TLG 0646 009 :: Pseudo–JUSTINUS MARTYR :: Quaestiones et responsiones ad orthodoxos

Pseudo–JUSTINUS MARTYR
(A.D. 3/5)

Cf. et ACTA JUSTINI ET SEPTEM SODALIUM (0384)

Quaestiones et responsiones ad orthodoxos

Source: Otto, J.C.T. (ed.), Corpus apologetarum Christianorum saeculi secundi, vol. 5, 3rd edn. Jena: Mauke, 1881 (repr. Wiesbaden: Sändig, 1969): 2–246.

Citation: Morel page — section — (line)

t

1

ΤΟΥ ΑΓΙΟΥ ΙΟΥΣΤΙΝΟΥ ΦΙΛΟΣΟΦΟΥ ΚΑΙ ΜΑΡΤΥΡΟΣ ΑΠΟΚΡΙΣΕΙΣ ΠΡΟΣ ΤΟΥΣ ΟΡΘΟΔΟΞΟΥΣ ΠΕΡΙ ΤΙΝΩΝ ΑΝΑΓΚΑΙΩΝ ΖΗΤΗΜΑΤΩΝ.

391

B

(t)

Ἐρώτησις αʹ.
1Εἰ τὴν ἀρχαίαν μὲν λατρείαν ἀνεῖλεν ὁ θεὸς ὡς αὐτὴν μὴ ἀρεσκόμενος, τὴν δὲ τῶν Χριστιανῶν ὡς ἀρεστὴν αὑτῷ ἀντεισ‐ ήγαγεν, οἱ δὲ ὀρθόδοξοι, οἱ μόνοι θεῷ ἀρέσκοντες, τῶν Ἑλ‐ λήνων τε καὶ Ἰουδαίων καὶ πάντων τῶν αἱρετικῶν οὐκ ἴσοι
5τὸν ἀριθμὸν τυγχάνουσιν ἀλλ’ ἥσσονες, τίς ἡ ἀπόδειξις τοῦ μὴ κατὰ πτωχείαν δυνάμεως τοῦ ταύτην ἀντ’ ἐκείνης ἑλομένου

391

C

τὴν λατρείαν μένειν ἀνεκρίζωτον τὴν πλάνην; Πῶς δὲ οὐκ ἀνωφελὴς ἡ ἐκείνης τῆς λατρείας λύσις, πλάνης ἔτι πολλῆς κατεχούσης τὸν κόσμον; Ἀπόκρισις ἤτοι λύσις τῆς ἐρωτήσεως.
5 Τὴν ἀρχαίαν τοῦ θεοῦ λατρείαν λύσαντος, τὴν νέαν δὲ ἀντεισαγαγεῖν διὰ τῆς παλαιᾶς διαθήκης προθεμένου, εἰ

391

D

μὲν ἀντεισήγαγε ταύτην ἀντ’ ἐκείνης, πρῶτον μὲν κηρυττομέ‐ νην λόγοις θείαις δυνάμεσι μαρτυρουμένοις, ἀνεῖλεν ἰουδαϊσμόν τε καὶ ἑλληνισμόν· ὕστερον δὲ ἔργοις θείαις ὡσαύτως δυνάμεσι
γινομένοις πάσης τῆς ἐν ἀνθρώποις τε καὶ δαίμοσι πλάνης2
5ποιεῖ τὴν ἐκρίζωσιν, σὺν ταύτῃ δὲ καὶ πάντων τῶν ἐν τῷ κόσμῳ κακῶν αἱρέσεων ἀνεῖλε τὴν λατρείαν [καὶ πονηρίαν] πίστεώς τε καὶ ποιήσεως. Εἰ μὴ πάντες οἱ δεξάμενοι τὴν λατρείαν τὴν αὐτὴν δόξαν περὶ τῶν αὐτῶν πραγμάτων τηροῦσι

392

A

καὶ ἔχουσιν, ἀλλ’ οἱ μὲν ὀρθῶς, ἄλλοι δὲ οὐκ ὀρθῶς, τοῦτο οὐκ ἔστι κατηγόρημα τοῦ θεοῦ ἐπὶ πτωχείᾳ δυνάμεως τὸ ἐκείνους ἐκ τῆς οἰκείας ἀμελείας ἢ ἑτέρας ἀσθενείας ὀρθῶς μὴ νοεῖν τὰ ὑπ’ αὐτῶν πιστευόμενα, ἀλλὰ τῆς ἐκείνων ἀμε‐
5λείας. Εἴρηται δὲ ἐν τῇ εἰσαγομένῃ λατρείᾳ περὶ τῆς τῶν ὀρ‐ θοδόξων ὀλιγότητος ποτὲ μὲν Πολλοὶ μέν εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί, ποτὲ δὲ Ὅτι στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν. Ὡσαύτως καὶ περὶ τῶν αἱρέσεων, ἃς ὁ κύριος ἐν ταῖς ἑαυ‐

392

B

τοῦ παραβολαῖς ζιζάνια καὶ σαπροὺς καλεῖ ἰχθύας. Εἰ τοίνυν μηδὲν ἐψευσμένον ἐστὶν ἐν τῇ τῶν Χριστιανῶν λατρείᾳ, ὡς ἡ τῶν πραγμάτων μαρτυρεῖ ἀλήθεια, ἐκ τῶν προλαβόντων πε‐ πιστευμένα ποιοῦσα τὰ μέλλοντα, οὐδαμῶς ἄρα ὑπολέλειπται
5πρόφασις τοῦ διαβάλλειν τὸν θεὸν ἐπὶ πτωχείᾳ δυνάμεως ἢ τοῦ ἀνωφελῆ λέγειν τὴν ἀντὶ λατρείας λατρείαν εἰσαγομένην, τὴν νῦν μὲν λυτικὴν οὖσαν ἰουδαϊσμοῦ τε καὶ ἑλληνισμοῦ, ὕστε‐ ρον δὲ καὶ τῶν αἱρέσεων. Ἐρώτησις βʹ.

392

C

Εἰ τὰ μέλλοντα γίνεσθαι, οἷον πολέμων τρόπαια, ἐχθρῶν ἔφοδον καὶ πόλεων ἀναιρέσεις διὰ τῶν ἐπιτιθεμένων αὐταῖς, προειρήκασι προφῆται καὶ ἀπόστολοι, προεῖπον δὲ καὶ παρ’ Ἕλλησι χρησμῶν λόγοι, πόθεν οἱ τούτων κρείττους γνωρίζον‐
5ται τῶν ἔξωθεν, παρ’ ἑκατέρου μέρους τῆς τῶν ἐσομένων
γεγενημένης προῤῥήσεως; Ἀπόκρισις. Τοῦ αὐτοῦ θεοῦ ἐστι πάντα ταῦτα, καὶ ἡ πρόῤῥησις τῶν4

392

D

λόγων καὶ ἡ ἔκβασις τῶν ἔργων, τοῦ καὶ διὰ τῶν προφητῶν τε καὶ ἀποστόλων προμηνύσαντος ἃ ἔμελλε ποιεῖν· ὡσαύτως δὲ καὶ διὰ τῶν ἔξωθεν τῆς εὐσεβείας αὐτὸς προεμήνυσεν ἃ ἔμελλε ποιεῖν. Ὥσπερ γὰρ διὰ τοῦ μάντεως Βαλαὰμ τὸν μὲν Ἰσραὴλ
5εὐλόγησε, τοὺς δὲ ἐχθροὺς αὐτοῦ κατηράσατο, ἑκάτερον δὲ ποιήσας διὰ τῆς προμηνύσεως τῶν ἐσομένων, ὡσαύτως δὲ καὶ διὰ μαντείας τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος τὴν ἅλωσιν τῆς Ἱερουσαλὴμ προεμήνυσε, καθά φησιν ὁ προφήτης

393

A

Ἰεζεκιήλ· Καὶ στήσεται βασιλεὺς Βαβυλῶνος ἐπὶ τὴν ἀρχαίαν ὁδόν, ἐπ’ ἀρχῆς τῶν δύο, τοῦ μαντεύσασθαι μαντείαν καὶ τοῦ ἀναβράσαι ῥάβδον καὶ ἐπερωτῆσαι ἐν τοῖς γλυπτοῖς καὶ κατασκοπήσασθαι ἐκ δεξιῶν αὑτοῦ· καὶ ἐγένετο ἐπὶ Ἱερου‐
5σαλήμ, καὶ τὰ ἑξῆς. Οὕτως καὶ διὰ τῶν παρ’ Ἕλλησι μάν‐ τεων ὅσα διὰ τῶν ἔργων τὴν ἔκβασιν ἐδέξατο αὐτὸς προεμή‐ νυσε. Διαφορὰ δὲ τῶν προφητῶν καὶ τῶν μάντεων πολλή· πρῶτον μὲν ὅτι θεόν, οὗ τῷ ὀνόματι προεφήτευσαν οἱ προ‐ φῆται καὶ οἱ ἀπόστολοι, τούτου ἐσχήκασι τὴν γνῶσιν καὶ τὴν

393

B

πίστιν καὶ τὴν λατρείαν, καὶ πάντα ὅσα περί τε τῆς τῶν ἑλ‐ ληνικῶν θεῶν τε καὶ μαντείων καθαιρέσεως καὶ τῆς τῶν χρι‐ στιανικῶν πραγμάτων συστάσεως προεῖπον οἱ προφῆται τὴν ἔκβασιν ἐδέξατο· ἔπειτα δὲ οὐδὲν ὧν προεῖπον οἱ μάντεις,
5ἢ κατὰ τοῦ τῆς ἀληθείας θεοῦ καὶ τῶν σεβομένων αὐτὸν ἢ ὑπὲρ τῆς συστάσεως τῶν ἑλληνικῶν πραγμάτων, τὴν ἔκβασιν ἐδέξατο. Καὶ τούτων μάρτυς ἡ τῶν Ἀσσυρίων ἀναίρεσις, οἳ ἀπὸ τῆς οἰκείας μαντείας ὁρμώμενοι ἔλεγον μὴ ἄνευ κυρίου ἀναβῆναι ἐπὶ τὴν γῆν ταύτην τοῦ ἐρημῶσαι αὐτήν· Κύριός μοι εἶπεν

393

C

Ἀνάβηθι καὶ ἐρήμωσον αὐτήν· καὶ ἀναβὰς παρὰ τὴν μαν‐
τείαν ἠρημώθη. Ἐρώτησις γʹ. Εἰ πάντες μὲν ἐν τῇ ἀναστάσει οἱ ἡμαρτηκότες κολάζον‐6
5ται, πλέον δὲ οἱ ἐγνωκότες τὸ τοῦ θεοῦ θέλημα καὶ μὴ ποιή‐ σαντες, τί τὸ κέρδος τοῦ Χριστιανοῦ καὶ τοῦ Ἕλληνος, τοῦ βαπτισθέντος καὶ τοῦ μὴ βαπτισθέντος, τοῦ ὀρθοδόξου καὶ τοῦ μὴ ὀρθοδόξου; Ἀπόκρισις.

393

D

Εἰ κατὰ τὸν ἀπόστολον Παῦλον ὁ πιστὸς ὁ μὴ προνοῶν τῶν ἰδίων ἀρνησίθεός ἐστι καὶ τῶν ἀπίστων χείρων, ὁ μὴ σὺν τῇ γνώσει καὶ πίστει καὶ τῷ βαπτίσματι καὶ τὸν τρόπον ἐπαγόμενος χαρακτηριστικὸν τῆς τοῦ Χριστοῦ μαθητείας, ἀλλὰ
5μόρφωσιν μὲν ἔχων εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημέ‐ νος, χείρων ἐστὶ τῶν ἀπίστων. Οὕτως τοσοῦτον χεῖρόν ἐστι τὸ μετὰ γνώσεως ἁμαρτάνειν τοῦ ἄνευ γνώσεως, ὅσον τὸ ἀνα‐ πολόγητον ἁμάρτημα τοῦ ἀπολογίαν ἔχοντος ἁμαρτήματος.

394

A

Ἐρώτησις δʹ. Εἰ πάσῃ δυνάμει ἔσπευσαν οἱ αἱρετικοὶ γνῶναι καὶ φυ‐ λάξαι τὴν τῶν δογμάτων ἀλήθειαν καὶ οὐκ ἴσχυσαν, πῶς οὐκ ἄδικον τὸ τούτους ὡς ἀποσφαλέντας τῆς ἀληθείας ὑποβάλλειν
5κολάσεσιν; Ἀπόκρισις. Τοσοῦτον οὐκ ἐζήτησαν οἱ αἱρετικοὶ πάσῃ δυνάμει τὴν

394

B

ἀλήθειαν, ὅτι καὶ ἀποδεικνυμένην αὐτοῖς παρὰ τῶν ταύτην εὑρηκότων οὔτε ἤκουσαν οὔτε ἠνέσχοντο δέξασθαι αὐτήν. Καὶ εἰ μὲν ἀληθὴς αὕτη ἡ ἀπολογία, ἐχρῆν αὐτοὺς ἀλλήλοις συγ‐ γινώσκειν σφαλλομένοις, ὡς ἀσθενείᾳ δυνάμεως καὶ οὐ πονηρίᾳ
5γνώμης τὰς αἱρέσεις συστησαμένοις μαχομένας ἑαυταῖς τε καὶ τῇ ἀληθείᾳ. Νῦν δέ, καθὰ κατακρίνουσιν ἀλλήλους ἐπὶ τῷ
ἀλλοτρίῳ τοῦ φρονήματος, δῆλοί εἰσιν ὅτι ἐκ φιλοδοξίας ἢ ἀντιπαθείας τῶν αἱρεσιαρχῶν πᾶσαι αἱ αἱρέσεις τὰς ἀφορμὰς ἐσχήκασι τῆς συστάσεως αὐτῶν· δι’ ἣν αἰτίαν λύκοι βαρεῖς8

394

C

ὑπὸ τοῦ ἀποστόλου ὠνομάσθησαν οἱ τῶν αἱρέσεων ἀρχηγοί. Ὅτι δὲ ἀδύνατόν ἐστι μὴ τυχεῖν τῆς εὑρέσεως τῷ ἐν ὅλῃ καρ‐ δίᾳ τε καὶ δυνάμει ἐπιζητοῦντι τὴν ἀλήθειαν, μαρτυρεῖ ὁ κύ‐ ριος λέγων· Πᾶς ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρήσει, καὶ
5τῷ κρούοντι ἀνοιγήσεται. Ἐρώτησις εʹ. Εἰ ἐν ταῖς ἐκκλησίαις τῶν αἱρετικῶν δυνάμεις ἐνεργοῦν‐ ται, οἷον νοσημάτων ἰάσεις καὶ πνευμάτων διωγμοὶ ἀκαθάρ‐ των, καρπῶν γῆς φορὰ καὶ ἐλαίου ἀναβλύσεις, πῶς οὐκ
10ἀνάγκη ἐκ τούτων ἐν τῇ πλάνῃ βεβαιοῦσθαι ἐκείνους;

394

D

Ἀπόκρισις. Ὥσπερ τὸ ἀνατέλλειν τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγα‐ θοὺς καὶ βρέχειν ἐπὶ δικαίους καὶ ἀδίκους οὐκ ἔστι βεβαιω‐ τικὸν πονηρῶν καὶ ἀδίκων ἐν τῇ πονηρίᾳ καὶ ἀδικίᾳ ἀλλὰ
5παρασκευαστικὸν εἰς δικαίαν τιμωρίαν, οὕτως οὐκ ἔστι βε‐ βαιωτικὸν τῶν αἱρετικῶν ἐν τῇ πλάνῃ τὸ ἐνεργεῖν τινας ἐν

395

A

αὐτοῖς δυνάμεις. Εἰ γὰρ ἦν ἀπόδειξις καὶ σημεῖον εὐσεβείας τὸ ἐνεργεῖν δυνάμεις, οὐκ ἂν ὁ κύριος ἀδοκίμους τε καὶ ἀνα‐ ξίους τῆς πρὸς αὑτὸν οἰκειώσεως ἀπεφαίνετο τοὺς εἰρηκότας· Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν καὶ τῷ σῷ ὀνό‐
5ματι δαιμόνια ἐξεβάλομεν καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν; λέγων πρὸς αὐτούς· Οὐδέποτε ἔγνων ὑμᾶς, ἀπο‐ χωρεῖτε ἀπ’ ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν! Οὐκ εἰπών, διδάξας ἡμᾶς, ψωμίζειν καὶ ποτίζειν τὸν πεινῶντα καὶ δι‐ ψῶντα, πολὺ μᾶλλον αὐτὸς τὰ ὅμοια ὧν ἐδίδαξεν ἡμᾶς ποιεῖ,

395

B

σωρεύων πῦρ ἐπὶ τὰς κεφαλὰς αὐτῶν τῶν ἀξίως τὸν δωτῆρα
τῆς πίστεως οὐκ ἐγνωκότων; Ἐρώτησις ϛʹ. Εἰ ἐν τοῖς ἀλγοῦσι καὶ ἡδομένοις τὸ παθητικὸν διαδεί‐10
5κνυται, τούτου δὲ οἱ ἁμαρτωλοὶ κἀκείνου οἱ δίκαιοι ἐν τῇ κρίσει, πῶς ἀληθεύει ὁ λέγων ἀπάθειαν τοῖς ἀνθρώποις μετὰ τὴν ἀνάστασιν κομίζεσθαι;

395

C

Ἀπόκρισις. Ἀπαθεῖς λέγομεν ἀναστήσεσθαι, ὅτι ἀφ’ ὧν ἐσμεν κατὰ φύσιν τροπὴν οὐ δεχόμεθα, οὔτε εἰς τὰ ἀντικείμενα κατὰ τὸ ὂν καὶ μὴ ὄν, οὔτε εἰς τὰ ἐναντία κατὰ τὸ μᾶλλον καὶ ἧττον·
5οἷον ἐκ τῆς χαρᾶς οὐ τρεπόμεθα εἰς τὴν λύπην, οὔτε χαίρομεν ἐπὶ τοῦ αὐτοῦ ἀγαθοῦ ποτὲ μὲν μᾶλλον, ποτὲ δὲ ἧττον, κἂν ἐπὶ μείζονος ἀγαθοῦ μᾶλλον χαίρωμεν, ἐπὶ ἐλάττονος δὲ ἧτ‐

395

D

τον· ἀλλὰ καὶ οὕτως κατὰ τὴν ἀναλογίαν τῶν ἀγαθῶν μένει τὸ ποσὸν τῆς χαρᾶς ἄτρεπτον. Καὶ τοῦτο μὲν ἐπὶ τῶν εἰς ζωὴν ἀνισταμένων· ἐπὶ δὲ τῶν εἰς κρίσιν ἀνισταμένων ὁ αὐτὸς λό‐ γος, ὅταν ἀπαλλάττωνται ὥσπερ τοῦ θανάτου κρίσεως· καὶ
5γὰρ τῶν ἀνισταμένων οἱ μὲν εἰς ζωήν, οἱ δὲ εἰς κρίσιν ἀνί‐ στανται. Ἐρώτησις ζʹ. Εἰ τροπῆς γνώρισμα τὸ τὰ καλὰ καὶ τὰ φαῦλα λαμβάνειν εἰς ἔννοιαν, πῶς ἄτρεπτοι οἱ κολαζόμενοι καὶ τὴν τῶν δικαίων

396

A

λογιζόμενοι ἄνεσιν, ἢ πάλιν οἱ ἐν ἀνέσει τυγχάνοντες καὶ τὴν τῶν ἁμαρτωλῶν ἐνθυμούμενοι κόλασιν; Τότε γὰρ ἑκάτερον ἐν θατέρῳ δίδωσι πλείονα τὴν αἴσθησιν, ὅτε τῶν ἐναντίων ἡ παράθεσις γίνεται.
5Ἀπόκρισις. Ἐν τῷ μέλλοντι αἰῶνι τὸ ποσὸν τῆς αἰσθήσεως τιμῆς τε
καὶ τιμωρίας ἐν τῷ μέτρῳ κεῖται, καὶ οὐκ ἐνδέχεται τῇ παρα‐ θέσει τῶν ἀντικειμένων δέξασθαι τὴν αἴσθησιν τὴν αὔξησιν ἢ12

396

B

τὴν μείωσιν. Ἄτρεπτα γὰρ τὰ ἐκεῖ πάντα, ὥσπερ κατὰ τὸ ποιὸν οὕτως καὶ κατὰ τὸ ποσόν. Ἐρώτησις ηʹ. Εἰ τὴν γνῶσιν καλοῦ τε καὶ κακοῦ παρὰ τοῦ θεοῦ καὶ τὸ
5εἶναι εἰλήφαμεν, πῶς οὐκ ἔστιν αἴτιος ἑκατέρου ὁ καὶ τὴν γνῶσιν ἀμφοτέρων καὶ δύναμιν ἐγκαταβεβλημένος τῇ φύσει πρὸς τὴν ἐκείνων ἐκπλήρωσιν; Ἀπόκρισις.

396

C

Οὐ μόνον τοῦ εἶναι ἡμᾶς καὶ τοῦ γινώσκειν τε καὶ πράτ‐ τειν τὸ καλόν τε καὶ τὸ κακὸν δέδωκεν ἡμῖν τὴν δύναμιν ὁ θεός, ἀλλὰ καὶ τὸ αὐθαίρετον ἡμῖν ἐχαρίσατο καὶ τοῦ κατὰ προτίμησιν αἱρεῖσθαι τῶν γινωσκομένων τὸ δοκοῦν κατέστησεν
5ἡμᾶς κυρίους, καὶ τὸ ἀγαθοὺς ἡμᾶς εἶναι ἢ κακοὺς οὐκ ἐν τῇ γνώσει ἔθηκε τῶν γινωσκομένων ἀλλὰ ἐν τῇ αἱρέσει τῶν αἱ‐ ρουμένων. Οὐκ ἄρα ὁ θεός ἐστιν αἴτιος τοῦ εἶναι ἡμᾶς ἀγα‐ θοὺς ἢ κακούς, ἀλλὰ ἡ προαίρεσις. Ὥσπερ γὰρ ὁ ὁρῶν γυ‐ ναῖκα πόρνην καὶ γινώσκων ταύτην εἶναι πόρνην οὐκ ἔστι
10πόρνος ἀπὸ τῆς γνώσεως, ἀλλ’ οὔτε εἰ ἡ γνῶσις ἐξυπνίσει τὸ

396

D

τῆς ἐπιθυμίας πάθος οὐδ’ οὕτως πόρνος ἐστίν, ἐὰν δὲ συγ‐ κατατίθηται τῷ πάθει ἡ προαίρεσις τότε ἐστὶ πόρνος ἢ κατὰ τὴν πρᾶξιν ἢ κατὰ τὴν διάθεσιν, οὕτως καὶ τῶν ἀγαθῶν καὶ κακῶν ἀνθρώπων οὐχ ἡ γνῶσίς ἐστιν αἰτία τοῦ ἀγαθοὺς αὐ‐
5τοὺς εἶναι ἢ κακούς, ἀλλ’ ἡ προαίρεσις κατὰ προτίμησιν τὸ δοκοῦν αἱρησαμένη. Ἐρώτησις θʹ. Εἰ τὰ προλεχθέντα δέδωκεν ὁ θεός, στεφανοῖ δὲ καὶ κο‐

397

A

λάζει πρὸς τὴν πρᾶξιν τῶν ἀνθρώπων ἕκαστον, πῶς δικαίως
ποιεῖται ἀμφότερα, ἑκάτερα παρ’ αὐτοῦ τοῦ ἀνθρώπου ἔχοντος; Ἀπόκρισις. Τὸ ἡμῖν καὶ τὸ ἐφ’ ἡμῖν ἀλλήλων διαφέρει. Ἡμεῖς μὲν14
5ἄῤῥενες καὶ θήλειαί ἐσμεν, ἐφ’ ἡμῖν δὲ τὸ εἶναι σώφρονας ἢ πόρνους. Στεφανούμεθα οὖν ἢ κολαζόμεθα διὰ τὸ ἐφ’ ἡμῖν·

397

B

ἐφ’ ἃ γὰρ ἡ προαίρεσις ἡμῶν ἄγει ἡμᾶς, διὰ ταῦτα ἢ στεφα‐ νούμεθα ἢ κολαζόμεθα. Καὶ γὰρ πρὸς τὸ πράττειν δέδωκεν ἡμῖν ὁ θεὸς δυνάμεις, ἀλλὰ ταύτας ὑπέταξε τῇ ἐξουσίᾳ τῆς προαιρέσεως, καὶ πρὸς τὴν προαίρεσιν ἔχει ὁ θεὸς τὴν δίκην,
5κυβερνητικὴν τῶν ἐν ἡμῖν προαιρετικῶν δυνάμεων, καὶ οὐ πρὸς τὴν φύσιν. Ἐλάβομεν δὲ παρὰ τοῦ θεοῦ τοῦ πράττειν καὶ τοῦ μὴ πράττειν τὴν δύναμιν· πράττειν μὲν τὰ δίκαια, οὐ πράττειν δὲ τὰ ἄδικα. Ὅταν οὖν οὕτως πράττωμεν καὶ μὴ

397

C

πράττωμεν, δικαίως στεφανούμεθα· μετατιθέντες δὲ τὸ πράτ‐ τειν καὶ τὸ μὴ πράττειν εἰς τὸ ἀντικείμενον, δικαίως κολα‐ ζόμεθα. Ἐρώτησις ιʹ.
5 Εἰ τὰ σωματικὰ περὶ τῶν ἐν Ἕλλησι θεῶν παρὰ τῶν ποιητῶν καὶ περὶ τοῦ θεοῦ παρὰ τῶν προφητῶν εἰρημένα κατ’ ἀλληγορίαν ἑτέραν ἔχει τὴν νόησιν, πῶς οὐ μῦθος ἀμφότερα δείκνυται; Ἀπόκρισις.

397

D

Τὰ ἀλληγορικῶς παρὰ τῶν προφητῶν περὶ τοῦ θεοῦ λε‐ χθέντα κατ’ ἀναφορὰν ἐλέχθη ἐκ τῶν φύσει εἰς τὸ οὐ φύσει, οἷον ὡς τὸ Ὠσφράνθη κύριος ὀσμὴν εὐωδίας. Ἐπὶ μὲν τῶν ἀνθρώπων ὠσφράνθη κατὰ φύσιν, ἐπὶ δὲ τοῦ θεοῦ καταχρη‐
5στικῶς καὶ οὐ φύσει. Τὰ δὲ παρὰ τῶν ποιητῶν μυθικῶς περὶ τῶν θεῶν λεγόμενα οὐ λέγεται κατ’ ἀναφορὰν ἐκ τῶν φύσει εἰς τὸ μὴ φύσει· οὐ γὰρ καταπίνει ἄνθρωπος ἄνθρωπον κατὰ φύσιν, ἵνα κατ’ ἀναφορὰν νοήσωμεν καὶ τὸν Κρόνον καταπιόντα τὸν Δία· ἔστι δὲ ὁ περὶ τοῦ καταποθῆναι τὸν Δία
10μῦθος πλὴν τοῦ ψεύδους οὐκ ἔχων ἄλλο τι. Ἐρώτησις ιαʹ.16

398

A

Εἰ τὸ περιέχον μεῖζον μέν ἐστι τοῦ περιεχομένου κατ’ οὐσίαν, ἧττον δὲ κατ’ ἀξίαν, οἷον οὐρανὸς καὶ γῆ ἀγγέλων καὶ ἀνθρώπων, οἶκος οἰκούντων, σῶμά τε ψυχῆς, περιέχει δὲ τὸ πᾶν ὁ θεός, πῶς οὐκ ἔστιν ἥττων τοῦ παντὸς τῷ λόγῳ
5τῆς ἀναξίας; Ἀπόκρισις. Ὁ λόγος οὗτος οὐκ ἔστι καθόλου· διὸ οὔτε ὑγιῶς ἠρω‐ τήθη. Ὧν γὰρ τὸ ἐναντίον διὰ τῶν αὐτῶν ἐνδέχεται εὑρε‐ θῆναι, ταῦτα ὡς μὴ ἔχοντα τὸ ἀναγκαῖον οὐδὲ τὸ πιστὸν ἔχει.

398

B

Ἔστι γάρ τινα περιεχόμενα ἥσσονα ὄντα τῶν περιεχόντων, καὶ τῇ οὐσίᾳ καὶ τῇ ἀξίᾳ, ὡς τὰ γίγαρτα τῶν ὀπωρῶν. Ἔτι δὲ τὰ λεχθέντα περιεκτικὰ τῷ εἶναι περιέχει τὰ περιεχόμενα· μόνος δὲ ὁ θεὸς περιέχει τῇ βουλήσει τὸ πᾶν. Καὶ τὰ μὲν
5ἄλλα περιέχοντα χρῄζουσι καὶ αὐτὰ τοῦ περιέχοντος· ὁ δὲ θεὸς οὐ χρῄζει τοῦ περιέχοντος αὐτόν. Καὶ τοῖς μὲν ἄλλοις περιε‐ χομένοις τὸ εἶναι καὶ τὸ διαμένειν οὐκ ἔστιν ἐκ τῶν περιεχόν‐ των αὐτά· τῷ δὲ παντὶ ἀμφότερα ὑπάρχει ἐκ τοῦ θεοῦ. Καὶ τὰ μὲν λεχθέντα περιεκτικὰ διὰ τὰ περιεχόμενα ὑπάρχουσιν·

398

C

ὁ δὲ θεὸς οὐ διὰ τὸ πᾶν ὑπάρχει. Διὸ μείζων ὁ θεὸς τοῦ παντός, ὥσπερ τῇ οὐσίᾳ οὕτως καὶ τῇ ἀξίᾳ. Ἐρώτησις ιβʹ. *) Εἰ τὸ περιέχον ἐπὶ φρουρᾷ καὶ συντηρήσει ἐστὶ τοῦ
5περιεχομένου, πῶς ὁ θεὸς περιέχων τὸ πᾶν οὐκ ἐπὶ φρουρᾷ τοῦ κακοῦ καὶ διαμονῇ περιέχει τὸ πᾶν; Καὶ γὰρ ἐν τῷ μέρει τοῦ παντὸς τὸ κακὸν θεωρεῖται.

398

D

Ἀπόκρισις.
Τὸ πᾶν ἔργον ἐστὶ τοῦ θεοῦ, καὶ τηρῶν ὁ θεὸς τὸ πᾶν τὸ ἔργον ἑαυτοῦ τηρεῖ· καὶ ὥσπερ οὐκ ἐποίησεν ὁ θεός τι φύσει κακόν, οὕτως οὐδὲ τηρεῖ τι φύσει κακόν.18
5Ἐρώτησις ιγʹ. Εἰ γίνεται ἡ ἀνάστασις διὰ τὴν τῶν βεβιωμένων ἑκάστῳ ἀντίδοσιν, πῶς τὰ βρέφη ἢ καὶ τὰ ἐν γαστρὶ τελευτήσαντα

399

A

περιττῶς οὐκ ἀνίστανται, οὔτ’ ἔργων ἀμοιβὰς κομιζόμενα οὔτε ἀνέσεως ἢ θλίψεως διὰ τὸ τῆς ἡλικίας ἄωρον λαβεῖν δυνάμενα αἴσθησιν; Ἀπόκρισις.
5 Τῷ πιστεύοντι ἀληθὲς εἶναι τὸ Σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει, τούτῳ δυνατὸν καὶ πρέπον ἐστὶ τὸ πι‐ στεύειν καὶ τῶν βρεφῶν τὴν ἀνάστασιν. Ὁ γὰρ τὴν ἀφθαρσίαν αὐτοῖς παρέχων δύναται καὶ τὴν αἰσθητικὴν τῶν προσόντων ἀγαθῶν χαρίσασθαι αὐτοῖς δύναμιν. Ὧν εἰ μὴ γίνεται ἀνά‐

399

B

στασις, εὑρεθήσεται ὁ θεὸς μάτην πλασάμενος αὐτά· εἰ δὲ μάτην ποιεῖ ὁ θεὸς οὐδέν, ἀνάγκη ἄρα καὶ τὰ βρέφη εἰς τὸ εἶναι παραγενέσθαι διὰ τῆς ἀναστάσεως. Πῶς δ’ οὐκ ἄκαιρον τὸ πρὸς τὴν ἐκδίκησιν τῆς τῶν βρεφῶν ἀναιρέσεως κατακρί‐
5νειν τὸν Ἡρώδην, τῶν βρεφῶν οὐκ ὄντων τῶν ἐκδικουμένων; Μαρτυρεῖ δὲ τούτοις τὰ τοῦ βαπτιστοῦ Ἰωάννου ἐν τῇ κοιλίᾳ τῆς μητρὸς τῆς ἀγαλλιάσεως σκιρτήματα καὶ ὁ ὕμνος τῶν νηπίων καὶ θηλαζόντων.

399

C

Ἐρώτησις ιδʹ. Εἰ ἐψευσμένον τυγχάνει καὶ μάταιον τὸ ὑπὸ τῶν αἱρετι‐ κῶν διδόμενον βάπτισμα, διὰ τί οἱ ὀρθόδοξοι τὸν προσφεύ‐ γοντα τῇ ὀρθοδοξίᾳ αἱρετικὸν οὐ βαπτίζουσιν, ἀλλ’ ὡς ἐν
5ἀληθεῖ τῷ νόθῳ ἐῶσι βαπτίσματι; Εἰ δὲ καὶ χειροτονίαν τύχοι παρ’ ἐκείνων δεξάμενος, καὶ ταύτην ὡς βεβαίαν αὐτοὶ ἀπο‐ δέχονται. Πῶς οὖν ὁ δεχθεὶς καὶ οἱ δεξάμενοι τὸ ἄμεμπτον
ἔχουσιν; Ἀπόκρισις.20

399

D

Τοῦ αἱρετικοῦ ἐπὶ τὴν ὀρθοδοξίαν ἐρχομένου τὸ σφάλμα διορθοῦται τῆς μὲν κακοδοξίας τῇ μεταθέσει τοῦ φρονήμα‐ τος, τοῦ δὲ βαπτίσματος τῇ ἐπιχρίσει τοῦ ἁγίου μύρου, τῆς δὲ χειροτονίας τῇ χειροθεσίᾳ, καὶ οὐδὲν τῶν πάλαι μένει
5ἄλυτον. Ἐρώτησις ιεʹ. Εἰ οὐχ ἥμαρτεν ὁ Ἰὼβ ἀρασάμενος τὴν ἡμέραν, δῆλον

400

A

ὅτι ὡς δίκαιος ἠκούσθη. Καὶ εἰ μὲν ἠκούσθη, τὸν οἰκεῖον ὁ θεὸς ἀνέτρεψεν ὅρον, καὶ ἀνάγκη ζητεῖν ἐν τῇ θείᾳ γραφῇ τὴν ἐκείνης τῆς ἡμέρας ἀπώλειαν. Εἰ δὲ οὐκ ἠκούσθη, πῶς οὐ δεῖ λέγειν ὅτι ἁμαρτωλὸς ὢν παρηκούσθη; Θέλημα γὰρ τῶν
5φοβουμένων αὐτὸν ποιήσει ὁ θεός. Περὶ δὲ τῶν ἁμαρτωλῶν εἴρηται ὅτι Ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν. Ἀπόκρισις.

400

B

Ὁ σκοπὸς τοῦ Ἰὼβ οὗτος ἦν ἐν τῇ προκειμένῃ κατάρᾳ ὡς εἰ ἔλεγεν· Εἴθε ἦν ἡ ἡμέρα ἐκείνη, ἐν ᾗ ἐγεννήθην, κατὰ τὴν κατάραν ταύτην κεκατηραμένη! Διὰ τί; Ἵνα ἐγώ, φησί, μὴ ἐγεννήθην. Οὐ γὰρ ἐνδέχεταί τινα γεννηθῆναι ἐν τῇ τοιαύτῃ
5ἡμέρᾳ τῇ οὕτως κεκατηραμένῃ. Οὐκ ἔστιν οὖν ἡ κατάρα αὕτη οὕτως κεκατηραμένη ὡς ἀναμένουσα τὴν ἔκβασιν· εἰ γὰρ ἦν οὕτως γεγενημένη ἡ κατάρα ὡς ἀναμένουσα τὴν ἔκβασιν, ἀνε‐ καλέσατο ἂν τὴν ἰδίαν φωνήν, ἀπαλλαγέντος αὐτοῦ τῶν θλί‐ ψεων καὶ ἐν τοῖς κρείττοσι γενομένου. Διὰ γοῦν τὴν ὑπερ‐

400

C

βολὴν τῆς αὐτοῦ θλίψεως τὰ τῆς καρδίας ἐφθέγξατο ῥήματα· ἧς ἀπ’ αὐτοῦ, δῆλον ὅτι οὐκέτι τὴν αὐτὴν περὶ τῆς αὐτῆς
ἡμέρας ἔσχε τὴν γνώμην. Ἐρώτησις ιϛʹ.22
5 Εἰ κατὰ τὴν ἡμετέραν φύσιν, εἴ τι γέννημα, τοῦτο τῷ γεννήσαντι ὁμοούσιον, πῶς οὐχὶ κατὰ ταύτην, εἴ τι γεγέννηται, μεθυπάρχει τοῦ γεννήσαντος; Εἰ δὲ μὴ τὸ δεύτερον, οὐδ’ ἄρα τὸ πρῶτον ὁμοίως ἡμῖν ἐπὶ τῆς θείας γεννήσεως νοη‐ θήσεται.
10Ἀπόκρισις.

400

D

Ἡμεῖς, ὡς προηγουμένην τῆς γεννήσεως ἔχοντες τὴν ὕπαρ‐ ξιν, μετὰ τὴν ὕπαρξιν γεννῶμεν· ὁ δὲ θεὸς ἅμα τῷ ὑπάρχειν ἐγέννησε. Διὸ οὐκ ἔστι παρὰ τῷ θεῷ μεθύπαρξις γεννήμα‐ τος, ἐπειδὴ οὐδὲ προΰπαρξις γεννήσεως.
5Ἐρώτησις ιζʹ. Εἰ τῶν θείων ὑποστάσεων ἡ ἕνωσίς ἐστιν ἀδιαίρετος, πῶς δύνανται τρεῖς ὑποστάσεις καὶ τρία ὀνομάζεσθαι πρόσωπα καὶ οὐχὶ μᾶλλον μία ὑπόστασις τριώνυμος ἢ τριπρόσωπος; Ἀπόκρισις.

401

A

Τῶν θείων ὑποστάσεων τὸ μὲν τῆς οὐσίας ἕν ἐστιν ἀδιαί‐ ρετον, τὸ δὲ αὐτῶν τρεῖς ἐστι διαιρετόν. Διὸ αἱ τρεῖς ὑπο‐ στάσεις ἰδιάζουσιν ὀνόμασίν εἰσι τρεῖς· καὶ τὴν ὑπόστασιν ἣν καλοῦμεν πατέρα, οὐκέτι τὴν αὐτὴν ὑπόστασιν καλοῦμεν καὶ
5υἱὸν ἀλλ’ ἄλλην. Τὴν γὰρ τριάδα τῶν ὀνομάτων τῆς τριάδος λέγομεν εἶναι τῶν ὑποστάσεων, οὐχὶ τῆς μονάδος αὐτῶν. Διὸ εἷς ἐστιν ὁ θεὸς τῷ ἑνὶ καὶ ἀδιαιρέτῳ τῆς οὐσίας, τρία δὲ τὰ

401

B

πρόσωπα τῇ διαιρέσει τῶν ὑποστάσεων. Ἐρώτησις ιηʹ. Εἰ τὸ μὲν θεὸς τῆς οὐσίας, τὸ δὲ πατὴρ τοῦ προσώπου ἐστὶ δηλωτικόν, πῶς ταὐτὸν τὸ λέγειν υἱὸν θεοῦ τῷ λέγειν
5υἱὸν τοῦ πατρός; Ἀπόκρισις. Ἐὰν διεζευγμένως λέγωμεν τὸν υἱόν, ποτὲ μὲν υἱὸν τοῦ πατρὸς ποτὲ δὲ υἱὸν τοῦ θεοῦ, ἀλλὰ διεζευγμένως αὐτὸν οὐδέ‐ ποτε νοοῦμεν. Υἱὸς οὖν ἐστι τοῦ πατρὸς ὁ υἱὸς τοῦ κατ’ οὐ‐24
10σίαν θεοῦ. Ταὐτὸν δὲ τὸ λέγειν υἱὸν τοῦ πατρὸς τῷ λέγειν

401

C

υἱὸν τοῦ θεοῦ, ἐπειδή, εἴ τί ἐστι τοῦ προσώπου, τοῦτό ἐστι καὶ τῆς τοῦ προσώπου οὐσίας. Ἐρώτησις ιθʹ. Εἰ ἐν τοῖς ἀπηγορευμένοις ὑπὸ τῶν εὐσεβῶν ἡ τῶν παλ‐
5μῶν ἐστι παρατήρησις, διὰ τί οἱ εὐσεβεῖς πάσῃ δυνάμει ταύ‐ την ἀπωθεῖν βουλόμενοι οὐκ ἰσχύουσιν, ἢ φαιδρὸν ἢ σκυθρω‐ πὸν μηνυούσης ταύτης; Καὶ εἰ μὲν φαῦλον τοῦτο, πῶς παρὰ τὴν ἡμετέραν ἐπιγίνεται πρόθεσιν; Εἰ δὲ ἀγαθόν, ὅπερ οὐκ οἶμαι, τίνος ἕνεκεν ἀπηγόρευται;

401

D

Ἀπόκρισις. Ἡ μὲν πρόγνωσις τῶν μελλόντων τῆς ψυχῆς ἐστιν ὑπὸ τοῦ θείου πνεύματος φωτιζομένης πρὸς τὴν εἴδησιν τῶν τέως ἀδήλων, καὶ οὐχ ὑπὸ τῆς ἀβουλήτου κινήσεως τοῦ σώματος·
5ὁ δὲ παλμὸς πάθος ἐστὶ σωματικὸν ἐκ τῆς διαδρομῆς τοῦ φυσικοῦ πνεύματος ἐν τῷ σώματι ὑφισταμένου πάντων τῶν ζώων. Διὸ ἀνάξιον ἔκρινον οἱ ἅγιοι εἶναι κριτήριον τῶν μελ‐

402

A

λόντων τὸ τοιοῦτον σωματικὸν κίνημα. Καὶ καθάπερ οἱ πταρμοὶ ῥινῶν καὶ οἱ ἦχοι ὤτων παρὰ τὴν ἡμετέραν ἐπιγίνον‐ ται πρόθεσιν, οὕτως καὶ ὁ παλμός. Ἔτι δὲ τοῖς εἰληφόσι τῆς μελλούσης καταστάσεως τὴν ἐλπίδα, καὶ ἕνα ἔχουσι τὸν σκο‐
5πὸν τὸ πρὸς ἐκείνην διὰ παντὸς παρεσκευασμένως ἀποβλέ‐ πειν, περιττόν ἐστι τὸ φαιδρὸν ἢ σκυθρωπὸν ἐνταῦθα διὰ παλμῶν προγινώσκειν. Καὶ εἰ ὁ αὐτὸς παλμὸς ὁ προμηνύων πλοῦτον προσγίνεται τῷ βιωτικῷ ἀνθρώπῳ καὶ τῷ ἀσκητῇ,

402

B

πῶς οὐ διέψευσται ἡ διὰ παλμοῦ προμήνυσις τοῦ πλούτου τῆς προαιρέσεως τοῦ ἀσκητοῦ, οὐ μόνον τὴν ἐπίκτησιν τῶν οὐ παρόντων οὐχ αἱρουμένης ἀλλ’ οὐδὲ τὴν κτῆσιν τῶν παρ‐ όντων;26
5Ἐρώτησις κʹ. Εἰ πρὸς θάνατον καὶ φθορὰν οἱ ἁλιεῖς τοὺς ἰχθύας ἀπὸ τῶν ὑδάτων λαμβάνουσι, πῶς εἰς ζωὴν αἰώνιον ὁ δεσπότης Χριστὸς μέλλων διὰ τῶν ἀποστόλων τοὺς ἀνθρώπους εἰσαγα‐ γεῖν ἁλιέας αὐτοὺς ποιεῖν ἀνθρώπων ἐπηγγείλατο;

402

C

Ἀπόκρισις. Ἐπειδὴ ἐχρῆν τοὺς ὑπὸ τῶν ἀποστόλων ἀγρευομένους ἀνθρώπους τῇ σαγήνῃ τῆς βασιλείας ἀποθανεῖν ἀπὸ τῆς προ‐ τέρας αὐτῶν ἐν ἁμαρτίαις ζωῆς, διὰ τοῦτο τῇ ἄγρᾳ τῶν
5ἰχθύων παρείκασεν ὁ κύριος τὴν ἄγραν τῶν ἀνθρώπων· προσέθηκε δὲ τὸ εἰς ζωήν, τὸ ἐλλεῖπον τοῦ ὑποδείγματος τῷ ὑποδεικνυμένῳ προσθέμενος.

402

D

Ἐρώτησις καʹ. Εἰ σώφρονι λογισμῷ κατεχόμενοι οἱ μοναχοὶ τὰς γαμικὰς ἡδονὰς ἀπεστράφησαν, διὰ τί ἐν ταῖς καθ’ ὕπνον φαντασίαις τὰ ἀβούλητα πάσχουσι, καὶ οὐ μόνον εἰς τὰς τυχούσας, ἀλλ’
5ἔστιν ὅτε καὶ μητράσι καὶ ἀδελφαῖς ὁμιλεῖν ἐν τῇ φαντασίᾳ νομίζουσι; Τίσιν οὖν χρηστέον πρὸς τὴν ἀπαλλαγὴν τοῦ τοιού‐ του πολέμου; Καὶ εἰ τὸν πολεμηθέντα δεῖ τῶν μυστηρίων ἀπέχεσθαι, καί, εἰ προσιέναι αὐτοῖς ἀναγκαῖον, ἢ λουσάμενον28

403

A

ἢ ἑτέρῳ τοιούτῳ τινὶ χρησάμενον, ὥστε μὴ ἰουδαϊκῶς καθαί‐ ρεσθαι, δίδαξον· ἐπειδὴ πολλή ἐστι περὶ τούτου καὶ παρ’ αὐτῶν ἡ ζήτησις. Ἀπόκρισις.
5 Ἐπειδὴ οἱ ἀνακείμενοι θεῷ ἄγρυπνον ἔχουσιν ἀντίπαλον, τὸν πᾶσι τοῖς δυνατοῖς αὐτῷ τρόποις μηχανώμενον θεῖναι τοῖς εὐσεβέσι μῶμον, διὰ τοῦτο ἀβούλητα καθ’ ὕπνους πάσχουσι. Καίτοι εἰδὼς ὁ ἀντίπαλος ὅτι ἐν τοῖς οὐκ ἐφ’ ἡμῖν οὔτ’ ἐπὶ τοῖς σεμνοῖς ἐπαινούμεθα οὔτ’ ἐπὶ τοῖς αἰσχροῖς ψεγόμεθα

403

B

(οἱ γὰρ ἔπαινοι καὶ οἱ ψόγοι τῶν μετὰ συγκαταθέσεως τοῦ λογισμοῦ ὑφ’ ἡμῶν πραττομένων εἰσί) καὶ ὅτι τὰ ἐνύπνια τῶν οὐκ ἐφ’ ἡμῖν ἐστιν, ἀλλ’ ὅμως καὶ διὰ τῶν ἐνυπνίων κινεῖ ἐν ἡμῖν ἀμφοτέρων τὰς πράξεις, καὶ τῶν σεμνῶν καὶ τῶν
5αἰσχρῶν, ταύτας ἔχων ἐν αὑτῷ τὰς ἐλπίδας, μήπως ἢ τῇ τῶν σεμνῶν ἐργασίᾳ ἐξεγείραι ἡμᾶς εἰς ματαίαν καύχησιν τῶν ἡμῖν μὴ πεπραγμένων, ἢ τῇ τῶν αἰσχρῶν ἐργασίᾳ δυνηθείη εὑ‐ ρεῖν ἡμᾶς ἐπὶ ἀνόμῳ πράξει τερπομένους. Ἀλλὰ τὸ μὲν ἰδεῖν

403

C

τὰ τοιαῦτα ἐνύπνια οὐκ ἔστιν ἐφ’ ἡμῖν, τὸ δὲ τερφθῆναι ἐπὶ τῇ οὕτως ἀβουλήτῳ πράξει ἢ λυπηθῆναι τοῦτο ἐφ’ ἡμῖν ἐστι. Κἂν μὲν οὖν εὕρῃ ἡμᾶς ἐπὶ τῇ ἀβουλήτῳ πράξει τερπομένους, καυχᾶται ὡς νικητὴς ὁ ἀντίπαλος, ἐὰν δὲ λυπουμένους, μα‐
5ταιοῦται τῇ βουλῇ ἡττώμενος. Ἱκανὸν οὖν ὑπάρχει πρὸς τὴν ἀπαλλαγὴν τοῦ κακοῦ μηχανήματος τὸ λυπηθῆναι ἐπὶ τῷ ἀβουλήτως συμβεβηκότι καὶ δάκρυσιν ἀποπλύνειν τὸ μυσα‐ ρὸν τῶν οὕτως ἀβουλήτως ἐν ἡμῖν ὑφισταμένων φαντασιῶν.
Ἀπέχεσθαι δὲ τοὺς οὕτως τὰ ἀβούλητα πάσχοντας τῆς κοινω‐30

403

D

νίας τῶν θείων μυστηρίων, οὐδ’ ὅλως δίκαιόν ἐστιν· εἰ δὲ μή γε, ἀναιροῦμεν κατὰ τοῦτο τῶν βουλητῶν τε καὶ τῶν ἀβου‐ λήτων κακῶν τὴν διαφοράν. Ἐρώτησις κβʹ.
5 Εἰ τῷ σίτῳ συναυξάνεσθαι τὰ ζιζάνια ὁ δεσπότης Χρι‐ στὸς ἀπεφήνατο, πῶς τὰ μὲν ζιζάνια πεπλήθυνται, σχεδὸν δὲ ὁ σῖτος ἐξέλιπε; Καὶ τίς ἡ ἀπόδειξις τοῦ εἶναι σῖτον τὸν ἐκλείψαντα; Πῶς δὲ τῆς συναυξήσεως τούτων ἡ πρόῤῥησις οὐ διέψευσται;

404

A

Ἀπόκρισις. Ἀπόδειξις τοῦ σῖτον εἶναι τὸν ἐκλείψαντα αὕτη ἐστὶν ἡ παρ’ αὐτοῦ πρόῤῥησις λέγουσα· Διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. Καὶ πάλιν· Ἐν
5ὑστέροις καιροῖς ἀφίστανταί τινες τῆς πίστεως καὶ προσέχουσι πνεύμασι πλάνοις καὶ διδασκαλίαις ἀνθρώπων. Καὶ πάλιν· Ἀπὸ μὲν τῆς ἀληθείας ἀποστρέφονται, πρὸς δὲ τοὺς μύθους

404

B

ἐκτραπήσονται. Καὶ πάλιν· Εἰσελεύσονται εἰς ὑμᾶς λύκοι βαρεῖς, μὴ φειδόμενοι τοῦ ποιμνίου, τοῦ ἀποσπᾶν τοὺς μα‐ θητὰς ὀπίσω αὑτῶν. Ὅτι δὲ ἕως τῆς συντελείας τοῦ αἰῶνος οὐκ ἐκλείπει ὁ σῖτος, δηλοῖ ὁ κύριος λέγων· Διὰ δὲ τοὺς
5ἐκλεκτούς, οὓς ἐξελέξατο ὁ πατήρ, κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι. Ἀλλ’ εἰ μὲν συνέβη τι τῷ σίτῳ τὸ μὴ εἰρημένον περὶ αὐτοῦ αὐξομένου τε καὶ ἐκλείποντος, δῆλον ὅτι διέψευσται ὁ περὶ αὐτοῦ λόγος· εἰ δὲ ἐξ ἀρχῆς τοῦ κηρύγματος ἕως τῆς συντελείας τοῦ αἰῶνος πάντα τὰ συμβησόμενα αὐτῷ διὰ τῶν

404

C

προῤῥήσεων δέδοται, φανερὸν ὑπάρχει ὅτι οὐδαμῶς διέψευσται ὁ περὶ αὐτοῦ λόγος. Ἀλλ’ εἰ μὲν ἔστι τὰ ζιζάνια, ἀνάγκη εἶναι καὶ τὸν σῖτον· ἐκ γὰρ τῆς ἀλλήλων παραθέσεως ὁ μὲν σῖτος γνωρίζεται ὅπερ ἐστίν, ὡσαύτως καὶ τὰ ζιζάνια· καὶ
5θατέρου μὴ ὄντος οὐδὲ τὸ ἕτερον γνωρίζεται ὅπερ ἐστίν. Ἐρώτησις κγʹ.
Εἰ πρὸ μὲν τοῦ πάθους ὁ κύριος ηὔχετο ἁγιασθῆναι ὑπὸ τοῦ πατρὸς τοὺς μαθητάς, μετὰ δὲ ταῦτα ὁ Ἰούδας ἀπώλετο,32

404

D

πῶς ἡ ὑπὲρ αὐτῶν προσενεχθεῖσα εὐχὴ φαίνεται δεδεγμένη; Πῶς δὲ δείκνυται ἀληθὲς καὶ τὸ Οἶδα ὅτι πάντοτέ μου ἀκούεις; Ἀπόκρισις.
5 Ἡ μὲν τοῦ Ἰούδα ἀπώλεια ἔκτοτε γεγένηται, ἐξ ὅτου λα‐ βὼν ὁ Χριστὸς τὸ ψωμίον καὶ βάψας αὐτῷ δέδωκε· καὶ λα‐ βὼν τὸ ψωμίον ὁ Ἰούδας εἰσῆλθεν εἰς αὐτὸν ὁ σατανᾶς, καὶ ἐξελθὼν ἀπέῤῥηξεν ἑαυτὸν τῶν λοιπῶν μαθητῶν. Ἡ δὲ ὑπὲρ τῶν μαθητῶν εὐχὴ μετὰ τὸν χωρισμὸν τοῦ Ἰούδα ἐγένετο· καὶ
10τοῦτο δείκνυται ἐξ αὐτῆς τῆς εὐχῆς, ὅτε εὐξάμενος ὁ κύριος ἔλεγεν· Οὓς δέδωκάς μοι ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώ‐

405

A

λετο, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ γραφὴ πληρωθῇ. Γέγονε μὲν οὖν πρῶτον ἡ τοῦ Ἰούδα ἀπώλεια, ὕστερον δὲ ἡ ὑπὲρ τῶν μαθητῶν εὐχή, ἔπειτα δὲ τὸ πάθος τοῦ σωτῆρος. Ἐρώτησις κδʹ.
5 Εἰ θεός ἐστι δημιουργὸς καὶ δεσπότης τῆς κτίσεως, πῶς τὰ Ἀπολλωνίου τελέσματα ἐν τοῖς μέρεσι τῆς κτίσεως δύ‐ νανται; Καὶ γὰρ θαλάττης ὁρμὰς καὶ ἀνέμων φορὰς καὶ μυῶν
καὶ θηρίων ἐπιδρομάς, ὡς ὁρῶμεν, κωλύουσι. Καὶ εἰ τὰ ὑπὸ τοῦ κυρίου μὲν γινόμενα θαύματα ἐν μόνῃ τῇ διηγήσει34

405

B

φέρεται, τὰ δὲ παρ’ ἐκείνου πλεῖστα καὶ ἐπ’ αὐτῶν τῶν πραγμάτων δεικνύμενα, πῶς οὐκ ἀπατᾷ τοὺς ὁρῶντας; Καὶ εἰ μὲν κατὰ θείαν τοῦτο συγχώρησιν γέγονε, πῶς ὁδηγὸς εἰς ἑλληνισμὸν οὐ γέγονεν ἡ τοιαύτη συγχώρησις; Εἰ δὲ μὴ τοῦτο,
5πῶς οὐ δυνάμει τῶν δαιμόνων ἐκεῖνα γεγένηνται; Πάλιν δὲ εἴπερ θεὸς ὡς ἀγαθῷ τῷ γινομένῳ ἡδόμενος ἐκείνῳ συνήρ‐ γησε, διὰ τί μὴ διὰ προφητῶν ἢ ἀποστόλων τὰ τοιαῦτα γεγέ‐ νηνται; Εἰ δὲ μὴ ἠρέσκετο ὡς φαύλῳ, τίνος ἕνεκεν τὸ φαῦλον ἢ εὐθὺς οὐκ ἐκώλυσεν ἢ μετὰ βραχὺ οὐ κατέλυσεν, ἀλλ’ ἕως

405

C

αἰῶνος τῶν ἡμερῶν τῆς κτίσεως κρατεῖν συνεχώρησεν; Ἀπόκρισις. Ὁ μὲν Ἀπολλώνιος, ὡς ἀνὴρ ἐπιστήμων τῶν φυσικῶν δυνάμεων καὶ τῶν ἐν αὐταῖς συμπαθειῶν τε καὶ ἀντιπαθειῶν,
5κατὰ ταύτην τὴν ἐπιστήμην τὰ τελέσματα ἐποιεῖτο, οὐ κατὰ τὴν θείαν αὐθεντίαν· διὸ ἐν ἅπασι τοῖς ἀποτελέσμασιν ἐδεήθη τῆς τῶν ἐπιτηδείων ὑλῶν παραλήψεως, συνεργούσης αὐτῷ πρὸς τὴν τοῦ τελουμένου ἐκπλήρωσιν. Ὁ δὲ σωτὴρ ἡμῶν Χριστός, κατὰ τὴν θείαν αὑτοῦ αὐθεντίαν ποιῶν τὰ θαύματα, οὐδα‐

405

D

μῶς ἐδεήθη ὕλης, ἀλλὰ τοῖς προστάγμασί τε καὶ προῤῥήσεσιν αὐτοῦ ἠκολούθει καὶ ἀκολουθοῦσι τὰ πράγματα. Καὶ τὰ μὲν ὑπὸ τοῦ Ἀπολλωνίου γεγονότα τελέσματα, ἐπειδὴ κατὰ τὴν ἐπιστήμην γεγένηνται τῶν φυσικῶν δυνάμεων πρὸς τὴν
5σωματικὴν ἐργασίαν ἀνθρώπων, οὐκ ἀνέτρεψεν ὁ κύριος· αὐτὸν δὲ τὸν δαίμονα τὸν ἐν τῷ ἐκείνου ἀγάλματι ἱδρυμένον, τὸν ἐν ταῖς μαντείαις ἀπατήσαντα τοὺς ἀνθρώπους, ὡς θεὸν σέβειν καὶ τιμᾶν τὸν Ἀπολλώνιον, ἐφίμωσε, καταργήσας αὐ‐

406

A

τοῦ τὰς μαντείας· σὺν αὐτῷ δὲ καὶ τῶν λοιπῶν δαιμόνων τῶν ἐν τῷ θεῶν ὀνόματι ὑπὸ τῶν Ἑλλήνων τιμωμένων καθεῖλε τὴν
δυναστείαν, καθὼς ὁρᾶται τὰ πράγματα. Ἔχοντες δὲ ἐν τούτοις τῆς τοῦ Χριστοῦ θείας δυνάμεως τὰ γνωρίσματα, οὐ36
5χρὴ λέγειν τὰ τοῦ Χριστοῦ θαύματα ἐν ψιλῇ κεῖσθαι διηγήσει. Ἐρώτησις κεʹ.

406

B

Εἰ ἐπαιδεύθη Μωϋσῆς ἐν πάσῃ σοφίᾳ Αἰγυπτίων καὶ ἦν δυνατὸς ἐν ἔργοις καὶ λόγοις, καθώς φησιν ἡ θεία γραφή, πῶς ἀστρονομίαν καὶ γεωμετρίαν καὶ ἀστρολογίαν καὶ τὰ τού‐ τοις ἑπόμενα μετῆλθεν ὁ αὐτὸς μακάριος προφήτης; Τῶν
5γὰρ Αἰγυπτίων τότε ἡ σοφία τὰ τῆς πλάνης ὑπῆρχε διδάσκουσα διδάγματα. Διὰ τί οὖν ἐπὶ τοιούτοις λόγοις ἢ ἔργοις ὑπὸ τῆς γραφῆς θαυμάζεται; Ἀπόκρισις. Θαυμάζει τὸν προφήτην ἡ θεία γραφὴ ἐπὶ τῇ δυναστείᾳ

406

C

τῶν λόγων καὶ τῶν ἔργων, οὐχ ἕνεκεν τῶν λόγων καὶ τῶν ἔρ‐ γων καθ’ αὑτά· ἀνάξια γὰρ ἦν ἐκεῖνα καθ’ αὑτὰ πρὸς τὰ ἐγ‐ κώμια τοῦ προφήτου. Ἀλλ’ ἐπειδὴ δι’ ἑκατέρας μὲν περί‐ βλεπτος ὑπῆρχε τοῖς Αἰγυπτίοις ὁ προφήτης, τῆς δὲ τοῦ λόγου
5παιδείας καὶ τῆς τοῦ βίου κοσμικῆς λαμπρότητος, ἀμφοτέρων δὲ τὴν εἰς θεὸν εὐσέβειαν τιμήσας, διὰ τοῦτο αὐτὸν ἐθαύ‐ μασεν ἡ θεία γραφή. Ἀστρονομία δὲ καὶ ἀστρολογία καὶ γεωμετρία παρ’ Αἰγυπτίοις τότε χυδαῖά τε καὶ πεζὰ καὶ ἀγο‐ ραῖα μαθήματα λελόγιστο. Τίμια δὲ ἦν τότε παρ’ αὐτοῖς
10μαθήματα τὰ ἱερογλυφικὰ καλούμενα, τὰ ἐν τοῖς ἀδύτοις οὐ

406

D

τοῖς τυχοῦσιν ἀλλὰ τοῖς ἐγκρίτοις παραδιδόμενα· ὧν ὁ προ‐ φήτης εἰ καὶ τὴν εἴδησιν ἔσχεν, ἀλλ’ οὐκέτι καὶ τὴν χρῆσιν, ὡς ἀντικειμένην τῇ κατὰ θεὸν πολιτείᾳ τῶν Ἑβραίων, δι’ ἣν καταφρονήσας τῆς ἐν Αἰγύπτῳ πάσης βασιλικῆς δυναστείας
5εἵλετο συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ. Ἐρώτησις κϛʹ.
Εἰ πάντα τὰ ὕδατα αἷμα ὑπὸ Μωϋσέως γεγένηνται, πῶς ἐπάγει ἡ γραφὴ τὸ Ἐποίησαν δὲ καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰ‐38

407

A

γυπτίων ὡσαύτως; Ἢ γὰρ ψευδὲς τὸ πάντα τὰ ὕδατα γενέ‐ σθαι αἷμα ὑπὸ Μωϋσέως, ἢ πάλιν τὸ τοὺς ἐπαοιδοὺς πεποιη‐ κέναι ὡσαύτως. Καὶ περὶ τῶν λοιπῶν τῶν κατ’ αὐτοὺς θαυ‐ μάτων ὁ αὐτὸς λόγος.
5Ἀπόκρισις. Πάντων τῶν ὑδάτων τῶν ἐπάνω τῆς γῆς αἷμα γενομένων, ἠναγκάζοντο οἱ Αἰγύπτιοι κύκλῳ τοῦ ποταμοῦ ὀρύττειν φρέατα καὶ ἀντλεῖν ὕδωρ καὶ ποτίζειν ἐξ αὐτοῦ ἑαυτούς τε καὶ τὰ ζῶα αὐτῶν καὶ τὰ θρέμματα. Ἐκ τούτου τοῦ ὕδατος τοῦ ἐκ τῶν

407

B

φρεάτων ἀντλουμένου ἐποίησαν οἱ ἐπαοιδοὶ τὸ αἷμα, καὶ οὐ‐ δαμῶς διέψευσται ὁ λόγος. Καὶ τὰ μὲν ὑπὸ Μωϋσέως γενό‐ μενα θαύματα, ἅτε κατὰ τὴν θείαν γεγενημένα ἐνέργειαν, κατὰ μεταβολὴν γεγένηνται φύσεως τοῦ προκειμένου εἰς τὴν φύσιν
5τοῦ ἐκτελουμένου, τὰ δὲ ὑπὸ τῶν ἐπαοιδῶν γενόμενα κατὰ τὴν ἐνέργειαν ἐγένοντο τῶν δαιμόνων, τῶν φαντασάντων τὰς ὄψεις τῶν ὁρώντων, τὸν μὴ ὄφιν ὁρᾶν ὡς ὄφιν, καὶ τὸ μὴ αἷμα ὡς αἷμα, καὶ τοὺς μὴ βατράχους ὡς βατράχους.

407

C

Ἐρώτησις κζʹ. Εἰ ἐναντία ἑαυτῷ Μωϋσῆς οὐκ ἐδίδασκε τὰ μὲν ὀστέα τοῦ Ἰωσὴφ ἐπαγόμενος, τὸν δὲ ἁπτόμενον νεκροῦ ὡς ἀκάθαρ‐ τον μυσαττόμενος; Καὶ εἰ ἦν τις εὔλογος παρὰ τούτῳ αἰτία,
5ταύτην μὲν νυνὶ μάθωμεν. Τίνος δὲ ἕνεκεν ἡ γραφὴ οὐκ εἶπε, δι’ ἣν αἰτίαν ἐκεῖνα ποιῶν Μωϋσῆς ταῦτα ἐδίδασκεν; Ἀπόκρισις.

407

D

Ἐπειδὴ τελευτῶν ὁ Ἰωσὴφ περὶ τῆς μετακομιδῆς τῶν ὀστέων αὑτοῦ ὥρκισε τοὺς υἱοὺς Ἰσραήλ, καὶ ἦν ἀμφότερα τῷ Μωϋσῇ εἰς φυλακὴν προκείμενα, τὸ μὴ παραβαίνειν τὸν ὅρκον καὶ τὸ μὴ ἅπτεσθαι νεκροῦ, διὰ τοῦτο τῇ λύσει τοῦ νόμου λέ‐
5γοντος μὴ ἅψασθαι νεκροῦ ἐφύλαξε τὸν ὅρκον ἀπαράβατον· ἀδύνατον γὰρ ἦν αὐτῷ ἀμφότερα φυλάξαι ἀπαράβατα, καὶ τὸν νόμον καὶ τὸν ὅρκον. Τῇ μείζονι οὖν φυλακῇ τοῦ ὅρκου ἔλυσε τὴν ἐλάττονα φυλακὴν τοῦ νόμου· πανταχοῦ γὰρ τὸ ἔλαττον κακὸν αἱρετώτερον τοῦ μείζονος. Καὶ τοιαῦτα πολλὰ εὑ‐40
10ρίσκεται ἐν τῇ θείᾳ γραφῇ, ἅτινα οὐ λογίζεται ὁ θεὸς εἰς

408

A

ἁμαρτίαν τῶν παραβαινόντων αὐτὰ διὰ τὴν ἐν αὐτοῖς συμβεβη‐ κυῖαν ἀνάγκην, ὡς τὴν ὀκταήμερον περιτομὴν καὶ τὴν ἑπτα‐ ήμερον περικύκλωσιν τῆς Ἱεριχὼ καὶ τὴν ἐν σαββάτῳ προσ‐ αγωγὴν τῶν θυσιῶν, ἅτινα περιέχουσι τοῦ σαββάτου τὴν λύσιν.
5Ἔτι εἰ ἔταξεν ὁ προφήτης τοὺς ἐκ διαδοχῆς βαστάζοντας τοῦ Ἰωσὴφ τὰ ὀστέα καὶ κατὰ [ἑπτὰ ἡμέρας ἀκαθάρτους ὄντας] διὰ τῆς ἐν τῷ καθα[ρσίῳ] κατὰ τὸν νόμον τοῦ Μωϋσέως τού‐

408

B

του τοῦ ἀριθμοῦ [διατηρήσεως] καθαρίζεσθαι, οὐδ’ ἐναντίον ὧν εἶπέ τι διεπράξατο ὁ προφήτης. Τὸ δὲ ζητεῖν, διὰ τί οὐκ εἶπεν ὁ προφήτης τούτων τὴν αἰτίαν, ὅμοιόν ἐστι τῷ λέγειν, διὰ τί μὴ πᾶσαι αἱ γραφαὶ ἡρμηνευμέναι παρεδόθησαν
5παρὰ τῶν ἐκτεθεικότων αὐτάς· ἐπειδὴ ἐν τῇ τοῦ πράγματος διηγήσει ἐμφαντικῶς περιέχεται ἡ τοῦ πράγματος ἔννοια. Διότι οὐκ ἐδοκίμασεν ἡ γραφὴ τὸ ἐκθετικῶς ταύτην δηλῶσαι.

408

C

Ἐρώτησις κηʹ. Εἰ τὴν τῶν Φαρισαίων ἐσχηματισμένην εὐλάβειαν ἐλέγχων ὁ κύριος ἔλεγεν ὅτι τάφοι κεκονιαμένοι εἰσίν, πεπληρωμένοι ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας, καὶ ἐν τῷ νόμῳ ὁ
5ἁπτόμενος νεκροῦ ἀκάθαρτος ἐλογίζετο, ὡς ἄτοπον ἐργαζό‐ μενός τι, τούς τε νεκροὺς καὶ τοὺς τούτων μυσαττόμεθα τά‐ φους, ὑπό τε παλαιᾶς καὶ καινῆς ἀκαθάρτου τοῦ νεκροῦ κα‐

408

D

λουμένου· πῶς ἀμφοτέρων ὁ Χριστὸς ἐναντίως οὐκ ἔπραξεν,
ὅτι τὸν υἱὸν τῆς χήρας ἀνιστῶν ἥψατο τῆς σοροῦ καὶ τὴν θυγατέρα τοῦ Ἰαείρου τῆς χειρὸς ἐκράτησεν; Εἰ γὰρ καὶ ἀμ‐ φότεροι τελευταῖον ἀνέστησαν, ἀλλὰ τὴν ἁφὴν τὰ νεκρὰ ἐδέ‐42
5ξαντο σώματα. Ἀπόκρισις. Τῶν πτωμάτων τὰ νεκρὰ σώματα καὶ οἱ τούτων τάφοι μυσάττονται διὰ τὴν ἑπομένην αὐτοῖς βαρεῖαν δυσωδίαν καὶ οὐ διὰ τὴν νέκρωσιν. Εἰ γὰρ ἁπλῶς διὰ τὴν νέκρωσιν ἐμυ‐
10σάττοντο τῶν νεκρῶν τὰ σώματα, οὐκ ἄρα ἐχρῆν τοῖς τῶν ζώων νεκρῶν σωμάτων μέρεσι κεχρῆσθαι πρὸς τὴν τῶν ζώντων

409

A

χρείαν, ὡς τοῖς δέρμασι καὶ τοῖς κέρασι καὶ θριξὶ καὶ χολαῖς καὶ τοῖς στέασι καὶ ταῖς σαρξίν, ἅτινα οὐδεὶς λόγος δύναται ὑπεξελεῖν τῆς προσούσης αὐτοῖς νεκρώσεως. Εἰ δὲ νεκρὰ μὲν καὶ ταῦτα, οὐ μυσαττόμενα δὲ διὰ τὴν ἐξ αὐτῶν χρείαν, πῶς
5οὐκ ἔστι τῶν ἀτοπωτάτων τὸ καθαρὰ μὲν ἡγεῖσθαι ταῦτα διὰ τὴν ἐξ αὐτῶν χρείαν, μυσάττεσθαι δὲ τῶν ἁγίων μαρτύρων τὰ σώματα καὶ τοὺς τάφους ὑπὸ Ἑλλήνων, φυλακτικὰ ὄντα ἀπὸ τῆς τῶν δαιμόνων ἐπιβουλῆς καὶ ἰαματικὰ νοσημάτων τῶν κατὰ τὴν ἰατρικὴν τέχνην ἀνιάτων; Παρείκαζε δὲ ὁ κύριος τὴν
10τῶν Φαρισαίων ἐσχηματισμένην εὐλάβειαν τάφοις κεκονιαμέ‐

409

B

νοις, ὅτι ὥσπερ τῇ νοήσει τῶν ζώντων βδελυκτή ἐστι τῶν νε‐ κρῶν σωμάτων ἡ δυσωδία καὶ ἀκαθαρσία, οὕτως καὶ ἡ ἐκεί‐ νων ἀνομία βδελυκτή ἐστι τῇ νοήσει τῶν εὐσεβῶν, τρόπον τινὰ οὖσα αὐτῶν ψυχῆς νέκρωσις καὶ δυσωδία καὶ ἀκαθαρσία.
5Ὥσπερ γὰρ χωρισθείσης τῆς ψυχῆς τοῦ σώματος νεκρὸν τὸ σῶμα καὶ δυσῶδες καὶ ἀκάθαρτον, οὕτως χωρισθέντος τοῦ φόβου τοῦ θεοῦ τῆς ψυχῆς νεκρὰ ὑπάρχει ἡ ψυχὴ καὶ δυσώδης καὶ ἀκάθαρτος. Κατ’ ἐναντίωσιν δὲ ἔπραξεν ὁ κύριος οὐδὲν

409

C

οὔτε τῇ παλαιᾷ οὔτε τῇ καινῇ. Οὐκ ἦν γὰρ ὑπὸ τὸν νόμον, ὅτε τοὺς ἐν τῇ ἐρωτήσει εἰρημένους νεκροὺς ἤγειρεν. Ἀπὸ γὰρ τοῦ βαπτίσματος ἤρξατο ὁ κύριος τῆς εὐαγγελικῆς πολιτείας, οὔσης ἔξωθεν τῆς τοῦ νόμου φυλακῆς· διὸ οὐκ ἐμιάνθη ἁψά‐
5μενος τοῦ νεκροῦ. Κατὰ δὲ τὴν καινὴν ἐκεῖνα μόνα ἦν μιαν‐ τικὰ ἀνθρώπων τὰ ἐκ τῆς καρδίας ἐξερχόμενα κακά· τὸ δὲ
ἅπτεσθαι νεκροῦ οὐ μιαίνει τὸν ἄνθρωπον. Ἐρώτησις κθʹ.44

409

D

Εἰ πεπλήρωτο ὁ οἶκος, ἔνθα ὁ κύριος ἦν ὁπηνίκα ὁ πα‐ ράλυτος ἔμελλε θεραπεύεσθαι, καὶ διὰ τοῦτο ἠναγκάσθησαν οἱ βαστάζοντες αὐτὸν καταλῦσαι τὴν ὀροφὴν καὶ δι’ αὐτῆς καθεῖναι τὸν ἀσθενοῦντα, πῶς οἱ ἐν τῷ οἴκῳ ἠθροισμένοι
5ὄχλοι οὐκ ἐπλήγησαν τῆς ὀροφῆς λυομένης; Ἀπόκρισις. Αἰσθανόμενοι οἱ ἐν τῷ οἴκῳ μελλούσης τῆς ὀροφῆς ἀπο‐ στεγοῦσθαι πάντως ὑπεχώρησαν. Οὐ γὰρ οὕτως ἦσαν ἀνόητοι οἱ τὴν ὀροφὴν ἀποστεγοῦντες, ὥστε μὴ βοᾶν τοῖς ἐν τῷ οἴκῳ

410

A

ὑποχωρεῖν ἵνα μὴ πλήσσωνται. Οὐδὲ γὰρ ὅλης τῆς ὀροφῆς ἦν χρεία ἀποστεγοῦσθαι, ἀλλὰ τόσον ὅσον ἤρκει εἰς τὴν ὑπο‐ χάλασιν τοῦ παραλύτου. Ἐρώτησις λʹ.
5 Εἰ ἑκάστῳ ἀνθρώπῳ ἄγγελος παρέπεται φύλαξ, καθὼς ἡ θεία γραφὴ λέγει, οἱ δὲ ἄνθρωποι ποτὲ μὲν αὔξησιν, ποτὲ δὲ μείωσιν, ὡς ἐπὶ τοῦ κατακλυσμοῦ καὶ τῶν λοιπῶν συμφο‐ ρῶν, διὰ τὰς ἑαυτῶν πράξεις ὑπέμειναν, οἱ τῆς αὐξήσεως καὶ μειώσεως ὄντες ἀνεπίδεκτοι ποίαν τότε λειτουργίαν ἐπλή‐

410

B

ρουν, ἑκάστου τῶν ἀγγέλων παρὰ θεοῦ λειτουργίαν ἐξ ἀρχῆς εἰληφότος; Ἀπόκρισις. Οἱ μὲν ἄγγελοι πάντες, ἄρχοντές τε καὶ ἀρχόμενοι, λει‐
5τουργίαν ἐκπληροῦσι χρειώδη τοῖς οὐρανοῖς καὶ τοῖς διὰ τὸν ἄνθρωπον· οἱ δὲ λειτουργεῖν εἰληφότες τὸ παρέπεσθαι τοῖς ἀνθρώποις φύλακες ἀεὶ μὲν αὔξονται, μειοῦνται δὲ οὐδέποτε. Ἢ γὰρ παρέπονται τῷ συναμφοτέρῳ, ψυχῇ λέγω καὶ σώματι,
ἢ παρέπονται τῇ ψυχῇ μετὰ τὴν ἐκ τοῦ σώματος ἔξοδον τῆς46

410

C

ψυχῆς ἕως τοῦ καιροῦ τῆς τοῦ κόσμου ἀνακτίσεως. Πρὶν ἢ δὲ ταγῶσι παρέπεσθαι τοῖς ἀνθρώποις καὶ φυλάττειν αὐτούς, ἐν ταῖς ἄλλαις ὑπὲρ ἀνθρώπων λειτουργίαις λειτουργοῦσι τοῖς οἰκείοις ἄρχουσιν.
5Ἐρώτησις λαʹ. Εἰ νεύματι θείῳ αἱ νεφέλαι τὸν ὑετὸν τῇ γῇ καταπέμ‐ πουσι, διὰ τί τὰς νεφέλας οἱ καλούμενοι νεφοδιῶκται ἐπαοι‐ δίαις τισὶ κατασκευάζονται, ἔνθα βούλονται, χαλάζας καὶ ἀμέτρους ὑετοὺς ἀκοντίζειν;
10Ἀπόκρισις.

410

D

Τοῦτο ἐπειδὴ κατὰ τὰς ἁγίας γραφὰς μαρτυρεῖς, τοὺς ὑετοὺς εἶναι ἐκ τῶν ἐπαοιδῶν ἄπιστον. Καὶ γὰρ αὐτὸς ὁ ταύτην περὶ τούτου ἐρωτήσας τὴν ἐρώτησιν οὐκ ἀφ’ ὧν ἐθεάσω γινομένων τὴν ἐρώτησιν πεποίηκας, ἀλλ’ ἀφ’ ὧν
5ἤκουσας. Ἐρώτησις λβʹ. Εἰ θνητὴν ὁ θεὸς τὴν ἡμετέραν ἔκτισε φύσιν, πῶς λέγεις ὅτι Ὁ θεὸς θάνατον οὐκ ἐποίησεν;

411

A

Ἀπόκρισις. Οὐκ, εἴ τι θνητὸν τῇ φύσει, τοῦτο ἀνάγκη πάντως ἀπο‐ θανεῖν· καὶ τούτου ἡ ἀπόδειξις τὸ θνητοὺς ὄντας τὴν φύσιν τόν τε Ἐνὼχ καὶ τὸν Ἡλίαν ἐν ἀθανασίᾳ ἔτι διαμένειν, τοῦ
5Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ γενομένους ἀνωτέρω. Ἀληθὲς οὖν τὸ θνητὴν τὴν φύσιν ἡμῶν πεποιηκέναι τὸν θεόν, καὶ εἰσ‐
ελθεῖν τὸν θάνατον εἰς τὸν κόσμον τῇ τοῦ ἀνθρώπου παρακοῇ. Εἰ μὲν γὰρ ὥσπερ ἐποίησεν ὁ θεὸς θνητὴν τὴν φύσιν οὕτως ἐποίησε καὶ τὸν θάνατον, οὐκ ἂν διὰ τῆς παρακοῆς ὁ θάνα‐48

411

B

τος· καὶ εἰ ὁ θεὸς τὴν παρακοὴν οὐκ ἐποίησεν, οὐδ’ ἄρα τὸν θάνατον. Ἐρώτησις λγʹ. Εἰ τῶν ἀνθρώπων ἡ φύσις ὡς θνητῶν μὲν τὸ οἰκεῖον
5ἐπιγινώσκει πέρας, ὁ δὲ ἑκάστου χρόνος οὐ κατά τινά ἐστιν ὅρον, ὅπερ καλοῦσιν οἱ ἐκτὸς εἱμαρμένην, πῶς τῷ Ἐζεκίᾳ προσετέθησαν χρόνοι; Τὸ γὰρ προστεθὲν ἐπὶ τοῦ προορι‐ σθέντος ἀριθμοῦ δῆλον ὅτι λαμβάνεται. Πόθεν οὖν ἐπὶ τῶν τελευτώντων τὸ τοῦ χρόνου ἀόριστον δείκνυται;
10Ἀπόκρισις.

411

C

Ὅτι δὲ οὐχ ὥρισται τῆς ἑκάστου ζωῆς ὁ χρόνος, δείκνυται ἐκ τῶν γραφικῶν φωνῶν οὕτως· Ἐάν, φησίν, ἐν τῷ πεδίῳ εὕρῃ ἄνθρωπος νεάνιδα μεμνηστευμένην καὶ βιασάμενος αὐτὴν κοιμηθῇ μετ’ αὐτῆς, τὸν μὲν ἄνδρα ἀποκτείνατε, τὴν δὲ νεά‐
5νιδα μὴ ἀποκτείνητε. Ὃν γὰρ τρόπον ἐπάταξεν ἄνθρωπος ἐπὶ τὸν πλησίον αὐτοῦ, καὶ πατάσσων αὐτὸν οὐχὶ παρῆν ὁ βοηθῶν, οὕτως ἐγένετο τὸ πρᾶγμα τοῦτο. Καὶ ἐβόησεν ἡ νεᾶ‐ νις, καὶ ὁ βοηθῶν αὐτῇ οὐκ ἦν. Οὐκ ἂν δὲ παρείκασεν ἡ θεία γραφὴ τὴν βεβιασμένην κοίμησιν τῇ βεβιασμένῃ ἀναιρέ‐

411

D

σει, εἰ ἦν ὁ θάνατος ὡρισμένος· τὸ γὰρ παρὰ θεοῦ ὡρισμένον ἀβίαστόν τε καὶ ἀπαράβατον. Ἀλλ’ εἰ τοῦτο, δῆλον ὅτι οὐ τῇ προωρισμένῃ ζωῇ τοῦ Ἐζεκίου προσετέθησαν χρόνοι ζωῆς, ἀλλὰ τοῖς ἀορίστως προλαβοῦσιν ἔτεσιν αὐτοῦ, ὧν τὸ τέλος
5ἐγίνετο διὰ τοῦ θανατικοῦ πάθους, μὴ τοῦ θεοῦ ἐκ τοῦ πά‐ θους ἰασαμένου αὐτὸν καὶ εἰς τὸ ζῆν αὐτὸν ἀποκαταστήσαντος. Ἐρώτησις λδʹ. Εἰ, καθώς τινές φασιν, ὁ κατακλυσμὸς ἐν παντὶ τόπῳ

412

A

τῆς γῆς οὐ γέγονεν, ἀλλ’ ἐν ᾧ οἱ τότε ἄνθρωποι ᾤκουν, πῶς ἀληθὲς ὅτι ὑψώθη τὸ ὕδωρ ἐπάνω πάντων τῶν ὑψηλῶν ὀρέων
δεκατέσσαρας πήχεις; Ἀπόκρισις.50
5 Οὐ δοκεῖ ἀληθὲς εἶναι τὸ μὴ ἐν παντὶ τῷ κόσμῳ τὸν κατακλυσμὸν γεγονέναι, εἰ μή τι ἄρα κοιλότεροι ἦσαν οἱ τόποι, ἔνθα ὁ κατακλυσμὸς ἐγένετο, τῶν λοιπῶν τόπων τῆς γῆς. Ἐρώτησις λεʹ.

412

B

Εἰ τῶν ἀλόγων ἁπάντων δημιουργός ἐστιν ὁ θεός, διὰ τί τὸ διχηλοῦν ὁπλὴν καὶ μηρυκισμὸν ἔχον καθαρὸν εἶναι ἀπεφήνατο; Καὶ πάλιν διὰ τί τὸ μηρυκισμὸν μὲν ἔχον, οἷον κάμηλος, ὁπλὴν δὲ μὴ διχηλοῦν, ἐν τοῖς κακοῖς τέτακται, καὶ
5τὸ διχηλοῦν μὲν τὴν ὁπλήν, μηρυκισμὸν δὲ μὴ ἔχον, οἷον χοῖ‐ ρος, ἐν τοῖς μὴ καθαροῖς λελόγισται; Καὶ ἐν τοῖς ἰχθύσι δὲ τὰ ἀλεπίδωτα; Καὶ τὰ πετεινὰ διὰ τί διῄρηνται, καίτοι τινῶν καθαρῶν, εἴ γε συγχωροῦνται, ταὐτὰ τοῖς ἀκαθάρτοις ἐσθιόν‐ των καὶ πραττόντων;

412

C

Ἀπόκρισις. Φύσει μὲν καθαρὰ ὑπάρχει πάντα τὰ ζῶα καὶ καλὰ ὑπὸ τοῦ θεοῦ ἐξ ἀρχῆς γεγονότα κατὰ τὸ εἰρημένον· Καὶ εἶδεν ὁ θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν· καὶ τῆς θείας
5τετυχηκότα εὐλογίας λεγούσης· Αὐξάνεσθε καὶ πληθύνεσθε. Ἀλλ’ ἐπειδὴ ἐβούλετο ὁ θεὸς ὥσπερ ἐν πᾶσι τοῖς ἐσθιομέ‐ νοις ὑπὸ τὸν ζυγὸν τῆς τοῦ νόμου δουλείας ποιήσασθαι τοὺς Ἰουδαίους, διὰ τοῦτο τῶν ζώων καὶ πετεινῶν καὶ ἰχθύων τινὰ μὲν ὠνόμασε καθαρά, ὧν καὶ τὴν σφαγὴν καὶ τὴν βρῶσιν τοῖς

412

D

Ἰουδαίοις ἐπέτρεψε, τινὰ δὲ ἀκάθαρτα ὠνόμασεν, ὧν τὴν βρῶ‐ σιν αὐτοὺς ἀπεῖργε. Καθαρὰ οὖν ταῦτα καὶ ἀκάθαρτα λέ‐ γονται· καθαρὰ μὲν διὰ τὴν φύσιν, ἀκάθαρτα δὲ διὰ τὸν νό‐ μον. Ἄλλως δὲ πάλιν καθαρὰ καὶ ἀκάθαρτα λέγονται διὰ
5ταύτην τὴν αἰτίαν· ἐπειδὴ ἐν τῇ Αἰγύπτῳ τότε πάντα τὰ ζῶα πλὴν τοῦ χοίρου ἐθεοποιοῦντο, διὰ τοῦτο τῶν ζώων τὰ μὲν
καθαρά, τὰ δὲ ἀκάθαρτα ὠνόμασε· καὶ τὰ μὲν καθαρὰ ἐπέ‐ τρεψεν αὐτοῖς θύειν, τὰ δὲ μὴ ἐσθίειν ὡς ἀκάθαρτα, δι’ ἑκατέρου δεικνύων αὐτὰ ἀνάξια ὄντα τῆς τοῦ θεοῦ προσηγορίας52

413

A

τε καὶ τιμῆς, καὶ διὰ τοῦ θύεσθαι καὶ ἐσθίεσθαι, καὶ πάλιν διὰ τοῦ καλεῖσθαι αὐτὰ ἀκάθαρτα. Ἐρώτησις λϛʹ. Εἰ τὸ θεῖον τροπῆς ἀνεπίδεκτον, διὰ τί περὶ τῆς χρί‐
5σεως τοῦ Σαοὺλ λέγει μεταμελεῖσθαι καὶ περὶ τῆς καταστρο‐ φῆς τῆς Νινευῒ ὅτι μετενόησεν; Ἀπόκρισις.

413

B

Ὁ δεσπότης θεὸς καὶ κατὰ τὸ ὑπάρχειν καὶ κατὰ τὸ πράττειν τὰς πρεπούσας αὐτῷ πράξεις ἄτρεπτός ἐστι. Προ‐ νοῶν δὲ τῶν τρεπομένων πρὸς τὸ λυσιτελὲς τοῖς ὑπ’ αὐτοῦ προνοουμένοις τρέπει τὰ πράγματα· διὸ καὶ πρὸς τὸ συγγι‐
5νώσκειν καὶ πρὸς τὸ μὴ συγγινώσκειν ἀτρέπτως ἔχει. Συγ‐ γινώσκει γὰρ ἀτρέπτως τοῖς διορθοῦσι τὰ ἑαυτῶν πταίσματα, τοῖς δὲ ἀδιορθώτως ἔχουσι πρὸς τὰ κακὰ ἀτρέπτως οὐ συγγι‐ νώσκει. Τὸ οὖν Μεταμεμέλημαι τὸ ἄτρεπτον αὐτοῦ ἐμφαίνει

413

C

τὸ κατὰ τὸ μὴ συγγινώσκειν, τὸ δὲ Μετενόησεν ὁ κύριος τὸ ἄτρεπτον αὐτοῦ δηλοῖ τὸ κατὰ τὸ συγγινώσκειν. Ἄτρεπτος γάρ ἐστιν ὁ θεός, καὶ ἀεὶ ἐν τοῖς αὐτῷ πρέπουσι ποιεῖν δια‐ μένει· τροπὴν δ’ εἰς τὸ ποιεῖν τὰ μὴ πρέποντα αὐτῷ οὐ δέ‐
5χεταί ποτε. Ἐρώτησις λζʹ. Εἰ τὸ Ἰωάννου βάπτισμα μὴ κατὰ νόμον ἦν, ὥσπερ οὖν οὔτοι ἦν, πῶς οὐκ ἦν παρὰ τὸν νόμον, καὶ πῶς ὑπὸ τῶν ἐννόμων ἐδέχθη; Πῶς δὲ οὐ παράνομοι οἱ ὑπὸ τὸν νόμον

413

D

ὄντες καὶ τὸ παρὰ τὸν νόμον δεξάμενοι βάπτισμα; Εἰ δὲ ὑπὸ τὸν νόμον ἐτύγχανε τὸ τῆς χάριτος βάπτισμα, μήτε κατὰ νό‐ μον μήτε ὑπὲρ νόμον μήτε παρὰ νόμον λεγόμενον, κατὰ τί γι‐
νόμενον εὑρεθήσεται;54
5Ἀπόκρισις. Τὸ βάπτισμα Ἰωάννου προοίμιον ἦν τοῦ εὐαγγελίου τῆς χάριτος· διὸ καὶ ὑπὲρ τὸν νόμον οὐκ ἦν. Οὐδὲ γὰρ ἐνεδέχετο τοὺς κατὰ τὸν νόμον ἁμαρτήσαντας ἐν τούτῳ διὰ μετανοίας τε καὶ πίστεως τοῦ Χριστοῦ δέξασθαι τὴν συγχώρησιν.

414

A

Ἐρώτησις ληʹ. Εἰ πιστώσασθαι τοὺς μαθητὰς ὁ Ἰωάννης περὶ τοῦ Χρι‐ στοῦ, ὅτι αὐτός ἐστιν, ἐβούλετο, ὅτε ἀπέστειλεν αὐτοὺς πρὸς αὐτόν (τοῦτο γάρ τινες εἰρήκασι), διὰ τί μὴ κατὰ ἀπόφασιν
5εἶπεν αὐτοῖς, ἀλλὰ πεῦσιν δι’ αὐτῶν τῷ Χριστῷ προσήγαγεν; Εἰ δὲ αὐτὸς διὰ τὸ τῇ εἱρκτῇ ἑαυτὸν ἐμβεβλῆσθαι ἐκ τῶν νοουμένων ποικίλως εἰς τὴν περὶ αὐτοῦ ἀμφιβολίαν κατέστη (καὶ γὰρ τοῦτο εἰρήκασιν ἕτεροι), διὰ τί ὡς μηδέπω αὐτὸν

414

B

ἐλθόντα ἐγνωκὼς ἐρωτᾷ; Τὸ γὰρ Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν; ὡς μηδέπω μὲν τὸν Χριστὸν παραγενόμενον, ἔρχεσθαι δὲ αὐτὸν προσδοκώμενον τὴν ὑπόνοιαν δίδωσι. Πε‐ πεισμένος γὰρ τοῦτο οὐκ ἂν ἐπηρώτησε· Σὺ εἶ ὁ Χριστὸς ἢ
5ἕτερός τις παρ’ ἐκεῖνον; Ἀπόκρισις. Ἐπειδὴ διάφοροι φῆμαι περὶ ὧν ἐποιήσατο θαυμάτων ὁ Ἰησοῦς διέτρεχον, τῶν μὲν λεγόντων· Ἡλίας ἐστὶν ὁ ταῦτα

414

C

ποιῶν, τῶν δέ· Ἱερεμίας, τῶν δέ· Ἄλλος τις τῶν προφητῶν, ταύτας τὰς φήμας ἀκούων ὁ Ἰωάννης ἐν τῇ εἱρκτῇ πέμπει τοὺς μαθητὰς αὑτοῦ μαθεῖν, εἰ ὁ τὰ σημεῖα ποιῶν αὐτός ἐστιν
ὁ ὑπ’ αὐτοῦ μαρτυρηθείς, ἢ ἕτερός τις ὁ παρὰ τῶν πολλῶν56
5θρυλλούμενος. Γνοὺς δὲ ὁ Ἰησοῦς τοῦ Ἰωάννου τὸν σκοπὸν ἐπὶ τῆς παρουσίας τῶν μαθητῶν Ἰωάννου ἐποίησε πολλὰ θαύματα, πείθων αὐτοὺς καὶ τὸν Ἰωάννην δι’ αὐτῶν, ὡς αὐτὸς εἴη ὁ πεποιηκὼς καὶ τὰ ἐπ’ ὀνόματι ἑτέρων φημιζόμενα θαύ‐ ματα, ὁ ὑπ’ αὐτοῦ μαρτυρηθείς.

414

D

Ἐρώτησις λθʹ. Εἰ πάντας ἕλκειν πρὸς ἑαυτὸν ὁ δεσπότης Χριστὸς μετὰ τὴν οἰκείαν ὕψωσιν ἐπηγγείλατο, πῶς οὐ πάντες τῇ εἰς αὐτὸν πίστει προσέδραμον; Πῶς δὲ αὐτὸς ἐπαγγειλάμενος πρὸς αὑ‐
5τὸν ἕλκειν οὐκ ἐναντιοῦται τῷ Οὐδεὶς ἔρχεται πρός με, ἐὰν μὴ ὁ πατήρ μου ἑλκύσῃ αὐτόν; Ἀπόκρισις.

415

A

Ἀπὸ τοῦ οἰκείου τέλους πᾶς λόγος κρίνεται. Τέλος δέ, τὸ πάντας ἕλκειν πρὸς ἑαυτόν, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν. Οὐ χρὴ οὖν πρὸ τοῦ τέλους τὰ τοῦ τέλους ἀπαιτεῖν. Ἕλκει δὲ ὁ πατὴρ πρὸς τὸν υἱὸν τῷ
5διδόναι καὶ τῷ υἱῷ ἐξουσίαν καὶ δύναμιν τοῦ δύνασθαι πάντας ἕλκειν πρὸς ἑαυτόν. Οὐκ ἄλλοτε οὖν ἕλκει ὁ πατὴρ πρὸς τὸν υἱὸν καὶ ἄλλοτε ὁ υἱὸς πρὸς ἑαυτόν· διὸ οὐδὲν ἐναντίον ἐν τοῖς λόγοις. Ἐρώτησις μʹ.

415

B

Εἰ ἐν τοῖς δαιμονῶσιν οἱ δαίμονες διηνεκῶς ἐνοικοῦσι, πῶς ἑτέροις κατασκευάζουσι βλάβας; Εἰ δὲ τοῦτο ποιοῦσι τῶν πασχόντων πρὸς βραχὺ χωριζόμενοι, πῶς, ὅτε ἀοράτῳ δυνά‐ μει ἀπ’ αὐτῶν διωχθῶσιν, οὐκέτι ἐν αὐτοῖς ἴχνη τῆς οἰκείας
5παρουσίας δεικνύουσιν; Ἀπόκρισις.
Ἀδύνατον τὸν τοῖς δαίμοσι [κάτοχον] ποιῆσαί τι [ἀπόν‐ τος τοῦ δαίμονος· ὅσα γὰρ] ποιεῖ τῇ παρουσίᾳ παρόντος τοῦ [δαίμονος ποιεῖ, οὗ ἀποχωρήσαντος] οὐδὲ τὰ ἴχνη αὐτοῦ πάρ‐58

415

C

εστιν· ἡ γὰρ ἀπελαύνουσα αὐτὸν ἀόρατος δύναμις φόβον αὐτῷ ἐντίθησι τοῦ μηκέτι πλησιάζειν τῷ τεθεραπευμένῳ. Ἐρώτησις μαʹ. Εἰ μόνου θεοῦ ἐστι ζωὴν καὶ ἰσχὺν διδόναι τοῖς σώμασι,
5πῶς τοῦτο ποιοῦσιν οἱ δαίμονες, ἐνισχύοντες τῶν δαιμονών‐ των τὰ σώματα, ὥστε τὰ δεσμὰ καὶ τὰς ἁλύσεις συντρίβειν; Ἐδεσμεῖτο γὰρ ἁλύσεσι καὶ πέδαις, καὶ διαῤῥήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαίμονος εἰς τὴν ἔρημον.

415

D

Ἀπόκρισις. Οὐ τῷ σώματι παρέσχεν ὁ δαίμων τὴν δύναμιν πρὸς τὸ δύνασθαι συντρίβειν καὶ διαῤῥήσσειν τὰ δεσμὰ καὶ τὰς ἁλύ‐ σεις, ἀλλὰ αὐτὸς ὁ δαίμων συνέτριβε καὶ διέῤῥηξε τὰ δεσμὰ
5καὶ τὰς ἁλύσεις, εἰ καὶ ἡ θεία γραφὴ τῷ δαιμονιῶντι προσῆψε τοῦ δαίμονος τὰ ἔργα. Ἐρώτησις μβʹ. Εἰ τῶν μερῶν τῆς κτίσεως οἱ δαίμονες οὐκ ἐξουσιάζουσι,

416

A

διὰ τί παρακουσθέντων τῶν χρησμῶν τοῖς Ἕλλησι τιμωρίας ἐπήγαγον, καὶ θεραπευθέντων τῶν εἰδώλων ταύτας ἀνέσχον καὶ ἀγαθὰ αὐτοῖς ἀντὶ τούτων παρέσχον; Πόθεν οὖν αὐτοῖς δυνατὸν εἰς τὴν ἑκατέρου ἔννοιαν;
5Ἀπόκρισις. Ἔθος ἦν τοῖς δαίμοσι πρὸς πλάνην ἀνθρώπων προστι‐ θέναι ἑαυτοῖς ὥσπερ τοῦ θεοῦ τὸ ὄνομα οὕτως καὶ τὴν ἰσχύν. Ὅτι δὲ οὐκ ἔστι τοῖς δαίμοσιν ἰσχὺς ἀμυντικὴ τῶν ἀνηκόων

416

B

καὶ εὐεργετικὴ τῶν ὑπηκόων, δείκνυται ἐκ τῆς καταλύσεως ἧς ὑπέμεινεν ὁ ἑλληνισμὸς ὑπὸ τοῦ χριστιανισμοῦ. Φανερῶς γὰρ
ὤφθη ὁ ἑλληνισμὸς οὐχ ἑτέρᾳ δυνάμει κατὰ τοῦ χριστιανισμοῦ χρησάμενος πλὴν τῇ διὰ χειρὸς ἀνθρώπων καὶ ξιφῶν· εἰ γὰρ60
5εὐπόρει ὁ ἑλληνισμὸς θείας δυνάμεως ὑπερμαχούσης αὐτοῦ καταλυομένου, οὐκ ἂν τῇ ἀνθρωπίνῃ δυνάμει ἐχρήσατο σώζειν ἑαυτόν, μάτην προσδοκήσας θεοὺς αὑτοῦ, ἐκ τῆς καταλύσεως· ὅπερ ἐστὶ μέγιστος ἔλεγχος τῆς τῶν δαιμόνων ἀσθενείας καὶ

416

C

τοῦ μηδέποτε αὐτοὺς δυνηθῆναι θεῖα ἔργα ἐκτελεῖν, τιμωρη‐ τικὰ τῶν ἀνηκόων καὶ εὐεργετικὰ τῶν ὑπηκόων. Ἔτι δὲ εἰ πᾶσα θεραπεία ἐστὶ ζώντων τε καὶ αἰσθανομένων, πῶς οὐκ ἔστι προδήλως ψευδὲς τὸ Θεραπευθέντων δὲ τῶν εἰδώλων
5ἀνέσχον τὰς τιμωρίας, τῶν μήτε ζώντων μήτε αἰσθανομένων, ἀλλ’ ὥσπερ πρὸς τὰς θεραπείας οὕτως καὶ πρὸς τὴν παρακοὴν τῶν χρησμῶν ἀναισθήτως ἐχόντων; Ἐρώτησις μγʹ. Εἰ ἐν τῷ καιρῷ τοῦ κατακλυσμοῦ λέγει ὅτι δύο δύο καὶ
10ἑπτὰ ἑπτὰ ἐν τῇ κιβωτῷ εἰσηνέχθησαν ἀλογίστως, οὐ τέσσαρα

416

D

καὶ δεκατέσσαρα ἐκ τῶν ἀκαθάρτων καὶ καθαρῶν, καί τινες τέσσαρα εἰρήκασι, τινὲς δὲ ὅτι δύο ἀκάθαρτα μόνον, ὁτιοῦν ἐκ τῶν δύο ἀληθέστερον; Ἀπόκρισις.
5 Ἀληθέστερον εἶπεν ὁ εἰπὼν τέσσαρα καὶ δεκατέσσαρα τοῦ εἰπόντος δύο καὶ ἑπτά· τὰ γὰρ δύο δύο εἶπεν ἀντὶ τοῦ δύο ἄῤῥενα καὶ δύο θήλεα, καὶ ἑπτὰ ἑπτὰ ἀντὶ τοῦ ἑπτὰ ἄῤῥενα καὶ ἑπτὰ θήλεα. Ἀκάθαρτα δὲ τὰ δύο δύο.

417

A

Ἐρώτησις μδʹ. Ἐπειδὴ τὴν τῶν πολυομμάτων ζώων Ἡσαΐας καὶ Ἰεζε‐ κιὴλ ἐθεάσαντο ὀπτασίαν, ἆρα ἀμφοτέροις ἕν τι ἀπεκα‐ λύπτετο ἢ θατέρῳ ἐδείκνυτο θάτερον; Τί δὲ καὶ ἐδείκνυτο
5δεικνύμενον; Ἀπόκρισις. Διὰ μὲν τῆς κατὰ τὸν προφήτην Ἡσαΐαν ὀπτασίας τὸ62

417

B

κατὰ τὸν Χριστὸν ἐδήλου μυστήριον, καθήμενον ἐπὶ θρόνου δόξης καὶ τῇ βρώσει τῆς ἁγίας αὐτοῦ σαρκὸς καθαρισμὸν ποι‐ οῦντα ἁμαρτίας ἀσεβῶν ἀνθρώπων, τῶν ἐν πάσῃ τῇ γῇ δοξα‐ ζόντων τὴν ἁγίαν καὶ ὁμότιμον τριάδα ἐπὶ τῷ μεγέθει τῶν
5θείων δωρεῶν, ἧς τῷ ὀνόματι βαπτισθέντες ἐδικαιώθησαν λαβόντες τῆς τῶν οὐρανίων καὶ αἰωνίων ἀγαθῶν μετουσίας τὴν ἐλπίδα. Ὃν γὰρ ἐθεάσατο ὁ προφήτης ἄνθρακα τοῖς ἀκα‐ θάρτοις αὑτοῦ χείλεσι προσαγόμενον εἰς κάθαρσιν ἀνομιῶν

417

C

τε καὶ ἁμαρτιῶν, μήνυμα εἶχε τῆς δεσποτικῆς σαρκὸς καθαρι‐ ζούσης τὸ συνειδὸς τῶν ἐσθιόντων αὐτὴν ἀπὸ πάσης ἀσεβείας. Διὰ δὲ τῆς κατὰ τὸν προφήτην Ἰεζεκιὴλ ὀπτασίας τὰ μέλλοντα ἐδήλου συμβήσεσθαι τῷ Ναβουχοδονόσορ, βασιλεῖ Βαβυλῶνος,
5ψυχαγωγίαν ὄντα τῶν ἐν τῇ αἰχμαλωσίᾳ ἐν Βαβυλῶνι ὄντων Ἰσραηλιτῶν. Ἐθεάσατο δὲ ὁ προφήτης τετραπρόσωπα ζῶα, ὁμοιώματα ἔχοντα ἀνθρώπου τε καὶ λέοντος, μόσχου τε καὶ ἀετοῦ· λέγει δὲ καὶ ὁ προφήτης Δανιὴλ περὶ τοῦ Ναβουχοδο‐ νόσορ, ὅτι ηὐξήνθησαν οἱ ὄνυχες αὐτοῦ ὡς ἀετοῦ καὶ αἱ τρίχες

417

D

αὐτοῦ ὡς λέοντος, καὶ χόρτον ἐψώμισαν αὐτὸν ὡς τὸν μόσχον, καὶ καρδία ἀνθρώπου ἐδόθη αὐτῷ. Ἐκ ταύτης δὲ τῆς ὀπτα‐ σίας ψυχαγωγίαν τινὰ ἐντίθησι τοῖς Ἰσραηλίταις, τοὺς πρὸς τὴν κραταιάν τε καὶ ἰσχυρὰν σφόδρα τῶν Βαβυλωνίων δυνα‐
5στείαν ἀποβλεψαμένους καὶ ἐν ἀπογνώσει καθεστῶτας τοῦ μὴ δύνασθαι ἔτι ἐκ τῆς τοιαύτης αἰχμαλωσίας τυχεῖν ἐλευθερίας· ἵνα οὖν ἀπὸ ταύτης τῆς ἀπογνώσεως μεταστήσῃ τοὺς Ἰσραη‐ λίτας ὁ θεὸς καὶ παρασκευάσῃ αὐτοὺς πρὸς τὴν αὐτοῦ δυνα‐ στείαν ἀποβλέπειν, δείκνυσι τῷ προφήτῃ ἡμέρου τε καὶ ἀνη‐
10μέρου ζώου τὴν σύζευξιν καὶ βαρυσώμου καὶ πετεινοῦ τὴν σύμ‐

418

A

πηξιν· ἥμερον μὲν γὰρ ζῶον ὁ ἄνθρωπος, ἀνήμερον δὲ ὁ λέων,
καὶ βαρύσωμον μὲν ζῶον ὁ μόσχος, πετεινὸν δὲ καὶ κοῦφον ζῶον ὁ ἀετός. Ἐν ἐκείνοις μὲν οὖν δηλοῖ τὴν τῆς βασιλείας ἐξ ἀνημέρου εἰς ἡμερότητα μετάστασιν, ἐν τούτοις δὲ τῆς64
5βαρύτητος τῆς δουλείας εἰς τὴν ἐλευθερίαν μεταβολήν· ὑπό‐ ζυγος γὰρ ὁ μόσχος, ζυγοῦ δὲ ἐλεύθερος ὁ ἀετός. Δείκνυσι δὲ τῷ προφήτῃ καὶ τροχὸν ἐν τῷ τροχῷ, μηνύων δι’ αὐτῶν τὴν τῶν Ἰουδαίων ἀπαγωγὴν εἰς αἰχμαλωσίαν καὶ ἀπαγωγὴν εἰς τὰ ἴδια.

418

B

Ἐρώτησις μεʹ. Διὰ τί ἐπὶ τοῦ Ἰεζεκιὴλ κατακέχρηται ὁ θεῖος ὁρισμὸς τῷ τοῦ υἱοῦ τοῦ ἀνθρώπου προσρήματι, ὅπερ ἐπὶ τῶν ἄλλων προφητῶν οὐκ ἐποίησε; Καὶ εἰ τὴν παγκόσμιον ἀνάστασιν
5ἐπὶ τῶν ξηρῶν ὀστέων ὁ αὐτὸς προφήτης τεθέαται, καὶ εἰ τῷ ὄντι ἀνέστησαν τὰ ὀστέα ἄνθρωποι γενόμενοι τέλειοι, καθὼς ἡ τοῦ αὐτοῦ προφήτου διδάσκει βίβλος; Ἀπόκρισις. Ἐπειδὴ ἔμελλε διὰ τοῦ προφήτου Ἰεζεκιὴλ κατ’ ὀπτασίαν

418

C

προγράφεσθαι τῶν νεκρῶν ἡ ἀνάστασις, μέλλουσα γίνεσθαι ἐπὶ πραγμάτων διὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου κατὰ τὸ εἰρημέ‐ νον· Ἔρχεται ἡμέρα καὶ νῦν ἐστίν, ὅτε πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς τοῦ υἱοῦ τοῦ ἀνθρώπου, καὶ
5οἱ ἀκούσαντες ζήσονται· διὰ τοῦτο καλεῖται τῷ τοῦ υἱοῦ τοῦ ἀνθρώπου ὀνόματι. Καθάπερ Ἰησοῦς, ὁ τοῦ Ναυῆ, μέλλων κατ’ αὐθεντίαν ἡλίῳ καὶ σελήνῃ προστάσσειν τὴν στάσιν, λαμβάνει τοῦ Ἰησοῦ τὸ ὑπὸ τῆς κτίσεως τῇ ὑπακοῇ τοῦ προστάγματος τιμώμενον, οὕτως καὶ ὁ Ἰεζεκιὴλ λαμβάνει τοῦ
10υἱοῦ τοῦ ἀνθρώπου τὸ ὄνομα καὶ διὰ τῆς ὀπτασίας ἐγείρει τοὺς66

418

D

νεκροὺς τῇ δυνάμει τοῦ προσρήματος. Ἦν δὲ ἐπὶ τοῦ Ἰεζεκιὴλ τὰ πάντα ὀπτασία, καὶ τὰ ὀστέα καὶ ἡ τούτων ἀνάστασις. Δείκνυσι δὲ τῷ προφήτῃ ταύτην τὴν ὀπτασίαν ὁ θεός, προη‐ γουμένως μὲν μηνύων δι’ αὐτῆς τὴν ἐσομένην διὰ Χριστοῦ
5πάντων κοσμικὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν, ἔπειτα δὲ διὰ τὴν ψυχαγωγίαν τῶν Ἰσραηλιτῶν τῶν ἀπογνόντων ἑαυτοὺς τῷ δεδουλῶσθαι ὅτι ἐλεύθεροι ἔσονται τῆς τῶν Βαβυλωνίων βασι‐ λείας. Καθάπερ γὰρ τὰ νεκρὰ σώματα ἐν τοῖς μνημείοις κεί‐

419

A

μενα, ἐλπίδα οὐκ ἔχοντα ἐγέρσεως, οὕτως ἑαυτοὺς ἐλογίσαντο εἶναι ἐν Βαβυλῶνι, χωρὶς πάσης ἐλπίδος τῆς ἐπανόδου. Δηλοῖ δὲ τοῦτο ὁ αὐτὸς προφήτης ἐν οἷς λέγει· Καὶ ἐλάλησε κύριος πρός με λέγων· Υἱὲ ἀνθρώπου, τὰ ὀστᾶ ταῦτα πᾶς οἶκος
5Ἰσραήλ ἐστιν. Αὐτοὶ λέγουσι· Ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν, ἀπώλετο ἡ ἐλπὶς ἡμῶν, καὶ τὰ ἑξῆς. Ἐρώτησις μϛʹ. Εἰ καλὰ τὰ τοῦ βίου πάντα, διὰ τί οἱ τούτων ἀπεχόμενοι ἐν γραφαῖς ἐπαινοῦνται, καὶ οἱ ἀντεχόμενοι αὐτῶν διαβάλλον‐

419

B

ται; Εἰ δὲ φαῦλα τυγχάνει, διὰ τί τὰ φαῦλα τῇ ἡμετέρᾳ ζωῇ συμπαρέζευκται, καὶ ταῦτα ἀγαθοῦ τοῦ δημιουργοῦ τυγχά‐ νοντος; Ἀπόκρισις.
5 Οὐχ ἁπλῶς ἐπαινετὸν τὸ ἀπέχεσθαι τῶν τοῦ βίου κα‐ λῶν, οὔτε ἁπλῶς ψεκτὸν τὸ ἀντέχεσθαι αὐτῶν, ἀλλ’ ἑκάτερον πρέποντι λόγῳ γιγνόμενον, καὶ τὸ ἀπέχεσθαι καὶ τὸ ἀντέχε‐ σθαι αὐτῶν, ἐστὶν ἐπαινετόν· ἐναντίως δὲ γιγνόμενον, ἀμ‐ φότερά ἐστι ψεκτά. Ὅτι δὲ οὐδὲν φαῦλον κατ’ οὐσίαν συμ‐

419

C

παρέζευκται τῇ ἡμετέρᾳ ζωῇ, δηλοῖ ἡ θεία γραφὴ τῶν δη‐ μιουργημάτων ἐπαινοῦσα τὴν γένεσιν, λέγουσα· Καὶ εἶδεν ὁ θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν. Παρατρεψάν‐ των δὲ ἡμῶν ἑκουσίως τὰ καλά, φαῦλα ὑφίσταται. Οὐκ ἔστι
5γὰρ φαῦλον ἐν τῷ ὑγιεῖ, τῶν ἐν αὐτῷ καλῶν ἀνατρέπτων με‐ νόντων· ὥστε μηδὲν εἶναι φαῦλον παρὰ τὴν παρατροπὴν τοῦ
καλοῦ. Οὐδὲν οὖν συμπαρέζευκται φαῦλον τῇ ἡμετέρᾳ ζωῇ· τὰ γὰρ φαῦλα χρήσει ἀλόγῳ εἰσὶ φαῦλα καὶ οὐ φύσει, προαι‐ ρετὸν δὲ τὸ κεχρῆσθαι ἢ καλῶς ἢ φαύλως.68

419

D

Ἐρώτησις μζʹ. Εἰ τοῖς στοιχείοις οὐ πρόσεστιν αἴσθησις, διὰ τί Μωϋσῆς μὲν οὐρανὸν καὶ γῆν τῷ λαῷ διαμαρτύρεται, Ἡσαΐας δὲ κατη‐ γορῶν τοῦ αὐτοῦ λαοῦ τούτοις ἀκούειν ἐγκελεύεται;
5Ἀπόκρισις. Τὰ λεγόμενα πρὸς τὸν οὐρανὸν καὶ τὴν γῆν πρὸς τοὺς ἐν αὐτοῖς λέγεται λογικούς, ὡς τὰ λεγόμενα πρὸς τὴν πόλιν πρὸς

420

A

τοὺς πολίτας λέγεται, ὡς τὸ Ἱερουσαλὴμ Ἱερουσαλὴμ ἡ ἀπο‐ κτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμέ‐ νους πρὸς αὐτήν. Οὐ γὰρ ἡ πόλις ἀπέκτεινε καὶ ἐλιθοβό‐ λησεν ἀλλὰ οἱ πολῖται.
5Ἐρώτησις μηʹ. Διὰ τί ὁ κύριος ἔλεγε πρὸς τὴν Μαρίαν μετὰ τὴν ἔγερ‐ σιν· Μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου; Εἰ μὲν οὖν πρὸ τῆς ἀναλήψεως οὐδενὶ ἐξῆν αὐτοῦ ἅπτε‐ σθαι, πῶς μετὰ μικρὸν τοῖς μαθηταῖς καὶ τῷ Θωμᾷ ποιεῖν
10ἐπέτρεπε τοῦτο; Εἰ δὲ ἐξῆν, πῶς ὃ ἔμελλε μετὰ μικρὸν τοῖς

420

B

πολλοῖς ἐπιτρέπειν ἀπηγόρευσε τῇ Μαρίᾳ πρὸ μικροῦ; Ἀπόκρισις. Τὸ Μή μου ἅπτου εἴρηται πρὸς τὴν Μαρίαν ὑπὸ τοῦ σω‐ τῆρος κατὰ τὴν ἔννοιαν τοῦ Μή μοι ἀκολούθει, ὥστε διὰ παν‐
5τὸς συνεῖναί μοι κατὰ τὴν πρὸ τοῦ σταυροῦ μου διαγωγήν. Ἐβούλετο γὰρ κατὰ μικρὸν ἀπεθίζειν τοὺς μαθητὰς τῆς τοῦ σώματος αὐτοῦ θέας τε καὶ παρουσίας· διὸ οὔτε διὰ παντὸς
ὡρᾶτο τοῖς μαθηταῖς ἐν ταῖς ἡμέραις ἐν αἷς διέτριβεν ἐπὶ70

420

C

τῆς γῆς μετὰ τὴν ἀνάστασιν, οὔτε πάντη ἀθέατον αὐτοῖς ἑαυ‐ τὸν κατέστησεν, ἀλλ’ ἐκ διαλείμματος ἀμφότερα ἐποιεῖτο, καὶ τὸ ὁρᾶσθαι αὐτοῖς καὶ τὸ μὴ ὁρᾶσθαι. Ἐρώτησις μθʹ.
5 Τίς ἡ ἀπόδειξις τοῦ μόνα δύο θηρία τε καὶ κτήνη, ἄρσεν καὶ θῆλυ, ἐν τῇ κοσμοποιΐᾳ παρῆχθαι, ἐπειδὴ τοῦτό τινες τῶν εὐσεβῶν εἰρήκασι πρὸς σύστασιν τοῦ μὴ ἐξ ἀλόγων δορᾶς τοὺς δερματίνους χιτῶνας τοῖς πρώτοις ἀνθρώποις ὑπὸ τοῦ θεοῦ δίδοσθαι;

420

D

Ἀπόκρισις. Εἰ ἐν ἑκάστῳ γένει ἐστί τινα γεναρχῆ, καὶ τὰ μὲν γεναρχῆ ἐστιν ἔργα θεοῦ, τὰ δὲ ὑπὸ τὰ γεναρχῆ εἰσιν ἔργα φύσεως διὰ σπορᾶς καὶ γενέσεως ὑφεστῶτα, δῆλον ὅτι ἑκάστου γένους πλὴν
5τῆς μιᾶς ζυγῆς ἀῤῥενοθήλεος οὐκ ἐποίησεν ὁ θεός. Χιτῶνας δὲ δερματίνους ἐποίησεν ὁ θεὸς οὐκ ἀνθρωπίνως ἀλλὰ δη‐ μιουργικῶς· οὐ γὰρ ζῶα σφάξας καὶ τούτων τὰ δέρματα συῤ‐

421

A

ῥάψας χιτῶνας ἐποίησεν, ἀλλ’ αὐτοὺς τοὺς χιτῶνας ἐδημιούρ‐ γησε τοὺς δερματίνους. Ἀλλ’ ἴσως ἐρεῖ τις ὅτι Εἰ ἐδημιούρ‐ γησεν ὁ θεὸς τοὺς δερματίνους χιτῶνας μετὰ τὰς ἑπτὰ ἡμέρας τῆς δημιουργίας, πῶς λέγει ἡ θεία γραφὴ ὅτι Κατέπαυσεν
5ὁ θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων ὧν ἤρ‐ ξατο ποιεῖν; Κατέπαυσε τὴν ποίησιν, τουτέστι τοῦ ποιεῖν τὰ μὴ ὄντα· τὰ δὲ δέρματα, ἃ νῦν ποιεῖ, οὐ νῦν ἄρχεται ποιεῖν, ἀλλ’ ἐν τῇ ποιήσει τῶν ζώων καὶ τὰ δέρματα αὐτῶν ἐγίνοντο πάλαι. Κατὰ ταῦτα δὲ καὶ τὸ Ἔπλασεν ἔτι κύριος ὁ θεὸς

421

B

ἀπὸ τῆς γῆς πάντα τὰ κτήνη καὶ τὰ θηρία τῆς γῆς, καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδάμ, καὶ τὰ ἑξῆς· τὸ γὰρ ἔτι τὴν δευτέραν
σημαίνει τούτων γένεσιν. Ἐρώτησις νʹ.72
5 Ἐπειδὴ πάλαι μὲν οἱ παῖδες, νῦν δὲ ἡμεῖς ὑμνοῦντες τῇ ὠσαννὰ φωνῇ καὶ τῇ τοῦ ἀλληλούϊα κεχρήμεθα, τίς ἐστιν ἡ τούτων ἑρμηνεία; Ἀπόκρισις.

421

C

Ἑρμηνεία ἐστὶ τοῦ μὲν ἀλληλούϊα τὸ ὑμνήσατε μετὰ μέ‐ λους τὸ ὄν, τοῦ δὲ ὠσαννὰ μεγαλωσύνη ὑπερκειμένη. Ἐρώτησις ναʹ. Εἰ ἄτρεπτον τὸ θεῖον, πῶς βλασφημούμενον καὶ εὐφη‐
5μούμενον τὰς ἀμοιβὰς ἀμφοτέροις τῆς ἑκατέρων πράξεως πολλάκις ἀξίας ἀπέδωκεν; Ἀπόκρισις.

421

D

Μένων ὁ θεὸς ἐν τῇ οἰκείᾳ αἰσθήσει τε καὶ δικαιοσύνῃ ἀτρέπτως ἑκάστῳ τὰ κατ’ ἀξίαν ἀποδίδωσιν· οὐ μὴν κατὰ παρατροπὴν τοῦτο ποιεῖ εὑρών, ἀλλ’ ἀεὶ ἐσχηκὼς ἔχει τὸ ἐν τούτοις ἄτρεπτον· καὶ ἔχων ἐν ἴσῃ τάξει ἔχει περί τε βλασφή‐
5μους καὶ τοὺς ὑπὸ ἀναισθησίας κατεχομένους ἢ ἀδικίας, ἅπερ ἐστὶ τὰ ἀλλότρια. Ἐρώτησις νβʹ.

422

A

Εἰ εὐσεβεῖ ζήλῳ κινούμενος ὁ Σαοὺλ τὰς ἐγγαστριμύ‐ θους ἀνεῖλε, διὰ τί συνηλάθη ὥστε παρὰ ἐγγαστριμύθου ζη‐ τῆσαι πρόῤῥησιν; Καὶ εἰ τῷ ὄντι ἐκείνη τὸν Σαμουὴλ ἀνήγαγεν, ἐπειδὴ τοῦτό φησιν ἡ γραφή; Καὶ ὅτι ἀληθεύει μὲν αὕτη, τὸ
5δὲ πρᾶγμα ἀσεβὲς δῆλον. Ἀπόκρισις. Ὁ ζήλῳ θείῳ ποιῶν τι οὗτος οὐ θεομαχεῖ. Ὑπόνοιαν δὲ ὁ Σαοὺλ ἐσχηκὼς εἰς τὸν Δαυΐδ, ὡς εἰς αὐτὸν μετέθηκεν ὁ θεὸς τὴν αὐτοῦ βασιλείαν, παντελῶς ἐμηχανᾶτο ἀναιρεῖν τὸν74

422

B

Δαυΐδ, ἵνα εἰς ἔργον μὴ ἐκβῇ ἐπ’ αὐτὸν ἡ θεία ψῆφος. Ἀνεῖλε δὲ τὰς ἐγγαστριμύθους, τούτῳ προσδοκήσας διαλλάξαι τὸν θεόν, ὥστε ἀναστρέψαι τὴν ἀποδοκιμάσασαν αὐτὸν τῆς βασι‐ λείας οἰκείαν ψῆφον, οὐ τὴν ἀσέβειαν τῶν ἐγγαστριμύθων μι‐
5σῶν, ἀλλὰ τὴν βασιλείαν φιλῶν· καὶ ἐπειδὴ οὐ προσεδέξατο ὁ θεὸς τὸν σκοπὸν αὐτοῦ, διὰ τοῦτο αὐτὸν ἐγκατέλιπεν ἐπι‐ δεηθῆναι ὧν οὐκ ἀγαθῷ σκοπῷ ἐποιήσατο τὴν ἀναίρεσιν. Τὰ δὲ ἄλλα πάντα ὑπὸ τῆς ἐγγαστριμύθου γεγονότα κατὰ τὴν ἐνέρ‐ γειαν τοῦ δαίμονος τοῦ τὰς ὄψεις φαντάσαντος τῶν ὁρώντων

422

C

τὸν οὐκ ὄντα Σαμουήλ. Ἡ δὲ ἀλήθεια τῶν ῥημάτων γέγονεν ἐκ τοῦ θεοῦ τοῦ δεδωκότος τῷ δαίμονι ἐν σχήματι τοῦ Σαμουὴλ ὀφθῆναι τῇ ἐγγαστριμύθῳ καὶ δεῖξαι τοῦ μέλλοντος τὴν δή‐ λωσιν. Καὶ ἐπειδὴ τοῦ Σαμουὴλ οὐκ ἤκουσεν ὁ Σαοὺλ τοῦ
5εἰρηκότος αὐτῷ τῆς βασιλείας τὴν ἀφαίρεσιν, ἀλλὰ καὶ μετὰ τὴν θείαν ψῆφον ἀποδοκιμάσασαν αὐτὸν τῆς βασιλείας ἔτι ἀντεποιεῖτο τῆς βασιλείας, διὰ τοῦτο ἀνάξιον αὐτὸν ἔκρινεν ὁ θεὸς τοῦ διὰ τῶν ἀνακειμένων αὐτῷ προμηνῦσαι αὐτῷ τὰ ἐσόμενα, καθάπερ πεποίηκε καὶ ἐπὶ τὸν Ἀχαὰβ βασιλέα

422

D

τοῦ Ἰσραήλ, τὸν ἀπιστήσαντα τοῖς τῆς ἀληθείας προφήταις καὶ πιστεύσαντα τοῖς ψευδοπροφήταις, δι’ ἣν αἰτίαν ἔπεμψεν αὐτῷ πνεῦμα ψευδές, καθώς φησιν ἡ βίβλος τῶν Βασιλειῶν, καὶ πιστεύσας ὁ Ἀχαὰβ καὶ πλανηθεὶς ἀπῆλθεν εἰς τὴν Ῥεμ‐
5μὰθ καὶ ζῶν οὐκ ἀνέκαμψεν. Ἐρώτησις νγʹ.
Εἰ ἄρσεν καὶ θῆλυ ἕνεκεν τῆς παιδοποιΐας ἐκτίσθη, τῆς ἀναστάσεως γινομένης ἆρα ἀνίστανται οἱ ἄνθρωποι τὴν τῶν76

423

A

παιδοποιῶν μορίων διαφορὰν ἔχοντες; Καὶ εἰ τοῦτο, πῶς οὐκ ἔστι περιττὸν τὸ μέλη ἐπάγεσθαι ἄπρακτα; Ἀπόκρισις. Εἰ καὶ πρὸς παιδοποιΐαν οὐκ ἔστι χρήσιμα τὰ γεννητικὰ
5μόρια μετὰ τὴν ἀνάστασιν, ἀλλὰ πρὸς ἀνάμνησιν τοῦ διὰ τῶν τοιούτων μορίων εἰληφέναι τοὺς ἀνθρώπους τὴν γένεσίν τε καὶ τὴν αὔξησιν καὶ τὴν διαμονήν ἐστι χρήσιμα· εἰσαγόμεθα γὰρ δι’ αὐτῶν εἰς ἔννοιαν τῆς τηλικαύτης Χριστοῦ σοφίας τῆς

423

B

ταῦτα [κτισάσης, καὶ τῆς ἀνθρωπότητος διὰ] τοῦ θανάτου αὐξανομένης, φυλακῆς [τε] τοῦ γένους ἡμῶν ἐν ἀθανασίᾳ τῇ διαδοχῇ τῶν τικτομένων. Ἐρώτησις νδʹ.
5 Εἰ διὰ τὴν παράβασιν τὴν μέλλουσαν ταύτην ἐπάγεσθαι τῷ λαῷ τιμωρίαν ὁ Μωϋσῆς προεφήτευσε, διὰ τί μετ’ ᾠδῆς αὐτὰ ἔλεγε, χαύνωσιν μᾶλλον ἤπερ ὠφέλειαν εἰδότων τῶν ᾀσμάτων τοῖς ἀνθρώποις ἐνεργάζεσθαι;

423

C

Ἀπόκρισις. Κατὰ τὰ ἐν ταῖς ᾠδαῖς ἐμφερόμενα διηγήματα ἁρμοδίως οἱ ῥυθμοὶ τῶν μελῶν ἐγίνοντο, ἄγοντες τὰς ψυχὰς εἰς τὴν πρέ‐
πουσαν τοῖς ᾀδομένοις αἵρεσιν. Ἢ γὰρ γοερῶς [τὰ δεινὰ78
5τοῦ λαοῦ ἁμαρτήματα καὶ τὰς ἐπενεχθείσας αὐτοῖς πικρὰς τιμωρίας καταλέγουσιν, ἢ γανυρῶς τὰς φιλόφρονας τοῦ θεοῦ παρηγορίας καὶ τὴν ἐναργῶς δι’ αὐτοῦ μετανοοῦντι τῷ λαῷ ἐπιφανεῖσαν ἀπαλλαγὴν μελῳδοῦσιν.

423

D

Ἐρώτησις νεʹ. Εἰ ἡ ἰατρικὴ τέχνη συμφέρει λίαν τοῖς ἀνθρώποις, πῶς διὰ] τῶν ἐναντίων ἡ τοῦ τοιούτου ἀγαθοῦ γεγένηται εὕρεσις; Ἀπόκρισις.
5 Πολλὰ μὲν εὕρηται καὶ ὑπὸ τῶν εὐσεβῶν ἰαματικὰ τῶν σωματικῶν νοσημάτων, καὶ ὑπὸ Σολομῶνος τοῦ βασιλέως μέν, οὐδεὶς δὲ τῶν ἔξωθεν τῆς εὐσεβείας εἶχε τὴν κατάληψιν ἰα‐ τρικὴν [τῶν ψυχῶν].

424

A

Ἐρώτησις νϛʹ. Εἰ τὰ τελευτῶντα βρέφη ἔπαινον ἢ μέμψιν οὐκ ἔχουσιν ἐξ ἔργων, τίς ἡ διαφορὰ ἐν τῇ ἀναστάσει τῶν ὑπὸ ἄλλων μὲν βαπτισθέντων καὶ μηδὲν πραξάντων, καὶ τῶν μὴ βαπτισθέν‐
5των καὶ ὁμοίως μηδὲν πραξάντων; Ἀπόκρισις. Αὕτη ἐστὶν ἡ διαφορὰ τῶν βαπτισθέντων πρὸς τὰ μὴ

424

B

βαπτισθέντα, τοῦ τυχεῖν μὲν τὰ βαπτισθέντα τῶν διὰ τοῦ βαπτίσματος ἀγαθῶν, τὰ δὲ μὴ βαπτισθέντα μὴ τυχεῖν· ἀξιοῦνται δὲ τῶν διὰ τοῦ βαπτίσματος ἀγαθῶν τῇ πίστει
τῶν προσφερόντων αὐτὰ τῷ βαπτίσματι.80
5Ἐρώτησις νζʹ. Εἰ δύο ἡμῖν ὁ Μωϋσῆς οὐρανῶν ἐξέθετο τὴν γένεσιν, πῶς πλειόνων διδάσκει ἡμᾶς ἡ γραφὴ ὕπαρξιν, ποτὲ μὲν λέ‐ γουσα· Οἱ οὐρανοὶ τῶν οὐρανῶν, ποτὲ δέ. Ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοί, καί· Θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους,
10καί· Ἡρπάγη ἕως τρίτου οὐρανοῦ· καὶ οὐκ εἶπεν· Ἕως τοῦ

424

C

τρίτου μέρους τοῦ οὐρανοῦ, ἀλλ’ ἀπολύτως· Ἕως τρίτου οὐ‐ ρανοῦ; Καὶ πολλὰ δὲ τούτοις εὑρήσεις ἐν τῇ γραφῇ παραπλή‐ σια. Πῶς οὖν οὐ τἀναντία ἑαυτοῖς λέγουσι, κατ’ ἀμφότερα δ’ ὅμως ἀληθεύουσιν;
5Ἀπόκρισις. Ὁ Μωϋσῆς μὲν εἶπεν αὐτὸς οὐρανούς, ἀριθμῷ δὲ οὐ δέ‐ δωκεν οὔτε ἕνα οὔτε δύο οὔτε πλείονας. Ἔμελλε δὲ ἡ θεία γραφὴ τὰ διαστήματα ἐν τῷ ἀέρι ὑπερκείμενα οὐρανοὺς ὀνο‐ μάζειν, ὡς Τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ Ἄρτος ἐξ οὐρα‐
10νοῦ, καὶ Τὰ ἄστρα τοῦ οὐρανοῦ. Ἐκ τῆς ἀκολουθίας οὖν

424

D

τῶν κειμένων φωνῶν νοοῦμεν οὐρανοὺς κατ’ οὐσίαν μὲν δύο, κατὰ διαστήματα δὲ πλείονας· οὕτω δὲ νοουμένων τῶν οὐρα‐ νῶν, οὐδεμία ἐναντίωσις ἐν τοῖς λόγοις ὑποληφθήσεται. Ἐρώτησις νηʹ.
5 Εἰ τὸ προσάπτειν τῷ Χριστῷ ἄγνοιάν ἐστιν ἀσεβές, δῆλον ὅτι πάντων ἔχει τελείαν τὴν πρόγνωσιν. Πῶς οὖν οὐκ ἔστιν αἴτιος τῆς τοῦ Ἰούδα προδοσίας καὶ τῆς τοῦ Πέτρου ἐνωμότου

425

A

ἀρνήσεως, ὁ ταῦτα μὲν προγνούς, μὴ κωλύσας δέ; Καὶ περὶ τῆς τοῦ διαβόλου καὶ τοῦ πρωτοπλάστου ἀπὸ τοῦ θεοῦ ἐκ‐
πτώσεως ὁ αὐτὸς λόγος ἁρμόσειεν. Ἀπόκρισις.82
5 Εἰ ἔδει τὸν Χριστὸν δι’ ἑνὸς τῶν αὑτοῦ μαθητῶν παρα‐ δοθῆναι, ἵνα ἡ γραφὴ πληρωθῇ, δῆλον ὅτι αἴτιός ἐστιν Χρι‐ στὸς τῆς ἐκπληρώσεως τῆς γραφῆς καὶ οὐ τῆς προδοσίας τοῦ Ἰούδα· ταύτης γὰρ αὐτὸς ὁ Ἰούδας ἦν αἴτιος, ἣν μέλλουσαν ὁ

425

B

θεὸς προειδὼς προεῖπε διὰ τῆς γραφῆς. Καὶ οὐκ ἔστιν ἡ πρόγνωσις αἰτία τοῦ μέλλοντος ἔσεσθαι, ἀλλὰ τὸ μέλλον ἔσε‐ σθαι αἴτιον τῆς προγνώσεως· οὐ γὰρ τῇ προγνώσει ἕπεται τὸ μέλλον, ἀλλὰ τῷ μέλλοντι ἡ πρόγνωσις, καὶ οὐδαμῶς ὁ προ‐
5γινώσκων αἴτιός ἐστι τοῦ μέλλοντος ἔσεσθαι. Ὥστε οὐχὶ ὁ Χριστὸς αἴτιός ἐστι τῆς προδοσίας, ἀλλ’ ἡ προδοσία αἰτία τῆς τοῦ κυρίου προγνώσεως. Καὶ ἐπὶ τοῦ διαβόλου καὶ τοῦ πρω‐ τοπλάστου ὁ αὐτὸς λόγος.

425

C

Ἐρώτησις νθʹ. Εἰ ἐν τῇ νυκτὶ ὁ ἥλιος ἀποκρύπτεται, πῶς οὐ σφαῖρα ὁ οὐρανὸς ἀποδείκνυται; Ὁ γὰρ ἀπὸ φιλοσόφων θεῖος ἀνὴρ εἶπε [τὸν ἥλιον τῇ ἡμετέρᾳ ὄψει ἀποκρύπτεσθαι,] οὐ σώματι. Οὗ‐
5τος ὁ οὐρανὸς ἐπίκειται τῇ γῇ· καὶ ὁ μὲν διὰ τὸ κοῦφον ἀνω‐ φερής, ἡ δὲ διὰ τὸ βαρύ ἐστι κατωφερής· διὸ διὰ τὴν ἀνθολ‐ κὴν ὑπὸ ἀλλήλων συνέχονται. Εἰ δὲ τοῦτο ἀληθές, ὅλου τοῦ οὐρανίου κύκλου εἰς τὴν [τοῦ παντὸς καταύγασιν λειτουργοῦν‐ τος πρὸς τὸ] ὑπάρχειν τοὺς φωστῆρας καὶ φαίνειν ἀεί, πῶς
10οὖν ἀποκρύπτονται;

425

D

Ἀπόκρισις.
Εἰ ὁμολογουμένως πολλά ἐστιν ἕτερα τὰ ἐν τῷ αὐτῷ καὶ ἴσῳ ἐπιπέδῳ ὄντα καὶ διὰ τὸ μῆκος τοῦ διαστήματος κεκρυμ‐ μένα ὄντα τῆς ὄψεως, οἷον τὰ πλοῖα τὰ ἐν τῇ θαλάσσῃ ὑπὸ84
5ἀλλήλων μὴ ὁρώμενα, τοῦ πλάτους τῇ τῶν ὑδάτων ἐπιφανείᾳ περιορίζοντος τὴν ὄψιν περαιτέρω μὴ ἀποτείνεσθαι τοῦ ὁρί‐ ζοντος, τί θαυμαστὸν εἰ καὶ ἐπὶ τῶν φωστήρων γίνεται ἡ ἐπί‐ κρυψις διὰ τὴν αὐτὴν αἰτίαν; Ἧι δὲ διὰ τὴν ἀνθολκὴν οὐρα‐

426

A

νοῦ καὶ γῆς ἵστασθαι τὸν οὐρανὸν καὶ τὴν γῆν, ἐπὶ μὲν τοῦ πρώτου οὐρανοῦ καὶ τῆς γῆς ἐστι τοῦτο εἰκάσαι διὰ τὸ ἅμα γεγενῆσθαι αὐτά, ἐπὶ δὲ τοῦ στερεώματος καὶ τῆς γῆς οὐκέτι δυνατὸν τοῦτο νοηθῆναι· ἵστατο γὰρ ἡ γῆ πρὸ τοῦ στερεώμα‐
5τος, τὴν ἅπασαν βαστάζουσα ὑγρὰν οὐσίαν χωρὶς ἀνθολκῆς τοῦ στερεώματος· ὕστερον γὰρ τῆς γῆς γέγονε τὸ στερέωμα. Ἐρώτησις ξʹ. Εἰ ἡ διαφορὰ κατὰ τὰς μορφὰς χρήσιμος ἡμῖν ὑπάρχει

426

B

ἐνταῦθα διὰ τὰς τοῦ σώματος χρείας καὶ τὰ ἐπιτηδεύματα καὶ τὰ συναλλάγματα, ἀνενδεοῦς ἐν τῇ ἀναστάσει ἀνισταμένου τοῦ σώματος, εἰ μὲν τῇ αὐτῇ τῶν μορφῶν διαφορᾷ ἀνιστάμεθα, πῶς οὐκ ἄχρηστος αὕτη; Εἰ δὲ ἐν ὁμοιώματι τῷ αὐτῷ, τίς ἡ
5τούτου ἀπόδειξις; Πῶς δὲ καὶ ἡ τοῦ Λαζάρου καὶ τοῦ πλου‐ σίου παραβολὴ τῶν μορφῶν οὐ δείκνυσι τὸ διάφορον; Πάν‐ τως γὰρ ἐκ ταύτης δῆλον. Εἰ δὲ λέγοιέν τινες ὡς γνῶσίς τις ἐδόθη αὐτῷ πρὸς τὴν τοῦ Λαζάρου καὶ τοῦ Ἀβραὰμ ἐπίγνω‐ σιν, πόθεν τοῦτο παραστήσουσι καὶ ἐπὶ τοῦ κυρίου, ἡνίκα
10σώματα τῶν ἁγίων τῶν κεκοιμημένων ἀνέστη καὶ ἐνεφανίσθη‐

426

C

σαν πολλοῖς; Πάντως τῇ ἰδίᾳ μορφῇ τοῖς γνωρίμοις ἕκαστος εὐεπίγνωστος γέγονεν. Ἀπόκρισις. Πολλαὶ μέν εἰσιν αἱ αἰτίαι δι’ ἃς χρὴ τοὺς ἀνισταμένους
5ἐν τῇ οἰκείᾳ ἀνίστασθαι μορφῇ. Πρῶτον μὲν πρὸς τὴν ἔν‐ δειξιν τῆς μεγάλης τε καὶ θείας γνώσεως τοῦ θεοῦ, τοῦ δύ‐ νασθαι ἐν τοσούτῳ ἀναριθμήτῳ πλήθει τῶν ἀνισταμένων ἑκά‐
στῳ ἀποσωθῆναι τὴν οἰκείαν μορφήν. Ἔπειτα δὲ ἵνα μὴ νο‐ μισθῇ δημιουργῶν καινοὺς ἀνθρώπους καὶ μὴ τοὺς τεθνηκότας86

426

D

ἀνιστῶν, διὰ τοῦτο ἕκαστον τῶν ἀνισταμένων τὴν οἰκείαν ἔχειν μορφήν. Ἀγνοουμένων γὰρ τῶν μορφῶν τοῦ τε ἀδικήσαντος καὶ τοῦ ἀδικηθέντος ἀπόλλυται τῆς κρίσεως τὸ δίκαιον. Ἔτι δὲ εἰ λυθεισῶν τῶν χρειῶν, δι’ ἃς ἀναγκαία γέγονε τῶν μορ‐
5φῶν ἡ διαφορά, περιττὴ καὶ ἄχρηστος εὑρίσκεται αὕτη, πε‐ ριττὴ καὶ ἄχρηστός ἐστι καὶ τῶν ὀνομασιῶν ἡ διαφορά. Πῶς οὖν ὁ πλούσιος τὸν Ἀβραὰμ καὶ τὸν Λάζαρον ἐξ ὀνόματος καλεῖ, ἐκ τῆς κατὰ τὴν ὀνομασίαν διαφορᾶς μὴ γνωριζομένων

427

A

τῶν προσώπων; Τὸ δὲ κατὰ τὸν Λάζαρον καὶ τὸν πλούσιον διήγημα οὔτε παραβολή ἐστιν οὔτε ἱστορία· εἴγε ἡ μὲν παρα‐ βολή ἐστι λόγος ὁμοιότητα περιέχων τοῦ γεγονότος πράγματος πρὸς τὸ ἐσόμενον, ἱστορία δὲ λόγος διήγησιν περιέχων τοῦ ἤδη
5γεγονότος πράγματος· οὔτε γὰρ πρὸ τῆς ἀναστάσεως τῶν ἑκά‐ στῳ βεβιωμένων ἡ ἀνταπόδοσις γίνεται, οὔτε μετὰ τὴν ἀνά‐ στασιν ἀληθὲς τὸ Ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας, ἀκου‐ σάτωσαν αὐτῶν. Ἔστι δὲ τὸ περὶ τοῦ Λαζάρου καὶ τοῦ πλου‐ σίου διήγημα ὑποτύπωσις λόγου διδασκαλίαν ἔχοντος τοῦ μὴ

427

B

δύνασθαι μετὰ τὴν ἐκ τοῦ σώματος ἔξοδον τῆς ψυχῆς κατὰ πρόνοιάν τινα ἢ σπουδὴν ὠφελείας τινὸς τυχεῖν τοὺς ἀν‐ θρώπους. Ἐρώτησις ξαʹ.
5 Εἰ μόνος ἀθάνατός ἐστιν ὁ θεὸς κατὰ τὸν ἀπόστολον, πῶς ἀληθὲς κατ’ αὐτὸν τὸ Πάντες μὲν οὐ κοιμηθησόμεθα; Ἀπόκρισις. Μόνος ἔχων τὴν ἀθανασίαν λέγεται ὁ θεός, ὅτι οὐκ ἐκ

427

C

θελήματος ἄλλου ταύτην ἔχει, καθάπερ οἱ λοιποὶ πάντες ἀθά‐ νατοι, ἀλλ’ ἐκ τῆς οἰκείας οὐσίας. Ἐρώτησις ξβʹ. Εἰ τῇ τετάρτῃ ἡμέρᾳ τῶν φωστήρων ἡ ποίησις γέγονεν,
5ἐξ αὐτῶν δὲ τῶν ἡμερῶν ὁ ἀριθμὸς συνίσταται, πῶς αἱ πρὸ τῆς παραγωγῆς τῶν φωστήρων τρεῖς ἡμέραι ἀμφίβολον τὸν μετὰ τὴν παραγωγὴν τῶν φωστήρων ἀριθμὸν τῶν ἡμερῶν οὐ
δεικνύουσιν; Ἀπόκρισις.88

427

D

Ἐκ τῆς παραγωγῆς τοῦ φωτὸς ὁ διαχωρισμὸς γέγονε φω‐ τὸς καὶ σκότους, καὶ ἐκ τοῦ διαχωρισμοῦ φωτὸς καὶ σκότους ἡ ἡμέρα ὑπέστη καὶ ἡ νύξ. Πρὸ δὲ τῆς τῶν φωστήρων ποιή‐ σεως ἡ κατὰ τὸν ὅρον τοῦ θεοῦ ἐπικράτεια φωτὸς ἐποίει τὴν
5ἡμέραν καὶ ἡ ἐπικράτεια τοῦ σκότους τὸ σκότος ἤτοι τὴν νύκτα. Γενομένων δὲ τῶν φωστήρων ἐτάχθησαν ἐξουσιάζειν, ὁ μὲν τοῦ φωτὸς καὶ τῆς ἡμέρας, ἡ δὲ τοῦ σκότους καὶ τῆς νυκτός. Ὁ γὰρ δημιουργὸς τὸ φῶς μετὰ τῆς ὡρισμένης αὐτοῦ ἐπικρα‐ τείας τῷ μείζονι τῶν φωστήρων ἐκληρώσατο, καὶ τοιαύτας
10ἡμέρας ἃς ποιεῖ νῦν τὸ φῶς μετὰ τοῦ φωστῆρος τοιαύτας

428

A

ἐποίει καὶ πρὸ τῆς ποιήσεως τῶν φωστήρων, κατὰ τὸν ὅρον τοῦ θεοῦ τοῦ τὴν ἐπικράτειαν αὐτοῦ ὁρίσαντος δωδεκάωρον· ἐκεῖνος ὁ ὅρος ἐπείγει τὸν ἥλιον πρὸς τὴν ἐξ ἀρχῆς ἔμμετρον δωδεκάωρον κίνησιν.
5Ἐρώτησις ξγʹ. Ἐπειδὴ διαφόρως τινὲς ἡρμήνευσαν καὶ ἀσαφῶς τὸ Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ, τὴν σαφήνειαν αὐτοῦ δί‐ δαξον.

428

B

Ἀπόκρισις. Εἴπομεν ἐν τοῖς ἀνωτέρω ὅτι οὐρανοὺς οἶδεν ἡ θεία γραφὴ καλεῖν ἢ τοὺς κατ’ οὐσίαν, ὡς τὸν πρῶτον οὐρανὸν καὶ τὸ στερέωμα, ἢ τὰ κατὰ τὸν ἀέρα διαστήματα. Τὸ οὖν Ἐν τῷ
5ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ, ἵνα εἴπῃ· Τοὺς οὐρανοὺς ἔθετο σκήνωμα τοῦ ἡλίου. Ἡ γὰρ ἐκ τῆς τῶν Ἑβραίων γλώττης εἰς τὴν τῶν Σύρων γλῶτταν μεταγωγὴ τῆς λέξεως οὕτως γεγένη‐ ται· Ἐν αὐτοῖς ἔθετο τοῦ ἡλίου τὸ σκήνωμα. Δηλοῖ δὲ δι’ ἑτέρου ψαλμοῦ ὁ προφήτης Δαυῒδ αὐτὸ τοῦτο, καί φησιν·
10Ὁ ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέριν (ἡ γὰρ ἔκτασις τῶν90

428

C

δέρεων τὴν σκηνὴν ἀποτελεῖ), τῇ ποικιλίᾳ οὖν τῶν οὐσιῶν καὶ τῇ διαφορᾷ τῶν χρειῶν δεικνύων αὐτοὺς εἶναι γενητούς· ἡ γὰρ ἀγένητος φύσις πρὸς τὴν ἀγένητον φύσιν κατὰ φύσιν οὐκ ἔχει διαφοράν, τὸ δὲ καὶ χρείας ἕνεκα τοιόνδε ἢ τοιόνδε ἀλλό‐
5τριόν ἐστι τῆς ἀγενήτου φύσεως. Ἐρώτησις ξδʹ. Εἰ ὥσπερ ὁ Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τὸ τριήμερον οὕτως καὶ ὁ Χριστὸς ἐν τῇ καρδίᾳ τῆς γῆς, πῶς οὐ δοκήσει

428

D

τοῦ κυρίου ὁ θάνατος γέγονεν; Ἰωνᾶς γὰρ μὴ θανὼν ἐνομίσθη τεθνάναι. Εἰ δὲ κατ’ ἀλήθειαν ὁ κύριος τοῦ θανάτου ἐγεύ‐ σατο, πῶς τὸ κατὰ τὸν Ἰωνᾶν ὑπόδειγμα οὐ διέψευσται; Ἀπόκρισις.
5 Οὐ θανάτῳ τὸν θάνατον συμπαρέβαλεν, ἀλλὰ τὴν τριή‐ μερον ἐν τῷ τάφῳ παραμονὴν τοῦ σωτῆρος τῇ τριημέρῳ ἐν τῷ κήτει παραμονῇ τοῦ Ἰωνᾶ. Ἄλλως τε εἰ κατὰ τὰ ὅμοια ἦν τὰ κατὰ τὸν Ἰωνᾶν τοῖς κατὰ τὸν σωτῆρα, οὐκέτι ἠδύνατο ἐκεῖνα

429

A

τούτων εἶναι τύπος ἢ εἰκών. Χρὴ οὖν τὴν ἀλήθειαν πλέον τι τοῦ τύπου ἔχειν, κατὰ τὸ εἰρημένον· Πλέον Ἰωνᾶ ὧδε. Ὑπόδειγμα δὲ ἀψευδὲς νοεῖται τὸ κατὰ τὸν Ἰωνᾶν τοῦ κατὰ τὸν σωτῆρα τοῦτον τὸν τρόπον, ὅτι, ὥσπερ ὁ Ἰωνᾶς σημεῖον
5πίστεως εἶχε τοῦ παρὰ τοῦ θεοῦ ἀποσταλῆναι αὐτὸν κήρυκα τῆς καταστροφῆς τῶν Νινευϊτῶν τὴν τριήμερον ἐκ τοῦ κήτους ἀναγωγήν, οὕτως καὶ ὁ σωτὴρ σημεῖον πίστεως εἶχε τοῦ παρὰ τοῦ θεοῦ ἀποσταλῆναι αὐτὸν κήρυκα τῆς βασιλείας τῶν οὐρα‐ νῶν τὴν τριήμερον ἐκ τοῦ τάφου ἀνάστασιν.

429

B

Ἐρώτησις ξεʹ. Ἐπειδή τινες τὴν τοῦ κυρίου παράδοσιν τῇ τετράδι λέ‐ γουσι γεγονέναι, ἐκ τῆς ποσότητος τοῦτο τῶν τότε πραχθέν‐ των στοχαζόμενοι, τίς ἡ ἀπόδειξις τῆς ἡμέρας ἐν ᾗ ἡ παρά‐
5δοσις γέγονεν; Ἀπόκρισις. Ἀπόδειξις τοῦ μὴ τῇ τετράδι ἀλλὰ τῇ πέμπτῃ παραδε‐ δόσθαι τὸν Χριστὸν αὕτη ἐστίν. Ἐν τῇ νυκτὶ ᾗ παρεδόθη, ἐν ταύτῃ ὑπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων ἐκρίθη καὶ κατε‐92
10κρίθη· τῷ πρωῒ δὲ ἐχομένῳ τῆς νυκτὸς ταύτης παρέδωκαν

429

C

αὐτὸν τῷ Πιλάτῳ· ἐν ᾗ δὲ ἡμέρᾳ παρέλαβεν αὐτὸν ὁ Πιλάτος, ἐν ταύτῃ αὐτὸν καὶ ἐσταύρωσε· παραλαβὼν δὲ αὐτὸν τῷ πρωῒ τῆς παρασκευῆς, τῇ ἕκτῃ ὥρᾳ τῆς αὐτῆς παρασκευῆς ἐσταύ‐ ρωσεν. Οὐ χρὴ οὖν ταῖς γραφικῶς ὡρισμέναις ὥραις προστι‐
5θέναι κατὰ στοχασμὸν τὸ ἀσύστατον. Φησὶ γὰρ Ματθαῖος ὁ εὐαγγελιστὴς οὕτως· Πρωΐας δὲ γενομένης συμβούλιον ἔλα‐ βον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ, ὅπως θανατώσωσιν αὐτόν· καὶ δήσαντες αὐτὸν ἀπή‐

429

D

γαγον καὶ παρέδωκαν αὐτὸν Ποντίῳ Πιλάτῳ τῷ ἡγεμόνι. Ὡσαύτως δὲ καὶ Ἰωάννης ὁ εὐαγγελιστής φησιν· Ἄγουσι τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲ πρωΐ. Καὶ πάλιν· Ὁ Πιλάτος οὖν ἀκούσας τούτων τῶν λόγων ἤγα‐
5γεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν ἐπὶ τοῦ βήματος εἰς τόπον λεγόμενον Λιθόστρωτον, ἑβραϊστὶ δὲ Γαββαθᾶ· ἦν δὲ παρα‐ σκευὴ τοῦ πάσχα, ὥρα δὲ ὡσεὶ ἕκτη. Εἰ τοίνυν τῇ νυκτὶ μὲν παρεδόθη καὶ ἐκρίθη ὑπὸ τῶν ἀρχιερέων καὶ κατεκρίθη, τῷ πρωῒ δὲ παρεδόθη τῷ Πιλάτῳ καὶ τῇ ἕκτῃ ὥρᾳ τῆς παρα‐
10σκευῆς ἐσταυρώθη, δῆλον ὅτι τῇ πέμπτῃ ἡ παράδοσις γε‐ γένηται.

430

A

Ἐρώτησις ξϛʹ. Ἐπειδὴ συνεχῶς ὁ κύριος υἱὸν τοῦ ἀνθρώπου καὶ οὐχὶ τῆς ἀνθρώπου ἑαυτὸν ὀνομάζει, καὶ διὰ τοῦτο πειρῶνται οἱ ἄπι‐ στοι δεικνύναι ὡς ἐκ γαμικῆς συναφείας ὁ δεσποτικὸς γέγονε
5τόκος· τὸ γὰρ τοῦ ἀνθρώπου, φασίν, οὐ θηλείας ἐστὶν ἀλλὰ ἄῤῥενος τὸ ὄνομα· τίσιν οὖν λόγοις χρησάμενοι τὴν τοιαύτην
λοιδορίαν μάτην λεγομένην ἐλέγξομεν;94

430

B

Ἀπόκρισις. Εἰ ἐκ γαμικῆς συναφείας ὁ δεσποτικὸς τόκος ἐγένετο, οὐκ ἂν εἶπεν ἡ γραφὴ τὸ Ὡς ἐνομίζετο υἱὸς τοῦ Ἰωσήφ. Τὸ γὰρ Ὡς ἐνομίζετο ἐπὶ τῶν ἐκ γαμικῆς συναφείας τικτομένων ῥη‐
5θῆναι χώραν οὐκ ἔχει. Τὸ δὲ διὰ μιᾶς ἀσαφοῦς τε καὶ ἐλλι‐ ποῦς φωνῆς πάσας τὰς φωνὰς ἐκείνας τὰς προδήλως καταγγελ‐ λούσας τὸν Χριστὸν ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρ‐ θένου γεγεννημένον ἀνατρέπειν τῶν ἀτοπωτάτων ἐστί. Πρὸς

430

C

ἀναίρεσιν δὲ τῆς ματαίας αὐτῶν ἐπιχειρήσεως κεχρήμεθα λό‐ γοις τοιούτοις. Εἰ διὰ τὸ μὴ εἰπεῖν ἑαυτὸν τὸν Χριστὸν υἱὸν τῆς ἀνθρώπου οὐκ ἔστι διὰ τοῦτο υἱὸς τῆς ἀνθρώπου δηλονότι, ἄρα καὶ διὰ τὸ μὴ εἰπεῖν ἑαυτὸν υἱόν τινος ἀνθρώπου οὐκ
5ἔστιν υἱός τινος ἀνθρώπου. Εἰ δὲ μή τινος ἀνθρώπου ἐστὶν ὁ Χριστὸς υἱός, ἐξ ἀνάγκης οὐδὲ ἀνθρώπου ἐστὶν υἱός. Ἔτι δὲ εἰ καθώσπερ υἱὸς τοῦ Ἡλεὶ ἐχρηματίσθη ὁ Ἰωσὴφ κατὰ τὸν νόμον χωρὶς γαμικῆς συναφείας, τοῦ θεοῦ τούτῳ τῷ τρόπῳ βουληθέντος δοῦναι τὸν Ἰωσὴφ υἱὸν τῷ Ἡλεί, τί ἄτοπον τὸ
10οὕτως δοῦναι καὶ υἱὸν χωρὶς γαμικῆς συναφείας τῷ Ἰωσήφ;

430

D

Τούτου γὰρ ἕνεκεν προῳκονόμησεν ἡ θεία χάρις τὴν παρθένον μνηστευθῆναι ἀνδρὶ δύο πατέρας ἐσχηκότι, ἕνα μὲν κατὰ φύσιν ἐκ γαμικῆς συναφείας, ἕτερον δὲ κατὰ τὸν νόμον χωρὶς γαμι‐ κῆς συναφείας, ἐν τῇ ἐκείνου γεννήσει προζωγραφοῦσα τοῦ
5Χριστοῦ τὴν γέννησιν, τοῦ γεννηθέντος μὲν ἐκ πνεύματος ἁγίου υἱοῦ τῷ θεῷ, γεννηθέντος δὲ ἐκ τῆς γυναικὸς τοῦ Ἰωσὴφ υἱοῦ τῷ Ἰωσήφ. Πνεῦμα, φησίν, ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ

431

A

ἅγιον τῷ κυρίῳ κληθήσεται υἱὸς θεοῦ. Ἀλλ’ εἰ τὸ γεννώμενον ἐκ τῆς γυναικὸς τοῦ Ἡλεὶ υἱός ἐστι τοῦ Ἡλεὶ κατὰ τὸν νόμον τοῦ θεοῦ, πολὺ μᾶλλον ἐκ τῆς γυναικὸς τοῦ Ἰωσὴφ κατὰ τὴν θείαν εὐδοκίαν υἱός ἐστι τοῦ Ἰωσὴφ χωρὶς γαμικῆς συναφείας.
5Ἐρώτησις ξζʹ.
Ἐπειδὴ ὁ Ἡσαΐας εἰς τὸν δεσπότην Χριστὸν προφητεύων φησί· Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ἐπὶ δυσδιηγήτου ἄρα96

431

B

ἢ ἀδιηγήτου τῆς γενεᾶς, καὶ ἐπὶ τῆς θεότητος ἢ τῆς σαρκὸς ταύτην ἐκληπτέον τὴν λέξιν; Ἀπόκρισις. Ἡ μὲν κατὰ σάρκα γέννησις τοῦ Χριστοῦ γενεαλογεῖται,
5καὶ ὁ τρόπος ταύτης ἐν γραφικῇ διηγήσει καταγγέλλεται· ἐκ πνεύματος γὰρ ἁγίου καὶ τῆς παρθένου Μαρίας· ἡ δὲ κατὰ τὴν θεότητα αὐτοῦ γέννησίς ἐστιν ἀγενεαλόγητος, διὸ καὶ ἀδιή‐ γητος. Ἐμφαίνει οὖν ἡ προφητικὴ ῥῆσις τὸ ἀδιήγητον, οὐ τὸ δυσδιήγητον τῆς γεννήσεως.

431

C

Ἐρώτησις ξηʹ. Εἰ μὴ τὸ αἷμα τοῦ ἀνθρώπου ἐστὶν ἡ ψυχὴ διὰ τὸ ἐκ‐ χυθέντος ἐκείνου τὸ ζῶον ἀπόλλυσθαι, διὰ ποίων λόγων καὶ ὑποδειγμάτων δείκνυται ὅτι ἐστὶ ψυχὴ ἐν τῷ σώματι ἕτερόν
5τι κτίσει καὶ ἀόρατον; Ἀπόκρισις. Ἔχοντες τὰς φωνὰς τοῦ δημιουργοῦ τῆς κτίσεως τὰς δια‐

431

D

στελλούσας ψυχὴν σώματος, ἀξιοπιστότερα τούτων ὑποδείγ‐ ματα εἰς παράστασιν τῆς τοῦ ζητουμένου ἀληθείας οὐκ ὀφεί‐ λουσιν ἀπαιτεῖν. Τὸ γὰρ δοῦναι τῷ διαβόλῳ κατὰ πάσης τῆς σωματικῆς τοῦ Ἰὼβ συστάσεως τὴν ἐξουσίαν τοῦ πατάξαι
5αὐτὴν ὡς βούλεται, καὶ κωλῦσαι αὐτὸν τοῦ ἅψασθαι αὐτοῦ τῆς ψυχῆς, δείκνυσι τὴν ἀσώματον ψυχὴν ἕτερόν τι παρὰ τὴν πε‐ πληγμένην σάρκα αὐτοῦ. Ὡσαύτως δὲ καὶ τὸ Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι, τοῦτο δηλοῖ τὸ εἶναί τι τοῦ ἀναιρεθέντος ἀνθρώ‐

432

A

που τὸ ἐν ἀθανασίᾳ διαμένον καὶ μετὰ τὸν τοῦ σώματος θά‐ νατον. Ὥστε ἄτοπον λέγειν αἷμα τὸ ἐκχυθὲν καὶ φθαρὲν ψυ‐ χήν. Πρόδηλον ἄρα ἐστὶν ὅτι ἡ ψυχὴ ἀόρατον τοῖς ἀνθρώποις
κατὰ τὴν οἰκείαν φύσιν.98
5Ἐρώτησις ξθʹ. Διὰ τί ὁ ἑπτὰ ἀριθμὸς ἐναλλαγὴν δέχεται; Καὶ γὰρ ἐν σαββάτῳ ὡς τὰ πολλὰ ὁ ἀὴρ μεταβάλλεται, καὶ ἡ τοῦ ἀνθρώ‐ που κατὰ τὴν ἡλικίαν προκοπὴ ἐν τούτῳ τῷ ἀριθμῷ λαμβάνει

432

B

ἐπίδοσιν, ὀδόντων μὲν φυομένων τῷ ἑβδόμῳ μηνί, τῷ δ’ αὐτῷ ἔτει ἀλλασσομένων τούτων, διπλασιασθέντων δὲ πάλιν σπερ‐ ματικὴν προσκτωμένων δύναμιν, καί, ἵνα συντόμως εἴπω, ὁ ἀριθμὸς τῶν ἑπτὰ τὴν αὔξησιν καὶ λῆξιν τῶν ἀνθρώπων ἐρ‐
5γάζεται, καὶ τῶν νοσημάτων ποιεῖται διάκρισιν, καὶ ἐν νόμῳ τῶν λοιπῶν ἀριθμῶν τὸ αἰδέσιμον κέκτηται. Ἀπόκρισις. Πρὸς τὴν δύναμιν τῆς φύσεως τῶν ἔργων τῆς φύσεως ἡ

432

C

ἐκπλήρωσις γίνεται, καὶ οὐ πρὸς τὴν χρονικὴν παράστασιν ἑβδομάδι μηνῶν ἢ ἐνιαυτῶν ὡρισμένην. Διὸ τὰ ὀνομασθέντα ἔργα τῆς φύσεως ἐν τῇ ἐρωτήσει πολλάκις θᾶττον ἢ βραδύτε‐ ρον τῶν ἑπτὰ ἀριθμῶν ἐπὶ τὴν οἰκείαν ἄγει ἡ φύσις τελειό‐
5τητα· ἅπερ οὐκ ἂν ἐγίνετο, εἰ ἡ φύσις τῇ ἑβδομάδι καὶ μὴ ἡ ἑβδομὰς τῇ φύσει ἠκολούθει. Οὐχ ἡ ἑβδομὰς οὖν ἐστιν αἰτία τῆς ἐκπληρώσεως τῶν ἔργων τῆς φύσεως, ἀλλὰ ἡ δύναμις τῆς φύσεως αἰτία τῆς ἑβδομάδος, καθ’ ἣν οὖν λαμβάνει τῇ φύσει τὰ οἰκεῖα ἔργα ἐκτελέσαι. Ὡσαύτως δὲ καὶ περὶ τῶν ἄλλων
10ἀριθμῶν μηνῶν τε καὶ ἐνιαυτῶν, δι’ ὧν ἐκπληροῦται τὸ ἔργον

432

D

τῆς φύσεως ἐν τοῖς λοιποῖς ζώοις τε καὶ φυτοῖς, ἡ δύναμις τῆς φύσεώς ἐστιν αἰτία τοῦ ἴσου χρόνου, καὶ τοῦ πλείονος καὶ τοῦ ἐλάττονος. Αἰδεσιμώτερος δὲ ἐν τῇ θείᾳ γραφῇ ὁ ἑπτὰ ἀριθμὸς παρὰ τοὺς λοιποὺς ἀριθμούς, ὅτι ἐν αὐτῷ ὁ πᾶς
5χρόνος τῆς τε τοῦ κόσμου ποιήσεως καὶ τῆς τοῦ πεποιηκότος αὐτὸν καταπαύσεως· ἑξὰς μὲν τῆς ποιήσεως, μονὰς δὲ τῆς καταπαύσεως. Ἵνα οὖν φυλαχθῇ ἡ μνήμη τῆς τοῦ κόσμου ποιήσεως ἐν τοῖς ἀνθρώποις, διὰ τοῦτο τιμιώτερον τῶν ἄλ‐
λων εὑρίσκειν ἔταξε τὸν ἑπτὰ ἀριθμὸν ἐν τῇ θείᾳ γραφῇ.100

433

A

Ἐρώτησις οʹ. Εἰ τὸ χαίρειν καὶ γαυριᾶν ἐπὶ τοῖς χαρίσμασιν ἀπηγόρευ‐ ται ὡς ὑπερηφανείας ποιητικόν, ταπεινοφροσύνη δὲ καὶ ἐπιεί‐ κεια τοῖς ταῦτα εἰληφόσιν ὑπὸ τῆς θείας γραφῆς παραδέδο‐
5ται, πῶς οὐκ ἀνωφελῆ αὐτοῖς τὰ δωρήματα, αἴσθησιν ἐπὶ τοῦ παρόντος ἐκείνοις τοῦ οἰκείου καλοῦ παρασχεῖν μὴ δυνάμενα;

433

B

Ἀπόκρισις. Τὸ χαίρειν ἐπὶ τοῖς χαρίσμασι μετὰ τῆς ὑπερηφανείας ἀπαγορεύει ὡς ἀναιρετικὸν τοῦ χαίρειν καλῶς, τὸ χαίρειν δὲ ἐπὶ τοῖς χαρίσμασι μετὰ τῆς ἐπιεικείας οὐ μόνον οὐκ ἀπο‐
5τρέπει, ἀλλὰ τοὐναντίον ἐπὶ τὴν τοιαύτην χαρὰν καὶ ἐπιτρέπει ποτὲ μὲν λέγων ὁ σωτήρ· Χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς· ποτὲ δὲ ὁ ἀπόστολός φησιν· Ἀδελ‐

433

C

φοί, χαίρετε ἐν κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε· τὸ ἐπιει‐ κὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις· τῷ διπλασιασμῷ τοῦ χαίρετε τὴν ἐπίτασιν τῆς χαρᾶς ἐμφαίνων. Οὔτε οὖν ἡ χαρὰ ἀναιρεῖ τὴν ἐπιείκειαν, οὔτε ἡ ἐπιείκεια ἀναιρεῖ τὴν αἴσθησιν
5τῆς χαρᾶς, ἀλλὰ δι’ ἑκατέρας ἑκατέρα φυλάττεται. Ἐρώτησις οαʹ. Ἐπειδή τινες περὶ τῆς τοῦ κόσμου συστάσεως ἔφασαν

433

D

στοχαζόμενοι ὡς ἑξακισχίλια μόνα ἔτη συστήσεται, εἰ ἀληθὲς τοῦτο δι’ ὑποδειγμάτων ἐναργῶν δείκνυται, εἰ δὲ ἐκ τῆς θείας γραφῆς, καὶ εἰ ἄδηλον, μάθωμεν. Ἀπόκρισις.
5 Ἔνεστι διὰ πολλῶν γραφικῶν φωνῶν τεκμήρασθαι ἀλη‐ θεύειν τοὺς λέγοντας ἑξακισχίλια ἔτη εἶναι τὸν χρόνον τῆς παρούσης τοῦ κόσμου συστάσεως, ποτὲ μὲν λέγουσα· Ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ· ποτὲ δέ·
Εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησε· ποτὲ δέ· Ὅτε ἦλθε102
10τὸ πλήρωμα τοῦ χρόνου. Πᾶσαι δὲ αἱ τοιαῦται φωναὶ ἐν τῇ ἕκτῃ ἐῤῥήθησαν χιλιάδι.

434

A

Ἐρώτησις οβʹ. Εἰ τότε ἄφθονος δείκνυται ἕκαστος, ὅτε ὅπερ ἐπίσταται ἢ καὶ δύναται καλὸν ποιεῖν τοῖς πλησίον χαρίζεται, πῶς οὐ φθονερὸς ὁ θεός, πάντας δυνάμενος ποιῆσαι θεοὺς καὶ μὴ
5ποιήσας, ἐπεὶ καλὸν ὁ θεός; Εἰ δὲ οὐ φθονερός, ἀλλ’ ἀδύ‐ νατος ὢν τοῦτο οὐκ ἐποίησε· δυοῖν [γὰρ θάτερον λέγειν] ἀνάγκη. Ἀπόκρισις.

434

B

[Οὐχ ὅμοιός ἐστιν ὁ θεὸς] τοῖς χαριζομένοις τοῖς πλησίον ἃ δύνανται ποιεῖν ἢ ἐπίστανται καλά. Τὸ γὰρ πλησίον θεοῦ οὐ χρῄζει θεοῦ εἰς παροχήν· ἔχει γὰρ πρὸς αὐτὸν ἐν ἅπασι τὸ ἴσον. Ἔτι δὲ εἰ θεοὺς μόνον ἐποίει ὁ θεός, τὸν κόσμον οὐκ
5ἂν ἐποίει· ἀναγκαίως γὰρ χρῄζει ὁ κόσμος τῶν μερῶν τῶν καθ’ ὑπέρβασιν καὶ ὑπόβασιν θέσεως ἀλλήλων διαφερόντων.

434

C

Ἔτι δὲ εἰ τῶν ἀδυνάτων γίνεται οὐδέν, ἀδύνατον δὲ γενέσθαι θεόν (ἄκτιστος γὰρ καὶ ἀποίητος ὁ θεός), πῶς οὐκ ἔστιν ἄλο‐
γον τό τε λέγειν τὸν θεὸν ἄφθονον, ὅτι τὰ μὴ ἐνδεχόμενα ποιεῖ; Ἔτι δὲ καλόν ἐστιν ὁ θεός, ὅτι ἄκτιστός ἐστι καὶ κτί‐104
5στης· οὐδὲν δὲ τῶν κτιστῶν κατ’ οὐσίαν δύναται γενέσθαι ἄκτιστον, τουτέστι θεός. Ἔοικε δὲ αὕτη ἡ ἐρώτησις τῷ λέγοντι λόγῳ· Καλός ἐστιν ὁ ὀφθαλμὸς καὶ τιμιώτερος τῶν ποδῶν·

434

D

ἀλλ’ εἰ ἄφθονός ἐστιν ὁ θεός, διὰ τί οὐκ ἐποίησε τοὺς πόδας ὀφθαλμούς; Συνάγει γὰρ καὶ ὁ λόγος οὗτος τὴν αὐτὴν ἄλογον ἀτοπίαν, τὸ ἢ διὰ φθόνον ἢ δι’ ἀδυναμίαν μὴ πεποιηκέναι τὸν θεὸν τοὺς πόδας ὀφθαλμούς.
5Ἐρώτησις ογʹ. Εἰ τότε τὸ καλὸν φαίνεται καλόν, ὅτε συγκρίνεται τῷ κακῷ, καλὸν δὲ ὁ κόσμος, δῆλον ὅτι κακὸν ὁ μὴ κόσμος, του‐ τέστι τὸ πρὸ κόσμου. Καὶ εἰ μὲν ἀμφότερα ἐκ θεοῦ, τουτέστι

435

A

τὸ πρὸ κόσμου καὶ ὁ κόσμος, πῶς οὐχ ἑκάτερα ἐξ αὐτοῦ, του‐ τέστι τὸ καλὸν καὶ τὸ φαῦλον; Εἰ δὲ θάτερον μὲν ἐξ αὐτοῦ, ἕτερον δὲ οὐκ ἐξ αὐτοῦ, πῶς οὐκ ἔστιν αὐτόματον καὶ μὴ ὑπ’ αὐτὸν τὸ μὴ ἐξ αὐτοῦ; Πῶς δὲ ἀληθεύει ὁ λέγων· Ὅτι ἐξ
5αὐτοῦ τὰ πάντα; Ἐν γὰρ τοῖς πᾶσι καὶ τὰ πρώην οὐκ ὄντα καὶ τὰ νῦν ὄντα περιέχεται. Ἀπόκρισις.

435

B

Τὸ κακὸν οὐδὲν ἕτερόν ἐστι παρὰ τὴν ἐκτροπὴν τοῦ κα‐ λοῦ· διὸ ὕστερόν ἐστι τοῦ καλοῦ τὸ κακόν· ἐκτροπὴ γάρ ἐστι τοῦ καλοῦ. Ἀλλὰ τοῦτο δῆλον ὅτι οὐκ ἐκ τῆς συγκρίσεως τοῦ κακοῦ τὸ καλὸν φαίνεται καλόν, ἀλλ’ ἐκ τῆς οἰκείας φύσεως.
5Τὸ δὲ πρὸ τοῦ κόσμου μὴ ὄν, πάντη μὴ ὄν, οὔτε καλὸν ἦν οὔτε κακόν· διὸ τῷ οὕτω μὴ ὄντι οὐδὲν συγκρίνεται. Ἔτι δὲ
τὸ πάντη μὴ ὂν οὔτε ἐκ τοῦ θεοῦ οὔτε ἐξ ἄλλου οὔτε αὐτόματόν ἐστι. Πρὸ τοῦ κόσμου οὖν οὐδὲν ἕτερον πλὴν θεοῦ ἦν· τοίνυν106

435

C

τῆς συγκρίσεως τῶν ὄντων οὔσης πρὸς τὰ ὄντα, οὐκ ἄρα συγ‐ κρίνεται ὁ κόσμος τῷ μὴ κόσμῳ, οὐδὲ ἐν τῷ κόσμῳ περιέχεται τὸ μὴ κόσμος. Τὸ γὰρ μὴ κόσμος οὐδέν ἐστι, τὸ δὲ περιεχό‐ μενόν ἐστί τι. Καὶ ὅτε λέγομεν ἐκ τοῦ μὴ ὄντος τὸν θεὸν πε‐
5ποιηκέναι τὰ ὄντα, οὐ θέσιν τοῦ ὄντος διδόαμεν τῷ μὴ ὄντι, ἀλλὰ τὴν παντελῆ ἀναίρεσιν τοῦ μὴ ὄντος. Ἐρώτησις οδʹ.

435

D

Εἰ διὰ τὸ νενικῆσθαι τὸν ἑλληνισμὸν ὑπὸ τοῦ χριστια‐ νισμοῦ ἐλπίδα οὐκ ἔχει ὁ ἑλληνισμὸς ἀνακλήσεως, πῶς πάλαι ὑπὸ τοῦ ἑλληνισμοῦ νικηθεῖσα ἡ ἀληθὴς θεοσέβεια νυνὶ τὴν ἀνάκλησιν δέδεκται; Ὅτι γὰρ πρὸ τῆς πλάνης ἐπεκράτει ἡ
5ἀλήθεια μαρτυροῦσιν αἱ θείαι γραφαί, τὸν Ἀδὰμ καὶ πολλοὺς ἐφεξῆς μετ’ αὐτὸν δηλοῦσαι οὐκ εἰδώλοις ἀλλὰ τῷ θεῷ λατρεύ‐ σαντας, κἄν τινες αὐτῶν ἐν ἀτόποις ἐξητάσθησαν πράξεσιν. Ἀπόκρισις. Εἰ τῆς παρούσης καταστάσεως τὸ τέλος ἐστὶν ἡ διὰ τοῦ
10πυρὸς κρίσις τῶν ἀσεβῶν, καθά φασιν αἱ γραφαὶ προφητῶν

436

A

τε καὶ ἀποστόλων, ἔτι δὲ καὶ τῆς Σιβύλλης, καθώς φησιν ὁ μακάριος Κλήμης ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ, γίνε‐ ται δὲ αὕτη ἡ κρίσις διὰ Ἰησοῦ Χριστοῦ τοῦ σταυρωθέντος ὑπὸ τῶν Ἰουδαίων, τοῦ αἰωνίως βασιλεύοντος τῶν Χριστιανῶν108
5βασιλείαν ἀτελεύτητον, τὴν κατὰ τὸν προφήτην Δανιὴλ δο‐ θεῖσαν αὐτῷ, διὰ τοῦτο οὐδεμίαν ἀνακλήσεως ἔχει ὁ ἑλληνισμὸς τὴν ἐλπίδα. Ἄλλως τε εἰ, καθ’ ἣν ἐκράτει δυναστείαν ὁ ἑλ‐ ληνισμὸς τὸν λαὸν τοῦ θεοῦ, λυθείσης ταύτης οὐδαμῶς πάλιν

436

B

αὐτὴν ἀνέλαβε, πῶς οὐ μάτην νῦν προσδοκᾷ τὴν ἀνάκλησιν τῆς παλαιᾶς αὑτοῦ δυναστείας; Τίνος δὲ ἕνεκεν προσδοκᾷ ὁ ἑλληνισμὸς τῆς παλαιᾶς αὑτοῦ δυναστείας τὴν ἀνάκλησιν; Πάντως ἵνα βασάνοις ἀναγκάσῃ τοὺς Χριστιανοὺς ἀφίστασθαι
5μὲν τῆς τοῦ υἱοῦ τοῦ θεοῦ λατρείας τε καὶ πίστεως, προσέχον‐ τας δὲ ἕπεσθαι τῇ θρησκείᾳ τῶν δαιμόνων. Ἀλλ’ αἱ βάσανοι αὗται, αἷς καὶ πρώην ἦν χρησάμενος ὁ ἑλληνισμὸς προσδο‐ κήσας δι’ αὐτῶν ἄλυτον φυλάττειν ἑαυτόν, τὸν μὲν ἑλληνισμὸν κατέπαυσαν, τὸν δὲ χριστιανισμὸν ἔστησαν παγιώτερον.

436

C

Ἐρώτησις οεʹ. Εἰ ἕ[ως τῆς τῶν] σωμάτων ἐγέρσεως ἡ ψυχὴ [τοῦ σώμα‐ τος ἀπαλλαγεῖσα] τὰς ἀμοιβὰς οὐ κομίζεται, [ἆρα ἐν τῷ με‐ ταξὺ ὑπόκειται] τῇ ἐξετάσει μέχρι τῆς ἀναστάσεως;
5Ἀπόκρισις.
Οὐχ, ἣν ἔχουσιν αἱ ψυχαὶ ἐνταῦθα μετὰ τοῦ σώματος κα‐110

436

D

τάστασιν, ταύτην ἔχουσι καὶ μετὰ τὴν ἐντεῦθεν ἀπὸ τοῦ σώ‐ ματος ἔξοδον. Ἐνταῦθα μὲν γὰρ τὰ τῆς ἑνώσεως πάντα κοινὰ ὑπάρχει δικαίων τε καὶ ἀδίκων, καὶ οὐδεμία ἐστὶν ἐν αὐτοῖς διαφορὰ κατὰ τοῦτο· οἷον τὸ γενέσθαι καὶ τὸ ἀποθνήσκειν,
5καὶ τὸ ὑγιαίνειν καὶ τὸ νοσεῖν, καὶ τὸ πλουτεῖν καὶ τὸ πένε‐ σθαι, καὶ τὰ ἄλλα τὰ τούτοις ὅμοια. Μετὰ δὲ τὴν ἐκ τοῦ σώματος ἔξοδον εὐθὺς γίνεται τῶν δικαίων τε καὶ ἀδίκων ἡ διαστολή. Ἄγονται γὰρ ὑπὸ τῶν ἀγγέλων εἰς ἀξίους αὐτῶν τόπους· αἱ μὲν τῶν δικαίων ψυχαὶ εἰς τὸν παράδεισον, ἔνθα
10συντυχία τε καὶ θέα ἀγγέλων τε καὶ ἀρχαγγέλων, κατ’ ὀπτα‐ σίαν δὲ καὶ τοῦ σωτῆρος Χριστοῦ κατὰ τὸ εἰρημένον· Ἐκ‐ δημοῦντες ἐκ τοῦ σώματος καὶ ἐνδημοῦντες πρὸς τὸν κύριον·

437

A

αἱ δὲ τῶν ἀδίκων ψυχαὶ εἰς τοὺς ἐν τῷ ᾅδῃ τόπους κατὰ τὸ εἰρημένον περὶ τοῦ Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος· Ὁ ᾅδης κάτωθεν ἐπικράνθη συναντήσας σοι, καὶ τὰ ἑξῆς. Καί εἰσιν ἐν τοῖς ἀξίοις αὑτῶν τόποις φυλαττόμεναι ἕως τῆς ἡμέ‐
5ρας τῆς ἀναστάσεως καὶ ἀνταποδόσεως. Ἐρώτησις οϛʹ.

437

B

Εἰ πρὸ τῆς ἀναστάσεως οὐκ ἔστιν ἡ τῶν ἔργων ἀντίδοσις, ποῖον τῷ λῃστῇ προσγέγονεν ὄφελος, πρὸς τὸν παράδεισον αὐτοῦ τῆς ψυχῆς εἰσαχθείσης, καὶ μάλιστα ὅτι ὁ μὲν παρά‐ δεισος αἰσθητός, οὐκ αἰσθητὴ δέ ἐστι τῆς ψυχῆς ἡ οὐσία;
5Ἀπόκρισις. Ὄφελος γέγονε τῷ λῃστῇ εἰς τὸν παράδεισον εἰσελθόντι τὸ ἔργοις μαθεῖν τῆς πίστεως τὸ ὠφέλιμον, δι’ ἧς ἠξιώθη τοῦ

437

C

συναθροίσματος τῶν ἁγίων, ἐν ᾧ φυλάττεται ἕως τῆς ἡμέρας τῆς ἀναστάσεώς τε καὶ ἀνταποδόσεως. Ἔχει τε τοῦ παραδεί‐ σου τὴν αἴσθησιν κατὰ τὴν ἐννοηματικὴν λεγομένην αἴσθησιν, καθ’ ἣν ὁρῶσιν αἱ ψυχαὶ ἑαυτάς τε καὶ τὰ ὑπ’ αὐτάς, ἔτι δὲ
5καὶ τοὺς ἀγγέλους τε καὶ τοὺς δαίμονας· οὐ γὰρ νοεῖ οὔτε ὁρᾷ ψυχὴ ψυχὴν οὔτε ἄγγελος ἄγγελον οὔτε δαίμων δαίμονα, ἀλλὰ κατὰ τὴν ῥηθεῖσαν ἐννοηματικὴν αἴσθησιν ὁρῶσιν ἑαυτούς τε καὶ ἀλλήλους, ἔτι δὲ καὶ τὰ σωματικὰ πάντα. Ἐρώτησις οζʹ.112

437

D

Εἰ τῇ συνεργίᾳ τῶν τοῦ σώματος αἰσθήσεων τῶν αἰσθη‐ τῶν ἡ ψυχὴ λαμβάνει τὴν αἴσθησιν, αἰσθητὰ δὲ τὰ καλὰ καὶ τὰ φαῦλα τυγχάνουσι, πῶς οὐκ ἀναισθητεῖ ἡ ψυχὴ χωρισθεῖσα τοῦ σώματος; Εἰ δὲ ἀναισθητεῖ, δῆλον ὅτι νενέκρωται· νε‐
5κρῶν γὰρ καὶ ζώντων διαφορὰν ἀναισθησία διακρίνει καὶ αἴσθησις. Ἀπόκρισις. Πᾶσαι αἱ κτισταί τε καὶ λογικαὶ οὐσίαι διπλᾶς ἔχουσι καταληπτικὰς δυνάμεις, αἰσθητικήν τε καὶ νοητικήν· καὶ
10ἐννοητικὴν μὲν λεγομένην, καθ’ ἣν καταλαμβάνουσιν αὑτάς τε καὶ ἀλλήλας· νοητικὴν δέ, καθ’ ἣν δέχονται τὴν γνῶσιν τοῦ

438

A

ὑπὲρ αὐτάς. Οὐ συνεργίᾳ οὖν τοῦ σώματος αἱ ψυχαὶ τῶν αἰ‐ σθητῶν λαμβάνουσι τὴν αἴσθησιν, ἀλλὰ αὐτὴ ἡ ψυχὴ αἴσθησιν παρέχουσα τῇ αὑτῆς παρουσίᾳ αἰσθητικὸν τὸ ζῶον ποιεῖ· καὶ ὡς μὲν πρὸς τὸ ζῶόν ἐστιν αἰσθητικόν, ὡς δὲ πρὸς ἑαυ‐
5τήν ἐστιν αἰσθητική, καὶ οὐδέποτε γίνεται νεκρὰ ἡ ψυχή· νέκρωσις τοῦ ἐμψύχου γὰρ ὑπάρχει, καὶ οὐ τῆς ψυχῆς. Συν‐ εργίας οὖν δέεται τοῦ σώματος πρὸς τὴν κατάληψιν τῶν αἰ‐ σθητῶν τὸ ἔμψυχον καὶ ἡ ἐμψυχία, οὐχὶ ἡ ψυχή· ἄλλο γὰρ τὸ ἔμψυχον καὶ ἄλλο ἡ ψυχή, καὶ ἄλλο τὸ κατὰ μετουσίαν

438

B

καὶ ἄλλο τὸ κατ’ οὐσίαν. Ἐρώτησις οηʹ. Εἰ κατὰ τὴν ἑαυτοῦ καρδίαν εἶναι τὸν Δαυῒδ ὁ θεὸς ἀπε‐ φήνατο, πῶς μετὰ ταῦτα μοιχείαν καὶ φόνον ὁ αὐτὸς προφή‐114
5της εἰργάσατο; Καὶ εἰ ταῦτα ὑπὸ θεοῦ ὡς φαῦλα μεμίσηνται, διὰ τί ἐκ τῆς μοιχαλίδος τὸ γένος ὁ θεὸς τοῦ προφήτου συν‐ έστησε, καὶ τὸν δεσπότην Χριστὸν ἐξ αὐτῆς γενεαλογεῖσθαι

438

C

ἐποίησε; Τούτου δὲ ἔχοντος οὕτως, πῶς ἡ γραφὴ ἀληθεύει λέγουσα ὅτι Τέκνα μοιχῶν ἀτέλεστα; Ἀπόκρισις. Καὶ γὰρ ὁ διὰ μετανοίας τὰ οἰκεῖα σφάλματα διορθω‐
5σάμενος Δαυῒδ καὶ κατὰ τοῦτο εὑρέθη ὡς καρδία θεοῦ, τοῦ μὴ βουλομένου τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν. Καὶ ὃν μὲν μοιχικῶς ἐγέννησεν ἐκ τῆς τοῦ Οὐρίου τοῦτον ἐθανάτωσεν ὁ θεός, διὰ τὸ εἶναι τέκνα μοιχῶν ἀτέλεστα, τοὺς δὲ μετὰ τοῦτον γεννηθέντος οὐκ ἐθανάτωσε,

438

D

διὰ τὸ λαβεῖν αὐτὸν ταύτην μετὰ τὴν ἀναίρεσιν τοῦ Οὐρίου εἰς γυναῖκα ἐπιεικῶς. Τιμῶν δὲ τὴν μετάνοιαν ὁ θεὸς ἐν τοῖς ἐκ τῆς τοῦ Οὐρίου γεννηθεῖσι συνεστήσατο τοῦ Δαυῒδ τὸ γένος ὁ θεός, καὶ τὸν Χριστὸν διὰ τὴν αὐτὴν αἰτίαν ἐξ αὐτῆς κατά‐
5γεσθαι ἐποίησεν. Ἐρώτησις οθʹ. Εἰ πάντων τῶν βασιλέων Ἰσραὴλ καὶ Ἰούδα τὸν περὶ εὐ‐ σέβειαν ζῆλον ὁ Ἰωσίας θερμότατον ἐπεδείξατο, τὰς στήλας τῶν εἰδώλων συντρίψας, καὶ σὺν τοῖς εἰδωλικοῖς θυσιαστηρίοις

439

A

τῶν Ἑλλήνων τὰ ὀστέα τεφρώσας, καὶ τὰ ἄλση τῆς πλάνης ἄρδην ἐκκόψας, καὶ τοὺς ἐν τοῖς ὑψηλοῖς θυμιῶντας καὶ θύον‐ τας τοῦ ταῦτα ἐκτελεῖν ἀποστήσας, καὶ τὴν θείαν ἀνυψώσας λατρείαν, καὶ λαμπρῶς τὰς τοῦ νόμου ἑορτάς, ὡς μαρτυρεῖ ἡ
5γραφή, τὸν λαὸν ἐπιτελέσαι ποιήσας, καὶ ξίφει μὲν ἑλληνικῷ τὴν ζωὴν ἐκεῖνος βιαίως ἀπέθετο, οἱ δὲ τούτου παῖδες αἰχμά‐ λωτοι εἰς Βαβυλῶνα ἀπήχθησαν καὶ πρὸς δουλείαν ἐξεδόθη‐
σαν πολυχρόνιον Ἕλλησι, πῶς ἐπὶ τούτοις οὐκ ἂν εἴποιεν ἀλη‐116

439

B

θεύοντες Ἕλληνες, ὅτι ἀνθ’ ὧν εἰς τὰ σεβάσματα αὐτῶν ἐπλημ‐ μέλησεν ἡ οὕτως αὐτῷ πικρὰ συνήντησεν ἔκβασις; Ποῦ δὲ καὶ εὑρήσομεν αὐτὸν ἀμοιβὰς τοσούτων κατορθωμάτων δεξάμενον; Καὶ πρὸς ποῖον τῶν ἔπειτα ὄφελος αἱ μετὰ τοσούτων κατορ‐
5θωμάτων μέγεθος τοῖς περὶ τὸν Ἰωσίαν συναντήσασαι συμ‐ φοραὶ γραφῇ παρεδόθησαν; Ἀπόκρισις.

439

C

Ὁ καιρὸς τῆς ἀμοιβῆς τῶν ἐν εὐσεβείᾳ μετ’ ἀρετῆς κατορ‐ θωσάντων οὐχ ὁ παρών ἐστιν ἀλλ’ ὁ μέλλων, καθ’ ὃν αἱ ἀμοι‐ βαὶ ἀναφαίρετοι εἰς ἀεὶ προσμένουσι τοῖς ἐκδεχομένοις αὐτάς. Ὀδυνηρὸν δὲ τέλος ἐδέξατο τῆς ζωῆς Ἰωσίας, διὰ τὸ παρα‐
5κοῦσαι αὐτὸν τοῦ προστάγματος Ἱερεμίου εἰρηκότος αὐτῷ ἐκ προστάγματος θεοῦ μὴ ἐξελθεῖν εἰς συνάντησιν τοῦ βασιλέως Αἰγύπτου εἰς πόλεμον, καθώς φησιν ὁ Ἱερεμίας. Ἵνα οὖν καθαρὸν αὐτὸν ἁμαρτημάτων παραλάβῃ ἐκ τοῦ βίου ὁ δεσπό‐ της θεός, διὰ τοῦτο συνεχώρησεν ἑλληνικῷ ξίφει δίκας δοῦναι

439

D

ταύτης τῆς παρακοῆς, πρὸς τὴν διδασκαλίαν τῶν ἑξῆς ἀν‐ θρώπων, τοῦ τε μὴ ἀπειθεῖν τοῖς προφήταις καὶ τοῦ Εἰ ὁ δίκαιος μόλις σώζεται, ὁ ἁμαρτωλὸς καὶ ἀσεβὴς ποῦ φανεῖ‐ ται; Οἱ δὲ υἱοὶ τοῦ Ἰωσίου εἰ μεινάντων αὐτῶν ἐν τῇ εὐσεβείᾳ
5τοῦ πατρὸς αὐτῶν αἰχμάλωτοι ἐγένοντο, εἶχεν ἂν χώραν ὁ τῶν Ἑλλήνων λόγος, ὅτι ἀνθ’ ὧν ἐπλημμέλησεν ὁ Ἰωσίας εἰς τὰ τῶν εἰδώλων σεβάσματα οἱ υἱοὶ αὐτοῦ αἰχμάλωτοι ἐγένοντο· εἰ δὲ ἀπέστησαν μὲν τῆς εὐσεβείας τοῦ πατρὸς αὐτῶν, ἀνέλαβον δὲ τῶν εἰδώλων τὴν λατρείαν καὶ εἰδωλολατροῦντες ᾐχμαλω‐
10τίσθησαν, προδήλως ψευδὴς ὁ λόγος τῶν Ἑλλήνων.

440

A

Ἐρώτησις πʹ. Εἰ μακροθυμεῖν ἡμᾶς πρὸς πάντας ἡ γραφὴ διδάσκει, πῶς οὐκ ἔπταισεν Ἐλισσαῖος, θανατώσας δι’ ἀρᾶς τοὺς ὑβρίσαν‐ τας αὐτὸν παῖδας καὶ μάλιστα βρέφεσιν ἀπειροκάκοις μνησι‐
5κακήσας, καὶ τὸν διὰ τῶν θηρίων αὐτοῖς ἀντὶ ψιλῆς τῆς εἰς
αὐτὸν ὕβρεως ἐπήγαγε θάνατον; Ἀπόκρισις.118

440

B

Ὅτε διὰ τῆς μακροθυμίας τῶν ὑβριζομένων οὐ γίνεται ἡ διόρθωσις, τότε ἡ ἀποτομία τῆς μακροθυμίας τοῖς ἀδιορθώ‐ τοις μάλιστά ἐστι χρησιμωτέρα. Οὐ χρὴ οὖν διαβάλλειν τὸν προφήτην ἐπὶ τῇ ἀποτομίᾳ. Εὑρηκὼς γὰρ τὴν μακροθυμίαν
5μὴ παρέχουσαν τοῖς ἁμαρτάνουσι τῆς ἁμαρτίας τὴν αἴσθησιν, καὶ ἐπειδὴ τὰς φωνὰς ταύτας, ἃς ἀτιμάζοντες τὸν προφήτην

440

C

ἔλεγον οἱ παῖδες, παρὰ τῶν γονέων αὐτῶν ἐδιδάχθησαν ἀεὶ πρὸς τοὺς προφήτας ἀπεχθῶς ἐσχηκότων (τὸ γὰρ Ἀνάβαινε φαλακρέ! πρὸς διασυρμὸν ἔλεγον τῆς τοῦ Ἡλία ἀναλήψεως, ὡς ἂν εἰ τοῦτο λέγοντες· Λαμβανέτω καί σε πνεῦμα καὶ ῥι‐
5ψάτω σε εἰς ὄρος ἄβατον ὡς κἀκεῖνον ἔῤῥιψεν, ἵν’ ἀπαλλαγῶ‐ μεν καὶ σοῦ ὡς κἀκείνου ἀπηλλάγημεν!), διὰ τοῦτο τῇ ἀναιρέσει τῶν παίδων ἐμαστίγωσε τοὺς γονεῖς, ἵνα μάθωσι μὴ ἀτιμάζειν τοὺς προφήτας καὶ δι’ αὐτῶν τὸν θεόν.

440

D

Ἐρώτησις παʹ. Εἰ πᾶσα πλάνη τῇ Χριστοῦ παρουσίᾳ κατήργηται, πῶς διὰ τῶν καλουμένων ἐγγαστριμύθων οἱ δαίμονες φθέγγονται; Πῶς δὲ οὐκ εὐτελῆ καὶ καταφρονήσεως ἄξιον τὸν χριστιανισμὸν
5παριστῶσιν, ὅταν ἐν σώμασι Χριστιανῶν τὰ μὲν τῆς ἀπάτης ἐπιδείκνυνται ἔργα, τὰ δὲ τῆς μαντείας ἀποφθέγγονται λόγια; Ἀπόκρισις. Εἰ κατὰ τὸ εἰρημένον οὐδέπω τὰ πάντα αὐτῷ ὑποτεταγ‐

441

A

μένα εἰσίν, ἄχρις ἂν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν, ὡς εἶναι δῆλον ὅτι οὔπω κατήργηται πᾶσα τῶν δαιμόνων ἡ πλάνη· ἀλλ’ οἷς μὲν ὁ Χριστὸς πεπίστευται ἐν τούτοις πᾶσα τῶν δαιμόνων ἡ πλάνη κατήργηται, οἷς δὲ ὁ Χριστὸς ἔτι ἀπι‐
5στεῖται ἐν αὐτοῖς ἐνεργοῦσιν οἱ δαίμονες τὴν πλάνην. Καὶ τὰ φαντάσματα, οἷς οἱ ἐγγαστρίμυθοι κέχρηνται πρὸς τὸ λα‐ λεῖν καὶ πράττειν τὰ τῆς μαντείας λόγια καὶ ἔργα, οὐκ ἔστιν

441

B

ἀληθινὰ σώματα, ἀλλὰ φαντάζουσιν οἱ δαίμονες τὰς ὄψεις
τῶν ὁρώντων, ὡς σώματα ὁρᾶν τὰ μὴ σώματα. Ἐρώτησις πβʹ. Εἰ οὐδαμοῦ ὀνόματα δαιμόνων ἡ γραφὴ τοῖς ἀνθρώποις120
5ἔδειξε, πῶς οἱ Ἰουδαῖοι ἐπὶ τοῦ κυρίου τὸ τοῦ Βεελζεβοὺλ ὡς ἐγνωσμένον ὠνόμαζον ὄνομα, ἐν τούτῳ φάσκοντες αὐτὸν τοὺς δαίμονας ἐκβάλλειν; Πῶς δὲ καὶ αὐτὸς ὁ δεσπότης ὡς γινώ‐ σκουσι τοῖς μαθηταῖς τὴν τοῦ δαίμονος κλῆσιν ἔλεγεν· Εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐκάλεσαν; Τίς δὲ ἡ ἑρμηνεία τοῦ
10τοιούτου ὀνόματος;

441

C

Ἀπόκρισις. Ὥσπερ τὸ εἶναι δαίμονας ὑπ’ αὐτῶν τῶν δαιμόνων ἐμάν‐ θανον οἱ ἄνθρωποι, οὕτως καὶ τὰς ὀνομασίας αὐτῶν παρ’ αὐτῶν ἐδιδάχθησαν. Πρῶτον γὰρ ἔθυσαν οἱ ἄνθρωποι τοῖς
5δαίμοσι, καὶ ὕστερον εἶπεν ἡ θεία γραφὴ τὸ Ἔθυσαν δαιμο‐ νίοις καὶ οὐ θεῷ. Καὶ καθάπερ περὶ τοῦ εἶναι τοὺς δαίμονας οὐδὲν φαίνεται ἡ γραφὴ εἰρηκυῖα, ὅμως δὲ λέγει· Ἔθυσαν τοῖς δαιμονίοις καὶ οὐ θεῷ· οὕτως καὶ περὶ τῆς ὀνομασίας αὐτῶν

441

D

μηδὲν εἰρηκυῖα λέγει τὰ ὀνόματα τῶν δαιμόνων, τοῦ τε Βεελ‐ ζεβοὺλ καὶ τοῦ Βελίαρ. Ποία, φησί, συμφώνησις Χριστῷ πρὸς Βελίαρ; Οἷς γὰρ ἐκέχρηντο οἱ ἐπαοιδοὶ ὀνόμασι πρὸς τὰ προκείμενα αὐτοῖς ἔργα, ταῦτα ἀναγκαίως παρ’ αὐτῶν
5ἐμάνθανον· κατὰ γὰρ τὸν τρόπον τῆς θεραπείας οὕτως καὶ τὴν προσηγορίαν τῆς κλήσεως αὐτῶν ὠνόμαζον. Εἴρηται δὲ τῷ Ὠριγένει τούτων τῶν ὀνομάτων ἡ ἑρμηνεία ἐν τῇ Ἑρμηνείᾳ τῶν ἑβραϊκῶν ὀνομάτων. Ἐρώτησις πγʹ.

442

A

Εἰ ταῖς τῶν ἀλόγων θυσίαις τὸ θεῖον οὐχ ἥδετο, καθώς τινες ἔφασαν καὶ ἡ νῦν δὲ διδάσκει κατάστασις, διὰ τί πρὸ τοῦ νόμου τῷ Νῶε τὸ θύειν προσέταττε, καὶ μάλιστα ὅτε εἰ‐ δωλικαὶ θυσίαι οὐδέπω ἐγίνοντο; Εἰ δὲ ἥδετο ταύταις, διὰ τί
5μετὰ τὸν νόμον ἡ τούτων χρῆσις ἐπαύσατο; Ἀπόκρισις. Οὐδεὶς τῶν θυσάντων τὰ ἄλογα θυσίαν τῷ θεῷ πρὸ τοῦ122

442

B

νόμου κατὰ τὴν θείαν διάταξιν ἔθυσε, κἂν φαίνηται ὁ θεὸς ταύτην προσδεξάμενος, τῇ ταύτης ἀποδοχῇ δεικνύων τὸν θύ‐ σαντα εὐάρεστον αὐτῷ. Ἃ δὲ προσέταξε τῷ Ἀβραὰμ λαβεῖν ζῶα τριετίζοντα, ὡσαύτως δὲ καὶ κριὸν ὃν ὑπὲρ τοῦ Ἰσαὰκ
5προσήνεγκε θῦσαι, οὐχ ὡς ταῖς τούτου θυσίαις ἡδόμενος, ἀλλὰ χρείας ἕνεκα προμηνυτικῆς τῶν ἐσομένων. Τῷ δὲ Νῶε οὐδαμοῦ φαίνεται ὁ θεὸς προστάξας προσαγαγεῖν αὐτῷ τὴν τῶν ἀλόγων θυσίαν.

442

C

Ἐρώτησις πδʹ. Εἰ διπλοῦν τὸ ἐν Ἡλίᾳ χάρισμα λαβεῖν Ἐλισσαῖος ἠκού‐ σθη, πῶς οὔτε ἁπλᾶ οὔτε διπλᾶ θαύματα ἐποίησεν, οἷον ὑε‐ τὸν ἐπέχειν καὶ λιμῷ πιέζειν τὴν γῆν, πυρὸς κατὰ θυσιῶν
5οὐρανίου φοράν, ἱερέων ἀνομούντων σφαγάς, πεντηκοντάρχων ὁλο[καύτωσιν], καὶ τὰ λοιπά; Πόθεν οὖν Ἐλισσαῖος δειχθή‐ σεται τὴν ἑαυτοῦ αἴτησιν καὶ τὴν τοῦ Ἡλία ὑπόσχεσιν κομι‐ σάμενος; Ἀπόκρισις.

442

D

Οὐκ ᾐτήσατο Ἐλισσαῖος τὸ διπλοῦν τοῦ πνεύματος πρὸς ποίησιν τῶν αὐτῶν διπλῶν ἔργων, ἀλλὰ πρὸς τὸ ἰσχύειν ἁπλῶς ἐκτελεῖν ὅσα ἦν χρεία τοῦ γενέσθαι ὑπ’ αὐτοῦ μετὰ μείζονος περιουσίας δυνάμεως. Τῆς δὲ αἰτήσεως ὅτι οὐκ ἀπέτυχε μαρ‐
5τυροῦσι τὰ δι’ αὐτοῦ γεγονότα θαύματα, ὧν τινὰ μὲν διπλᾶ, τινὰ δὲ ἁπλᾶ ἐξετέλεσε. Τὸ γὰρ ἐγεῖραι δύο νεκρούς, ἕνα μὲν ζῶντος αὐτοῦ, ἕνα δὲ τελευτήσαντος, τὸ διπλοῦν ἐδήλου τῆς ἐν τοῖς λοιποῖς θαύμασιν, εἰ ἐβούλετο, περιουσίας τῆς ἐν αὐτῷ θείας τοῦ πνεύματος χάριτος. Καὶ ἐπὶ μὲν τοῦ Ἡλία

443

A

πρὸς τὴν χρείαν ἐγίνετο τοῦ ἐλαίου ἡ ἐπίδοσις, ἐπὶ δὲ τοῦ Ἐλισσαίου καὶ ὑπὲρ τὴν χρείαν. Καὶ ὁ μὲν Ἡλίας πῦρ κατή‐ γαγεν ἐκ τοῦ οὐρανοῦ πρὸς τὴν ἄμυναν τῶν ἐχθρῶν, ὁ δὲ Ἐλισ‐ σαῖος ἵππους καὶ ἀναβάτας πυρὸς κατήγαγεν ἐκ τοῦ οὐρανοῦ124
5πρὸς βοήθειαν τῷ Ἰσραήλ. Ἐρώτησις πεʹ. Εἰ τότε ἐστὶ τελεία ἀνάστασις, ὅτε ὁ τέλειος ἀνίσταται ἄνθρωπος, πῶς λέγει μετὰ τὸ δεσποτικὸν πάθος ἡ γραφὴ

443

B

ὅτι πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη; Ὅπερ οὐκ εἶπεν ἐπὶ τῶν ἄλλων ὧν ὁ κύριος ἤγειρεν, οἷον ἐπὶ Λα‐ ζάρου καὶ ἐπὶ τοῦ υἱοῦ τῆς χήρας ἢ περὶ τῆς θυγατρὸς Ἰαείρου, ἀλλ’ ἀπολύτως ὅτι τόνδε ἢ τήνδε ἀνέστησε. Πῶς οὖν ἐπὶ τού‐
5των μόνων σωμάτων ἀναστάσεως μέμνηται καὶ ἐπάγει ὅτι ἐνεφανίσθησαν πολλοῖς; Ὅπερ τῷ πλείστῳ μέρει φαντασίας ὑπόνοιαν δίδωσι. Καὶ εἰ τῷ ὄντι ἔμψυχα ἀνέστησαν σώματα, καὶ εἰ ἐπεβίωσαν ἢ εὐθέως ἐτελεύτησαν, ἢ μένουσιν ἐν ἀθα‐

443

C

νασίᾳ καὶ ὅποι, καὶ τί τοῖς μετ’ ἐκείνους ἐκ τῶν ἐπ’ αὐτοῖς γεγονότων τὸ ὄφελος δίδωσι, δίδαξον. Ἀπόκρισις. Εἰ τελείαν ἀνάστασιν ταύτην καλοῦμεν τῶν ἀνισταμένων
5ἀνθρώπων, τῶν ψυχῶν εἰσοικιζομένων πάλιν εἰς τὰ σώματα τῶν ἀνισταμένων, δῆλον ὅτι πάντες οἵ τε ἀναστάντες οἵ τε μέλλοντες ἀνίστασθαι ὑπὸ τοῦ κυρίου τέλειοι ἀνέστησαν· ἀδύνατον γὰρ γενέσθαι νεκρῶν ἀνάστασιν, τῆς ψυχῆς μὴ εἰσοι‐ κιζομένης εἰς τὸ οἰκεῖον σῶμα. Κἂν οὖν εἴπῃ ἡ θεία γραφὴ

443

D

ὅτι ὁ δεῖνα ἀνέστη ἐκ τῶν νεκρῶν ἢ ὅτι σώματα ἀνέστησαν ἐκ τῶν νεκρῶν, χρὴ ἡμᾶς δι’ ἑκατέρας φωνῆς τὴν τελείαν νοεῖν ἀνάστασιν, τὴν κατὰ ἀπόδοσιν ψυχῆς τῷ σώματι γινομένην.
Καὶ καθάπερ, ὅταν εἴπῃ ἡ θεία γραφή· Ὁ ἐγείρας τὸν κύ‐126
5ριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκ τῶν νεκρῶν ζωοποιήσει τὰς ψυ‐ χὰς καὶ τὰ σώματα ἡμῶν, οὔτε ἀτελῆ λέγει τὴν ἀνάστασιν οὔτε φαντασίας δίδωσιν ὑπόνοιαν, ἀλλὰ τελείαν ἀναστάσεως τὴν πίστιν, οὕτως καί, ὅταν λέγῃ· Ἠγέρθη πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἐκ νεκρῶν, τὴν τελείαν λέγει ἀνάστασιν.

444

A

Γέγονε δὲ τούτων τῶν ἁγίων ἡ ἀνάστασις ἀπόδειξις [τοῦ λύτρον] εἶναι τὸν τοῦ Χριστοῦ θάνατον τοῦ [θανάτου πάντ]ων ἀνθρώπων τοῖς ἐν τῷ παρόντι [βίῳ καὶ] πάσαις ταῖς ἐν τῷ ᾅδῃ ψυχαῖς. Δι’ ἣν αἰτίαν οὐδὲ ἐτελεύτησαν πάλιν, ἀλλὰ μέ‐
5νουσιν ἐν ἀθανασίᾳ, καθάπερ ὁ Ἐνὼχ καὶ ὁ Ἡλίας, καί εἰσι σὺν αὐτοῖς ἐν τῷ παραδείσῳ ἀναμένοντες τὴν ἤδη αἰωνίαν

444

B

τῆς τοῦ Χριστοῦ ἀναστάσεως γινομένην κατὰ ἐναλλαγήν, καθ’ ἥν, ὥς φησιν ὁ θεῖος ἀπόστολος, πάντες ἀλλαγησόμεθα. Εἰς γὰρ ἀθάνατόν τε καὶ ἄφθαρτον ζωὴν οὔπω γέγονέ τινος ἡ ἀνάστασις, πλὴν τοῦ σωτῆρος Χριστοῦ· διὸ καὶ πρωτότοκος
5τῶν νεκρῶν καὶ ἀπαρχὴ τῶν κεκοιμημένων ἀνηγόρευται. Ἐρώτησις πϛʹ.

444

C

Τί ἑρμηνεύεται ἡ μνᾶ, τὸ οἶφι, τὸ νέβελ, τὸ γόμορ, τὸ σίκλον, τὸ βασιλικόν, τὸ ἅγιον, ὁ στατήρ, ἡ δραχμή, ὁ κο‐ δράντης, ὁ ὁρμίσκος, τὸ δίδραχμον, τὸ τάλαντον, τὸ ἀσσά‐
ριον, τὸ σεραφείμ, τὸ βεζέλ, τὸ σαβαώθ, τὸ ἀδωναΐ, τὸ128
5ἐφούδ; Ἀμφοτέρων γὰρ ἡμῖν ἀναγκαία ἡ γνῶσις, ἐπειδὴ ἑκάτερα τῇ γραφῇ περιέχεται. Ἀπόκρισις. Εἴρηται τῷ Ὠριγένει, ἀνδρὶ ἐπισταμένῳ τὴν τῶν Ἑβραίων

444

D

διάλεκτον, πάντων τῶν ἐν ταῖς θείαις γραφαῖς φερομένων ἑβραϊκῶν ὀνομάτων ἢ μέτρων ἡ ἑρμηνεία. Ἐκείνην ζητήσας εὑρήσεις ἐν αὐτῇ τὴν πάντων ἑρμηνείαν ὧν ἐζήτησας. Ἐρώτησις πζʹ.
5 Εἰ πρὸ τῆς τοῦ Βαπτιστοῦ ἀναιρέσεως τῇ ποιήσει τῶν θαυμάτων ὁ δεσπότης διέπρεπεν, ὥς φησιν ὁ Ματθαῖος, καὶ πάντας ἡ περὶ τούτου φήμη τοὺς ἐν τῇ Ἰουδαίᾳ κατέλαβε, πῶς μετὰ τὴν τοῦ προδρόμου ἀναίρεσιν ἀκούων τὰ ὑπὸ τοῦ Χριστοῦ γινόμενα θαύματα ὁ Ἡρώδης σὺν τοῖς Ἰουδαίοις ἔλεγεν ὅτι
10Ἰωάννης ἐστὶ πρὸς ζωὴν ὑποστρέψας καὶ ποιῶν τὰ σημεῖα; Ταῦτα γὰρ ἡμῖν διηγεῖται ὁ μακάριος Μάρκος.

445

A

Ἀπόκρισις. Ὅτι μὴ πάντα τὰ ὑπὸ τοῦ σωτῆρος γεγονότα θαύματα πάντες οἱ ἀκούσαντες ἐν ἑνὶ καιρῷ ἤκουσαν, ἀλλ’ οἱ μὲν πρό‐ τερον, ἄλλοι δὲ ὕστερον, μαρτυροῦσιν αἱ φωναὶ τῶν εἰρηκότων
5τὸν Ἰωάννην εἶναι ἐργάτην τῶν θαυμάτων τῶν γεγενημένων ὑπὸ τοῦ σωτῆρος μετὰ τὴν ἀναίρεσιν τοῦ Ἰωάννου· οὐκ ἂν γὰρ ἔλεγον τοῦτο, εἰ ἦσαν ἀκούσαντες τὰ πρὸ τῆς ἀναιρέσεως Ἰω‐

445

B

άννου γεγονότα θαύματα ὑπὸ τοῦ σωτῆρος. Οὐδὲν οὖν ἦν θαυμαστόν, εἰ καὶ ὁ Ἡρώδης μετὰ τὴν ἀναίρεσιν τοῦ Ἰωάννου ἀκούει τὰ ἔργα τῶν μαθητῶν τοῦ Ἰησοῦ, τὰ ἐπ’ ὀνόματι τοῦ Ἰησοῦ γεγονότα· τότε γὰρ ἤκουσεν ὁ Ἡρώδης τὸ ὄνομα τοῦ Ἰη‐
5σοῦ, ὅτε ἀπέστειλεν ὁ Ἰησοῦς τοὺς μαθητὰς αὑτοῦ εἰς τὰς κώμας καὶ πόλεις κηρύττειν τὴν μετάνοιαν καὶ θεραπεύειν τὰς νόσους, καθά φησι Μάρκος ὁ εὐαγγελιστής. Καὶ γὰρ αὐτὸς ὁ Ἰωάννης πρὸ τῆς ἐγέρσεως τοῦ υἱοῦ τῆς χήρας οὐκ ἦν ἀκού‐ σας πάντα ὅσα ἐποίησεν ὁ Ἰησοῦς ἐν τῇ Γαλιλαίᾳ τε καὶ τῇ

445

C

Ἱερουσαλήμ, καίτοι πολλῶν ὄντων τῶν ἤδη γεγενημένων ὑπὸ τοῦ σωτῆρος θαυμάτων, καὶ πρὸ τοῦ βληθῆναι τὸν Ἰωάννην εἰς φυλακὴν καὶ μετὰ τὸ βληθῆναι αὐτὸν εἰς φυλακήν· τότε
γὰρ ἀπέστειλε τοὺς μαθητὰς αὑτοῦ ὁ Ἰωάννης πρὸς τὸν Ἰη‐130
5σοῦν μαθεῖν, εἰ αὐτὸς εἶ ὁ προσδοκώμενος ἐλθεῖν. Καθά φησι Μάρκος μὲν ὁ εὐαγγελιστὴς τοῦ[το, Ματθαῖος δὲ ὁ] εὐαγγελιστὴς ἐκεῖνο. Ἐρώτησις πηʹ. Εἰ, καθὼς ἡ θεία διδάσκει γραφὴ καὶ ἡμεῖς πεπιστεύκα‐

445

D

μεν, ἁμαρτίαν γεννηθεὶς ὁ Χριστὸς οὐκ ἐποίησε, πῶς πάλιν ἀληθεύει ἡ γραφὴ μεθ’ ὅρκου βοῶσα ὅτι Οὐδεὶς γεννηθεὶς ὃς οὐχ ἥμαρτεν, οὐδὲ πεφυκὼς ὃς οὐκ ἠνόμησε; Πῶς δὲ καὶ βρέφος, τὸ σύγχρονον τῷ τόκῳ τέλος δεξάμενον ἢ βραχὺ μέρος
5ζωῆς κομισάμενον, ἁμαρτίαν καὶ ἀνομίαν ἢ τὰ τούτων ἐναντία ποιῆσαι ἠδύνατο; Ἀπόκρισις. Τὸ Οὐδεὶς γεννηθεὶς ὃς οὐχ ἥμαρτεν, οὐδὲ πεφυκὼς ὃς οὐκ ἠνόμησεν, οὐ δείκνυσι ψευδὲς τὸ περὶ τοῦ Χριστοῦ εἰρη‐

446

A

μένον, τὸ Ἁμαρτίαν οὐκ ἐποίησε. Περὶ γὰρ τοῦ ἐξ ἀνδρὸς καὶ γυναικὸς γεννηθέντος εἴρηται ὁ λόγος οὗτος. Ὁ δὲ Χριστὸς ἐκ πνεύματος ἁγίου καὶ τῆς ἁγίας ἐγεννήθη παρθένου. Νοεῖ‐ ται δὲ ὁ λόγος οὕτως· Οὐδεὶς πεφυκὼς ἁμαρτάνειν ἢ ἀνομεῖν,
5ὃς οὐχ ἥμαρτεν ἢ οὐκ ἠνόμησε· πέφυκε δὲ ἁμαρτάνειν ὁ κατὰ τὴν αὐθαίρετον προαίρεσιν ἄγων ἑαυτὸν εἰς τὸ πράττειν ἃ βού‐ λεται, εἴτε ἀγαθὰ εἴτε φαῦλα. Τὸ δὲ βρέφος, ἅτε οὔπω ὂν τῆς τοιαύτης δυνάμεως, δῆλον ὅτι οὐδὲ πέφυκεν ἁμαρτάνειν.

446

B

Καὶ τὸ Τίς [γὰρ καθαρὸς] ἔσται ἀπὸ ῥύπου; Ἀλλ’ οὐδείς, ἐὰν καὶ μία ἡμέρα ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς, —οὐδενὶ τρόπῳ ἁρμό[ζει τῷ βρέφει·] τὸ γὰρ βίος ἀντὶ τῆς πολιτείας ἔ[λεξε ἡ γραφή·] τῷ δὲ βρέφει ὥσπερ οὐκ ἔστι πολιτεία [οὕτως]
5οὐδὲ βίος. Ἐρώτησις πθʹ. Εἰ τὸ σκεῦος, ὅπερ ὁ Πέτρος ἐν τῇ ὀπτασίᾳ τεθέαται, εἶχε τὰ καθαρά τε καὶ ἀ[κάθαρτα πάντα,] καθὼς ἡμῖν ἡ γραφὴ132

446

C

παραδίδωσι[· ἡ γὰρ τοῦ] πάντα φωνὴ περιληπτικὴ ἀμφοτέρων τῶν προλεχθέντων καθὼς ἕστηκεν· εἶτα θῦσαι καὶ φαγεῖν ἐκ τῶν δειχθέντων ὁ αὐτὸς ἀπόστολος ἀπροσδιορίστως κελευό‐ μενος παρῃτήσατο, Μηδαμῶς, κύριε, λέγων, ὅτι οὐδέποτε
5κοινὸν ἢ ἀκάθαρτον ἔφαγον· πῶς διὰ τῶν τοιούτων ῥημάτων οὐ δείκνυται πάντα μὲν ἀπαγορεύων τὰ ἄλογα ὡς ἀκάθαρτα, μεμφόμενος δὲ τῷ τὴν βρῶσιν ἀπὸ τῆς ἐξ αὐτῶν ἐπιτρέψαντι, ὡς ἀκαθάρτου ἐδωδῆς κελεύσαντι ἀπογεύεσθαι;

446

D

Ἀπόκρισις. Ἀπὸ τῆς τοῦ Πέτρου ἀποκρίσεως μανθάνομεν τίνα ἦν τὰ ἐνόντα ἐν τῇ σινδόνι, τουτέστι τὰ ἀκάθαρτα μόνα, καὶ οὐκ ἐξ ἀνάγκης ἡ τοῦ πάντα φωνὴ περιέχει καὶ τὰ καθαρά· δυνατὸν
5γὰρ πάντα τὰ τετράποδα καὶ τὰ πετεινὰ τῆς γῆς λέγεσθαι καὶ τὰ ἀκάθαρτα. Τὸ δὲ Οὐδαμῶς, κύριε· οὐδέποτε κοινὸν οὔτε ἀκάθαρτον ἔφαγον· πρὸς τὴν θέαν πάντων τῶν ἐν τῇ σινδόνι

447

A

δειχθέντων αὐτῷ ἀπεκρίνατο καὶ οὐ περὶ τινῶν. Τὸ οὖν Σκεῦος ἐν ᾧ ἦν πάντα τὰ πετεινὰ καὶ τὰ τετράποδα [καὶ τὰ ἑρπετὰ] κατὰ παράληψιν εἴρηται τοῦ ἀκαθάρτου, ἀντὶ τοῦ [Σκεῦος] ἐν ᾧ ἦν πάντα τὰ ἀκάθαρτα πετεινὰ καὶ πάντα τὰ
5τετράποδα τῆς γῆς. Καὶ ὥσπερ, ὅταν λέγῃ ἡ θεία γραφή· Παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν, ἡ τοῦ παντὸς φωνὴ οὐ περιέχει πιστόν τε καὶ ἄπιστον ἄνδρα, ἀλλὰ πιστὸν μόνον·
ὁ γὰρ πιστὸς ἀνήρ ἐστι σῶμα τοῦ Χριστοῦ, καὶ ὁ Χριστὸς τοῦ πιστοῦ ἀνδρὸς λέγεται κεφαλή· οὕτως οὐδὲ ἡ τοῦ πάντα134
10φωνὴ περιεκτική ἐστι καθαρῶν τε καὶ ἀκαθάρτων, ἀλλὰ τῶν

447

B

ἀκαθάρτων μόνων, δι’ ὧν προεμηνύθη τῷ Πέτρῳ ἡ παράληψις τῶν ἀκαθάρτων ἐθνῶν, ὧν τῇ πίστει τοῦ Χριστοῦ ὁ θεὸς ἐκαθάρισε τὰς καρδίας. Ἐρώτησις ϙʹ.
5 Εἰ εὐσεβεῖ λογισμῷ οἱ πατριάρχαι κινούμενοι ἑαυτοῖς καὶ τοῖς παισὶ τὰς γαμετὰς ἐκ τῆς οἰκείας συγγενείας εἰλήφασι, πῶς οὐ παρὰ τὸν εὐσεβῆ τῶν προγόνων σκοπὸν Ἰωσὴφ καὶ Μωϋσῆς διεπράξαντο, ὁ μὲν Αἰγυπτίαν, ὁ δὲ Μαδιανίτιδα γυναῖκα γημάμενος;
10Ἀπόκρισις.

447

C

Εἰ μὲν πατριάρχαι φόβῳ τοῦ μὴ ἐκτραπῆναι τοὺς υἱοὺς αὐτῶν τῆς εὐσεβείας οὐκ ἐπέτρεπον αὐτοὺς ἐκ τῶν ἐθνικῶν λαβεῖν γαμετάς, ὁ δὲ Μωϋσῆς καὶ ὁ Ἰωσὴφ τοῦ τοιούτου φό‐ βου ἦσαν ἀνώτεροι, οὐδὲν οὖν κατὰ παράβασιν τοῦ σκοποῦ τῶν
5πατέρων πεποιηκότες φαίνονται ὅ τε Μωϋσῆς καὶ ὁ Ἰωσὴφ λαβόντες ἐθνικὰς γαμετάς. Οὐ γὰρ μόνον αὐτοὶ οὐκ ἐξετρά‐ πησαν τῆς εὐσεβείας ὑπὸ τῶν ἑαυτῶν γυναικῶν, ἀλλὰ καὶ τὰς ἑαυτῶν γυναῖκας εἰς τὴν ἑαυτῶν μετέφερον εὐσέβειαν.

447

D

Ἐρώτησις ϙαʹ. Εἰ πρὸ τῆς παραβάσεως ὁ Ἀδὰμ λογικοῦ ἢ ἀλόγου οὐ τεθέαται θάνατον, πῶς ὃν οὐκ εἶδεν, ὡς ἑωρακώς, ἀπειλη‐ θέντα ἐδειλίασε θάνατον; Πῶς δὲ τοῦτον ἀγνοούμενον αὐτῷ
5ὡς ἐγνωσμένον ἠπείλησεν ὁ θεός; Ἀπόκρισις. Εἰ λογικὸν ἐκεῖνον καλοῦμεν τὸν ἔχοντα ἐν ἑαυτῷ τῶν ὑπὸ

448

A

τῶν λόγων σημαινομένων τὰς ἐννοίας, δῆλον ὅτι καὶ ὁ Ἀδὰμ λογικὸς ὢν εἶχεν ἐν ἑαυτῷ τοῦ θανάτου τὴν ἔννοιαν. Καὶ κα‐ θώσπερ μὴ ἑωρακὼς μὲν ὁ Ἀδὰμ λογικὸν ἐπὶ τῇ ἑαυτοῦ γυ‐ μνώσει αἰσχυνόμενον, ὅμως δὲ γυμνωθεὶς ᾐσχύνθη, ἐσχηκὼς ἐν136
5ἑαυτῷ τῆς αἰσχύνης τὸ ὄνομα καὶ τὴν ἔννοιαν, οὕτως εἶχεν ἐν ἑαυτῷ καὶ τοῦ θανάτου τὴν ἔννοιαν, κἂν τὸ πρᾶγμα ἐν ἄλλῳ μήπω ἦν θεασάμενος. Διὸ εὐλόγως ἐδειλίασε τὸν θάνατον, εἰδὼς αὐτὸν ἀπὸ τῆς ἐννοίας αὐτοῦ ἀντικείμενον ὄντα τῆς ζωῆς.

448

B

Ἐρώτησις ϙβʹ. Ἐπειδὴ ἡ γραφὴ λέγει κρίματα καὶ δικαιώματα, καὶ μαρτύρια καὶ νόμον, ἐντολὰς καὶ προστάγματα, εἰ ταὐτά εἰσιν ἀμφότερα ἀλλήλοις ἢ ἑκάτερον ἔχει λόγον ἰδιάζοντα, δίδαξον.
5Ἀπόκρισις. Κρίματα μὲν λέγει τοὺς λόγους τοὺς διαστείλαντας τῶν οὐ πρακτέων τὰ πρακτέα, καὶ τιμὴν μὲν τὴν ἐπὶ τῇ ὑπακοῇ,

448

C

ἀτιμίαν δὲ τὴν ἐπὶ τῇ παρακοῇ ὡρισμένας· δικαιώματα δὲ λέγει τῶν κριμάτων τὴν ὀρθότητα ἀπονεμητικὴν τῶν κατ’ ἀξίαν ἑκάστῳ. Νόμον δὲ λέγει τὴν ἔγγραφον περίληψιν πάσης τῆς ἰουδαϊκῆς λατρείας τε καὶ πολιτείας· μαρτυρίαν δὲ καλεῖ τὴν
5ἐπὶ τοῖς πεπραγμένοις ὑπὸ τῶν δεξαμένων τὸν [νόμον] δι’ εὐλογίας καὶ κατάρας ἀμοιβήν, ἣν [οὐρανὸν καὶ γῆν] ὁ Μωϋσῆς διαμαρτυρόμενος ἔλεγε τοῖς Ἰουδαίοις συμβήσεσθαι αὐτοῖς πει‐ θομένοις ἢ ἀπειθοῦσιν. Ἐντολὰς δὲ καὶ προστάγματα λέγει

448

D

τὸν κατὰ * λόγων ὀνομάζων τοὺς λόγους ἐνταλτικῶς ἢ προσ‐ τακτικῶς λεχθέντας, κατὰ τὴν ἔμφασιν τῆς θείας αὐθεντίας τοῦ ταῦτα ἐντειλαμένου ἢ προστάξαντος. Ἐρώτησις ϙγʹ.
5 Εἰ τὰ νῶτα τοῦ οὐρανοῦ πεφόρτωται ὕδασι, καθώς φησιν ἡ γραφή, ὅπερ τινὲς ἔφασαν γεγονέναι διὰ τὴν πυρώδη τῶν φωστήρων οὐσίαν, ὥστε τοῖς ἐπικειμένοις τὸν οὐρανὸν πιαι‐ νόμενον ὕδασι τῇ ὑποκειμένῃ τῶν φωστήρων φλογὶ μένειν ἀχείρωτον, πῶς οἱ ταῦτα λέγοντες ἀληθεύουσι, τῶν φωστήρων138

449

A

οὐκ ἐν τῷ οὐρανῷ ἀλλ’ ὑπὸ τὸν οὐρανὸν κινουμένων; Εἰ δὲ τούτους ἐν τῷ οὐρανῷ λέγομεν εἶναι, πῶς τὴν κινητικὴν ἐνέρ‐ γειαν ἔχουσι, τοῦ οὐρανίου σώματος τὸ ἀκίνητον ἔχοντος; Εἰ δὲ σὺν τῷ οὐρανῷ τὰ ἄστρα λαμβάνει τὴν κίνησιν, πῶς οὐκ
5ἀληθεύει ὁ σφαῖραν τὸν οὐρανὸν προσαγορεύων μῦθος; Εἰ δὲ τοῦτο μὲν ἀπρεπές, τὸ δὲ προλεχθὲν περὶ τῶν φωστήρων νοῆσαι ἀκόλουθον, πῶς οὐκ ἄχρηστος τῶν ἄνω ὑδάτων ἡ σύ‐ στασις; Τίς δὲ καὶ αὐτὴ ἐν τῇ συντελείᾳ γενήσεται, ἄνω μὲν τῶν δικαίων, κάτω δὲ τῶν ἁμαρτωλῶν τὰς τῶν πρακτέων

449

B

ἀμοιβὰς τότε μελλόντων κομίζεσθαι; Ἀπόκρισις. Κἂν ὑπὸ τὸν οὐρανόν εἰσιν οἱ φωστῆρες, ἀλλ’ ἡ φορὰ τῆς τῶν πυρωδῶν οὐσιῶν ἐνεργείας κατὰ φύσιν ἐπὶ τὰ ἄνω γί‐
5νεται· διὸ εὔλογον αἰτίαν ἐπιδεδώκασιν οἱ εἰρηκότες πρὸς διαμονὴν τοῦ στερεώματος πεφορτῶσθαι τὰ νῶτα τοῦ οὐρανοῦ τοῖς ὕδασιν. Οὐ τοῦτο δὲ μόνον ἐστὶν αἴτιον τοῦ εἶναι τὰ ὕδατα ἐν τοῖς νώτοις τοῦ οὐρανοῦ, τὸ ἀχείρωτον αὐτὸν εἶναι

449

C

τῇ ὑποκειμένῃ φλογὶ τῶν φωστήρων, ἀλλὰ καὶ τὸ βαρεῖσθαι αὐτὸν ἐπὶ τὸ κάτω ὑπὸ τοῦ πλήθους τῶν ἐν νώτοις αὐτοῦ ὑδάτων, καὶ μὴ δονεῖσθαι ὑπὸ τῆς βιαίας τῶν ἀνέμων φορᾶς, καὶ τὸ τὴν ἄκραν ἐξ αὐτῶν ἐπὶ τὸ κάτω πέμπεσθαι ψυχρό‐
5τητα, ἀφ’ ἧς μιγείσης τῇ ἄκρᾳ τοῦ ἡλίου θερμότητι ἀποτε‐ λεῖται τῶν ἀέρων ἡ εὐκρασία πρὸς τὴν διαμονὴν τῶν ἐπὶ γῆς
ζώων τε καὶ φυτῶν. Ἐν δὲ τῇ συντελείᾳ οὐκ ἐν τῷ νῦν οὐ‐ ρανῷ καὶ ἐν τῇ νῦν γῇ κομίζονται τῶν πρακτέων τὰς ἀμοιβὰς οἱ ἄνθρωποι, ἀλλ’ ἐν τῷ καινῷ οὐρανῷ καὶ ἐν τῇ καινῇ γῇ140

449

D

κατὰ τὸ εἰρημένον, ὥσπερ τὸ Ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, ἣν ἐγὼ ποιῶ, μένει ἐνώπιόν μου εἰς τοὺς αἰῶνας. Καὶ πάλιν· Κατ’ ἀρχὰς σύ, κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί· καὶ αὐτοὶ μὲν ἀπολοῦν‐
5ται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, καὶ ἀλλαγήσονται. Καὶ πάλιν· Ἔτι ἅπαξ ἐγὼ σείω οὐ μόνον τὴν γῆν ἀλλὰ καὶ τὸν οὐρανόν. Τὸ δὲ σαλευόμενον δηλοῖ τὴν αὐτοῦ μετάστασιν, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα ἀκίνητα.

450

A

Ἐρώτησις ϙδʹ. Εἰ ὡς βιβλίον τὸν οὐρανὸν εἱλίσσεσθαι, καὶ τὰ ἄστρα ὡς φύλλα πίπτειν ἐπὶ τῆς γῆς προλέγει μὲν ὁ κύριος, καὶ ὁ προφήτης δὲ τούτοις προκατήγγειλε σύμφωνα, πῶς ἡ παντελὴς
5τοῦ στερεώματος ἀπώλεια διὰ τῶν ἐκείνων λόγων οὐ δείκνυ‐ ται; Τίς οὖν ἡ τῶν τοιούτων ῥημάτων διάνοια; Καὶ πῶς τὸ τῶν στοιχείων συνίστασθαι ἄφθαρτον δύναται; Ἀπόκρισις.

450

B

Ὥσπερ τοῦ στερεώματος τὴν ποίησιν παραβολικῶς ἡ θεία γραφὴ παρείκασε ποτὲ μὲν τῇ ἐκτάσει τῆς δέρεως, λέγουσα· Ὁ ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέριν· ποτὲ δὲ τῷ καπνῷ ἐστε‐ ρεωμένῳ· Ὁ οὐρανός, φησίν, ὡσεὶ καπνὸς ἐστερεώθη· ποτὲ
5δὲ τῷ περιφερεῖ τῆς καμάρας· Ὁ τανύσας, φησί, τὸν οὐρανὸν ὡσεὶ καμάραν· οὕτως καὶ τὴν ἀνάλυσιν αὐτοῦ παραβολικῶς παρείκασε ποτὲ μὲν βιβλίῳ εἱλισσομένῳ, ποτὲ δὲ στοιχείῳ λυομένῳ πυρί, καθά φησιν ὁ ἀπόστολος Πέτρος ἐν τῇ δευ‐
τέρᾳ αὐτοῦ καθολικῇ ἐπιστολῇ, ποτὲ δὲ ἱματίῳ παλαιουμένῳ.142

450

C

Ἀνάγκη γὰρ τῇ εἰσαγωγῇ τοῦ κρείττονος οὐρανοῦ τοῦ καινῶς γινομένου ἀναιρεῖσθαι τὸ στερέωμα, ὡς ἄχρηστον ὂν πρὸς ἐκείνην τὴν κατάστασιν, ἵνα τῇ αὐτοῦ ἀπωλείᾳ κἂν τότε τὸ μάταιον τοῦ περὶ τῆς ἀγενεσίας καὶ ἀφθαρσίας τοῦ οὐρα‐
5νοῦ φε[ρομένου δόγματος γινώσκωσιν] ὅσοι ἀγένητόν τε καὶ ἀΐδιον [κατὰ τρόπον ἄ]φρονα τοῦτον εἰρηκότες. Ἐρώτησις ϙεʹ.

450

D

Εἰ διὰ τὴν ἡμετέραν χρείαν καὶ ὠφέλειαν ἡ παραγωγὴ τῆς κτίσεως γέγονε, καὶ διὰ τὴν ἡμετέραν ὁμοίως χρείαν τὰ μὲν φθείρεται, τὰ δὲ ἀφθαρσίαν ἐν τῇ συντελείᾳ ἐνδύσονται, οἷον κτήνη μὲν καὶ πετεινὰ καὶ θηρία φθείρεται, οὐρανὸς δὲ καὶ
5ἡ γῆ φθορᾶς ἀπαλλάττεται· καὶ τὰ μὲν φθείρεται, ὡς ἀνεν‐ δεοῦς ἡμῶν ἀνισταμένου τοῦ σώματος, ἐν ἀφθαρσίᾳ δὲ τὰ δη‐ λωθέντα διαμένει στοιχεῖα, τῶν πραχθέντων ἡμῖν μελλόντων ἡμῶν ἐν αὐτοῖς κομίζεσθαι τὴν ἀντίδοσιν· ἀὴρ καὶ θάλαττα

451

A

πῶς οὐκ ἄχρηστα, εἰ τότε μένει ἄφθαρτα, οὔτε εἰς ἀναπνοὰς οὔτε εἰς ἐμπορίας οὔτε ἰχθυοφαγίας ἢ ἑτέρας τινὸς βοηθείας ἐξ αὐτῶν χρῃζόντων ἡμῶν, διὰ τὸ ἀνενδεές, καθὼς ἔφην, τοῦ σώματος;
5Ἀπόκρισις. Εἰ κατὰ τὸν ἀπόστολον Παῦλον παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου ὁ θεός, δῆλον ὅτι ἐξ ἀνάγκης καὶ τὰ ἄλλα πάντα τὰ τοῦ σχήματος ἕνεκεν τοῦ κόσμου γεγονότα συμπαραχθή‐ σεται τῷ τοῦ κόσμου σχήματι. Εἰσαχθήσεται δὲ καινὸς οὐ‐

451

B

ρανὸς καὶ καινὴ γῆ, ἐν οἷς μέλλουσι δίδοσθαι δικαίοις τε καὶ ἀδίκοις τῶν πρακτέων αἱ ἀμοιβαί. Τῷ δὲ ἀέρι εἰ καὶ πρὸς
ἀναπνοὴν τότε οὐ χρῄζομεν, ἀλλὰ πρὸς τὴν κίνησίν τε καὶ το‐ πικὴν μετάστασιν ἀναγκαίως αὐτῷ χρησόμεθα. Ἁρπαγησό‐144
5μεθα γάρ, φησίν, ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα. Ἐρώτησις ϙϛʹ. Εἰ μὴ [τοῖς παρὰ γνώμην ἀλλὰ τοῖς] κατὰ γνώμην καλοῖς

451

C

παρὰ θεοῦ ὁ ἔπαινος [δίδο]ται, οἱ παῖδες οἱ παρὰ Ἡρώδου τὴν διὰ [τὸν Χριστὸν] λαβόντες ἀναίρεσιν, καὶ τὰ ἐπὶ τοῦ [αὐ‐ τοῦ,] ἡνίκα ἐπὶ τοῦ κτήνους καθήμενος [τὴν Ἱερουσαλὴμ] κατε‐ λάμβανε, τὸν ὕμνον φθεγξά[μενα πλήθη, πότερ]ον ἔχουσι δι‐
5καίως χρεωστούμενον ἔ[παινον, ἐπειδὴ] κἀκεῖνοι τὴν σφαγὴν παρὰ γνώμην ἐδέξαντο, καὶ ταῦτα οὐ γνώμῃ οἰκείᾳ ἀλλὰ χά‐ ριτι θείᾳ ἐν Ἱερουσαλὴμ τὸν ὕμνον ἐκεῖνον ἐφθέγξαντο; Ἀπόκρισις.

451

D

Εἰ χάρισμα θεοῦ ἐστι τὸ ὑπὲρ Χριστοῦ πάσχειν (Ἡμῖν, φησίν, ἐχαρίσθη οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν), ἔπασχον δὲ καὶ τὰ βρέφη ὑπὲρ Χρι‐ στοῦ, θείας ἄρα ἠξιώθησαν χάριτος. Τίς οὖν οὐκ ἐπαινέσειε
5ταῦτα δικαίως τῇ δόσει τῆς θείας χάριτος ἐπαινεθέντα ὑπὸ
τοῦ θεοῦ, τοῦ καὶ τοῖς παρὰ γνώμην καλοῖς τὸν ἔπαινον δα‐ ψιλευομένου; Ἔτι δὲ εἰ πρὸς τὸν ἔπαινον τῶν διὰ τὴν εὐσέ‐ βειαν θλιβομένων ἀνταποδίδωσιν ὁ θεὸς θλίψιν τοῖς θλίψα‐ σιν, ἀνάγκη ἄρα καὶ τὰ βρέφη τὰ ἀναιρούμενα ὑπὸ Ἡρώδου146

452

A

ἐπαινεῖσθαι τούτῳ τῷ ἐπαίνῳ τῷ διὰ τὴν ἐκδίκησιν τῶν θλί‐ ψεων. Δίκαιον, φησὶν ὁ ἀπόστολος Παῦλος, παρὰ τῷ θεῷ ἀνταποδοῦναι τοῖς θλίψασιν ὑμᾶς θλίψιν, ὑμῖν δὲ τοῖς θλι‐ βομένοις ἄνεσιν μεθ’ ἡμῶν ἐν τῇ βασιλείᾳ αὐτοῦ.
5Ἐρώτησις ϙζʹ. Εἰ ἡ χάρις διὰ τοῦτο κέκληται χάρις, διὰ τὸ τοῖς παριοῦσι τοῦ νόμου συγχωρεῖν ἑτοιμότερον, πῶς τὰ τῇ χάριτι πρέποντα ἐν τῷ νόμῳ μᾶλλον εὑρίσκεται; Ὁ μὲν γὰρ ῥαντισμοῖς τισι

452

B

καὶ θυσίαις ἀλόγων καὶ διαφοραῖς βαπτισμάτων τοὺς πταίον‐ τας καθ’ ἑκάστην ἀπολύει τῆς μέμψεως, ἡ δὲ χάρις ἓν μόνον χαρίζεται βάπτισμα. Ἅπαξ δὲ μόνον εἰ μὲν ὑπεπίπτομεν πταίσμασιν, ἅπαξ μόνον καὶ τῆς ἀφέσεως ἐδεόμεθα· πολλά‐
5κις δὲ ἁμαρτάνοντες δῆλον ὅτι καὶ πολλάκις τῆς ἀφέσεως χρῄ‐ ζομεν· ὅπερ οὐχ ἡ χάρις ἀλλ’ ὁ νόμος διὰ τῶν προλεχθέντων ῥαντισμῶν καὶ τῶν λοιπῶν παρέχειν ἐπίσταται. Πῶς οὖν δειχθήσεται τοῦ νόμου ἡ χάρις φιλανθρωποτέρα περὶ τοὺς ἁμαρτάνοντας, ὥσπερ εἴρηται ἐχόντων τῶν πραγμάτων;

452

C

Ἀπόκρισις. Τῶν τοιούτων πταισμάτων ὁ νόμος διὰ τοῦ βαπτίσματος καὶ θυσίας δίδωσι τὴν ἄφεσιν τῶν μηδὲν συντελούντων εἰς βλάβην πολιτείας καὶ ζωῆς ἀνθρώπων, οἷον ὡς τὸ ἅψασθαι
5νεκροῦ ἢ λεπροῦ ἤ τινος τῶν τοιούτων. Τῶν δὲ ἄλλων πται‐ σμάτων γεγενημένων εἰς βλάβην πολιτείας ἢ ζωῆς ἀνθρώπων, τῶν τοιούτων πταισμάτων οὐ δίδωσι συγχώρησιν, οὔτε διὰ τοῦ βαπτίσματος οὔτε διὰ τῆς τῶν ἀλόγων θυσίας, ἀλλὰ δικαίαν

452

D

τε καὶ ἀξίαν ἀμοιβὴν δίδωσι τοῖς πταίσασι διὰ τοῦ ἴσου τῆς
ἀντιπλήξεως. Ψυχήν, φησίν, ἀντὶ ψυχῆς, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, ὀδόντα ἀντὶ ὀδόντος. Ὅπου δὲ τὸ ἴσον τῆς ἀντι‐ δόσεώς ἐστιν ἀπρεπές, ἐκεῖ τὸν διὰ πυρὸς ἢ λίθου ἢ ξίφους148
5θάνατον ἀνταποδίδωσι τοῖς πταίσασι· τὴν μὲν γὰρ θυγατέρα τοῦ ἱερέως πορνεύουσαν διὰ πυρὸς ἀναλίσκει, τὴν δὲ τοῦ λαϊ‐ κοῦ ἀνδρὸς διὰ λίθου, τὴν δὲ ὕπανδρον διὰ ξίφους. Καὶ οὐ‐ δαμοῦ ἰσχὺς τῷ νόμῳ ἐκ φιλανθρωπίας διὰ βαπτισμῶν τε καὶ

453

A

θυσιῶν σῶσαι τῶν τοιούτων τινά. Τῆς δὲ χάριτος πολλή τίς ἐστι πρὸς τὴν τῶν ἁμαρτανόντων ἡ ἰσχύς· αὕτη γὰρ καὶ τοῦ νόμου κρατοῦντος εἰ μὴ κατέλαβε τὸν βασιλέα Δαυῒδ διπλοῖς θανατηφόροις περιπεπτωκότα ἁμαρτήμασιν, ἀνοίξασα αὐτῷ
5τῆς μετανοίας τὴν θύραν, οὐκ ἂν εὗρε παρὰ τῷ νόμῳ σωστικὴν ἁμαρτωλῶν φιλανθρωπίαν. Αὕτη ἔταξεν ἐν τῷ κόσμῳ τῶν ἁμαρτωλῶν ἰατρὸν δόκιμον τὴν μετάνοιαν, τὴν δυναμένην καὶ τοὺς ἑβδομηκοντάκις ἑπτὰ πταίοντας ἰᾶσθαι, μόνον εἰ βουλη‐ θεῖεν χρήσασθαι τῷ τῆς μετανοίας βουλήματι.

453

B

Ἐρώτησις ϙηʹ. Εἰ τὸν φόβον ὁ κύριος οὐκ ἀναγκαῖον δι’ ὧν λέγει παρί‐ στησι· φησὶ γὰρ Ὁ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ· πῶς πάλιν ὁ αὐτὸς διδάσκει τοὺς μαθητὰς Φοβεῖσθε, λέγων,
5τὸν τὴν ψυχὴν καὶ τὸ σῶμα ἐν γεέννῃ ἀπολέσαι δυνάμενον; Ἀπόκρισις. Οὐκ εἴρηται μὲν τῷ κυρίῳ τὸ Ὁ φοβούμενος οὐ τετελείω‐

453

C

ται ἐν τῇ ἀγάπῃ, εἰ καὶ ὁ εἰρηκὼς τοῦτο κατὰ κύριον εἴρηκε· τὸ δὲ Φοβεῖσθε μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ οὐκ εἴρηται πρὸς ἀναίρεσιν τῆς τελείας ἀγάπης. Ὁ γὰρ τῷ μείζονι φόβῳ τοῦ θεοῦ τὸν ἐλάττονα ἐκλύων
5τῶν ἀνθρώπων φόβον τῇ ἀγάπῃ τοῦ θεοῦ τοῦτο ποιεῖ, ὥστε εἶναι τὸν μείζονα φόβον τοῦ θεοῦ ἕνεκεν τοῦ μὴ ἐκπεσεῖν τῶν
ἠγαπημένων. Ὅσον γὰρ τίμιόν ἐστι τὸ πιστευόμενον, τοσοῦτον ἀγαπᾶται· καὶ ὅσον ἀγαπᾶται, τοσοῦτον ὁ ἀγαπῶν τὴν ἔκ‐ πτωσιν αὐτοῦ φοβεῖται, ἕως ἂν ᾖ ἐν τῷ ὑπὲρ τοῦ ἀγαπωμένου150
10ἀγῶνι. Λυθέντος δὲ τοῦ ἀγῶνος σὺν ἐκείνῳ λύεται καὶ ὁ

453

D

φόβος τῆς τῶν ἀγαπωμένων ἐκπτώσεως. Ὥστε ἕως τότε ἀναγκαῖός ἐστιν ὁ τοῦ θεοῦ φόβος· οὐδὲ γὰρ ὡς τὸ μισεῖν ἀναιρετικόν ἐστι τῆς ἀγάπης (ἀδύνατον γὰρ τὸ τὸν αὐτὸν καὶ ἀγαπᾶν καὶ μισεῖν), οὕτως καὶ τὸ φοβεῖσθαι· ἐνδέχεται γὰρ
5τὸν αὐτὸν καὶ ἀγαπᾶν καὶ φοβεῖσθαι. Ἐρώτησις ϙθʹ. Εἰ τὰς τῶν ἀλόγων θυσίας ὁ θεὸς ἐν τῷ νόμῳ προσέταξε γίνεσθαι, ὥστε ταύταις τὴν περὶ αὐτὸν τοὺς ἀνθρώπους τιμὴν

454

A

ἐπιδείκνυσθαι, πῶς διὰ τὸ θύειν ἀνθρώπους Ἕλληνες δείκνυν‐ ται αὐτῶν ἀσεβέστεροι; Ὅπερ φάσκουσιν ὑπὸ τῶν παλαιῶν γεγονέναι χάριν τοῦ πλείονος τιμῆς τὸν παρ’ αὐτοῖς νομιζό‐ μενον θεὸν μείζονα ἀξιοῦσθαι, τιμώντων αὐτὸν τῇ τῶν λογι‐
5κῶν θυσίᾳ· ὅσῳ γὰρ τοῦ ἀλόγου τὸ λογικὸν τιμιώτερον, το‐ σούτῳ καὶ ἡ τούτου θυσία σεμνοτέρα ἐκείνης. Καὶ τοῦτο δείκνυται ἐκ τῶν κατὰ τὸν Ἰεφθάε σαφέστερον, ὅς, τὴν ἰδίαν θυγατέρα προσκομίσας θυσίαν, ἐν τῇ πρὸς Ἑβραίους ἐπι‐ στολῇ ὑπὸ τοῦ ἀποστόλου ἐν τῷ καταλόγῳ τῶν εὐσεβῶν μνη‐
10μονεύεται.

454

B

Ἀπόκρισις. [Οὐ χρὴ] σκοπεῖν τὴν κατὰ τὸν νόμον θεῷ προσφερομέ‐ νην θυσίαν, ὅτι τῶν ἀλόγων ἐστὶν αἵματα, ἀλλὰ τὸ πῶς προσ‐ εδέξατο ταύτην ὁ θεὸς προσαγομένην αὐτῷ. Εἰ μὲν γὰρ τὸ
5αἷμα τῶν ἀλόγων ζώων τὸ προσφερόμενον οὕτως προσεδέξατο [ὡς εἰ] τὴν ἑαυτοῦ ψυχὴν προσήνεγκεν ὁ τοῦτο [προσφέρων,] δῆλον ὅτι ἡ μὲν θυσία τὴν πρώ[την τάξιν ἔλαβεν] ἀπὸ τῆς

454

C

εὐδοκίας τοῦ ταύτην οὕτως προσδεξαμένου καὶ ὁ θεὸς τὴν πρώ‐ την τιμήν. Ὅτι δὲ ὡς τὴν ἑαυτοῦ ψυχὴν οὕτως προσέφερε τῷ θεῷ ὁ τὸ αἷμα τῶν ἀλόγων προσενέγκας, μαρτυρεῖ ἡ θεία γραφὴ λέγουσα· Ἀντὶ τῆς ψυχῆς, φησί, τῶν προσφερόντων152
5τὸ αἷμα τῶν θυσιῶν αὐτῶν προσφέρεται εἰς τὰ ἅγια τῶν ἁγίων. Μὴ οὖν ἀπὸ τῆς φύσεως τοῦ προσαγομένου ἀλλ’ ἀπὸ τῆς δια‐ θέσεως τοῦ προσδεχομένου κριτέον τῆς θυσίας τὴν τάξιν καὶ τοῦ θεοῦ τὴν τιμήν, τοῦ διὰ τὸ φείδεσθαι τοῦ γένους τῶν ἀν‐

454

D

θρώπων μὴ βουληθέντος ἀναλῶσαι τοὺς ἀνθρώπους εἰς θυσίαν καθ’ ἡμέραν προσαγομένους καὶ ἀφανίσαι τὸ γένος, ἀλλὰ δε‐ δωκότος τοῖς μὲν ἀνθρώποις τὸ αὐξάνεσθαί τε καὶ τὸ διαμέ‐ νειν, ταῖς δὲ θυσίαις αὐτῶν τὴν μεγίστην τάξιν. Οἱ δὲ παρ’
5Ἕλλησι θρησκευόμενοι θεοί, ἅτε δαίμονες ὄντες πονηροί τε καὶ μισάνθρωποι, θυσίαις ἔχαιρον μειωτικαῖς τε καὶ ἀφανι‐ στικαῖς τοῦ γένους τῶν ἀνθρώπων· ὅπερ ἐστὶ δεῖγμα μέγιστον τῆς μὲν τῶν ἑλληνικῶν θεῶν θηριώδους ἀπανθρωπίας, τῆς δὲ τῶν Ἑλλήνων ἀθεότητος, τῷ ἀφανισμῷ τοῦ γένους τῶν ἀνθρώ‐

455

A

πων μειζόνως, ὥς φασι, μᾶλλον δὲ αἰσχίστως πειρωμένων τιμᾶν τοὺς ἑαυτῶν θεούς. Αἰτία δέ, δι’ ἣν ὁ Ἰεφθάε ἐν τῷ καταλόγῳ τῶν εὐσεβῶν ἠριθμήθη, ἔστιν αὕτη. Ἠιτήσατο ὁ Ἰεφθάε νίκην κατὰ τῶν ἐχθρῶν· ὑπὲρ δὲ ταύτης τῆς νίκης εὐ‐
5χαριστικὴν εὐχὴν ἀορίστως ηὔξατο, τὸ προσαγαγεῖν εἰς θυ‐ σίαν τὸ ἐκ τοῦ οἴκου αὐτοῦ ἐξερχόμενον εἰς ἀπάντησιν αὐτῷ ἐκ τοῦ πολέμου τροπαιούχῳ ἐπανερχομένῳ. Δεξάμενος δὲ ὁ διά‐ βολος τὸ ἀόριστον τῆς εὐχῆς ἐμηχανᾶτο ἐξ αὐτοῦ θεῖναι τῷ Ἰεφθάε παγίδα παραβάσεως, καὶ κινεῖ τὴν θυγατέρα αὐτοῦ,

455

B

μονογενῆ οὖσαν, μετὰ κιθάρας ἐξελθεῖν ἐκ τοῦ οἴκου εἰς συν‐ άντησιν αὐτῷ, ἵνα φεισαμένου τοῦ Ἰεφθάε τῆς θυγατρὸς ἀναγ‐ κασθῇ ποιήσασθαι τῆς εὐχῆς τὴν ἀθέτησιν. Ἀλλ’ ὅμως πα‐ γίδα θεὶς ὁ διάβολος τοῦ θηράματος οὐκ ἔτυχε, προτιμοτέραν
5ἡγησαμένου τοῦ Ἰεφθάε τῆς ζωῆς τῆς θυγατρὸς τὴν ἀπόδοσιν τῆς εὐχῆς. Συνεχώρησε δὲ ὁ θεὸς προσενεχθῆναι αὐτὴν εἰς θυσίαν, οὐχ ὡς ἀνθρωπίνου αἵματος τερπόμενος, ἀλλὰ πρὸς διδασκαλίαν τῶν ἑξῆς ἀνθρώπων τοῦ μηδέποτε ἀορίστως
εὔξασθαι τῷ θεῷ. Πολλὰ γάρ ἐστιν ἄτοπα κατὰ τὴν οὕτως154

455

C

ἀόριστον εὐχὴν εὐλαβησόμενα, ὧν τοῦ μὴ γενέσθαι ὁ θεὸς προνοησάμενος συνεχώρησε θυσίαν γενέσθαι τοῦ Ἰεφθάε τὴν θυγατέρα· ὅπερ οὐκ ἦν τῆς προαιρέσεως προηγουμένως οὔτε τοῦ θεοῦ οὔτε τοῦ Ἰεφθάε, ἀλλὰ συμβεβηκός πως τῷ ἀορίστῳ
5τῆς εὐχῆς. Ἐπειδὴ οὖν ὁ Ἰεφθάε τὴν εἰς θεὸν εὐσέβειαν φυ‐ λάττων διὰ τῆς θυσίας τῆς θυγατρὸς ἀνεδείχθη, διὰ τοῦτο αὐ‐ τοῦ γέγονεν ἡ μνήμη ἐν τῷ καταλόγῳ τῶν δικαίων. Ἐρώτησις ρʹ.

455

D

Εἰ πρὸς σύστασιν τοῦ ἀληθῆ εἶναι τὴν παρὰ τῶν ὀρθο‐ δόξων γενομένην λατρείαν τὴν τῶν θαυμάτων χάριν ἐν ταῖς αὐτῶν ἐκκλησίαις κατ’ ἀρχὰς ὁ δεσπότης δεδώρηται, διὰ τί, ἡνίκα αἱρετικοὶ ἐν αὐταῖς λατρεύσαντες ἀπ’ αὐτῶν τῶν ὀρθο‐
5δόξων ἀπέστησαν, οὐ συναπέστη τοῖς ὀρθοδόξοις ἀπὸ τῶν ἐκκλησιῶν καὶ τὰ θεῖα χαρίσματα, ἀλλ’ ἡ μὲν τῆς πλάνης λα‐ τρεία ταῖς ἐκκλησίαις ἐπεισέφρησε, τὰ δὲ πρὸς τὴν αὔξησιν τῆς ὀρθοδοξίας ὑπὸ τοῦ θεοῦ δωρηθέντα καὶ ἐπὶ τῶν αἱρετι‐ κῶν τὴν αὐτὴν ἐν ταῖς ἐκκλησίαις εἶχεν ἐνέργειαν;

456

A

Ἀπόκρισις. Εἰ μὲν διὰ τῶν αἱρετικῶν ζώντων ἢ ἀποθανόντων ἡ θεία χάρις ἐνήργει τὰ χαρίσματα, εἶχεν ἂν τὸ γινόμενον εὔλογον ἀπο‐ ρίαν· εἰ δὲ οἱ τὰ θεῖα θαύματα ἐν ταῖς ἐκκλησίαις ἐνεργοῦντες
5ἅγιοί εἰσιν ἀπόστολοι, προφῆταί τε καὶ μάρτυρες, δῆλον ὅτι τοῖς θείοις ἔργοις διαμαρτύρεται τῷ κόσμῳ ὁ θεὸς ἐκείνων εἶναι τὰς ἐκκλησίας, δι’ ὧν θαύματα ἐκτελεῖται, τουτέστι τῶν ὀρθοδόξων.

456

B

Ἐρώτησις ραʹ. Εἰ μελέτῃ λογικὸς ἅπας τὴν γνῶσιν κομίζεται, γνώσεως
δὲ νόμος τῶν μειζόνων προτάσσειν τὰ ἥσσονα, ὅπερ κρατῆσαν ἐπὶ τῶν Ἰουδαίων σαφέστερον δείκνυται, πρότερον τὰ τοῦ νό‐156
5μου, εἶθ’ οὕτως τὰ εὐαγγέλια παρειληφότων μαθήματα, πῶς ἡμεῖς οὐκ ἀνακολούθως μανθάνομεν, πρὸ τῶν ἡσσόνων τὰ μείζονα διδασκόμενοι; Λέγω δὴ τὰ τοῦ νόμου ἥσσονα, τὰ δὲ τῶν εὐαγγελίων μείζονα. Μιᾶς γὰρ ἡμῶν τε καὶ τῆς αὐτῶν

456

C

φύσεως, μίαν εἶναι καὶ τὴν τάξιν ἐχρῆν τῆς μαθήσεως, ἐπειδὴ καί, ἐὰν μὴ ἐν τοῖς μαθήμασι φθάσῃ τὰ χείρονα, τὰ ἀμείνω κωλύεται. Ἀπόκρισις.
5 Εἰ τὴν ἀνάγκην, ἣν ἔχει ἐκεῖνα τὰ μαθήματα, ὧν, εἰ μὴ προηγεῖται τῶν ἡσσόνων ἡ μάθησις, τὰ ἀμείνω κωλύεται, ταύ‐ την εἶχε τὰ ἡμέτερα μαθήματα, καὶ ἀνακολούθως μαθεῖν τὰ ἡμέτερα μαθήματα· ἀλλ’ ἐπειδὴ δυνατὸν τὰ ἡμέτερα μαθή‐

456

D

ματα καὶ ἀνακολούθως μαθεῖν, δῆλον ὅτι ἀπήλλακται τὰ ἡμέ‐ τερα μαθήματα ἐκείνης τῆς ἀνάγκης. Τὸ ἀνάγκης δὲ ἀπηλ‐ λαγμένον, ὡς ἂν γίνηται, ἀδιάβλητόν ἐστιν ἐπὶ τῇ ἀνακολου‐ θίᾳ. Καὶ ταῦτα μὲν ὡς πρὸς τὴν λύσιν τοῦ ἐν τῇ ἐρωτήσει
5σοφίσματος· πρὸς αὐτὴν δὲ τὴν ἐρώτησιν οὕτως ἀποκρινόμεθα, ὅτι οὐδὲ ἡμεῖς ἀνακολούθως διδασκόμεθα, ἀλλ’ ὡς ἐμάνθανον οἱ ἀπόστολοι, πρῶτον μὲν τὰ τοῦ νόμου, ὕστερον δὲ τὰ εὐαγ‐ γέλια, οὕτως καὶ ἡμᾶς ἐδίδαξαν. Μαρτυροῦσι δὲ τοῦτο αἱ

457

A

αὐτῶν φωναί, ἐν αἷς κατήγγειλαν τὸ εὐαγγέλιον· πανταχοῦ γὰρ ἐκ τοῦ νόμου τὸν Χριστὸν κηρύξαντες, ἐκ τῶν πρώτων τὰ ὕστερα καὶ ἐκ τῶν ἡσσόνων τὰ μείζονα. Τὸ γὰρ Προφήτην ὑμῖν
ἀναστήσει κύριος ὁ θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ἡμῶν κατ’ ἐμέ·158
5καὶ τὸ Εἶπεν ὁ κύριος τῷ κυρίῳ μου Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου· καὶ Ὅτι οὐκ ἐγκατέλειψας τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ ἡ σάρξ μου εἶδε διαφθοράν· φωναί εἰσι τοῦ νόμου προκαταγγείλασαι ἐν αὐταῖς τὸν Χριστόν, αἷς καὶ ὁ ἀπόστολος χρησάμενος

457

B

τοῖς Ἰουδαίοις τὸ εὐαγγέλιον ἐκήρυξε. Καὶ ὡς μὲν πρὸς τὴν μάθησιν, οὐδὲν διέστηκε τὰ εὐαγγέλια τοῦ νόμου· ὡς δὲ πρὸς τὴν ἐπαγγελίαν καὶ ἀπόδοσιν, διέστηκε. Τί γάρ ἐστιν ὁ νό‐ μος; Εὐαγγέλιον προκατηγγελμένον. Τί δὲ τὸ εὐαγγέλιον;
5Νόμος πεπληρωμένος. Ἐρώτησις ρβʹ. Εἰ περιττὸν καὶ λεῖπον ἐν τῇ τοῦ σώματος ἡμῶν κατα‐ σκευῇ ὁ δημιουργὸς οὐ πεποίηται, διὰ τί ὡς περιττὸν τὸ τῆς ἀκροβυστίας μέρος τῶν Ἰουδαίων ἀπετέμνετο; Εἰς τί δὲ χρή‐
10σιμον οὐκ ἐν ἑτέρῳ μέρει, ἀλλ’ ἐν τῷ παιδοποιῷ μορίῳ τὴν

457

C

περιτομὴν οἱ πρὸ τῆς τοῦ δεσπότου Χριστοῦ παρουσίας εἰλή‐ φασι; Διὰ τί δέ, ἐκείνων ὡς χρησίμην ταύτην λαβόντων, τῇ τοιαύτῃ χειρουργίᾳ ὁμοίως καὶ ἡμεῖς οὐ κεχρήμεθα; Ἀπόκρισις.
5 Ἐπειδὴ διὰ τὸ γῆρας αὐτοῦ τε καὶ τῆς ἐλευθέρας γαμετῆς ἐν ἀπογνώσει τοῦ παιδοποιεῖν ἐκ τῆς ἐλευθέρας καθιστάμε‐ νος [ὁ Ἀβραὰμ] ἐπαγγελίαν παιδοποιΐας ἐδ[έξατο παρὰ] τοῦ θεοῦ, καὶ πιστεύσας θεῷ παρὰ τὸν χρόνον τῆς ἡλικίας ἔσεσθαι πατὴρ τοῦ ἐκ τῆς γεγηρακυίας στείρας αὐτῷ γενομένου υἱοῦ,

457

D

δι[ὰ τοῦτο ἔδωκεν] αὐτῷ ὁ θεὸς σφραγῖδα ταύτης [τῆς πί‐
στεως] τὴν περιτομὴν τῆς ἀκροβυστίας μορίου τοῦ διὰ μὲν τὸ γῆρας πρὸς παιδοποιΐαν ἀχρήστου γενομένου, διὰ δὲ τὴν πί‐ στιν τοῦ Ἀβραὰμ εἰς παιδοποιΐαν γεγονότος χρησίμου. Παρέ‐160
5πεμψε δὲ ταύτην τὴν περιτομὴν εἰς ὅλον τὸ γένος τὸ ἐκ τοῦ παρ’ ἐλπίδα πατρὸς γενομένου, ὑφιστάμενον εἰς ἀνεξάλειπτον μνημόσυνον τῆς τε τοῦ Ἀβραὰμ πίστεως καὶ τῆς τοῦ θεοῦ δυ‐ νάμεως, τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς καὶ καλοῦντος τὰ μὴ

458

A

ὄντα ὡς ὄντα. Περιτεμνόμεθα δὲ καὶ ἡμεῖς τῇ περιτομῇ τοῦ Χριστοῦ διὰ τοῦ βαπτίσματος, ἐκδυόμενοι τὸν Ἀδάμ, δι’ ὃν ἁμαρτωλοὶ γεγονότες τεθνήκαμεν, καὶ ἐνδυόμενοι τὸν Χριστόν, δι’ ὃν δικαιωθέντες ἀνιστάμεθα ἐκ τῶν νεκρῶν· ἐν ᾧ, φησὶν
5ὁ ἀπόστολος, περιετμήθητε περιτομὴν ἀχειροποίητον τῇ ἀπεκ‐ δύσει τοῦ σώματος ὑμῶν. Ἐρώτησις ργʹ. Εἰ ὁ προσταχθεὶς ποιῆσαι τὰ κατὰ δύναμιν ἔπαινον ἢ μέμψιν ἐν τῷ ποιῆσαι ἢ μὴ ποιῆσαι κομίζεται, δῆλον ὅτι ὁ

458

B

τὰ ὑπὲρ δύναμιν μὴ ποιήσας, ἐπεί εἰσιν ἀδύνατα, ὑπάρχει ἀνεύθυνος. Πῶς οὖν ὁ [θεὸς τὰ] ὑπὲρ δύναμιν ἐπιτάττων, τουτέστι τὸ μὴ ἁμαρτάνειν, τὸν ἁμαρτάνοντα ὑποβάλλει κολά‐ σεσι, τοῦ ἀνθρώπου ἀδυνάτου ὄντος πρὸς τὴν τοῦ νόμου ἐκ‐
5πλήρωσιν; Μαρτυρεῖ δὲ τούτοις καὶ ὁ ἀπόστολος, Οὐ δι‐ καιωθήσεται, λέγων, ἐξ ἔργων νόμου πᾶσα σάρξ. Ἀπόκρισις. Τὸ παντὶ ἀνθρώπῳ ἀδύνατον τοῦτο καὶ τινὶ ἀνθρώπῳ ὑπάρχει ἀδύνατον, οἷον τὸ πέτεσθαι ἐν τῷ ἀέρι ὡς ἀετὸς τινὶ

458

C

ἀνθρώπῳ ἀδύνατόν ἐστιν, ὅτι καὶ παντὶ ἀνθρώπῳ ἐστὶν ἀδύ‐ νατον· καὶ ἀνάπαλιν τὸ τινὶ ἀνθρώπῳ δυνατόν, ὡς τὸ πλεῖν, καὶ παντὶ ἀνθρώπῳ δυνατὸν ὑπάρχει. Ἀλλ’ εἰ, καθώς φησιν ἡ θεία γραφή, τινὲς τῶν ὑπὸ τὸν νόμον δικαιοσύνῃ γεγόνασιν
5ἄμεμπτοι, δῆλον ὅτι καὶ πᾶσι τοῖς ὑπὸ τὸν νόμον ὑπῆρχε δυ‐
νατὸν τῷ ὁμοίῳ τρόπῳ κατὰ τὴν ἐκ νόμου δικαιοσύνην γενέσθαι ἀμέμπτοις. Λέγει γὰρ ὁ μὲν μακάριος Παῦλος ὁ ἀπόστολος περὶ ἑαυτοῦ ὅτι Κατὰ τὴν δικαιοσύνην τὴν ἐκ νόμου γενόμενος162

458

D

ἄμεμπτος· ὁ δὲ μακάριος Λουκᾶς ὁ εὐαγγελιστὴς περὶ τοῦ Ζαχαρίου καὶ τῆς γυναικὸς αὐτοῦ Ἐλισσάβετ ὅτι Ἦσαν δί‐ καιοι ἀμφότεροι ἐναντίον τοῦ θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ κυρίου ἄμεμπτοι. Τί δέ
5ἐστι πᾶσα ἡ κατὰ τὸν νόμον δικαιοσύνη; Τὸ ἀγαπᾶν τὸν θεὸν μὲν ὑπὲρ ἑαυτόν, τὸν πλησίον δὲ ὡς ἑαυτόν· ὅπερ οὐκ ἔστιν ἀδύνατον ἀνθρώποις βουληθεῖσι. Τὸ οὖν Ἐξ ἔργων νόμου μὴ δικαιωθῆναι πᾶσαν σάρκα οὐ διὰ τὸ μὴ δύνασθαι τὰ

459

A

ἀδύνατα λέγει, ἀλλὰ διὰ τὸ μὴ βούλεσθαι τὰ δυνατά. Τῇ γὰρ βουλήσει πρὸς τὰ δυνατὰ κεχρήμεθα, οὐ πρὸς τὰ ἀδύνατα· τοῖς γὰρ δυνατοῖς καὶ ἐφ’ ἡμῖν οὖσιν ὁ ἔπαινος ἢ ὁ ψόγος γίνεται πραχθεῖσιν ἢ μὴ πραχθεῖσι. Τοῦ δὲ Διὰ τὸ μὴ
5αἱρεῖσθαι καὶ οὐ διὰ τὸ μὴ δύνασθαι ἁμαρτάνομεν ἄνθρωποι ἔστι τοῦτο σημεῖον, τὸ μὴ πάντας ἀνθρώπους πᾶσι τοῖς τῆς ἁμαρτίας εἴδεσιν ἐμπεσεῖν, ἀλλὰ τινὰς μὲν τούτῳ τῷ εἴδει τῆς ἁμαρτίας ἐμπεσεῖν, τινὰς δὲ ἐκείνῳ, καὶ τινὰς μὲν πλείοσι, τινὰς δὲ ἐλάττοσι, τινὰς δὲ οὐδενὶ κατὰ τοὺς προει‐
10ρημένους δικαίους· ὅπερ οὐκ ἂν συνέβη ἀνθρώποις, τὸ τινὶ μὲν εἴδει τῆς ἁμαρτίας ἁμαρτάνειν, τινὶ δὲ οὐδέποτε ἁμαρ‐

459

B

τάνειν, εἰ ἀδυναμίᾳ φύσεως καὶ οὐκ ἀβουλίᾳ προαιρέσεως ἡμάρτανον οἱ ἄνθρωποι. Ἐρώτησις ρδʹ. Εἰ ἐπὶ τῶν ἐγκλημάτων χώραν μετανοίας τοῖς ἡμαρτη‐
5κόσιν ὁ νόμος οὐ δίδωσιν, ἀλλὰ κίνδυνον αὐτοῖς ἐπάγει ἀπα‐ ραίτητον, πῶς μοιχείαν καὶ φόνον ὁ προφήτης Δαυῒδ ἐργα‐ σάμενος οὐ παρὰ τὸν νόμον συγγνώμης ἠξίωται; Καὶ εἰ μὲν ἀγαθὸν ἡ συγγνώμη, διὰ τί τὸ ἀσύγγνωστον τῷ νόμῳ συνέ‐ ζευκται; Εἰ δὲ φαῦλον, ὅπερ οὐκ οἶμαι, πῶς ὁ τῶν ἀγαθῶν

459

C

χορηγὸς τὸ φαῦλον τῷ προφήτῃ κεχάρισται; Ἀπόκρισις. Εἰ ἐπὶ τῶν ἐγκλημάτων χώραν μετανοίας τῷ ἡμαρτηκότι ὁ νόμος οὐ δίδωσι, πῶς ἐν τῇ ἐνενηκοστῇ ἑβδόμῃ ἐρωτήσει164
5προτέτακται τῆς χάριτος ὁ νόμος, ὥστε τις ἑτοιμότερος καὶ φιλανθρωπότερος εἰς ἄφεσιν ἁμαρτημάτων τοῖς ἁμαρτάνου‐ σιν, οὓς καθ’ ἑκάστην ἡμέραν διὰ τοῦ βαπτίσματός τε καὶ

459

D

τῆς τῶν ἀλόγων θυσίας τῆς μέμψεως ἀπολύει, νῦν δὲ ἐν τῇ προκειμένῃ ἐρωτήσει ῥανὶς οὐχ ὑπολέλειπται τῷ νόμῳ φιλαν‐ θρωπίας, ἀλλὰ συνέζευκται αὐτῷ τὸ ἀσύγγνωστον, κίνδυνον ἐπάγον τῷ ἡμαρτηκότι ἀπαραίτητον; Καὶ πρὸς μὲν τὸ μὴ
5ἀνεπισήμαντον καὶ τῶν ἐρωτήσεων τὴν ἐναντίωσιν εἰρήσθω ταῦτα· πρὸς δὲ τὴν ἐρώτησιν ἀποκρινόμεθα, ὅτι εἰ καὶ ὁ νόμος τὸ ἀσύγγνωστον ἔχει, ἀλλὰ καὶ ἡ χάρις μετάνοιαν δέδωκε τῷ ἡμαρτηκότι. Τὸ γὰρ Αἱ χεῖρες ὑμῶν αἵματος πλήρεις, ἀλλὰ λούσασθε καὶ καθαροὶ γένεσθε, καί, ἐὰν ὦσιν αἱ ἁμαρ‐

460

A

τίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ, καὶ τὸ Οὐ βού‐ λομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν, φωναί εἰσι τῆς θείας χάριτος ἁμαρτωλοὺς καλοῦσαι εἰς εὐπάθειαν τοῦ νόμου, διὰ μετανοίας εἰληφότας τῶν προη‐
5μαρτημένων τὴν συγγνώμην. Ἀγαθὴ μὲν οὖν ἐστιν ἡ συγ‐ γνώμη καὶ τῆς θείας χάριτος δῶρον, οὐκ ἔστι δὲ οὐδὲ κατὰ τὸν νόμον οὐδὲ κατὰ τοῦ νόμου, ἀλλ’ ὑπὲρ τὸν νόμον καὶ ὑπὲρ τοῦ νόμου· ὑπὲρ τὸν νόμον μέν, ὅτι χάρις, ὑπὲρ τοῦ νόμου δέ, ὅτι διὰ μετανοίας ἄγει τοὺς ἁμαρτωλοὺς εἰς εὐπάθειαν τοῦ
10νόμου, καθάπερ καὶ τὸν Δαυΐδ.

460

B

Ἐρώτησις ρεʹ. Εἰ πᾶσι μὲν ἀνθρώποις διὰ τὸ ἀσθενὲς τῆς φύσεως ἀναγ‐ καία ἡ διὰ τῆς εὐχῆς ὑπάρχει βοήθεια, ταῦτα δὲ οὐ πρόσεστι τῷ δεσπότῃ Χριστῷ, οἷα δεσπότῃ καὶ ἀρκοῦσαν πρὸς πάντα
5κεκτημένῳ τὴν δύναμιν, διὰ τί τῶν ἀποστόλων συχνότερον ὑπὸ
τῆς γραφῆς τὸν Χριστὸν μανθάνομεν προσευχόμενον; Ἀπόκρισις.166

460

C

Ὥσπερ πεινάσας ὁ κύριος καὶ διψήσας καὶ κοπιάσας, δακρύσας τε καὶ ἱδρώσας, καίτοι δυνάμενος διὰ περιουσίας δυνάμεως μηδὲν τούτων ὑπομένειν, διὰ δὲ τὸ παρέχειν γνώ‐ ρισμα τῆς ἀνθρωπίνης αὑτοῦ φύσεως ἑκουσίως ὑπέμεινε τὰ
5τῆς φύσεως ἀσθενῆ, οὕτως καὶ τὸ εὔξασθαι διὰ τὴν αὐτὴν αἰ‐ τίαν. Εἰ γὰρ ἑκουσίως ὑπομεμενηκότος αὐτοῦ τὰ ἀσθενήματα τῆς ἑαυτοῦ φύσεως τολμῶσί τινες λέγειν μὴ ὑπάρχειν αὐτὸν τῆς ἡμετέρας φύσεως, πῶς οὐκ ἂν ἔλεγον αὐτὸ τοῦτο μετὰ τῆς περιουσίας τῆς ἀποδείξεως, εἰ συνέβη αὐτῷ μηδαμῶς αὐτὸν

460

D

εὔξασθαι τῷ θεῷ καὶ πατρί; Καὶ ἐπειδὴ περὶ τῶν ἀποστό‐ λων οὐδεμία γέγονεν ἀμφιβολία εἰ ἄνθρωποι ἦσαν, περὶ δὲ τοῦ σωτῆρος ἔμελλε γίνεσθαι ἀμφιβολία, διὰ τοῦτο συχνότερον αὐτῶν τε καὶ τῶν λοιπῶν ἀνθρώπων καὶ τὸ εὔξασθαι αὐτὸν
5κατήγγειλεν ἡ θεία γραφή. Εἰ γὰρ τῶν τῆς σαρκὸς ἀσθενειῶν ἀνώτερος διὰ τῆς ἀναστάσεως γενόμενος ὡς ἀρχιερεὺς τῆς ὁμολογίας ἡμῶν ἐντυγχάνει τῷ θεῷ ὑπὲρ ἡμῶν, πῶς οὐχὶ μᾶλ‐ λον ἔτι ὑποκειμένου αὐτοῦ τῇ ἀσθενείᾳ τῆς σαρκὸς ἐδεῖτο με‐

461

A

γάλης κραυγῆς καὶ ἰσχυρᾶς καὶ δακρύων, μεθ’ ὧν τὴν δέησιν προσέφερε τῷ δυναμένῳ ῥύσασθαι αὐτὸν ἐκ θανάτου; Ἐρώτησις ρϛʹ. Εἰ πάντων τῶν ἀνθρώπων μίαν ἔχει ἡ σὰρξ καὶ μίαν ἡ
5ψυχὴ οὐσίαν, πῶς ὁ μὲν ἀργός, ὁ δὲ περὶ τὴν νόησίν ἐστιν ὀξύτερος; Ἀλλ’ εἰ μὲν ἡ ψυχὴ τῆς τοιαύτης ἐστὶ διαφορᾶς αἰτία, ἀνάγκη τῶν ψυχῶν ὑπονοεῖν τὴν οὐσίαν διάφορον κατὰ τὴν διαφορὰν τῆς νοήσεως· εἰ δὲ ἡ σάρξ, ὁ αὐτὸς καὶ περὶ

461

B

αὐτῆς λόγος ἁρμόσειεν. Εἰ δὲ ἔκ τινος χυμοῦ, οἷον ξηροῦ ἢ ὑγροῦ ἢ θερμοῦ ἢ ψυχροῦ, πλεονασμοῦ ἢ ἐλλείψεως τοῦ θατέ‐ ρου τὸ ἕτερον ἐπικρατέστερον γίνεται, οἷον ἀφροσύνη ἢ φρό‐ νησις, πόθεν ἢ ὅπως γέγονέ τις τοιαύτης ποιότητος ἡ ἐπικρά‐
5τεια, ἡ παρασκευάσασα τὸ ἔννουν ἢ ἄνουν ἐν ἡμῖν πλεονάζειν; Ἀπόκρισις. Τῆς τοῦ νοεῖν ὀξύτητος ἢ νωθρότητος αἰτίαν ἀποδεδώκασί168

461

C

τινες τῶν τε στοιχείων, ἐξ ὧν σύγκειται τὰ ἡμέτερα σώματα, τὴν εὐκρασίαν καὶ τὴν δυσκρασίαν καὶ τῶν ὀργανικῶν μορίων τὴν συμμετρίαν, καὶ δοκοῦσιν ὀρθῶς ἀποδεδωκέναι τούτων τὰς αἰτίας. Εἰσὶ γάρ τινες ἐν μέν γε νεότητι γεννητικοί τε
5καὶ ἐπιδεκτικοὶ νοημάτων τυγχάνοντες, ἐν δὲ τῷ γήρᾳ εἰς τὸ ἐναντίον μεταβαλλόμενοι γίνονται περὶ τὸ νοεῖν ἀργοί· ἔστι δὲ τοῦτο σημεῖον τοῦ τὴν εὐκρασίαν τε καὶ δυσκρασίαν εἶναι αἰτίαν τῆς τοιαύτης μετοχῆς. Ὡσαύτως δὲ καὶ οἱ λίαν μεγα‐ λοκέφαλοι, λεγόμενοι βαρυκέφαλοι, διὰ τὸ μὴ σώζειν σύμμε‐

461

D

τρον ἀναλογίαν πρὸς τὰ ἄλλα μέρη τοῦ σώματος δι’ ὑπερβολὴν μικρότητος ἢ μεγέθους, καὶ αὐτοὶ ἀνεπιτήδειοί εἰσι τοῦ δύνα‐ σθαι εἶναι γεννητικοί τε καὶ ἐπιδεκτικοὶ νοημάτων. Γίνονται δὲ καὶ ἄλλοι πρὸς τὴν κατάληψιν τῶν τῇ φύσει συνεστώτων
5πραγμάτων ὀξεῖς τε καὶ ἕτοιμοι, καὶ ἀπὸ τῆς θείας χάριτος, ὡς τὸ Ὁ κύριος ἔδωκε τῷ Σολομῶντι πλάτος καρδίας, ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης· καὶ ὡς τὸ Οἷς δέδοται μὲν διὰ πνεύματος λόγος σοφίας, ἄλλοις δὲ λόγος γνώσεως.

462

A

Ἐρώτησις ρζʹ.
Εἰ ὑπὸ τῶν ἀπίστων πρὸς ἀπάτην εὑρέθη τὰ ᾄσματα, τοῖς δὲ ἐν νόμῳ εἰσηγήθη διὰ φρενῶν νηπιότητα, οἱ τῆς χάριτος τέλεια καὶ τῶν ῥηθέντων τρόπων ἀλλότρια παρειληφότες μα‐170
5θήματα διὰ τί ἐν ταῖς ἐκκλησίαις κατὰ τοὺς ἐν τῷ νόμῳ νη‐ πίους τοῖς ᾄσμασι κέχρηνται; Ἀπόκρισις.

462

B

Οὐ τὸ ᾆσαι ἁπλῶς ἐστι τοῖς νηπίοις ἁρμόδιον, ἀλλὰ τὸ μετὰ τῶν ἀψύχων ὀργάνων ᾆσαι καὶ μετὰ ὀρχήσεως καὶ κρο‐ τάλων· διὸ ἐν ταῖς ἐκκλησίαις προαιρεῖται ἐκ τῶν ᾀσμάτων ἡ χρῆσις τῶν τοιούτων ὀργάνων καὶ τῶν ἄλλων τῶν νηπίοις
5ὄντων ἁρμοδίων, καὶ ὑπολέλειπται τὸ ᾆσαι ἁπλῶς. Ἡδύνει γὰρ τὴν ψυχὴν πρὸς ζέοντα πόθον τοῦ ἐν τοῖς ᾄσμασιν ᾀδο‐ μένου, κοιμίζει τὰ ἐκ τῆς σαρκὸς ἐπανιστάμενα πάθη, τοὺς ὑπὸ τῶν ἀοράτων ἐχθρῶν ἐμβαλλομένους ἡμῖν λογισμοὺς πο‐

462

C

νηροὺς ἀπωθεῖται, ἀρδεύει τὴν ψυχὴν πρὸς καρποφορίαν θείων ἀγαθῶν, γενναίους πρὸς τὴν ἐν τοῖς δεινοῖς καρτερίαν τοὺς ἀγωνιστὰς ἐργάζεται τῆς εὐσεβείας, πάντων τῶν ἐν τοῖς βιω‐ τικοῖς λυπηρῶν ἰαματικὸν γίνεται τοῖς εὐσεβέσι. Μάχαιραν
5τοῦ πνεύματος τοῦτο ὁ Παῦλος ὀνομάζει, ἐν ᾧ κατὰ τῶν ἀο‐ ράτων πολεμίων ὁπλίζει τοὺς ὁπλίτας τῆς εὐσεβείας· ῥῆμα γάρ ἐστι θεοῦ, ὃ καὶ ἐνθυμούμενον καὶ ᾀδόμενον καὶ ἀνα‐ κρουόμενον δαιμόνων γίνεται ἀπελατικόν. [Ἔστιν οὖν τὰ τοιαῦ]τα τελειωτικὰ τῆς ψυχῆς ἐν ταῖς κατ’ εὐσέβειαν ἀρεταῖς,

462

D

διὰ τῶν ᾀσμάτων τῶν ἐκκλησιαστικῶν τοῖς εὐσεβέσι προσ‐ γινόμενα. Ἐρώτησις ρηʹ.
Εἰ συγγνώμην ἡ ἀκούσιος ἐφέλκεται ἄγνοια, καθὼς ὑπὸ172
5τῆς γραφῆς διδασκόμεθα, πῶς οἱ μὲν πάλαι Ἰουδαῖοι, τὸν Χριστὸν ἐξ ἀγνοίας σταυρώσαντες, πλείστων καὶ ἀνυποίστων δεινῶν ἐπειράθησαν, ὡς ἐν τοῖς Περὶ τῆς ἁλώσεως λόγοις μαρτυρεῖ ὁ Ἰώσηπος, οἱ δὲ νῦν τῷ Χριστῷ ἀπειθοῦντες αὐτῶν, τῆς μὲν οἰκείας πατρίδος ἀπελαθέντες, εἰς πᾶσαν τὴν γῆν

463

A

ἐλικμήθησαν, τοῖς δὲ ἔθνεσιν εἰς δουλείαν ἐξεδόθησαν ἄτιμον, ὡς τὰ πράγματα στήλης βοᾷ περιφανέστερον; Τὴν δὲ ἐν ἑκα‐ τέροις αὐτῶν συνίστησιν ἄγνοιαν ποτὲ μὲν ὁ κύριος, Πάτερ, λέγων, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσι· ποτὲ δὲ ὁ ἀπό‐
5στολος φάσκων· Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν. Καὶ ταῦτα μὲν περὶ τῶν πάλαι Ἰουδαίων· περὶ δὲ τῶν νῦν, Μαρτυρῶ, φησίν, αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχου‐ σιν, ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν.

463

B

Ἀπόκρισις. Ὅτε ἡ ἀκούσιος ἄγνοια τοῖς ἀγνοοῦσι νομισθῇ γνῶσις, τότε ἡ ἀπόβασις τοῦ κατ’ ἄγνοιαν πραττομένου πράγματος δείκνυσι κατ’ ἀλήθειαν οὖσαν γνῶσιν ἢ κατὰ πλάνην καὶ ἄγνοιαν.
5Δειχθείσης δὲ τῆς νομιζομένης γνώσεως διὰ τῆς ἀποβάσεως ἀγνοίας ὑπαρχούσης τοῦ πράγματος, ἂν ἐμμένῃ τῇ αὐτῇ ἀγνοίᾳ ὁ ἀγνοήσας, οὐδεμίαν ἐφέλκεται συγγνώμην ἀλλὰ τιμωρίαν ἀπαραίτητον. Ἀλλ’ ὅτι μὲν οὕτως ἐσταύρωσαν οἱ Ἰουδαῖοι τὸν Χριστὸν ὡς γινώσκοντες αὐτὸν ἀντίθεον [καὶ σύμψη]φον

463

C

ἔχοντες τὸν θεὸν ἐν τῇ ἀναιρέσει αὐτοῦ, παντί που δῆλον· οὐκ ἂν γὰρ αὐτὸν ἐσταύρωσαν, εἰ ἦσαν γινώσκοντες ὅτι μετὰ τὸν θάνατον αὐτὸν ὁ θεὸς ἐγερεῖ ἐκ τῶν νεκρῶν. Ἐγερθεὶς δὲ ἐκ τῶν νεκρῶν ὑπὸ τοῦ θεοῦ ἔδειξε τὴν νομιζομένην κατὰ Χρι‐
5στοῦ γνῶσιν τῶν Ἰουδαίων κατὰ ἀλήθειαν ἄγνοιαν οὖσαν.
Ἐπειδὴ οὖν μετὰ τὸ ἀναστῆναι τὸν κύριον ἐκ νεκρῶν, καὶ δειχθῆ‐ ναι μήτε τὸν θεὸν σύμψηφον γεγονότα τοῖς Ἰουδαίοις ἐν τῷ θανάτῳ τοῦ Χριστοῦ μήτε τὸν Χριστὸν ἀνεγέρτως μένειν ἐν174

463

D

τῷ θανάτῳ κατὰ τὴν προσδοκίαν τῶν αὐτὸν σταυρωσάντων, ἔτι τοὺς Ἰουδαίους ἐν τῇ ἀπειθείᾳ μένειν, διὰ τοῦτο οὐκ ἦσαν συγγνώμης ἄξιοι. Τὸ γὰρ ἐξαργυρίζειν αὐτοῦ τὴν ἀνάστασιν καὶ κλοπὴν ταύτην νομίζειν, καὶ κωλύειν τοὺς ἀποστόλους ἐπὶ
5τῷ ὀνόματι αὐτοῦ μὴ ἐκτελεῖν θεῖα ἔργα ἐν τῇ δυνάμει τοῦ ἁγίου πνεύματος γινόμενα, οὐκ ἔστιν ἀκουσίου ἀγνοίας συγ‐ γνώμην ἐφελκομένης, ἀλλ’ ἐγνωσμένης ἑκουσίου θεομαχίας τι‐ μωρίαν ἐφελκομένης. Εἰ μὲν γὰρ ταύτῃ τῇ ἐλπίδι ἐσταύρωσαν

464

A

τὸν Χριστὸν οἱ Ἰουδαῖοι, τοῦ μὴ κρατῆσαι τὴν διδασκαλίαν αὐτοῦ καὶ τοῦ μὴ λυθῆναι τὸν ἰουδαϊσμόν, πῶς οὐκ ἔστιν ἀμφο‐ τέρων ἀποτυχία λυτικὴ τῆς Ἰουδαίων κατὰ Χριστοῦ ἀκουσίου ἀγνοίας; Τὸ δὲ Σὺ πάτερ ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί
5ποιοῦσι, κατὰ ταύτην εἴρηται τὴν ἔννοιαν· Ὅτι, γνόντες ὅτι κατ’ ἄγνοιάν με ἐσταύρωσαν, καὶ αἰτοῦσι λύτρον τῶν πλημ‐ μελειῶν αὑτῶν, παράσχοις αὐτοῖς. Οὐ γὰρ δίδοται ἄφεσις τῷ νομίζοντι τὴν ἑαυτοῦ ἁμαρτίαν μὴ εἶναι ἁμαρτίαν ἀλλὰ δι‐ καιοσύνην. Καὶ τὸ εἰρημένον τῷ Παύλῳ, τὸ Μαρτυρῶ αὐ‐

464

B

τοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν, ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν, πεφει‐ σμένως εἴρηται τῇ τοῦ λόγου συγκαταβάσει· ἀσθενὴς τοῖς ἀσθενέσι γινόμενος, ἵνα κατὰ τὸ εἰρημένον σώσῃ τοὺς ἀσθενεῖς. Ἐρώτησις ρθʹ.
5 Εἰ τὸ τῆς ἀναστάσεως δῶρον πᾶσι τοῖς θανοῦσιν ὁ θεὸς διδόναι ὑπέσχετο, καὶ πάντες ἐκ τῶν τάφων ἀναστάντες τῷ κριτῇ παρίστασθαι μέλλουσι, πῶς πληρωθήσεται τὸ κρίνειν νεκροὺς καὶ ζῶντας τὸν κύριον; Πῶς δὲ νεκροὶ κριθῆναι δυ‐

464

C

νήσονται, ὧν τὰ μὲν σώματα ἐν μνήμασιν ἔῤῥιπται, αἱ δὲ
ψυχαὶ τῶν σωμάτων κεχωρισμέναι εἰσίν; Ἀπόκρισις. Οὐ πάντες, φησί, κοιμηθησόμεθα. Κρινεῖ οὖν ζῶντας176
5μὲν τοὺς τότε ζῶντας, νεκροὺς δὲ τοὺς ἀνισταμένους ἐκ τῶν νεκρῶν. Ἔρχεται, φησίν, ὥρα καὶ νῦν ἐστίν, ὅτε πάντες οἱ ἐν τοῖς μνήμασιν ἀκούσονται τῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ, καὶ ἐξέρχονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως. Ἐχρῆν οὖν κατὰ

464

D

τὸ πιστὸν τοῦ λόγου θεωρεῖν τὸ δυνατὸν τοῦ πράγματος καὶ μὴ ἀπορεῖν τὴν ἄλογον ἀπορίαν. Ἐρώτησις ριʹ. Εἰ τοῖς καταλιμπάνουσι πατέρα ἢ μητέρα ἢ τέκνα καὶ τὰ
5ἑξῆς ἑκατονταπλασίονα ἐπηγγείλατο διδόναι ὁ κύριος, ἆρα καὶ γυναῖκας ἑκατὸν οἱ τοιοῦτοι ἀντιλήψονται; Πῶς δέ, πολ‐ λῶν τὰ εἰρημένα διὰ τὴν ἐντολὴν καταλιπόντων ἐν πτωχείᾳ

465

A

καὶ μονότητι καὶ ἐρημίᾳ τελευτησάντων, οὐ διέψευσται ἡ τοι‐ αύτη ὑπόσχεσις; Ἀπόκρισις. Ὥσπερ πατέρας καὶ μητέρας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς
5λέγει τοὺς κατ’ οἰκειωτικὴν διάθεσιν προσλαμβανομένους τὸν Χριστόν, καταλείψαντας πατέρα τε καὶ μητέρα, ἀδελφούς τε καὶ ἀδελφάς, οὕτως καὶ γυναῖκα λέγει τὴν ἐν καιρῷ τῆς διὰ Χριστὸν ἐγκαταλείψεως προνοουμένην τοῦ καταλείψαντος τὴν

465

B

φύσει γυναῖκα. Ἡ δὲ ἐκκλησία τοῦ δεσπότου Χριστοῦ, ἡ ἐξ ἀρχῆς τοῦ χριστιανικοῦ κηρύγματος ὑπὸ τῶν αὐτῇ ἀντικειμένων Ἑλλήνων τε καὶ Ἰουδαίων διωκομένη καὶ ἁρπαζομένη πολυχρο‐ νίως, πόθεν ἔν τε τοῖς πνευματικοῖς καὶ ἐν τοῖς ἀνθρωπικοῖς
5τοσαύτην ἣν ὁρῶμεν ἐπίδοσιν ἐδέξατο, μὴ τῆς θείας τε καὶ ζώσης τοῦ σωτῆρος φωνῆς, τῆς κατὰ πολυπλασιασμὸν ὑπο‐
σχομένης, καὶ τὴν ἀντίδοσιν ἐνεργησάσης ἐν αὐτῇ; Πόθεν δὲ πλούσιοι ἄνδρες τε καὶ γυναῖκες τὰς ἑαυτῶν ὑπάρξεις ἐπιφε‐178

465

C

ρόμενοι ἐν τῇ ἐρήμῳ τοὺς ἐκεῖσε ἀναχωρητὰς ἐζήτησαν καὶ τούτων τὰ ὑστερήματα ἐπλήρωσαν, καθὰ ἔγνωμεν ἐκ τῆς ἱστο‐ ρίας τῶν ἁγίων ἀρχαίων ἀνδρῶν, μηδὲ τοῦ δεσπότου Χριστοῦ δι’ αὐτῶν τὴν ἰδίαν ὑπόσχεσιν ἀγαγόντος εἰς πέρας;
5Ἐρώτησις ριαʹ. Εἰ πρὸς σύστασιν τῆς τῶν σωμάτων ἀναστάσεως ὡς και‐ ρίῳ τῷ κατὰ τὰ σπέρματα ὑποδείγματι ὁ ἀπόστολος ἐν τῇ πρὸς Κορινθίους ἐχρήσατο, πῶς οἱ τεμνόμενοι ἢ καιόμενοι

465

D

ἀναστήσονται, τῶν σπερμάτων μετὰ τομὴν ἢ καῦσιν οὐ βλα‐ στανόντων ἀλλὰ εἰς τὸ παντελὲς φθειρομένων; Ἀπόκρισις. Τῆς φύσεως οὔσης τῆς ἐργαζομένης τὰ ἐκ τῶν σπερμάτων
5γιγνόμενα, ὡς ἔμμετρον λαβούσης παρὰ τοῦ δημιουργοῦ τὴν δύναμιν, ἀνάγκη ἐπιτήδεια εἶναι τὰ σπέρματα πρὸς ποίησιν τῶν ἐξ αὐτῶν γιγνομένων· διὸ ἐὰν καῇ ἢ τμηθῇ τὰ σπέρματα, ἄχρηστα γίγνεται τῇ φύσει πρὸς ποίησιν τῶν ἐξ αὐτῶν γιγνο‐

466

A

μένων. Ὁ δὲ θεὸς οὐκ ἔμμετρον ἔχει τὴν δύναμιν· διὰ τοῦτο οὐδὲν αὐτῷ ἐστιν ἀνεπιτήδειον πρὸς ποίησιν πάντων ὧν βού‐ λεται, οὐδὲ κωλύεται ὑπὸ τῆς τομῆς καὶ καύσεως τῶν σωμά‐ των τοῦ ποιήσασθαι αὐτῶν τὴν ἀνάστασιν. Οὐ γὰρ νόμῳ καὶ
5μέτρῳ φύσεως ἐργάζεται ὁ θεός, ἀλλ’ αὐθεντίᾳ βουλῆς τῆς ἐν μηδενὶ ἀπορουμένης πρὸς ποίησιν ὧν βούλεται ποιεῖν. Ἐχρή‐ σατο δὲ ὁ ἀπόστολος τῷ κατὰ τὰ σπέρματα ὑποδείγματι εἰς πίστωσιν τῆς τῶν νεκρῶν ἀναστάσεως, ἵνα κατὰ ἀναλογίαν πιστώσηται τῆς ἀναστάσεως τὸν λόγον, ὅτι, ὥσπερ οὐκ ἀπι‐
10στοῦμεν τὴν βλάστησιν τοῦ σπέρματος, ὁρῶντες ἐν τῇ γῇ ἀπο‐

466

B

θανόντος καὶ ἀποβεβληκότος τοῦ σπέρματος τὴν φύσιν, οὕ‐ τως οὐκ ὀφείλομεν ἀπιστεῖν τῶν νεκρῶν τὴν ἀνάστασιν· ὁ γὰρ θεός, ὁ δεδωκὼς τῇ φύσει τὸ διὰ τοῦ σπέρματος ἐργάσασθαι τὴν βλάστην, πολὺ μᾶλλον αὐτὸς δύναται ἐκ τοῦ θανάτου
5ἐγεῖραι τοὺς νεκρούς. Ἐρώτησις ριβʹ. Εἰ τὴν βασιλείαν τοῦ Ἰσραὴλ δόξαν καὶ τρυφὴν καὶ ἄνεσιν ἐπίγειον οἱ ἀπόστολοι ὑπελάμβανον, καθά τινες ἔφασαν, διὰ τί ὁ κύριος περὶ ταύτης πρὸς αὐτῶν ἐρωτώμενος οὐ μόνον αὐ‐180

466

C

τοὺς οὐ διωρθώσατο, ἀλλὰ καὶ ἐπέσφιγξεν αὐτῶν τὴν ἄγνοιαν φήσας πρὸς αὐτούς· Οὐχ ὑμῶν ἐστὶ γνῶναι χρόνους ἢ και‐ ρούς, οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ; Αὕτη δὲ ἡ ἀπό‐ κρισις βεβαιοῖ τὴν ἐκείνων ἐρώτησιν.
5Ἀπόκρισις. Καὶ τοῦτο ἕν ἐστι τῶν πρὸ τῆς ἐπιφοιτήσεως τοῦ ἁγίου πνεύματος μὴ δυναμένων γνωσθῆναι ὑπὸ τῶν ἀποστόλων κατὰ τὸ εἰρημένον· Πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ’ οὐ δύνασθε βα‐

466

D

στάζειν ἄρτι· ὅταν δὲ ἔλθῃ τὸ πνεῦμα τῆς ἀληθείας, ἐκεῖνο ὁδηγήσει ὑμᾶς πρὸς πᾶσαν τὴν ἀλήθειαν. Μαθόντες δὲ ὑπὸ τοῦ πνεύματος τὸ Τὴν κοιλίαν καὶ τὰ βρώματα ὁ θεὸς καταρ‐ γεῖ, ἐκ τῆς ἰουδαϊκῆς ὑπολήψεως εἰς τὴν ἔννοιαν μετηνέχθησαν
5τὴν πρέπουσαν τῇ καταστάσει τῶν ἀνισταμένων ἐκ τῶν νε‐ κρῶν, ἐν ᾗ οὔτε βρῶσις οὔτε πόσις οὔτε γάμος, ἀλλὰ ἰσάγγε‐ λοι ἔσονται οἱ τῆς ἀναστάσεως υἱοί. Τὸ οὖν Οὐχ ὑμῶν ἐστὶ γνῶναι χρόνους ἢ καιρούς, οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξου‐ σίᾳ, οὐκ ἔχει σχῆμα βεβαιωτικὸν ἐρωτησάντων ἐν τῇ κατ’

467

A

ἄγνοιαν ὑπολήψει, ἀλλὰ ἀπορητικὸν ἀμφοτέρων, τῆς τε κατὰ τὸν χρόνον καὶ τῆς κατὰ τὸν τρόπον ὑπολήψεως τῶν ἐρωτη‐ σάντων. Δηλοῖ δὲ καὶ ὁ ἀπόστολος Παῦλος τὸν τρόπον ἐκεί‐ νης τῆς καταστάσεως ἐν οἷς λέγει· Ἡ βασιλεία τοῦ θεοῦ οὐκ
5ἔστι βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίῳ. Ἐρώτησις ριγʹ.
Εἰ τέλειον τότε νοοῦμεν τὸ τέλειον [κατὰ τὸ εἰωθὸς] ὅτε182

467

B

πάντα κέκτηται τέλεια, τέλειον δὲ ἄκρως τὸ καθ’ ὁτιοῦν προσ‐ θήκην ἢ αὔξησιν μὴ δεχόμενον, πῶς ὁ θεὸς μὲν προϋπάρχων τῆς κτίσεως, ὕστερον δὲ τὴν κτίσιν ποιησάμενος, οὕτω θεὸς τὸ δημιουργὸς ὄνομά τε καὶ πρᾶγμα προσέλαβε, καὶ ἐκ τοῦ
5θεὸς εἰς τὸ καὶ δημιουργὸς εἶναι τὴν αὔξησίν τε καὶ τὴν γένεσιν δέδεκται; Ἀπόκρισις.

467

C

Ἄλλο τὸ αὐτὸ εἶναι, καὶ ἄλλο τὸ ἄλλου εἶναι· ἄσχετον μὲν τὸ αὐτὸ εἶναι, σχετικὸν δὲ τὸ ἄλλου εἶναι. Ἐπειδὴ οὖν τὸ τέλειον τοῦ θεοῦ ἐν τῷ αὐτὸ εἶναι, διὰ τοῦτο οὐκ αὔξει αὐτὸν τὸ ἄλλου εἶναι. Καὶ καθάπερ τὸ ἀρχὴν εἶναι ἀριθμοῦ οὐδὲν
5συντελεῖ τῷ ἑνὶ πρὸς τὴν αὐτοῦ τελειότητα (καὶ γὰρ μὴ ὄντος αὐτοῦ ἀρχῆς ἀριθμοῦ τέλειον ἦν, καὶ γινομένου αὐτοῦ ἀρχῆς ἀριθμοῦ οὐκ ηὐξήθη), οὕτως καὶ ὁ θεὸς πρὸ τῆς κτίσεως ἦν τέλειος, καὶ μετὰ τὴν κτίσιν οὐκ ηὐξήθη. Οὐδὲν οὖν τῶν διὰ τῆς κτίσεως αὔξει θεόν (Σὺ γάρ, φησίν, ὁ αὐτὸς εἶ), ἀλλὰ

467

D

τὴν σχέσιν ἣν ἔχει πρὸς τὴν κτίσιν πολυτρόπως (Σφόδρα, φησίν, ὑπερυψώθης ὑπὲρ πάντας τοὺς θεούς), καὶ γὰρ ὡς πατὴρ καὶ δεσπότης καὶ κριτὴς καὶ ποιμὴν καὶ τὰ τούτοις ὅμοια. Καὶ καθάπερ ὁ θεὸς μὴ ποιήσας πλείονας κόσμους,
5[καίπερ τοῦ]το καὶ δύναται ποιεῖν, οὐκ ἀτελὴς ἐκ τούτου ἐδείχθη ἡ αὐτοῦ τελειότης εἰς τὸ ὑπερ[υψοῦσθαι αὐτ]όν· εἰ δὲ μὴ ποιήσας πλείονας κόσμους ὁ θεὸς οὐκ ἐμειώθη, οὐδ’ ἄρα
ποιήσας ἕνα κόσμον ηὐξήθη.184

468

A

Ἐρώτησις ριδʹ. Εἰ τὸ εἶναι τῇ δυνάμει τοῦ εἶναι τῇ ἐνεργείᾳ καθέστηκεν ἔλαττον, πῶς ὁ τοῦ κόσμου ποιητής, πρὸ τῆς τοῦ κόσμου ποιήσεως ποιητὴς ὢν δυνάμει καὶ οὐκ ἐνεργείᾳ, τῷ τῆς ἐλατ‐
5τώσεως οὐχ ὑποπίπτει ὀνόματι; Ἀπόκρισις.

468

B

Ὧν ἡ δύναμις τῆς ἐνεργείας φυσικῇ τινι ἀνάγκῃ ὑφέστηκεν, τούτων ἡ δύναμις ἐλάττων τῆς ἐνεργείας καθέστηκεν· οὗ δὲ ἡ δύναμις τῆς ἐνεργείας οὐ φυσικῇ ἀνάγκῃ ἀλλὰ ἰδίᾳ βουλῇ ὑφέ‐ στηκεν, οὗτος ἀνυπόβλητος τῷ τῆς ἐλαττώσεως ὀνόματι. Διε‐
5νοήθης, φησί, καὶ πάντα σοι πάρεστιν. Ἐρώτησις ριεʹ. Εἰ τὸ κλίνειν τὸ γόνυ ἐν ταῖς προσευχαῖς τοῦ ἑστῶτας εὔχεσθαι μᾶλλον θεῷ τοὺς εὐχομένους παρίστησι καὶ πλεῖον ἐφέλκεται τὴν θείαν συμπάθειαν, διὰ τί ἐν ταῖς κυριακαῖς

468

C

ἡμέραις καὶ ἀπὸ τοῦ πάσχα ἕως τῆς πεντηκοστῆς γόνυ οὐ κλί‐ νουσιν οἱ εὐχόμενοι; Πόθεν δὲ καὶ ἡ τοιαύτη ἐν ταῖς ἐκκλη‐ σίαις εἰσῆλθε συνήθεια; Ἀπόκρισις.
5 Ἐπειδὴ ἀμφοτέρων ἐχρῆν ἡμᾶς ἀεὶ μεμνῆσθαι, καὶ τῆς ἐν ταῖς ἁμαρτίαις πτώσεως ἡμῶν καὶ τῆς χάριτος τοῦ Χριστοῦ ἡμῶν, δι’ ἧς ἐκ τῆς πτώσεως ἀνέστημεν, διὰ τοῦτο ἡ ἐν ταῖς ἓξ ἡμέραις ἡμῶν γονυκλισία σύμβολόν ἐστι τῆς ἐν ταῖς ἁμαρ‐ τίαις πτώσεως ἡμῶν, τὸ δὲ ἐν τῇ κυριακῇ μὴ κλίνειν γόνυ

468

D

σύμβολόν ἐστι τῆς ἀναστάσεως, δι’ ἧς τῇ τοῦ Χριστοῦ χάριτι τῶν τε ἁμαρτημάτων καὶ τοῦ ἐπ’ αὐτῶν τεθανατωμένου θα‐ νάτου ἠλευθερώθημεν. Ἐκ τῶν ἀποστολικῶν δὲ χρόνων ἡ τοι‐
αύτη συνήθεια ἔλαβε τὴν ἀρχήν, καθώς φησιν ὁ μακάριος186
5Εἰρηναῖος, ὁ μάρτυς καὶ ἐπίσκοπος Λουγδούνου, ἐν τῷ Περὶ τοῦ πάσχα λόγῳ, ἐν ᾧ μέμνηται καὶ περὶ τῆς πεντηκοστῆς, ἐν ᾗ οὐ κλίνομεν γόνυ, ἐπειδὴ ἰσοδυναμεῖ τῇ ἡμέρᾳ τῇ κυριακῇ κατὰ τὴν ῥηθεῖσαν περὶ αὐτῆς αἰτίαν.

469

A

Ἐρώτησις ριϛʹ. Εἰ ἀνιστάμενος ὁ δεσπότης ἀπὸ τοῦ μνήματος τὰ ἐν‐ τάφια ἐν τῷ τάφῳ κατέλιπε, πῶς μετὰ τὴν ἀνάστασιν ἢ γυμνὸν αὐτὸν ὀφθέντα ἢ ἑτέρωθεν αὐτὸν ἐσθῆτα κομισάμενον ἡ γραφὴ
5οὐχ ἱστόρησεν; Εἰ δὲ μήτε ἑτέρωθεν ἀμφιάσματα εἴληφε μήτε γυμνὸς τοῖς τότε αὐτὸν ὁρῶσιν ἐφαίνετο, πῶς ἀληθὲς ὅτι τὰ ἱμάτια ἐν τῷ τάφῳ κατέλιπεν; Ἀπόκρισις.

469

B

Τὰ μὲν ἱμάτια τοῦ σωτῆρος μετὰ τὸ σταυρωθῆναι αὐτὸν οἱ στρατιῶται διεμερίσαντο, τὰ δὲ μετ’ αὐτοῦ εἰσενεχθέντα εἰς τὸν τάφον ε[ἰς ὑπηρ]εσίαν τοῦ ζῶντος ἀνεπιτήδεια ἦν. Τὰ δὲ ἱμάτια, ἃ ἐφόρει ὁ κύριος μετὰ τὴν ἀνάστασιν, ἢ ἐδημιούρ‐
5γησεν ἢ ἔλαβεν ἀλλαχόθεν, ὡς ἔλαβε καὶ τὸν πῶλον εἰς κά‐ θισμα· ἑκάτερον γὰρ ἠδύνατο, καὶ τὸ δημιουργῆσαι καὶ τὸ λα‐ βεῖν ἀλλαχόθεν. Πολλῶν δὲ ὄντων τῶν ὑπὸ τοῦ κυρίου πρα‐

469

C

χθέντων, ὧν ἡ θεία γραφὴ τὰς ἱστορίας οὐ περιέχει, ἐξ ἀνάγκης καὶ τὰ μετὰ τὴν ἀνάστασιν ἐνδύματα [ἐν τοῖς ἀνιστορήτοις τίθενται· καὶ οὐκ ἔστ]ιν εὔλογον τὸ ἐκ πάντων τῶν ἀνιστο‐
ρ[ήτων μόνου τούτου] ἀνιστορήτου ζητεῖν τὴν αἰτίαν, οὐ[δ’ ἐκ]188
5τοῦ ἀνιστορήτου κατασκευάζειν τὴν ἀπορίαν περὶ τοῦ ἐνδύμα‐ τος τοῦ κυρίου, ἀλλ’ ἐκ τῆς δυνάμεως αὐτοῦ λαβεῖν τὴν πίστιν περὶ τοῦ ἐνδύματος αὐτοῦ. Ἐρώτησις ριζʹ.

469

D

Εἰ σῶμα παχυμερὲς θυρῶν κεκλεισμένων κεκωλυμένην ἔχει τὴν πάροδον, πῶς μετὰ τὴν ἀνάστασιν πρὸς τοὺς μα‐ θητὰς τῶν θυρῶν κεκλεισμένων εἰσῆλθεν ὁ κύριος; Ἀλλ’ εἰ μὲν ἀληθὲς ὅτι τὸ κεκλεισμένων τῶν θυρῶν ἔνδον ὁρώμενον
5σῶμα ἐτύγχανε, πῶς ὁ λίθος ὁ τῷ δεσποτικῷ ἐπικείμενος μνή‐ ματι ὑπὸ τοῦ ἀγγέλου ἀπεκυλίσθη διὰ τὴν αὐτοῦ τοῦ σώματος ἔγερσιν; Εἰ δὲ ἀληθεύει ἡ γραφὴ περὶ τῆς τῶν θυρῶν λέγουσα κλείσεως, δῆλον ὅτι οὐ σῶμα ἀλλὰ πνεῦμα εἰσῆλθεν. Εἰ δὲ τὸ σῶμα ποτὲ μὲν ἦν σῶμα, ποτὲ δὲ πνεῦμα ἐγίνετο, πῶς
10οὐχὶ τροπὴν τὰ τῆς τοῦ σώματος οὐσίας ἐδέχετο;

470

A

Ἀπόκρισις. Ὥσπερ οὐ κατὰ τὴν ἐκ τοῦ σώματος εἰς τὸ πνεῦμα τρο‐ πὴν περιεπάτησεν ὁ κύριος ἐπὶ τὴν θάλασσαν, ἀλλὰ τῇ θείᾳ αὑτοῦ δυνάμει βατὴν ἐποίησε τὴν εἰς περιπάτησιν ἄβατον
5θάλασσαν οὐ μόνον τῷ ἑαυτοῦ σώματι ἀλλὰ καὶ τῷ τοῦ Πέτρου, οὕτως τῇ ἑαυτοῦ θείᾳ δυνάμει καὶ τοῦ μνήματος ἐξῆλθε τοῦ λίθου ἐπικειμένου τῷ μνήματι, καὶ πρὸς τοὺς μαθητὰς εἰσῆλθε τῶν θυρῶν κεκλεισμένων. Οὐ γὰρ διὰ τὴν αὐτοῦ ἔγερσιν τοῦ

470

B

λίθου ἐκ τοῦ μνήματος ἐγένετο ἡ ἀφαίρεσις, ἀλλὰ διὰ τὸ δη‐ λωθῆναι τοῖς ὁρῶσι τὴν ἀνάστασιν· τὸ γὰρ ἐν τῷ μνήματι τὰ μὲν τοῦ ἐνταφιασμοῦ αὐτοῦ ὁρᾶν ἱμάτια, αὐτὸν δὲ μὴ ὁρᾶν, δεῖγμα τῆς αὐτοῦ ἐναργέστατον γέγονεν ἀναστάσεως. Χρὴ δὲ
5ἡμᾶς ἐννοῆσαι ὅτι τὰ ἰσοδύναμα τὴν αὐτὴν ἔχει πίστιν συγχω‐ ρουμένων αὐτῶν καὶ τὴν αὐτὴν ἔχει πίστιν ἀναιρουμένων αὐτῶν· ἰσοδυναμεῖ δὲ τὸ περιπατεῖν ἐπὶ τὴν θάλασσαν ἐν
ἀτρέπτῳ σώματι τῷ εἰσελθεῖν πρὸς τοὺς ἀποστόλους ἐν ἀτρέπτῳ σώματι τῶν θυρῶν κεκλεισμένων. Καὶ ὅτι τὰ ὑπὲρ190

470

C

φύσιν ἐν τῇ φύσει γιγνόμενα κατὰ τὴν θείαν δύναμιν ἀδύνατον κατὰ τὸν λόγον τῆς φύσεως ποιήσασθαι τὴν παράστασιν, διὸ πτοηθέντων τῶν μαθητῶν ἐπὶ τῇ τοιαύτῃ εἰσόδῳ ἐπέτρεψεν αὐτοῖς ψηλαφᾶν τοὺς πεπονθότας τόπους τοῦ σώματος αὑτοῦ,
5ὅτι οὐ κατὰ τροπὴν τοῦ σώματος εἰς τὸ πνεῦμα ἐποίησεν εἰς αὐτοὺς τὴν εἴσοδον, ἀλλὰ ἐν παχυμερεῖ σώματι τῇ θείᾳ αὑ‐ τοῦ δυνάμει ποιητικῇ τῶν ὑπὲρ φύσιν.

470

D

Ἐρώτησις ριηʹ. Εἰ πάντα ὁ θεὸς ποιήσας κατὰ κύκλον τῆς φύσεως τοῦ παντὸς δεσπότης καθέστηκε, διὸ καὶ Δαυῒδ ἐν παντὶ τόπῳ τῆς τοῦ κυρίου δεσποτείας εὐλογεῖν ἡμῖν τὸν κύριον ἐγκελεύε‐
5ται, ὁμοίως δὲ καὶ ὁ ἀπόστολος ἐν παντὶ τόπῳ ἐπαίρειν ἡμᾶς πρὸς τὸν θεὸν ὁσίους χεῖρας ἐντέλλεται, διὰ τί, ὡς σεμνὸν ἔργον τε καὶ οἰκητήριον θεῖον τὸ πρὸς τὸ ἡλιακὸν κλίμα νομί‐ ζοντες, ἐν αὐτῷ ἀφορῶντες τοὺς ὕμνους καὶ τὰς προσευχὰς τῷ θεῷ ἀναπέμπομεν; Τίνες δὲ καὶ οἱ ταύτην τὴν συνήθειαν τοῖς
10Χριστιανοῖς ἐκδιδάξαντες;

471

A

Ἀπόκρισις. Ἐπειδὴ τῶν παρ’ ἡμῖν τὰ τιμιώτερα εἰς τιμὴν τοῦ θεοῦ ἀφορίζομεν, κατὰ δὲ τὴν τῶν ἀνθρώπων ὑπόληψιν τιμιωτέρα ἐστὶν ἡ ἀνατολὴ τῶν ἄλλων μερῶν τῆς κτίσεως, διὰ τοῦτο ἐν
5τῷ καιρῷ τῆς προσευχῆς νεύομεν πρὸς ἀνατολὴν πάντες. Κα‐ θάπερ τῇ δεξιᾷ χειρὶ ἐν ὀνόματι Χριστοῦ κατασφραγίζομεν τοὺς τῆς σφραγῖδος ταύτης δεομένους, ἐπειδὴ τιμιωτέρα νενό‐ μισται τῆς ἀριστερᾶς, καίτοι θέσει καὶ οὐ φύσει διαφέρουσα

471

B

ταύτης ὑπάρχει, οὕτως καὶ ἡ ἀνατολή, ὡς τιμιώτερον μέρος τῆς κτίσεως, εἰς προσκύνησιν θεοῦ ἀφώρισται. Οὐκ ἐναντιοῦ‐ ται δὲ τῇ προφητικῇ τε καὶ ἀποστολικῇ φωνῇ τὸ πρὸς τὴν
ἀνατολὴν ποιεῖν ἡμᾶς τὰς εὐχάς. Ἐν παντὶ γὰρ τόπῳ ὑπάρχει192
5ἡ ἀνατολὴ τοῖς εὐχομένοις· καὶ ἐπειδὴ ἐφ’ ὃ μέρος τὴν ὁρατὴν αἴσθησιν κεκτήμεθα κατὰ τοῦτο τὸ μέρος προσκυνοῦμεν, ἀδύ‐ νατον δὲ ἐν τῷ καιρῷ τῆς προσευχῆς εἰς τὰ τέσσαρα μέρη τῆς κτίσεως ἀποβλέπειν, διὰ τοῦτο εἰς τὸ ἓν μέρος τῆς κτίσεως

471

C

ἀφορῶντες ποιοῦμεν τὴν προσκύνησιν, οὐχ ὡς μόνον ἔργον τοῦ θεοῦ οὐδ’ ὡς εἰς κατοικητήριον τοῦ θεοῦ τοῦτο ἀφωρισμένον, ἀλλ’ εἰς τόπον προσκυνήσεως τῆς παρ’ ἡμῶν προσαγομένης θεῷ τεταγμένον. Τὸ δὲ ἔθος, παρ’ ὧν εἴληφεν ἡ ἐκκλησία
5τὸ εὔχεσθαι, παρὰ τούτων εἴληφε καὶ τὸ ποῦ εὔχεσθαι, τοῦτο δὲ παρὰ τῶν ἁγίων ἀποστόλων. Ἐρώτησις ριθʹ. Εἰ μήτε τοὺς ἐκ τῶν δένδρων καρποὺς μήτε τῆς τῶν κρεῶν ἐδωδῆς οἱ πρὸ τοῦ κατακλυσμοῦ μετελάμβανον, καθώς

471

D

τινες τῶν πατέρων ἐδίδαξαν, πῶς ὁ Ἄβελ ἐκ τῶν στεάτων τῶν προβάτων ὧν ἐποίμαινε, καὶ ὁ Κάϊν ἐξ ὧν ἐγεώργει καρ‐ πῶν τῆς γῆς ὁμοίως προσέφερε; Καὶ δῆλον ὡς ἑκάτερος αὐ‐ τῶν, τῆς οἰκείας βρώσεως προτιμῶν τὸ θεῖον, τῇ τοιαύτῃ θυ‐
5σίᾳ ἐκέχρητο. Εἰ δὲ τὰ ἄχρηστα αὐτοῖς τῷ θεῷ προσεκό‐ μιζον, πῶς τῇ τοιαύτῃ προσφορᾷ τὸ ἀεὶ ὂν οὐχ ὕβριζον; Ἀζήμιον γὰρ αὐτῷ καὶ χλευαστικὴν χάριν ἕκαστος αὐτῶν κατε‐ τίθετο. Πῶς οὖν ἡ μὲν τοῦ Κάϊν θυσία ἀπόβλητος, τὰ δὲ τοῦ Ἄβελ δῶρα αἰδέσιμα γέγονεν;

472

A

Ἀπόκρισις. Ὁ μακάριος ἀπόστολος, ὁ τῶν πατέρων πατὴρ καὶ εὐσε‐ βείας διδάσκαλος, φησί· Τίς φυτεύει ἀμπελῶνα, καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει; Τίς ποιμαίνει ποίμνιον, καὶ ἐκ τοῦ
5γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει; —ἀντὶ τοῦ οὐδείς. Ἀλλ’ εἰ μηδείς, δῆλον ἄρα ὅτι οὐδὲ ὁ Ἄβελ ἐποίμαινε τὴν ποίμνην, ἵνα μὴ ἐσθίῃ τοῦ γάλακτος τῆς ποίμνης αὑτοῦ, οὔτε ὁ Κάϊν
ἐγεώργει τὴν γῆν, ἵνα μὴ ἐσθίῃ τῶν καρπῶν αὐτῆς. Ἔτι δὲ εἰ ἄχρηστοι ἦσαν τῷ Κάϊν οἱ καρποὶ τῆς γῆς, τίνος ἕνεκεν τοῖς194

472

B

χείροσι μὲν ἐτίμα τὸν θεόν, τοῖς κρείττοσι δὲ αὑτὸν τοῦ θεοῦ προετίμησε (διὸ ἀπόβλητος αὐτοῦ γέγονεν ἡ θυσία), μὴ χρῄ‐ ζων τῶν καρπῶν τῆς γῆς; Εἰ δὲ προετίμησεν ὁ μὲν Ἄβελ τῆς ἰδίας χρείας τὸν θεόν, ὁ δὲ Κάϊν τὴν ἰδίαν χρείαν τοῦ θεοῦ,
5δῆλον ἄρα ὅτι ἕκαστος αὐτῶν τῆς ἐκ τῶν οἰκείων πόνων ἔχρῃζε θεραπείας. Ἐρώτησις ρκʹ. Εἰ βασιλείαν τοῦ θεοῦ τὴν ἀνάστασίν τινες ὑπειλήφασι, δίκαιοι δὲ καὶ ἁμαρτωλοὶ ταύτης ἀξιωθῆναι πιστεύονται, πῶς

472

C

τοὺς τὰ ἀπηγορευμένα ποιήσαντας ἀποκληρονόμους ὁ Παῦλος ἀπέφαινε, φήσας ὅτι Οὔτε πόρνοι οὔτε μοιχοὶ καὶ οἱ ἐφεξῆς βασιλείαν θεοῦ κληρονομήσουσιν; Ἀπόκρισις.
5 Βασιλείαν θεοῦ οἶδεν ἡ θεία γραφὴ ὀνομάζειν οὐ τὴν ἀνάστασιν ἁπλῶς, ἀλλὰ τὴν μετὰ τὴν ἀνάστασιν ἀποκατάστα‐ σιν, ἐν ᾗ γίνεται κολαζομένων τε καὶ δοξαζομένων ἡ διαίρεσις, τοῦ θεοῦ ὑπὸ πάντων ἀναμφιβόλως ὁμολογουμένου, τοῦ τὴν

472

D

δόξαν ἐν τοῖς δοξαζομένοις ἐνεργοῦντος καὶ τὴν κόλασιν ἐν τοῖς κολαζομένοις. Ἀκούσονται, φησί, τῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ οἱ ἐν τοῖς μνημείοις, καὶ ἐξελεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς
5ἀνάστασιν κρίσεως. Διῄρηται οὖν ἡ ἀνάστασις εἰς ζωὴν καὶ κρίσιν, κατὰ τὰς διαφορὰς δικαίων τε καὶ ἀδίκων. Ἐπὶ πλέον γὰρ ἡ ἀνάστασις τῆς βασιλείας τοῦ θεοῦ· ἡ μὲν γὰρ ἀνάστασις δικαίους τε καὶ ἀδίκους περιέχει, ἡ δὲ βασιλεία τοῦ θεοῦ μόνους τοὺς δικαίους περιέχει.

473

A

Ἐρώτησις ρκαʹ. Εἰ ἀναθεματισμὸν μόνον ἐπὶ τῶν ἀτόπων ἡ παλαιά τε καὶ νέα διαθήκη ἐπίσταται, πῶς ὁ μακάριος Πέτρος, ἐν τῷ
πάθει τὸν δεσπότην ἀρνούμενος, ἀναθεματίζειν ἤρξατο; Τίς196
5δὲ ἡ διαφορὰ ἑκατέρων, τουτέστι τοῦ ἀναθεματισμοῦ, καὶ τοῦ καταθεματισμοῦ, καὶ τί τὸ ὑπὸ θατέρου σημαινόμενον; Ἀπόκρισις.

473

B

Ἀνάθεμα λέγεται τὸ ἀνακείμενον καὶ ἀφωρισμένον θεῷ καὶ εἰς κοινὴν χρῆσιν μηκέτι λαμβανόμενον, ἢ τὸ ἀπηλλοτριω‐ μένον θεοῦ διὰ κακίαν· κατάθεμα δέ ἐστι τὸ συνθέσθαι τοῖς ἀναθεματίζουσιν.
5Ἐρώτησις ρκβʹ. Εἰ ὥραις καὶ ἡμέραις τὰ καθ’ ἡμᾶς οὐ κατέχεται, πῶς ἐν τῷ γάμῳ ὁ κύριος ἔλεγε τὸ Οὔπω ἥκει ἡ ὥρα μου; καὶ ὁ εὐαγγελιστὴς περὶ αὐτοῦ τὸ Οὐδεὶς ἔβαλε τὰς χεῖρας ἐπ’ αὐ‐ τόν, ὅτι οὔπω ἦλθεν ἡ ὥρα αὐτοῦ;

473

C

Ἀπόκρισις. Εἰ καὶ ὥραις καὶ ἡμέραις τὰ καθ’ ἡμᾶς οὐ κατέχεται, ἀλλ’ ὅμως τῶν παρ’ ἡμῶν ἢ περὶ ἡμᾶς γιγνομένων τὰ μὲν γίνεται ἐν ἐπιτηδείῳ καιρῷ, τὰ δὲ ἐν ἀνεπιτηδείῳ. Καλεῖ οὖν ἡ θεία
5γραφὴ τὸν ἐπιτήδειον πρὸς τὸ γινόμενον πρᾶγμα καιρὸν παρου‐ σίαν τῆς ὥρας, τὸν δὲ ἀνεπιτήδειον ἀπουσίαν τῆς ὥρας. Καὶ ἐπειδὴ μετὰ τὴν ποίησιν τοῦ οἴνου καιρὸν ἐπιτήδειον ἡγεῖτο ὁ κύριος τῆς ἐκ τοῦ γάμου ἀναχωρήσεως, διὰ τοῦτο πρὸ τῆς ποιήσεως τοῦ οἴνου εἶπεν ὁ κύριος· Οὔπω ἧκεν ἡ ὥρα μου.

473

D

Καὶ πάλιν ἐπειδὴ ἐν τῷ καιρῷ τοῦ πάσχα τῶν Ἰουδαίων ἐχρῆν τὸν κύριον συλληφθῆναι καὶ παθεῖν ἃ ἔπαθε, διὰ τοῦτο πρὸ τοῦ πάσχα ἐῤῥήθη περὶ αὐτοῦ τὸ Ἀλλ’ οὐδεὶς ἐπέβαλεν ἐπ’ αὐτὸν τὰς χεῖρας, ὅτι οὔπω ἐλήλυθεν ἡ ὥρα αὐτοῦ· οὐ τῆς
5ἀνάγκης τῆς ὥρας κωλυούσης αὐτοῦ τὴν σύλληψιν, ἀλλ’ ἡ τοῦ θεοῦ πρόνοια [ἄλλον αὐτῇ τόπον προωρίσατο· ἄλλως γὰρ] τῇ ἀνάγκῃ τῆς ὥρας ἐκωλύετο τοῦ κυρίου ἡ σύλληψις, καὶ οὐκ ἂν ταύτην προσῆψεν ἡ θεία γραφὴ τῷ χωρίῳ τῷ τοῦ τόπου.

474

A

Ἀνεχώρησε, φησίν, ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν· οὐ γὰρ ἤθε‐ λεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι οἱ Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἀποκτεῖναι. Ἀλλ’ οὐδὲ πρὸ τούτου εἰς Αἴγυπτον ἀνεχώρει, ἱκανῆς οὔσης τῆς ἀνάγκης τῆς ὥρας φυλάττειν αὐτὸν ἀσύλ‐198
5ληπτον. Ἐρώτησις ρκγʹ. Εἰ τὸ ἀγαθὸν ἁπάντων ἐστὶ τὸ κάλλιστον, καὶ τὸ κακυ‐ νόμενον τῶν ὄντων ἐστὶ τὸ χείριστον, καὶ ἀγαθὸς μέν ἐστιν ὁ θεός, κακυνόμενος δὲ ὁ ἄνθρωπος, πῶς οὐχ ὁ ἄνθρωπος
10ἁπάντων τὸ κάκιστον; Οὐδὲ γὰρ τῶν ὄντων ἕτερον, οὐρανοῦ

474

B

λέγω καὶ γῆς, ἀέρος, φωστήρων καὶ τῶν τοιούτων δυνάμεων, κακύνεσθαι κέκτηται. Ἀπόκρισις. Εἰ ἀνθρώπου ἕνεκεν τὰ ἄλλα ὀνομασθέντα ἔστι, τὰ δέ
5τινος ἕνεκεν ὑπάρχοντα ἐλάττονα ἐκείνου ἐστί, κάλλιστος ἄρα ἐστὶν ὁ ἄνθρωπος, ὁ ὑπὲρ τὰ δι’ αὐτὸν ὑπάρχοντα. Εἰ δὲ καὶ αὐτὸ τὸ κακύνεσθαι συντελεῖ τι πρὸς τὴν βελτίωσιν τοῦ

474

C

ἀνθρώπου, κάλλιστόν ἐστιν ὁ ἄνθρωπος, καὶ κατὰ τοῦτο ὑπὸ τῆς θείας προνοίας τοῖς κακωτικοῖς ἰατρευόμενος ἀπὸ τῆς ἰδίας γνωμικῆς αὐτοῦ κακίας. Χρὴ δὲ τὸν βουλόμενον τὸ ἀγαθὸν ἀνθρώπου καταμαθεῖν πρὸς τὸ τέλος ἀποβλέπειν τὸ
5μετὰ τὴν ἀποβίωσιν ἀποκείμενον ἀνθρώπῳ· ἐκεῖνος γὰρ τῆς παρούσης ζωῆς ἐστιν ὁ καρπός, τουτέστι μακαριότης ἀτελεύ‐ τητος ἀντὶ τῆς ὀλιγοχρονίου κακυνομένης ζωῆς. Ἐρώτησις ρκδʹ.

474

D

Εἰ τῆς ἑκάστου βιώσεως προγνώστης ὁ δεσπότης καθέ‐ στηκε, διὰ τί μὴ τῶν εὐσεβῶν τὰς ψυχὰς ἐν σώμασιν εὐσθε‐ νέσιν εἰσῴκισεν; Εἰ δέ, θησαυρίζων αὐτοῖς τὰς ἀμοιβὰς ἐν τοῖς μέλλουσιν, ἐν τοῖς παροῦσιν αὐτοὺς συνεχώρησε θλίβε‐
5σθαι, διὰ τί μὴ πάντες ἐν ταῖς θλίψεσιν ὁμοίως οἱ εὐσεβεῖς
ἐξητάζοντο, ὥστε δῆλον ἐκ τούτου τὸ καλὸν καὶ τὸ δεινὸν διαδείκνυσθαι; Εἰ δὲ ἀμφότερα παρ’ ἀμφοτέροις εὑρίσκεται, πῶς οὐκ ἄδηλος ὁ τὸ κρεῖττον ἑλόμενος; Πῶς δὲ ὡς ἔτυχε τὰ200

475

A

πάντα φερόμενα ἀπρονόητα τὰ ἐν τῷ κόσμῳ οὐ δείκνυσιν, εὐσεβοῦς καὶ ἀσεβοῦς οὐκ οὔσης τινὸς διακρίσεως; Ἀπόκρισις. Οὐκ ἐβούλετο ὁ θεὸς τοῖς παροῦσιν ὑπὲρ ἀρετῆς τιμῆσαι
5τοὺς αὐτῷ ἀνακειμένους. Τὰ γὰρ ἐν τῷ θανάτῳ τῶν εὐσεβῶν οὐκ ἔστι μισθὸς ἀρετῆς· καὶ καθώσπερ λέγονται οἱ εὐσεβεῖς μὴ εἶναι ἐκ τοῦ κόσμου, οὕτως καὶ ἡ δόξα αὐτῶν καὶ ὁ πλοῦ‐

475

B

τος οὐκ ἔστι γήϊνα. Ὅταν οὖν ὁρῶμεν προσόντα τοῖς εὐσε‐ βέσιν ἃ πρόσεστι καὶ τοῖς ἀσεβέσιν, ἀναλογισώμεθα ἐκ τού‐ του μὴ εἶναι ἄξια τὰ παρόντα τῶν τῆς ἀρετῆς πόνων. Καὶ εἰ φαίνεται θεὸς τοῖς ἀνθρώποις ποτὲ ὑψώσας τινὰς τῶν αὐτῷ
5ἀνακειμένων, ὡς τὸν Ἰωσὴφ καὶ τὸν Δαυΐδ, ἀλλ’ ὅμως οὐ τὰς ἀρετὰς αὐτῶν τούτοις ἀμειβόμενος, ἀλλὰ διὰ μὲν τοῦ Ἰω‐ σὴφ τῆς τοῦ ἰσραηλιτικοῦ γένους αὐξήσεως προνοησάμενος, διὰ δὲ τοῦ Δαυῒδ τὴν τοῦ πνεύματος βασιλείαν συνεστήσατο. Δια‐ φέρουσι δ’ οἱ εὐσεβεῖς τῶν ἀσεβῶν ἐν τοῖς ὑλικοῖς τε καὶ σω‐
10ματικοῖς οὐδαμῶς· πάντα γὰρ πάρεστιν ἀμφοτέροις, τά τε

475

C

ἡδέα καὶ τὰ λυπηρά· διαφέρουσι δὲ ἀλλήλων προηγουμένως μὲν τῇ τε ἐλπίδι τῶν μελλόντων καὶ τοῖς ὑπὲρ τῆς εὐσεβείας παθήμασιν, ἔπειτα δὲ καὶ ταῖς θείαις συμμαχίαις, ἐν αἷς πολλάκις περιβλέπτους ἐποίησεν ὁ θεὸς τοὺς ἰδίους, ποτὲ
5μὲν τὴν τῶν Αἰγυπτίων δυναστείαν καταλύων, ποτὲ δὲ τοὺς Χαναναίους τοῖς Ἰσραηλίταις ὑποτάσσων, ποτὲ δὲ τῶν Ἀσσυ‐ ρίων τὸ θράσος κοιμίζων, ποτὲ δὲ τῶν Βαβυλωνίων καθαιρῶν τὴν βασιλείαν, ποτὲ δὲ δρόμον τε καὶ στάσιν παρὰ φύσιν προστάσσων τῷ ἡλίῳ. Ἐν τούτοις μὲν ἡ πρόνοια διαδείκνυται

475

D

τοῦ θεοῦ, ἐν ἐκείνοις δὲ παρασκευάζει τοὺς εὐσεβεῖς πρὸς ἄλλον βίον ἀφορᾶν, ἐν ᾧ γίνεται κατὰ δόξαν τε καὶ ἀδοξίαν δικαίων τε καὶ ἀδίκων ἡ διάκρισις. Ἐρώτησις ρκεʹ.
5 Εἰ ἀποδιδόναι κακὸν ἀντὶ κακοῦ ἢ λοιδορίαν ἀντὶ λοιδο‐ ρίας ὁ ἀπόστολος Παῦλος ἀπηγόρευσε, πῶς αὐτὸς ὧν εἶπεν ἐναντία ἔπραξε, ποτὲ μὲν τῷ ἀρχιερεῖ ποτὲ δὲ Ἀλεξάνδρῳ τῷ χαλκεῖ ἀρασάμενος;202

476

A

Ἀπόκρισις. Εἰ μὲν ἀντέτυπτεν ὁ Παῦλος τὸν τυπτήσαντα αὐτὸν ἀρ‐ χιερέα, ἢ ἀντεκάκωσε τὸν κακώσαντα αὐτὸν Ἀλέξανδρον, ἐνῆν λέγειν ὅτι τὰ ἐναντία ὧν ἐδίδαξεν ἔπραττε. Τὸ δὲ λέγειν τὰ
5ἑκάστῳ μέλλοντα συμβήσεσθαι παρὰ τοῦ θεοῦ, τῷ μὲν ἀρχιε‐ ρεῖ· Τύπτειν σε μέλλει ὁ θεός, τοῖχε κεκονιαμένε· τῷ δὲ Ἀλεξάνδρῳ τὸ Ἀποδῴη αὐτῷ κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· οὐκ ἔστιν οὔτε κατάρα οὔτε λοιδορία, ἀλλὰ προῤῥήσεις πρέ‐

476

B

πουσαι ἀνδρὶ ἀποστόλῳ, μὴ ἐκδικοῦντι ἑαυτὸν ἀλλὰ διδόντι τόπον τῇ ὀργῇ. Ἐρώτησις ρκϛʹ. Εἰ τοὺς εὐσεβεῖς ἀμείβεται ὁ θεὸς τῇ κατὰ τόνδε τὸν βίον
5λαμπρότητι, ὡς τὸν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ τοὺς ἐξ αὐτῶν πλούτῳ καὶ εὐπαιδίᾳ καὶ καρπῶν εὐφορίᾳ, πόθεν καὶ τὰ ὅμοια παρείχοντο Ἕλλησιν, ἡνίκα τὰ εἴδωλα πανταχοῦ ἐθεράπευον; Πῶς δὲ ὁ ἑλληνισμὸς οὐ δείκνυται ὁσιώτερος, ὅτι, ἕως μὲν ἐκεῖνος κατεῖχε τὰς πόλεις, πᾶσαν αἱ πόλεις
10καὶ οἱ ἀγροὶ εὐπραγίαν καὶ εὐθηνίαν ἐκέκτηντο, καὶ ταῦτα

476

C

συχνότερον πολεμούμεναι, ἀφ’ οὗ δὲ αὐτὰς τὸ χριστιανικὸν κατέλαβε κήρυγμα, καὶ οἴκων καὶ οἰκούντων καὶ τῆς λοιπῆς εὐθηνίας κατέστησαν ἔρημοι, καὶ μόλις τὰ λείψανα τῶν πάλαι ὑπὸ τῶν Ἑλλήνων γεγενημένων κτισμάτων κατέχουσαι τό ποτε
5πόλεις γεγενῆσθαι δεικνύουσι, τῆς παλαιᾶς εὐθηνίας καὶ τῆς νέας ἐρημίας ἑκατέρας τὰς θρησκείας αἰτίας ἀμφοτέρων προ‐ φέρουσαι; Ἀπόκρισις.

476

D

Παρὰ τοῦ δεσπότου θεοῦ, τοῦ τὸν ἥλιον αὑτοῦ ἀνατέλ‐ λοντος ἐπὶ πονηρούς τε καὶ ἀγαθοὺς καὶ βρέχοντος ἐπὶ δι‐
καίους καὶ ἀδίκους, ἀμφοτέροις χορηγεῖται ἡ κατὰ τὸν παρόντα βίον σωματικὴ λαμπρότης (οὗ γὰρ τῇ δυνάμει ὁ κόσμος γε‐204
5γένηται, τούτου καὶ τῇ προνοίᾳ διοικεῖται), ἵνα γοῦν ἑαυτοὺς ὁρῶντες οἱ δίκαιοι πλεονάζοντας μὲν ἐν τοῖς ὑπὲρ τῆς εὐσε‐ βείας πόνοις, ἰσαζομένους δὲ τοῖς ἀσεβέσι τοῖς βιωτικοῖς, βίον ἕτερον προσδοκήσωσιν, ἐν ᾧ γίνεταί τις διαφορὰ τιμῆς τε

477

A

καὶ τιμωρίας, δικαίων τε καὶ ἀδίκων τὴν διανομήν, καθάπερ εἴρηται. Ὅτι δὲ κρατοῦντος τοῦ ἑλληνισμοῦ ἐγίνοντο οἱ ἀφα‐ νισμοὶ πόλεών τε καὶ ἀγρῶν, μαρτυρεῖ ἡ ἐρημία τῶν Βαβυ‐ λωνίων καὶ Ἀσσυρίων καὶ τῆς Νινευῒ καὶ ἑτέρων πολλῶν
5ἐθνῶν· ποία δὲ πόλις τῶν ἀμφοτέρων πόλεων κρατοῦντος τοῦ χριστιανισμοῦ ἠρημώθη, οὐκ ἔστι δεῖξαι. Ἀπὸ δὲ τῆς εὐθηνίας τε καὶ εὐφορίας οἰκήσεών τε καὶ ἐρημίας πόλεών τε καὶ ἀγρῶν οὐκ ἔνεστι τεκμήρασθαι τῶν κρειττόνων τὴν ὁσιό‐ τητα, τοῦ δεσπότου θεοῦ τῶν τοιούτων πρὸς τὸ λυσιτελὲς

477

B

πᾶσι τοῖς ἀνθρώποις τὴν παροχὴν ποιοῦντος καὶ τὴν ἀφαί‐ ρεσιν· κρίνεται δὲ τῶν κρειττόνων ἡ ὁσιότης ἐκ τῶν κατὰ προ‐ αίρεσιν ὑπ’ αὐτῶν πραττομένων καλῶν. Τὸ δὲ ἀνθρώπους προσαγαγεῖν τοῖς δαίμοσιν εἰς θυσίαν (Ἔθυσαν, φησί, τοὺς
5υἱοὺς αὑτῶν καὶ τὰς θυγατέρας αὑτῶν τοῖς δαιμονίοις) καὶ τὸ τοῖς ἀψύχοις τὴν θεῷ πρέπουσαν προσφέρειν τιμὴν τῶν Ἑλ‐ λήνων κρατούντων ἐγίνετο· τὸ δὲ κωλύεσθαι τὰς τοιαύτας ἑλ‐ ληνικὰς ἀνοσιουργίας τῶν Χριστιανῶν κρατούντων ἐγίνετο. Χρὴ οὖν ἀπὸ τῶν τοιούτων Χριστιανῶν γνωρίζειν τὴν ὁσιότητα,
10καὶ μὴ ἀπὸ τῆς εὐθηνίας τε καὶ οἰκήσεως, πόλεών τε καὶ

477

C

ἀγρῶν. Τοσοῦτον δὲ πλεονάζει ὁ χριστιανισμὸς καὶ ἐν τού‐ τοις, ὅσον κρατοῦντος αὐτοῦ ἔλαττον πολεμεῖται ὁ κόσμος ὧν
ἐπολεμεῖτο κρατήσαντος τοῦ ἑλληνισμοῦ. Ἐρώτησις ρκζʹ.206
5 Εἰ τὸ ἀναιρούμενον ὑπὸ τοῦ ἀναιροῦντος ἀπόλλυται, καὶ τὸ ἀναιροῦν φαυλότητι τὰ τῆς ἀπωλείας ἐργάζεται, πλεῖστα δὲ τοιαῦτα ἐν τοῖς ἐμψύχοις πάντων τῶν ἀλόγων εὑρίσκεται,

477

D

καὶ ἐν αὐτοῖς ἔστι θεάσασθαι οὐ μόνον κατ’ ἀλλήλων ἀλλὰ καὶ κατ’ ἀνθρώπων τὰ τῆς ἐπιβουλῆς ἐπεκτεινόμενα, πῶς ἀληθεύει ὁ λέγων ὅτι ὁ θεὸς πάντα καλὰ καὶ λίαν καλὰ ἐποίησεν; Εἰ δὲ ἀληθεύει, ἀγαθὰ δὲ καὶ φαῦλα ἐν τῇ κτίσει
5ὑπάρχουσι, πῶς τὰ μὲν ἀγαθὰ ἀγαθοῦ, τὰ δὲ φαῦλα φαύλου δημιουργοῦ οὐ γνωρίζονται, καὶ δύο ἐναντίαι ἀρχαὶ κατὰ Μα‐ νιχαίους δείκνυνται; Εἰ δὲ ἡ ἀναίρεσις τῶν ἀναιρουμένων ἐπ’ ἀγαθῷ τινι γίνεται, καθὼς τοῦτο παρ’ ἐνίοις ὑπείληπται, πῶς

478

A

οὐκ ἦν ἀγαθώτερον τὸ ἐν ἀρχῇ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι αὐτῶν κωλυθῆναι τὴν πάροδον; Ἀπόκρισις. Ὁ ἐκ τῆς δημιουργίας τῶν ἐμψύχων λογικῶν τε καὶ ἀλό‐
5γων περὶ τοῦ δημιουργοῦ ἀκόλουθον ποιούμενος τὴν ζήτησιν, κατὰ τὴν φύσιν αὐτῶν, ὀφείλει ἀποβλέπειν τὴν κατὰ τὸν τοῦ δημιουργοῦ ὅρον ἄγουσαν τὰ θνητὰ πάντα ὥσπερ εἰς γένεσιν, οὕτως καὶ εἰς φθορὰν αὐτὰ καὶ ἀπώλειαν. Εἰ δὲ κατὰ ταῦτα

478

B

μὲν ζώου κατὰ λόγον οὐκ ἔστι διαφορά, τῶν δὲ ἀδιαφόρων εἷς καὶ ὁ αὐτός ἐστι δημιουργός, ἣν δὲ ἐκ τῆς ἀλλήλων ἐπι‐ βουλῆς ὑπομένουσιν ἀπώλειαν, κατὰ τὴν θείαν πρόνοιαν συγ‐ κεχώρηται συμβαίνειν αὐτοῖς. Εἰ γάρ, ὑποκειμένων αὐτῶν τῇ
5τε κατὰ φύσιν καὶ τῇ κατὰ ἐπιβουλὴν φθορᾷ τε καὶ ἀπωλείᾳ, οὐ παρῃτήσαντό τινες θεοποιῆσαι αὐτά, πόσῳ μᾶλλον ἂν ἐθεο‐ ποιοῦντο, εἰ βλάβης τε καὶ ἀπωλείας διὰ παντὸς μεμενήκασιν ἐκτός; Ἵνα οὖν ἀφ’ ὧν ὑπομένουσι γνωρισθῶσιν ἅπερ εἰσί,

478

C

τουτέστιν ἀνάξια τῆς τοῦ θεοῦ τιμῆς τε καὶ προσηγορίας, διὰ τοῦτο καὶ φύσει καὶ ἐπιβουλῇ ὑπὸ [ἀλλήλων φθοράν τε καὶ
ἀπώλειαν ὑπομένο]υσι. Γέγονε δὲ τὰ ἄλογα ζῶα τὰ μὲν ἐπὶ ὑπουργίᾳ ἀνθρώπου, τὰ δὲ εἰς τροφήν, τὰ δὲ εἰς παιδείαν,208
5ὡς τὸ Ὀδόντας θηρίων ἐπαποστελῶ ἐπ’ αὐτοὺς μετὰ θυμοῦ συρόντων ἐπὶ γῆς. Ἀλλ’ εἰ ἀγαθόν ἐστι τὸ τρέφεσθαι τὸν ἄνθρωπον ἐκ τῶν ἀλόγων ζώων καὶ ὑπουργεῖσθαι ὑπ’ αὐτῶν καὶ παιδεύεσθαι δι’ αὐτῶν, ἀγαθὴ ἄρα ἡ εἰς τὸ εἶναι αὐτῶν πάροδος καὶ ἀδιάβλητος ἐπὶ φαυλότητι φύσεώς τε καὶ τῆς ἐξ

478

D

αὐτῶν χρείας. Εἰ δὲ τοῦτο, δῆλον ὅτι ἑνὸς δημιουργοῦ ἀγαθοῦ ἐστι πάντα τὰ ἄλογα ζῶα δημιουργήματα. Ἐρώτησις ρκηʹ. Εἰ τὴν προλεχθεῖσαν φαυλότητα φθόνῳ τῆς τῶν ἀνθρώ‐
5πων σωτηρίας ἐν τοῖς ἀνθρώποις ὁ ἐχθρὸς κατεργάζεται, μη‐ χανώμενος διὰ τούτων ταῖς μελλούσαις αὐτοὺς ὑποβάλλειν κολάσεσι, τὰ ἄλογα δὲ μήτε σωτηρίαν μήτε τιμωρίαν ἐν τοῖς

479

A

μέλλουσι κομίζεσθαι μέλλοντα, καὶ διὰ τοῦτο ἀπολέμητον ἔχοντα [τὴν φαυλότητα], πῶς οὐ μόνῃ φαυλότητι φύσεως τὰ φαῦλα μετέρχονται; Ἀπόκρισις.
5 Τὸ ἐπὶ φαυλότητι πράξεως διαβάλλειν τῶν ἀλόγων τὰς φύσεις οὐκ ἔστιν εὔλογον. Τῶν γὰρ λόγου μετεχόντων ἐστὶ τὸ ἀγαθῶς ἢ φαύλως διαπράξασθαι, οὐχὶ τῶν λόγου ἀμετόχων. Καὶ ἐπειδὴ διὰ τὴν προλεχθεῖσαν χρείαν γέγονε τῶν ἀλόγων ἡ φύσις, διὰ τοῦτο δῆλον ὅτι, ἀγαθῆς οὔσης τῆς χρείας, ἀγα‐
10θόν ἐστι καὶ ἡ φύσις.

479

B

Ἐρώτησις ρκθʹ. Εἰ ἁπλοῦν μὲν τὸ καθ’ ἑαυτό, ὡς ἐπὶ τῶν κατὰ τὰ γράμ‐ ματα στοιχείων, οἷον ἰῶτα, σύνθετον δὲ τὸ μεθ’ ἑτέρου, οἷον πῖ, καὶ τῷ τῆς αὐτῆς εἶναι οὐσίας ἀμφότερα, τό τε ἰῶτα καὶ
5τὸ ἐκ τριῶν ἰῶτα συγκείμενον, οὐκ ἀφαιρεῖται τὸ ἐξ ἀμφοτέ‐ ρου συγκειμένου σύνθετον, πῶς ὁ θεὸς ἀσύνθετος λέγεται, τὴν ἐκ δύο προσώπων ὁμοουσίων νοουμένων, πατρὸς λέγω καὶ υἱοῦ, καὶ ἑνὸς προσώπου ἰδιαζούσης οὐσίας ἐκ τοῦ προχείρου ὑπόνοιαν διδόντος, τοῦ πνεύματός φημι τοῦ ἁγίου, τὴν σύν‐210

479

C

θεσιν ἔχων, καὶ εἷς καλεῖται καὶ ἀπερίγραπτος, τοσαύτης καὶ τοιαύτης οὔσης τῆς τῶν ὑποστάσεων αὐτοῦ, εἴτουν τῶν προσ‐ ώπων, διακρίσεως καὶ διαιρέσεως; Ἀπόκρισις.
5 Τὸ ἰῶτα καὶ τὸ πῖ κατ’ οὐσίαν ἀλλήλων οὐδὲν διαφέ‐ ρουσι. Γραμμὴ γὰρ ὑπάρχει ἑκάτερον. Γραμμὴ δὲ γραμμῆς, ᾗ γραμμή, οὐδὲν διαφέρει. Διαφέρει δὲ τὸ ἰῶτα τοῦ πῖ τῇ

479

D

τοιᾷδε θέσει, καθ’ ἣν τοῦτο μὲν ἰῶτα, τοῦτο δὲ πῖ ὑπάρχει. Καὶ τὸ μὲν πῖ, ᾗ γραμμή ἐστιν, ἕν ἐστιν· ᾗ δὲ πῖ ἐστι, τριάς ἐστι, καὶ σύνθετον καὶ γενητόν. Κατὰ μέρος γὰρ καὶ χρονικῇ παρατάσει τὸ εἶναι πῖ ὑπέστη ὑπὸ τοῦ συμβεβληκότος καὶ
5πεποιηκότος αὐτό. Χρὴ οὖν τὸν κατά τινα φυσικὴν ἀναλο‐ γίαν θεωρεῖν πειρώμενον τὸν ὑπὲρ φύσιν ὄντα ἐκεῖνα μόνα λαβεῖν ἐκ τῆς ἀναλογίας τὰ ἁρμόττοντα τῷ ἐκ τῆς ἀναλογίας θεωρουμένῳ· οἷον τὸ ἓν καὶ τὸ τρεῖς πρόσεστι τῷ πῖ καὶ τῷ θεῷ, ἀλλὰ τῷ μὲν πῖ γενητῶς καὶ συνθέτως, τῷ δὲ θεῷ ἀγε‐

480

A

νήτως τε καὶ ἀσυνθέτως· ὁ γὰρ μὴ ἔχων τὸν πεποιηκότα καὶ συντεθεικότα οὔτε γενητός ἐστιν οὔτε σύνθετος. Διὸ ἐπὶ μὲν τοῦ θεοῦ τὴν ἀΐδιον λέγομεν συνύπαρξιν, οὐκέτι δὲ καὶ σύν‐ θεσιν, ἐπὶ δὲ τοῦ πῖ τὴν σύνθεσιν, διὰ τὴν κατὰ μέρος αὐτοῦ
5γένεσιν. Εἷς τοίνυν ἐστὶν ὁ θεός, ἡ τριὰς τῇ μονάδι τῆς οὐ‐ σίας, χωρὶς πάσης κατὰ τοῦτο διαιρέσεως καὶ διακρίσεως, ὥσπερ ἓν τὸ πῖ τῇ μονάδι τῆς γραμμῆς χωρὶς πάσης τῆς κατὰ τοῦτο διαιρέσεως καὶ διακρίσεως. Διαφορὰ δέ ἐστιν ἐν μὲν τῇ ἁγίᾳ τριάδι κατὰ τοὺς τρόπους τῆς τῶν ὑποστάσεων ὑπάρ‐

480

B

ξεως, ἐν δὲ τῷ πῖ κατὰ τὴν ποιὰν θέσιν τῆς γραμμῆς. Ἐρώτησις ρλʹ. Εἰ διὰ τὸ καθ’ Ἕλληνας σφαῖραν εἶναι τὸν οὐρανὸν καὶ κινεῖσθαι ἐν τόπῳ, πῶς διὰ τὸ ὡς καμάραν πεπῆχθαι ἢ ὡς212
5δέριν κατὰ τὴν γραφὴν ἐκτετάσθαι ὁ οὐρανὸς οὐκ ἐν τόπῳ ἐστίν; Ὥσπερ γὰρ τὸ κινούμενον, οὕτως καὶ τὸ πηγνύμενον ἐν τόπῳ ἀνάγκη νομίζεσθαι. Εἰ δὲ τοῦτο, πῶς τὴν ἐπὶ τῇ περιγραφῇ τοῦ οὐρανοῦ παρ’ ἀλλήλων κατάγνωσιν δικαίαν οὐχ

480

C

ἕξομεν; Εἰ δ’ ὁ οὐρανὸς κατ’ ἀμφοτέρους ἐν τόπῳ, καὶ ἑκα‐ τέροις ἡ τοῦ τόπου ποιότης καὶ ποσότης καθέστηκεν ἄγνωστος, τί πλέον θάτεροι θατέρων κατεγνῶσθαι δυνάμεθα, τῆς περὶ τῶν προλελεγμένων καταγνώσεως καὶ ἀγνοίας ἑκατέρους ἐπ’
5ἴσης κατεχούσης; Ἀπόκρισις. Εἰ μὲν γὰρ ἔλεγον οἱ Χριστιανοὶ τὸν οὐρανὸν μὴ εἶναι ἐν τόπῳ, καθάπερ λέγουσιν οἱ Ἕλληνες, ἴση ἂν ἔμελλεν εἶναι

480

D

ἡ παρ’ ἀλλήλων κατάγνωσις, λεγόντων μὲν μὴ εἶναι τὸν οὐ‐ ρανὸν ἐν τόπῳ, φωναῖς δὲ σημαντικαῖς τοῦ ἐν τόπῳ εἶναι τὸν οὐρανὸν πρὸς ἀλλήλους χρησαμένων. Εἰ δὲ τοῦ μὲν σφαῖραν εἶναι τὸν οὐρανὸν καὶ σφαιρικῶς κινεῖσθαι ἀδυνάτου ὄντος,
5τοῦ δὲ ὡς καμάραν εἶναι αὐτὸν δυνατοῦ δεικνυμένου, οὐδεμία ἄρα ἡ τῶν Χριστιανῶν ἐπὶ τῇ ἀγνοίᾳ κατάγνωσις. Περὶ δὲ τοῦ τόπου ἐκ τῶν καθ’ ἡμᾶς στοχαζόμεθα περὶ αὐτοῦ ὅτι, ὥσπερ παρ’ ἡμῖν, ὅταν ᾖ περιφερές τι σῶμα ὁμαλόν τε καὶ κοῖλον, πανταχόθεν ἰσοπεριμέτρητον, ἐὰν πωμασθῇ ἐπὶ τὰ

481

A

ὕδατα, βαστάζεται ὑπὸ τῶν ὑδάτων, τούτῳ τῷ τρόπῳ βαστά‐ ζεται ὁ οὐρανὸς ὑπὸ τῶν ὑδάτων. Ὁ τανύσας, φησί, τὸν οὐρανὸν ὡς καμάραν. Τῷ τῆς καμάρας ὀνόματι τὸ περιφερὲς ἐδήλωσε τοῦ σώματος τοῦ οὐρανοῦ. Βαστάζει οὖν τὸν μὲν
5οὐρανὸν τὰ ὕδατα, τὰ δὲ ὕδατα ἡ γῆ, τὴν δὲ γῆν τὸ θεῖον
πρόσταγμα. Ὁ κρεμάσας, φησί, τὴν γῆν ἐπ’ οὐδενός. Ἐρώτησις ρλαʹ. Εἰ οἱ εὐαγγελισταὶ Ματθαῖός τε καὶ Λουκᾶς, τὸ κατὰ σάρκα γενεαλογοῦντες τὸν κύριον, ὁ μὲν τὴν κατὰ φύσιν, ὁ δὲ214

481

B

τὴν κατὰ νόμον γενεαλογίαν συνέγραψε, διὰ τὸ οὕτως τὰ κατὰ τῶν Ἰουδαίων συνίστασθαι, πῶς ὁ μακάριος Λουκᾶς οὐ δείκνυται τῷ Ματθαίῳ μαχόμενος, πλείονας τοὺς κατὰ νόμον τῶν κατὰ φύσιν τοῦ Χριστοῦ γεννήτορας διὰ τοῦ οἰκείου εὐαγ‐
5γελίου ἐκθέμενος, τοὐναντίον παρ’ αὐτοῦ γραφῆναι ὀφείλοντας, ἐπειδὴ ἥσσονας τοὺς κατὰ θέσιν τῶν κατὰ φύσιν πατέρων ἀναλογίζεσθαι ἀνάγκη; Ἐνδέχεται γὰρ γενέσθαι κατὰ νόμον [πατέρα, τετελευτηκότος] τοῦ κατὰ φύσιν πατρὸς τοῦ παῖδα γεννήσαντος. Πῶς οὖν, καθάπερ ἔφην, παρὰ τοῖς εὐαγγελι‐

481

C

σταῖς ἡ [γενεαλογία οὐκ] ἀντέστραπται, καὶ ὁ Λουκᾶς, ἴσους μᾶλλον δὲ ἥσσονας τοὺς κατὰ νόμον τῶν κατὰ φύσιν ὀφείλων τοὺς τοῦ Χριστοῦ ὀνομάζειν γεννήτορας, πλείονας ὀνομάζων εὑρίσκεται; Εἰ δὲ ἐν τῇ γενεαλογίᾳ ἑαυτοῖς καὶ ἀλλήλοις μαχό‐
5μενα λέγουσι, πῶς ἐν τοῖς λοιποῖς περὶ τοῦ σωτῆρος διδάγμασι τὸ ἀξιόπιστον κεκτῆσθαι δυνήσονται, ἐκ προοιμίων πρὸς ἀν‐ τίῤῥησιν κινοῦντες τὸν μετὰ λόγου τῇ ἡμετέρᾳ θρησκείᾳ προσ‐ τεθῆναι βουλόμενον; Ἀπόκρισις.

481

D

Ἐν τῇ γενεαλογίᾳ τῇ κατὰ Λουκᾶν ὁ Ἡλεὶ μόνος ἐστὶ πατὴρ τοῦ Ἰωσὴφ κατὰ τὸν νόμον· ἀπὸ δὲ τοῦ Ἡλεὶ ἕως τοῦ Ναθὰν πάντες οἱ ὑποτεταγμένοι κατὰ φύσιν εἰσὶν υἱοὶ τῶν ὑπερτεταγμένων, τῶν διὰ τὴν σχέσιν, ἣν ἔχει ὁ Ἡλεὶ πρὸς216
5τὸν Ἰωσήφ, πάππων καταλογιζομένων, τοῦ Ἰωσὴφ μὲν μ[ό‐ νου] κατὰ τὸν νόμον, τῶν λοιπῶν δὲ πάντων κατὰ φύσιν. Τούτου δὲ οὕτως νοουμένου, ἀναιρεῖται πᾶσα ἡ τῶν εὐαγγελι‐ στῶν ἐπὶ τῇ ἀντιλογίᾳ διαβολή, ἡ ἐκ τῆς παρανοίας τῶν ἐκεί‐ νων φωνῶν νομισθεῖσα τοῖς παρανοήσασιν.

482

A

Ἐρώτησις ρλβʹ. Εἰ κατὰ τὸν μωσαϊκὸν νόμον ὁ ἀδελφὸς τοῦ τελευτήσαν‐ τος ἄπαιδος τὴν γυναῖκα τοῦ μετηλλαχότος λαμβάνων ἐπαιδο‐ ποίει ἐξ αὐτῆς, κατὰ φύσιν μὲν ἑαυτῷ, κατὰ νόμον δὲ τῷ
5ἀδελφῷ, ἆρα, εἰ συνέβη τὸν περιόντα ἀδελφὸν ἔχειν γαμετήν, σὺν ταύτῃ καὶ τὴν τοῦ τελευτήσαντος ἀδελφοῦ γαμετὴν εἰς γυ‐ ναῖκα ἐλάμβανε; Καὶ πῶς τοῦτο οὐκ ἄτοπον; Εἰ δὲ ἡ τοιαύτη καὶ στεῖρα ἐτύγχανε, πῶς πρὸς τῷ ἀτόπῳ καὶ τὸ ἀνωφελὲς ὁ

482

B

γάμος οὐκ ἐπήγετο, καὶ τοῦ νόμου τὸ πρόσταγμα πανταχόθεν ἐδείκνυτο ἄπορον, τοῦ τελευτήσαντος οὐ λαμβάνοντος τὸ διὰ παιδοποιΐας μνημόσυνον; Τί δὲ καὶ τῷ ἀποθανόντι προσγί‐ νεται τὸ ὄφελος, τὸ διὰ παιδοποιΐας ἑτέρου ἐκεῖνον μετὰ τέλος
5πατέρα ἀλλοτρίας γονῆς ὀνομάζεσθαι; Ἀπόκρισις. Τοῦ νόμου μὴ κωλύσαντος τοὺς Ἰσραηλίτας γυναῖκα λα‐

482

C

βεῖν εἰ βούλοιντο, οὐ μόνον συγγενίδα ἀλλὰ καὶ αἰχμαλωτίδα καὶ παλλακίδα, οὐδὲν ἄρα ἄτοπον οὐδὲ βλάπτει ἐκ τοῦ γυναῖκα ἐπὶ γυναικὶ λαβεῖν [τὸν περιόντα] ἀδελφὸν τοῦ τετελευτηκό‐ τος, τοῦ νόμου μὴ καταλυομένου. Πᾶσα γὰρ ἀτοπία ἐπὶ τῇ
5παραβάσει τοῦ νόμου ὑφίσταται. Κἂν συμβαίη δὲ [στεῖραν τὴν τοῦ τελευτήσαντος γυναῖ]κα ὑπάρχειν, ἀλλ’ ἄδηλον τοῦτο [εἶναι δύνατ]αι τῇ γυναικί· τῷ δὲ ἀδήλῳ οὐκ ἔστι [παραβῆναι ἢ] παριδεῖν τὸν νόμον. Ἐτέθη δὲ ὁ νόμος οὗτος, ἵνα ὧν ἀφεί‐ λετο ὁ θάνατος τὸν τετελευτηκότα, τουτέστι τῆς τε πατρότητος218
10καὶ τοῦ κληρονόμου, ταῦτα παράσχῃ αὐτῷ τῇ τοῦ νόμου προ‐

482

D

νοίᾳ. Εἰ γὰρ μνημοσύνης ἕνεκεν καὶ κληρονομίας πρὸς τὸν γάμον οἱ ἄνθρωποι ἔρχονται, δῆλον ὅτι, ᾧ[τινι ἂν τρόπῳ] παρακληθείη θεὸς ταῦτα παρασχεῖν ἀνθρώποις, ἀνωφελὲς οὐ γίνεται τὸ πρᾶγμα. Πρόσεστι δὲ τούτῳ τῷ νόμῳ καὶ ἕτερόν
5τι ὠφέλιμον, ἵνα ταύτῃ τῇ ἐπιγαμίᾳ ὁ κληρονόμος μείνῃ ἐν τῇ αὐτῇ φυλῇ καὶ μὴ μεταβῇ εἰς ἑτέραν φυλήν. Καὶ ἐπειδὴ ἅπαξ συναφθεῖσα ἡ γυνὴ τῷ ἀνδρὶ τῷ πρώτῳ ἓν σῶμα γέγονε, διὰ τοῦτο οὐ γίνεται πατὴρ ἀλλοτρίας γονῆς ὁ τελευτήσας, ἀλλὰ

483

A

τοῦ ἐκ τοῦ ἰδίου αὐτοῦ σώματος τικτομένου. Ὥσπερ γὰρ ὁ τικτόμενος ἐκ τῆς τοιαύτης συναφείας ὀνομάζεται τοῦ τελευ‐ τήσαντος, οὕτως καὶ ἡ γυνὴ ἐκείνου ὀνομάζεται γυνή. Ἐρώτησις ρλγʹ.
5 Εἰ ὁ προλεχθεὶς νόμος πρὸ τῶν χρόνων τοῦ Δαυῒδ τοῖς Ἰσραηλίταις ἐντέταλται, πῶς ὁ εὐαγγελιστὴς Ματθαῖος τῶν κατὰ φύσιν πατέρων πρὸ τοῦ Δαυῒδ καὶ μετὰ τὸν Δαυῒδ ἐμνη‐ μόνευσεν, ὁ δὲ Λουκᾶς πρὸ μὲν τοῦ Δαυῒδ τῶν κατὰ φύσιν, μετὰ δὲ τὸν Δαυῒδ τῶν κατὰ νόμον πατέρων τὴν μνήμην πε‐

483

B

ποίηται; Καὶ εἰ τὰ ὀνόματα τῶν κατὰ φύσιν καὶ κατὰ νόμον πατέρων ἀπαραλείπτως μετὰ τὴν μετοίκησιν Βαβυλῶνος ἐν ταῖς θείαις γραφαῖς οὐχ εὑρίσκεται, ἀλλὰ κατὰ ἀπόφασιν γέ‐ γραπται, πῶς τὰ κατὰ ἀπόφασιν γραφέντα ὑπὸ τῶν ἀκρι‐
5βεστέρων [ἀποδεχθῆναι] δυνήσονται; Ἀπόκρισις.

483

C

Καὶ ὁ Λουκᾶς τῶν κατὰ φύσιν πατέρων τοῦ Ἡλεὶ ἐμνή‐ σθη, τῶν τε πρὸ τοῦ Δαυῒδ καὶ τῶν μετὰ τὸν Δαυΐδ. Ὁ δὲ Ἡλεὶ μόνος ἦν κατὰ τὸν νόμον πατὴρ τοῦ Ἰωσήφ, τοῦ διὰ τὴν
κατὰ νόμον υἱότητα ἕως τοῦ Ναθὰν κατὰ τὴν αὐτὴν σχέσιν220
5ἀναγομένου. Τὸ δὲ τὸν δεσπότην Χριστὸν ὀνομασθῆναι υἱὸν τοῦ Ἰωσὴφ δύο πατέρας ἐσχηκότος, τὸν μὲν κατὰ νόμον, τὸν δὲ κατὰ φύσιν, ἡ θεία χάρις ᾠκονόμησεν, ἵνα, ὅταν ἀκούωμεν τὸν Χριστὸν υἱὸν μὲν ὄντα τοῦ Ἰωσήφ, μὴ γεννηθέντα δὲ κατὰ φύσιν ἐξ αὐτοῦ, μὴ ξενισθῶμεν. Ὥσπερ γὰρ αὐτὸς ὁ Ἰωσὴφ
10υἱὸς μὲν ἐκλήθη τοῦ Ἡλεῖ, μὴ γεννηθεὶς δὲ ἐξ αὐτοῦ, ὅτι τῷ

483

D

θείῳ νόμῳ οὕτως ἔδοξεν ἐκ τῆς γυναικὸς τοῦ Ἡλεῖ δοῦναι υἱὸν τῷ Ἡλεί, οὕτως ἔδοξε τῷ θεῷ ἐκ τῆς γυναικὸς τοῦ Ἰωσὴφ δοῦναι υἱὸν τῷ Ἰωσὴφ μὴ γεννηθέντα κατὰ φύσιν ἐξ αὐτοῦ. Ἰωσήφ, φησίν, υἱὸς Δαυΐδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ
5τὴν γυναῖκά σου. Τὸ γὰρ ἐκ γυναικός τινος χωρὶς πορνείας τικτόμενον υἱός ἐστιν ἐξ ἀνάγκης τοῦ ἀνδρὸς καὶ τῆς γυναικός, ᾧ τρόπῳ βούλεται ὁ θεὸς δοῦναι υἱὸν τῷ ἀνδρί, ἢ διὰ συνα‐ φείας ἢ χωρὶς συναφείας. Οὐκ ἀποφάσει δὲ χρώμενοι οἱ εὐαγγελισταὶ τὴν ἔκθεσιν ἐποιήσαντο τῶν ἐν ταῖς γενεαλογίαις

484

A

ὀνομασθέντων, ἀλλὰ ταῖς ἐγγράφοις ἱστορίαις. Ἑβραῖοι γὰρ ἦσαν ἐξ Ἑβραίων οἱ τὰς γενεαλογίας συγγραψάμενοι ἅγιοι εὐαγ‐ γελισταί, παρ’ οἷς πολλή τις ἦν σπουδὴ τοῦ ἐγγράφως ἔχειν τῆς βασιλικῆς τε καὶ ἱερατικῆς φυλῆς τὴν γενεαλογίαν. Ἀμέ‐
5λει μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον ὁ Ἔσδρας, οὓς οὐχ εὗρεν ἐν τῷ τῶν ἱερέων καταλόγῳ γενεαλογουμένους, τούτους ἐξέβαλεν ἀπὸ τῆς ἱερατικῆς λειτουργίας. Καὶ τοῦτο δείκνυται ἐκ τῆς βίβλου τῶν Παραλειπομένων. Ἐρώτησις ρλδʹ.

484

B

Εἰ τὸν νόμον τοῖς Ἰσραηλίταις ὁ θεὸς διὰ Μωϋσέως κατέπεμψε, πῶς ἐν πλείοσι τόποις τῆς θείας γραφῆς οὐ νό‐ μος ἀλλ’ αὐτὸς ὁ νομοθέτης ὁ Μωϋσῆς ὀνομάζεται; Ἀπόκρισις.
5Ἔθος ἐστὶν οὐ μόνον τοῖς ἀνθρώποις, ἀλλὰ καὶ τῇ θείᾳ
γραφῇ, τῷ τοῦ εἰρηκότος τὸν λόγον ὀνόματι ὀνομάζειν τὸν λό‐ γον, εἰς δήλωσιν τοῦ τίνος ἐστὶν ὁ λόγος, ὡς τὸ Ἐκάθητο ὁ εὐνοῦχος ἐπὶ τοῦ ἅρματος καὶ ἀνεγίνωσκε τὸν προφήτην Ἡσαΐαν, καὶ πάλιν Τὸ βδέλυγμα, φησί, τῆς ἐρημώσεως τὸ εἰρημένον222

484

C

τῷ προφήτῃ Δανιήλ. Ὡσαύτως δὲ καὶ ἡμῖν ἔθος λέγειν· Ἐκτη‐ σάμην τὸν προφήτην Ἱερεμίαν ἢ τὸν ἀπόστολον. Ἐρώτησις ρλεʹ. Εἰ ἀληθινός ἐστιν ὁ Χριστὸς ὁ τὴν πρᾶξιν καὶ τὴν κλῆσιν
5κατὰ τὴν θείαν γραφὴν ἐπιδεικνύμενος, Ἐμμανουὴλ δὲ καλεῖ‐ σθαι τὸν Χριστὸν ἡ θεία γραφὴ προηγόρευσε, πῶς ἀληθινὸς ὁ κύριος νομισθήσεται ὁ μετὰ τὸ τεχθῆναι μηδαμοῦ τοῦ Ἐμ‐ μανουὴλ τὴν προσηγορίαν δεξάμενος; Οὐδεὶς γὰρ τὸν ἐλθόντα Χριστὸν τῇ κλήσει τοῦ Ἐμμανουὴλ ἐπὶ λέξεως προσηγό‐
10ρευσεν.

484

D

Ἀπόκρισις. Εἰ ἐν τοῖς εὐαγγελικοῖς διηγήμασι περιέχεται τῶν θείων περὶ Χριστοῦ προῤῥήσεων ἡ ἔκβασις, παραδέδωκε δὲ ἡμῖν αὐτὸν εἶναι τὸν κατὰ θείαν πρόῤῥησιν προορισθέντα τῷ τοῦ
5Ἐμμανουὴλ καλεῖσθαι ὀνόματι ὁ μακάριος Ματθαῖος, πῶς οὐ καλεῖται τῷ τοῦ Ἐμμανουὴλ ὀνόματι; Οὐ διέλιπε δὲ ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία, [μα]θοῦσα ἐκ τῆς διδασκαλίας τοῦ ἁγίου

485

A

εὐαγγελίου, Ἐμμανουὴλ ὀνομάζειν τὸν κύριον. Ἔχομεν δὲ ἐν τῇ ὀνομασίᾳ τοῦ Χριστοῦ πάσας τὰς λοιπὰς ὀνομασίας τοῦ Χριστοῦ περιεχομένας, εἰ καὶ μὴ πάσαις ἀεὶ κεχρήμεθα. Οὐδὲ γὰρ ἐπειδὴ καλεῖται Ἐμμανουὴλ ἔστι, ἀλλ’ ἐπειδὴ ἔστι κα‐
5λεῖται. Ἐρώτησις ρλϛʹ. Εἰ τὸ τοὺς γονέας ἀθετεῖν ὑπὸ τῆς θείας γραφῆς ἀπηγό‐ ρευται, καὶ ὁ μετιὼν τὰ ἀπηγορευμένα ἁμαρτωλὸς ὀνομάζεται, πῶς ἐν διαφόροις τόποις τοὺς οἰκείους γονεῖς ὁ δεσπότης

485

B

Χριστὸς ἀθετήσας ἀναμάρτητος δείκνυται; Ἐν μὲν γὰρ τῷ γάμῳ, διὰ τὸ Τί ἐμοὶ καὶ σοὶ γύναι; τῇ μητρὶ λέγειν, ἐπέ‐
πληξεν. Ἡνίκα δὲ θεάσασθαι αὐτὸν ἡ μήτηρ ἠθέλησε, μη‐ τέρα καὶ ἀδελφοὺς τοὺς τὸ θέλημα τοῦ θεοῦ ποιοῦντας ὠνό‐224
5μασε. Καὶ πάλιν, ὅτε ἐμακαρίζετο ἡ βαστάσασα αὐτὸν κοιλία καὶ οἱ μαστοὶ οὓς ἐθήλασε, τοὺς ποιοῦντας τὸ θέλημα τοῦ θεοῦ αὐτὸς ἐμακάριζεν. Ἅπερ ἅπαντα ἐφ’ ὕβρει τῆς μητρὸς παρ’ αὐτοῦ νομίζονται λέγεσθαι, διότι, τῆς μητρὸς αὐτοῦ ὀνομασθείσης καὶ μακαρισθείσης, κατὰ ἀντιδιαστολὴν αὐτῆς

485

C

ὑπ’ αὐτοῦ ἐμακαρίσθησαν ἕτεροι. Ἡ δὲ ἀντιδιαστολὴ δῆλον ὅτι ἐπ’ ἐναντίων πραγμάτων λαμβάνεται. Ἄλλως τε εἰ τὴν ἁγίαν παρθένον εἰς τὴν τοσαύτης οἰκονομίας ὑπουργίαν ἐκλέ‐ λεκται, πῶς ἀναξία μακαρισμοῦ κατὰ τὰ προλεχθέντα ἡ παρ‐
5θένος νενόμισται; Εἰ δὲ τὰ ῥηθέντα ἐναντίως ἔχει πρὸς ἄλ‐ ληλα, πῶς τὰ ἀλλήλοις ἐναντία τὴν παρ’ ἀλλήλων οὐ λαμ‐ βάνει κατάλυσιν; Ἀπόκρισις. Τὸ Τί ἐμοὶ καὶ σοὶ γύναι; οὐ πρὸς ἐπίπληξιν εἴρηται τῇ

485

D

μητρὶ ὑπὸ τοῦ σωτῆρος, ἀλλὰ πρὸς ἔνδειξιν τοῦ μὴ ἡμᾶς, φησίν, εἶναι τοὺς ἀναδεδεγμένους τοῦ ἐν τῷ γάμῳ ἀναλισκο‐ μένου οἴνου τὴν φροντίδα· ὅμως ἐκ πολλῆς ἀγάπης, εἰ θέλεις, ἵνα μὴ λείψῃ αὐτοῖς οἶνος, εἰπὲ τοῖς ὑπηρέταις ἵνα ποιήσωσιν
5ἃ λέγω αὐτοῖς, καὶ βλέπεις ὅτι οὐ μὴ λείψει αὐτοῖς οἶνος· ὅπερ καὶ γέγονεν. Οὐκ ἂν οὖν λέξει τὴν μητέρα ἐπέπληξεν, ἣν τοῖς ἔργοις ἐτίμα. Ἐν δὲ ταῖς ἄλλαις φωναῖς οὐχ ὡς ἀπο‐ στερῶν τὴν μητέρα τῆς πρεπούσης τιμῆς, ἀλλὰ δείκνυσι κατὰ

486

A

ποίαν μητρότητα μακαριστή ἐστιν ἡ παρθένος. Εἰ γὰρ ὁ ἀκούων τὸν λόγον τοῦ θεοῦ καὶ φυλάττων αὐτὸς ἀδελφός ἐστι τοῦ θεοῦ καὶ ἀδελφὴ καὶ μήτηρ, προσῆν δὲ τῇ μητρὶ αὐτοῦ ἀμφότερα, δῆλον ὅτι κατὰ ταύτην τὴν μητρότητα ἐχρῆν μακα‐
5ρίζεσθαι τὴν μητέρα αὐτοῦ· τὸ γὰρ ἀκούειν τὸν λόγον τοῦ θεοῦ καὶ φυλάττειν ἀρετῆς ἐστι καὶ καθαρᾶς ψυχῆς, ὅλης πρὸς τὸν θεὸν βλεπούσης. Καὶ ἐπειδὴ οὐ τὴν τυχοῦσαν γυναῖκα ἐπε‐ λέξατο ὁ θεὸς γενέσθαι μητέρα τοῦ Χριστοῦ, ἀλλὰ τὴν πασῶν γυναικῶν ταῖς ἀρεταῖς ὑπερκειμένην, διὰ τοῦτο καὶ ὁ Χριστὸς

486

B

ἀπὸ ταύτης τῆς ἀρετῆς ἐβούλετο μακαρίζεσθαι τὴν μητέρα αὑ‐
τοῦ, δι’ ἧς ἠξιώθη παρθένος μήτηρ γενέσθαι. Ὅτι δὲ πρὸς ἀτιμίαν ἢ ἀπείθειαν γονέων οὐδαμῶς ἐμφαίνεται ὁ Χριστὸς πεποιηκώς τι, μαρτυρεῖ Λουκᾶς ὁ εὐαγγελιστής, λέγων περὶ226
5αὐτοῦ ὅτι Κατέβη μετὰ Ἰωσὴφ καὶ Μαρίας ἀπὸ Ἱερουσαλήμ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. Ἐρώτησις ρλζʹ. Εἰ πρὸ τοῦ τάφου ἡ Μαρία τὸν κύριον τῷ μύρῳ ἤλειψεν, ἡμεῖς δὲ τοῦ πάθους καὶ τῆς ἀναστάσεως αὐτοῦ ἐν τῷ βαπτί‐

486

C

σματι τελοῦμεν τὰ σύμβολα, πῶς πρῶτον μὲν ἐλαίῳ χριό‐ μεθα, ἔπειτα δὲ τὰ προλεχθέντα ἐν τῇ κολυμβήθρᾳ τελέσαντες σύμβολα τῷ μύρῳ σφραγιζόμεθα ὕστερον, καὶ κατ’ ἐναντίωσιν τῶν περὶ τὸν κύριον γεγονότων ταῦτα ποιεῖν οὐ νομίζομεν, εἴ
5γε πρῶτον ὁ κύριος τῷ μύρῳ ἠλείψατο καὶ ὕστερον ἔπαθε; Πῶς δὲ καὶ οὐ περιττὴ ἡ χρῖσις τοῦ ἐλαίου προσφέρεται τοῖς βαπτίζεσθαι μέλλουσιν, εἴ γε μόνῳ τῷ μύρῳ πρὸς τῷ πάθει ἐχρίσθη ὁ κύριος; Ἀπόκρισις.
10Ἐπειδὴ ἃ ποιεῖ [ἡ ἐκκλησία πρὸς] τὸν ἐνταφιασμὸν μετὰ

486

D

τὸν θάνατον αὐτοῦ ποιεῖ τοῦ ἐνταφιαζομένου, ἡ δὲ μακαρία Μαρία πρὸ τοῦ θανάτου ἐμύρισε τὸν κύριον (κατὰ τὸ γεγραμ‐ μένον· Ὃ ἐποίησε, φησίν, αὕτη πρὸς ἐνταφιασμόν μου ἐποίησε· προλαβοῦσα γὰρ ἐμύρισέ μου τὸ σῶμα· τὸ δὲ Προ‐
5λαβοῦσα ἀντὶ τοῦ Πρὸ τοῦ δέοντος καιροῦ ἐμύρισέ μου τὸ σῶμα), διὰ τοῦτο οὐδὲν γίνεται κατ’ ἐναντίωσιν, ἀλλὰ τὸ ἐπὶ τοῦ κυρίου γεγονὸς πρὸ τοῦ καιροῦ τοῦτο ἐπὶ τῶν βαπτιζομέ‐
νων γίνεται ἐν τῷ δέοντι καιρῷ. Χριόμεθα δὲ τῷ παλαιῷ228

487

A

ἐλαίῳ ἵνα γινώμεθα χριστοί, τῷ δὲ μύρῳ πρὸς ἀνάμνησιν τοῦ τὴν χρῖσιν τοῦ μύρου ἐνταφιασμὸν ἑαυτοῦ λογιζομένου, καὶ τύπῳ μὲν ἐπὶ τοῦ παρόντος, ἀληθείᾳ δὲ ἐπὶ τοῦ μέλλοντος εἰς τὴν κοινωνίαν τῶν τε ἑαυτοῦ παθημάτων καὶ τῆς δόξης
5ἡμᾶς καλεσαμένου σωτῆρος Χριστοῦ. Ἐρώτησις ρληʹ. Εἰ δίκαιός ἐστιν ὁ τὸν ἡμαρτηκότα ὑπὲρ ὧν ἥμαρτε τι‐ μωρούμενος, πῶς δίκαιος ὁ θεὸς ὁ τοσοῦτον λαὸν διὰ πταί‐

487

B

σματα θανατώσας ἑτέρων; Λέγω δὲ πταίσαντας τὸν Ἰωνάθαν καὶ τὸν Δαυΐδ· τὸν μὲν ἐξ ἀγνοίας λύσαντα τὴν νηστείαν τῇ γεύσει τοῦ μέλιτος, τὸν δὲ προπετῶς τὸν λαὸν ἀριθμήσαντα. Εἰ δέ τις λέγοι ὡς τῶν ὑπηκόων ὁ θάνατος ἐπὶ τιμωρίᾳ τῶν
5ἀρχόντων ἐγίνετο, πῶς οὐκ ἀδικεῖ τοὺς ἀναιτίους ὑποβάλλων κολάσεσιν; Ἐναντιοῦται δὲ τῇ λεγούσῃ γραφῇ ὅτι Ψυχὴ ἡ ἁμαρτήσασα αὐτὴ ἀποθανεῖται. Ἀπόκρισις.

487

C

Ὅτι πικροτάτη τιμωρία τῶν ἡμαρτηκότων βασιλέων ἡ τι‐ μωρία τοῦ λαοῦ, δηλοῖ αὐτὸς ὁ μακάριος Δαυΐδ, δεόμενος τοῦ θεοῦ εἰς αὑτόν τε καὶ εἰς τὸν οἶκον αὑτοῦ μεταγαγεῖν ἀπὸ τοῦ λαοῦ τὴν πληγήν. Σάλος γάρ ἐστι τῆς βασιλείας ἡ μείωσις
5τῶν βασιλευομένων. Ὡσαύτως δὲ καὶ ὁ Σαοὺλ ἔμελλεν ἀναι‐ ρεῖν τὸν υἱὸν αὑτοῦ Ἰωνάθαν, ἵνα τῇ ἀναιρέσει αὐτοῦ τὴν πληγὴν ἰάσηται τοῦ λαοῦ, εἰ μὴ φθάσας ὁ λαὸς ὤμοσε μὴ ἀπο‐ θανεῖν ἐᾶσαι τὸν Ἰωνάθαν. Καὶ ὡς σύγκειται ὁ ἄνθρωπος ἐκ ψυχῆς καὶ σώματος, οὕτως καὶ ἡ βασιλεία σύγκειται ἐκ τοῦ

487

D

βασιλέως καὶ τῶν βασιλευομένων. Καὶ ὥσπερ, ἁμαρτήσας ὁ ἄνθρωπος ἁμάρτημα διὰ χειρὸς κἂν τυπτηθῇ εἰς τὸν νῶτον, οὐκ ἀδικεῖ ὁ τυπτήσας αὐτόν, οὕτως οὐκ ἀδικεῖ θεὸς ἐπὶ τοῖς τῶν βασιλέων πταίσμασιν τὸν λαὸν τιμωρούμενος. Μεγάλως230
5γὰρ οἶδεν ἀνιᾶν τοὺς βασιλεῖς ἡ πληγὴ τοῦ λαοῦ. Τῆς γὰρ βασιλείας ἐστὶ τιμωρία ἡ πληγὴ τοῦ λαοῦ. Ἐρώτησις ρλθʹ. Εἰ εἷς ἐστι θεὸς ὁ θεός, δῆλον ὅτι καὶ πάντα κέκτηται

488

A

τὸ εἶναι ἕν· οἷον τὸ ἁπλοῦν ἢ τὸ σύνθετον, τὸ θνητὸν ἢ τὸ ἀθάνατον, τὸ γεννητὸν ἢ τὸ ἀγέννητον, τὸ γεννᾶν ἢ τὸ μὴ γεν‐ νᾶν. Πῶς οὖν, τοῦ μὲν πατρὸς γεννήσαντος καὶ τοῦ υἱοῦ μὴ γεννήσαντος, καὶ τοῦ υἱοῦ γεννηθέντος, τοῦ δὲ πατρὸς μὴ γεν‐
5νηθέντος, δύναται εἷς θεὸς καλεῖσθαι ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα, ἐξ αὐτοῦ τοῦ γεννᾶσθαι ἢ μὴ γεννᾶσθαι, καὶ τοῦ γεννᾶν καὶ μὴ γεννᾶν, τὴν ἐναντίωσιν κεκτῆσθαι νομιζομένου; Ἀπόκρισις.

488

B

Εἷς ἐστιν ὁ θεὸς τῇ συνυπάρξει τῶν τριῶν θείων ὑπο‐ στάσεων, τῶν διαφερουσῶν ἀλλήλων οὐ τῇ οὐσίᾳ ἀλλὰ τοῖς τῆς ὑπάρξεως τρόποις. Ἡ διαφορὰ δὲ τῶν τῆς ὑπάρξεως τρό‐ πων οὐ διαιρεῖ τὸ ἓν τῇ οὐσίᾳ. Καὶ ὥσπερ ἐπὶ τοῦ Ἀδὰμ
5καὶ τῆς Εὔας καὶ τοῦ Σὴθ εἷς μέν ἐστιν ὁ τῆς οὐσίας λόγος (ψυχὴ γὰρ λογικὴ καὶ σῶμα θνητόν), τρόποι δὲ τῆς ὑπάρξεως διάφοροι (ὁ μὲν γὰρ Ἀδὰμ γέγονεν ἀπὸ τῆς γῆς, ἡ δὲ Εὔα ἐκ τῆς πλευρᾶς, ὁ δὲ Σὴθ ἐκ τοῦ σπέρματος), καὶ ἐν διαφόροις τῆς ὑπάρξεως τρόποις μένει ὁ τῆς οὐσίας λόγος εἷς ἀδιαίρετός

488

C

τε καὶ ἀπαράλλακτος, οὕτως καὶ ἐπὶ τοῦ θεοῦ, τῇ ταὐτότητι τῆς τῶν προσώπων οὐσίας, εἷς θεὸς πεπίστευται, ὅ τε πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα. Οὐδὲν γὰρ συντελεῖ πρὸς τὸν
τῆς οὐσίας λόγον ὁ τρόπος τῆς ὑπάρξεως. Τὰ μὲν οὖν ἐπὶ232
5τῶν θείων τριῶν ὑποστάσεων ὡσαύτως ἀπαραλλάκτως λεγό‐ μενα, ἐν τούτοις νόει τὸ ἓν τῆς οὐσίας· τὰ δὲ μὴ ὡσαύτως, ταῦτα νόει τῷ τρόπῳ τῆς τῶν προσώπων ὑπάρξεως. Ἐρώτησις ρμʹ. Εἰ κληρονόμον ἑαυτὸν ὁ Χριστὸς ὀνομάζει, τοῦτον δὲ

488

D

κατὰ τὴν παραβολὴν οἱ γεωργοί, τουτέστιν οἱ Ἰουδαῖοι, ἐπέ‐ γνωσαν, καί, τῆς γεωργίας δεσπόται γενέσθαι ποθήσαντες, ὡς κληρονόμον τὸν κληρονόμον ἀπέκτειναν, πῶς αὐτὸς ὁ Χριστὸς καὶ ὁ ἀπόστολος Παῦλος τοῦ τολμήματος αὐτοῖς ἐμαρτύρησαν
5ἄγνοιαν, ὁ μὲν λέγων· Ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποι‐ οῦσιν· ὁ δὲ φάσκων· Εἰ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν; Ἀπόκρισις. Διχῶς ἡ ἄγνοια λέγεται. Ἢ γὰρ μὴ βουλόμενός τις

489

A

ἀγνοεῖ, ὅταν τὰ πράγματα ὁδηγοῦντα εἰς γνῶσιν οὐκ ἔχῃ· ἢ βουλόμενος ἀγνοεῖ, ὅταν τὰ μὲν πράγματα ἔχῃ ὁδηγοῦντα εἰς γνῶσιν, μὴ βουλόμενος δὲ γνῶναι. Ταύτην δὲ τὴν βουλητὴν ἄγνοιαν οἶδεν ἡ θεία γραφὴ ποτὲ μὲν ἄγνοιαν, ποτὲ δὲ γνῶ‐
5σιν ὀνομάζειν. Γνῶσιν μέν, ὡς ὅταν λέγῃ· Καὶ ἐμὲ οἴδατε καὶ πόθεν εἰμὶ οἴδατε· ἀντὶ τοῦ Δύνασθε ἀφ’ ὧν ἐργάζομαι γνῶναι τῆς τε ὀνομασίας τῆς ἐμῆς καὶ τῶν λόγων μου τὴν ἀλή‐ θειαν· ψευδόμενος γὰρ οὐ δύναται τοιαῦτα ἔργα ποιεῖν. Τὸ δὲ ὑπὸ τῶν γεωργῶν γνωρισθῆναι τὸν κληρονόμον, καθὸ

489

B

ἐθεάσαντο τοῦτον ὑπὲρ πάντα εἶναι ἄνθρωπον ἐν τῇ παρούσῃ ζωῇ, τοῖς ἔργοις οἷς ἐποίει, καὶ τῇ κλήσει τοῦ υἱοῦ, κατὰ τὴν ὑποτύπωσιν τῆς παραβολῆς. Ὅτι δὲ μετὰ τὸ ἀποθανεῖν αὐτὸν ἀνίστησιν αὐτὸν ὁ θεὸς ἐκ τῶν νεκρῶν εἰς ἀθάνατον ζωὴν καὶ
5τίθησιν αὐτὸν πάντων κληρονόμον, οὐκ ἔγνωσαν· οὔτε γὰρ ἡ ὑποτύπωσις τῆς παραβολῆς ἔσχε τούτου τὴν ἔμφασιν. Κατὰ ταύτην οὖν τὴν ἄγνοιαν εἶπεν ὁ Χριστός· Πάτερ ἄφες αὐ‐
τοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσιν. Ὡσαύτως δὲ καὶ ὁ ἀπό‐ στολος· Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύ‐234
10ρωσαν.

489

C

Ἐρώτησις ρμαʹ. Εἰ μόνος ὁ Χριστὸς τὸν θεῖον νόμον ἀκριβῶς ἐξετέλεσε, πῶς ἐπορεύοντο ἐν τῷ νόμῳ ἄμεμπτοι ὅ τε Ζαχαρίας καὶ ἡ Ἐλισσάβετ, περὶ ὧν ταῦτα ὁ Λουκᾶς ἐμαρτύρησε, καὶ ὁ Παῦ‐
5λος δέ, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος; Ἀπόκρισις.

489

D

Ἄλλο τὸ ἄμεμπτον καὶ ἄλλο τὸ ἀναμάρτητον. Ὁ μὲν γὰρ ἀναμάρτητος ἐκ παντὸς καὶ ἄμεμπτος, οὐκέτι δὲ ὁ ἄμεμπτος ἐξ ἀνάγκης καὶ ἀναμάρτητός ἐστιν. Ὁ γὰρ ἁμαρτάνων παρὰ τὸν νόμον συγγνωστὴν ἁμαρτίαν, τῇ προσαγωγῇ τῶν θυσιῶν
5καὶ τῇ ἐξαγορεύσει τοῦ πταίσματος λαβὼν τὴν ἄφεσιν, γίνεται καθαρὸς καὶ ἄμεμπτος κατὰ τὴν ἐκ νόμου δικαιοσύνην. Ὁ δὲ Χριστός, ἅτε ἀναμάρτητος ὢν καὶ οὐδαμῶς παραβὰς τὸν νό‐ μον, οὔτε διεπράξατό τι διορθώσεως δεόμενον· ἐδέξατο δὲ καὶ τὸν βαπτιστὴν Ἰωάννην καὶ ἐβαπτίσθη ὑπ’ αὐτοῦ, ἵνα
10πληρώσῃ πᾶσαν δικαιοσύνην, ἣν ὁ Παῦλος πρὸ τοῦ πιστεῦσαι

490

A

Χριστῷ οὔπω ἦν δεξάμενος· ἐπεὶ οὐκ ἂν ἐδίωξε τὴν ἐκκλη‐ σίαν. Διὰ τοῦτο ὁ Χριστὸς μόνος λέγεται ἀναμάρτητος γε‐ γονέναι. Ἐρώτησις ρμβʹ.
5 Εἰ ὁ ἄγγελος τοῦ ἀνθρώπου ἀνώτερος, καὶ θεοὺς τοὺς ἀνθρώπους ἡ γραφὴ ὀνομάζει, πῶς οὐχ ἁρμόζει καὶ τοὺς ἀγ‐ γέλους θεοὺς παρ’ ἡμῶν ὀνομάζεσθαι; Ἀπόκρισις. Τῶν ἀγγέλων ὅσοι ἐν τάξει θεοῦ ὤφθησαν ἢ ἐλάλησαν

490

B

τοῖς ἀνθρώποις ἐσχήκασι καὶ αὐτοὶ τοῦ θεοῦ τὴν κλῆσιν, ὡς ὁ λαλήσας τῷ Ἰακὼβ καὶ τῷ Μωϋσῇ. Ἐκλήθησαν δὲ καὶ οἱ
ἄνθρωποι θεοί. Ἑκατέροις δὲ διὰ τὴν ἐγχειρισθεῖσαν αὐτοῖς χρείαν ἐδόθη τοῦ θεοῦ τὴν τάξιν καὶ τὴν προσηγορίαν ἔχειν·236
5πληρωθείσης δὲ τῆς χρείας παύονται τοῦ καλεῖσθαι θεοὶ οἱ χρείας τινὸς ἕνεκεν εἰληφότες τοῦ θεοῦ τὴν κλῆσιν. Ὅτε μὲν γὰρ ἐνεχείρισε τῷ ἀγγέλῳ τὴν ἐπιστασίαν τοῦ λαοῦ, ἔφασκε τῷ Μωϋσεῖ περὶ αὐτοῦ· Μὴ ἀπειθήσῃς αὐτῷ, ὅτι ὄνομά μου κεῖται ἐπ’ αὐτόν. Ὅτε δὲ ἐνεχείρισε τοῖς ἄρχουσι τὴν κρίσιν
10τοῦ λαοῦ, φησὶ πρὸς αὐτούς· Δικαίαν κρίσιν κρίνατε, ὅτι ἡ

490

C

κρίσις τοῦ θεοῦ ἐστι. Καὶ πάλιν· Ἐγὼ εἶπα Θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες. Θεοὺς αὐτοὺς ἔλεγεν ἀντὶ τοῦ Ἔδωκα ὑμῖν τὴν τιμὴν τὴν ἐμὴν καὶ τὴν τάξιν καὶ τὴν κλῆσιν· ὡς οὖν ἐμοῦ κρίνοντος οὕτως κρίνατε τὸν λαόν.
5Ἐρώτησις ρμγʹ. Εἰ ὑπεραναβέβηκε μὲν ὁ θεός, ὑποβέβηκε δὲ τὸ ἄνθρω‐ πος, πῶς οὐκ ἀτάκτως ὁ ἄνθρωπος θεὸς προσηγόρευται; Ἀπόκρισις.

490

D

Αὕτη ἡ ἐρώτησις οὔτε Χριστιανῷ ἁρμόττει οὔτε Ἕλληνι. Καθ’ ἕτερον δὲ εἰς τοὺς ὑποβεβηκότας μετενήνεκται τοῦ ὑπεραναβεβηκότος ἡ κλῆσις, κατὰ τὴν ἑκάστου δόξαν. Οὐ χρὴ δὲ ἐκ τῶν ὁμολογουμένων κατασκευάζειν τὴν ἀπορίαν,
5ἀλλὰ ἐκ τῶν ἀμφιβόλων. Ἐρώτησις ρμδʹ. Εἰ ἔχει ὁ θεὸς ὑπόστασιν ὑπάρχουσαν καὶ βουλὴν ἐνυ‐ πάρχουσαν καὶ υἱὸν ὑπάρχοντα, πῶς, ἐκ τοσούτων συγκείμε‐ νος, ἁπλοῦς ὀνομάζεται;

491

A

Ἀπόκρισις. Ὁ θεὸς ὥσπερ ὅλος ἐστὶ πανταχοῦ καὶ ὅλος ἐν ἑκάστῳ
καὶ ὅλος ἐφ’ ἑαυτοῦ, καὶ τούτου πίστιν ἔχομεν, οὕτως καὶ τὸ ἁπλοῦν αὐτοῦ ὅλον υἱός ἐστι καὶ ὅλον υἱὸν ἔχον ἐστί, καὶ238
5ὅλον βουλή ἐστι καὶ ὅλον βουλὴν ἔχον ἐστίν. Οὐ γάρ ἐστι κατὰ τὴν κτιστὴν φύσιν ὁ θεός, ὥστε τὸ εἶναι αὐτὸν καὶ τὸ ἔχειν νοηθῇ ἐν συνθέσει, ὥσπερ [ἐν τῇ κτιστῇ φύσει·] ἀλλ’, ὥσπερ τὴν φύσιν ὤν, οὕτως καὶ τὸ εἶναι αὐτὸν καὶ τὸ ἔχειν ἐστὶν ὑπὲρ τὴν σύνθεσιν.

491

B

Ἐρώτησις ρμεʹ. Εἰ δι’ ὧν ἡ σάρξ, διὰ τούτων καὶ τὸ αἷμα συνίσταται, διὰ τί τὴν μὲν βρῶσιν τῆς τῶν ζώων σαρκὸς ὁ θεὸς ἐπιτρέ‐ πει, τὴν δὲ ἐν τῷ αἵματι ἀπαγορεύει μετάληψιν, Πλὴν κρέας,
5λέγων, ἐν αἵματι οὐ φάγεσθε; Ἀπόκρισις. Ἵνα καὶ ἐν τούτῳ χωρίσῃ ἡμᾶς ὁ θεὸς τῆς τῶν θηρίων ὁμοιότητος, τῶν σὺν τῇ βρώσει τῆς σαρκὸς λαπτόντων καὶ τὸ αἷμα ὧν τὰς σάρκας ἐσθίουσιν.

491

C

Ἐρώτησις ρμϛʹ. Εἰ ὁ θεὸς ἐπὶ τῶν ἀληθῆ τὴν ἔκβασιν ἐσχηκότων καὶ διὰ τῶν παρ’ Ἕλλησι μάντεων τὸ μέλλον ἔσεσθαι προεμήνυσε, πῶς, ὁπηνίκα Ἕλληνες πρὸς Ἕλληνας διεμάχοντο, πολλάκις
5κατὰ χρησμὸν πράξαντές τι, ὧν ἡ θεία γραφὴ τὴν πρᾶξιν ἀπη‐ γόρευσε, τῶν ἐν τῇ δευτέρᾳ πεύσει κειμένων δεινῶν ἀπηλλά‐ γησαν; Οἷον ἐπὶ μὲν πολέμου, ὡς ὅταν οἱ ἑπτὰ ἐπὶ Θήβαις ἄρδην μὲν καταστρέφειν τὴν προῤῥηθεῖσαν πόλιν ἔμελλον, μαντευσαμένου δὲ Τειρεσίου ὁ Μενοικεὺς κατὰ τὸ δοκοῦν τῇ

491

D

μαντείᾳ ἑαυτὸν ἑτοίμως κατέσφαξε, καὶ οὕτως κατὰ τὴν πρόῤ‐ ῥησιν τῆς μαντείας ἡ μὲν πόλις διεσώθη, οἱ δὲ πολέμιοι ὑπὸ τῶν ἐν τῇ πόλει ἀνῃρέθησαν. Καὶ τοῦτο μὲν περὶ τῶν ἐν πο‐
λέμοις τροπαίων ἓν ἐκ πολλῶν ἡμῖν εἴρηται.240
5Ἀπόκρισις. Ὁ ποιῶν τὴν λύσιν τῶν ζητουμένων πρῶτον ὀφείλει θεῖ‐ ναι τὰ ὁμολογήματα, εἶτα ἐξ αὐτῶν ποιήσασθαι τῶν ζητου‐

492

A

μένων τὴν λύσιν. Ἔστι δὲ τῶν ὁμολογουμένων τὸ ἕνα εἶναι θεὸν δημιουργόν τε καὶ προνοητὴν τοῦ κόσμου παντός, ὃν καταγγέλλουσιν αἱ θεῖαι τῶν Χριστιανῶν γραφαὶ λόγοις θείαις δυνάμεσι μεμαρτυρημένοις· παρ’ οὗ ἐστι τῶν μελλόντων ἥ τε
5πρόῤῥησις καὶ ἡ ἔκβασις. Ἐκβάλλουσι δὲ αἱ γραφαί, αἱ τοῦτον καταγγέλλουσαι, τοὺς τῶν Ἑλλήνων θεούς· Εἰ ἀλλάξουσι, φησί, τὰ ἔθνη τοὺς θεοὺς αὑτῶν, καὶ αὐτοὶ οὐκ εἰσὶ θεοί. Ὧν δὲ οὐκ εἰσὶν οἱ θεοὶ θεοί, τούτων οὐδὲ οἱ μάντεις εἰσὶν ἀλη‐ θείας προφῆται, οὐδ’ ἡ αὐτῶν πρόῤῥησις ἀναπόδραστόν τε καὶ
10ἀληθῆ ἔχει τὴν ἔκβασιν. Ὥσπερ γάρ εἰσι μακρὰν τῆς ἀληθι‐

492

B

νῆς θεότητος, οὕτως καὶ τῆς τῶν μελλόντων προγνώσεως. Ὅτι δὲ καὶ ἐν τῇ μάχῃ τῶν Ἑλλήνων πρὸς Ἕλληνας, τῶν πο‐ λυτρόπως, μάλιστα ἐν τοῖς πολέμοις, ταῖς μαντείαις χρησα‐ μένων, ὁ τῶν Χριστιανῶν θεὸς τὴν ἰδίαν ἔστησε βούλησιν,
5μαρτυρεῖ μὲν ἡ μάχη Ἀλεξάνδρου καὶ Δαρείου, τοῦ μὲν κρα‐ τύνας τὰς μαντείας, τοῦ δὲ καταργήσας, μαρτυρεῖ δὲ καὶ τοῦ Ἀσσυρίου ἡ μάχη ἣν εἶχε πρὸς τὰ ἄλλα πολλὰ καὶ ἰσχυρὰ ἔθνη, ὃν ὁ θεὸς ῥάβδον τῆς ὀργῆς καὶ πρίονα ἐκάλεσε, ποτὲ μὲν λέγων· Ἰδοὺ ὁ Ἀσσύριος ῥάβδος ἐστὶ τῆς ὀργῆς μου, ἐπὶ

492

C

ἔθνος ἁμαρτωλὸν [ἀποστελῶ] αὐτόν· ποτὲ δὲ λέγων περὶ αὐ‐ τοῦ· Μὴ [ὑψωθήσεται] πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν; Καί‐ τοι [πρόδηλός ἐστιν] ὁ Ἀσσύριος ὅτι κατὰ τὰς ἐπιτυχίας τῶν χρησμολογημένων, ἃ εἴληφε παρὰ τῶν θεῶν αὑτοῦ διὰ τῶν
5μάντεων, πρίζει καὶ σπαράσσει τὰ ἐλεεινὰ ἔθνη, τὰ ὁμοίως αὐτῷ τῇ πεποιθήσει τῶν χρησμῶν συμβεβληκότα αὐτῷ εἰς πό‐ λεμον, καὶ ἀποτετυχηκότα τῆς διὰ χρησμῶν ἐλπίδος, τοῦ θεοῦ
συγχωρήσαντος ἐπιτυχεῖν μὲν τῶν χρησμῶν τὸν Ἀσσύριον, ἀπο‐ τυχεῖν δὲ τὰ ἔθνη. Περὶ ὧν ὁ μὲν θεὸς διὰ τοῦ προφήτου242
10Ἡσαΐου φησίν· Ὁ θεὸς ἀνῆκα τὴν χεῖρά μου, καὶ ἐξηράν‐

492

D

θησαν· ὁ δὲ Ἀσσύριός φησι· Μὴ ἐῤῥύσαντο οἱ θεοὶ τῶν ἐθνῶν τὴν γῆν αὐτῶν ἐκ τῶν χειρῶν μου, ὅτι ῥύσεται κύριος τὴν Ἱε‐ ρουσαλὴμ ἐκ τῆς χειρός μου; Κατὰ δὲ τοὺς χρησμούς, οὓς ἐδέ‐ ξατο ὁ Ἀσσύριος παρὰ τῶν μάντεων, τοιαύτας ἐφθέγξατο
5φωνάς, καὶ κατὰ τῶν ἐθνῶν καὶ κατὰ τῆς Ἱερουσαλήμ· καὶ τοῦ θεοῦ συγχωρήσαντος ἐπέτυχεν ὁ Ἀσσύριος τῶν χρησμῶν κατὰ τῶν ἐθνῶν, κατὰ δὲ τῆς Ἱερουσαλὴμ ἀπέτυχε τῶν χρησμῶν τοῦ θεοῦ μὴ συγχωρήσαντος. Πῶς οὖν ἀπέτυχον τῆς μαν‐

493

A

τείας οἱ ἑπτὰ ἐπὶ Θήβαις τοῦ ἄρδην ἀπολέσαι τὴν πόλιν; Ἡ γὰρ ἀποτυχία τῆς μαντείας ἔλεγχος γίνεται τῆς ἀσθενείας τοῦ θεοῦ, τοῦ διὰ τῆς μαντείας προμηνύσαντος τὰ ἀνέκβατα. Καὶ εἰ κατὰ τὴν ἀψευδῆ τοῦ σωτῆρος φωνὴν χωρὶς θεοῦ στρου‐
5θίον οὐ πεσεῖται ἐπὶ τῆς γῆς, πολὺ μᾶλλον ἔθνος ὅλον ἢ πόλις ὅλη οὐκ ἂν ἀπόλοιτο μὴ τοῦ θεοῦ συγχωρήσαντος. Ὅτι δὲ πᾶν ἔθνος ἑλληνικὸν ὑπὸ ἔθνους ἑλληνικοῦ ἀπολλύμενον ὑπὸ ῥάβδου καὶ πρίονος τῆς ὀργῆς τοῦ θεοῦ ἀπόλλυται, φανερὸν καθέστη‐

493

B

κεν ἐκ τῶν περὶ τοῦ Ἀσσυρίου εἰρημένων. Ἔτι δὲ εἰ τὰ παρὰ τῶν Ἑλλήνων περὶ τοῦ μάντεως Τειρεσίου εἰρημένα παντάπασίν ἐστι καταγέλαστα, πῶς ἐνδέχεται τὰ δι’ αὐτοῦ λεχθέντα εἶναι ἀληθῆ; Φασὶ γὰρ περὶ αὐτοῦ ἄνδρα καὶ γυναῖκα γεγονέναι αὐ‐
5τόν, καὶ ἀμφοτέρων ἔχειν τὰς πλάσεις, καί, πολλὰς μάχας τῶν θεῶν διαλύσαντος, διὰ ταύτην τὴν αἰτίαν ἡ μὲν Ἥρα χολωθεῖσα αὐτῷ ἐπήρωσεν αὐτόν, ὁ δὲ Ζεὺς εἰς παραμυθίαν τῆς πηρώσεως αὐτοῦ ἐχαρίσατο αὐτῷ τὴν μαντικήν. Ἀλλ’ εἰ ἀλλότρια πίστεως ὑπάρχει τὰ περὶ αὐτοῦ μυθευόμενα, πῶς

493

C

ἐνδέχεται ἀληθῆ εἶναι τὰ ὑπ’ αὐτοῦ μυθευόμενα; Ἔτι δὲ εἰ, καθώς φασιν Ἕλληνες, τὰ ὑπὸ τῶν Μοιρῶν ἐπικλωθόμενα ἀδύνατόν ἐστιν ἀνακλωθῆναι, πῶς οὐκ εἰσὶν ἀνωφελεῖς αἱ μαν‐ τεῖαι τοῖς αὐταῖς χρωμένοις, τῶν Μοιρῶν ἐπὶ τὸ ἀναπόδραστον
5τέλος ἀναγκαίως ἀγουσῶν τὰ ὑπ’ αὐτῶν ἐπικλωθόμενα; Ἀλλ’
εἰ ταῦτα οὕτως ἔχει, πῶς οὐκ εἰσὶ ψευδεῖς αἵ τε Μοῖραι καὶ αἱ μαντεῖαι, ὑπ’ ἀλλήλων ἀναιρούμεναι; Πῶς δὲ οὐκ ἔστιν ὁ Μενοικεὺς μάτην κατασφάξας ἑαυτὸν κατὰ τὸ δοκοῦν τῇ μαν‐244

493

D

τείᾳ, τῆς αἰτίας τοῦ ἀναιρεῖσθαι μὲν τοὺς πολεμίους, σώζεσθαι δὲ τὴν πόλιν, μὴ ἐκ τοῦ δαίμονος τοῦ διὰ μάντεως χρηματί‐ σαντος ὑπαρχούσης, ἀλλ’ ἐκ τῆς τοῦ δεσπότου τοῦ ἀληθινοῦ
θεοῦ συγχωρήσεως;246