑπάρχειν τὸ καθόλου, πῶς, εἰ κτιστὸν τὸ καθέκαστον, οὐ κτιστὸν ἔσται | |
5 | καὶ τὸ καθόλου; Ἀλλ’ εἰ τοῦτο, πῶς οὐκ ἔστι ψευδὲς τὸ συν‐ αΐδιον εἶναι τὸν ἄνθρωπον καὶ τὰ λοιπὰ μέρη τῆς κτίσεως τῷ θεῷ; Οἷον εἰ κτιστὸς ὁ Πλάτων, πῶς οὐ κτιστὸς ὁ ἄν‐ | |
θρωπος; | 352 | |
210D | ιʹ. Πῶς οἱ Ἕλληνες, ὑποθέμενοι τὸ ἀΐδιον εἶναι τὸν κό‐ σμον, τὰ τῇ ὑποθέσει ἐξ ἀνάγκης ἑπόμενα ἐδογμάτισαν; Ἀλλ’ εἰ μὲν ἦν κατ’ αὐτοὺς ἀΐδιος ὁ κόσμος, εὐλόγως ἂν ἔλεγον μὴ ἔσεσθαι τοῦ κόσμου τὴν ἀνάκτισιν· τοῦ γὰρ κτιστοῦ κόσμου | |
5 | ἐστὶν ἡ ἀνάκτισις καὶ οὐχὶ τοῦ ἀκτίστου. Ὅτι δὲ οὐκ ἔστιν ἀΐδιος ὁ κόσμος, δῆλον ἐκ τοῦ μὴ εἶναι τὸν ἄνθρωπον συν‐ αΐδιον τῷ θεῷ. Εἰ γὰρ συναΐδιον τῷ θεῷ τὸ καθόλου, ἐξ ἀνάγκης καὶ τὸ καθέκαστον· εἰ δὲ μὴ τὸ καθέκαστον, οὐδὲ τὸ καθόλου. | |
210E | ιαʹ. Τὸ ἐφάπαξ πάντας τοὺς ἀνθρώπους διὰ τῆς ἀνακτί‐ σεως εἰς τὸ εἶναι αὐτοὺς ἀφθάρτους μεταγαγεῖν πολὺ θειω‐ δέστερον ὑπάρχει κατὰ μ[έγεθος] τοῦ αὐτοὺς εἰς τὴν θνητὴν ταύτην κατάστασιν, ἐν ᾗ νῦν ἐσμεν, εἰσαγαγεῖν. Ἐφύλαττε | |
211A | δὲ ἡμῖν τὸ κατάλληλον καὶ θειωδέστερον εἰς ὕστερον, ὡς ἐν αὐτῷ τὸ τέλος τῆς ἡμῶν ὑποστάσεως κείμενον. Οὗ εἰ ἀπε‐ στερημένοι ἦμεν κατὰ τοὺς ἀπιστοῦντας τὴν ἀνάστασιν, πόσῳ μᾶλλον ἂν ἦν κάλλιον τὸ μὴ εἶναι τοῦ εἶναι ἡμᾶς; Ἄχρηστον | |
5 | γὰρ πᾶν τὸ στερούμενον τοῦ οἰκείου τέλους. ιβʹ. Εἰ ἀδύνατόν τινι ὑπὲρ τοῦ μὴ ὄντος πράγματος τῆς ἑαυτοῦ ζωῆς προτιμῆσαι τὸν θάνατον, πῶς οὖν, καθ’ ὑμᾶς οὐκ ὄντος ἀληθοῦς τοῦ περὶ τῆς ἀναστάσεως δόγματος, | |
211B | ὑπὲρ τούτου τῆς ἑαυτῶν ζωῆς προετίμησαν οἱ μάρτυρες τὸν ἑαυτῶν θάνατον; Ποίας δὲ ἄλλης θρησκείας πολυτρόποις βα‐ σάνοις τε καὶ θανάτοις ἐβεβαιώθη τὸ δόγμα ἢ τῆς ἑαυτῶν θρησκείας, λέγω δὲ τῶν Χριστιανῶν περὶ τῆς τῶν νεκρῶν | |
5 | ἀναστάσεως; ιγʹ. Εἰ, ἃ μὴ πιστεύουσιν Ἕλληνες, ταῦτα οὔτε ἐστὶν οὔτε ἔσται, ἐν τῇ γνώσει ἄρα τῶν Ἑλλήνων κεῖται τῶν ὄντων ἡ ὕπαρξις. Πῶς οὖν ἐν τοῖς πλείστοις τῶν κυριωτάτων δογμά‐ | |
των ἑαυτοῖς τε καὶ ἀλλήλοις μαχόμενοι δείκνυνται; Ἡ γὰρ | 354 | |
211C | τοιαύτη μάχη οὐκ ἐᾷ κεῖσθαι ἐν τῇ γνώσει τῶν Ἑλλήνων τῶν ὄντων τὴν ὕπαρξιν. ιδʹ. Εἰ τῇ παραδόσει τῶν θεασαμένων τὸν ἀρχηγὸν τῆς ἀναστάσεως ἀναστάντα ἐκ τῶν νεκρῶν εἰς ἀθάνατον ζωὴν ἀπι‐ | |
5 | στοῦσιν, ἀλύτῳ δὲ ἀποδείξει λύειν τὸ τῆς ἀναστάσεως δόγμα ἀσθενοῦσι. Τὸ γὰρ ἰχθυόβρωτον γενέσθαι τὸν ἄνθρωπον ἀπο‐ ρίαν μὲν ἔχει, ἀπόδειξιν δὲ οὔ. Ἀδύνατον γὰρ τὸ αὐτὸ πρᾶγμα καὶ θεότητι ὑποπεσεῖν ὡς γεγονός· τοῦ δὲ πράγματος | |
211D | τῇ οὐσίᾳ δυνάμει ἀποδεδειγμένου, οὐδεὶς συλλογισμὸς δύναται ποιήσασθαι τὴν ἀνατροπήν. ιεʹ. Ὁ ἥλιος, ὅτε ἐστὶν ὑπὲρ τὴν γῆν, ὑπὸ τὴν γῆν οὐκ ἔστι, καὶ ὅτε ἐστὶν ὑπὸ τὴν γῆν, ὑπὲρ τὴν γῆν οὐκ ἔστι. Πῶς | |
5 | οὖν ἀΐδιος καθ’ ὑμᾶς οὗτος, τὸ εἶναι αὐτὸν ὑπὲρ τὴν γῆν ἢ ὑπὸ τὴν γῆν ἀϊδίως οὐκ ἔχων; Εἰ δὲ τὸν οὐκ ἀΐδιον ὡς ἀΐδιον ὑπολαμβάνουσιν Ἕλληνες, πῶς ἔσονται ἀξιόπιστοι νομοθέται | |
211E | τοῦ μὴ ἔσεσθαι τῶν νεκρῶν τὴν ἀνάστασιν; ιϛʹ. Τὸ ποτὲ μὲν ἄνω, ποτὲ δὲ κάτω, τῶν ποτε οὐκ ὄν‐ των ἐστὶν οὔτε ἄνω οὔτε κάτω. Πῶς οὖν ἀΐδιος ὁ ἥλιος, ὁ πρὸ τοῦ εἶναι ἄνω ἢ κάτω οὐκ ὤν; Τοῖς οὖν τὸν ἥλιον κατὰ | |
212A | τὴν οἰκείαν φύσιν γενητὸν ὄντα μὴ ἐπισταμένοις, πῶς οὐκ ἄτοπον τούτοις πιστεύειν περὶ τοῦ μὴ ἀνίστασθαι τοὺς νε‐ κρούς, ὧν ὁ ἀρχηγὸς τῆς ἀναστάσεως πρωτότοκος αὐτῶν ἤδη γέγονεν ἐκ τῆς ἀναστάσεως; | |
5 | ιζʹ. Ὅτε ἡ δύναμις ἰσχύει τοῦ ποιοῦντος, τότε καὶ ἡ ὕλη ἐπιτήδειος πρὸς τὴν ποίησιν τοῦ γινομένου. Ἀλλ’ εἴ τις νε‐ κρὸς ἐπιτήδειός ἐστι τῷ θεῷ πρὸς ἔγερσιν, ἐξ ἀνάγκης καὶ | |
212B | πᾶς· καὶ εἰ μὴ πᾶς, οὐδείς. Οὐ χρὴ δὲ τοῖς ἡμετέροις ἐν‐ θυμήμασι μετρεῖν τοῦ θεοῦ τὰ ἔργα· ὑπὲρ νοῦν γὰρ καὶ αἴ‐ | |
σθησιν καὶ λόγον τοῦ θεοῦ τὰ ἔργα, ἐν οἷς ἐστι καὶ τὸν ἰχθυό‐ βρωτον νεκρὸν ἀνάγκῃ πάλιν εἰς τὸ εἶναι ἐλθεῖν, εἰ καὶ συνέβη | 356 | |
5 | αὐτὸν φθαρῆναι ὑπό τινος. ιηʹ. Πῶς ἐστιν ἀληθὲς τὸ ζώντων καὶ νεκρῶν κυριεύειν τὸν κύριον, καθ’ ὑμᾶς οὐκ ἔχοντα δύναμιν θατέρου εἰς ἕτερον μεταποιητικήν; | |
212C | ιθʹ. Εἰ ποιητὴς τῶν μὲν χειρόνων ἐστὶν ὁ θεός, τῶν δὲ βελτιόνων οὐκ ἔστι, πῶς οὐκ ἔστι τοῦτο δεῖγμα τῆς τοῦ θεοῦ ἀσθενείας; Ὅπερ ἐστὶν ἀσεβὲς λέγειν. Εἰ δὲ ἴση ἐστὶν ἡ τοῦ θεοῦ δύναμις πρὸς ποίησιν ἑκατέρου, διὰ τί ἀπιστεῖτε τὴν | |
5 | ἀνάστασιν τῶν νεκρῶν, τῶν εἰς ἀφθαρσίαν ἀνισταμένων; κʹ. Εἰ θεῷ μὲν πρὸς τὸ ποιεῖν ἐστιν οὐκ ἀδύνατον, ἡμῖν δὲ πρὸς τὸ γενέσθαι ἐστὶ λυσιτελὲς τὸ ἐκ τῆς πολυστενάκτου | |
212D | τε καὶ ἐμφθάρτου ζωῆς ἀγαγεῖν ἡμᾶς εἰς μακαρίαν τε καὶ ἄφθαρτον κατάστασιν διὰ τῆς ἀναστάσεως μᾶλλον, ἢ ἐκ τῆς τῶν φιλοσόφων φιλοπονίας εἰς τὴν τῶν μυρμήκων φιλοπονίαν ἀναγαγεῖν τοὺς φιλοσοφοῦντας Ἕλληνας διὰ τῆς μετεμψυχώ‐ | |
5 | σεως, τί γελοιωδέστερον τοῦ ἐκείνῳ μὲν μεμαρτυρημένῳ ἀπι‐ στεῖν, τοῦτο δὲ ἀσυστάτως πιστεύειν καὶ δογματίζειν, ὥστε τὸν πάλαι ἀθηναΐζοντα φιλόσοφον Πλάτωνα ὕστερον μυρ‐ μηκίζειν; | |
212E | καʹ. Εἰ κατὰ τοὺς Ἕλληνας τῷ εἶναι καὶ οὐ τῷ βούλε‐ σθαι ποιεῖ ὁ θεὸς τοὺς ἀνθρώπους, πῶς ὁ Πλάτων ποτὲ μέν ἐστι ζῶον λογικὸν καὶ ἄνθρωπος, ποτὲ δὲ ζῶον ἄλογον καὶ μύρμηξ διὰ τῆς μετεμψυχώσεως; Εἰ μὲν ἕπεται τῷ θεῷ τὸ | |
5 | γενέσθαι τὸν Πλάτωνα ἄνθρωπον, ἀνάγκη, μεταγομένου τοῦ | |
213A | Πλάτωνος ἐκ τοῦ εἶναι αὐτὸν ἄνθρωπον εἰς τὸ γενέσθαι αὐτὸν μύρμηκα, μεταγενέσθαι καὶ τὸν θεὸν τοῦ εἶναι ὅ ἐστιν. Εἰ δὲ ὁ Πλάτων μὲν μεταφέρεται, ὁ δὲ θεὸς τοῦ εἶναι ὅ ἐστιν οὐ μεταφέρεται, πῶς τῷ εἶναι καὶ οὐ τῷ βούλεσθαι ὁ θεὸς ποιεῖ | |
5 | τοὺς ἀνθρώπους; κβʹ. Εἰ τὸ ἔργον τοῦ θεοῦ οὐ φθείρεται, ὁ δὲ ἄνθρωπος φθείρεται, οὐκ ἄρα ἐστὶν ὁ ἄνθρωπος ἔργον τοῦ θεοῦ κατὰ τοὺς τοῦτο λέγοντας. κγʹ. Εἰ τὸ γένος ἡμῶν εἰς τὸ εἶναι εἰσάγεται διὰ τῆς γε‐ | |
213B | νέσεως, καὶ τοῦ εἶναι ἐξάγεται διὰ τῆς φθορᾶς, πῶς ἐνδέχεται τὸν θεὸν τοῦ εἶναι καὶ τοῦ μὴ εἶναι αἴτιον εἶναι, οὐ τῷ βού‐ λεσθαι ἀλλὰ τῷ εἶναι αὐτόν; κδʹ. Εἰ τὰ ἐκ τῶν στοιχείων πάλιν στοιχεῖα, τί ἄτοπον ἢ | 358 |
5 | ἀδύνατον φαίνεται τὸ πάλιν εἶναι τὰ ἐκ τῶν στοιχείων; κεʹ. Εἰ οὐκ ἔστιν ὑπὸ τὸν ὅρον ὁ θεός, ἀλλὰ παντὸς ὅρου ὑπάρχει δεσπότης, πῶς τοῦ μὲν γίνεσθαι καὶ φθείρεσθαι | |
213C | τοὺς ἀνθρώπους δεσπόζει θεός, τοῦ δὲ γίνεσθαι καὶ μὴ φθεί‐ ρεσθαι ἡμᾶς οὐ δεσπόζει; κϛʹ. Εἰ ἀνακτίζων ἡμᾶς ὁ θεὸς εἰς ἀφθαρσίαν ἐκ μετα‐ μελείας καθ’ ὑμᾶς τοῦτο ποιεῖ, πῶς οὐ μᾶλλον ἐκ μεταμελείας | |
5 | συνεχώρει εἶναι ἀεί; κζʹ. Εἰ ἀμεταμέλητα τὰ χαρίσματα τοῦ θεοῦ, ἐχαρίσατο δὲ ἡμῖν τὸ εἶναι ἡμᾶς, πῶς οὐ τὸν ἐξ ἀρχῆς περὶ ἡμᾶς πληροῖ σκοπὸν ὁ θεός, ἀνακτίζων ἡμᾶς εἰς ἀφθαρσίαν; | |
213D | κηʹ. Κατὰ τοὺς πιστεύοντας τῶν νεκρῶν τὴν ἀνάστασιν τῇ τοῦ θεοῦ δικαιοκρισίᾳ καὶ ἀποθνήσκομεν καὶ ἀναζωοποιού‐ μεθα, ἐκεῖνο μὲν τῇ τοῦ ἀνθρώπου παρακοῇ, τοῦτο δὲ τῇ τοῦ ἀνθρώπου ὑπακοῇ. Παρ’ οἷς οὖν ἄγνωστον τὸ αἴτιον τοῦ | |
5 | θανάτου, παρὰ τούτοις καὶ ὁ τῆς φύσεως τοῦ ἀνθρώπου δη‐ μιουργός ἐστιν ἄγνωστος. Ἀγνοούντων δὲ αὐτῶν τὸ αἴτιον τοῦ θανάτου καὶ τὸν δημιουργὸν τῆς φύσεως ἀνθρώπου, πῶς | |
213E | οὐκ ἐξ ἀγνοίας λέγουσι τὸ μὴ εἶναι τῶν νεκρῶν τὴν ἀνά‐ στασιν; κθʹ. Ἄλλο τὸ πάντη μὴ ὄν, καὶ ἄλλο τὸ τοιόνδε μὴ ὄν· οἷον ἄλλο τὸ τὴν ἀρχὴν μὴ γενέσθαι ἄνθρωπον, καὶ ἄλλο τὸ | |
5 | μετὰ τὸ γενέσθαι αὐτὸν φθαρῆναι. Καὶ ἐπειδὴ οὐκ ἔστι τῷ θεῷ ἔργον ἔργου ἐργωδέστερον, πῶς οὐκ ἔστιν ἄλογον τὸ πι‐ | |
214A | στεύειν μὲν θεῷ ἐπὶ τῇ ποιήσει τῶν πάντη οὐκ ὄντων, ἀπιστεῖν δὲ αὐτῷ ἐπὶ τῇ μεταποιήσει τῶν φθαρέντων; λʹ. Εἰ, ὥσπερ πρὸ τοῦ γενέσθαι τὸν ἄνθρωπον ὁ ἄν‐ θρωπος δυνάμει ἦν ἐν τοῖς στοιχείοις ἐξ ὧν γέγονεν, οὕτως | |
5 | καὶ μετὰ τὸ φθαρῆναι αὐτὸν ἔστι δυνάμει ἐν τοῖς στοιχείοις, πῶς ἀπιστοῦσιν οἱ Ἕλληνες θεῷ, ἐπαγγειλαμένῳ ἀνιστᾶν τοὺς | |
νεκρούς, ὡς ἐπ’ ἀδυνάτῳ πράγματι, τοῦ ἀνθρώπου δυνάμει ὄντος ἐν τοῖς στοιχείοις, ὥσπερ πάλαι κτιζομένου, οὕτως καὶ | 360 | |
214B | νῦν ἀνακτιζομένου; λαʹ. Εἰ οὐκ ἠδύνατο ὁ θεὸς ἐξ ἀρχῆς ἀφθάρτους ποιεῖν τοὺς ἀνθρώπους, δῆλον ὅτι οὐδὲ νῦν δύναται. Εἰ δὲ καὶ ἐξ ἀρχῆς ἔσχε δύναμιν τοῦ ποιῆσαι ἡμᾶς ἀφθάρτους καὶ οὐκ | |
5 | ἀπέβαλε ταύτην, πῶς οὐκ ἔστιν ἄλογον τὸ ὡς ἐπ’ ἀδυνάτῳ πράγματι ἀπιστεῖν θεῷ, ἐπαγγειλαμένῳ καθ’ ὁμοίωσιν τοῦ ἐγερθέντος ἐκ τῶν νεκρῶν ὑπ’ αὐτοῦ εἰς ἄφθαρτον ζωὴν ἀφθάρτους ποιεῖν καὶ τοὺς λοιποὺς ἀνθρώπους; | |
214C | λβʹ. Δυνάμει τὸ ζῶον ἐν τῷ σπέρματι τῇ φύσει, δυνάμει ἡ κλίνη ἐν τῷ ξύλῳ τῇ τέχνῃ, δυνάμει οἱ ἀνιστάμενοι ἐν τοῖς στοιχείοις τῷ θεῷ. Ἀλλ’ εἰ τοῦτο, πῶς οὐκ ἔστιν ἄτοπον τὸ πιστεύειν μὲν τῇ φύσει τὰ φυσικά, καὶ τῇ τέχνῃ τὰ τεχνητά, | |
5 | ἀπιστεῖν δὲ θεῷ τὰ θεῖα; λγʹ. Τῇ θείᾳ αὐθεντίᾳ οὐδέν ἐστιν ἀπειθές. Εἰ ἡ θά‐ λασσα καὶ ἡ γῆ τῷ θείῳ προστάγματι πάλαι δέδωκεν ἃ οὐκ | |
214D | ἔλαβε, πῶς οὐ νῦν μᾶλλον δώσει ἃ ἔλαβε, προστάξαντος τοῦ θεοῦ; λδʹ. Εἰ, ὥσπερ ἡ φύσις ἐκ τοῦ φθαρέντος σπέρματος οὐ δύναται ποιεῖν τὸ ζῶον καὶ ἡ τέχνη ἐκ τοῦ φθαρέντος ξύλου | |
5 | οὐ δύναται ποιεῖν τὴν κλίνην, οὕτως οὐδὲ ὁ θεὸς δύναται ἐκ τοῦ φθαρέντος ἀνθρώπου ἄφθαρτον ποιεῖν ἄνθρωπον, ἔμμε‐ τρος ἄρα ἔσται ἡ δύναμις τοῦ θεοῦ, ὥσπερ τῆς φύσεως καὶ τῆς τέχνης. Εἰ δὲ τοῦτο ἄτοπον λέγειν, ἄτοπον ἄρα καὶ τὸ | |
214E | ἀπιστεῖν θεῷ ποιεῖν ἐκ τοῦ φθαρέντος ἀνθρώπου ἄφθαρτον ἄνθρωπον. λεʹ. Εἰ, ὥσπερ ἀπίστοις ἀνθρώποις ἀδύνατον φαίνεται γενέσθαι τὴν ἀνάστασιν, οὕτως ἀδύνατόν ἐστι τῷ θεῷ τὸ ποιεῖν | |
5 | τὴν ἀνάστασιν, οὐδὲν ἄρα κατὰ τοῦτο διαφέρει θεὸς ἀνθρώ‐ | |
215A | που. Εἰ δὲ ἀπειράκις διαφέρει, ὥσπερ οὖν καὶ διαφέρει, πῶς οὐκ ἔστιν ἄτοπον τὸ ἀπιστεῖν θεῷ τὴν ποίησιν ὧν ἔχει τοῦ ποιεῖν τὴν δύναμιν; | |
λϛʹ. Ὧν ἰσχύει θεὸς τὴν ὑπὲρ φύσιν ποίησιν, τούτων πῶς | 362 | |
5 | οὐκ ἔστιν ἄτοπον τὸ ἀπιστεῖν αὐτῷ τὴν ὑπὲρ φύσιν μετα‐ ποίησιν; λζʹ. Εἰ τὸ μὴ κατὰ φύσιν γινόμενον, τούτου ἄπιστον καὶ ἀδύνατον τὴν ποίησιν χρὴ ὑπολαμβάνειν, πῶς οὐκ ἔσται καὶ | |
215B | τοῦ πρώτου γεγονότος ἀνθρώπου ἄπιστος καὶ ἀδύνατος ἡ ποίησις, μὴ κατὰ φύσιν γεγενημένου; Ἀδύνατον γὰρ γενέσθαι ἐξ ἀνθρώπου ἄνθρωπον κατὰ φύσιν, μὴ πρῶτον τοῦ ἀνθρώ‐ που γινομένου ὑπὲρ φύσιν. | |
5 | ληʹ. Εἰ μὴ γίνομαι πάλιν ὅπερ ἤμην, πῶς ἀπολαμβάνω τῆς ἀρετῆς ἢ τῆς κακίας τὰς ἀμοιβάς, ὧν ἐπὶ τοῦ παρόντος οὐκ ἔτυχον; Εἰ γὰρ οὐ γίνεται τῶν νεκρῶν ἡ ἀνάστασις, πῶς οὐκ ἔσονται ἴσοι ἀλλήλοις οἵ τε δρῶντες τοὺς μαρτυρικοὺς | |
215C | ἀγῶνας καὶ οἱ ὑπομένοντες; Εἰ δὲ ἄδικον τοῦτο, πῶς οὐκ ἄδι‐ κον τὸ μὴ γίνεσθαι τῶν νεκρῶν τὴν ἀνάστασιν, ἐν ᾗ μόνῃ ἐν‐ δέχεται γίνεσθαι τῶν πεποιηκότων τὰ ἄδικα καὶ τῶν ὑπομε‐ μενηκότων τὴν διάκρισιν, κατὰ τὴν διαφορὰν τιμῆς τε καὶ | |
5 | τιμωρίας; λθʹ. Εἰ τὸ τί ἦν ὁ ἄνθρωπος καὶ ἔστι, πῶς προεχώ‐ ρησεν ἀποθανὼν τῆς τοῦ θεοῦ γνώσεως; Οὐκ ἀπέστη τὸ εἶναι αὐτὸν πάλιν ὃ ἦν. Τὰ γὰρ ἔργα τοῦ θεοῦ γνωστὰ αὐτῷ καὶ | |
215D | δυνατά· καὶ εἰ μὴ δυνατὰ αὐτῷ, οὐδὲ γνωστὰ αὐτῷ. μʹ. Εἰ καλὸν μὲν τὸ εἶναι ἡμᾶς ἐν τῷ παρόντι θνητούς, κάλλιον δὲ τὸ εἶναι ἡμᾶς ἀθανάτους ἐν τῷ μέλλοντι, πῶς οὐκ ἔστιν ἄτοπον τὸ λέγειν τὸν θεὸν δυνατὸν μὲν πρὸς ποίησιν τοῦ | |
5 | καλοῦ, ἀδύνατον δὲ πρὸς ποίησιν τοῦ καλλίονος; μαʹ. Εἰ ἀδύνατον τῷ θεῷ τὸ θνητὸν σῶμα ποιῆσαι ἀθά‐ νατον, πῶς οὐκ ἔσται ὁ θάνατος ἰσχυρότερος τοῦ θεοῦ, ἐξ | |
215E | αὐτοῦ μὴ δυναμένου ῥύσασθαι τοὺς αὐτῷ ὑποκειμένους; μβʹ. Εἰ ὁ θεὸς ἔχει δύναμιν ζωοποιητικὴν τῶν νεκρῶν, πῶς οὐκ εἰσὶν ἐπιτήδειοι πρὸς ἀνάστασιν οἱ ἀνιστάμενοι; Τοῦ θεοῦ δὲ πρὸς τὸ ἀνιστᾶν τοὺς νεκροὺς δυνατοῦ ὑπάρχοντος, | |
5 | καὶ τῶν ἀνισταμένων ἐπιτηδείων πρὸς τὸ ἀνίστασθαι ὑπαρ‐ χόντων, ποίαν ἔχει χώραν ἡ ἀπιστία τῶν ἀπιστούντων τὴν ἀνάστασιν; | |
216A | μγʹ. Εἰ τοῦ εἶναι καὶ τοῦ μὴ εἶναι ἡμᾶς δεσπόζει θεός, | |
πῶς οὐκ ἔσται ἀπὸ τῆς αὐτῆς αὐτοῦ δεσποτείας τὸ γίνεσθαι ἡμᾶς ἀθανάτους; Εἰ δὲ τὸ γενέσθαι ἡμᾶς ἀθανάτους ἔξωθεν τῆς τοῦ θεοῦ δεσποτείας καθέστηκε, πῶς οὐκ ἔσται θεὸς τοῦ | 364 | |
5 | μὴ εἶναι ἡμᾶς μὴ δεσπόζων; μδʹ. Εἰ, ἣν ἔχουσι φύσιν τὰ ἀθάνατα καὶ τὰ θνητά, ἐκ τῆς τοῦ θεοῦ ἔχουσι βουλήσεως, πῶς οὐκ ἔστι δυνατὸν τὸ | |
216B | ἀθανατίζεσθαι τοὺς νεκροὺς βουληθέντος τοῦ θεοῦ; μεʹ. Ὧν τὰ ἀνθιστάμενα ἀσθενεῖ, τούτων ἡ σύστασις βε‐ βαία. Ἀλλ’ εἰ παντὶ ἀντιστάσεως τρόπῳ κεχρημένοι οἱ Ἕλ‐ ληνες πρὸς ἀναίρεσιν τοῦ τῆς ἀναστάσεως δόγματος ἀναιρεῖν | |
5 | τοῦτο οὐκ ἴσχυσαν, τῇ τοῦ ποιοῦντος τὴν ἀνάστασιν θεοῦ δυ‐ νάμει ἀσάλευτον ἐν ταῖς πολυτρόποις ἀντιστάσεσι φυλατ‐ τόμενον τὸ δόγμα, κατὰ τί ἄπιστος τῶν νεκρῶν ἡ ἀνάστασις, τοῦ περὶ ταύτης δόγματος μήτε ὑπὸ χειρῶν μήτε ὑπὸ γλώσσης | |
216C | σαλευομένου; μϛʹ. Εἰ μέγιστόν ἐστι δεῖγμα τῆς τοῦ θεοῦ ἀηττήτου καὶ ἀπεριγράπτου δυνάμεως τὸ εἰδέναι πάντων τῶν ἀνθρώ‐ πων, ζώντων τε καὶ νεκρῶν, τάς τε ἰδέας καὶ τὰς πράξεις | |
5 | ἀγαθάς τε καὶ φαύλας, πῶς οὐκ ἔστι τῶν νεκρῶν ἡ ἀνάστασις ἀπόδειξις τῆς τοῦ θεοῦ ἀπεριγράπτου δυνάμεώς τε καὶ γνώ‐ σεως, δι’ ἧς εἰς τὸ εἶναι πάλιν ἀποκαθιστᾷ τοὺς ἀνθρώπους; Ἀλλ’ εἰ τοῦτο, πῶς οὐκ ἔσται ἀποστερῶν τὸν θεὸν τῆς τοι‐ | |
216D | αύτης ἀποδείξεως ὁ ἀποστερῶν τοὺς νεκροὺς τῆς ἀναστά‐ σεως; μζʹ. Εἰ ἐλπίσαντες Ἕλληνες ἀναιρεῖν διὰ τῆς οἰκείας ἀντι‐ στάσεως τὸ περὶ τῆς ἀναστάσεως δόγμα ἀπέτυχον τῆς ἐλπίδος, | |
5 | πῶς οὐκ ἔσονται ἀποτυγχάνοντες πάλιν τῆς ἐλπίδος, ἐλπί‐ ζοντες πάλιν μὴ ἔσεσθαι τῶν νεκρῶν τὴν ἀνάστασιν; μηʹ. Ἐχρῆν τοὺς Ἕλληνας, μαχεσαμένους κατὰ τοῦ περὶ | |
216E | τῆς ἀναστάσεως δόγματος, ἢ μὴ ἡττᾶσθαι ἐν τῇ μάχῃ ἢ ἡττη‐ θέντας μὴ ἀπιστεῖν τὴν ἀνάστασιν· εἰ δὲ μή γε, ἔσται αὐτῶν | |
ἡ πρώτη ματαιοπονία ἔλεγχος τῆς ἀλόγου αὐτῶν ἀπιστίας. | 366 |