TLG 0646 010 :: Pseudo–JUSTINUS MARTYR :: Quaestiones Christianorum ad gentiles

Pseudo–JUSTINUS MARTYR
(A.D. 3/5)

Cf. et ACTA JUSTINI ET SEPTEM SODALIUM (0384)

Quaestiones Christianorum ad gentiles

Source: Otto, J.C.T. (ed.), Corpus apologetarum Christianorum saeculi secundi, vol. 5, 3rd edn. Jena: Mauke, 1881 (repr. Wiesbaden: Sändig, 1969): 246–326.

Citation: Morel page — section — (line)

t

1

ΤΟΥ ΑΓΙΟΥ ΙΟΥΣΤΙΝΟΥ ΦΙΛΟΣΟΦΟΥ ΚΑΙ ΜΑΡΤΥΡΟΣ ΕΡΩΤΗΣΕΙΣ ΧΡΙΣΤΙΑΝΙΚΑΙ ΠΡΟΣ ΤΟΥΣ ΕΛΛΗΝΑΣ.

159

D

(t)

Πρώτη ἐρώτησις χριστιανικὴ πρὸς τοὺς Ἕλληνας.
1 Εἰ τῷ μεγίστῳ ἐν ἀνθρώποις ἀγαθῷ μέγιστον ἀντίκειται κακόν, μέγιστον δὲ ἐν ἀνθρώποις ἀγαθὸν τὸ γνῶναι τὸν ὄν‐ τως ὄντα θεόν, μέγιστον ἄρα κακὸν τὸ τοῦτον ἀγνοεῖν. Ἀλλ’ ἐπειδή ἐστι τοῦτο κακὸν ἔν τισι τῶν ἀνθρώπων, ποῖόν ἐστι
5τῷ δημιουργῷ τοῦ κόσμου θεῷ πρεπωδέστερον τὸ ἐναλλάξαι τὴν τοῦ παρόντος βίου κατάστασιν καὶ ἀπαλλάξαι τοὺς ἀν‐ θρώπους τοῦ μεγίστου κακοῦ, καθὼς ὁ τῶν Χριστιανῶν βού‐

159

E

λεται λόγος, ἢ τὸ ἐᾶσαι μένειν τὸν κόσμον ἐπὶ τῆς αὐτῆς κατα‐ στάσεως καὶ τοὺς ἀνθρώπους τῷ μεγίστῳ κακῷ ἀεὶ κατε‐ χομένους; Ἀπόκρισις ἑλληνικὴ πρὸς τοὺς Χριστιανούς.
5Πρῶτον μὲν πρὸς τὸ πρῶτον ἄπορον ῥητέον, ὡς μέγιστον

160

A

κακὸν οὐδέν ἐστιν. Εἰ γὰρ τῶν ἀγαθῶν τὸ μέγιστον ὁ θεός ἐστι, δῆλον ὅτι, εἴ τις ὑπόθοιτο μέγιστον κακόν, εὑρεθήσεται ἑτέρα ἀρχὴ ἐναντία τῷ θεῷ, ὅπερ οἱ Μανιχαῖοι κακῶς λέγοντες
λέγουσι. Καὶ γὰρ ἄτοπον τὸν θεὸν μὴ πάντα καταλαμβάνειν,246
5μὴ πᾶσι τὴν ἑαυτοῦ ἀγαθότητα ἐπιλάμπειν. Μέγιστον τοίνυν κακὸν οὐδέν. Καὶ γὰρ ἡ ἄγνοια πολλάκις ἐπ’ ἀγαθῷ δίδοται τοῖς ἀνθρώποις· ὁρῶμεν οὖν ἐπὶ πολλῶν ὡς πολλάκις συμ‐

160

B

βαίνει μᾶλλον καταφρονεῖν τῶν γινωσκομένων ἢ τῶν ἀγνοουμέ‐ νων. Ἄλλως τε καὶ τὸ ἀγνοεῖν τὸν ὄντως ὄντα θεὸν οὐκ ἔκ τινος ἄλλου ἀλλ’ ἐκ τῆς οἰκείας λήθης ἡ ψυχὴ πάσχει. Παρα‐ γίνεται δὲ καὶ ταῖς ἐνταῦθα ψυχαῖς γνῶσις θεοῦ· ὥσπερ οὖν
5ὁρῶμεν καὶ ἐνταῦθα ἀνθρώπους γινώσκοντας τὸν θεόν. Εἰ δέ τις ἐθέλοι τὸ ἀληθὲς λέγειν, οὐδέ ἐστιν ὅλως ἄγνοια περὶ θεοῦ· πάντες γὰρ ὅτι ἔστιν ὁ θεὸς ὁμολογοῦσι κοινῇ ἐννοίᾳ. Ὅτι δὲ καὶ ἐνταῦθα ὄντες δύνανται οἱ ἄνθρωποι γινώσκειν τὸν

160

C

θεόν, καὶ ἡ τῶν ὀρθοδόξων πίστις σαφῶς δηλοῖ, λέγουσα τὸν θεὸν αὐτὸν κατεληλυθέναι καὶ ἐγνῶσθαι τοῖς ἀνθρώποις. Εἰ τοίνυν δυνατὸν καὶ ἐνταῦθα τοὺς ἀνθρώπους ὄντας γινώσκειν τὸν θεόν, οὐδὲν αὐτοῖς μέγιστον κακὸν συμβαίνει ἐκ τοῦ ἐν‐
5ταῦθα εἶναι. Τοῖς ἀγνοοῦσι γάρ, καθὼς εἴρηται, ἐκ τῆς ἀπί‐ στου φύσεως τὸ ἀγνοεῖν τὸν θεὸν συμβαίνει. Εἰ δέ τις καὶ συγχωρήσει, ὅπερ ἄτοπον, μέγιστον εἶναι κακὸν τὰ ἐνταῦθα, καὶ κάλλιον ὑπάρχειν τὸ μὴ εἶναι τὰ τῇδε τοῦ εἶναι, εἰ μὲν

160

D

λέγει κακὰ πεποιηκέναι τὰ τῇδε τὸν δημιουργὸν δι’ ἀσθένειαν, ἀνοηταίνει, τὴν τοῦ θεοῦ δύναμιν φάσκων μὴ καταλαμβάνειν πάντα. Εἰ δέ, δυνάμενος καλὰ ποιῆσαι τὰ τῇδε, συνεχώρησεν ἑτέροις κακὰ ποιεῖν, καὶ τοῦτο ἔσται κατηγόρημα θεοῦ· ὁ γὰρ
5δυνάμενος μὲν παῦσαι, περιορῶν δέ, ἀληθέστερον αὐτὸς δρᾷ. Εἰ δὲ αὐτός ἐστιν ὁ θεὸς ὁ ποιήσας τὰ τῇδε, δῆλον ὅτι τοῦ αὐτοῦ θεοῦ μένοντος καὶ εἰς ὕστερον καὶ ἀεὶ τὰ αὐτὰ ἔσται.

160

E

Ἃ γὰρ πάλαι ἠδύνατο καὶ νῦν δύναται. Εἰ δὲ νῦν τι πλεῖον δύναται παρὰ τὰ πρὸ τοῦ, ἔγχρονος αὐτοῦ ἔσται ἡ τοιαύτη δύναμις, ὅπερ ἄτοπον· τὸ γὰρ ἔγχρονον φθαρτόν. Εἰ δέ, δυ‐ νάμενος καὶ πάλαι κωλῦσαι τὸ μέγιστον οὕτω κακόν, οὐκ ἐκώ‐
5λυσε, φθονερὸς ἂν εἴη· ὅπερ ἀσεβὲς καὶ φαντάζεσθαι. Δεῖ οὖν τὸν αὐτὸν ἐπὶ τῶν αὐτῶν μένοντα τὰ αὐτὰ ποιεῖν.

161

A

Ἔλεγχος τῆς ἀποκρίσεως οὐκ ὀρθῶς γεγενημένης.
Ἱκανὸς μὲν ἦν εἰς ἔλεγχον τοῦ ἀσυστάτου λόγου αὐτὸς ὁ λόγος νοούμενος. Τῷ γὰρ λέγειν ἐν ἀρχῇ μὲν τοῦ λόγου μὴ εἶναι μέγιστον κακόν, ἐν τῷ τέλει δὲ τοῦ λόγου τὸ ἀσεβὲς εἶναι248

161

B

καὶ ἐκ μόνης φαντασίας τὸ τὰ ἀνάξια περὶ θεοῦ φρονεῖν, πῶς οὐκ ἔστι κεκριμένως εἰσαγόμενον τὸ μέγιστον κακόν, τὸ ἀκρί‐ τως ἐκβληθὲν παρὰ τοῦ ἀποκριναμένου; Εἰ δὲ προστεθείη τῇ τοιαύτῃ ἐκ μόνης φαντασίας ἀσεβείᾳ καὶ τὸ λέγειν, μείζων
5γίνεται ἡ ἀσέβεια· εἰ δὲ σὺν τῷ λέγειν καὶ τὸ γράφειν, ἐξ ἀνάγκης πᾶσαν κακίας ὑπερβολὴν ἡ ἀσέβεια ἔχουσα. Εἰ δὲ ταῦτα οὕτως ἔχει, καὶ ἔστιν ἐν πᾶσι τοῖς ἀναξίως περὶ θεοῦ λεγομένοις τε καὶ γραφομένοις ἢ καὶ μόνον φανταζομένοις ἀσέ‐

161

C

βεια καθαιρετικὴ τῆς δόξης τοῦ θεοῦ, ἔστιν ἄρα ἐξ ἀγνοίας θεοῦ τὸ μέγιστον κακὸν ἐν ἀνθρώποις. Ἀλλ’ ἐπειδὴ ἔδοξε τῇ σῇ θεοσεβείᾳ τὸ καὶ παρ’ ἡμῶν ἐγγράφως ἐλεγχθῆναι τοῦ λόγου τὸ ἀσύστατον, διὰ τοῦτο ἐν συντόμῳ γράφω τὰ ὑποτε‐
5ταγμένα. Τὸ γὰρ διὰ πλειόνων ἐλέγξαι πρόδηλον ψεῦδος ναρ‐ κῶδες καὶ τῷ γράφοντι καὶ τῷ ἀναγινώσκοντι. Δύο εἴδη τοῦ μεγίστου κακοῦ ἔθηκεν ὁ ἀποκρινάμενος ἐν τῇ ἑαυτοῦ ἀποκρίσει, καὶ τρία εἴδη τῆς ἀγνοίας τοῦ θεοῦ·

161

D

ἐκεῖνα μὲν κατὰ τοὺς Μανιχαίους, ταῦτα δὲ κατ’ αὐτὸν τὸν ἀποκρινάμενον. Καὶ τῶν δύο εἰδῶν τοῦ μεγίστου κακοῦ τὸ μὲν ἔλεγε κατ’ οὐσίαν, τὸ δὲ κατ’ ἐνέργειαν τοῦ κατ’ οὐσίαν· τῶν δὲ τριῶν εἰδῶν τῆς τοῦ θεοῦ ἀγνοίας τὸ μὲν ἔλεγε κατὰ
5λήθην, τὸ δὲ κατὰ τὴν ἄπιστον φύσιν, τὸ δὲ κατὰ τὴν ἀγαθὴν δόσιν. Ποιῶν δὲ σύντομον τὴν ἀναίρεσιν καὶ τῶν κατὰ Μανι‐ χαίους καὶ τῶν κατ’ αὐτὸν ἔφασκε, ποτὲ μὲν ἀναιρῶν τῶν

161

E

Μανιχαίων τὴν δόξαν, ὅταν φησί· Μέγιστον κακὸν οὐδέν ἐστιν· εἰ δέ τις ὑπόθοιτο μέγιστον κακόν, εὑρεθήσεται ἑτέρα ἀρχὴ ἐναντία τῷ θεῷ, ὅπερ οἱ Μανιχαῖοι κακῶς λέγοντες λέ‐ γουσι· ποτὲ δέ, ὅταν φησί· Τὸ ἀγνοεῖν τὸν ὄντως ὄντα θεὸν
5οὐκ ἐξ ἄλλου τινὸς ἀλλ’ ἐκ τῆς οἰκείας λήθης ἡ ψυχὴ πάσχει· ἐν ἐκείνοις μὲν ἀναιρῶν τὸ κατ’ οὐσίαν μέγιστον κακόν, ἐν
τούτοις δὲ τὸ κατ’ ἐνέργειαν. Ἀναιρῶν δὲ καὶ τὰ εἴδη τῆς250

162

A

ἀγνοίας τοῦ θεοῦ, ἃ αὐτὸς ἔθηκε, καί φησιν· Οὐδέ ἐστιν ὅλως ἄγνοια περὶ θεοῦ· πάντες γὰρ ὅτι ἔστι θεὸς ὁμολογοῦσι κοινῇ ἐννοίᾳ. Εἰ μὲν οὖν οὐκ ἔστιν ὅλως ἄγνοια περὶ θεοῦ, δῆλον ὅτι ψευδὲς τὸ Ἀγνοεῖν τὸν θεὸν συμβαίνει τοῖς ἀνθρώποις ἢ
5κατὰ λήθην ἢ κατὰ τὴν ἄπιστον φύσιν ἢ κατὰ τὴν ἀγαθὴν δό‐ σιν. Εἰ δὲ κοινὴν ἔννοιαν πάντων λέγει τὴν κατὰ τὴν εἰδικὴν ἔννοιαν ἑκάστης τῶν κακοδόξων αἱρέσεως ἀναιρουμένην, οὐδ’ οὕτως ἔσται γνῶσις θεοῦ ἐν τοῖς πᾶσιν. Ἡμεῖς δὲ οὔτε τὸ

162

B

κατὰ τοὺς Μανιχαίους μέγιστον κακὸν οὐδὲ τὴν κατ’ αὐτὸν τὸν ἀποκρινάμενον ἄγνοιαν θεοῦ ἐθήκαμεν ἐν τῇ ἐρωτήσει, ἀλλὰ μέγιστον κακὸν κατ’ ἔννοιαν εἴπομεν, τὸ κατὰ τοῦ θεοῦ ψεῦ‐ δος, ἄγνοιαν δὲ θεοῦ τὴν τὸ ψεῦδος εἰρηκυῖαν· ὅπερ ἐστὶ τρί‐
5τον εἶδος τοῦ μεγίστου κακοῦ, ἐκ τῆς ἑκουσίου ἀπειθείας τε καὶ ἀπιστίας ἀνθρώπων συμβαῖνον αὐτοῖς. Ὃ προθέμενος ὁ ἀποκρινάμενος ἀναιρεῖν, ἀνεῖλε μὲν τὰ κατὰ τοὺς Μανιχαίους δύο τοῦ μεγίστου κακοῦ εἴδη, τὸ δὲ καθ’ ἡμᾶς οὐκ ἀνεῖλε. Διὸ

162

C

δυοῖν θάτερον ἀνάγκη ἡμᾶς λέγειν περὶ τοῦ ἀποκριναμένου, ἢ τὸ μὴ νοῆσαι τὸ καθ’ ἡμᾶς τρίτον εἶδος τοῦ μεγίστου κακοῦ, ἢ τὸ μὴ εὐπορῆσαι δικαίας ἀντιλογίας τούτου ἀναιρετικῆς. Ὅτι δέ ἐστι τὸ καθ’ ἡμᾶς μέγιστον κακὸν ἐξ ἀγνοίας θεοῦ συμβαῖ‐
5νον τοῖς ἀνθρώποις, δείκνυται οὕτως. Τὸ μέγιστον κακόν, τὸ μὴ ὂν κατ’ οὐσίαν, τοῦτο διὰ τὴν ἄγνοιαν τοῦ θεοῦ ὑπέθεντο οἱ ἄνθρωποι εἶναι τοῖς ἑαυτῶν δόγμασι. Μαρτυρεῖ δὲ τούτῳ καὶ αὐτὸς ὁ ἀποκρινάμενος ἐν οἷς ἔλεγε· Μέγιστον κακὸν οὐδέν ἐστι· καὶ εἴ τις ὑπόθοιτο μέγιστον κακόν, εὑρεθήσεται ἑτέρα

162

D

ἀρχὴ ἐναντία τῷ θεῷ, ὅπερ οἱ Μανιχαῖοι κακῶς λέγοντες λέ‐ γουσι. Καὶ γὰρ ἄτοπον τὸν θεὸν μὴ πάντα καταλαμβάνειν, μὴ πᾶσι τὴν ἑαυτοῦ ἀγαθότητα ἐπιλάμπειν. Μέγιστον τοίνυν κακὸν οὐδέν. Ἐν τούτοις ἀνῄρηται μὲν τὸ κατ’ οὐσίαν μέγιστον
5κακόν, ὑπολέλειπται δὲ τὸ καθ’ ὑπόθεσιν ἐν δόγματι, ὃ ἐθή‐ καμεν ἡμεῖς ἐν τῇ ἐρωτήσει. Ἀλλ’ ἐπειδὴ πρὸς ἀναίρεσιν τοῦ καθ’ ἡμᾶς μεγίστου κακοῦ ὁ ἀποκρινάμενος ἀποτεινόμενος

162

E

ἔλεγε Μέγιστον κακὸν οὐδέν ἐστι, διὰ τοῦτο δῆλός ἐστιν ὁ
ἀποκρινάμενος ἢ μὴ νοήσας, καθὰ εἴρηται, τὸ καθ’ ἡμᾶς μέ‐ γιστον κακόν, ἢ μὴ εὐπορήσας δικαίας ἀντιλογίας. Ἀλλ’ εἰ τοῦτο οὕτως ἔχει, δῆλον ὅτι ἔστι μέγιστον κακὸν ἐν ἀνθρώποις252

163

A

καθ’ ὑπόθεσιν ἐν δόγματι. Εἰ γάρ, φησί, μέγιστον τῶν ἀγα‐ θῶν ὁ θεός ἐστιν, ἀληθὴς μὲν καὶ εὐσεβὴς ἡ φωνὴ ἡ λέγουσα τὸν θεὸν μέγιστον εἶναι τῶν ἀγαθῶν. Ἀλλ’ ἐπειδή τινες τῶν ἀνθρώπων ἐξ ἀγνοίας θεοῦ ἀποστεροῦσι μὲν τὸν ὄντως ὄντα
5θεὸν τῶν δικαίων αὐτοῦ προσηγοριῶν τε καὶ τιμῶν, καὶ προσ‐ άπτουσιν αὐτὰς τοῖς οὐκ οὖσιν, ἆρά γε οὐ δοκεῖ τῷ ἀποκρινα‐ μένῳ ἀσέβειαν εἶναι διπλῆν, ἧς μείζων οὐκ ἔστι, τὸ τὸν μὲν ὄντως ὄντα θεὸν ἀγνοεῖν, τὸν δὲ οὐκ ὄντα ταῖς ἐκείνου τιμᾶν

163

B

προσηγορίαις καὶ τιμαῖς; Πῶς δὲ ἐνδέχεται κατὰ τὴν ἐκείνου ἀπόφασιν λέγουσαν μὴ εἶναι μέγιστον κακὸν ἐν ἀνθρώποις, τῆς μεγίστης ἀσεβείας οὔσης ἐν ἀνθρώποις, εἰ μή τι γε ἄρα τὴν μεγίστην ἀσέβειαν οὐχ ἡγεῖται μέγιστον εἶναι κακόν; Εἴ
5τις, φησίν, ὑπόθοιτο μέγιστον κακόν, εὑρεθήσεται ἑτέρα ἀρχὴ ἐναντία τῷ θεῷ, ὅπερ οἱ Μανιχαῖοι κακῶς λέγοντες λέγουσι. Καὶ γὰρ ἄτοπον τὸν θεὸν μὴ πάντα καταλαμβάνειν, μὴ πᾶσι τὴν ἑαυτοῦ ἀγαθότητα ἐπιλάμπειν. Μέγιστον τοίνυν κακὸν

163

C

οὐδέν. Εἰ μέγιστον κακὸν οὐδέν ἐστιν ἐν ἀνθρώποις, πῶς διέ‐ βαλες τοὺς Μανιχαίους ὡς κακῶς λέγουσιν ἃ λέγουσιν; Εἰ μὲν γὰρ κακῶς λέγουσιν οἱ Μανιχαῖοι ἃ λέγουσιν, δῆλον ὅτι κακόν ἐστι τὸ λεγόμενον παρ’ αὐτῶν· πᾶς γὰρ ὁ λέγων κακῶς
5τὸ κακὸν λέγει κακῶς· τὸ δὲ κατὰ τοὺς Μανιχαίους κακὸν τοιοῦτόν ἐστιν, οὗ μεῖζον οὐκ ἔστιν. Ἀλλ’ εἰ ἀληθὲς τοῦτο, ἀληθῶς ἄρα ἐστὶ μέγα κακὸν ἐν ἀνθρώποις, εἰ καὶ μὴ κατ’ οὐσίαν, ἀλλ’ ἐν ὑποθέσει καὶ δόγματι. Καὶ γάρ, φησίν, ἡ ἄγνοια πολλάκις ἐπ’ ἀγαθῷ δίδοται

163

D

τοῖς ἀνθρώποις· ὁρῶμεν γοῦν ἐπὶ πολλῶν ὡς πολλάκις συμ‐ βαίνει μᾶλλον καταφρονεῖν τῶν γινωσκομένων ἤπερ τῶν ἀγνο‐ ουμένων. Ἄλλως τε καὶ τὸ ἀγνοεῖν τὸν ὄντως ὄντα θεὸν οὐκ ἔκ τινος ἄλλου ἀλλ’ ἐκ τῆς οἰκείας λήθης ἡ ψυχὴ πάσχει. Πα‐
5ραγίνεται δὲ καὶ ταῖς ἐνταῦθα ψυχαῖς γνῶσις τοῦ θεοῦ· ὥσπερ οὖν ὁρῶμεν καὶ ἐνταῦθα ἀνθρώπους γινώσκοντας τὸν θεόν. Εἰ δέ τις ἐθέλοι τὸ ἀληθὲς λέγειν, οὐδέ ἐστιν ὅλως ἄγνοια περὶ

163

E

τοῦ θεοῦ· πάντες γὰρ ὅτι ἔστι θεὸς ὁμολογοῦσι κοινῇ ἐννοίᾳ.
Ὅτι δὲ καὶ ἐνταῦθα ὄντες δύνανται οἱ ἄνθρωποι γινώσκειν τὸν θεόν, καὶ ἡ τῶν ὀρθοδόξων πίστις σαφῶς δηλοῖ, λέγουσα τὸν θεὸν αὐτὸν κατεληλυθέναι καὶ ἐγνῶσθαι τοῖς ἀνθρώποις.254
5Εἶπεν ὅτι ἐπ’ ἀγαθῷ δέδοται πολλάκις τοῖς ἀνθρώποις ἡ ἄγνοια. Ἀλλ’ εἰ μὲν τὴν τοῦ θεοῦ λέγει ἄγνοιαν, περὶ ἧς

164

A

ἐστιν ἡμῖν ὁ λόγος, προδήλως ἄτοπον τὸ τὴν ἄγνοιαν τοῦ θεοῦ λέγειν ἐπ’ ἀγαθῷ δίδοσθαι τοῖς ἀγνοοῦσι· τούτῳ γὰρ τῷ λόγῳ ἔσονται πᾶσαι αἱ θρησκεῖαι αἱ ἀγνοοῦσαι τὸν θεὸν ἐπ’ ἀγαθῷ ἑαυτῶν ἀγνοοῦσαι τὸν θεόν, ἡ δὲ τὸν θεὸν γινώσκουσα θρη‐
5σκεία οὐκ ἐπ’ ἀγαθῷ ἑαυτῆς. Εἰ δὲ ἑτέραν λέγει ἄγνοιαν, περὶ ἧς προέκειτο ἡμῖν λέγειν, ἄκαιρος ἡ παράθεσις ἀντὶ τῆς ζητουμένης ἀγνοίας τὴν μὴ ζητουμένην ἔχουσα. Εἶπεν ὅτι ἐκ

164

B

τῆς οἰκείας λήθης πάσχει ἡ ψυχὴ τὸ ἀγνοεῖν τὸν θεόν. Εἶπεν ὅτι καὶ ἐνταῦθα παραγίνεται ταῖς ψυχαῖς γνῶσις θεοῦ· εἶπεν ὅτι καὶ ἐνταῦθα ὁρῶμεν γινώσκοντας τὸν θεόν. Εἶπεν ὅτι οὐδ’ ὅλως ἐστὶν ἄγνοια περὶ θεοῦ· πάντες γὰρ ὅτι ἔστι
5θεὸς ὁμολογοῦσι κοινῇ ἐννοίᾳ. Εἶπεν ὅτι καὶ ἐνταῦθα δύναν‐ ται οἱ ἄνθρωποι γινώσκειν τὸν θεόν· καὶ τούτου εἰς ἀπόδειξιν παρέθετο τὴν πίστιν τῶν ὀρθοδόξων, λέγουσαν αὐτὸν τὸν θεὸν κατεληλυθέναι καὶ ἐγνῶσθαι τοῖς ἀνθρώποις. Ἀλλ’ εἰ μὲν

164

C

ἀληθὲς ὅτι τῇ οἰκείᾳ λήθῃ πάσχει ἡ ψυχὴ τὸ ἀγνοεῖν τὸν θεόν, δῆλον ὅτι ψευδὲς τὸ Οὐδέ ἐστιν ὅλως ἄγνοια περὶ θεοῦ· πάντες γὰρ ὅτι ἔστι θεὸς ὁμολογοῦσι κοινῇ ἐννοίᾳ. Τίς δὲ ἦν χρεία τοῦ παραγενέσθαι ταῖς ἐνταῦθα ψυχαῖς γνῶσιν τοῦ θεοῦ, πάν‐
5των γινωσκόντων τὸν θεὸν καὶ ὁμολογούντων κοινῇ ἐννοίᾳ; Τὸ δὲ Καὶ ἐνταῦθα ὁρῶμεν ἀνθρώπους γινώσκοντας τὸν θεόν, περὶ τίνων λέγει ἀνθρώπων; Εἰ μὲν περὶ τῶν ἐγνωκότων τὸν

164

D

θεὸν κατελθόντα καὶ γνωρισθέντα αὐτοῖς κατὰ τὴν πίστιν τῶν ὀρθοδόξων, ἀληθὴς ὁ λόγος· ὁρῶμεν γὰρ αὐτούς. Πῶς δὲ ὁ τῇ τοῦ θεοῦ πρὸς ἀνθρώπους παρουσίᾳ ἀποδείξει χρησάμενος τοῦ δυνατὸν εἶναι τοῖς ἀνθρώποις καὶ ἐνταῦθα γνῶναι θεὸν
5αὐτὸς ἀπιστεῖ τοῖς παρ’ αὐτοῦ ῥηθεῖσι περὶ τῆς τοῦ κόσμου ἀνακτίσεως; Ἡ γὰρ ἄπιστος ἀπόδειξις πιστὸν οὐ δείκνυσι
τὸ εἰς δεῖξιν προκείμενον. Εἰ δὲ μὴ τοὺς ἐκ διδασκαλίας τοῦ κατελθόντος θεοῦ ἀνθρώπους λέγει ἐνταῦθα ἐγνωκότας τὸν θεόν, ψευδὴς ὁ λόγος ὁ λέγων· Ὁρῶμεν ἀνθρώπους ἐνταῦθα256

164

E

ἐγνωκότας τὸν θεόν. Ἐγὼ γὰρ τούτους οὐχ ὁρῶ. Καὶ εἰ οὐκ ἦν ὅλως ἄγνοια περὶ θεοῦ· πάντες γὰρ ὁμολογοῦσι κοινῇ ἐννοίᾳ· ποία γνῶσις τοῦ θεοῦ ἐνταῦθα παραγέγονε τοῖς ἀν‐ θρώποις, εἰ μὴ ἡ εἰδικὴ γνῶσις, καθ’ ἣν πᾶσαι αἱ οὖσαι ἐπὶ
5γῆς θρησκεῖαι τῆς μὲν τὸν ἀληθῆ λόγον πρεσβευούσης θρη‐ σκείας ἁπλῶς τῷ ψεύδει, ἀλλήλων δὲ ταῖς διαφοραῖς τοῦ ψεύ‐

165

A

δους διαφέρουσιν; Ἀλλ’ εἰ τοῦτο οὕτως ἔχει, οὐκ ἄρα κατὰ τὸν λόγον τοῦ ἀποκριναμένου παραγίνεται ταῖς ἐνταῦθα ψυχαῖς γνῶσις θεοῦ, ἀλλὰ μᾶλλον ἡ ἄγνοια, εἴγε μὴ τῇ καθόλου γνώσει τοῦ θεοῦ οὔσῃ ἐν αὐταῖς ἀλλήλων διαφέρουσιν αἱ θρησκεῖαι,
5τῇ εἰδικῇ δὲ μᾶλλον τῇ ἐνταῦθα παραγενομένῃ αὐταῖς. Εἰ τοίνυν δυνατὸν καὶ ἐνταῦθα τοὺς ἀνθρώπους ὄντας γινώσκειν τὸν θεόν, οὐδὲν αὐτοῖς μέγιστον κακὸν συμβαίνει ἐκ

165

B

τοῦ ἐνταῦθα εἶναι. Τοῖς ἀγνοοῦσι γάρ, καθὼς εἴρηται, ἐκ τῆς οἰκείας ἀπίστου φύσεως τὸ ἀγνοεῖν τὸν θεὸν συμβαίνει. Δύο φωνὰς ἀλλήλων ἀναιρετικὰς συμπλέξας ὁ ἀποκρινά‐ μενος ἔθηκεν ἐν τῇ ἑαυτοῦ ἀποκρίσει τὸ Εἰ δυνατὸν τοὺς ἀν‐
5θρώπους ἐνταῦθα ὄντας γινώσκειν τὸν θεόν, οὐδὲν αὐτοῖς μέ‐ γιστον συμβαίνει κακόν· καὶ τὸ Τοῖς ἀγνοοῦσιν ἐκ τῆς οἰκείας ἀπίστου φύσεως συμβαίνει τὸ ἀγνοεῖν τὸν θεόν. Καὶ τὸ μέ‐ γιστον κακόν, ὃ ἐξέβαλε διὰ τῆς πρώτης φωνῆς, τοῦτο διὰ τῆς

165

C

δευτέρας εἰσήγαγε φωνῆς· εἰ μέγιστόν ἐστι κακὸν τὸ κατὰ διπλῆν ἀσεβείαν ἀσεβεῖν εἰς τὸν ὄντως ὄντα θεόν, αὐτὸν μὲν ἀποστερεῖν τῆς κατ’ οὐσίαν δόξης, τοὺς δὲ οὐκ ὄντας θεοὺς τῇ ἐκείνου δόξῃ ψευδῶς τιμᾶν· ὅπερ ὑπερβολὴν οὐδὲ μιᾶς
5ἀπολέλοιπε κακίας. Τὸ δέ, διὰ τὸ δυνατὸν εἶναι ἀνθρώποις ἐνταῦθα οὖσι γινώσκειν τὸν θεόν, μηδὲν αὐτοῖς μέγιστον συμ‐ βαίνειν κακόν, τοῦτο οὐκ ἔστι τοῦ μεγίστου κακοῦ ἀναίρεσις ἀλλ’ ἐπίτασις, ὅτι καὶ ἐν τῷ δυνατῷ ἀδυνατοῦσιν οἱ ἄνθρω‐

165

D

ποι ἐκ τῆς οἰκείας ἑκουσίου ἀπιστίας, καί, δυνάμενοι κατὰ ἁπλῆν εὐσέβειαν σωστικὴν ἀνθρώπων εὐσεβεῖν, προτιμῶσι ταύτης τὴν διπλῆν ἀσέβειαν· ἣν μὴ λέγειν μέγιστον κακὸν τῶν
ἀτοπωτάτων ἐστίν.258
5 Εἰ δέ τις καὶ συγχωρήσει, ὅπερ ἄτοπον, μέγιστον εἶναι κακὸν τὰ ἐνταῦθα, καὶ κάλλιον ὑπάρχειν τὸ μὴ εἶναι τὰ τῇδε τοῦ εἶναι, εἰ μὲν λέγει κακὰ πεποιηκέναι τὰ τῇδε τὸν δη‐ μιουργὸν δι’ ἀσθένειαν, ἀνοηταίνει, τὴν τοῦ θεοῦ δύναμιν

165

E

φάσκων μὴ καταλαμβάνειν πάντα. Εἰ δέ, δυνάμενος ποιῆσαι καλὰ τὰ τῇδε, συνεχώρησεν ἑτέροις κακὰ ποιεῖν, καὶ τοῦτό ἐστι κατηγόρημα τοῦ θεοῦ· ὁ γὰρ δυνάμενος μὲν παῦσαι, πε‐ ριορῶν δέ, ἀληθέστερον αὐτὸς δρᾷ. Εἰ κατὰ τὰ ἐν τοῖς ἀνω‐
5τέρω εἰρημένα συμβαίνει τοῖς ἀγνοοῦσι τὸν θεὸν τὸ ἀγνοεῖν τὸν θεὸν ἐκ τῆς οἰκείας ἀπίστου φύσεως, ὅπερ ἐστὶ μέγιστον

166

A

ὁμολογούμενον κακόν, πῶς νῦν τοῦτο κατὰ τὴν ἄτοπον συγχωρεῖ συγχώρησιν ὁ ἀποκρινάμενος; Ἀλλ’ εἰ μὴ τοῦτο ἀλλ’ ἕτερον μέγιστον κακὸν κατὰ τὴν ἄτοπον συγχωρεῖ συγχώρησιν, ἀλλ’ οὐ καθ’ ἡμᾶς ἐστιν ἐκεῖνο τὸ μέγιστον κακὸν ἀλλὰ κατὰ τοὺς
5Μανιχαίους. Καθ’ ἡμᾶς γὰρ καλὰ τὰ τῇδε πάντα, ὡς τὸν μέγιστον τῶν ἀγαθῶν ἔχοντα δημιουργόν, καὶ μέγιστον κακὸν κατ’ οὐσίαν οὐδέν ἐστιν ἐν αὐτοῖς, οὔτε κατὰ τὴν ἐνέργειαν τοῦ κατ’ οὐσίαν, ἀλλὰ κατὰ τὴν ἑκούσιον προαίρεσιν τῶν ἀν‐ θρώπων, τὸ ψεῦδος προτιμῶσαν τῆς ἀληθείας κατὰ τὴν προ‐

166

B

ειρημένην διπλῆν ἀσέβειαν. Ἣν διορθούμενος ὁ τοῦ κόσμου δημιουργὸς καὶ θεὸς ἔταξε τὴν ἡμέραν, καθ’ ἣν πάντων τῶν ἐν τῷ κόσμῳ ἐξ ἀπιστίας τε καὶ ἀπειθείας τοῦ θεοῦ κα‐ κῶν ποιεῖ τὴν ἀναίρεσιν κατὰ τὴν πίστιν τῶν ὀρθοδόξων, τῶν
5ἐνταῦθα ἐπεγνωκότων τὸν θεὸν καὶ κατὰ τὴν μαρτυρίαν τοῦ ἀποκριναμένου. Οὐκ ἐχρῆν οὖν τὸν ἀποκρινάμενον, πρὸς τὸ καθ’ ἡμᾶς μέγιστον κακὸν ἔχοντα τὸν λόγον, πρὸς τὸ κατὰ

166

C

τοὺς Μανιχαίους μέγιστον κακὸν ἀποτείνεσθαι· ἀγνοίας γὰρ τοῦτο σημεῖον καὶ ἀπορίας ἐλέγχου, καθὰ εἴρηται. Συγχωρεῖ δὲ ἡμᾶς πράττειν ἃ ἑκουσίως αἱρούμεθα κακά, οὐ διὰ τὴν ἀσθένειαν τῆς αὐτοῦ δυνάμεως, ἀλλ’ ἵνα τὸ ἡμῶν αὐθαίρετον
5καὶ τὸ αὐτοῦ μακρόθυμον δειχθῇ, ὧν χωρὶς οὔτε ἡμεῖς ἄν‐ θρωποι οὔτε αὐτὸς ἀγαθὸς ἐνεδέχετο εἶναι ἐπὶ τῆς παρούσης
καταστάσεως. Εἰ δὲ αὐτός ἐστιν ὁ θεὸς ὁ ποιήσας τὰ τῇδε, δῆλον ὅτι260

166

D

τοῦ αὐτοῦ θεοῦ μένοντος καὶ ἐς ὕστερον καὶ ἀεὶ ταὐτὰ ἔσται. Ἃ γὰρ πάλαι ἠδύνατο καὶ νῦν δύναται. Εἰ δὲ νῦν πλέον τι δύναται παρὰ τὸ πρὸ τοῦ, ἔγχρονος αὐτοῦ ἔσται ἡ τοιαύτη δύναμις, ὅπερ ἄτοπον· τὸ γὰρ ἔγχρονον φθαρτόν. Ἐφ’ ὧν
5λέγεται τὸ ποιήσας, ἐπὶ τούτων λέγεται καὶ τὸ πεποίηκε καὶ τὸ ποιήσει, καὶ ὡς ἰσοδυναμούντων ἀλλήλοις ἐστὶν αὐτῶν ἡ μετάληψις ἀκώλυτος· προηγεῖται δὲ τὸ ποιήσας τοῦ ποιήσει φυσικῇ ἀνάγκῃ, ἅτινά ἐστι σημαντικὰ τῶν δύο ἄκρων τοῦ χρό‐

166

E

νου. Τὸν δὲ ἔχοντα τὰ δύο ἄκρα τοῦ χρόνου, τουτέστι τὸ παρεληλυθὸς καὶ τὸ μέλλον, ἀνάγκη ἔχειν καὶ τὸ μεταξὺ τῶν ἄκρων τοῦ χρόνου, τουτέστι τὸ ἐνεστώς. Καὶ ἐπειδὴ χρονικὴν ἔχει ἔμφασιν τὸ ποιήσας, ἐξ ἀνάγκης καὶ ὁ θεός, ποιήσας τὰ

167

A

τῇδε κατὰ τὴν φωνὴν τοῦ ἀποκριναμένου, ἐν χρόνῳ αὐτὰ πε‐ ποίηκεν. Ἀλλὰ ποιήσας ὁ θεὸς τὰ τῇδε τὰ ἄφθαρτα καὶ τὰ φθαρτὰ ἐποίησε· μέρη γὰρ ταῦτα τῶν τῇδε. Διὸ δῆλον ὅτι εὐλόγως μὲν ἔθηκεν ὁ ἀποκρινάμενος ἐπὶ τοῦ θεοῦ τὸ ποιήσας,
5ἀλόγως δὲ τῷ ἐγχρόνῳ τὰ φθαρτὰ τῶν ἀφθάρτων διέστειλε, τῶν τῇ τοῦ ποιήσας φωνῇ ἀλλήλων μὴ διαστελλομένων, εἴγε ἐποίησε τὰ φθαρτὰ καὶ τὰ ἄφθαρτα. Εἰ τοίνυν ὁ λέγων περὶ

167

B

τοῦ θεοῦ τὸ ποιήσει τὴν ἀνάκτισιν κατὰ πρόσληψιν λέγει τῆς ἐγχρόνου δυνάμεως, ἔσται ἄρα καὶ ὁ λέγων περὶ αὐτοῦ τὸ ποιή‐ σας κατὰ πρόσληψιν λέγων τῆς ἐγχρόνου δυνάμεως, εἴγε ἡγεῖται πανταχοῦ τὸ ποιήσας τοῦ ποιήσει· εἰ δὲ ποιήσας οὐ κατὰ πρόσ‐
5ληψιν ἐποίησε τῆς ἐγχρόνου δυνάμεως, οὐδ’ ἄρα ποιήσει κατὰ πρόσληψιν τῆς ἐγχρόνου δυνάμεως. Εἰ δέ, δυνάμενος καὶ πάλαι κωλῦσαι τοῦτο τὸ μέγιστον κακόν, οὐκ ἐκώλυσε, φθονερὸς ἂν εἴη· ὅπερ ἀσεβὲς καὶ φαν‐

167

C

τάζεσθαι. Δεῖ οὖν τὸν αὐτὸν ἐπὶ τῶν αὐτῶν μένοντα τὰ αὐτὰ ποιεῖν. Ὅτι ἕνεκεν ἀγνοίας θεοῦ πολυτρόπως ἀσεβοῦσιν οἱ ἄνθρωποι, εἰ τὸν ὄντως ὄντα θεὸν ἀγνοοῦσιν, ἐν τοῖς ἀνωτέρω ἐδείξαμεν. Ἢ γὰρ ἀθετοῦσι τὸν θεόν, ἀποστεροῦντες αὐτὸν
5τῆς ἰδίας δόξης, καὶ τοὺς οὐκ ὄντας θεοὺς τοῖς ἐκείνου ὀνό‐ μασι καὶ πράγμασι ψευδῶς τιμῶσιν, ἢ τὴν δημιουργίαν τε καὶ
πρόνοιαν τοῦ κόσμου ὑποτιθέασιν εἶναι μαχομένων ἀλλήλοις262

167

D

δημιουργῶν, ἢ τῷ τοῦ ἀγενήτου ὀνόματι, μόνῳ πρέποντι τῷ δημιουργῷ τοῦ κόσμου θεῷ, ὀνομάζουσι τὰ μέρη τοῦ κόσμου, καὶ χωρὶς τοῦ δημιουργεῖν προσριπτοῦσι τῷ θεῷ τὸ ὄνομα τοῦ δημιουργοῦ, ἵνα παραλείψω τὰ ἄλλα ἐν ἀνθρώποις εἴδη
5τῶν μεγίστων κακῶν, τὰ ἴσην ἢ καὶ μείζονα ἔχοντα ἀσέβειαν τῆς ἀσεβείας τῶν φθονερὸν τὸν θεὸν φανταζομένων. Ἀλλ’ εἰ ταῦτα μὲν καὶ τὰ τοιαῦτά ἐστιν ἐν ἀνθρώποις μέγιστα κακά, τὴν δὲ ὑπὸ Χριστιανῶν κηρυττομένην ἀνάκτισιν, ἐν ᾗ γίνεται πάντων τῶν ἐν ἀνθρώποις κατὰ τὴν ψυχὴν καὶ κατὰ

167

E

τὸ σῶμα κακῶν ἡ ἀναίρεσις, ὁ ἀποκρινάμενος ἀπιστεῖ, πῶς οὐκ ἔστι κατ’ αὐτὸν ὁ θεὸς φθονερός, ὅς, δυνάμενος κωλῦσαι τὰ ἐν ἀνθρώποις μέγιστα κακά, οὐ κωλύει, ἀλλ’ ἐπὶ τῶν αὐ‐ τῶν μένων ἀεὶ ποιεῖ τοὺς εἰς αὐτόν τε καὶ εἰς ἀλλήλους ἀσε‐
5βοῦντας; Τίνος δὲ ἕνεκεν ἀπιστεῖ ὁ ἀποκρινάμενος τοῦ κόσμου τὴν ἀνάκτισιν; Διὰ τὴν ἀδυναμίαν τοῦ ποιοῦντος, ἢ διὰ τὸ

168

A

ἀπρεπὲς τοῦ ἔργου; Ἀλλ’ εἰ μὲν διὰ τὴν ἀδυναμίαν τοῦ ποι‐ οῦντος, ἔσται ὁ θεὸς οὐδὲ ποιητής. Ὧν γὰρ τῆς μεταποιή‐ σεως ὁ θεὸς οὐκ ἔχει τὴν δύναμιν, τούτων οὐδὲ τῆς ποιήσεως ἔχει· ἑπόμενα γάρ ἐστι ταῦτα ἀλλήλοις, τιθέμενα ἢ ἀναιρού‐
5μενα. Εἰ δὲ διὰ τὸ ἀπρεπὲς τοῦ ἔργου, ἔσται ἄρα τὸ κρεῖττον ἔργον μὴ πρέπον αὐτῷ· ὅπερ ἄτοπον, τὸ λέγειν φθαρτοὺς

168

B

μὲν ἀνθρώπους πρέπειν αὐτῷ ποιεῖν, ἀφθάρτους δὲ μὴ πρέ‐ πειν αὐτῷ ποιεῖν. Δευτέρα ἐρώτησις χριστιανικὴ πρὸς τοὺς Ἕλληνας. Εἰ ἀδύνατον εἶναι θεὸν τὸν μηδὲν πεποιηκότα, πῶς ἔστι
5θεός, εἰ ὁ κόσμος ἀγένητος, καθά τισι δοκεῖ; Ἀπόκρισις ἑλληνικὴ πρὸς τοὺς Χριστιανούς.

168

C

Τὸ λέγειν ἀδύνατον εἶναι θεὸν τὸν μηδὲν πεποιηκότα ἄτο‐ πόν ἐστι. Πάλιν γὰρ κἀνταῦθα ὁ αὐτὸς ἐφαρμόζει λόγος, ὡς οὐδὲν ἔγχρονόν ἐστι παρὰ τῷ θεῷ. Εἰ δὲ μηδὲν ἔγχρονόν
ἐστι παρὰ τῷ θεῷ, δῆλον ὡς οὔτε τὸ παρεληλυθὸς τοῦ χρό‐264
5νου ἁρμόζει ἐπιφέρειν τῷ θεῷ. Εἰ δὲ τοῦτο μὴ ἁρμόζει, καὶ τὸ πεποιηκέναι τὸν θεὸν τὸ ὁτιοῦν οὐχ ἁρμόττει λέγειν. Τί

168

D

οὖν; Φαίης ἀνενέργητον τὸν θεὸν ἡμᾶς λέγοντας ἁμαρτάνειν; Ἀλλ’ οὐ τοῦτό φαμεν, ἀλλ’ ὅτι οὐ πεποίηκε μὲν ὁ θεὸς οὔτε ποιεῖ οὔτε ποιήσει ἐν χρόνῳ· οὐδὲν γὰρ μᾶλλον πεποίηκεν ἢ ποιεῖ, οὐδ’ αὖ ποιεῖ ἢ ποιήσει· ἀλλὰ τό τε παρελθὸν παρὰ
5τῷ θεῷ ἐν τῷ ἐνεστῶτι καὶ τὸ μέλλον ἐν τῷ ἤδη γεγονέναι, ὡς οὐδὲν μὲν ῥευστὸν ἔχοντος τοῦ θεοῦ, ἀεὶ δὲ τὰ αὐτὰ ποιοῦντος διὰ τὴν τελείαν αὐτοῦ καὶ ἀμετάβλητον δύναμίν τε καὶ ἐνέρ‐

168

E

γειαν. Ποιεῖ τοίνυν τὸν κόσμον ἐν αὐτῷ τούτῳ ὅπερ ἐστί, τὴν κίνησιν αὐτῷ ἄπαυστον παρέχων, τῷ ἐλλάμπειν αὐτὸν δι’ αἰῶνος. Ὥστε πεποίηκε μὲν οὐδὲν οὔτε ποιήσει. Ποιεῖ δὲ ἀεὶ ὁ αὐτὸς τὸ αὐτό, μὴ ἔχων ἀρχὴν τῆς ποιήσεως, ἵνα μὴ καὶ
5τέλος· ὡς, εἴγε ἀρχὴν ἔχουσι καὶ τελευτὴν αἱ ἐνέργειαι αὐτοῦ, φθαρτὸς ἔσται ὁ θεὸς τῇ ἐνεργείᾳ· ὅπερ ἄτοπον. Ἔσται γὰρ καὶ ἡ δύναμις αὐτοῦ μεταβλητή, ὡς ἄλλοτε ἄλλαις κεχρημένη

169

A

ἐνεργείαις· καὶ ἡ οὐσία σαλευθήσεται, ἄλλοτε ἄλλας γεννῶσα δυνάμεις καὶ μὴ μένουσα ἐν ταῖς αὐταῖς. Ὥστε, εἰ ταῦτα διὰ πάντων, δῆλον ὡς ὁ θεὸς ἔσται μεταβλητὸς οὐσίᾳ, δυνάμει καὶ ἐνεργείᾳ· ὅπερ ἄτοπον. Ὁ αὐτὸς τοίνυν μένων οὐδὲν ἔχει
5ἔγχρονον. Ποιεῖ τοίνυν τὸν κόσμον, τάττων αὐτὸν ἀεί, καὶ ὁ κόσμος τῷ μὲν ἀεὶ φρουρεῖσθαι γίνεται, τῷ δὲ ἀεὶ εἶναι ὁ αὐτὸς ἀγένητος ὑπάρχει.

169

B

Ἔλεγχος τῆς ἀποκρίσεως οὐκ ὀρθῶς γεγενημένης. Τὸ λέγειν ἀδύνατον εἶναι θεὸν τὸν μηδὲν πεποιηκότα ἄτοπόν ἐστι. Πάλιν γὰρ κἀνταῦθα ὁ αὐτὸς ἐφαρμόζει λόγος, ὡς οὐδὲν ἔγχρονόν ἐστι παρὰ τῷ θεῷ. Εἰ διὰ τὸ Μηδὲν ἔγ‐
5χρονόν ἐστι παρὰ τῷ θεῷ ἄτοπόν ἐστι τὸ λέγειν περὶ αὐτοῦ τὸ πεποίηκε, τῆς αὐτῆς ἐστιν ἀτοπίας καὶ τὸ ποιεῖν, ἔγχρονον ὡς τὸ πεποίηκε. Πῶς οὖν ἀνάρμοστον μὲν λέγει ὁ ἀποκρι‐

169

C

νάμενος τῷ θεῷ τὸ πεποίηκεν, εὐάρμοστον δὲ τὸ ποιεῖ; Καὶ εἰ μὲν τὸ ποιήσας ἴσον δύναται τῷ ποιεῖ, ὡσαύτως δὲ καὶ τὸ
ποιεῖ τῷ ποιήσει, τῶν δὲ ἰσοδυναμούντων ἀκώλυτος ἡ μετά‐ ληψις, πῶς ἐν μὲν τῇ πρώτῃ ἀποκρίσει ἔθηκεν ὁ ἀποκρινά‐266
5μενος ἐπὶ τοῦ θεοῦ τὸ ποιήσας καὶ τὸ ποιεῖ, νῦν δὲ ἀναιρεῖ ἀπ’ αὐτοῦ ἀμφότερα; Καὶ τὸ μὲν ποιήσας οὕτως ἔθηκεν ἐπὶ τοῦ θεοῦ· Ὁ αὐτός ἐστι, φησίν, ὁ θεὸς ὁ ποιήσας τὰ τῇδε· τὸ δὲ ποιεῖν οὕτως ἔθηκε· Δεῖ οὖν, φησί, τὸν αὐτὸν ἐπὶ τῶν

169

D

αὐτῶν μένοντα τὰ αὐτὰ ποιεῖν. Ἀναιρῶν δὲ ἐν τῇ δευτέρᾳ ἀποκρίσει τὰ κείμενα ἐν τῇ πρώτῃ ἀποκρίσει οὕτως φησίν· Ἄτοπον τὸ λέγειν ἀδύνατον εἶναι θεὸν τὸν μηδὲν πεποιη‐ κότα. Καὶ πάλιν· Οὔτε πεποίηκεν ὁ θεὸς οὔτε ποιεῖ οὔτε
5ποιήσει ἐν χρόνῳ. Ἀλλ’ ἴσως τὸ αὐτὸς ἑαυτῷ ἀντιλέγειν κατὰ τὴν οἰκείαν λήθην ὑπέμεινε, καθ’ ἥν, ὡς εἶπε, συμβαίνει τοῖς ἀνθρώποις τὸ ἀγνοεῖν. Ἐξετάσωμεν δὲ ἡμεῖς τὰ τού‐ των ἑξῆς. Οὐδέν, φησίν, ἔγχρονόν ἐστι παρὰ τῷ θεῷ· δῆλον ὡς
10οὔτε τὸ παρεληλυθὸς τοῦ χρόνου ἁρμόζει ἐπιφέρειν τῷ θεῷ.

169

E

Εἰ δὲ τοῦτο μὴ ἁρμόζει, καὶ τὸ πεποιηκέναι τὸν θεὸν τὸ ὁτι‐ οῦν οὐχ ἁρμόττει λέγειν. Ἐν τούτοις τὸ ἄτοπον ὑποθέμενος ὁ ἀποκρινάμενος. ὡς οὐδὲν ἔγχρονον παρὰ τῷ θεῷ, τὰ τῷ ἀτόπῳ ἐξ ἀνάγκης ἑπόμενα ὡς εὔλογα ἐπιφέρει, τὸ Εἰ μηδὲν
5ἔγχρονον παρὰ τῷ θεῷ, δῆλον ὡς οὔτε τὸ παρεληλυθὸς τοῦ χρόνου ἁρμόζει ἐπιφέρειν τῷ θεῷ. Εἰ δὲ τοῦτο μὴ ἁρμόζει, καὶ τὸ πεποιηκέναι τὸν θεὸν τὸ ὁτιοῦν οὐχ ἁρμόζει λέγειν.

170

A

Ὅτι δὲ ἀτόπως ὑπέθηκε τὸ μηδὲν ἔγχρονον εἶναι παρὰ τῷ θεῷ, οὗ πρὸς τὴν ἀπόδειξιν τοῖς ἑξῆς ἐπαγομένοις ἐχρήσατο, ἐλέγχει αὐτὸς ἑαυτὸν ὁ ἀποκρινάμενος ἐν οἷς ἔφασκεν ἐν τῇ πρώτῃ ἀποκρίσει· Εἰ δὲ αὐτός, φησίν, ὁ θεὸς ὁ ποιήσας τὰ
5τῇδε, δῆλον ὅτι τοῦ αὐτοῦ θεοῦ μένοντος καὶ ἐς ὕστερον καὶ ἀεὶ τὰ αὐτὰ ἔσται. Ἃ γὰρ πάλαι ἠδύνατο καὶ νῦν δύναται. Εἰ τοίνυν μηδὲν ἔγχρονόν ἐστι παρὰ τῷ θεῷ, δῆλον ὅτι οὔτε τὸ ποιήσας οὔτε τὸ ποιεῖ οὔτε τὸ πρότερον καὶ ὕστερον οὔτε

170

B

τὸ πάλαι καὶ τὸ νῦν οὔτε τὸ ἠδύνατο καὶ δύναται. Τὸ γὰρ ποιήσας καὶ τὸ πρότερον καὶ τὸ πάλαι καὶ τὸ ἠδύνατο τοῦ παρεληλυθότος χρόνου ἐστὶ δηλωτικά, καὶ τὸ ποιεῖ καὶ τὸ ὕστερον καὶ τὸ νῦν καὶ τὸ δύναται τοῦ ἐνεστῶτος καὶ τοῦ μέλ‐
5λοντος χρόνου ἐστὶ σημαντικά. Εἰ δὲ ταῦτα κείμενα ἐπὶ τοῦ
θεοῦ σημαντικά τε καὶ θετικὰ γίνονται τοῦ πάντα τὰ ποιήματα τοῦ θεοῦ ἔγχρονα εἶναι παρ’ αὐτῷ, δῆλον ὅτι ἀτόπως ὑπέθηκε τὸ μηδὲν ἔγχρονον εἶναι παρ’ αὐτῷ. Τούτου δὲ ὡς ἀτόπως ὑποτεθέντος ἀναιρουμένου, συναναιρεῖται ἐξ ἀνάγκης καὶ τὸ268

170

C

μὴ ἁρμόττειν τῷ θεῷ τὸ πεποίηκε. Καὶ τούτου γὰρ ἀναιρε‐ θέντος, ἐξ ἀνάγκης τίθεται τὸ τούτου ἐναντίον, τουτέστι τὸ ἁρμόζειν τῷ θεῷ τὸ πεποίηκεν. Ἐπὶ παντὸς γὰρ χρὴ ἢ τὴν φάσιν εἶναι ἀληθῆ ἢ τὴν ἀπόφασιν. Κειμένου δὲ τοῦ ἁρμότ‐
5τειν τῷ θεῷ τὸ πεποίηκεν, ἀδύνατον λέγειν θεὸν τὸν μηδὲν πεποιηκότα· τοῦτο γάρ ἐστιν ἐκείνῳ ἑπόμενον. Τί οὖν; Φαίης ἀνενέργητον ἡμᾶς τὸν θεὸν λέγοντας ἁμαρτάνειν; Ἀλλ’ οὐ τοῦτό φαμεν, ἀλλ’ ὅτι οὐ πεποίηκε μὲν ὁ θεὸς οὐδὲν οὔτε ποιεῖ οὔτε ποιήσει ἐν χρόνῳ· οὐδὲν γὰρ
10μᾶλλον πεποίηκεν ἢ ποιεῖ, οὐδ’ αὖ ποιεῖ ἢ ποιήσει· ἀλλὰ τό

170

D

τε παρελθὸν παρὰ τῷ θεῷ ἐν τῷ ἐνεστῶτι καὶ τὸ μέλλον ἐν τῷ ἤδη γεγονέναι, ὡς οὐδὲν μὲν ῥευστὸν ἔχοντος τοῦ θεοῦ, ἀεὶ δὲ τὰ αὐτὰ ποιοῦντος διὰ τὴν τελείαν αὐτοῦ καὶ ἀμετάβλητον δύναμίν τε καὶ ἐνέργειαν. Ἀλλὰ τὸ φεύγειν μὲν τὴν ἁμαρτίαν
5λέγουσαν τὸν θεὸν ἀνενέργητον, λέγειν δὲ περὶ αὐτοῦ τὸ οὔτε πεποίηκεν οὔτε ποιεῖ οὔτε ποιήσει ἐν χρόνῳ, εἰς τὴν αὐτήν ἐστιν ἁμαρτίαν ἐμπεσεῖν. Εἰ γὰρ ἠβουλήθης ἁμαρτανεῖν καὶ

170

E

λέγειν τὸν θεὸν ἀνενέργητον, τί πλέον εἶχες λέγειν ὧν νῦν εἴ‐ ρηκας, μὴ βουλόμενος ἁμαρτάνειν καὶ λέγειν ἀνενέργητον τὸν θεόν, τοῦ μήτε πεποιηκέναι τὸν θεὸν μήτε ποιεῖν μήτε ποιή‐ σειν; Τῶν γὰρ ῥημάτων, τῶν χρονικὴν ἔμφασιν δηλούντων καὶ
5ἐχόντων, ἐκ τῆς ἐνεργείας τοῦ θεοῦ ἀναιρουμένων εὑρεθήσεται ὁ θεὸς ἀνενέργητος, διὸ οὔτε ποιητής.

171

A

Εἰ μηδὲν ἔγχρονόν ἐστι παρὰ τῷ θεῷ, δῆλον ὅτι οὔτε τὸ παρεληλυθὸς τοῦ χρόνου ἐστὶ παρ’ αὐτῷ οὔτε τὸ ἐνεστὼς οὔτε τὸ μέλλον. Πῶς οὖν ὁ ἀποκρινάμενος, ἀναιρῶν ἀπὸ τοῦ θεοῦ τὰ ἔγχρονα, τίθησιν ἐπὶ τοῦ θεοῦ τὰ ἔγχρονα καί φησιν·
5Ἀλλὰ τό τε παρελθὸν παρὰ τῷ θεῷ ἐν τῷ ἐνεστῶτι καὶ τὸ μέλλον ἐν τῷ ἤδη γεγονέναι; Τοῦτο δυεῖν τινων ἔχει τὴν ἔμ‐ φασιν, ἢ τοῦτο μὴ ὂν παρὰ τῷ θεῷ ἐστιν ἐν τῷ μὴ ὄντι, ἢ

171

B

τοῦτο μὴ ὂν παρὰ τῷ θεῷ ἐστιν ἐν τῷ ὄντι. Ἀλλ’ εἰ μὲν
τὸ πρῶτον, ἔστιν ἀδύνατον· τὸ γὰρ ἔν τινι εἶναι ἢ μὴ εἶναι τοῦ ὄντος ἐστίν. Εἰ δὲ τὸ δεύτερον, ἔστι παρὰ τῷ θεῷ τὸ μὴ ὂν ἐν τῷ ὄντι, τουτέστι τὸ παρεληλυθὸς τοῦ χρόνου ἐν τῷ270
5ἐνεστῶτι τοῦ χρόνου. Τούτου δὲ κειμένου, ἔλεγχος γίνεται τοῦ μὴ ὀρθῶς εἰρῆσθαι τὸ οὐδὲν ἔγχρονον παρὰ τῷ θεῷ τὸ παρ‐ εληλυθὸς ἐν τῷ ἐνεστῶτι καὶ τὸ μέλλον ἐν τῷ ἤδη γεγονέναι, ἅτινά ἐστιν ἔγχρονα. Καὶ εἰ ἐνήλλαξε τὸν τρόπον τοῦ πῶς ἐστι παρὰ τῷ θεῷ τὰ τοῦ χρόνου μέρη, ἀλλ’ ὅμως δέδωκεν

171

C

εἶναι παρ’ αὐτῷ τοῦ χρόνου τὸ παρεληλυθὸς καὶ τὸ ἐνεστὼς καὶ τὸ μέλλον· καὶ εἰ μὴ μᾶλλον τὸ πεποίηκε τοῦ ποιεῖ, οὐδ’ αὖ τὸ ποιεῖ τοῦ ποιήσει. Ἐπεὶ τίς ἦν χρεία τῆς τοῦ μᾶλλον ἀναιρέσεως ἀπὸ τῶν ποιήσεων τῶν κατὰ τὸ πεποίηκε
5καὶ ποιεῖ καὶ ποιήσει ἀλλήλων διαφερουσῶν, τῶν ποιήσεων οὐσῶν τῶν κατὰ τὸ μᾶλλον καὶ ἧττον μὴ διαφερουσῶν ἀλ‐ λήλων; Οὐδὲ γὰρ ἀναίρεσίς ἐστι τοῦ πεποιηκέναι τὸ μὴ μᾶλλον πεποίηκεν ἢ ποιεῖ, ἀλλὰ θέσις μᾶλλον τοῦ πεποίηκεν. Ἀλλὰ

171

D

προδήλως πάντα ὅσα ἀνεῖλεν ἀπὸ τοῦ θεοῦ τὰ ἔγχρονα ἐν τῷ προοιμίῳ τῆς δευτέρας ἀποκρίσεως, ταῦτα αὐτῷ κατέλιπεν ἐνταῦθα· Ὡς οὐδὲν ῥευστὸν ἔχοντος τοῦ θεοῦ, ἀεὶ δὲ τὰ αὐτὰ ποιοῦντος διὰ τὴν τελείαν αὐτοῦ καὶ ἀμετάβλητον δύναμίν τε
5καὶ ἐνέργειαν. Ὁ ἀναιρῶν τὰ ἔγχρονα οὐ τίθησι τὰ ἔγχρονα. Πῶς οὖν, εἰ κατὰ τὸν ἀποκρινάμενον μηδὲν ἔγχρονον παρὰ τῷ θεῷ, ποιεῖ τὰ αὐτὰ ὁ θεός; Τὸ γὰρ ποιεῖ ἀδύνατον νοηθῆναι

171

E

τοῦ ἐνεστῶτος χρόνου ἐκτός. Πῶς δὲ ἔχει τελείαν δύναμίν τε καὶ ἐνέργειαν ὁ θεός, εἰ δὴ ἀπαύστως ποιεῖ τὰ αὐτά; Εἰ γὰρ διὰ τοῦτο λέγεται ἡ κίνησις ἐνέργεια ἀτελής, διὰ τὸ ἀεὶ κινεῖ‐ σθαι, ἧς εἰ κατὰ μίμησιν καὶ ὁ θεὸς ἐποίει, ἀτελὴς ἔσται ἡ
5αὐτοῦ ἐνέργεια καὶ οὐ τελεία· ἡ γὰρ τελεία ἐνέργεια ἐν τῷ ἤδη ἀποτελεσθέντι ἔργῳ θεωρεῖται καὶ οὐκ ἐν τῷ ἀτελέστῳ. Ἀλλ’ εἰ μὲν διὰ τὸ ἀτελὲς τῆς ἐνεργείας καὶ διὰ τὸ ἀτελέστατον τοῦ

172

A

λόγου λέγει τὸν θεὸν μηδὲν πεποιηκέναι ὁ ἀποκρινάμενος, οὐκ ἀληθεύσει, λέγων τελείαν εἶναι τὴν ἐνέργειαν τοῦ θεοῦ, τὴν μηδὲν οὔτε τῷ ὅλῳ οὔτε τῷ μέρει τελέσασαν. Εἰ δὲ τοῦ ἔργου μὴ τελεσθέντος ἀδύνατον τελείαν εἶναι τὴν ἐνέργειαν τοῦ ποι‐
5οῦντος, δῆλον ὅτι οὐδὲ ὁ θεὸς ἔχει τελείαν ἐνέργειαν, ἀεὶ ποιῶν τὸ ποιούμενον.
Ποιεῖ τοίνυν τὸν κόσμον ἐν αὐτῷ τούτῳ ὅπερ ἐστί, τὴν κίνησιν αὐτῷ ἄπαυστον παρέχων, τῷ ἐλλάμπειν αὐτὸν δι’ αἰῶνος. Εἰ ἐν τῇ παροχῇ τῆς κινήσεως ποιεῖ τὸν κόσμον ὁ272

172

B

θεός, δῆλον ὅτι ἔγχρονον ποιεῖ τὸν κόσμον· οὐ γὰρ ἄνευ χρό‐ νου ἡ κίνησις ἡ τῷ κόσμῳ παρὰ τοῦ θεοῦ πρὸς τὴν αὐτοῦ κί‐ νησιν παρεχομένη. Εἰ τοίνυν τὸ ποιεῖν τοῦ ἐνεστῶτός ἐστι χρόνου καὶ ἡ κίνησις ἔγχρονός ἐστι, πῶς οὐκ ἔστι ψευδὲς τὸ
5Οὐδὲν ἔγχρονόν ἐστι παρὰ τῷ θεῷ; Πῶς δὲ δυνατὸν κινεῖσθαι τὸν κόσμον τὸν μήπω γεγονότα, ἀλλ’ ἢ ἐν τῷ ποιεῖσθαι ὄντα, τῷ τὸν μὲν θεὸν ποιεῖν ἀχρόνως, τὸν δὲ κόσμον ἐν τῷ χρόνῳ ποιεῖσθαι; Ἀνάγκη γάρ, ὥσπερ ποιεῖ ὁ ποιῶν, οὕτως

172

C

ποιεῖσθαι τὸ ποιούμενον ἀχρόνως. Εἰ δὲ τῇ παροχῇ τῆς κι‐ νήσεως ποιεῖ τὸν κόσμον ὁ θεός, καὶ οὐχ ἁρμόττει τὸ λέγεσθαι περὶ αὐτοῦ τὸ πεποίηκε τὸν κόσμον, οὐδ’ ἄρα τῷ κόσμῳ ἁρ‐ μόττει τὸ κινηθῆναι. Εἰ ἕτερον μὲν τὸ κινούμενον, ἑτέρα δὲ
5ἡ κίνησις, οἷον ἔστω τὸ μὲν κινούμενον ὁ ἥλιος, ἡ δὲ κίνησις αὐτοῦ μετάστασις κατὰ φορὰν ἐκ τόπου εἰς τόπον, καὶ ἡ κί‐ νησις οὐ παρέχει μὲν τῷ ἡλίῳ τὴν οὐσίαν, παρέχει δὲ αὐτῷ τὸ κινεῖσθαι κατὰ φοράν, δῆλον ὅτι δύο ποιήσεις ἔχει ὁ ἥλιος,

172

D

μίαν μὲν τῆς οὐσίας, ἑτέραν δὲ τῆς κινήσεως· οἷόν ἐστιν ὁ ἥλιος πίλημα, αἰθεροειδὴς τῇ οὐσίᾳ, λαμπρὸς τῷ εἴδει, σφαιροειδὴς τῷ σχήματι, ὧν οὐδὲν διὰ κινήσεως ἔχει ὁ ἥλιος. Ἀλλ’ εἰ μηδὲν τούτων διὰ τῆς κινήσεως ἔχει ὁ ἥλιος, δῆλον ὅτι
5οὐδὲ διὰ τῆς ποιήσεως τῆς παρὰ τοῦ θεοῦ. Εἰ δὲ τῇ παροχῇ τῆς ἀπαύστου κινήσεως ποιεῖ τὸν ἥλιον ὁ θεός, τὸν ὄντα μέρος τοῦ κόσμου, ὥσπερ ποιεῖ ὅλον τὸν κόσμον, καὶ δεῖ πρῶτον

172

E

εἶναι τὸ κινητὸν καὶ ὕστερον τὴν κίνησιν, ἢ ἄρα ἀποίητός ἐστιν ὁ ἥλιος τῇ οὐσίᾳ, ἢ κατὰ ἄλλην ποίησιν ἐποίησεν αὐτοῦ τὴν οὐσίαν καὶ κατὰ ἄλλην ποίησιν τὴν κίνησιν, καὶ ποιήσας μὲν πρῶτον αὐτοῦ τὴν οὐσίαν, ὕστερον δὲ παρασχὼν αὐτῷ τὴν κί‐
5νησιν. Ἀλλ’ εἰ τὸ κινεῖσθαι αὐτὸν ἀεὶ ποιεῖ, τὴν δὲ οὐσίαν αὐτοῦ οὐκ ἀεὶ ποιεῖ, δῆλον ὅτι μετὰ τὴν ποίησιν τῆς οὐσίας

173

A

αὐτοῦ παρέχει αὐτῷ τὴν ἄπαυστον κίνησιν, καὶ ἔστι τὸ τέλος τῆς οὐσίας τῆς ποιήσεως αὐτοῦ ἀρχὴ τῆς κινήσεως αὐτοῦ. Εἰ δὲ ταῦτα οὕτως ἔχει, δῆλον ὅτι οὐδὲν ἄχρονον παρὰ τῷ θεῷ·
ἡ γὰρ ποίησις ποίησιν διαδεχομένη ἄχρονος οὐκ ἔστιν.274
5 Ὥστε πεποίηκε μὲν οὐδὲν οὔτε ποιήσει. Ποιεῖ δὲ ἀεὶ ὁ αὐτὸς τὸ αὐτό, μὴ ἔχων ἀρχὴν τῆς ποιήσεως, ἵνα μὴ καὶ τέλος. Δειχθέντος τοῦ ἄλλην εἶναι τοῦ ἡλίου τὴν ποίησιν τῆς

173

B

οὐσίας, καὶ ἄλλην τὴν διὰ κινήσεως, ἣν ἄπαυστον ὠνόμασεν ὁ ἀποκρινάμενος, καὶ ὅτι προηγεῖται ἡ ποίησις τῆς οὐσίας αὐτοῦ τῆς διὰ κινήσεως ποιήσεως, πῶς οὐκ ἔστιν ἄτοπον τὸ ἄναρ‐ χον λέγειν τοῦ ἡλίου τὴν ποίησιν τὴν διὰ τῆς κινήσεως, τοῦ
5ἡλίου πρὸ τῆς ἀπαύστου διὰ κινήσεως ποιήσεως τὴν τῆς οὐ‐ σίας παυσαμένην ποίησιν ἐσχηκότος; Ἢ τοίνυν οὐκ ἔστι ποιη‐ τὴς τῆς τοῦ ἡλίου οὐσίας ὁ θεός, ἢ οὐκ ἔστιν ἄναρχος ἡ διὰ τῆς κινήσεως ποίησις τοῦ ἡλίου. Ἀλλ’ εἰ μὲν τὸ πρῶτον, εἰ

173

C

οὐκ ἔστι ποιητὴς τῆς τοῦ ἡλίου οὐσίας ὁ θεός, οὐδ’ ἄρα διὰ τῆς κινήσεώς ἐστιν αὐτοῦ ποιητής· παρ’ οὗ γὰρ ἔχει τὴν οὐ‐ σίαν, παρὰ τούτου ἀνάγκη ἔχειν καὶ τὴν κίνησιν. Εἰ δὲ τὸ δεύτερον, φθαρτὸς ἔσται ὁ θεὸς τὴν ἐνέργειαν, εἴγε κατὰ τὸν
5ἀποκρινάμενον παυσαμένης τῆς ἐνεργείας τοῦ θεοῦ φθείρεται ὁ θεὸς τῇ ἐνεργείᾳ. Εἰ δὲ ποιητὴς τῆς τοῦ ἡλίου οὐσίας ἐστὶν ὁ θεὸς καὶ ταύτην ἀεὶ οὐ ποιεῖ, δῆλον ὅτι πεποίηκε ταύτην πρὸ τοῦ κινεῖσθαι αὐτὸν καὶ οὐδὲν ποίημα ἄχρονον παρὰ τῷ θεῷ.

173

D

Ὡς, εἴγε ἀρχὴν ἔχουσι καὶ τελευτὴν αἱ ἐνέργειαι αὐτοῦ, φθαρτὸς ἔσται ὁ θεὸς τῇ ἐνεργείᾳ· ὅπερ ἄτοπον. Ἔσται δὲ καὶ ἡ δύναμις αὐτοῦ μεταβλητή, ἄλλοτε ἄλλας ἐνεργείας προέχουσα. Εἰ δὲ ἡ δύναμις μεταβλητή, ἄλλοτε ἄλλαις κε‐
5χρημένη ἐνεργείαις, καὶ ἡ οὐσία σαλευθήσεται, ἄλλοτε ἄλλας γεννῶσα δυνάμεις καὶ μὴ μένουσα ἐν ταῖς αὐταῖς. Ὥστε, εἰ ταῦτα διὰ πάντων, δῆλον ὅτι ὁ θεὸς ἔσται μεταβλητὸς οὐ‐

173

E

σίᾳ, δυνάμει, ἐνεργείᾳ· ὅπερ ἄτοπον. Ὥσπερ αὐτὸς ὁ θεὸς οὐκ ἔχει ἀρχὴν καὶ τελευτήν, οὕτως οὐδὲ ἡ ἐνέργεια αὐτοῦ οὐδὲ τὰ ἔργα αὐτοῦ· αἱ γὰρ ἐνέργειαι αὐτοῦ ἐν τοῖς ἔργοις αὐ‐ τοῦ εἰσιν. Ἔσται ἄρα ὥσπερ μὴ χρῄζων αὐτὸς τοῦ ποιοῦντος,
5οὕτως οὐδὲ τὰ λεγόμενα αὐτοῦ ἔργα· ἔσται ψεῦδος καὶ τὸ
λέγειν τὸν θεὸν ποιητὴν τῶν κατ’ αὐτόν, ἀνάρχων τε ὄντων276

174

A

καὶ ἀτελευτήτων. Εἰ δὲ πανταχοῦ κατὰ διαφορὰν προϋ‐ πάρξεώς τε καὶ μεθυπάρξεως διέστηκεν ὁ ποιητὴς τοῦ ποιή‐ ματος, δῆλον ὅτι ὁ ἀναιρῶν ἀπὸ τοῦ θεοῦ καὶ τῶν ἔργων αὐτοῦ τὴν διαφορὰν ταύτην ἀμφότερα ἀποστερεῖ, τὸν θεὸν καὶ τὰ
5ποιήματα, τὸν μὲν τῆς τοῦ ποιητοῦ προσηγορίας, τὰ δὲ τῆς τῶν ποιημάτων. Καὶ εἰ ἔστι μὲν ἡ τοῦ θεοῦ δύναμις ἄπει‐ ρος, ὥσπερ οὖν καὶ ἔστι, πεπερασμένα δὲ τὰ ἔργα αὐτοῦ, πῶς οὐκ ἔστιν ὁ θεὸς καθ’ ἃς ἔχει μὲν δυνάμεις, μὴ ἐνεργῶν δὲ

174

B

κατ’ αὐτάς, φθαρτὸς κατὰ τὴν κρίσιν τοῦ ἀποκριναμένου; Εἰ δὲ καθ’ ἃς ἔχει δυνάμεις, καὶ μὴ ἐνεργῶν κατ’ αὐτάς, φθαρτὸς οὐκ ἔστιν, οὐδ’ ἄρα παυσαμένης τῆς ἐνεργείας τοῦ θεοῦ, τῆς τὸν κόσμον παραγούσης, φθείρεται θεὸς τῇ ἐνεργείᾳ.
5Ὅσον δὴ καὶ βούλεται, καὶ οὐχ ὅσον δύναται, ἐνεργεῖ· καὶ οὐ ποιεῖ φθαρτὸν τὸν θεὸν ἡ τῆς ἐνεργείας συστολή. Οὐδ’ ἄρα, ὅταν συστέλλῃ τὴν ἐνέργειαν, κατὰ μεταβολὴν συστέλλει τῆς δυνάμεως· ἀλλ’ ἔστι μὲν ἡ δύναμις τοῦ θεοῦ ἀεὶ ἀμετά‐ βλητος, κέχρηται δὲ ταῖς ἐνεργείαις ἐφ’ ὅσον βούλεται. Οὐ

174

C

γὰρ ἐνεργεῖ θεὸς καθάπερ ἐνεργοῦσιν οἱ ἐν τῷ ἐνεργεῖν τὸ εἶναι ἔχοντες, καὶ παυσαμένης τῆς ἐνεργείας παύσονται καὶ αὐτοὶ τοῦ εἶναι, οἷον τὸ πῦρ καὶ ἡ χιών. Εἰ γὰρ οὕτως ἐνεργεῖ θεός, οὐχ ἕνεκεν τῶν γινομένων μᾶλλον ἢ ἕνεκεν τοῦ εἶναι
5αὐτὸν ἐνεργεῖ, ὡς, εἰ παύσοιτο τοῦ ἐνεργεῖν, παύσεται καὶ τοῦ εἶναι. Εἰ δὲ ἄτοπον τοῦτο, ἄτοπον ἄρα καὶ τὸ λέγειν μετα‐ βλητὴν τὴν τοῦ θεοῦ δύναμιν τῇ συστολῇ τῆς ἐνεργείας, ἢ σα‐ λευομένην τὴν οὐσίαν αὐτοῦ ταῖς ποικίλαις ἐνεργείαις ἄλλοτε ἄλλας προβαλλομένην. Καὶ καθάπερ ποιῶν ἡμᾶς ὁ θεὸς

174

D

πρῶτον μὲν βρέφη, ἔπειτα δὲ νεανίσκους, εἶτα γέροντας, οὐ κατὰ τὴν μεταβολὴν ποιεῖ τῆς δυνάμεως, οὐδὲ κατὰ τὴν φθο‐ ρὰν τῆς ἐνεργείας, οὔτε κατὰ τὴν σαλευομένην αὐτοῦ οὐσίαν, ἐναλλάσσων ἡμῶν τὰς ἡλικίας κατὰ διαφόρους καιροὺς τῷ
5πρώτῳ καὶ ὑστέρῳ ἀλλήλων διαφερούσας, ἀλλὰ κατὰ τὴν προ‐ βολὴν καὶ συστολὴν τῆς ἐνεργείας, οὕτως οὐ κατὰ τὴν μετα‐ βολὴν τῆς δυνάμεως ἀρχὴν καὶ τέλος ἡ ἐνέργεια αὐτοῦ ἔχει, ἀλλὰ

174

E

κατὰ προβολὴν καὶ συστολήν. Εἰ μὲν γὰρ συστελλομένης τῆς ἐνεργείας οὐκέτι ἠδύνατο ὁ θεὸς τῇ παυσαμένῃ ἐνεργείᾳ κεχρῆ‐
σθαι, δικαίως ἂν ἐλέγετο φθορὰ ἐνεργείας· εἰ δὲ ἀεὶ δύναται τὴν αὐτὴν ἐνέργειαν, ὅτε βούλεται, προβάλλεσθαι, οὐκ ἄρα278

175

A

φθείρεται ἡ ἐνέργεια τοῦ θεοῦ συστελλομένη. Τῆς γὰρ δυνά‐ μεως μὴ φθειρομένης ἀδύνατον φθαρῆναι τὴν ἐνέργειαν. Ἄλλη γάρ ἐστιν ἡ φθορὰ τῆς ἐνεργείας, καὶ ἄλλη ἡ συστολὴ τῆς ἐνεργείας, ὡς, εἰ μὴ συνεστέλλετο ἡ ἐνέργεια ἡ τὸν κόσμον
5ποιοῦσα, ἄπειροι ἂν κόσμοι ἐγένοντο τῷ πλήθει κατὰ τὴν ἄπαυστον ἐνέργειαν. Νῦν δέ, ἑνὸς μόνου τοῦ κόσμου γενομέ‐ νου, τῷ πεπερασμένῳ τοῦ ἔργου δείκνυται πεπερασμένη ἡ ἐνέρ‐ γεια ἡ τὸν κόσμον ποιήσασα.

175

B

Ὁ αὐτὸς τοίνυν μένων οὐδὲν ἔχει ἔγχρονον. Ποιεῖ τοί‐ νυν τὸν κόσμον, τάττων αὐτὸν ἀεί, καὶ ὁ κόσμος τῷ μὲν ἀεὶ φρουρεῖσθαι γίνεται, τῷ δὲ ἀεὶ εἶναι ὁ αὐτὸς ἀγένητος ὑπάρ‐ χει. Εἰ μηδὲν ἔχει ἔγχρονον ὁ θεός, οὐδ’ ἄρα τὸ ποιεῖν ἔχει·
5ἔγχρονον γὰρ τὸ ποιεῖν. Καὶ εἰ ποιεῖ τὸν κόσμον ὁ θεός, μὴ τὴν οὐσίαν αὐτοῦ παράγων, οὐ ποιεῖ τὸν κόσμον· ὁ γὰρ κόσμος χωρὶς οὐσίας οὐκ ἔστι κόσμος. Εἰ δὲ ὁ κόσμος οὐσίαν ἔχει ἀποίητον, ἐξ ἀνάγκης καὶ ἀφρούρητός ἐστιν· οὗ γὰρ πρὸς τὸ γενέσθαι κατ’ οὐσίαν οὐ δέεται, τούτου οὐδὲ πρὸς τὸ φρου‐

175

C

ρεῖσθαι ἐπιδέεται· ἡ γὰρ ἀγένητος φύσις οὐδενὸς τῶν ἔξωθεν ἑαυτῆς ἐστιν ἐπιδεκτική. Καὶ εἰ ἐπὶ παντὸς χρὴ ἢ τὴν φάσιν ἢ τὴν ἀπόφασιν εἶναι ἀληθῆ, πῶς ὁ ἀποκρινάμενος ἀμφότερα ἔθηκεν ἐπὶ τῆς τοῦ κόσμου γενέσεως, καὶ τὴν φάσιν καὶ τὴν
5ἀπόφασιν, λέγων αὐτὸν εἶναι γενητὸν καὶ ἀγένητον; Ἔτι δὲ εἰ, καθὰ εἶπεν ἐν τῇ τρίτῃ ἀποκρίσει, ἀγένητος ὢν ὁ θεὸς ἀγε‐
νήτως ποιεῖ πάντα, οὐ γινόμενα ἀλλὰ συνυφιστάμενα, ἀλλ’ ἐπειδὴ πᾶν συνυφιστάμενον τῇ τοῦ ᾧ συνυφίσταται σωτηρίᾳ280

175

D

σώζεται, μὴ χρῇζον ἑτέρας φρουρᾶς πλὴν τῆς ἐκείνου σωτη‐ ρίας (σωζομένου γὰρ ἐκείνου σέσωσται καὶ αὐτό), διὰ τοῦτο, εἰ χρεία ἐστὶ φρουρᾶς πρὸς σωτηρίαν, ἐκεῖνο χρῄζει φρουρᾶς οὗ ὑφισταμένου συνυφίσταται τὰ συνυφιστάμενα, οὐχὶ τὰ συν‐
5υφιστάμενα. Ἀλλ’ εἰ ταῦτα οὕτως ἔχει, οὐκ ἄρα ὁ κόσμος χρῄζει φρουρᾶς ὁ συνυφιστάμενος τῷ θεῷ, ἀλλ’ αὐτὸς ὁ θεὸς ᾧ συνυφίσταται ὁ κόσμος. Εἰ δὲ τοῦτο ἄτοπον, ἄτοπον ἄρα

175

E

καὶ τὸ τὸν κόσμον λέγειν συνυφιστάμενον τῷ θεῷ. Χρὴ οὖν λέγειν βουλήσει τοῦ θεοῦ ὑφίστασθαι τὸν κόσμον, καὶ βουλήσει τοῦ θεοῦ διαμένει ὁ αὐτός, εἰ καὶ μὴ ἀεί. Ὡσαύτως τὰ τῇ ὑποστάσει τινὸς συνυφιστάμενα τῇ ἐκείνου διαμονῇ διαμένει,
5οὐχὶ ἑαυτῶν· οἷον τῇ συνθέσει τῶν γραμμῶν συνυφίστανται αἱ γωνίαι, καὶ μενούσης τῆς συνθέσεως μένουσι καὶ αἱ γω‐

176

A

νίαι, καὶ ἀναιρουμένης τῆς συνθέσεως ἀναιροῦνται καὶ αἱ γω‐ νίαι· καὶ εἰ χρεία ἐστὶ τοῦ διαμένειν τὰς γωνίας, ἀνάγκη δοῦναι φρουρὰν τῇ συνθέσει τῶν γραμμῶν, οὐχὶ ταῖς γω‐ νίαις καθ’ ἑαυτάς, ἀλλὰ κατὰ συμβεβηκὸς μὲν ταῖς γωνίαις,
5καθ’ ἑαυτὸ δὲ τῇ συνθέσει τῶν γραμμῶν. Κατὰ ταῦτα χρὴ νοεῖν τὸν κόσμον, εἰ ἀγενήτως συνυφίσταται τῷ θεῷ, καθά φησιν ὁ ἀποκρινάμενος.

176

B

Τρίτη ἐρώτησις χριστιανικὴ πρὸς τοὺς Ἕλληνας. Εἰ τῷ εἶναι καὶ οὐ τῷ βούλεσθαι ποιεῖ ὁ θεός, οἷον θερ‐ μαίνει τὸ πῦρ τῷ εἶναι, πῶς αὐτὸς μὲν ἕν ἐστί τε καὶ ἁπλοῦν καὶ μονοειδές, διαφόρων δὲ οὐσιῶν ἐστι ποιητής;

176

C

Ἀπόκρισις ἑλληνικὴ πρὸς τοὺς Χριστιανούς. Οὐκ οἰητέον, ὥσπερ ἐν ἡμῖν ἄλλο μὲν ἔστι τὸ εἶναι, ἄλλο δὲ τὸ βούλεσθαι, οὕτω καὶ ἐν τῷ θεῷ· ἀλλὰ τὸ αὐτὸ ἄντικρυς ὑπάρχει τὸ εἶναι καὶ τὸ βούλεσθαι ἐν τῷ θεῷ. Ὃ γὰρ ἔστι
5καὶ βούλεται, καὶ ὃ βούλεται ἔστι· καὶ οὐδεμία διαίρεσις ἐπὶ
τοῦ θεοῦ, διὰ τὸ αὐτοπάρακτον εἶναι τὸν θεόν. Ὥστε καὶ τὴν διαίρεσιν τοῦ εἶναι πρὸς τὸ βούλεσθαι ἐπὶ τοῦ θεοῦ282

176

D

ἀποῤῥιπτέον. Ἀλλὰ μὴν οὐδ’ οὕτως τὸν θεὸν τῷ εἶναι ποι‐ εῖν ὑποθετέον ὡς τὸ πῦρ θερμαίνει· τὸ γὰρ πῦρ, εἰ καὶ οὐ‐ σιωδῶς, ἀλλ’ ὅμως συμβεβηκυῖαν ἔχει τὴν θερμότητα, παρὰ δὲ τῷ θεῷ οὐδὲν οὔτε οὐσιωδῶς συμβέβηκεν οὔτε συμβεβηκό‐
5τως. Ἐπεὶ οὖν συμβέβηκε μὲν αὐτῷ οὐδέν, τὸ δὲ εἶναι καὶ τὸ βούλεσθαι ταὐτὸν ὑπάρχει τῷ θεῷ, ἁπλοῦν τέ ἐστι καὶ μονο‐ ειδές, ποιητικὸν ἀγενήτως τῶν ὄντων. Ὥσπερ γὰρ ὁρῶμεν

176

E

ὅτι τὰ γεννητά, οἷον ἄνθρωπος ὁ δεῖνα γεννητῶς γενόμενος γεννητικός τε ὤν, γεννητὰ ποιεῖ, καὶ καθόλου τὰ γεννητὰ γεν‐ νητῶς γενόμενα γεννητὰ ποιεῖ καὶ ἐξ αὑτῶν ποιεῖ, τὸν αὐτὸν τρόπον καὶ ὁ θεός, ἀγένητος ὤν, ἀγενήτως ποιεῖ πάντα, οὐ
5γινόμενα ἀλλὰ συνυφιστάμενα, καὶ τῇ μὲν τῆς δυνάμεως ἀπει‐ ρίᾳ διάφορα ποιεῖ. Μὴ προσέχωμεν δὲ τὸν θεὸν ἀνθρωπί‐ νως. Οὐ γὰρ ὥσπερ ἡμεῖς, τὸ πρότερον ἄλλως ἔχοντες, ὕστε‐

177

A

ρον εἰς ἄλλο μεταβάλλοντες, λεγόμεθα ποιεῖν, οὕτως καὶ ὁ θεὸς ποιεῖ· ἀλλά, δι’ ἄῤῥητον ὑπερβάλλουσάν τε δύναμιν ἀχρόνως ποιῶν πάντα, τελειοῖ πάντα, καὶ ἅμα τῷ αὐτὸν εἶναι καὶ τὰ ὄντα ποιεῖ, οὐ χρείαν ἔχων ὥσπερ ἡμεῖς τὸ πρότερον
5γενέσθαι καὶ τελειωθῆναι, καὶ οὕτως ποιῆσαι τὸ ὕστερον, διὰ τὸ μηδὲν εἶναι ἐν αὐτῷ πρότερον καὶ ὕστερον. Ὁρῶμεν οὖν καὶ τὴν φύσιν αὐτῷ τῷ εἶναι ποιοῦσαν καὶ ἀθρόον ἀεὶ τὴν μεταβολὴν ἐργαζομένην, ὥσπερ καὶ ἐπὶ τῆς πήξεως τοῦ γά‐

177

B

λακτος ἀθρόως τὴν πῆξιν θεώμεθα παραγινομένην τῷ γάλακτι. Πολλῷ τοίνυν τὸν θεὸν μᾶλλον οἰητέον ἀθρόως καὶ ἀχρόνως πάντα ποιεῖν, αὐτὸν μὲν ὄντα ἕν, τῇ δὲ ἀπειρίᾳ τῆς δυνά‐ μεως τὰ διάφορα παράγοντα, καὶ αὐτὰ παντελῶς αὐτοπάρακτα
5τυγχάνοντα. Ἔλεγχος τῆς ἀποκρίσεως οὐκ ὀρθῶς γεγενημένης.

177

C

Οὐκ οἰητέον, φησίν, ὥσπερ ἐν ἡμῖν ἄλλο μέν ἐστι τὸ
εἶναι, ἄλλο δέ ἐστι τὸ βούλεσθαι, οὕτως καὶ ἐν τῷ θεῷ· ἀλλὰ τὸ αὐτὸ ἄντικρυς ὑπάρχει τὸ εἶναι καὶ τὸ βούλεσθαι ἐν τῷ θεῷ. Ὃ γὰρ ἔστι καὶ βούλεται, καὶ ὃ βούλεται ἔστι· καὶ284
5οὐδεμία διαίρεσις ἐπὶ τοῦ θεοῦ, διὰ τὸ αὐτοπάρακτον εἶναι τὸν θεόν. Ὥστε τὴν διαίρεσιν τὴν τοῦ εἶναι πρὸς τὸ βούλε‐ σθαι ἐπὶ τοῦ θεοῦ ἀποῤῥιπτέον. Τοῦ θεοῦ ἔχοντος οὐσίαν μὲν πρὸς ὕπαρξιν, βούλησιν δὲ πρὸς ποίησιν, ὁ ἀποῤῥίπτων οὐσίας τε καὶ βουλῆς τὴν διαφορὰν καὶ τὴν ὕπαρξιν ἀποῤῥί‐

177

D

πτει τοῦ θεοῦ καὶ τὴν ποίησιν, ὕπαρξιν μὲν τὴν αὐτοῦ, ποίη‐ σιν δὲ τῶν οὐκ ὄντων. Ὅτι δὲ ἄλλη ἐστὶν ἡ οὐσία τοῦ θεοῦ καὶ ἄλλη ἡ βουλή, δείκνυται καὶ ἐκ τοῦ λόγου τοῦ ἀποκρινα‐ μένου, τοῦ εἰπόντος· Ὃ γὰρ ἔστι καὶ βούλεται, καὶ ὃ βούλεται
5ἔστιν. Ἀντέστρεψε τῇ οὐσίᾳ τὴν βουλήν, καὶ τῇ βουλῇ τὴν οὐσίαν. Ἀντιστροφὴ δὲ οὐδαμῶς ἐνδέχεται γενέσθαι τῶν ἀντι‐ στρεφομένων οὐκ ὄντων ἄλλο καὶ ἄλλο ἢ λόγῳ ἢ ἀριθμῷ. Τὸ τῷ ἀριθμῷ ἓν ὂν οὐδὲν κωλύει τῷ λόγῳ ἄλλο καὶ ἄλλο εἶναι·

177

E

οἷον ἡ εὐθεῖα γραμμὴ τῇ μὲν ὑποστάσει ἀριθμῷ μία ἐστί, τῷ δὲ λόγῳ τῆς εὐθείας καὶ τῆς γραμμῆς ἄλλο καὶ ἄλλο. Κατὰ τὸν τρόπον τοῦτον οὐ διαιρεῖται τοῦ θεοῦ ἡ φύσις τῷ λόγῳ τῆς οὐσίας καὶ τῆς βουλῆς; Εἰ ἄλλο τὸ ὑπάρχειν καὶ ἄλλο τὸ
5ἐνυπάρχειν, καὶ ὑπάρχει μὲν τοῦ θεοῦ ἡ οὐσία, ἐνυπάρχει δὲ

178

A

τῇ οὐσίᾳ ἡ βουλή, ἄλλη ἄρα ἡ οὐσία τοῦ θεοῦ καὶ ἄλλη ἡ βουλή. Εἰ ἡ μὲν βουλὴ τοῦ θεοῦ ἐκ τῆς οὐσίας, ἡ δὲ οὐσία οὐκ ἐκ τῆς βουλῆς, ἄλλη ἄρα ἡ οὐσία τοῦ θεοῦ καὶ ἄλλη ἡ βουλή. Ἡ οὐσία τοῦ θεοῦ τὸ μὴ εἶναι οὐσία οὐ δέχεται, ἡ δὲ βουλὴ τοῦ
5θεοῦ δέχεται τὸ μὴ βούλεσθαι· οἷον ἐβούλετο ὁ θεὸς ποιῆσαι ἕνα ἥλιον, δεύτερον ἥλιον οὐκ ἐβούλετο ποιῆσαι, ὅτι, ὥσπερ ἐλυσιτέλει τοῖς οὖσι τὸ ἕνα εἶναι τὸν ἥλιον, οὕτως οὐκ ἐλυσι‐

178

B

τέλει τοῖς οὖσι τὸ γενέσθαι δεύτερον ἥλιον· καὶ ἐβούλετο μὲν τὸ λυσιτελές, τὸ δὲ μὴ λυσιτελὲς οὐκ ἐβούλετο. Ἀλλ’ εἰ τοῦτο, ἄλλη ἄρα ἡ οὐσία τοῦ θεοῦ καὶ ἄλλη ἡ βουλή. Εἰ ὃ ἔστιν ὁ θεὸς τοῦτο καὶ βούλεται, δῆλον ὅτι βουλητόν ἐστι καὶ οὐ
5βουλή. Πῶς οὖν ταὐτόν ἐστι τῇ οὐσίᾳ ἡ βουλή, τοῦ βουλητοῦ καὶ τῆς βουλῆς ἄλλου καὶ ἄλλου ὄντος, καθάπερ τὸ αἰσθητὸν
καὶ ἡ αἴσθησις; Εἰ ἄναρχος καὶ ἀΐδιός ἐστι θεός, οὔτε αὐτο‐ πάρακτός ἐστιν οὔτε ἑτεροπάρακτος· ὁ γὰρ ἁπλῶς αὐτοπά‐286

178

C

ρακτος οὐδενὶ λόγῳ ἐστὶν ἀΐδιος καὶ ἄναρχος. Ὁ ἀποκρινά‐ μενος δι’ ἑτέρας φωνῆς ἀναιρεῖ τῆς οὐσίας τοῦ θεοῦ καὶ τῆς βουλῆς τὸ ἕτερον, δι’ ἑτέρας δὲ φωνῆς τοῦτο τίθησιν. Ἀναι‐ ρῶν μὲν τῆς οὐσίας τοῦ θεοῦ καὶ τῆς βουλῆς τὸ ἕτερον ἔλεγεν·
5Οὐκ οἰητέον, ὥσπερ ἐν ἡμῖν ἄλλο μέν ἐστι τὸ εἶναι, ἄλλο δὲ τὸ βούλεσθαι, οὕτω καὶ ἐν τῷ θεῷ. Τιθέμενος δὲ τὸ ἕτερόν φησιν· Ἀλλὰ τὸ αὐτὸ ἄντικρυς ὑπάρχει. Καὶ πάλιν· Τὸ δὲ εἶναι καὶ τὸ βούλεσθαι ταὐτὸν ὑπάρχει τῷ θεῷ. Ὥσπερ

178

D

γὰρ τὸ ἕτερον ἄλλο ἄλλῳ ἐστὶν ἕτερον, οὕτως καὶ τὸ ταὐτὸν ἄλλο ἄλλῳ ἐστὶν ἄντικρυς ταὐτόν· ὡσαύτως δὲ καὶ τὸ ἄντι‐ κρυς ἄλλο ἄλλῳ ἐστὶν ἄντικρυς. Ἀλλ’ εἰ ταὐτόν ἐστιν ἡ οὐσία τοῦ θεοῦ καὶ ἡ βουλή, ἄντικρυς ἔσται ἄλλο καὶ ἄλλο· εἰ δὲ
5μή γε, ἀναιρουμένου τοῦ ἄλλου καὶ ἄλλου, ἀναιρεθήσεται ἐξ ἀνάγκης τὸ ταὐτὸν τῆς οὐσίας τοῦ θεοῦ καὶ τῆς βουλῆς καὶ τὸ ἄντικρυς. Ὥσπερ τὸ κινεῖσθαι ἐνέργειά ἐστι κινήσεως, οὕτως καὶ τὸ βούλεσθαι βουλῆς ἐστιν ἐνέργεια· καὶ ἣν ἔχει

178

E

διαφορὰν ἡ δύναμις πρὸς τὴν ἐνέργειαν, ταύτην ἔχει ἡ βουλὴ πρὸς τὸ βούλεσθαι. Ἀδύνατον δὲ τὸ βούλεσθαι πρὸς μὲν τὴν βουλὴν ἔχειν τὴν διαφοράν, πρὸς δὲ τὸν βουλόμενον μὴ ἔχειν. Εἰ δὲ οὐδενὶ λόγῳ δυνατὸν ταὐτὸν εἶναι τὸ βούλεσθαι καὶ
5τὴν βουλὴν καὶ τὸν βουλόμενον, δῆλον ὅτι ὁ ἀποῤῥίπτων τοῦ θεοῦ καὶ τοῦ βούλεσθαι τὸ ἄλλο καὶ ἄλλο τοῦ ἐνεργοῦντος καὶ

179

A

τῆς ἐνεργείας ἀποῤῥίπτει τὴν διαφοράν· ὅπερ ἄτοπον. Εἰ ἄλλο τὸ ἐνυπόστατον, καὶ ἄλλο τὸ ἀνυπόστατον, καὶ θεὸς μὲν ἐκεῖνο, τὸ βούλεσθαι δὲ τοῦτο, δῆλον ὅτι ὁ τοῦ θεοῦ καὶ τοῦ βούλεσθαι ἀποῤῥίπτων τὸ ἄλλο καὶ ἄλλο ἢ τὸ ἐνυπόστατον
5ἀποῤῥίπτει ἢ τὸ ἀνυπόστατον. Εἰ κατὰ τὸν λόγον τοῦ ἀντι‐ κειμένου ὅπερ ἔστι θεὸς καὶ βούλεται, καὶ ὃ βούλεται ἔστι, δῆλον ὅτι, εἰ μὴ βουληθείη θεὸς τὸ μὴ φθείρεσθαι τὴν ἐνέρ‐ γειαν αὑτοῦ, παυσαμένης αὐτῆς φθείρεται οὐ βουληθέντος

179

B

αὐτοῦ. Οὐκ ἄρα ἔστιν ὁ θεὸς ὃ βούλεται. Εἰ τὸ ποιεῖν ἐστι τῆς τοῦ θεοῦ βουλῆς, δῆλον ὅτι, ὥσπερ διαφέρει τὸ ποι‐ εῖν ἁπλῶς τοῦ ποῖα καὶ πόσα καὶ πότε ποιεῖν, οὕτω διαφέρει
τὸ εἶναι τοῦ βούλεσθαι.288
5 Ἀλλὰ μὴν οὐδ’ οὕτως τὸν θεὸν τῷ εἶναι ποιεῖν ὑπο‐ θετέον ὡς τὸ πῦρ θερμαίνει· τὸ γὰρ πῦρ, εἰ καὶ οὐσιωδῶς, ἀλλ’ ὅμως συμβεβηκυῖαν ἔχει τὴν θερμότητα, παρὰ δὲ τῷ θεῷ οὐδὲν οὔτε οὐσιωδῶς συμβέβηκεν οὔτε συμβεβηκότως. Ἐπεὶ οὖν συμβέβηκε μὲν αὐτῷ οὐδέν, τὸ δὲ εἶναι καὶ τὸ βούλεσθαι

179

C

ταὐτὸν ὑπάρχει τῷ θεῷ, ἁπλοῦν τέ ἐστι καὶ μονοειδές, ποιη‐ τικὸν ἀγενήτως τῶν ὄντων. Τὸ μὲν πῶς συμβέβηκε τῷ πυρὶ ἡ θερμότης, ὡς βούλεται λέγειν ὁ ἀποκρινάμενος, λεγέτω. Οὐ γὰρ περὶ τοῦ πῶς αὐτῷ συμβέβηκεν ἡ θερμότης νῦν ἐστι τὸ
5ζητούμενον, ἀλλὰ περὶ τῆς ἀβουλήτου ἐνεργείας, καθ’ ἣν τῷ εἶναι ἐνεργεῖ. Τὸ βούλεσθαι ἢ οὐσίας ἐστὶν ἢ πρόσεστι τῇ οὐσίᾳ. Ἀλλ’ εἰ μὲν οὐσία ἐστίν, οὐκ ἔστιν ὁ βουλόμενος, εἰ

179

D

δὲ πρόσεστι τῇ οὐσίᾳ, ἐξ ἀνάγκης ἄλλο καὶ ἄλλο ἐστίν· οὐκ ἔστι γὰρ τὸ ὂν καὶ τὸ προσὸν ταὐτόν. Εἰ πολλὰ μὲν βούλεται ὁ θεός, πολλὰ δὲ οὐκ ἔστιν, οὐκ ἄρα ταὐτὸν παρὰ τῷ θεῷ τὸ εἶναι τῷ βούλεσθαι. Ὁ θεὸς εἰ ὅσα μὲν βούλεται ποιεῖν δύ‐
5ναται ποιεῖν, οὐχ ὅσα δὲ δύναται ποιεῖν βούλεται ποιεῖν, οὐ ταὐτὸν ἄρα παρ’ αὐτῷ τὸ εἶναι τῷ βούλεσθαι. Ὁ θεὸς εἰ ἓν μέν ἐστι καὶ ἁπλοῦν καὶ μονοειδές, πολλὰ δὲ βούλεται καὶ πολλὰ οὐ βούλεται, οἷον βούλεται μὲν τῇ ποικιλίᾳ πολλὰ εἶναι

179

E

τὰ ὄντα, ἄπειρα δὲ αὐτὰ εἶναι τῷ πλήθει οὐ βούλεται, οὐκ ἄρα ταὐτὸν παρ’ αὐτῷ τὸ εἶναι τῷ βούλεσθαι. Ὁ θεὸς εἰ ὃ ὑπάρχει οὐ ποιεῖ, ποιεῖ δὲ ὃ βούλεται, βούλεται δὲ ποιεῖν τὸν κόσμον, οὐκ ἄρα ταὐτὸν παρ’ αὐτῷ τῷ εἶναι τὸ βούλεσθαι.
5Εἰ ἀγενήτως ἀγένητα οὐ γίνεται, οὐδ’ ἄρα ἀγενήτως ἀγένητα ποιεῖ ὁ θεός· ἀδύνατον γὰρ εἶναι ποιητὸν ἀγένητον. Ὥσπερ

180

A

ἡ διδασκαλία ἐνέργειά ἐστι τοῦ διδάσκοντος ἐν τῷ μανθά‐ νοντι, οὕτως ἡ ποίησις ἐνέργειά ἐστι τοῦ ποιοῦντος ἐν τῷ ποιουμένῳ· ὁ ἄρα ἀναιρῶν τὴν γένεσιν ἀπὸ τοῦ ποιουμένου ἀναιρεῖ καὶ τὴν ἐνέργειαν ἀπὸ τῆς ποιήσεως τοῦ ποιοῦντος.
5Μάτην ἐνεργεῖ θεὸς τὴν ποίησιν, οὐκ ὄντος τοῦ γινομένου. Εἰ ἀποιήτως οὐ ποιεῖ ὁ θεός, οὐδ’ ἄρα ἀγενήτως ποιεῖ. Τὸ ποιεῖ ὁ θεὸς φάσις ἐστὶ ποιήσεως, τὸ δὲ ἀποιήτως ποιεῖ
δυνάμει ἀπόφασίς ἐστι τῆς φάσεως. Μαχόμενα ὀνόματα290

180

B

τὸ ἀγένητον καὶ τὸ ποιητόν. Εἰ τὸ διὰ ποιήσεως ἀγένητον, οὐκ ἄρα ἀγένητον τὸ μὴ διὰ ποιήσεως. Οὐδὲν διαφέρει τὸ λέγειν· Ὁ μὲν ποιήσας ἐποίησε, τὸ δὲ ποιούμενον οὐκ ἐγένετο, τοῦ λέγειν· Ποιεῖ ὁ θεὸς τὰ ἀγένητα. Εἰ εὔλογον τὸ λέγειν·
5Ὁ θεὸς ἀγενήτως ἀγένητα ποιεῖ, εὔλογον ἄρα καὶ τὸ λέγειν· Ἀγενήτως τὰ ἀγένητα γίνεται. Ἀκολουθεῖ γὰρ τῷ ποιεῖ τὸ γίνεται φυσικῇ ἀνάγκῃ. Εἰ δὲ ἄτοπον τὸ δεύτερον, ἄτοπον ἄρα καὶ τὸ πρῶτον. Εἰ ἔγχρονον τὸ γίνεσθαι, ἔγχρονον καὶ

180

C

τὸ ποιεῖσθαι· ἰσοδύναμα γάρ. Ἀδύνατον γὰρ ἐν τῷ ποιεῖν τὸν ποιοῦντα μὴ γίνεσθαι τὸ ποιούμενον. Εἰ ἀγενήτως οὐδὲν γίνεται, οὐδ’ ἄρα ἀγενήτως ποιεῖταί τι· τὸ γὰρ γίνε‐ σθαι καὶ τὸ ποιεῖσθαι λέξει μὲν οὐ ταὐτόν, ἔργῳ δὲ ταὐτόν.
5Ὁ θεός, εἰ τῷ εἶναι ποιεῖ, ἀναγκαστικῶς ποιεῖ ἃ ποιεῖ, εἰ δὲ τῷ βούλεσθαι ποιεῖ, αὐθεντικῶς ποιεῖ· αὐθεντικῶς δὲ ποιῶν ὅσα βούλεται καὶ οἷα βούλεται καὶ ὅτε βούλεται ποιεῖ. Ὁ θεὸς εἰ τῷ εἶναι ποιεῖ, εἰς οὐδὲν αὐτοῦ χρησιμεύει τὸ βού‐ λεσθαι, ᾧ οὐδαμῶς δύναται κεχρῆσθαι. Δύο ἀσύμβατα τί‐

180

D

θησιν ἐπὶ τοῦ θεοῦ ὁ ἀποκρινάμενος· ποιητικὸν αὐτὸν ὀνο‐ μάζει τῶν ὄντων, καὶ προσάπτει αὐτῷ τὸ ἀγενήτως ποιεῖν. Εἰ γὰρ αὐτὸς μὲν ἀγενήτως ποιεῖ, τὸ δὲ ποιούμενον οὐδαμῶς γίνεται, οὔτε γενητῶς οὔτε ἀγενήτως, οὔτε ποιητῶς οὔτε
5ἀποιήτως, ὥσπερ ἄρα οὐ γίνεται τὸ ποιούμενον, οὕτως οὐδὲ ποιεῖ ὁ ποιῶν. Ὥσπερ, φησίν, ὁρῶμεν ὅτι τὰ γεννητά, οἷον ἄνθρωπος γεννητῶς γενόμενος γεννητικός τε ὤν, γεννητὰ ποιεῖ, καὶ

180

E

καθόλου τὰ γεννητὰ γεννητῶς γενόμενα γεννητὰ καὶ τὰ ἐξ αὑτῶν ποιεῖ, τὸν αὐτὸν τρόπον καὶ ὁ θεός, ἀγένητος ὤν, ἀγενήτως ποιεῖ πάντα, οὐ γινόμενα ἀλλὰ συνυφιστάμενα, καὶ τῇ μὲν τῆς δυνάμεως ἀπειρίᾳ τὰ διάφορα ποιεῖ. Τίς οὖν
5ἐστιν ὁ ποιήσας τὸν ἄνθρωπον, τὸν κατὰ τὴν φωνὴν τοῦ ἀπο‐

181

A

κριναμένου γεννητῶς γενόμενον, καὶ αὐτὸν ὄντα γεννητόν, γεν‐ νητῶς γεννητὰ ποιοῦντα; Ἀλλ’ εἰ μὲν ὁ θεός, πῶς οὐκ ἐψεύ‐ σατο ὁ ἀποκρινάμενος, εἰπών· Ὁ θεός, ἀγένητος ὤν, ἀγε‐ νήτως ἀγένητα ποιεῖ; Εἰ δὲ οὐχ ὁ θεός, πῶς οὐ τῶν ἀλλο‐292
5τρίων προνοεῖ ὁ θεός, προνοῶν τῶν ἀνθρώπων, ὧν οὐκ ἔστι ποιητής; Εἰ δὲ ἄτοπον τὸ μὴ λέγειν τὸν θεὸν ποιητὴν τοῦ ἀν‐ θρώπου, ἄτοπον ἄρα καὶ τὸ λέγειν τὸν θεὸν ἀγενήτως ἀγέ‐ νητα ποιεῖν· ἰδοὺ γὰρ πεποίηκε τὸν ἄνθρωπον γεννητῶς ὄντα

181

B

γεννητόν. Εἰ οὗ τὸ μέρος γεννητόν, τούτου ἐξ ἀνάγκης καὶ τὸ ὅλον γεννητόν, μέρος δὲ τοῦ κόσμου ὁ ἄνθρωπος, ὁ κατὰ τὴν φωνὴν τοῦ ἀποκριναμένου γεννητῶς γενόμενος, γενητὸς ἄρα καὶ ὁ κόσμος. Εἰ ἀγένητός ἐστιν ὁ θεὸς καὶ τὰ ἀγένητα
5ποιεῖ, πῶς οὐ κατὰ κοινοῦ φέρει τὸ τοῦ ἀγενήτου ὄνομα, τὸ μηδενὶ αὐτὸν ἀντιδιαστέλλον; Εἰ ὁ θεὸς ὅ ἐστιν οὐ ποιεῖ (ἀδύ‐ νατον γάρ), ποιεῖ δὲ ἃ οὐκ ἔστι, γενητὰ ἄρα ποιεῖ, ἀγένητος

181

C

αὐτὸς ὤν. Οὐ ζητοῦμεν δὲ πρῶτον τὸ πῶς ποιεῖ ὁ θεός, ἀλλὰ τὸ τί ποιεῖ· εὑρεθὲν γὰρ τὸ τί ποιεῖ εὕρηται καὶ τὸ πῶς ποιεῖ. Εἰ ἀγένητος ὑπάρχων ὁ θεὸς ἀγενήτως ἀγένητα ποιεῖ, καὶ ἀδέσποτος ἄρα ὑπάρχων ἀδεσπότως ἀδέσποτα ποιεῖ. Εἰ δὲ
5ἄτοπον τὸ δεύτερον, ἄτοπον ἄρα καὶ τὸ πρῶτον. Τὰ ἀδια‐ στάτως συνυφιστάμενα ἀλλήλοις, οὐδὲν αὐτῶν οὐδενὸς αὐτῶν δύναται εἶναι ποιητής· εἰ δὲ μή γε, ἀλλήλων ἔσονται ποιηταί. Εἰ δὲ τοῦτο ἄτοπον, ἄτοπον ἄρα καὶ τὸ λέγειν τὸν θεὸν ποιη‐

181

D

τὴν τῶν ἀδιαστάτως αὐτῷ συνυφισταμένων. Εἰ ἄπειρα μὲν δύναται ποιεῖν ὁ θεός, ἀλλὰ τῷ βούλεσθαι, ὁ θεὸς δὲ διάφορα μὲν εἶναι οὐ δύναται (ἓν γάρ ἐστι καὶ ἁπλοῦν καὶ μονοειδές), διάφορα δὲ βούλεται, οὐκ ἄρα τῷ εἶναι ποιεῖ, ἀλλὰ τῷ βού‐
5λεσθαι. Εἰ, ὥσπερ τῇ συνθέσει τῶν γραμμῶν συνυφίστανται αἱ γωνίαι, οὕτως καὶ ὁ κόσμος τῷ θεῷ, ἀναγκαστικῶς ἄρα

181

E

καὶ ἀβουλήτως ποιεῖ τὸν κόσμον ὁ θεός, κατὰ συμβεβηκὸς καὶ οὐ καθ’ αὑτό· ἀναγκαστικῶς γὰρ καὶ κατὰ συμβεβηκὸς συνυ‐ φίστανται αἱ γωνίαι τῇ θέσει τῶν γραμμῶν. Ὁ ποιῶν τὸ μὴ
ὂν ποιεῖ· τὸ γὰρ ὂν οὐ χρῄζει ποιητοῦ. Ἀλλ’ εἰ τοῦτο, οὐκ294
5ἄρα ποιητής ἐστιν ὁ θεὸς τῶν συνυφισταμένων αὐτῷ, καθά φησιν ὁ ἀποκρινάμενος. Ὁ θεὸς οἰκίαν οὐκ ἐποίησεν, ἀλλ’ ἐποίησε τὸν ἄνθρωπον, καὶ δέδωκεν αὐτῷ δύναμιν ποιητικὴν

182

A

τῆς οἰκίας. Οὐδὲν οὖν τούτων ἀγενήτως παρὰ τῷ θεῷ, οὔτε ἡ ποίησις τοῦ ἀνθρώπου οὔτε ἡ δόσις τῆς δυνάμεως. Δύο κα‐ νόνας ἔθηκεν ὁ ἀποκρινάμενος· ἕνα μὲν ἐπὶ τῆς ποιήσεως τῶν ἀγεννήτων ὄντων καὶ ἀγεννήτως ποιούντων, ἕνα δὲ ἐπὶ τῆς
5ποιήσεως τῶν γεννητῶν ὄντων καὶ γεννητῶς ποιούντων. Καὶ τὰ μέν, φησίν, ἔργα τῶν ἀγεννήτων συνυφίσταται τοῖς ἑαυ‐ τῶν ποιηταῖς ἀγεννήτως, τὰ δὲ ἔργα τῶν γεννητῶν ἔγχρονα. Μηδενὸς τοίνυν τῶν ἀγεννήτων ἐγχρόνως ποιούντων, δῆλον ὅτι

182

B

τὰ γεννητὰ οὔτε γέγονεν ὑπὸ τοῦ ἀγεννήτου οὔτε γενέσθαι δύναται. Μὴ προσέχωμεν δὲ τὸ ποιεῖν τὸν θεὸν ἀνθρωπίνως. Οὐ γὰρ ὥσπερ ἡμεῖς, τὸ πρότερον ἄλλως ἔχοντες, ὕστερον
5εἰς ἄλλο μεταβάλλοντες, λεγόμεθα ποιεῖν, οὕτως καὶ ὁ θεὸς ποιεῖ· ἀλλά, δι’ ἄῤῥητον ὑπερβάλλουσάν τε δύναμιν ἀχρόνως ποιῶν πάντα, τελειοῖ πάντα, καὶ ἅμα τῷ αὐτὸν εἶναι καὶ τὰ ὄντα ποιεῖ, οὐ χρείαν ἔχων ὥσπερ ἡμεῖς τοῦ πρότερον γενέσθαι

182

C

καὶ τελειωθῆναι, καὶ οὕτως ποιῆσαι, διὰ τὸ μηδὲν εἶναι ἐν αὐτῷ πρότερον καὶ ὕστερον. Ἡμεῖς μὲν τὸ πρότερον μετα‐ βάλλομεν εἰς τὸ ὕστερον τῇ εὑρέσει τοῦ βελτίονος· ὁ δὲ θεὸς οὐχ οὕτως, ἀλλ’, ὥσπερ προσήκει, τὸ ἐξ ἀρχῆς ποιεῖ, οὐ μετα‐
5βάλλων εἰς ὕστερον τὰ πρότερα. Εἰ γὰρ προέθηκε μὲν ἐξ ἀρ‐ χῆς τὸ μεταβαλεῖν εἰς ὕστερα τὰ πρότερα καὶ οὐ μεταβάλλει, ἢ ἀσθένεια ἐνομίζετο τῆς δυνάμεως ἢ ὅτι εὗρε τοῦ προκειμένου τὸ βέλτιον, ὧν οὐδὲν πρόσεστι τῷ θεῷ, οὔτε ἡ ἀσθένεια τῆς

182

D

δυνάμεως οὔτε τὸ ὕστερον εὑρεῖν τοῦ προτέρου τὸ βέλτιον. Εἰ ποιεῖ ὁ θεὸς πάντα, τὰ μὴ γινόμενα ἀλλὰ συνυφιστάμενα, περιττὸν ἦν τὸ ἅμα τῷ εἶναι αὐτὸν τὰ ὄντα ποιεῖν. Ὥσπερ γὰρ περιττὸν ἦν, οὔσης τῆς συνθέσεως τῶν γραμμῶν, ποιῆσαι
5τὰς γωνίας, οὕτως περιττὸν ἦν, ὄντος τοῦ θεοῦ σὺν τῷ κόσμῳ, ποιῆσαι τὸν κόσμον, εἰ ἄρα συνυφίσταται τῷ θεῷ, καθά φησιν ὁ ἀποκρινάμενος. Εἰ ἅμα τῷ εἶναι τὸν θεὸν ἔστι καὶ ὁ κόσμος, ὁ δὲ κόσμος ἀεὶ ἐν κινήσει, ἡ δὲ κίνησις ἐν296

182

E

χρόνῳ, ἐν χρόνῳ ἄρα ὁ θεὸς σὺν τῷ κόσμῳ. Εἰ ἀγένητος ὢν ὁ θεὸς καὶ ἀγενήτως ἀγένητα ποιεῖ, οὐ τὰ γινόμενα ἀλλὰ τὰ συνυφιστάμενα αὐτῷ, ἀγέννητος ἄρα καὶ ὁ ἄνθρωπος, μέρος ἂν τοῦ κόσμου. Πῶς οὖν γεννητὸν τοῦτον ὁ ἀποκρινάμενος

183

A

καλεῖ; Καὶ εἰ ἀγένητος ὢν ὁ θεὸς καὶ ἀγενήτως ἀγένητα ποιεῖ, δῆλον ὅτι καὶ ἁπλοῦς ὢν ἁπλᾶ πάντα συνυφιστάμενα αὐτῷ ποιεῖ. Ἀλλ’ εἰ τοῦτο, οὐκ ἄρα συνυφίσταται τῷ θεῷ ὁ κόσμος, σύνθετος ὢν καὶ ὅλῳ καὶ μέρει. Εἰ ἕν ἐστιν ὁ θεός,
5καὶ οὐχ ἓν τὸ συνυφιστάμενον αὐτῷ, οὐδ’ ἄρα συνυφίσταται αὐτῷ τὰ γενητὰ ἀγενήτῳ ὄντι. Ὁ θεὸς εἰ νοητῶν τε καὶ αἰ‐ σθητῶν ἐστιν ἐπέκεινα, καὶ οὐ ποιεῖ ἔργα νοητῶν τε καὶ αἰ‐ σθητῶν ἐπέκεινα, οὐδ’ ἄρα ἀγένητος ὢν ἀγένητα ποιεῖ. Εἰ

183

B

ἀδύνατον συνυφίστασθαι τῷ ἐπέκεινα ἑαυτοῦ, πῶς συνυπέστη ὁ κόσμος τῷ θεῷ, ἐπέκεινα ὄντι αὐτοῦ; Εἰ ἀδύνατον εἶναι ἀγένητα τὰ σύνθετα, πῶς ὁ οὐρανὸς καὶ ὁ ἥλιος καὶ ὁ κόσμος εἰσὶν ἀγένητοι, σύνθετοι ὄντες, ἄλλοθεν ἔχοντες τὴν
5ὕλην καὶ ἄλλοθεν τὸ εἶδος; Ὁρῶμεν καὶ τὴν φύσιν αὐτῷ τῷ εἶναι ποιοῦσαν καὶ ἀθρόαν ἀεὶ τὴν μεταβολὴν ἐργαζομένην, ὥσπερ ἐπὶ τῆς πή‐ ξεως τοῦ γάλακτος ἀθρόως τὴν πῆξιν θεώμεθα παραγινο‐

183

C

μένην τῷ γάλακτι. Πολλῷ τοίνυν τὸν θεὸν μᾶλλον οἰητέον ἀθρόως καὶ ἀχρόνως πάντα ποιεῖν, αὐτὸν μὲν ὄντα ἕν, τῇ δὲ ἀπειρίᾳ τῆς δυνάμεως διάφορα προάγοντα, καὶ αὐτὰ παν‐ τελῶς αὐτοπάρακτα τυγχάνοντα. Ἡ μὲν φύσις ἀθρόαν τὴν
5μεταβολὴν ἐργάζεται, οὐ πρὸς ποίησιν οὐσίας ἀλλὰ πρὸς ποίησιν τοῦ πάθους· ἡ γὰρ πῆξις ἐν τῷ γάλακτι πάθος ἐστὶ τοῦ γάλακτος, οὐσίαν δὲ οὐδαμῶς ἀθρόως ποιεῖ ἡ φύσις.

183

D

Πῶς οὖν οὐκ ἔστιν ὁ ἀποκρινάμενος ἀνοικείῳ ὑποδείγματι, τῇ ἐργασίᾳ τῆς φύσεως, χρησάμενος πρὸς παράστασιν τῆς
τοῦ θεοῦ ἀχρόνως ἐργασίας, δημιουργοῦ πολλῶν καὶ διαφό‐ ρων οὐσιῶν ὄντος, ἅς, κἂν ἀθρόως ποιῇ ὁ θεός, οὐδ’ οὕτως298
5ἀχρόνως; Τὸ γὰρ ἀθρόον τοῦ χρόνου ἐστὶ τὸ ἄτομον. Τῶν αὐτοπαράκτων οὐ κυριεύει ἡ τοῦ θεοῦ βούλησις, κυριεύει δὲ ἡ βούλησις τοῦ θεοῦ ὧν αὐτὴ παράγει. Ἀλλ’ εἰ κυριεύει ἡ

183

E

βούλησις τοῦ θεοῦ πάντων, οὐδὲν ἄρα αὐτοπάρακτον. Αὐτο‐ πάρακτον ὀνομάζει ὁ ἀποκρινάμενος καὶ τὸν θεὸν καὶ τὸν κόσμον. Ἀλλ’ εἰ αὐτοπάρακτός ἐστιν ὁ κόσμος, συνυφιστά‐ μενος τῇ αἰτίᾳ τῆς ὑποστάσεως αὐτοῦ, ἀνάγκη ἄρα καὶ τὸν

184

A

θεόν, αὐτοπάρακτον ὄντα, συνυφίστασθαι τῇ αἰτίᾳ τῆς ὑπο‐ στάσεως αὐτοῦ. Ἀλλ’ εἰ τοῦτο ἄτοπον, ἄτοπον ἄρα καὶ τὸ λέγειν τὸν θεὸν καὶ τὸν κόσμον αὐτοπαράκτους, καὶ συνυ‐ φισταμένους ἀλλήλοις ἀδιαστάτως. Εἰ καθ’ αὑτὸ μὲν ἔστιν
5ὁ θεὸς αὐτοπάρακτος, κατὰ συμβεβηκὸς δὲ ὁ κόσμος ὁ συνυφιστάμενος αὐτῷ, πῶς οὐκ ἔστι ψευδὲς τὸ Οὐδὲν συμ‐ βαίνει θεῷ, εἴγε, αὐτοπαράκτως παραγομένου τοῦ θεοῦ, συν‐ υπέστη αὐτῷ αὐτοπάρακτος ὁ κόσμος; Εἰ τὰ φυσικῇ ἀνάγκῃ

184

B

τινὶ συμβησόμενα ἀβουλήτως συμβαίνει αὐτῷ, πῶς, εἰ φυ‐ σικῇ ἀνάγκῃ συνυφίσταται ὁ κόσμος τῷ θεῷ, οὐκ ἀβουλήτως αὐτῷ συνυφίσταται κατὰ συμβεβηκός; Εἰ ταὐτόν ἐστι παρὰ τῷ θεῷ τὸ εἶναι τῷ βούλεσθαι, δῆλον ὅτι ἐν οἷς οὐ βούλε‐
5ται ὁ θεὸς ἐν τούτοις οὐδέ ἐστι. Πῶς οὖν, μὴ ὄντος αὐτοῦ, ὁ κόσμος αὐτῷ συνυφίσταται; Ἀβουλήτως γὰρ αὐτῷ συνυ‐ φίσταται ὁ κόσμος. Εἰ ὁ ἀγένητος ἀγενήτως ἀγένητα ποιεῖ, δῆλον ὅτι καὶ ὁ ἀσύνθετος ἀσυνθέτως ἀσύνθετα ποιεῖ. Εἰ

184

C

δὲ μὴ τὸ δεύτερον, οὐδ’ ἄρα τὸ πρῶτον. Σύνθετος γὰρ ὁ κόσμος. Εἰ ὁ θεὸς θεϊκῶς θεοὺς οὐ ποιεῖ, πῶς ὁ ἀγένητος ἀγενήτως ἀγένητα ποιεῖ; Οὐ γὰρ αὐτὸς ἑαυτῷ συνυφίσταται, ἀλλὰ ἕτερος. Ἄλλο ὁ θεός, ἄλλο τὸ ἀγένητον· ἐκείνῳ
5μὲν ὑπάρχει, τούτῳ δὲ χωρίζεται τῶν γενητῶν. Καὶ ποιῶν ὁ θεὸς ὑπάρχει, ποιῶν οὐ χωρίζεται. Εἰ δὲ καὶ ᾧ χωρί‐ ζεται ποιεῖ, ἀλλὰ κατὰ συμβεβηκὸς καὶ οὐ καθ’ αὑτό, πῶς
οὐδὲν συμβαίνει τῷ θεῷ κατὰ συμβεβηκὸς ποιοῦντι; Εἰ, ὥσπερ συνυφίσταται τῇ σφαίρᾳ τὸ κοῖλον καὶ τὸ κυρτόν,300

184

D

οὕτως συνυφίσταται τῷ θεῷ ὁ κόσμος, ἀλληλαίτιοι ἄρα ὁ μὲν θεὸς τοῦ κόσμου, ὁ δὲ κόσμος τοῦ θεοῦ, καθάπερ κἀ‐ κεῖνα. Εἰ οὐ ποιεῖ τις βουλήσει ἃ καὶ μὴ βουλόμενος ἐποίει, πῶς οὖν βουλήσει τὸν κόσμον ἐποίησεν ὁ θεός, ὃν καὶ μὴ
5βουλόμενος ποιεῖν ἐξ ἀνάγκης ἐποίει; Εἰ ἓν μὲν τῇ οὐσίᾳ ὁ θεός, ἄπειρος δὲ τῇ δυνάμει, τὰ δὲ συνυφιστάμενα αὐτῷ μήτε ἓν κατὰ τὴν οὐσίαν αὐτοῦ μήτε ἄπειρα κατὰ τὴν δύ‐

184

E

ναμιν αὐτοῦ, οὐδ’ ἄρα συνυφίσταται αὐτῷ. Ὁ θεὸς ἀεὶ τέ‐ λειός ἐστιν, ἀεὶ δυνατός ἐστιν· καὶ ἐν αὐτῷ μὲν πρότερον καὶ ὕστερον οὐδέν, ἐν δὲ τοῖς ἔργοις αὐτοῦ ἐστιν ἀμφότερα. Εἰ σύνθετα τὰ ἔργα αὐτοῦ, πᾶν δὲ σύνθετον ἐξ ἁπλῶν σύγ‐

185

A

κειται, καὶ ἀδύνατον ἅμα εἶναι τὰ ἁπλᾶ τοῖς συνθέτοις· πρῶτα γὰρ τὰ ἁπλᾶ, ὕστερον δὲ τὰ σύνθετα. Ὥσπερ ἀδιά‐ βλητος ὁ θεὸς ἐπὶ τῇ ἀσθενείᾳ τῆς δυνάμεως, ὅτι μὴ ποιή‐ σας πλείους κόσμους, ἀλλὰ ποιήσας ἕνα κόσμον ἔπαυσε τὴν
5ποίησιν, οὕτως ἀδιάβλητος ὁ θεὸς ἐπὶ τῷ ἀτελεῖ τῆς δυνά‐ μεως, ὅτι μὴ ἅμα τῷ εἶναι αὐτὸν τὸν κόσμον ἐποίησεν, ἀλλ’ ὅτε ἐβούλετο. Οὐδὲν διαφέρει τὸ αὐτοπάρακτον τοῦ αὐτο‐

185

B

γενοῦς· ἀλλ’ εἰ αὐτοπάρακτος ὁ θεὸς καὶ αὐτοπάρακτος ὁ κόσμος, ἔσονται αὐτογένητοι ὅ τε θεὸς καὶ ὁ κόσμος. Εἰ, ὥσπερ ὁρῶμεν ἀθρόως τὴν πῆξιν τῷ γάλακτι παραγινομέ‐ νην, οὕτως ἀθρόως παραγίνεται τῷ κόσμῳ τὸ εἶναι, γε‐
5νητὸς ἄρα ὁ κόσμος καὶ μεταβλητὸς ἐκ τοῦ ἀνουσίου εἰς οὐσίαν· τὸ γὰρ παραγίνεται τὸ γενέσθαι δηλοῖ. Εἰ αὐτο‐ πάρακτος ὁ θεὸς καὶ αὐτοπάρακτος ὁ κόσμος, ἡ αὐτοπαραξία ἑκατέρου ἑκατέρου ἔσται ἀρχὴ τῆς ὑπάρξεως. Πῶς οὖν ἄναρ‐ χος καὶ ἀΐδιος ὁ θεὸς καὶ ὁ κόσμος, τὰς αὐτοπαραξίας ἔχον‐

185

C

τες αὑτῶν ἀρχὰς τῆς ὑπάρξεως αὑτῶν; Τὸ αὐτοπάρακτον παραγωγῆς ἔχει σημασίαν τοῦ ἀφ’ ἑαυτοῦ παραγομένου. Ἀλλ’ ἐπειδὴ πᾶν τὸ παραγόμενον ἢ τῇ παρουσίᾳ παράγεται κατὰ μετάστασιν ἐκ τόπου εἰς τόπον, ἢ τῇ οὐσίᾳ παράγεται
5κατὰ ποίησιν ἄγουσαν ἐκ τῆς ἀνυπαρξίας εἰς ὕπαρξιν, μηδὲν
δὲ τούτων πρόσεστι τῷ θεῷ, δῆλον ὅτι οὐκ ὀρθῶς αὐτὸν ὠνόμασεν ὁ ἀποκρινάμενος αὐτοπάρακτον· τὸ γὰρ αὐτοπά‐302

185

D

ρακτον τοῦ ἑτεροπαράκτου τῷ ὅλως αὐτοπαράκτῳ οὐδὲν δια‐ φέρει. Εἰ ἀδύνατον εἶναι τὸ ἀγένητον ποιητόν, ἀδύνατον εἶναι τὸν κόσμον ἀγένητον καὶ τὸν ποιήσαντα αὐτὸν θεόν. Εἰ δὲ τῷ ποιητῷ διαφέρει ὁ κόσμος τοῦ θεοῦ, ἐξ ἀνάγκης
5καὶ τῷ γενητῷ διαφέρει· ποιητὸς γὰρ ὁ κόσμος, ἀποίητος δὲ ὁ θεός. Εἰ ὁ φυσικῇ ἀνάγκῃ τῷ ἀγενήτῳ συνυφιστάμενος ἀποίητός ἐστι, πῶς οὖν οὐκ ἔστι ψευδὲς τὸ Ἐποίησε ποιητὸν

185

E

κόσμον ὁ θεός, ἀποίητον ὄντα καὶ ἀγένητον κατ’ αὐτόν; Εἰ αὐτοπάρακτός ἐστιν ὁ κόσμος καὶ οὐ ποιητός, ἐξ ἀνάγκης καὶ αὐτοποίητός ἐστιν. Τοῦ αὐτοπαράκτου τὸ αὐτογένητον καὶ αὐτοποίητον οὐδὲν διαφέρει. Ἀλλ’ εἰ αὐτοπάρακτος ὅ

186

A

τε θεὸς καὶ ὁ κόσμος, αὐτογένητοι καὶ αὐτοποίητοι ἔσον‐ ται. Εἰ δὲ τοῦτο ἄτοπον, ἄτοπον ἄρα καὶ τὸ λέγειν αὐτο‐ πάρακτον μὲν τὸν ἄναρχόν τε καὶ ἀΐδιον θεόν, ἀγένητον δὲ καὶ αὐτοπάρακτον τὸν ποιητὸν κόσμον. Εἰ αὐτοπάρακτός
5ἐστιν ὁ κόσμος, οὐκ ἔστι θεοπάρακτος· καὶ εἰ μὴ θεοπά‐ ρακτος, οὐδὲ παρήγαγεν αὐτὸν ὁ θεός. Πῶς οὖν ὁ ἀποκρι‐ νάμενος, ὅταν λέγῃ προάγοντα μὲν τὸν θεόν, αὐτοπάρακτον

186

B

δὲ τὸν κόσμον, οὐκ ἔστι ψευδῆ καὶ ἀσύμβατα λέγων; Πολλῷ τοίνυν, φησί, τὸν θεὸν μᾶλλον οἰητέον ἀθρόως καὶ ἀχρόνως πάντα ποιεῖν, αὐτὸν μὲν ὄντα ἕν, τῇ δὲ ἀπειρίᾳ τῆς δυνά‐ μεως τὰ διάφορα προάγοντα, καὶ αὐτὰ παντελῶς αὐτοπά‐
5ρακτα τυγχάνοντα. Καὶ εἰ ἰσοδυναμεῖ τὸ ποιεῖν τῷ ποιή‐ σειν, πῶς ὁ ἀναιρῶν ἀπὸ τοῦ θεοῦ τὸ ποιήσειν, ὡς ἔμφασιν μὲν ἔχον τοῦ μέλλοντος χρόνου, νῦν τίθησιν ἐπ’ αὐτοῦ τὸ ποιεῖν, τὴν αὐτὴν ἔχον τοῦ χρόνου ἔμφασιν; Εἰ δὲ σὺν τῇ

186

C

ἐμφάσει τοῦ μέλλοντος χρόνου ἔχει τὸ ποιεῖν καὶ τοῦ παρ‐ εληλυθότος τὴν ἔμφασιν, πῶς οὐκ ἔστιν ἐν τῇ τοῦ θεοῦ ἐρ‐
γασίᾳ τοῦ χρόνου πάντα τὰ μέρη ὑπάρχοντα; Τετάρτη ἐρώτησις χριστιανικὴ πρὸς τοὺς Ἕλληνας.304
5 Εἰ ἀδύνατον τῷ πρώην μὲν οὐκ ὄντι, ὕστερον δὲ ὄντι, συναΐδιον εἶναι τῷ ἀεὶ ὄντι, πῶς, εἰ γενητὸς ὁ κόσμος,

186

D

συναΐδιός ἐστι παρὰ τῷ θεῷ; Ἀπόκρισις ἑλληνικὴ πρὸς τοὺς Χριστιανούς. Ὅτι· μὲν ἀδύνατον τὸ ἔγχρονον (τοῦτο γὰρ σημαίνει τὸ πάλαι μὲν μὴ ὄν, ὕστερον δὲ ὄν) ἀΐδιον εἶναι καὶ συναΐδιον τῷ
5ἀεὶ ὄντι, δῆλον. Ὅτι δὲ καὶ ἐκ τούτου τοῦ λόγου δείκνυται ὁ κόσμος ἀγένητος, καὶ τοῦτο παντί που δῆλον. Ἀλλ’ εἴ τις

186

E

ἐθέλοι λέγειν ὥς τινες τῶν παλαιῶν τὸν κόσμον γενητὸν κα‐ λοῦσιν, εἰ μὲν ἐπιπολαίως σκέψοιντο τοὺς λόγους, μέμψοιντο ἂν δικαίως τοὺς τοῦτο λέγοντας· εἰ δὲ τὸ βάθος κατανοήσωσιν ἀκριβῶς τῶν λεχθέντων, εὑρήσουσιν ἀκριβῶς καὶ σαφῶς ἀγέ‐

187

A

νητον τούτους τὸν κόσμον ἀποφαινομένους. Αὐτοὶ γάρ, λέ‐ γοντες τήν τε παραδειγματικὴν καὶ τὴν ποιητικὴν αἰτίαν ἀγέ‐ νητον εἶναι, δῆλον ὅτι καὶ τὸν κόσμον, δημιούργημα τούτων ὄντα, σαφῶς ἀγένητον ἀποφαίνουσι. Τοῖς γὰρ παλαιοῖς ἀπο‐
5δέδεικται τὰ καλούμενα πρὸς τὶ ἅμα τῇ φύσει ὑπάρχειν. Ἐπεὶ οὖν ἥ τε εἰκὼν πρὸς τὸ παράδειγμα καὶ τὸ παράδειγμα πρὸς τὴν εἰκόνα καὶ τὸ δημιούργημα πρὸς τὸν δημιουργὸν καὶ ὁ δημιουργὸς πρὸς τὸ δημιούργημα, ἅμα τῇ φύσει ὑπάρξει· εἰ

187

B

τοίνυν ἀγένητος ὁ δημιουργὸς καὶ τὸ παράδειγμα ἀγένητον, καὶ ὁ κόσμος, τοῦ μὲν παραδείγματος εἰκὼν ὤν, τοῦ δὲ δη‐ μιουργοῦ δημιούργημα. Ὅτι δὲ τὰ πρὸς τὶ ἅμα τῇ φύσει ὑπάρ‐ χει, σαφῶς πᾶσιν ἀποδέδεικται καὶ ὡμολόγηται, καὶ αὐτόθεν
5ῥᾴδιον γινώσκειν. Τὸ γὰρ δεξιὸν καὶ ἀριστερὸν τῶν πρὸς τί. Ὥσπερ οὖν οὐκ ἐνδέχεται τὸ δεξιὸν εἶναι μὴ ὄντος τοῦ ἀρι‐ στεροῦ μηδὲ τὸ ἀριστερὸν ἐκτὸς τοῦ δεξιοῦ, οὕτως οὐκ ἐνδέχε‐

187

C

ται τὸν δημιουργὸν εἶναι ἄνευ τοῦ δημιουργήματος ἢ τὸ δη‐ μιούργημα ἄνευ τοῦ δημιουργοῦ. Εἰ οὖν ἀγένητος ὁ δημιουρ‐ γός, ἀγένητον καὶ τὸ δημιούργημα. Εἰ δέ τις θέλοι λέγειν ὅτι πρότερον μὲν ἦν ὁ δημιουργός, ὕστερον δὲ γέγονε τὸ δημιούρ‐306
5γημα, καὶ ἄλλῳ περιπεσεῖται ἀτόπῳ. Εὑρεθήσεται γὰρ δυ‐ νάμει εἶναι λέγων τὸν δημιουργὸν καὶ οὐκ ἐνεργείᾳ (ὅπερ οὐδὲν ἄλλο ἐστὶν ἢ τὸν θεὸν ἀτελῆ λέγειν), καὶ πρὸς τούτοις οὐδὲν ἧττον συνυφίστασθαι τῷ δημιουργῷ τὸ δημιούργημα, δυνάμει

187

D

ὂν καὶ τοῦτο ὥσπερ ὁ δημιουργός, ἁπανταχοῦ τῶν πρὸς τὶ ὑφισταμένων ἐπ’ ἴσης. Εἰ μὲν οὖν ὁ δημιουργὸς δυνάμει, καὶ τὸ δημιούργημα δυνάμει· εἰ δὲ ὁ δημιουργὸς ἐνεργείᾳ καὶ τέλειος, καὶ τὸ δημιούργημα ὁμοίως. Σαφῶς τοίνυν παντὶ
5δῆλον ὑπάρχει τὸ συνυφίστασθαι τῷ δημιουργῷ, καθὰ δη‐ μιουργός, τὸ δημιούργημα. Ἔλεγχος τῆς ἀποκρίσεως οὐκ ὀρθῶς γεγενημένης.

187

E

Ὡς δείξας ἀποκρινάμενος ἐν ταῖς ἄλλαις αὑτοῦ ἀπο‐ κρίσεσι τὸν κόσμον ἀγένητον, οὕτως καὶ ἐν τῇ παρούσῃ ἀπο‐ κρίσει ἐπαγγέλλεται δεῖξαι τὸν κόσμον ἀγένητον· καίτοι ἐν ταῖς ἄλλαις αὑτοῦ ἀποκρίσεσιν οὔτε ἐκ τῶν φανερῶν τε καὶ
5γνωρίμων τοῦ κόσμου ἐδογμάτισε τὴν ἀγενεσίαν, οὔτε διὰ

188

A

τῆς ἀποδείξεως ταύτην ἔθηκεν, ἀλλὰ μόνον κατὰ τὴν οἰκείαν αὐθεντίαν τὸ δοκοῦν αὑτῷ ἀπεφήνατο. Ἐλθὼν δὲ εἰς τὴν παροῦσαν ταύτην ἀπόκρισιν, ἐν ᾗ πειρᾶται δεῖξαι τὸν κόσμον ἀγένητον, πρῶτον μέμνηται τῶν παλαιῶν, γενητὸν εἰρηκό‐
5των τὸν κόσμον· οὓς δικαίας μέμψεως ἔλεξεν ἀξίους, γενητὸν τὸν κόσμον εἰρηκότας, εἰ μὴ ταῖς ἑτέραις αὑτῶν φωναῖς τὰς οἰκείας αὑτῶν φωνὰς ἀνέτρεψαν, λεγούσας τὸν κόσμον γενητόν.

188

B

Τοῦτο δὲ οὐ δικαίας ἐστὶ μέμψεως ἀπαλλακτικόν, ἀλλὰ ποιητικὸν μᾶλλον τῆς μεγάλης καὶ δικαίας μέμψεως, τὸ θεῖ‐ ναι ἐπὶ τῆς τοῦ κόσμου γενέσεως τὴν φάσιν καὶ τὴν ἀπόφασιν, καὶ τὸ τοῖς οἰκείοις λόγοις μάχεσθαι αὐτοὺς ἑαυτοῖς. Καὶ
5ταῦτα μὲν εἰρήσθω εἰς ἔλεγχον τοῦ μὴ δικαίως κεχρῆσθαι τὸν ἀποκρινάμενον ταῖς ἀλλήλαις μαχομέναις φωναῖς, πρὸς ἀπό‐ δειξιν συστατικὴν τοῦ τὸν κόσμον εἶναι ἀγένητον. Ἡμεῖς δὲ ἐξετάσωμεν τὰς τῶν παλαιῶν ἐκείνων φωνάς, ἐν αἷς δε‐ δειγμένως τὸν κόσμον ἀγένητον ἀποφαίνουσι, καθά φησιν ὁ308
10ἀποκρινάμενος.

188

C

Ὅτι δέ, φησί, καὶ ἐκ τούτου τοῦ λόγου δείκνυται ὁ κό‐ σμος ἀγένητος, καὶ τοῦτο παντί που δῆλον. Ἀλλὰ καὶ εἴ τις ἐθέλοι λέγειν ὥς τινες τῶν παλαιῶν τὸν κόσμον γενητὸν καλοῦσιν, εἰ μὲν ἐπιπολαίως προσέχουσι τοῖς λόγοις, μέμ‐
5ψοιντο ἂν δικαίως τοὺς τοῦτο λέγοντας· εἰ δὲ τὸ βάθος κατα‐ νοήσουσιν ἀκριβῶς τῶν λεχθέντων, εὑρήσουσιν ἀκριβῶς καὶ σαφῶς ἀγένητον τούτους τὸν κόσμον ἀποφαινομένους. Αὐτοὶ γάρ, λέγοντες τήν τε παραδειγματικὴν καὶ ποιητικὴν αἰτίαν

188

D

ἀγένητον εἶναι, δῆλον ὅτι καὶ τὸν κόσμον, δημιούργημα τού‐ των ὄντα, σαφῶς ἀγένητον ἀποφαίνουσιν. Εἰ κεῖται τοῖς πα‐ λαιοῖς τὸ γενητὸν εἶναι τὸν κόσμον, καὶ ἐπιπολαίως μὲν νοούμενον τὸ κείμενον μένει ἀμετάβλητον, βαθέως δὲ νοού‐
5μενον εἰς τὸ ἀντικείμενον μεταπίπτει, διὰ τί μὴ τὴν παρα‐ δειγματικήν τε καὶ ποιητικὴν αἰτίαν, τὴν κειμένην τοῖς πα‐ λαιοῖς, ταῖς ὁμοίαις προσοχαῖς τοῦ ἐπιπολαίως τῷ βαθέως

188

E

χρησαμένου εἰς ἀντικείμενον μεταβαλλομέναις χρησάμενος ὁ ἀποκρινάμενος τὸν γενητὸν κόσμον, τὸν κείμενον τοῖς παλαιοῖς, εἰς τὸν ἀγένητον μετέβαλεν, ἵνα τοὺς τοῦτο εἰρηκότας δικαίας μέμψεως ἀπαλλάξῃ; Εἰ δὲ τοῦτο ποιεῖν ἄτοπον, χρὴ ταῖς τῶν
5πραγμάτων φύσεσι νοῆσαι τῶν παλαιῶν τοὺς λόγους, καὶ μὴ ταῖς διαφόροις προσοχαῖς μεταβαλλούσαις τὰ κείμενα εἰς τὰ

189

A

ἀντικείμενα. Εἰ ἄλλο τὸ παράδειγμα καὶ ἄλλο τὸ κατὰ τὸ παράδειγμα (ἁπλοῦν γὰρ τὸ παράδειγμα, σύνθετον δὲ τὸ κατὰ τὸ παράδειγμα), τὸ δὲ οὕτως ἄλλο καὶ ἄλλο ἐξ ἀνάγκης ἄλ‐ λοτε καὶ ἄλλοτε, τὸ δὲ ἄλλοτε καὶ ἄλλοτε, πρότερον καὶ ὕστε‐
5ρον, οὐ δύναται ἅμα εἶναι τῇ φύσει, οὐκ ἄρα ἅμα τῇ φύσει τὸ παράδειγμα καὶ τὸ κατὰ τὸ παράδειγμα. Ὁ ἀποκρινάμενος
ποτὲ μὲν κοινὸν δημιούργημα λέγει τὸν κόσμον τῆς τε παρα‐310

189

B

δειγματικῆς αἰτίας καὶ τῆς ποιητικῆς, καί φησι· Δῆλον ὅτι καὶ τὸν κόσμον, δημιούργημα τούτων ὄντα· ποτὲ δὲ τῆς μὲν ποιητικῆς δημιούργητα, τῆς δὲ παραδειγματικῆς εἰκόνα. Καὶ δῆλον ἐκ τούτου, ὅτι οὔτε τῷ δημιουργῷ πρὸς τὶ ἐστὶ καθὸ
5εἰκὼν ὁ κόσμος, οὔτε τῷ παραδείγματι καθὸ δημιούργημα. Ἀλλ’ εἰ τοῦτο, οὐκ ἄρα ἀληθὲς τὸ τούτων εἶναι δημιούργημα τὸν κόσμον. Εἰ τῷ παραδείγματι δημιουργεῖ ὁ δημιουργὸς τὸν κόσμον, βουλόμενος αὐτὸν δημιουργεῖ, ἀλλ’ εἰ τῷ εἶναι

189

C

αὐτὸν δημιουργεῖ, περιττὸν τὸ παράδειγμα, τοῦ εἶναι τὸν θεὸν ἀρκοῦντος πρὸς ποίησιν τοῦ ποιουμένου, καὶ παράγει τὸ βούλημα· οὐ γὰρ γίνεται βουλητὰ ἃ καὶ μὴ βουλομένου τοῦ ποιοῦντος ἐγίνετο. Τοιοῦτον γὰρ τὸ ἔργον τῶν τῷ εἶναι
5ποιούντων. Ὁ θεὸς μὲν αὐτός ἐστιν ἀγένητος, τὸ δὲ παρά‐ δειγμα ἐγέννησεν ἐκ τῆς ἑαυτοῦ διανοίας, τὸν δὲ κόσμον ἐδη‐ μιούργησεν ἐκ τῆς ὕλης κατὰ τὸ παράδειγμα. Ἀλλ’ εἰ κατὰ τὸν ἀποκρινάμενον, ἐπειδὴ δημιούργημα τοῦ ἀγενήτου δη‐ μιουργοῦ ἐστιν ὁ κόσμος, διὰ τοῦτο καὶ αὐτὸς ἀγένητός ἐστιν,

189

D

ἔσται ἄρα καὶ τὸ παράδειγμα ἀγένητον, ἐπεὶ γέννημα τοῦ ἀγε‐ νήτου ἐστίν. Εἰ δὲ ἄτοπον τὸ λέγειν ἀγένητον τὸ γέννημα, ἄτοπον ἄρα καὶ τὸ λέγειν ἀγένητον τὸ γενητόν. Εἰ διὰ τὸ εἶναι τὸν δημιουργὸν ἀγένητον ἀνάγκη καὶ τὸ δημιούργημα εἶναι ἀγέ‐
5νητον, δῆλον ὅτι τούτῳ τῷ τρόπῳ ἀνάγκη εἶναι καὶ ἀδημιούρ‐ γητον τὸ δημιούργημα· ἀδημιούργητος γὰρ ὁ δημιουργός. Εἰ δὲ τοῦτο ἄτοπον, ἄτοπον ἄρα καὶ τὸ λέγειν τὸν κόσμον ἀγέ‐

189

E

νητον. Τὸ δημιουργητὸν τοῦ γενητοῦ λέξει μόνῃ διαφέρει, πράγματι δὲ οὐ διαφέρει· διὸ καθ’ ὅλου ἀντιστρέφει ἀλλήλοις διὰ τὸ εἶναι αὐτὰ ἐπ’ ἴσης· εἴ τι γὰρ γενητόν, τοῦτο ἐξ ἀνάγ‐ κης καὶ δημιουργητόν, καὶ εἴ τι δημιουργητόν, τοῦτο ἐξ ἀνάγ‐
5κης καὶ γενητόν. Ἀλλ’ ἐπειδὴ ἀδύνατόν ἐστι τὸν κόσμον

190

A

εἶναι ἀγένητον καὶ γενητόν (ἐπὶ παντὸς γὰρ ἢ τὴν φάσιν ἀληθῆ
εἶναι δεῖ ἢ τὴν ἀπόφασιν), πῶς ἄρα τὸν κόσμον δυνατὸν εἶναι δημιουργητὸν καὶ ἀγένητον; Τὸ δὶς εἶναι τὸ αὐτὸ ἐν ἄλλῳ ἐξ ἀνάγκης ἄλλοτε καὶ ἄλλοτε· οἷον τὸ παράδειγμά ἐστιν ἐν312
5τῷ θεῷ καὶ ἐν τῇ ὕλῃ, καὶ ἐν τῷ θεῷ μὲν ἀποίητον, ποιητὸν δὲ ἐν τῇ ὕλῃ, καὶ ἐν τῷ θεῷ μὲν οὐ κόσμος ἀλλὰ τοῦ κόσμου παράδειγμα, ἐν τῇ ὕλῃ δὲ κόσμος. Ἀλλ’ εἰ μὲν ἄλλοτε καὶ ἄλλοτε, καὶ ἄλλως καὶ ἄλλως, ἐξ ἀνάγκης καὶ πρότερον καὶ

190

B

ὕστερον. Εἰ δὲ πρότερον καὶ ὕστερον, δῆλον ὅτι οὐ συναΐδιον. Τοῖς παλαιοῖς ἀποδέδεικται τὰ καλούμενα πρὸς τὶ ἅμα τῇ φύσει ὑπάρχειν. Ἐπεὶ οὖν ἥ τε εἰκὼν πρὸς τὸ παράδειγμα καὶ τὸ παράδειγμα πρὸς τὴν εἰκόνα καὶ τὸ δημιούργημα πρὸς
5τὸν δημιουργὸν καὶ ὁ δημιουργὸς πρὸς τὸ δημιούργημα, ἅμα τῇ φύσει τὰ τοιαῦτα ὑπάρξει· εἰ τοίνυν ἀγένητος ὁ δημιουρ‐ γὸς καὶ τὸ παράδειγμα, ἀγένητος καὶ ὁ κόσμος, τοῦ μὲν παρα‐

190

C

δείγματος εἰκὼν ὤν, τοῦ δὲ δημιουργοῦ δημιούργημα. Οἷς παλαιοῖς ἀποδέδεικται τὰ πρὸς τὶ ἅμα τῇ φύσει, αὐτοῖς ἀπο‐ δέδοται τῆς εἰκόνος ὁ λόγος. Εἰκών, φησίν, ἔστιν ἧς ἡ γένεσις διὰ μιμήσεως. Ἀλλ’ εἰ κατὰ τὸν ἀποκρινάμενον ἀγένητός
5ἐστιν ὁ κόσμος, δῆλον ὅτι ἀπώλεσεν ὁ κόσμος τῆς εἰκόνος τὸ ὄνομα, καὶ τὸ ὄνομα καὶ τὸ πρᾶγμα· ἐν ἀγενεσίᾳ γὰρ ἀδύ‐ νατον τῷ κόσμῳ σώζειν τῆς εἰκόνος τὸν λόγον. Ὁ λέγων τὸ δημιούργημα ἀγένητον, ἐπειδὴ ὁ δημιουργὸς αὐτοῦ ἀγένητός

190

D

ἐστιν, ὀφείλει καὶ ἀδημιούργητον λέγειν τὸ δημιούργημα, ἐπειδὴ ὁ δημιουργὸς αὐτοῦ ἀδημιούργητός ἐστιν· ἀντακολουθοῦσι γὰρ ἀλλήλοις ἐξ ἀνάγκης, τῷ μὲν ἀγενήτῳ τὸ ἀδημιούργητον καὶ τῷ ἀδημιουργήτῳ τὸ ἀγένητον. Εἰ δὲ τοῦτο ἄτοπον, ἄτοπον
5ἄρα καὶ τὸ λέγειν δημιούργημα ἀγένητον. Εἰ ἅμα τῇ φύσει τὰ πρὸς τὶ καὶ διὰ τοῦτο ἀνάγκη συναγένητον εἶναι τῷ δη‐ μιουργῷ τὸ δημιούργημα, καθὰ τῷ ἀποκριναμένῳ δοκεῖ, ἀ‐

190

E

νάγκη ἄρα τὸν αὐτὸν τρόπον συναγένητον λέγειν τὸ γενητὸν
τῷ ἀγενήτῳ. Πρὸς τὶ γὰρ καὶ ταῦτά ἐστι· πρὸς γὰρ τὸ γε‐ νητὸν τὸ ἀγένητον, καὶ πρὸς τὸ ἀγένητον τὸ γενητόν. Εἰ δὲ τοῦ γενητοῦ μὲν οὐκ ὄντος δυνάμει ἐστὶ τὸ ἀγένητον ἀγένητον,314
5ὄντος δὲ τοῦ γενητοῦ ἐνεργείᾳ ἐστὶν ἀγένητον τὸ ἀγένητον, ἀνάγκη ἄρα καὶ ἐπὶ τοῦ δημιουργοῦ καὶ τοῦ δημιουργήματος

191

A

καὶ τοῦ παραδείγματος καὶ τῆς εἰκόνος τοῦτο ὡσαύτως νοεῖν· καὶ οὐδὲν ἄτοπον συμβαίνει. Ἣν γὰρ ἔχει φύσιν τὸ πρὸς τὶ κατὰ τὸν δημιουργὸν καὶ τὸ δημιούργημα, τὴν αὐτὴν ἔχει καὶ κατὰ τὸ γενητὸν καὶ ἀγένητον. Καὶ τὸ πρῶτον καὶ ὕστερον
5τῶν πρὸς τὶ ἐστίν· πρὸς γὰρ τὸ πρῶτον τὸ ὕστερον καὶ πρὸς τὸ ὕστερον τὸ πρῶτον, καὶ ἅμα εἰσὶ τῇ φύσει δυνάμει ἢ τῇ φύσει ἐνεργείᾳ. Ἀλλ’ εἰ κατὰ τὸν ἀποκρινάμενον τὸ δημιούρ‐

191

B

γημα συναγένητόν ἐστι τῷ ἀγενήτῳ δημιουργῷ, ἐπειδὴ πρὸς τὶ ἐστὶ καὶ ἅμα τῇ φύσει, ἔσται ἄρα τούτῳ τῷ τρόπῳ καὶ τὸ γενητὸν συναγένητον τῷ ἀγενήτῳ θεῷ. Πρῶτος μὲν γὰρ ὁ θεός, ὕστερον δὲ τὸ γενητόν· καὶ ἔστιν ὡς πρὸς τὶ ἅμα τῇ
5φύσει τὸ πρότερον καὶ ὕστερον. Εἰ δέ, χωρὶς τοῦ ποτὲ μὲν δυνάμει, ποτὲ δὲ ἐνεργείᾳ, ἀδύνατόν ἐστι τὸ πρῶτον καὶ ὕστε‐ ρον εἶναι ἅμα τῇ φύσει, οὐδ’ ἄρα τὸ δημιούργημα συναΐδιόν ἐστι τῷ δημιουργῷ οὔτε ἡ εἰκὼν τῷ παραδείγματι.

191

C

Ὅτι δὲ τὰ πρὸς τὶ ἅμα τῇ φύσει ὑπάρχει, σαφῶς πᾶσιν ἀποδέδεικται καὶ ὡμολόγηται, καὶ αὐτόθεν ῥᾴδιον γινώσκειν. Τὸ γὰρ δεξιὸν καὶ τὸ ἀριστερὸν τῶν πρὸς τί. Ὥσπερ οὖν οὐκ ἐνδέχεται τὸ δεξιὸν εἶναι μὴ ὄντος τοῦ ἀριστεροῦ μηδὲ τὸ ἀρι‐
5στερὸν ἐκτὸς τοῦ δεξιοῦ, οὕτως οὐκ ἐνδέχεται τὸν δημιουργὸν εἶναι ἄνευ τοῦ δημιουργήματος ἢ τὸ δημιούργημα ἄνευ τοῦ δη‐ μιουργοῦ. Εἰ οὖν ἀγένητος ὁ δημιουργός, ἀγένητον καὶ τὸ δημιούργημα. Εἰ μὲν γάρ, ὥσπερ κατὰ τὴν αὐτὴν οὐσίαν

191

D

ὑπῆρχε τὸ δεξιὸν καὶ τὸ ἀριστερὸν ἐν τῷ ὅλῳ μέρει πρὸς ἄλ‐ ληλα, οὕτως ὑπῆρχε καὶ ὁ δημιουργὸς καὶ τὸ δημιούργημα κατὰ τὴν αὐτὴν οὐσίαν ἐν τῷ ὅλῳ μέρει πρὸς ἄλληλα, εἶχεν ἂν χώραν τὸ ὑπόδειγμα, ᾧ χρησάμενος ὁ ἀποκρινάμενος ἐπειρᾶτο
5δεῖξαι συναγένητον τῷ δημιουργῷ τὸ δημιούργημα· εἰ δὲ τὸ μὲν δεξιὸν καὶ τὸ ἀριστερὸν κατὰ τὴν αὐτὴν οὐσίαν ἐστὶν ἐν τῷ ὅλῳ μέρει πρὸς ἄλληλα, ὁ δὲ δημιουργὸς καὶ τὸ δημιούρ‐

191

E

γημα οὐκ ἔστι τοιοῦτον, δῆλον ὅτι ἀνοικείῳ ὑποδείγματι ἐχρή‐
σατο ὁ ἀποκρινάμενος, πρὸς τὴν φύσιν τοῦ πράγματος μηδε‐ μίαν ἀναλογίαν ἔχοντι πρὸς τὸ ὑποδεικνύμενον. Τῶν πρὸς τὶ τὰ μὲν ἀλλήλων λέγονται ὅπερ λέγονται, οἷον ὁ πατὴρ τοῦ316
5υἱοῦ λέγεται πατὴρ καὶ ὁ υἱὸς τοῦ πατρὸς λέγεται υἱός, τὰ δὲ οὐ λέγονται ἀλλήλων ὅπερ λέγονται, ὡς τὸ εὐθὺ καὶ τὸ περι‐

192

A

φερές, ὧν ἐστι κοινὸν τὸ ποτὲ μὲν δυνάμει λέγεσθαι θάτερον ὅπερ λέγονται, ποτὲ δὲ ἐνεργείᾳ, τὰ δὲ ἀμφότερα ἀεὶ ἢ δυνά‐ μει ἐστὶν ἢ ἐνεργείᾳ, ὡς τὸ κοῖλον καὶ τὸ κυρτόν, τὰ δὲ ἀεὶ ἐνεργείᾳ, ὡς τὸ ἄνω καὶ κάτω. Τούτων οὐσῶν τῶν πρὸς τὶ
5τῶν διαιρέσεων, ὅταν βουλώμεθά τινος ζητουμένου λῦσαι τὸ ἄπορον διὰ τοῦ πρὸς τί, χρὴ πρῶτον καταμαθεῖν ποίας διαι‐ ρέσεως τῶν πρὸς τὶ ἐστὶ τὸ ζητούμενον, εἶθ’ οὕτως κατὰ τὴν

192

B

φύσιν τῆς διαιρέσεως κατασκευάζειν τὴν ἀναλογίαν, ἣν ἔχει τὸ ὑπόδειγμα πρὸς τὸ ὑποδεικνύμενον· εἰ δὲ μή γε, εὑρεθή‐ σεται τὸ ὑπόδειγμα ἀνοίκειον καὶ τὸ ἄπορον ἄλυτον. Εἰ ὁ δημιουργὸς καὶ τὸ δημιούργημα τῶν πρὸς τὶ ἐστὶ τῶν ἀλλήλων
5λεγομένων ὅπερ λέγονται (δημιουργοῦ γὰρ τὸ δημιούργημα καὶ τοῦ δημιουργήματος ὁ δημιουργός), ὁ δὲ ἀποκρινάμενος, βου‐ λόμενος ὑποδείγματι δεῖξαι συναγένητον τῷ ἀγενήτῳ τὸ γε‐

192

C

νητόν, ἔλαβεν εἰς τὴν τούτου δεῖξιν τὸ πρὸς τὶ τῶν ἀλλήλων μὴ λεγομένων (τὸ γὰρ δεξιὸν οὐ λέγεται τοῦ ἀριστεροῦ οὔτε τὸ ἀριστερὸν τοῦ δεξιοῦ), δῆλός ἐστιν ὅτι ἀνοικείῳ ὑποδείγματι ἐχρήσατο κατὰ τὴν φύσιν τοῦ δεικνυμένου ἀναλογίαν οὐκ ἔχοντι
5λυτικὴν ἀπορίας τοῦ ζητουμένου πρὸς τὸ ὑποδεικνύμενον. Εἰ δέ τις θέλει λέγειν ὅτι πρότερον μὲν ἦν ὁ δημιουρ‐ γός, ὕστερον δὲ γέγονε τὸ δημιούργημα, καὶ ἄλλῳ περιπεσεῖται

192

D

ἀτόπῳ. Εὑρεθήσεται γὰρ δυνάμει εἶναι λέγων τὸν δημιουργὸν καὶ οὐκ ἐνεργείᾳ (ὅπερ οὐδὲν ἄλλο ἐστὶν ἢ τὸν θεὸν ἀτελῆ λέ‐ γειν), καὶ πρὸς τούτοις οὐδὲν ἧττον συνυφίστασθαι τῷ δη‐ μιουργῷ τὸ δημιούργημα, δυνάμει ὂν καὶ αὐτὸ ὥσπερ ὁ δη‐
5μιουργός, ἁπανταχοῦ τῶν πρὸς τὶ ὑφισταμένων ἐπ’ ἴσης. Εἰ μὲν οὖν ὁ δημιουργὸς δυνάμει, καὶ τὸ δημιούργημα δυνάμει·

192

E

εἰ δὲ ὁ δημιουργὸς ἐνεργείᾳ καὶ τέλειος, καὶ τὸ δημιούργημα ὁμοίως. Σαφῶς τοίνυν παντὶ δῆλον ὑπάρχει τὸ συνυφίστασθαι
τῷ δημιουργῷ, καθὸ δημιουργός, τὸ δημιούργημα. Εἰ, ὥσπερ πρὸς τὸ δημιούργημα τὴν κατὰ τὸ πρὸς τὶ σχέσιν ἔχει ὁ θεὸς318
5ὡς δημιουργός, οὕτως ἔχει τὴν αὐτὴν κατὰ τὸ πρὸς τὶ σχέσιν καὶ πρὸς τὸ γενητὸν ὡς ἀγένητος, καὶ πρὸς τὰ ὕστερα ὡς

193

A

πρῶτος, καὶ οὐδὲν ἀτελὲς ἔχει οὔτε ἐν τῇ ἀγενεσίᾳ αὑτοῦ οὔτε ἐν τῇ πρωτείᾳ αὑτοῦ (οὐδενὶ γὰρ λόγῳ δυνατὸν εἰπεῖν τὸν θεὸν ἀγένητον ἀτελῆ ἢ πρῶτον ἀτελῆ, διὰ τὸ εἶναι αὐτόν ποτε δυνάμει ἀμφότερα, ἀγένητόν τε καὶ πρῶτον), οὕτως οὐκ ἐν‐
5δέχεται ἀτελῆ εἶναι τὸν θεόν, πρότερον ὄντα δυνάμει δημιουρ‐ γόν. Εἰ δὲ διὰ τὸ εἶναι αὐτὸν πρῶτον μὲν δυνάμει δημιουρ‐ γόν, ὕστερον δὲ ἐνεργείᾳ, διαβάλλεται εἰς ἀτέλειαν, ἀνάγκη ἄρα καὶ διὰ τὸ εἶναι αὐτὸν πρῶτον μὲν δυνάμει ἀγένητόν τε

193

B

καὶ πρῶτον, ὕστερον δὲ ἐνεργείᾳ, διαβληθῆναι αὐτὸν εἰς ἀτέ‐ λειαν. Εἰ δὲ ἄτοπον τὸ διαβάλλειν τὸν θεὸν ἐπὶ τῇ ἀτελείᾳ τῆς ἀγενεσίας τε καὶ πρωτείας, ἄτοπον ἄρα καὶ τὸ διαβάλ‐ λειν αὐτὸν ἐπὶ τῇ ἀτελείᾳ τῆς δημιουργικῆς αὐτοῦ δυνάμεως,
5διὰ τὸ μὴ ἅμα τῷ εἶναι αὐτὸν πεποιηκέναι τὸν κόσμον, ἀλλὰ ὕστερον ὅτε ἐβούλετο. Οὐκ ἐνδέχεται γὰρ τὸν κατά τινα τοῦ πρὸς τὶ σχέσιν ἀτελῆ ὄντα μὴ κατὰ τὰς λοιπὰς πάσας τοῦ

193

C

πρὸς τὶ σχέσεις ὁμοίως εἶναι ἀτελῆ. Πέμπτη ἐρώτησις χριστιανικὴ πρὸς τοὺς Ἕλληνας. Εἰ ἀγένητος ὁ οὐρανὸς καὶ ἀγένητος ὁ θεὸς καὶ οἰκεῖ ἐν τῷ οὐρανῷ ὁ θεός, πῶς κατοικῶν ἐν τοῖς οὐκ αὐτοῦ ὁ θεὸς
5οὐχ ὑβρίζεται; Ὃν γὰρ οὐκ ἐποίησεν οὐρανόν, οὗτος οὐκ ἔστιν αὐτοῦ.

193

D

Ἀπόκρισις ἑλληνικὴ πρὸς τοὺς Χριστιανούς. Ὅτι μὲν ἀγένητος ὁ θεὸς καὶ ἀγένητος ὁ οὐρανός, δῆλον ἔκ τε τῶν ἐπιπολαίως τανῦν εἰρημένων καὶ ἐκ τῶν παρὰ πολ‐ λῶν γενναίως ἀποδεδειγμένων. Ὅτι δὲ τὸν θεὸν φᾶναι κατοι‐
5κεῖν ἐν τῷ οὐρανῷ οὐκ ἔστιν εὔλογον, σκοπήσωμεν τῇδε. Πρῶ‐ τον μὲν γὰρ τὸ οἰκούμενον τοῦ οἰκοῦντος πρὸς σωτηρίαν γέ‐

193

E

γονεν· ὥστε, εἰ ὁ μὲν κόσμος οἰκητήριον, ὁ δὲ θεὸς οἰκῶν, δῆλον ὅτι ὁ μὲν κόσμος σώζει τὸν θεόν, ὁ δὲ θεὸς σώζεται
ὑπὸ τοῦ κόσμου, ὅπερ ἐστὶ πάντων ἀτοπώτατον. Ἄλλως τε τὸ κρεῖττον τοῦ καταδεεστέρου ἐστὶ περιεκτικόν, τὸ δὲ κατα‐320
5δεέστερον ὑπὸ τοῦ κρείττονος περιέχεται. Ἀλλὰ μὴν τὸ οἰ‐

194

A

κοῦν ὑπὸ τῆς οἰκήσεως περιέχεται, καὶ τὸν θεὸν ἄρα περιέξει τὸ οἰκητήριον· καὶ ἔσται ἐκ τούτου τοῦ λόγου ὁ μὲν θεὸς ἐν τῇ χείρονι τάξει, τὸ δὲ δημιούργημα ἐν τῇ κρείττονι. Ἄλλως τε καὶ τὸ περιεχόμενον ἐν τόπῳ ἐστί, πᾶν δὲ ἐν τόπῳ ὂν σῶμά
5ἐστι· καὶ ὁ θεὸς ἄρα, εἰ ἐν τόπῳ ἐστί, σῶμα ἔσται. Πῶς οὖν συνέξει σῶμα ὂν ἔλαττον, καθὸ περιέχεται, τὸ μεῖζον σῶμα; Ἄτοπον λέγειν. Ὅτι δὲ τὸ οἰκοῦν ἐν τόπῳ περιεχό‐

194

B

μενόν ἐστι τῇ οἰκίᾳ, παντί που δῆλον, καὶ τῷ αὐτόθεν τυ‐ φλώττοντι. Τί οὖν; φαίης ἄν. Πῶς Ὅμηρος λέγει τοῦ δη‐ μιουργοῦ οἴκημα τὸν οὐρανόν; Ὅτι, πανταχοῦ μὲν τὴν ἔλ‐ λαμψιν τοῦ θεοῦ θεασάμενος περὶ τὸν κόσμον, οἴκησιν τὸν
5κόσμον ἐκάλεσε τοῦ θεοῦ, ὡς ὑποδοχὴν ὄντα τῆς ποιήσεως καὶ δημιουργίας πάσης τοῦ θεοῦ. Ἐξαιρέτως δὲ τὸν οὐρανὸν κα‐ λοῦσι, διότι τοῦ παντὸς κόσμου τὸ ἀκρότατον τὸν οὐρανὸν πᾶσιν εἶναι ὡμολόγηται.

194

C

Ἔλεγχος τῆς ἀποκρίσεως οὐκ ὀρθῶς γεγενημένης. Τὸ λέγειν δημιουργὸν μὲν τὸν θεόν, ἀδημιούργητον δὲ τὸν κόσμον· τὸ γὰρ ἀδημιούργητον ἴσον δύναται τῷ ἀγενήτῳ, καὶ τῶν ἰσοδυναμούντων ἀκώλυτος ἡ μετάληψις· καὶ τὸ λέγειν
5Ὁ ἀδημιούργητος θεὸς ἀδημιούργητα ποιεῖ, ὃ ἴσον ἐστὶ τῷ τὸν ἀγένητον θεὸν ἀγενήτως ἀγένητα ποιεῖν· καὶ τὸ λέγειν

194

D

ἀΐδιον μὲν τὸν θεόν, συναΐδιον δὲ τὸν κόσμον, καὶ ἐκ τῆς ἀνυ‐ παρξίας εἰς ὕπαρξιν τὸν θεὸν καὶ τὸν κόσμον αὐτοπαράκτως παραγόμενον· τὸ γὰρ αὐτοπάρακτον, ἐπὶ τοῦ θεοῦ καὶ τοῦ κόσμου λεγόμενον, ταὐτὴν ἔχει τὴν δήλωσιν· καὶ τὸ λέγειν
5αὐτοπάρακτον καὶ ἑτεροφρούρητον τὸν κόσμον· τὸ γὰρ θεο‐ φρούρητον δηλοῖ τὸ ἑτεροφρούρητον (ἕτερος γὰρ ὁ κόσμος καὶ ἕτερος ὁ θεὸς ὁ τὸν κόσμον φρουρῶν, ὃν αὐτοπάρακτον ὄντα

194

E

ἀναγκαίως ἐχρῆν καὶ αὐτοφρούρητον εἶναι)· καὶ τὸ λέγειν τὸν
θεὸν καὶ τὸν κόσμον ἀγενήτους καὶ αὐτογενήτους· τὸ γὰρ αὐτοπάρακτον, ἐπὶ τοῦ θεοῦ καὶ τοῦ κόσμου λεγόμενον, δηλοῖ τὸ αὐτογένητον· καὶ τὸ λέγειν Ποιήσας τὰ τῇδε ὁ θεός, καὶ322
5πάλιν τὸ Οὐκ ἐποίησεν· ἔγχρονον γὰρ ὡς τὸ ἐποίησεν οὕτως καὶ τὸ ποιήσας· καὶ τὸ λέγειν ἀϊδίως συνυφίστασθαι ἀδια‐ στάτως τῷ θεῷ τὸν κόσμον, τὸν ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους

195

A

γενητῶς διὰ συνθέσεως τὴν ὕπαρξιν παρὰ τοῦ δημιουργοῦ λαβόντα· καὶ τὸ λέγειν ἄφθαρτον καὶ φθαρτὸν εἶναι τὸν κό‐ σμον· ἄφθαρτον μὲν τῷ εἶναι, φθαρτὸν δὲ τῷ φρουρεῖσθαι· καὶ τὸ λέγειν Γίνεται ὁ κόσμος, τὸ δὲ γενητὸν ἔγχρονον, καὶ
5τὸ ἔγχρονον φθαρτόν· καὶ τὸ λέγειν πάσης ποιήσεώς τε καὶ δημιουργίας θεοῦ ὑποδοχὴν εἶναι τὸν κόσμον, καὶ τὸ φθαρ‐ τῶν μὴ εἶναι δημιουργὸν τὸν θεόν· ὁ γὰρ θεὸς κατὰ τὸν ἀπο‐

195

B

κρινάμενον οὐδὲν ἔγχρονον ποιεῖ, τὰ δὲ γενητὰ καὶ ἔγχρονα πάντα κατ’ αὐτόν ἐστιν ἀεὶ φθαρτά· ταῦτα καὶ τὰ τοιαῦτα οὐκ ἔστιν ἀνδρῶν τῶν κατὰ τὴν εἴδησιν τῆς τῶν πραγμάτων φύσεως διὰ γενναίας ἀποδείξεως τὰ περὶ τοῦ θεοῦ καὶ τοῦ
5κόσμου ἀποδεικνύντων, ἀλλὰ ῥιψοκινδύνων ἀνθρώπων τῶν κατὰ τὴν ἀναισχυντίαν τὸ δοκοῦν αὐτοῖς περὶ τοῦ θεοῦ καὶ τοῦ κόσμου ἀποφαινομένων. Τὸ δὲ κακίζειν μὲν τῆς τοῦ θεοῦ ἐν τῷ οὐρανῷ οἰκή‐

195

C

σεως τὴν λέξιν, ὡς μὴ πρέπουσαν θεῷ, ἀνθρώπων ἐστὶν οὐκ ἐχόντων τῶν ἀτόπως λεγομένων τὴν αἴσθησιν· ἡ γὰρ κακέμ‐ φατος λέξις κακέμφατον ἔχει καὶ τὴν ἔννοιαν. Ἡμεῖς δὲ οὐκ ἐθήκαμεν ἐν τῇ ἐρωτήσει τὸν τρόπον τῆς τοῦ θεοῦ ἐν τῷ οὐ‐
5ρανῷ οἰκήσεως, ὃν ὁ ἀποκρινάμενος διέβαλεν, ἀλλὰ τὸ Εἰ ἀγένητός ἐστιν ὁ οὐρανός, οὐκ ἔστι τοῦ θεοῦ, καὶ οἱ λέγοντες κατοικεῖν τὸν θεὸν ἐν αὐτῷ ἐφ’ ὕβρει λέγουσι τοῦ θεοῦ κατοι‐ κοῦντος ἐν τῷ οὐρανῷ οὐκ αὐτοῦ. Οἶκον δὲ καὶ θρόνον λέ‐

195

D

γομεν τοῦ θεοῦ τὸν οὐρανόν, οὐχ ὡς τοῦ θεοῦ τούτου πρὸς οἴ‐ κησιν ἢ πρὸς καθέδραν χρῄζοντος, ἀπεριγράπτου καὶ ἀνενδεοῦς παντελῶς ὑπάρχοντος· ἀλλ’ ἵνα μή, πρὸς τὸ μέγεθος τῆς αὐ‐ τοῦ ὑποστάσεως καὶ τὸ ἄφθαρτον τῆς οὐσίας αὐτοῦ ἀφορῶντες,
5θεὸν τοῦτον ἢ ἰσότιμον θεῷ ὑπολάβωμεν, διὰ τοῦτο ὀνομά‐ ζομεν αὐτὸν οἶκον καὶ θρόνον τοῦ θεοῦ, ταύταις ταῖς ὀνομα‐ σίαις πάσης τῆς πρὸς τὸν θεὸν κατ’ οὐσίαν καὶ κατὰ τὰς τῆς

195

E

οὐσίας προσηγορίας κοινωνίας αὐτὸν χωρίζοντες. Ὥσπερ γὰρ ὁ οἶκος καὶ ὁ θρόνος ὕστερός ἐστι τοῦ πεποιηκότος αὐτόν, οὕτως καὶ ὁ οὐρανὸς ὕστερός ἐστι τοῦ θεοῦ, ὡς γενητὸς τοῦ ἀγενήτου. Καὶ εἰ ἄφθαρτον λέγομεν τὸν οὐρανὸν τανῦν, οὐ324
5συνωνύμως αὐτὸν τῷ θεῷ ὀνομάζομεν ἄφθαρτον· ὁ μὲν γὰρ θεὸς ἀκτίστως ἐκ τῆς αὑτοῦ οὐσίας καὶ ἀϊδίως τὸ ἄφθαρτον ἔχει, ὁ δὲ οὐρανὸς κτιστῶς ἐκ τῆς τοῦ θεοῦ βουλήσεως ἔχει τὸ

196

A

ἄφθαρτον πρὸς τὴν χρείαν τῶν τῇδε, καὶ πληρωθείσης τῆς χρείας εἰς ἕτερον τρόπον ἀφθαρσίας μεταφέρεται. Ὁ γὰρ δε‐ δωκὼς αὐτῷ θεὸς σώματος μέγεθος, ὅσον ἠβουλήθη καὶ οὐχ ὅσον ἠδυνήθη (ἠδύνατο γὰρ ποιῆσαι αὐτὸν τῷ μεγέθει πολὺ
5μείζονα ἢ ὅπερ ἐστί), νῦν αὐτὸς αὐτὸν ἔταξε τῷ οἰκείῳ ὅρῳ ἐν ἀφθαρσίᾳ διαμένειν, ἕως τοῦ καιροῦ τῆς τῶν ὄντων εἰς τὸ κρεῖττον μεταποιήσεως κατὰ τὴν πίστιν τῶν ὀρθοδόξων, τῶν

196

B

ἐκ διδασκαλίας τοῦ γνωσθέντος αὐτοῖς θεοῦ θεὸν ἐγνωκότων
καὶ κατὰ τὴν μαρτυρίαν τοῦ ἀποκριναμένου.326