TLG 0646 008 :: Pseudo–JUSTINUS MARTYR :: Confutatio dogmatum quorundam Aristotelicorum Pseudo–JUSTINUS MARTYR Cf. et ACTA JUSTINI ET SEPTEM SODALIUM (0384) Confutatio dogmatum quorundam Aristotelicorum Citation: Morel page — section — (line) | ||
t1 | ΤΟΥ ΑΓΙΟΥ ΙΟΥΣΤΙΝΟΥ ΦΙΛΟΣΟΦΟΥ ΚΑΙ ΜΑΡΤΥΡΟΣ ΑΝΑΤΡΟΠΗ ΔΟΓΜΑΤΩΝ ΤΙΝΩΝ ΑΡΙΣΤΟΤΕΛΙΚΩΝ. | |
110C | Τῶν κατὰ τὴν ἀνθρωπίνην σπουδὴν εἰς θεραπείαν τοῦ | |
110D | θεοῦ ὑπὸ τῶν ἀνθρώπων γινομένων καλῶν οὐδὲν οὕτως ἐστὶ δεκτὸν τῷ θεῷ, ὡς τὸ κατὰ δύναμιν σπουδάζειν βελτίους ποιεῖν τοὺς ἀνθρώπους. Ταύτην οὖν τὴν προθυμίαν ἐν ὑμῖν, ὦ τιμιώτατε πρεσβύτερε Παῦλε, σφόδρα οὖσαν διάπυρον ὁρῶν, | |
5 | ἑτοίμως ὑμῖν ὑπήκουσα περὶ ὧν ἐνετείλασθέ μοι βραχεῖάν τινα ποιήσασθαι τὴν ἐκλογὴν τῶν ἑλληνικῶν περὶ θεοῦ καὶ κτίσεως | |
---|---|---|
110E | δογμάτων, οὐχ ἵνα τι γνῷς ἀληθὲς ἐξ αὐτῶν (πῶς γὰρ ἂν ὁ ἄνωθεν ἔχων τὴν διὰ τῶν προφητῶν περὶ τούτων διδασκαλίαν παρ’ αὐτοῦ τοῦ τὴν κτίσιν πεποιηκότος θεοῦ;), ἀλλ’ ἵνα γνῷς μὴ κατὰ τὴν ἀποδεικτικὴν ἐπιστήμην, καθ’ ἣν ἐπαγγέλλον‐ | |
5 | ται Ἕλληνες περὶ θεοῦ τε καὶ κτίσεως τοὺς λόγους ποιεῖν, τοῦτο πεποιηκότας, ἀλλ’ εἰκασμῷ τὸ δοκοῦν διορισαμένους. | |
111A | Τῶν περὶ θεοῦ καὶ κτίσεως τοὺς λόγους πεποιημένων ἀνθρώ‐ πων οἱ μὲν παρ’ αὐτοῦ τοῦ τὴν κτίσιν πεποιηκότος θεοῦ τὴν διδασκαλίαν ἐδέξαντο περὶ θεοῦ καὶ κτίσεως διὰ τῶν προφη‐ τῶν, τῶν πρὸς τοῦτο ὑπουργησάντων τῷ θεῷ, οὓς πρῶτον | |
5 | θείοις ἔργοις τοῖς δι’ αὐτῶν γιγνομένοις ἀξίους τοῦ πιστεύε‐ σθαι ἀνέδειξεν, εἶθ’ οὕτως περὶ τῶν τοῖς διδασκομένοις | |
ἀδήλων τὴν διδασκαλίαν παρέσχεν· οἱ δέ, τοῖς διὰ τῶν προ‐ | 100 | |
111B | φητῶν ἀπιστήσαντες λόγοις, τοῖς οἰκείοις αὑτῶν λογισμοῖς ἐπέτρεψαν θεογνωσίας τὴν εὕρεσιν. Καὶ κατ’ ἐκείνους μὲν τοὺς ἐκ διδασκαλίας θεοῦ καὶ κτίσεως ἐγνωκότας τὴν διαφο‐ ρὰν εἷς ἐστιν ὁ θεός, καθ’ ἑκάτερον τὸν τῆς ἀγενεσίας τρό‐ | |
5 | πον ἀγένητος ὤν, θεὸν δὲ ἢ θεοὺς οὔτε πρὸ αὑτοῦ οὔτε μεθ’ αὑτὸν ἐσχηκώς, συναΐδιον οὐκ ἔχων οὔτε ὑποκείμενον οὔτε ἀντι‐ κείμενον, ἄφθαρτον ἔχων τὴν οὐσίαν καὶ ἀνεμπόδιστον τὴν ἐνέργειαν, δημιουργὸς ὢν τοῦ κόσμου παντός, ἀρχὴν ἔχοντος | |
111C | τοῦ εἶναι καὶ τοῦ τὶ εἶναι καὶ τοῦ πῶς διαμένειν τὴν ἐκείνου θέλησιν. Ἢ γὰρ ἐν ἀφθαρσίᾳ διαμένει τὰ μέρη τοῦ κόσμου, ὡς ὁ οὐρανὸς καὶ τὰ οὐράνια καὶ αἱ ἀόρατοι δυνάμεις, ἢ ἐν τῷ γίνεσθαί τε καὶ φθείρεσθαι, ὡς τὰ ἐπὶ γῆς ζῶά τε καὶ | |
5 | φυτά. Καὶ ὥσπερ τὸ γεγονὸς οὐκ ἂν ἐγένετο μὴ ἐκείνου προσ‐ τάξαντος Γενηθήτω, οὕτως οὐδ’ ἂν διέμεινε μὴ ἐκείνου θε‐ μένου τὸ πρόσταγμα, τοῖς μὲν ἀφθάρτοις τοῦ ἑστάναι εἰς | |
111D | τὸν αἰῶνα τοῦ αἰῶνος, τοῖς δὲ ἐν γενέσει καὶ φθορᾷ τοῦ Αὐ‐ ξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν. Πρὸς ἔν‐ δειξιν δὲ τῆς θείας αὐτοῦ δυνάμεως καὶ τοῦ μὴ νόμῳ φύσεως αὐτὸν δουλεύειν, ἀλλ’ αὐθεντίᾳ βουλήσεως τὸ δοκοῦν ἐρ‐ | |
5 | γάζεσθαι, τὰ μὲν ἐν ἀρχῇ τῶν ἐν γενέσει καὶ φθορᾷ φύσεως ἐκ τῆς γῆς καὶ τῶν ὑδάτων ἐποίησε, προστάξας· Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος καὶ φυτὰ ἔχοντα ἐν ἑαυτοῖς τὸ | |
111E | σπέρμα καὶ ξύλα ποιοῦντα καρπούς· καὶ πάλιν· Ἐξαγαγέτω τὰ ὕδατα ψυχὴν ζῶσαν κατὰ γένος· τὰ δὲ ἐκ τῶν γεναρχῶν γεγενημένα ἐκ τῆς καταβολῆς τοῦ σπέρματος γενέσθαι ὡρίσατο. Καὶ περὶ τούτων πάντες οἱ παρὰ τοῦ θεοῦ πρὸς πάντας ἀν‐ | 102 |
5 | θρώπους ἀποσταλέντες προφῆται ταὐτὰ φρονοῦντες διετέ‐ λουν, καὶ διαφωνία ἐν αὐτοῖς γέγονεν οὐδεμία· κατὰ δὲ τοὺς | |
112A | ἀπιστήσαντας μὲν τοῖς τῶν προφητῶν λόγοις, οἰκείῳ δὲ εἰ‐ κασμῷ περὶ θεοῦ καὶ κτίσεως τὸ δοκοῦν διορισαμένους, πολλή τίς ἐστιν ἡ πρὸς ἀλλήλους τε καὶ πρὸς ἑαυτοὺς διαφωνία ἐν τοῖς περὶ τῶν ὄντων καὶ τῆς τούτων ἀρχῆς κατ’ οὐσίαν τε καὶ | |
5 | ἀριθμὸν καὶ κίνησιν καὶ πέρας, καθὼς δείκνυται ἐκ τοῦ πρώ‐ του λόγου τῆς Φυσικῆς ἀκροάσεως Ἀριστοτέλους, μετὰ τοῦ | |
112B | μηδὲν αὐτὸν ἀληθεύειν περὶ ὧν διείληφε διορίσασθαι πραγ‐ μάτων. αʹ. Ἐκ τοῦ πρώτου λόγου τῆς Φυσικῆς ἀκροάσεως Ἀριστοτέλους. Ἀεὶ γὰρ ἔστι τι ὃ ὑπόκειται, ἐξ οὗ γίνεται τὸ γινόμε‐ | |
5 | νον, οἷον τὰ φυτὰ καὶ τὰ ζῶα ἐκ σπέρματος. Γίγνεται δὲ τὰ γινόμενα ἁπλῶς τὰ μὲν μετασχηματίσει, οἷον ἀνδριάς, τὰ | |
112C | δὲ προσθέσει, οἷον τὰ αὐξανόμενα, τὰ δὲ ἀφαιρέσει, οἷον ἐκ τοῦ λίθου ὁ Ἑρμῆς, τὰ δὲ συνθέσει, οἷον οἰκία, τὰ δὲ ἀλ‐ λοιώσει, οἷον τὰ τρεπόμενα κατὰ τὴν ὕλην. Πάντα δὲ τὰ οὕτω γινόμενα φανερὸν ὅτι ἐξ ὑποκειμένων γίνεται. Καὶ | |
5 | τοῦτο διττόν· ἢ γὰρ τὸ ὑποκείμενον ἢ τὸ ἀντικείμενον. Λέγω δὲ ἀντικεῖσθαι τὸ ἄμουσον, ὑποκεῖσθαι δὲ τὸν ἄνθρωπον. | |
112D | Εἰ πρῶτόν ἐστι τὸ σπεῖρον σπέρμα καὶ ὕστερον τὸ ἐκ σπέρματος γιγνόμενον καὶ γενητὰ ἀμφότερα, τῇ μὲν γενέσει | |
τοῦ κειμένου ἐκ σπέρματος γιγνομένου ὑπόκειται τὸ σπέρμα, τῇ δὲ γενέσει τοῦ σπείραντος ὑποκεῖσθαι τὸ σπέρμα οὐ δυνα‐ | 104 | |
5 | τόν· οὐκ ἄρα ἀεὶ τὰ ζῶα καὶ τὰ φυτὰ ἐκ σπέρματος γίνεται. | |
112E | Ἔτι εἰ ζῶον γενητὸν ἑκάτερον, τὸ σπεῖρον καὶ τὸ ἐκ σπέρμα‐ τος γιγνόμενον, καὶ οὐκ ἐκ τοῦ αὐτοῦ ὑποκειμένου ἑκάτερον, ἀλλὰ θάτερον μὲν ἐκ τοῦ σπέρματος, ἕτερον δὲ οὐκ ἐκ τοῦ σπέρματος, πῶς οὐ ψευδὲς τὸ ἀεὶ τὰ ζῶα γίνεσθαι ἐκ τοῦ | |
5 | σπέρματος; Καὶ περὶ τῶν φυτῶν ὁ αὐτὸς λόγος. Ἔτι εἰ ἀρχὴ μὲν τοῦ ἐκ σπέρματος γιγνομένου ἐστὶ τὸ σπεῖρον, ἄγνωστον δὲ τοῦτο καὶ ἀδιόριστον ἐν τῇ πραγματείᾳ τῆς Φυσικῆς ἀκροά‐ σεως Ἀριστοτέλους, τίνος ἕνεκεν ἐγράφη αὕτη ἡ πραγματεία, | |
113A | τῆς ἀρχῆς ἀγνοουμένης τοῦ πρώτου ζώου τε καὶ φυτοῦ; Ἀκο‐ λουθεῖ γὰρ τῇ ἀγνωσίᾳ τῆς ἀρχῆς ἡ ἀγνωσία τῶν ἐξ ἀρχῆς. Εἰ τὸ ζῶον, τὸ ἐκ σπέρματος γιγνόμενον, γίνεται δὲ κατὰ φύσιν, δῆλον ὅτι τοῦ αὐτοῦ ζώου γιγνομένου μέν, μὴ ἐκ σπέρ‐ | |
5 | ματος δέ, οὐ γίνεται κατὰ φύσιν. Εἰπάτωσαν οὖν οἱ Ἀριστο‐ τελικοί, κατὰ τί γίνεται τὸ ζῶον τὸ μὴ κατὰ φύσιν γιγνό‐ μενον. Ἔτι εἰ διαφορᾶς κατὰ γένεσιν τοῦ ζώου δοθείσης, τοῦ τε ἐκ σπέρματος καὶ κατὰ φύσιν καὶ τοῦ μὴ ἐκ σπέρματος | |
113B | μήτε κατὰ φύσιν γιγνομένου, ἀνάγκη πεπερασμένην εἶναι τὴν γένεσιν, πῶς οὖν συνάναρχα λέγουσιν Ἕλληνες τά τε ζῶα καὶ τὰ φυτὰ τῷ θεῷ, τὰ κατὰ φύσιν γεγονότα, τὰ μήτε τῷ πρώτῳ ζώῳ τε καὶ φυτῷ σύγχρονα εἶναι δυνάμενα; Ἔτι εἰ ἅπαν τὸ | |
5 | γιγνόμενον ἀεὶ σύνθετόν ἐστι, πῶς τὸν τρόπον τῶν κατὰ σύν‐ θεσιν γινομένων τῇ οἰκείᾳ τοῦ τρόπου διαφορᾷ τῶν ἄλλων τῶν τῆς γενέσεως τρόπων διέστειλας; Εἰ γὰρ ἅπαν γενητὸν σύν‐ | |
113C | θετον, κατὰ σύνθεσιν ἀνάγκη γίνεσθαι· ἀλλ’ εἰ ὁ τρόπος τῆς κατὰ σύνθεσιν γενέσεως πάσῃ γενέσει ἁρμόττει, περιττῶς τῶν ἄλλων τῆς γενέσεως τρόπων διέσταλται τῇ οἰκείᾳ διαφορᾷ. Ἔτι εἰ τὰ ὑποκείμενα ταῖς ῥηθείσαις γενέσεσιν οὐσίαι εἰσὶ καὶ | |
5 | ἐν αὐταῖς θεωρεῖται τὸ διττὸν τοῦ ὑποκειμένου, τουτέστι τὸ | |
ὑποκείμενον καὶ τὸ ἀντικείμενον, ἡ δὲ ὕλη οὐσία οὐκ ἔστι, πῶς ἁρμόττει ὁ τρόπος τῆς γενέσεως τῶν ἐξ οὐσιῶν γιγνομέ‐ νων τῷ τρόπῳ τῆς γενέσεως τῶν μὴ ἐξ οὐσίας γιγνομένων; | 106 | |
113D | Ἀνάγκη ἄρα ἢ οὐσίαν εἶναι τὴν ὕλην, ἢ τρόπῳ ἑτέρῳ γίγνεσθαι τὰ ἐκ τῆς ὕλης γιγνόμενα παρὰ τοὺς ῥηθέντας τρόπους τῆς γε‐ νέσεως. Ἀλλ’ ἐπειδὴ τῇ πραγματείᾳ τῆς Φυσικῆς ἀκροάσεως ἡ ὕλη διώρισται μὴ εἶναι οὐσία καὶ ὁ τρόπος τῆς γενέσεως τῶν | |
5 | ἐξ αὐτῆς γιγνομένων οὐ παραδέδοται, πῶς οὐ περιττὴ αὕτη ἡ πραγματεία, ἐν ᾗ τὸ σαφὲς ἄπορον; Ἔτι εἰ, ὡς ἀνάγκη τῇ | |
113E | φύσει καὶ τῇ τέχνῃ τὸ μὴ ἐκ τοῦ τυχόντος ποιεῖν τὰ τυχόντα, ἀλλ’ ἐκ τῶν ὡρισμένων τὰ ὡρισμένα, οὕτως ἀνάγκη καὶ τῷ θεῷ ἐκ τῶν ὡρισμένων ποιεῖν τὰ ὡρισμένα, τίς ἐστιν ὁ τῷ θεῷ τοῦτον τὸν ὅρον θέμενος; Ὅτι δὲ τῇ φύσει καὶ τῇ τέχνῃ | |
5 | ὁ θεὸς ἔθηκε τοῦτον τὸν ὅρον, φανερόν. Εἰ δὲ ὁ θεὸς ὑπὸ | |
114A | τὸν ὅρον οὐκ ἔστιν, ἀλλὰ ποιεῖ ἐκ τοῦ τυχόντος τὰ τυχόντα, τῇ τοῦ ὅρου ἀνάγκῃ μὴ κωλυόμενος τοῦ ποιεῖν ἃ βούλεται, πῶς οὐκ ἠλευθέρωται καὶ τοῦ ὅρου τοῦ ποιεῖν ἐκ τῶν ὑποκειμένων κατ’ ἀνάγκην; | |
5 | βʹ. Τοῦ αὐτοῦ Ἀριστοτέλους ἐκ τοῦ αὐτοῦ λόγου. | |
114B | Ἔστι δὲ τὸ ὑποκείμενον ἀριθμῷ μὲν ἕν, εἴδει δὲ δύο. Ὁ μὲν γὰρ ἄνθρωπος καὶ ὁ χρυσὸς καὶ ὅλως ἡ ὕλη ἀριθμητή· τόδε γάρ τι μᾶλλον, καὶ οὐ κατὰ συμβεβηκὸς ἐξ αὐτοῦ γίνεται τὸ γιγνόμενον· ἡ δὲ στέρησις καὶ ἡ ἐναντίωσις συμβεβηκός· | |
5 | ἓν δὲ τὸ εἶδος, οἷον ἡ τάξις, ἡ μουσικὴ ἢ τῶν ἄλλων τι τῶν οὕτω κατηγορουμένων. Δι’ ὧν ἔστι μὲν ὡς δύο λεκτέον εἶναι τὰς ἀρχάς, ἔστι δὲ ὡς τρεῖς· καὶ ἔστι μὲν ὡς τὰ ἐναντία, | |
114C | οἷον εἴ τις λέγοι τὸ μουσικὸν καὶ τὸ ἄμουσον ἢ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἢ τὸ ἡρμοσμένον καὶ τὸ ἀνάρμοστον, ἔστι δὲ ὡς οὔ· ὑπ’ ἀλλήλων γὰρ πάσχειν τὰ ἐναντία ἀδύνατον. Λύεται δὲ καὶ τοῦτο διὰ τὸ ἄλλο εἶναι τὸ ὑποκείμενον· | |
5 | τοῦτο γὰρ οὐκ ἐναντίον. Ὥστε οὔτε πλείους τῶν ἐναντίων | |
αἱ ἀρχαὶ τρόπον τινά, ἀλλὰ δύο ὡς εἰπεῖν τῷ ἀριθμῷ, οὔτε αὖ παντελῶς δύο διὰ τὸ ἕτερον ὑπάρχειν τὸ εἶναι αὐτοῖς, ἀλλὰ τρεῖς. | 108 | |
114D | Εἰ ἔστι τὸ ὑποκείμενον ἀριθμῷ μὲν ἕν, εἴδει δὲ δύο, ἀφ’ ὧν δεῖ ἓν τῷ ἑνὶ ὑποκεῖσθαι, πῶς οὐκ ἔστι τὸ ὑποκείμενον αὐτὸ ἑαυτῷ ὑποκείμενον; Εἰ δὲ τοῦτο ἀδύνατον, πῶς οὐκ ἔστι ψευδὲς τὸ εἴδει δύο εἶναι τὸ ὑποκείμενον; Ἔτι εἰ δεῖ ὑπο‐ | |
5 | κεῖσθαί τι ἀεὶ τῶν γιγνομένων, ἔστι δὲ τοῦτο ἡ ὕλη, πῶς οὐκ ἔστιν ἡ ὕλη ἀεὶ γενητή; Ἀεὶ γὰρ τῷ ἑνὶ τῶν ἐναντίων ὑπόκειται. Ἢ γὰρ τῇ στερήσει ὑπόκειται ἢ τῷ εἴδει ἐναν‐ τίῳ ὄντι τῇ στερήσει· καὶ τῷ εἴδει μὲν γίνεται ἔμμορφος, | |
114E | τῇ στερήσει δὲ ἄμορφος. Πῶς οὖν οὐκ ἔστιν οὐσία γενητὴ ἡ ὕλη, ἀεὶ τὸ εἶναι γενητῶς ἔχουσα; Ἔτι εἰ ἡ στέρησις οὐδέν ἐστιν ἕτερον παρὰ τὴν ἀναίρεσιν παντὸς τοῦ ὄντος, ἔχουσα δὲ ταύτην ἡ ὕλη, πῶς οὐκ ἀνῄρηται αὐτῆς καὶ τὸ εἶναι αὐτὴν | |
5 | ὕλην; Ἔτι εἰ ἀπόντος τοῦ εἴδους τῆς ὕλης ἄπεστιν αὐτῆς καὶ τὸ εἶναι αὐτὴν οὐσίαν καὶ τὸ τόδε τι καὶ τὸ ὄν, οὐδαμοῦ | |
115A | ἄρα ἡ ὕλη ἀπόντος αὐτῆς τοῦ εἴδους. Ἔτι εἰ ἀριθμητὴ ἡ ὕλη, τὰ δὲ ἐναντία τὰ ταύτῃ συμβεβηκότα οὐκ ἀριθμητά, πῶς τρεῖς ἀρχαί, ἥ τε ὕλη καὶ τὰ ταύτῃ συμβεβηκότα; Εἰ οὐδὲν ὧν ἐν τῇ συστάσει τῶν φύσεων γιγνομένων θεωροῦμεν ἔστιν ἐκ | |
5 | τῆς ὕλης, οὐδὲ τὸ ποιὸν οὐδὲ τὸ ποσόν, πῶς ἐξ αὐτῆς τὰ γιγνόμενα γίγνεται καθ’ αὑτά; Εἰ ἀδύνατόν τι εἶναι καὶ μὴ εἶναι τόδε τι, πῶς διὰ τὴν στέρησιν τόδε τι μὴ οὖσα ἡ ὕλη τὸ | |
115B | εἶναι ἔχει; Εἰ ἡ στέρησις καὶ τὸ εἶδος τῇ ὕλῃ συμβέβηκεν, οὐ‐ σία δὲ οὐκ ἔστιν ἡ ὕλη, πῶς ταύτῃ συμβέβηκε τὰ ἐναντία; Τῇ γὰρ οὐσίᾳ συμβαίνει τὰ συμβεβηκότα. Εἰ ὥσπερ ἡ τάξις ἐν τοῖς τεταγμένοις, οὕτως καὶ τὸ εἶδος ἐν τῇ ὕλῃ, πῶς τὰ μὲν | |
5 | ἄτακτα πρὸ τῆς τάξεως τὸ εἶναι τόδε τι ἔχει, ἡ δὲ ὕλη πρὸ τοῦ εἴδους τὸ εἶναι τόδε μὴ ἔχουσα, σώζεται ἐν τῇ ὕλῃ ἡ ἀνα‐ | 110 |
115C | λογία τῆς τάξεως ὡς πρὸς τὸ εἶδος; Εἰ ἐν τῇ συνθέσει μὲν τῶν γιγνομένων δύο θεωροῦνται μόναι ἀρχαί, ἥ τε ὕλη καὶ τὸ εἶδος, χωρὶς δὲ συνθέσεως τρεῖς εἰσιν ἀρχαί, ἥ τε ὕλη καὶ ἡ στέρησις καὶ τὸ εἶδος, δῆλον ἄρα ὅτι μὴ ὄντος μὲν τοῦ γιγνο‐ | |
5 | μένου κείμεναι τρεῖς ἦσαν ἀρχαί· ὄντος δὲ τοῦ γιγνομένου οὐ τρεῖς, ἀλλὰ δύο. Πῶς οὖν οὐκ ἔστι τὸ γιγνόμενον ἀρχὴ τῆς ἀπωλείας τῆς μιᾶς ἀρχῆς, ἣ εἰ μὴ ἀπώλετο, οὐκ ἂν ἐγίνετο | |
115D | τὸ γιγνόμενον; Εἰ ὥσπερ πάσχει ὁ ἄνθρωπος ὑπὸ τοῦ μουσι‐ κοῦ καὶ τοῦ ἀμούσου καὶ τὸ σῶμα ὑπὸ ψυχροῦ καὶ θερμοῦ καὶ ἡ φωνὴ ὑπὸ τῆς ἁρμονίας τε καὶ ἀναρμοστίας, οὕτως πάσχει ἡ ὕλη ὑπὸ τοῦ εἴδους καὶ τῆς στερήσεως, ἔστω ἡ ὕλη | |
5 | οὐσία, ὡς ἄνθρωπος καὶ τὸ σῶμα, ἢ συμβεβηκός, ὡς ἡ φωνή, ἵνα σωθῇ τὸ τῆς ἀναλογίας ἀκόλουθον. Εἰ δὲ οὔτε οὐσία ἐστὶν ἡ ὕλη οὔτε συμβεβηκός, οὐδ’ ἄρα πάσχει ὑπὸ τῶν ἐναντίων. | |
115E | γʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Πόσαι μὲν οὖν αἱ ἀρχαὶ τῶν περὶ γένεσιν φυσικῶν, καὶ πῶς, εἴρηται· καὶ δῆλόν ἐστιν ὅτι δεῖ ὑποκεῖσθαί τι τοῖς ἐναντίοις καὶ τὰ ἐναντία δύο εἶναι. Τρόπον δέ τινα ἄλλον | |
5 | οὐκ ἀναγκαῖον· ἱκανὸν γὰρ τὸ ἕτερον τῶν ἐναντίων ποιεῖν | |
116A | τῇ παρουσίᾳ καὶ ἀπουσίᾳ τὴν μεταβολήν. Ἡ δὲ ὑποκειμένη φύσις ἐπιστητὴ κατὰ ἀναλογίαν. Ὡς γὰρ πρὸς ἀνδριάντα χαλκὸς ἢ πρὸς κλίνην ξύλον ἢ πρὸς τῶν ἄλλων τι τῶν ἐχόντων μορφὴν ἡ ὕλη καὶ τὸ ἄμορφον ἔχει πρὶν λαβεῖν τὴν μορφήν, | |
5 | οὕτως αὕτη πρὸς οὐσίαν ἔχει καὶ τὸ τόδε τι καὶ τὸ ὄν. Μία μὲν οὖν ἀρχὴ αὕτη, οὐχ οὕτω μία οὖσα οὐδὲ ἓν ὡς τὸ | |
τόδε τι, μία δὲ ᾗ ὁ λόγος, ἔτι δὲ τὸ ἐναντίον τούτῳ ἡ στέ‐ ρησις. Πότερον δὲ οὐσία τὸ εἶδος ἢ τὸ ὑποκείμενον, οὔπω δῆλον. | 112 | |
116B | Εἰ τὸ εἶδος τῇ παρουσίᾳ αὑτοῦ εἰδοποιεῖ τὴν ὕλην καὶ τῇ ἀπουσίᾳ αὑτοῦ ποιεῖ ἀνείδεον, εἰσὶ δὲ ἀρχαὶ δύο, τό τε εἶ‐ δος καὶ τὸ ἀνείδεον, ποιεῖ δὲ αὐτὰ ταῦτα καὶ ἡ στέρησις τῇ παρουσίᾳ αὑτῆς καὶ τῇ ἀπουσίᾳ, ἔσονται ἄρα αἱ ἀρχαὶ ὑπ’ | |
5 | ἀλλήλων γιγνόμεναί τε καὶ ἀναιρούμεναι καὶ οὐκ ἀΐδιοι· τὸ γὰρ ἀΐδιον παρουσίας τινὸς καὶ ἀπουσίας οὐ χρῄζει πρὸς τὸ | |
116C | εἶναι. Εἰ τῇ παρουσίᾳ καὶ ἀπουσίᾳ τῶν ἐναντίων γίνεται τῶν ἀρχῶν ἡ μεταβολή, δῆλον ὅτι γίνεται ἡ μεταβολὴ ἐκ τοῦ εἶναι αὐτὰς ἀρχάς. Πῶς οὖν δύνανται μένειν ἀρχαί, αἱ ἀποβεβλη‐ κυῖαι τὸ εἶναι ἀρχαί; Εἰ ἡ ἀρχὴ ἀρχὴν ἔχουσα οὐκ ἔστιν ἀρχή, | |
5 | πῶς ἡ ὕλη, τοῦ μὲν εἶναι ἀρχὴν ἔχουσα τὸ εἶδος, τοῦ δὲ μὴ εἶναι τὴν στέρησιν, δύναται εἶναι ἀρχή; Τὸ φύσιν ὀνομάζειν | |
116D | τὸ ὑποκείμενον τῇ στερήσει, τὸ μήτε οὐσία ὂν μήτε τόδε τι μήτε ὄν, πῶς οὐκ ἔστι περιττόν; Εἰ ἀρχαὶ οὔτε ἐξ ἄλλων εἰσὶν οὔτε ἐξ ἀλλήλων, ἔστι δὲ ἐκ τῆς ἀπουσίας τοῦ εἴ‐ δους ἡ στέρησις καὶ ἐκ τῆς ἀπουσίας τῆς στερήσεως τὸ εἶ‐ | |
5 | δος, πῶς οὐκ εἰσὶν ἐξ ἀλλήλων ἀρχαί, τό τε εἶδος καὶ ἡ στέρησις; Τῇ γὰρ ἀπουσίᾳ ἀλλήλων ποιητικαὶ ἀλλήλων. Εἰ ὃν ἔχει λόγον ὁ χαλκὸς πρὸς τὸν μέλλοντα ἐξ αὐτοῦ γίνεσθαι ἀνδριάντα, τοῦτον ἔχει ἡ ὕλη πρὸς τὴν οὐσίαν καὶ | |
116E | τὸ τόδε τι καὶ τὸ ὄν, πῶς ὁ μὲν χαλκός, ἐὰν μὴ ᾖ οὐσία καὶ τόδε τι καὶ ὄν, λόγον ἔχειν πρὸς τὸν ἀνδριάντα οὐ δύ‐ ναται, ἡ δὲ ὕλη, μήτε οὐσία οὖσα μήτε τόδε τι μήτε ὄν, ἀνα‐ λογίαν ἔχειν πρὸς τὸν χαλκὸν δύναται; Εἰ πάντα τὰ ἐν συ‐ | |
5 | στάσεσι τῶν φυσικῶν θεωρούμενα αἰσθήσει ἐστὶν ἐπιστητά, πῶς ἡ ὕλη, ἐξ ἧς τὰ αἰσθητά, ἀναλογίᾳ ἐστὶν ἐπιστητὴ καὶ οὐκ αἰσθήσει, ἢ πῶς ὅλως ἐκ μὴ αἰσθητοῦ δυνατὸν γενέσθαι | |
117A | τὰ αἰσθητά; Εἰ τόδε τί ἐστι καὶ τὸ μίαν ἀρχὴν εἶναι, πῶς | |
ἡ ὕλη τὸ μὲν εἶναι μίαν ἀρχὴν ἔχει, τὸ δὲ εἶναι αὐτὴν τόδε τι οὐκ ἔχει; Καὶ εἰ τὸ εἶναι τόδε τι καὶ τὸ τόδε τι μὴ εἶναι οὐσία ἐστί, πῶς ἡ ὕλη τὸ μὲν τόδε τι μὴ εἶναί ἐστιν, οὐσία | 114 | |
5 | δὲ οὐκ ἔστι; Πῶς δὲ δύναταί τις ἐκβάλλειν τὴν ὕλην τοῦ εἶναι ἕν, ὁ διελὼν αὐτὴν εἰς δύο εἴδη, εἴς τε τὸ ὑποκεί‐ μενον τῷ γιγνομένῳ καὶ εἰς τὸ ἀντικείμενον; Εἰ οὔπω δῆλον | |
117B | ἐκ τῶν εἰρημένων, εἰ οὐσία ἐστὶ τὸ εἶδος ἢ τὸ ὑποκείμενον, πῶς ἀποφαντικῶς εἴρηκε περὶ τῆς ὕλης τὸ μὴ εἶναι αὐτὴν οὐσίαν μήτε τόδε τι μήτε ὄν; Τὸ γὰρ ὑποκείμενον εἴρηκεν εἶναι τὴν ὕλην. Ποτὲ μὲν μὴ εἶναι αὐτὴν οὐσίαν μήτε τόδε | |
5 | τι μήτε ὄν, ποτὲ δὲ ἄδηλον εἰ οὐσία ἐστί, πῶς οὐκ ἔστι τῶν οὐκ εἰδότων ὅ φασιν; δʹ. Ἐκ τοῦ αὐτοῦ λόγου. | |
117C | Ζητήσαντες οἱ κατὰ φιλοσοφίαν πρῶτοι τὴν ἀλήθειαν καὶ τὴν φύσιν τὴν τῶν ὄντων ἐξετράπησαν οἷον ὁδόν τινα ἄλλην ἀπωσθέντες ὑπὸ ἀπειρίας, καὶ φασὶν οὔτε γίγνεσθαι τῶν ὄντων οὐδὲν οὔτε φθείρεσθαι διὰ τὸ ἀναγκαῖον μὲν εἶναι | |
5 | γίγνεσθαι τὸ γινόμενον ἢ ἐξ ὄντος ἢ ἐκ μὴ ὄντος, ἐκ δὲ τούτων ἀμφοτέρων ἀδύνατον εἶναι· οὔτε γὰρ τὸ ὂν γίγνε‐ σθαι (εἶναι γὰρ ἤδη) ἔκ τε μὴ ὄντος οὐθὲν ἂν γενέσθαι | |
117D | (ὑποκεῖσθαι γάρ τι δεῖ). Καὶ οὕτω δὴ τὸ ἐφεξῆς συμ‐ βαῖνον αὔξοντες οὐδὲ εἶναι πολλά φασιν ἀλλὰ μόνον αὐτὸ τὸ ὄν. Ἱκανὰ καὶ ταῦτα μαρτυρῆσαι τῇ ἀληθείᾳ τοῦ ὑφ’ ἡμῶν | |
5 | ῥηθέντος περὶ τῶν παρ’ Ἕλλησι φιλοσόφων, ὡς κατὰ τὴν ἀποδεικτικὴν ἐπιστήμην περὶ τῶν ὄντων τοὺς λόγους μὴ | |
117E | πεποιηκότων, ἀλλ’ εἰκασμῷ τὸ δοκοῦν διορισαμένων. εʹ. Ἐκ τοῦ αὐτοῦ λόγου. Ἡμεῖς δὲ λέγομεν ὅτι τὸ ἐξ ὄντος ἢ μὴ ὄντος γίνε‐ σθαι, ἢ τὸ μὴ ὂν ἢ τὸ ὂν ποιεῖν τι ἢ πάσχειν ἢ ὁτιοῦν τόδε | 116 |
5 | γίγνεσθαι, ἕνα μὲν τρόπον οὐδὲν διαφέρει ἢ τὸ τὸν ἰατρὸν ποιεῖν τι ἢ πάσχειν ἢ ἐξ ἰατροῦ εἶναί τι ἢ γίνεσθαι· ὥστε ἐπειδὴ τοῦτο διχῶς ἢ πλεοναχῶς λέγεται, δῆλον ὅτι καὶ τὸ | |
118A | ἐξ ὄντος καὶ τὸ ὂν ἢ ποιεῖν ἢ πάσχειν. Οἰκοδομεῖ μὲν οὖν ὁ ἰατρός, οὐχ ᾗ ἰατρὸς δὲ ἀλλ’ ᾗ οἰκοδόμος, καὶ λευκὸς γίνεται, οὐχ ᾗ ἰατρὸς ἀλλ’ ᾗ μέλας· ἰατρεύει δὲ καὶ ἀνία‐ τρος γίνεται, ᾗ ἰατρός. Ἐπεὶ δὲ μάλιστα λέγομεν τὸν ἰα‐ | |
5 | τρὸν κυρίως ποιεῖν τι ἢ πάσχειν ἢ γίγνεσθαι ἐξ ἰατροῦ, ἐὰν ᾗ ἰατρὸς ταῦτα ποιῇ ἢ πάσχῃ, δῆλον ὅτι καὶ τὸ μὴ ἐξ ὄντος γίγνεσθαι τοῦτο σημαίνει, τὸ ᾗ μὴ ὄν. Ὅπερ ἐκεῖνοι μὲν οὐ διελόντες ἀπέστησαν, καὶ διὰ ταύτην τὴν | |
118B | ἄγνοιαν τοσοῦτον προσηγνόησαν, ὥστε μηθὲν οἴεσθαι γίγνε‐ σθαι μήτ’ εἶναι τῶν ἄλλων, ἀλλ’ ἀνελεῖν πᾶσαν τὴν γέ‐ νεσιν. Ἡμεῖς δὲ καὶ αὐτοί φαμεν γίνεσθαι μὲν οὐδὲν ἁπλῶς ἐκ μὴ ὄντος, ὅμως μέντοι γίγνεσθαι ἐκ μὴ ὄντος, | |
5 | οἷον κατὰ συμβεβηκός· ἐκ γὰρ τῆς στερήσεως, ὅ ἐστι καθ’ αὑτὸ μὴ ὄν, οὐκ ἐνυπάρχοντος γίνεται. Θαυμάζεται δὲ τοῦτο καὶ ἀδύνατον οὕτω δοκεῖ, γίγνεσθαί τι ἐκ μὴ ὄντος. Ὡσαύτως δὲ οὐδὲ ἐξ ὄντος οὐδὲ τὸ ὂν γίγνεσθαι, πλὴν κατὰ συμβεβηκός· οὕτω δὲ καὶ τοῦτο γίγνεσθαι τὸν αὐτὸν | |
118C | τρόπον, οἷον εἰ ἐκ ζώου ζῶον ἂν γίνοιτο καὶ ἐκ τινὸς | |
ζώου τι ζῶον, οἷον εἰ κύων ἐξ ἵππου γίγνοιτο. Γίγνοιτο μὲν γὰρ ἂν οὐ μόνον ἐκ τινὸς ζώου ὁ κύων, ἀλλὰ καὶ ἐκ ζώου, ἀλλ’ οὐχ ᾗ ζῶον· ὑπάρχει γὰρ ἤδη τοῦτο· εἰ δέ τι | 118 | |
5 | μέλλοι γίγνεσθαι ζῶον μὴ κατὰ συμβεβηκός, οὐκ ἐκ ζώου ἔσται, καὶ εἴ τι ὄν, οὐκ ἐξ ὄντος οὐδὲ ἐκ μὴ ὄντος. Τὸ γὰρ ἐκ μὴ ὄντος εἴρηται ἡμῖν τί σημαίνει, ὅτι ᾗ μὴ ὄν. Ἔτι δὲ καὶ τὸ εἶναι ἅπαν ἢ μὴ εἶναι οὐκ ἀναιροῦμεν. | |
118D | Εἰ τὸ Μήτε ἐκ τοῦ ἁπλῶς ὄντος μήτε ἐκ τοῦ ἁπλῶς μὴ ὄντος δυνατόν ἐστι γενέσθαι τι κοινόν ἐστι τῶν ἐξ ἀπειρίας τε καὶ ἀγνοίας ἀναιρούντων τὴν γένεσιν, καὶ τούτου τοῦ τοὺς σφαλλομένους διορθωσαμένου, πῶς οὐκ ἀνῄρηται ἡ γένεσις | |
5 | κατὰ τὸν διορθωσάμενον, ὡς ἀνῄρηται κατὰ τοὺς σφαλλομέ‐ νους; Εἰ ἀδύνατόν ἐστι γενέσθαι τι κατὰ συμβεβηκὸς ἐξ ὄντος καὶ ἐκ μὴ ὄντος, μὴ προεπινοουμένης τῆς γενέσεως τοῦ καθ’ | |
118E | αὑτὸ γιγνομένου, οἷον ἀδύνατον τὸν ἰατρὸν γενέσθαι λευκὸν μὴ τοῦ μέλανος λευκοῦ γιγνομένου, καὶ ἀδύνατον τὸν ἰατρὸν οἰκοδομεῖν μὴ τοῦ οἰκοδόμου οἰκοδομοῦντος, ἐὰν ᾖ μέλας καὶ οἰκοδόμος ὁ ἰατρός, πῶς γίνεταί τι κατὰ συμβεβηκὸς ἐξ ὄντος | |
5 | καὶ ἐκ μὴ ὄντος, μηδενὸς προηγουμένως καθ’ αὑτὸ γιγνομένου; | |
119A | Εἰ πρῶτον μὲν τὸ ζῶον, ὕστερον δὲ τὸ ζῶον ἐκ ζώου καὶ τό τι ζῶον ἐκ τινὸς ζώου, καὶ τῇ μὲν γενέσει τοῦ ζώου ἐκ ζώου ὑπόκειται τὸ σπέρμα, τῇ δυνάμει μὲν ζῶον, ἐνεργείᾳ δὲ οὐ ζῶον, τῇ δὲ γενέσει τοῦ ἁπλῶς ζώου τὸ ὑποκείμενον οὐκ ἦν | |
5 | σπέρμα, πῶς οὐκ ἔστι παρὰ φύσιν γιγνόμενον τὸ ζῶον ἐκ μὴ ζώου; Εἰ πρὸ τοῦ γενέσθαι τὸ γιγνόμενον ἡ μὲν ὕλη ἦν, | |
119B | τὸ δὲ γιγνόμενον ἐξ αὐτῆς οὐκ ἦν, τί ἦν ἡ ὕλη; Οἷον εἰ ὕλη ἦν τοῦ ἵππου πρὸ τοῦ γενέσθαι τὸν ἵππον, εἰ πάντα τὰ ἐν τῇ οὐσίᾳ τοῦ ἵππου θεωρούμενά ἐστι γενητά, πῶς ἦν ἀγένητος ἡ ὕλη, ἐξ ἧς γέγονεν ἵππος; Εἰ καθ’ αὑτὸ μὲν οὔτε ἡ στέρησις | |
5 | ὄν ἐστιν οὔτε ἡ ὕλη, τὸ δὲ συμβεβηκὸς τῷ καθ’ αὑτὸ ὄντι | |
συμβαίνει, πῶς κατὰ συμβεβηκὸς δυνατὸν γενέσθαι τι ἐκ τῆς στερήσεως, μήτε καθ’ αὑτὸ μήτε κατὰ συμβεβηκὸς οὔσης; | 120 | |
119C | Ὧν διεζευγμένων ὄντων ἀδύνατόν ἐστι γενέσθαι τι ἐξ οὐ‐ δενὸς αὐτῶν, τούτων οὔτε συμπεπλεγμένων δυνατὸν γενέσθαι τι· οἷον ἐκ τοῦ ὄντος ἁπλῶς οὐ δυνατὸν γενέσθαι τι, ὡσαύ‐ τως καὶ ἐκ τοῦ ἁπλῶς μὴ ὄντος, ἵνα ταῖς Ἀριστοτέλους χρη‐ | |
5 | σώμεθα φωναῖς. Πῶς ἀμφότερα γέγονε δυνατά, καὶ τὸ γε‐ νέσθαι ἐξ ὄντος καὶ τὸ γενέσθαι ἐκ μὴ ὄντος; Εἰ τὸ ὑποκεί‐ μενον, ἐξ οὗ γίγνεται τὸ γιγνόμενον, τοῖς ἐναντίοις ἀνάγκη | |
119D | ὑποκεῖσθαι, οὐκ ἄρα γίγνεταί τι ἐκ τῆς στερήσεως κατὰ συμ‐ βεβηκὸς τοῖς ἐναντίοις μὴ ὑποκειμένης; Ὁ τὸ πᾶν μὴ ἀναι‐ ρῶν μήτε εἶναι μήτε τὸ μὴ εἶναι, ἀλλὰ συγχωρῶν τὸ πᾶν εἶναι καὶ μὴ εἶναι, πῶς δύναται ἀληθεύειν λέγων τὴν ὕλην μὴ | |
5 | εἶναι μήτε οὐσίαν μήτε τόδε τι μήτε ὄν; Εἰ γίγνεται μὲν τὸ γιγνόμενον, οὐκ ἐξ ἁπλῶς δὲ μὴ ὄντος οὔτ’ ἐξ ἁπλῶς ὄντος, ἀλλὰ ἐξ ἀμφοτέρων, γίγνεται ἄρα καὶ ἐκ τῆς ὕλης ὡς ἐκ τοῦ ὄντος καὶ ἐκ τοῦ μὴ ὄντος, καὶ ὡς ἐκ τοῦ τόδε τι ὄντος καὶ | |
119E | τόδε τι μὴ ὄντος. Ἀλλ’ εἰ ταῦτα οὕτως ἔχει, ψευδὲς ἄρα τὸ ῥηθὲν περὶ τῆς ὕλης, τὸ μήτε αὐτὴν εἶναι οὐσίαν μήτε τόδε τι μήτε ὄν. Ὥσπερ ἡ ὕλη ἐστὶν ἄμορφος, οὕτως καὶ τὸ εἶδός ἐστιν ἄϋλον. Ἀλλ’ εἰ μὲν ἡ ὕλη καὶ τὸ ἄμορφον αὐτῆς εἰσι | |
5 | δύο ἀρχαί, καὶ τὸ εἶδος ἄρα καὶ τὸ ἄϋλον αὐτοῦ δύο ἔσον‐ ται ἀρχαί. Πῶς οὖν τεσσάρων οὐσῶν τῶν ἀρχῶν τρεῖς μό‐ ναι ἐτέθησαν ἀρχαί. | |
120A | ϛʹ. Ἐκ τοῦ αὐτοῦ λόγου. Ἡμεῖς γὰρ ὕλην καὶ στέρησιν ἕτερον εἶναί φαμεν, καὶ τούτων τὸ μὲν οὐκ ὂν εἶναι κατὰ συμβεβηκός, τὴν ὕλην, τὴν δὲ στέρησιν καὶ καθ’ αὑτήν, καὶ τὴν μὲν ἐγγὺς καὶ οὐσίαν | |
5 | πως, τὴν δὲ οὐδαμῶς. Οἱ δὲ τὸ μὴ ὂν εἶναί φασι, τὸ | |
μέγα καὶ τὸ μικρὸν ὁμοίως, ἓν τὸ συναμφότερον ἢ τὸ χωρὶς | 122 | |
120B | ἑκάτερον. Ὥστε παντελῶς ἕτερος ὁ τρόπος οὗτος τῆς τριάδος κἀκεῖνος. Εἰ κατὰ συμβεβηκὸς οὐκ ὂν εἶναι τῇ ὕλῃ ἐστί, δῆλον ὅτι κατὰ συμβεβηκὸς ἡ ὕλη οὔτε ὕλη ἐστὶν οὔτε ἀρχή· ὄντος γάρ | |
5 | ἐστι τὸ εἶναι ὕλη καὶ τὸ εἶναι ἀρχή. Καὶ εἰ κατὰ συμβεβηκὸς οὐκ ὂν εἶναί ἐστι τῇ ὕλῃ διὰ τὴν στέρησιν, δῆλον ὅτι κατὰ συμβεβηκὸς ὄν ἐστι διὰ τὸ εἶδος. Ἔσται ἄρα τῇ ὕλῃ καθ’ | |
120C | αὑτὸ μὲν οὐδέποτε ὄν, κατὰ συμβεβηκὸς δὲ ἀεί, ποτὲ μὲν οὐκ ὂν εἶναι, ποτὲ δὲ ὂν εἶναι. Πῶς οὖν οὐκ ἔστιν ἄτοπον τὸ λέγειν ἐγγὺς εἶναι οὐσίας καὶ οὐσίαν πως τὸ μηδέποτε καθ’ αὑτὸ ὄν; Εἰ ἄλλο τὸ ὕλην εἶναι καὶ ἄλλο τὸ τινὸς εἶναι ὕλην, | |
5 | καὶ στερεῖται μὲν ἡ ὕλη τοῦ τινὸς εἶναι ὕλην, τοῦ δὲ εἶναι αὐτὴν ὕλην οὐ στερεῖται, ἔσται ἄρα ἡ ὕλη ὂν καὶ οὐκ ὄν, ὂν μὲν διὰ τὸ εἶναι αὐτὴν ὕλην, οὐκ ὂν δὲ διὰ τὸ μὴ εἶναι αὐ‐ | |
120D | τὴν τινὸς ὕλην. Ἀλλ’ εἰ μηδενός ἐστιν ὕλη ἡ ὕλη, οὐδὲν ἄρα τῆς ἀμορφίας ἐστὶν ἡ ὕλη. Εἰ δὲ τῆς ἀμορφίας ἐστὶν ἡ ὕλη, οὐδέποτε ἄρα ἦν ἡ ὕλη ᾗ ὕλη, ἀλλ’ ἀεὶ τινὸς ὕλη, ποτὲ μὲν τῆς ἀμορφίας, ποτὲ δὲ τῆς μορφῆς. Ὅτι δέ τί ἐστιν ἡ | |
5 | ἀμορφία δῆλον ἐξ οὗ ἐτέθη ἀρχὴ εἶναι τῶν γιγνομένων. Ἀλλ’ εἰ ταῦτα οὕτως ἔχει, οὐδέποτε ἄρα οὐκ ὂν εἶναι τὴν ὕλην, ἀλλ’ ἀεὶ ὂν εἶναι, ποτὲ μὲν ἄμορφον, ποτὲ δὲ μεμορ‐ φωμένην· διὸ καὶ ἀεὶ γενητή. Εἰ δύναται ἡ ὕλη τὴν συν‐ | |
120E | αΐδιον αὑτῆς ἀποβαλεῖν ἀμορφίαν, δύναται ἄρα καὶ τὴν συναΐδιον αὑτῆς ἀποβαλεῖν ἀγενεσίαν. Εἰ δὲ μὴ τὸ δεύτε‐ ρον, οὐδ’ ἄρα τὸ πρῶτον. Πῶς οὖν γίγνεται τὸ γιγνόμενον ἐκ τῆς ὕλης, τῆς ὕλης τὴν συναΐδιον αὑτῆς ἀμορφίαν μὴ ἀποβαλ‐ | |
5 | λομένης; Εἰ, ὥσπερ ὁ τρόπος τῆς κατὰ τὸν Ἀριστοτέλην τριάδος ἕτερός ἐστι παρὰ τὸν τρόπον τῆς κατὰ Πλάτωνα τριά‐ | |
121A | δος, οὕτω καὶ ἡ τριὰς ἑτέρα, πῶς οὐκ ἔστιν ἀρχὴ τῶν γιγνο‐ μένων ἡ ἑξὰς ἀλλ’ ἡ τριάς; Καὶ εἰ ἡ τριὰς οὐχ ἑτέρα, πῶς ὁ | |
τρόπος αὐτῆς ἕτερος; ζʹ. Ἐκ τοῦ αὐτοῦ λόγου. | 124 | |
5 | Ἡ μὲν γὰρ ὑπομένουσα συναιτία τῇ μορφῇ τῶν γιγνο‐ μένων ἐστίν, ὥσπερ μήτηρ· ἡ δὲ ἑτέρα μοῖρα τῆς ἐναντιώ‐ σεως πολλάκις ἂν φαντασθείη τῷ πρὸς τὸ κακοποιὸν αὐτῆς | |
121B | ἀτενίζοντι τὴν διάνοιαν οὐδὲ εἶναι τὸ παράπαν. Ὄντος γάρ τινος θείου καὶ ἀγαθοῦ καὶ ἐφετοῦ, τὸ μὲν ἐναντίον αὐτῷ φαμεν εἶναι, τὸ δὲ πεφυκέναι ἐφίεσθαι καὶ ὀρέγεσθαι αὐτοῦ κατὰ τὴν φύσιν αὑτοῦ. Τοῖς δὲ συμβαίνει τὸ ἐναντίον ὀρέ‐ | |
5 | γεσθαι τῆς αὑτοῦ φθορᾶς. Καίτοι οὔτε αὑτοῦ οἷόν τε ἐφίε‐ σθαι τὸ εἶδος διὰ τὸ μὴ εἶναι ἐνδεές, οὔτε τὸ ἐναντίον· φθαρτικὰ γὰρ ἀλλήλων τὰ ἐναντία. Ἀλλὰ τοῦτό ἐστιν ἡ ὕλη, ὥσπερ ἂν εἰ θῆλυ ἄῤῥενος καὶ αἰσχρὸν καλοῦ· πλὴν οὐ | |
121C | καθ’ αὑτὸ αἰσχρόν, ἀλλὰ κατὰ συμβεβηκός, οὐδὲ θῆλυ, ἀλλὰ κατὰ συμβεβηκός. Φθείρεται δὲ καὶ γίνεται ἔστι μὲν ὥς, ἔστι δὲ ὡς οὔ. Ὡς μὲν γὰρ τὸ ἐν ᾧ, καθ’ αὑτὸ φθείρεται· τὸ γὰρ φθειρόμενον ἐν τούτῳ ἐστὶν ἡ στέρησις· ὡς δὲ κατὰ | |
5 | δύναμιν, οὐ καθ’ αὑτό, ἀλλ’ ἄφθαρτον καὶ ἀγένητον ἀνάγκη αὐτὴν εἶναι. Εἴτε γὰρ ἐγίνετο, ὑποκεῖσθαί τι δεῖ πρῶ‐ τον, τὸ ἐξ οὗ ἐνυπάρχοντος· τοῦτο δ’ ἐστὶν αὐτὴ ἡ φύσις, ὥστ’ ἔσται πρὶν γενέσθαι. Λέγω γὰρ ὕλην τὸ πρῶτον ὑπο‐ κείμενον ἑκάστῳ, ἐξ οὗ γίνεταί τι ἐνυπάρχοντος μὴ κατὰ | |
121D | συμβεβηκός. Εἴτε φθείρεται, εἰς τοῦτο ἔσχατον ἀφίξεται, ὥστε ἐφθαρμένη ἔσται πρὶν φθαρῆναι. | |
Εἰ, ὥσπερ ἀρχὴ τῶν γιγνομένων ἡ ὕλη καὶ τὸ εἶδος, οὕτω καὶ ἡ στέρησις, πῶς ἡ μὲν ὕλη συναιτία τῇ μορφῇ τῶν γιγνο‐ | 126 | |
5 | μένων, ἡ δὲ στέρησις οὐ συναιτία; Εἰ διὰ τοῦτο ἀρχὴ τὸ εἶ‐ δος, ἐπειδὴ ἐξ αὐτοῦ τὸ εἶναι τῷ γιγνομένῳ, δῆλον ὅτι καὶ ἡ | |
121E | στέρησις διὰ τοῦτο ἀρχή, ἐπειδὴ δι’ αὐτὴν τὸ μὴ εἶναι τῷ γιγνομένῳ. Πῶς οὖν ἀρχὴ λέγεται τῶν γιγνομένων ἡ στέ‐ ρησις; Εἰ, ὅτε πάρεστι τὸ εἶδος, τότε ἡ στέρησις οὐχ ὑπομέ‐ νει, δῆλον ὅτι μὴ παρόντος τοῦ εἴδους ὑπομένει ἡ στέρησις. | |
5 | Πῶς οὖν οὐκ ἔστιν ἄτοπον τὸ λέγειν μὴ εἶναι τὸ ὑπομένον; Ὄντος γάρ ἐστι τὸ ὑπομένειν. Εἰ ἑτέρα μοῖρα τῆς ἐναν‐ | |
122A | τιώσεώς ἐστιν ἡ στέρησις, καὶ τὸ κακοποιὸν ταύτης ἐστὶ τὸ εἶδος, πῶς οὐκ ἔστι τὸ εἶδος ἀγαθόν τε καὶ κακόν, ἀγαθὸν μὲν τῇ ὕλῃ, ὡς δι’ αὐτοῦ ὑπάρχειν τῇ ὕλῃ τὸ οὐσίᾳ εἶναι, κακὸν δὲ τῇ στερήσει, ὡς δι’ αὐτοῦ ἀναιρουμένῃ; Εἰ ἔστι τι | |
5 | θεῖόν τε καὶ ἀγαθὸν καὶ ἐφετόν, καὶ ἔχει τὸ ἐναντίον ὃ οὐκ ἔστιν οὔτε ἀγαθὸν οὔτε ἐφετόν, ἔσται ἄρα τὸ θεῖον ἀγαθόν τε καὶ οὐκ ἀγαθόν, ἐφετόν τε καὶ οὐκ ἐφετόν, διὸ καὶ θεῖόν τε | |
122B | καὶ οὐ θεῖον. Εἰ δὲ ἄτοπον τοῦτο, οὐκ ἄρα τὸ θεῖον τὸ ἀγα‐ θόν τε καὶ ἐφετὸν ἔχει τι ἐναντίον· τὸ γὰρ ἁπλῶς ἀγαθὸν πᾶσιν ἀγαθόν, οὔ τισι μόνον. Εἰ τὸ ἐναντίον τοῦ ἀγαθοῦ οὐκ ἐφίεται τοῦ ἀγαθοῦ (φθορᾶς γὰρ τῆς αὐτοῦ φύσεως ἐφίεται, | |
5 | εἰ ἐφίεται τοῦ ἀγαθοῦ) καὶ τὸ εἶδος ἑαυτοῦ οὐκ ἐφίεται (ἀνεν‐ δεὲς γὰρ τὸ εἶδος), ἔστι δὲ τὸ θεῖον ἐφετόν τε καὶ ὀρεκτόν, τίνι δὲ ἐφετόν τε καὶ ὀρεκτὸν εἰ μὴ τῇ ὕλῃ; Ἔμψυχος ἄρα ἡ ὕλη· ἐμψύχου γάρ ἐστι τὸ ἐφίεσθαι καὶ ὀρέγεσθαι. Εἰ δὲ ἔμψυχος ἡ ὕλη, πῶς οὐκ ἔστι ψευδὲς τὸ οὐκ ὂν εἶναι κατὰ | |
122C | συμβεβηκὸς τὴν ὕλην; Ἡ γὰρ ψυχὴ ὄν ἐστι, καὶ τὸ ψυχὴν ἔχον ὄν ἐστιν. Εἰ, ὡς θῆλυ ἐφίεται τοῦ ἄῤῥενος καὶ ὡς αἰσχρὸν τοῦ καλοῦ, ἡ ὕλη ἐφίεται τοῦ ἀγαθοῦ, καὶ οὐκ ἔστιν ἡ ὕλη καθ’ αὑτὸ θῆλυ καὶ αἰσχρόν, ἀλλὰ κατὰ συμβεβηκός, δῆλον | |
5 | ὅτι οὐδὲ καθ’ αὑτὸ ἐφίεται τοῦ ἀγαθοῦ, ἀλλὰ κατὰ συμβεβη‐ κός. Ἔσται ἄρα καὶ τὸ θεῖον οὐ καθ’ αὑτὸ ἀγαθόν τε καὶ ἐφετὸν καὶ ὀρεκτόν, ἀλλὰ κατὰ συμβεβηκός· ὅπερ ἐστὶν ἄτο‐ | |
122D | πον λέγειν. Εἰ ἔστιν ἡ ὕλη γενητὴ μὲν διὰ τὸ εἶδος, φθαρτὴ δὲ διὰ τὴν στέρησιν, ἀγένητος δὲ δι’ ἑαυτὴν καὶ ἄφθαρτος, ἔσται ἄρα ἡ ὕλη ἀεὶ μὲν φθαρτὴ ἢ γενητή, ἄφθαρτος δὲ καὶ ἀγένητος οὐδέποτε· ἀεὶ γὰρ ἢ στερήσει ὑπόκειται τῇ ἐν αὐτῇ | 128 |
5 | φθειρομένῃ, ἢ τῷ εἴδει τῷ ἐν αὐτῇ γιγνομένῳ. Τὸ ἀγένητον ἐπὶ μὲν τῶν γενητῶν τὴν στέρησιν σημαίνει γενέσεως δυναμέ‐ | |
122E | νης ἔσεσθαι, ἐπὶ δὲ τῶν ἀϊδίων τὴν ἀπόφασιν πάσης σημαίνει γενέσεως τῆς τε προγεγονυίας καὶ τῆς μελλούσης ἔσεσθαι· οἷον ὁ χαλκὸς ὁ μέλλων ἔσεσθαι ἀνδριάς, πρὶν γένηται ἀν‐ δριάς, ἀγένητος λέγεται κατὰ στέρησιν, διὰ τὸ δύνασθαι αὐτὸν | |
5 | γενέσθαι ἀνδριάντα· ἐπὶ δὲ θεοῦ τὸ ἀγένητον πάσης ἀπό‐ φασιν σημαίνει τῆς κατ’ οὐσίαν γενέσεως προγεγονυίας τε καὶ μελλούσης. Δύο τοίνυν ὄντων τῶν τῆς ἀγενεσίας τρόπων, κατὰ ποῖόν ἐστιν ἀγένητος ἡ ὕλη; Εἰ μὲν κατὰ στέρησιν, ἀγέ‐ | |
123A | νητος ἄρα ἡ ὕλη ὥσπερ ὁ χαλκός, εἰ δὲ κατὰ ἀπόφασίν ἐστιν ἡ ὕλη ἀγένητος, οὐδὲν ἄρα γίνεται ἡ ὕλη· οὔτε, ὃν λόγον ἔχει ὁ χαλκὸς πρὸς τὸν ἀνδριάντα, τοῦτον δύναται ἔχειν ἡ ὕλη πρὸς τὴν οὐσίαν, καθὰ εἶπεν Ἀριστοτέλης. Εἰ οὕτως ἐστὶ | |
5 | ἡ ὕλη ἀγένητος ὡς ὁ θεός, καὶ δύναται ὁ θεὸς ἐκ τοῦ ἀγενήτου ποιῆσαί τι, δῆλον ὡς δύναται ὁ θεὸς καὶ ἐκ τοῦ ἁπλῶς μὴ ὄντος ποιῆσαί τι. Ἣν γὰρ ἔχει ἀνεπιτηδειότητα τὸ μὴ ὂν πρὸς τὸ μὴ γενέσθαι τι ἐξ αὐτοῦ κατὰ φύσιν καὶ κατὰ τέχνην, τὴν | |
123B | αὐτὴν ἔχει καὶ τὸ ἀϊδίως ἀγένητον πρὸς τὸ γενέσθαι τι ἐξ αὐτοῦ κατὰ φύσιν καὶ κατὰ τέχνην. Πῶς οὖν ἐκ μὲν τοῦ ἀϊ‐ δίως ἀγενήτου ἠδυνήθη ὁ θεὸς ποιῆσαί τι, ἐκ δὲ τοῦ ἁπλῶς μὴ ὄντος οὐκ ἠδυνήθη; Ἀλλὰ προδήλως ἡ ἀπιστία τοῦ δύ‐ | |
5 | νασθαι τὸν θεὸν ἐκ μὴ ὄντος ποιῆσαί τι τοὺς μὲν πρώτους φιλοσόφους εἰς ἄρνησιν πάσης τῶν ὄντων ἐκ τῆς ὕλης γενέ‐ σεως ἀπώσατο, τὸν δὲ τοῦτο διορθωσάμενον Ἀριστοτέλην εἰς | |
123C | ἀναίρεσιν τῆς γενέσεως τῆς ὕλης. Εἰ ἔστι τι γιγνόμενον καὶ ἔστι τι ὃ τοῦτο γίγνεται, καθὰ εἶπεν ἐν τοῖς ἀνωτέρω, οὐδὲν ἄρα τούτων ἐστὶν ἡ ὕλη, εἰ ἀγένητός ἐστι καὶ ἄφθαρτος. Εἰ ἀγένητός ἐστιν ὕλη καὶ ἄφθαρτος, ἐξ ἀνάγκης καθ’ ἑκά‐ | |
5 | τερον τὸν τῆς ἀγενεσίας τρόπον ἀγένητός ἐστιν· οὔτ’ ἄρα γίνεταί τι ἐξ αὐτῆς οὔτε φθείρεται ἐν αὐτῇ. Πῶς οὖν φθεί‐ | |
ρεται ἐν ἀφθάρτῳ ἡ στέρησις; Εἰ μία ἐστὶν ἡ ὕλη, πολλὰ δὲ | 130 | |
123D | καὶ διάφορα τὰ ἐξ αὐτῆς γιγνόμενα, πῶς ἀνάγκη μένειν τὴν ὕλην ἀγένητον, τοῦ ἀεὶ διαιρετοῦ αὐτῆς μὴ δυναμένου μένειν ἀδιαιρέτου; Εἰ ἀριθμῷ μὲν μία ἐστὶν ἡ ὕλη, εἴδει δὲ δύο, καὶ ἔστιν ἀγένητος καὶ ἄφθαρτος, ἢ ἄρα ὅλη ἐστὶν ἀγένητος καὶ | |
5 | ἄφθαρτος ἢ τὸ ἥμισυ αὐτῆς. Ἀλλ’ εἰ μὲν ὅλη ἐστὶν ἀγένη‐ τος καὶ ἄφθαρτος, δῆλον ὅτι καὶ τὸ ἥμισυ αὐτῆς τοιοῦτον· εἰ δὲ τὸ ἥμισυ αὐτῆς ἐστιν ἀγένητόν τε καὶ ἄφθαρτον καὶ τὸ | |
123E | ἥμισυ αὐτῆς οὐ τοιοῦτον, ἔσται ἄρα ἡ ἀντίφασις περὶ τοῦ αὐ‐ τοῦ ἀληθής· ὅπερ ἀδύνατον. Εἰ τὸ δεχόμενον τὸ εἶδος ἢ ἐκεῖνο γίγνεται ἢ ἐξ ἐκείνου γίγνεται, πῶς ἀγένητος ἡ ὕλη τὸ εἶδος δεχομένη; Εἰ τῶν ὄντων ἐστὶ τὸ ἀγένητον εἶναι καὶ | |
5 | ἄφθαρτον, πῶς ἡ ὕλη καὶ ὂν οὐκ ἔστι καὶ ἀγένητος καὶ ἄφθαρ‐ τός ἐστιν; Εἰ τὸ ἀγενήτως ὂν ἐν τῷ ἀγενήτῳ ἀγένητον καὶ τοῦτο, πῶς ἡ ἀγένητος οὖσα ἐν τῇ ὕλῃ στέρησις γίνεται καὶ | |
124A | φθείρεται; Εἰ, καθὼς εἴρηται, ἱκανὸν τὸ ἕτερον τῶν ἐναντίων τῇ ἑαυτοῦ παρουσίᾳ τε καὶ ἀπουσίᾳ ποιεῖν τὴν μεταβολήν, τί τὸ μεταβαλλόμενον τῆς ὕλης ἀγενήτου καὶ ἀφθάρτου οὔσης; Εἰ τὸ ἀγένητον καὶ ἄφθαρτον περὶ τὴν οὐσίαν θεωρεῖται τοῦ | |
5 | ἀγενήτου καὶ ἀφθάρτου ὄντος, ποῦ τὸ ἀγένητον καὶ ἄφθαρτον τῆς ὕλης, οὐσίας μὴ οὔσης τῆς ὕλης; Εἰ μὴ ἦν γενητὸς ὁ χαλκὸς κατὰ τὴν προγεγονυῖαν αὐτοῦ γένεσιν, οὐδὲ ἀνδριὰς | |
124B | ἐγίνετο. Πῶς τοίνυν γίνεται ἡ ὕλη ἢ ἐκ τῆς ὕλης τι, τῆς ὕλης μὴ προγεγονυίας; Εἰ μὴ ἐφθείρετο ὁ χαλκός, οὐδὲ τὸ χαλκοῦν ἐφθείρετο. Πῶς τοίνυν φθείρεται τὸ ὑλικόν, τῆς ὕλης ἀφθάρ‐ του οὔσης; Εἰ ἐκ τῶν ἀσωμάτων σῶμα οὐκ ἀποτελεῖται, πῶς | |
5 | γέγονε σῶμα ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους, καθ’ αὑτὰ ἀσωμά‐ των ὄντων; Εἰ φυσικῇ ἀνάγκῃ ἀκολουθεῖ τῷ ἀγενήτῳ καὶ | |
124C | ἀφθάρτῳ τὸ ἀδιαίρετον καὶ τὸ ἄτρεπτον, πῶς ἐν τοῖς διῃρη‐ μένοις κατὰ γένη εἴδεσίν ἐστιν ἡ ἀγένητος καὶ ἄφθαρτος ὕλη, καὶ πῶς κατὰ ἀλλοίωσιν γίνεται τὰ τρεπόμενα κατὰ τὴν ὕλην, καθὼς ἐν τῇ ἐκθέσει τῶν τῆς γενέσεως τρόπων διωρίσατο ἐν | |
5 | τοῖς ἀνωτέρω; ηʹ. Ἐκ τοῦ δευτέρου λόγου τῆς Φυσικῆς ἀκροάσεως Ἀριστοτέλους. | 132 |
124D | Ἕνα μὲν οὖν τρόπον ἡ φύσις οὕτω λέγεται, ἡ πρώτη ἑκάστῳ ὑποκειμένη ὕλη τῶν ἐχόντων ἐν αὑτοῖς ἀρχὴν κινήσεως καὶ μεταβολῆς, ἄλλον δὲ τρόπον ἡ μορφὴ καὶ τὸ εἶδος τὸ κατὰ τὸν λόγον. Ὥσπερ γὰρ τέχνη λέγεται τὸ κατὰ τὴν τέχνην | |
5 | καὶ τὸ τεχνικόν, οὕτω καὶ φύσις τὸ κατὰ φύσιν λέγεται καὶ τὸ φυσικόν. Τί οὖν ἂν εἴποιμεν τὸ κατὰ τὴν ὕλην καὶ τὸ ὑλικὸν εἰ μὴ | |
124E | ὕλην; Εἰπὲ τί ἕτερον; Εἰ δὲ ὕλην λέγοιμεν τοῦτο, ἔσται ἄρα τότε ὕλην εἶναι τὴν ὕλην, ὅτε τὸ κατὰ τὴν ὕλην καὶ τὸ ὑλικόν· καὶ γὰρ ἡ φύσις τότε φύσις, ὅτε τὸ κατὰ φύσιν καὶ τὸ φυσι‐ κόν· ὡσαύτως δὲ καὶ ἡ τέχνη. Τὰ γὰρ κατὰ τὸν αὐτὸν τρόπον | |
5 | ἐκφωνούμενα τὸν αὐτὸν πρὸς ἄλληλα ἔχει λόγον. Ἀλλ’ εἰ τότε ἡ ὕλη ὑπάρχει, ὅτε τὸ κατὰ τὴν ὕλην καὶ τὸ ὑλικόν, οὐκ ἄρα ἀγένητος ἡ ὕλη. | |
125A | θʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ὥστε ἄλλον τρόπον ἡ φύσις ἂν εἴη τῶν ἐχόντων ἐν αὑ‐ τοῖς κινήσεως ἀρχὴν ἡ μορφὴ καὶ τὸ εἶδος, οὐ χωριστὸν ὂν ἀλλ’ ἢ κατὰ τὸν λόγον. Τὸ δὲ ἐκ τούτων φύσις μὲν οὐκ | |
5 | ἔστι, φύσει δέ, οἷον ἄνθρωπος. | |
125B | Εἰ κατὰ φύσιν ἐστὶν ὁ ἄνθρωπος καὶ φυσικόν τι ζῶον, πῶς οὐκ ἔστι φύσις ὁ ἄνθρωπος; Διορισάμενος γὰρ ἔλεγε· Φύσις λέγεται τὸ κατὰ φύσιν καὶ τὸ φυσικόν. ιʹ. Ἐκ τοῦ αὐτοῦ λόγου. | |
5 | Ἐν μὲν οὖν τοῖς κατὰ τέχνην ἡμεῖς ποιοῦμεν τὴν ὕλην τοῦ ἔργου ἕνεκα, ἐν δὲ τοῖς φυσικοῖς ὑπάρχει οὖσα. | |
125C | Ἐπειδή ἐστιν ἔργον ἕτερον τὸ μήτε κατὰ φύσιν μήτε κατὰ | |
τέχνην, ποῦ τούτου τοῦ ἔργου τὴν ὕλην θετέον; Γίνεται γὰρ ζῶον ἐκ ζώου· καὶ εἰ μὴ πρῶτον τὸ ζῶον, οὐδὲ ζῶον ἐκ ζώου. Καὶ κατὰ φύσιν μὲν γίνεται τὸ ἐκ ζώου ζῶον, οὐ κατὰ | 134 | |
5 | φύσιν δὲ τὸ ζῶον ἁπλῶς. Ἀλλ’ εἰ μὲν ἐν τοῖς κατὰ τέχνην ἡ ὕλη ἔξωθεν, ἐν δὲ τοῖς κατὰ φύσιν ἡ ὕλη ἐν τοῖς φυσικοῖς, δῆλον ὅτι ἐν τοῖς μήτε κατὰ τέχνην μήτε κατὰ φύσιν ἔργοις ἡ | |
125D | ὕλη ἑτέρως ὑπάρχει· ἧς εἰ μὴ ποιήσειε τὸν διορισμὸν ὁ περὶ τῶν φυσικῶν τὴν πραγματείαν ἔχων, ἀσύστατα ποιεῖ καὶ τὰ ἤδη διορισθέντα. Εἰ γὰρ τότε οἰόμεθα εἰδέναι ἕκαστον, ὅταν τὰ αἴτια γνωρίζωμεν τὰ πρῶτα καὶ τὰς ἀρχὰς τὰς πρώτας, | |
5 | πῶς ἂν γνωρίσειεν ἄν τις τὸ ἐκ ζώου ζῶον, ὁ τὸ ζῶον ἀγνοῶν τὸ μὴ ἐκ ζώου; Ἐκεῖνο γὰρ τούτου ἀρχή τε καὶ αἴτιον. | |
125E | ιαʹ. Ἐκ τοῦ αὐτοῦ λόγου. Ἐπειδή ἐστι τὸ αὐτόματον καὶ ἡ τύχη αἴτια ὧν ἂν νοῦς γένοιτο αἴτιος ἢ φύσις, ὅταν κατὰ συμβεβηκὸς αἴτιόν τι γένη‐ ται τούτων αὐτῶν, οὐθὲν δὲ κατὰ συμβεβηκός ἐστι πρότερον | |
5 | τῶν καθ’ αὑτό, δῆλον ὅτι οὐδὲ τὸ κατὰ συμβεβηκὸς αἴτιον πρότερον τοῦ καθ’ αὑτό. Ὕστερον ἄρα τὸ αὐτόματον καὶ ἡ | |
126A | τύχη νοῦ καὶ φύσεως· ὥστε εἰ ὅτι μάλιστα τοῦ οὐρανοῦ αἴτιον τὸ αὐτόματον, ἀνάγκη πρότερον νοῦν αἴτιον καὶ φύσιν εἶναι καὶ ἄλλων πολλῶν καὶ τοῦδε τοῦ παντός. Ἐν τούτοις οὐ μόνον τῶν πρώτων καὶ τῶν δευτέρων αἰ‐ | |
5 | τίων ἣν οὐκ ἐφύλαξεν εἶπε τὴν τάξιν, ἀλλὰ καὶ τὸν οὐρανόν, ὃν καὶ αὐτὸν ἐν τῷ δευτέρῳ λόγῳ τῆς Φυσικῆς ἀκροάσεως ἐν τοῖς ἀνωτέρω ὑπεξείλετο τῆς αὐτομάτου γενέσεως, ἐνταῦθα ὑπέβαλε τῇ γενέσει οὐ μόνῃ τῇ αὐτομάτῳ, ἀλλὰ καὶ τῇ διὰ | |
126B | νοῦ τε καὶ φύσεως· ὅπερ ἐστὶ προδήλως ἄτοπον, τὸ τὸν εἰ‐ ληφότα διὰ νοῦ τε καὶ φύσεως τὴν κατ’ οὐσίαν γένεσιν, διὰ τῶν πρώτων αἰτίων, τοῦτον πάλιν διὰ τῶν δευτέρων αἰτίων τὴν αὐτὴν λαβεῖν γένεσιν. Ἔτι δὲ πῶς οὐκ ἔστι τῶν ἀτοπω‐ | 136 |
5 | τάτων τὸ τὸν αὐτὸν ποτὲ μὲν ἐξελεῖν τῆς αὐτομάτου γενέ‐ σεως, ποτὲ δὲ ὑποβάλλειν ταύτῃ, καὶ ποτὲ μὲν ἀγένητον ὀνομάζειν, ποτὲ δὲ γενητὸν ὑπὸ φύσεως; Ποιήσομαι δὲ τῶν | |
126C | φωνῶν τούτων τὴν ἔκθεσιν, ἐν αἷς ταῦτα ποιεῖ, ἵν’ ἐκ πα‐ ραλλήλου γνωσθῇ τὸ ἐν αὐτῷ περιεχόμενον ψεῦδος. ιβʹ. Ἐκ τοῦ αὐτοῦ λόγου. Εἰσὶ δὲ οἳ καὶ τοῦ οὐρανοῦ τοῦδε καὶ τῶν κοσμικῶν | |
5 | πάντων αἰτιῶνται τὸ αὐτόματον· ἀπὸ ταὐτομάτου γάρ φασι γενέσθαι τὴν δίνην καὶ τὴν κίνησιν τὴν διακρίνασαν καὶ κατα‐ στήσασαν εἰς ταύτην τὴν τάξιν τὸ πᾶν. Καὶ μάλα τοῦτό γε | |
126D | αὐτὸ θαυμάσαι ἄξιον λέγοντας· τὸ γὰρ τὰ μὲν ζῶα καὶ τὰ φυτὰ ἀπὸ τύχης μήτε εἶναι μήτε γίνεσθαι, ἀλλ’ ἤτοι φύσιν ἢ νοῦν ἢ τοιοῦτον ἕτερον εἶναι τὸ αἴτιον (οὐ γὰρ ὅ τι ἔτυχεν ἐκ τοῦ σπέρματος ἑκάστου γίνεσθαι, ἀλλ’ ἐκ μὲν τοιουδὶ ἐλαίαν, | |
5 | ἐκ δὲ τοιουδὶ ἄνθρωπον), τὰ δὲ θειότερα τῶν φανερῶν ἀπὸ τοῦ αὐτομάτου γίνεσθαι, τοιαύτην δὲ αἰτίαν μηδεμίαν εἶναι | |
126E | οἵαν τῶν ζώων ἢ τῶν φυτῶν. Καίτοι εἰ οὕτως ἔχει, τοῦτό γ’ αὐτὸ αἴτιον εἴη ἂν ζητήσεως, καὶ καλῶς ἔχει λεχθῆναί τι περὶ αὐτοῦ τούτου. Πρὸς γὰρ τῷ καὶ ἄλλως ἄλογον εἶναι τὸ λεγόμενον, ἔτι ἀτοπώτερον τὸ λέγειν ταῦτα ὁρῶντας ἐν μὲν | |
5 | τῷ οὐρανῷ οὐθὲν ἀπὸ ταὐτομάτου γιγνόμενον, ἐν δὲ τοῖς οὐκ ἀπὸ τύχης πολλὰ συμβαίνοντα ἀπὸ τύχης· καίτοι εἰκός γε ἦν τὸ ἐναντίον. | |
127A | Ὅτι μὲν ἀπὸ ταὐτομάτου γεγονέναι τὸν οὐρανὸν καὶ πάλιν μὴ ἀπὸ ταὐτομάτου, δηλοῦσιν αἱ λέξεις, ὧν τὴν ἔκθεσιν πεποιήκαμεν ἐκ τοῦ δευτέρου λόγου τῆς Φυσικῆς ἀκροάσεως ἐν τοῖς δυσὶ κεφαλαίοις, τῷ τε ἑνδεκάτῳ καὶ τῷ δωδεκάτῳ. | 138 |
5 | Ὅτι δὲ ἀγένητον καὶ πάλιν γενητὸν ὑπὸ φύσεως λέγει αὐτόν, ποιήσομαι καὶ τούτων τῶν λέξεων τὴν ἔκθεσιν, ἐν αἷς τοῦτο πεποίηκεν. | |
127B | ιγʹ. Ἐκ τοῦ δευτέρου Περὶ οὐρανοῦ λόγου Ἀριστοτέλους. Ὅτι μὲν οὖν οὐ γέγονεν ὁ πᾶς οὐρανὸς οὔτε ἐνδέχεται φθαρῆναι, καθάπερ τινές φασιν, ἀλλ’ ἔστιν εἷς καὶ ἀΐδιος, ἀρχὴν μὲν καὶ τελευτὴν οὐκ ἔχων τοῦ παντὸς αἰῶνος, ἔχων δὲ | |
5 | καὶ περιέχων ἐν ἑαυτῷ τὸν ἄπειρον χρόνον, ἔκ τε τῶν εἰρημέ‐ νων ἐξέσται λαμβάνειν τὴν πίστιν. Ταῦτα περὶ τῆς ἀγενεσίας τοῦ οὐρανοῦ εἰπὼν Ἀριστο‐ | |
127C | τέλης, ὅρα οἷα πάλιν περὶ τῆς γενέσεως αὐτοῦ λέγει ἐν τῷ πρώτῳ Περὶ οὐρανοῦ λόγῳ. [ιδʹ. Ἐκ τοῦ πρώτου Περὶ οὐρανοῦ λόγου.] Καὶ ὀρθῶς ἔοικεν ἡ φύσις τὸ μέλλον ἔσεσθαι ἀγένητον | |
5 | καὶ ἄφθαρτον ἐξελέσθαι ἐκ τῶν ἐναντίων· ἐν τοῖς ἐναντίοις γὰρ ἡ γένεσις καὶ ἡ φθορά. Εἰ τῶν ἀδυνάτων μὲν οὐδὲν οὔτε ἐστὶν οὔτε ἔσεσθαι δυ‐ νατόν, ἐστὶ δὲ τῶν ἀδυνάτων τὸ μέλλον ἔσεσθαι ἀγένητον | |
127D | εἶναι, ἄναρχόν τε καὶ ἀτελεύτητον, ἔχον τε καὶ περιέχον ἐν ἑαυτῷ τὸν ἄπειρον χρόνον, ἔσται ἄρα ὁ ταῦτα λέγων δυνατοῦ τε καὶ ἀδυνάτου πράγματος ἀγνοῶν τὴν διαφοράν. ιεʹ. Ἐκ τοῦ πρώτου Περὶ οὐρανοῦ λόγου Ἀριστοτέλους, ἐν τῷ τέλει | |
5 | τοῦ λόγου. | |
127E | Οὐθὲν γὰρ ἀπὸ ταὐτομάτου οὔτε ἄφθαρτον οὔτε ἀγένη‐ | |
τον οἷόν τε εἶναι. Πῶς οὖν ἄν τις πιστεύσειε τῷ ἀμφότερα λέγοντι περὶ τοῦ οὐρανοῦ; Ἐν μὲν τῷ ἑνδεκάτῳ κεφαλαίῳ τὸ αὐτόματον | 140 | |
5 | αἴτιον εἶναι λέγει τοῦ οὐρανοῦ, ἐν δὲ τῷ τρισκαιδεκάτῳ ἄναρ‐ χόν τε καὶ ἀγένητον τὸν οὐρανὸν εἶναι λέγει. | |
128A | ιϛʹ. Ἐκ τοῦ δευτέρου λόγου τῆς Φυσικῆς ἀκροάσεως. Διτταὶ δὲ ἀρχαὶ αἱ κινοῦσαι φυσικῶς, ὧν ἡ ἑτέρα οὐ φυσική· οὐ γὰρ ἔχει κινήσεως ἀρχὴν ἐν ἑαυτῇ. Τοιοῦτον δέ ἐστιν εἴ τι κινεῖ μὴ κινούμενον, ὥστε τό τε παντελῶς ἀκίνη‐ | |
5 | τον καὶ τὸ πάντων πρῶτον. | |
128B | Πῶς ἂν οὖν κινήσειε φυσικῶς ἡ ἀρχή, ἡ μήτε φυσικὴ οὖσα μήτε κατὰ φύσιν κινοῦσα; Τῇ γὰρ μόνῃ φυσικῇ ἀρχῇ τῇ κατὰ φύσιν κινούσῃ ἀκόλουθόν ἐστι τὸ φυσικῶς κινεῖν. Εἰ ἀρχὴ ἡ μὴ οὖσα φυσικὴ οὐκ ἔχει ἐν ἑαυτῇ ἀρχὴν κινήσεως, δῆλον ὅτι | |
5 | ἡ φυσικὴ ἀρχὴ ἔχει ἐν ἑαυτῇ ἀρχὴν κινήσεως· ἀλλ’ ἡ ἀρχὴ ἡ ἀρχὴν ἔχουσα οὐκ ἔστιν ἀρχή. Εἰ ἐν τοῖς ἀϊδίως ἀγενήτοις | |
128C | οὐδὲν οὐδενὸς πρότερον ἢ ὕστερον εἶναι δύναται, πῶς ἡ ἀρχὴ ἀκίνητος, ἡ μὴ κινουμένη, κινοῦσα, πάντων πρῶτόν ἐστιν ἢ ὅλως ἀρχή; ιζʹ. Ἐκ τοῦ τρίτου λόγου τῆς αὐτῆς πραγματείας. | |
128D | Τοῦ δὲ εἶναι ἄπειρον τὴν πίστιν λαμβάνουσιν ἔκ τε τοῦ χρόνου· οὗτος γὰρ ἄπειρος· ἔτι τῷ οὕτως ἂν μόνως μὴ ὑπο‐ λείπειν γένεσιν καὶ φθοράν, εἰ ἄπειρον εἴη ὅθεν ἀφαιρεῖται τὸ γινόμενον. | |
5 | Εἰ ὁ χρόνος ἀεὶ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει, τὸ δὲ γιγνόμενον πρὸ τοῦ γίνεσθαι οὐκ ἦν, πῶς ἄπειρος ὁ χρόνος, οὗ ἀεὶ τῆς ὑπάρξεως προηγεῖται ἡ ἀνυπαρξία; Καὶ γὰρ τὸ | |
μήπω ὂν μέλλει παρεῖναι, καὶ τὸ μέλλον μέλλει παρελθεῖν, | 142 | |
128E | καὶ τὸ παρελθὸν ἔμελλε γίνεσθαι. Εἰ τῷ μὴ ὑπολείπεσθαι τὴν γένεσιν καὶ τὴν φθορὰν ἀνάγκη ἄπειρον εἶναι τὴν γένεσιν καὶ τὴν φθοράν, ἔσται ἄρα καὶ ἡ γένεσις καὶ ἡ φθορὰ ἄναρ‐ χος, ὥσπερ τὸ ἀγένητον καὶ τὸ ἄφθαρτον· εἰ δὲ τοῦτο ἀδύνα‐ | |
5 | τον, οὐκ ἄρα ἄπειρος ἡ γένεσις καὶ ἡ φθορά. | |
129A | ιηʹ. Ἐκ τοῦ αὐτοῦ λόγου. Ἀλλὰ μὴν οὐδὲ ἀριθμὸς οὕτως ὡς κεχωρισμένος καὶ ἄπειρος· ἀριθμητὸν γὰρ ὁ ἀριθμὸς ἢ τὸ ἔχον ἀριθμόν. Εἰ οὖν τὸ ἀριθμητὸν ἐνδέχεται ἀριθμῆσαι, καὶ τὸ διεξελθεῖν ἂν | |
5 | εἴη δυνατὸν τὸ ἄπειρον. | |
129B | Εἰ τοῦ ἀριθμητοῦ καὶ τοῦ ἔχοντος ἀριθμὸν οὐκ ἔστιν ἄπει‐ ρος ὁ ἀριθμός, ἀριθμητὸς δὲ ὁ γεγονὼς χρόνος, πεπερασμένος ἄρα ἂν εἴη γεγονὼς χρόνος. ιθʹ. Ἐκ τοῦ αὐτοῦ λόγου. | |
5 | Ὅτι δέ, εἰ μή ἐστιν ἄπειρον οὐδαμῶς, πολλὰ ἀδύνατα | |
129C | συμβαίνει, δῆλον· τοῦ τε γὰρ χρόνου ἔσται τις ἀρχὴ καὶ τε‐ λευτή, καὶ τὰ μεγέθη οὐ διαιρετὰ εἰς μέγεθος, καὶ ἀριθμὸς οὐκ ἔσται ἄπειρος. Εἰ τοῦ ἀπείρου τὸ μέν ἐστιν ἐνεργείᾳ, τὸ δὲ δυνάμει, | |
5 | ἀδύνατον δὲ τὸ νῦν ἐνεργείᾳ ὂν τοῦ ἀπείρου μὴ πρότερον εἶναι δυνάμει, ἀδύνατον ἄρα τὸ ἄπειρον ἀεὶ τὸ μὲν εἶναι ἐνεργείᾳ, | |
129D | τὸ δὲ δυνάμει, ἀλλὰ εἰ πρότερον μὲν δυνάμει, ὕστερον δὲ ἐνεργείᾳ. Εἰ, ὥσπερ κατὰ τὸ μέλλον ἀτελεύτητος ὁ χρόνος, οὕτως καὶ κατὰ τὸ παρεληλυθὸς ἄναρχος, ἔσται ἄρα ὁ χρόνος ὥσπερ ἀγένητος κατὰ τὸ μέλλον οὕτως καὶ κατὰ τὸ παρελη‐ | |
5 | λυθός. Εἰ δὲ τοῦτο ἀδύνατον ἀγένητον εἶναι τὸν χρόνον κατὰ τὸ μέλλον, καθ’ ὃ οὔπω ἦν γεγονώς, γεγονὼς δὲ κατὰ τὸ παρεληλυθός, οὐκ ἄρα ἄναρχος ὁ χρόνος. Τοῦ μὲν γὰρ ἀνάρ‐ | |
129E | χου οὐκ ἔστι γένεσις, τοῦ δὲ χρόνου ἐστίν. Εἰ οὐδὲν δύναται ἐνεργείᾳ εἶναι ἄπειρον, οὐκ ἄρα αἱ ἤδη ληφθεῖσαι διχοτομίαι τοῦ μεγέθους ἄπειροί εἰσιν, οὔτε ὁ ἤδη ληφθεὶς ἀριθμός· ἀμφότεροι γὰρ ἐνεργείᾳ εἰσίν. Εἰ δὲ οὐκ εἰσὶν ἄπειροι, πε‐ | 144 |
5 | περασμένοι ἄρα· εἰ δὲ πεπερασμένοι, καὶ ἀρχὴν ἄρα ἔχουσι, τὸ μὲν τοῦ διχοτομεῖσθαι, ὁ δὲ τοῦ ἀριθμεῖσθαι. | |
130A | κʹ. Ἐκ τοῦ αὐτοῦ λόγου. Τὸ ἄπειρον ἔστι μὲν προσθέσει, ἔστι δὲ ἀφαιρέσει. Τὸ δὲ μέγεθος ὅτι μὲν κατ’ ἐνέργειαν οὐκ ἔστιν ἄπειρον, εἴρηται, διαιρέσει δέ ἐστι. Λείπεται οὖν δυνάμει εἶναι τὸ ἄπειρον. | |
5 | Οὐ δεῖ δὲ τὸ δυνάμει ὂν λαμβάνειν, ὥσπερ, εἰ δυνατὸν τουτὶ | |
130B | ἀνδριάντα εἶναι, ὡς καὶ ἔσται τουτὶ ἀνδριάς, οὕτω τι καὶ ἄπειρον, ὃ ἔσται ἐνεργείᾳ· ἀλλ’ ἐπεὶ πολλαχῶς τὸ [δυνάμει] εἶναι, ὥσπερ ἡμέρα ἐστὶ καὶ ὁ ἀγών, τῷ ἀεὶ ἄλλο καὶ ἄλλο γίνεσθαι, οὕτω καὶ τὸ ἄπειρον. Καὶ γὰρ ἐπὶ τούτων ἐστὶ | |
5 | καὶ δυνάμει καὶ ἐνεργείᾳ. Ὅλως μὲν γὰρ οὕτως ἐστὶ τὸ ἄπειρον, τῷ ἀεὶ ἄλλο καὶ ἄλλο λαμβάνεσθαι, καὶ τὸ λαμ‐ βανόμενον ἀεὶ πεπερασμένον εἶναι, ἀλλ’ ἀεὶ ἕτερον καὶ ἕτερον. | |
130C | Εἰ κατ’ ἐνέργειαν οὐκ ἔστι τι ἄπειρον, δῆλον ὅτι πᾶν τὸ ἐνεργείᾳ ὂν ἀεὶ πεπερασμένον ἐστί· πεπερασμένον δὲ ὂν ἐξ ἀνάγκης ἀρχὴν ἔχει, ἀρχὴν δὲ ἔχον ἐξ ἀνάγκης ἐστὶ γενητόν, γενητὸν δὲ ὂν ἦν ἄρα ποτὲ ὅτε οὐκ ἦν. Τοῦτο ἐπὶ παντὸς | |
5 | ἀπείρου προσθέσει τε καὶ ἀφαιρέσει, δυνάμει τε καὶ διαιρέσει λεγομένου. καʹ. Ἐκ τοῦ αὐτοῦ λόγου. | |
130D | Οὐδ’ εἴ τι ἔξω ἐστί, τοῦτο ἄπειρόν ἐστιν· ἀλλὰ τὸ δε‐ χόμενον τὸ ἔξωθεν μεῖζον γίνεται οὗ ἦν πρὸ τοῦ δέξασθαι τὸ ἔξωθεν. Τὸ δὲ τῇ προσθήκῃ τοῦ ἔξωθεν μεῖζον ἑαυτοῦ γιγνό‐ μενον ἀεὶ πεπερασμένον ἐστίν. | 146 |
130E | Εἰ τὸ ἄπειρον ἀεὶ ἐν προσθήκῃ καὶ ἀφαιρέσει, ἀεὶ ἄρα ἐν γενέσει τὸ ἄπειρον. Πῶς οὖν ἄναρχον τὸ ἀεὶ ἐν τῷ γί‐ νεσθαι τὸ εἶναι ἔχον; Γενητὸν γὰρ ἄναρχον οὐκ ἔστιν. κβʹ. Ἐκ τοῦ αὐτοῦ λόγου. | |
5 | Ἄπειροι αἱ διχοτομίαι τοῦ μεγέθους. Ὥστε δυνάμει μέν ἐστιν, ἐνεργείᾳ δὲ οὔ· ἀλλ’ ἀεὶ ὑπερβάλλει τὸ λαμβα‐ νόμενον παντὸς ὡρισμένου πλήθους. Ἀλλ’ οὐχ ὁριστὸς | |
131A | οὗτος ὁ ἀριθμός, οὐδὲ μένει ἡ ἀπειρία ἀλλὰ γίνεται, ὥσπερ καὶ ὁ χρόνος καὶ ὁ ἀριθμὸς τοῦ χρόνου. Εἰ οὐ μένει ἡ ἀπειρία ἀλλὰ γίνεται, ὥσπερ καὶ ὁ χρόνος καὶ ὁ ἀριθμὸς τοῦ χρόνου, οὐδὲν ἄρα ἄπειρον ἀγένητον. Εἰ | |
5 | δὲ πᾶν ἄπειρον γενητόν, γενητὰ ἄρα καὶ τὰ ἄλλα πάντα ἐν οἷς λέγεται εἶναι τὸ ἄπειρον. Εἰ τὸ συμβαῖνον τῷ ἀπείρῳ | |
131B | ἐξ ἀνάγκης συμβαίνει κᾀκείνοις ἐν οἷς ἐστιν ἡ ἀπειρία, συμ‐ βαίνει δὲ τῷ ἀπείρῳ τὸ γενέσθαι καὶ τὸ εἶναι ἠργμένον, γε‐ νητὸς ἄρα ὁ χρόνος καὶ ἠργμένος· ὡσαύτως δὲ καὶ ἡ κίνησις, ἧς ὁ χρόνος ἐστὶν ἀριθμός. | |
5 | κγʹ. Ἐκ τοῦ τετάρτου λόγου τῆς αὐτῆς πραγματείας. Τὸ γὰρ μὴ ὂν οὐδαμοῦ εἶναι. | |
131C | Πῶς οὖν ἡ ὕλη μηδὲν οὖσα, μήτε οὖσα μήτε ὂν μήτε τόδε τι; κδʹ. Ἐκ τοῦ αὐτοῦ λόγου. | |
Δόξειε δ’ ἂν καὶ Ἡσίοδος ὀρθῶς λέγειν, ποιήσας πρῶ‐ | 148 | |
5 | τον τὸ χάος. Λέγει γοῦν „Πάντων μὲν πρώτιστα χάος γέ‐ | |
131D | νετ’, αὐτὰρ ἔπειτα γαῖ’ εὐρύστερνοσ“, ὡς δέον πρῶτον ὑπάρ‐ ξαι χώραν τοῖς οὖσι, διὰ τὸ νομίζειν, ὥσπερ οἱ πολλοί, πάντα εἶναί που καὶ ἐν τόπῳ. Εἰ δέ ἐστι τοιοῦτον, θαυ‐ μαστή τις ἂν εἴη ἡ τοῦ τόπου δύναμις καὶ προτέρα πάν‐ | |
5 | των· οὗ γὰρ ἄνευ τῶν ἄλλων οὐδέν ἐστιν, ἐκεῖνο τῶν ἄλλων ἀνάγκη πρῶτον εἶναι. Εἰ τοίνυν πρῶτος ὁ τόπος καὶ ὕστερα τὰ ἐν τῷ τόπῳ φυσικῇ ἀνάγκῃ, καθὼς εἶπεν ὁ Ἡσίοδος καὶ ὁ Ἀριστοτέλης | |
131E | προσεμαρτύρησε τῇ τοῦ λόγου ὀρθότητι, πῶς οὐκ ἔστι τῶν ἀδυνάτων τὸ τὸν ὄντα ἐν τῷ τόπῳ οὐρανὸν λέγειν ἀγένητον; Τοῦτο γὰρ ἴσον ἐστὶ τῷ λέγειν πρὸ τοῦ ἀγενήτου εἶναι τὸ γενητόν. | |
5 | κεʹ. Ἐκ τοῦ αὐτοῦ λόγου. Πρῶτον μὲν οὖν δεῖ κατανοῆσαι ὅτι οὐκ ἂν ἐζητεῖτο ὁ | |
132A | τόπος, εἰ μὴ ἡ κίνησις ἦν ἡ κατὰ τὸν τόπον· διὰ γὰρ τοῦτο καὶ τὸν οὐρανὸν οἰόμεθα μάλιστα ἐν τῷ τόπῳ, ὅτι ἀεὶ ἐν κινήσει. Εἰ ἀδύνατόν ἐστι τὸ ἀγένητον πρὸς τὸ εἶναί τε καὶ | |
5 | πρὸς τὸ κινηθῆναι δεῖσθαι τοῦ κινητοῦ, ἀδύνατον ἄρα τὸν οὐρανὸν εἶναι ἀγένητον· ἐπιδέεται γὰρ τοῦ τόπου πρὸς τὸ εἶναί τε καὶ πρὸς τὸ κινηθῆναι. κϛʹ. Ἐκ τοῦ αὐτοῦ λόγου. | |
132B | Μέγεθος μὲν γὰρ ἔχει ὁ τόπος, σῶμα δὲ οὐθέν. Εἰ μὲν πεπερασμένα ἔχει ὁ τόπος τὰ διαστήματα καὶ τὸ μέγεθος, γενητὸς ἄρα ὁ τόπος· εἰ δὲ ἄπειρα, ἢ ἄρα δυ‐ νάμει ἢ ἐνεργείᾳ. Ἀλλὰ εἰ μὲν δυνάμει, ἔστι γενητὸς ἄρα ὁ | |
5 | τόπος, ὥσπερ ὁ χρόνος καὶ ὁ τοῦ χρόνου ἀριθμός· εἰ δὲ | |
ἐνεργείᾳ, ψευδὴς ἄρα ὁ λόγος ὁ λέγων μηδὲν ἐνεργείᾳ δύνα‐ | 150 | |
132C | σθαι εἶναι ἄπειρον. Εἰ κατὰ μὲν πρόνοιάν τινός ἐστιν ὁ τόπος ὅ ἐστι καὶ ἔχει ὃ ἔχει, γενητὸς ἄρα ὁ τόπος καὶ τῆς προνοίας δεύτερος· εἰ δὲ ἀγενήτως τε καὶ ἀνάρχως ἐστὶν ὁ τόπος ὅ ἐστι καὶ ἔχει ὃ ἔχει, ἀγένητος ἄρα ὁ τόπος καὶ | |
5 | πρῶτος τῶν ἐν τόπῳ πάντων, ἐν οἷς ἐστιν ὁ οὐρανὸς καὶ τὰ ἐν τῷ οὐρανῷ φαινόμενα· οὗ γὰρ ἄνευ τῶν ἄλλων οὐδέν ἐστιν, ἐκεῖνο δὴ τῶν ἄλλων ἀνάγκη πρῶτον εἶναι. κζʹ. Ἐκ τοῦ αὐτοῦ λόγου. | |
132D | Ὡς γάρ, εἰ ἀλλοιοῦται, ἔστι τοῦτο ὃ νῦν μὲν λευκὸν πάλαι δὲ μέλαν (διό φαμεν εἶναί τι τὴν ὕλην), οὕτως καὶ ὁ τόπος διὰ τῆς τοιαύτης τινὸς δοκεῖ εἶναι φαντασίας, πλὴν ἐκεῖνο μὲν διότι ὃ ἦν ἀὴρ τοῦτο νῦν ὕδωρ, ὁ δὲ τόπος | |
5 | ὅτι οὗ ἦν ὁ ἀὴρ ἐνταῦθά ἐστι νῦν ὕδωρ. | |
132E | Εἰ ὃν ἔχει λόγον ὁ τόπος πρὸς τὰ ἐν αὐτῷ, τοῦτον ἔχει ἡ ὕλη πρὸς τὰ ἐν αὐτῇ διὰ τῆς ὁμοίας φαντασίας, ἄληπτος δ’ ὁ τόπος καὶ ἡ ὕλη, οὐδὲν ἄρα ἐστὶν ἡ ὕλη τῶν ἐν αὐτῇ ἀλλοιουμένων τε καὶ γιγνομένων καὶ οὐκ οὐσία. Πῶς | |
5 | οὖν ἐτέθη ἡ ὕλη οὐσία εἶναι τῶν ἁπλῶς γιγνομένων; | |
133A | κηʹ. Ἐκ τοῦ αὐτοῦ λόγου. Πᾶν σῶμα ἢ κατὰ φορὰν ἢ κατ’ αὔξησιν κινητὸν καθ’ αὑτό που, ὁ δὲ οὐρανός, ὥσπερ εἴρηται, οὔ που ὅλως οὐδὲ ἔν τινι τόπῳ ἐστίν, εἴ γε μηδὲν αὐτὸν περιέχει σῶμα. | |
5 | Εἰ τὸ κατὰ φορὰν κινητὸν καθ’ αὑτό που, κατὰ φορὰν | |
133B | δὲ κινητὸς ὁ οὐρανός, καὶ καθ’ αὑτὸ ἄρα ἀνάγκη εἶναί που | |
τὸν οὐρανόν. Εἰ δὲ μὴ τὸ δεύτερον, οὐδ’ ἄρα τὸ πρῶτον· ἀχώριστα γὰρ ἀλλήλων, καὶ τῇ ἀναιρέσει τοῦ θατέρου ἀκο‐ λουθεῖ ἡ τοῦ δευτέρου ἀναίρεσις. Εἰ οὐκ ἔστιν ὁ οὐρανὸς ἐν | 152 | |
5 | τόπῳ καθ’ αὑτό, πῶς κυκλικὴν φορὰν φερόμενος τῶν μερῶν αὐτοῦ τὰ μὲν ἄνω γίνεται κάτω, τὰ δὲ κάτω γίνεται ἄνω; Ἄνω δὲ καὶ κάτω ὢν τοῖς ἑαυτοῦ μέρεσι, πῶς οὐκ ἔστι | |
133C | ψευδὲς τὸ λέγειν τὸν οὐρανὸν μὴ εἶναι ἐν τόπῳ; κθʹ. Ἐκ τοῦ αὐτοῦ λόγου. Στιγμῆς οὐκ ἔστιν ὁ τόπος. Οὐκοῦν οὐκ ἔστι ποῦ ἡ στιγμή, ὥσπερ καὶ τὸ μὴ ὄν· | |
5 | εἰ δὲ ψευδὲς τοῦτο, ὂν ἄρα ἐστὶν ἡ στιγμὴ καὶ ποῦ. Εἰ δὲ ποῦ, καὶ τόπον αὐτῆς εἶναι ἐξ ἀνάγκης. | |
133D | λʹ. Ἐκ τοῦ αὐτοῦ λόγου. Καὶ ἔστιν ὁ τόπος καὶ ποῦ, οὐχ ὡς ἐν τόπῳ δέ, ἀλλ’ ὡς τὸ πέρας ἐν τῷ πεπερασμένῳ. Οὐ γὰρ ἐν τόπῳ τὸ ὄν, ἀλλὰ τὸ κινητὸν σῶμα. | |
5 | Εἰ πᾶν τὸ ἐν τόπῳ ποῦ ἐστι, καὶ οὐ πᾶν τὸ ποῦ ἐν | |
133E | τόπῳ ἐστί, πλέον ἄρα τὸ ποῦ τοῦ ἐν τόπῳ. Πῶς οὖν μιᾶς κατηγορίας εἶναι λέγεται τὸ ποῦ καὶ τὸ ἐν τόπῳ, τὰ τοσοῦ‐ τον ἀλλήλων διαφέροντα, ὥστε καὶ τὸν τόπον λέγειν εἶναι μὲν ποῦ, οὐκ ἐν τόπῳ δέ; Καὶ εἰ τὸ πέρας τοῦ πεπερασμέ‐ | |
5 | νου, ἑτέρου μὲν πεπερασμένου ἐστὶ τόπος, ἑτέρου δὲ πέρας, πῶς οὐκ ἔστιν ἀνάγκη ἀεὶ τὸν τόπον εἶναι καὶ τόπον καὶ πέρας; Καὶ εἰ πρὸ τῶν ἐν τόπῳ ὁ τόπος ἐστί, πῶς οὐ λέλυται ἡ ἀνάγκη τοῦ ἀεὶ τὸν τόπον εἶναι τόπον μὲν ἄλλου, | |
134A | πέρας δὲ ἄλλου; Καὶ εἰ τὸ μηδαμῶς ὂν οὐκ ἔστιν ἐν τόπῳ | |
(εἴη γὰρ ἄν που, καθὼς εἶπε), πῶς οὐκ ἔστι ταὐτὸν τὸ ποῦ τῷ ἐν τόπῳ; Καὶ εἰ μὴ ἅπαν ἐν τόπῳ τὸ ὄν, πῶς οὐκ ἔσται ταὐτὰ τῷ μὴ ὄντι τινὰ τῶν ὄντων, εἴ γε τὸ μὴ | 154 | |
5 | εἶναι ἐν τόπῳ κοινόν ἐστιν ἀμφοτέρων; Καὶ εἰ τὸ κινητὸν σῶμα μόνον ἐν τόπῳ ἐστί, πῶς ὁ οὐρανός, σῶμα ὂν κι‐ νητόν, οὐκ ἔστιν ἐν τόπῳ; | |
134B | λαʹ. Ἐκ τοῦ αὐτοῦ λόγου. Ὅτι μὲν οὖν ἢ ὅλως οὐκ ἔστιν ἢ μόλις καὶ ἀμυδρῶς, ἐκ τῶνδέ τις ἂν ὑποπτεύσειε. Τὸ μὲν γὰρ αὐτοῦ γέγονε καὶ οὐκ ἔστι, τὸ δὲ μέλλει καὶ οὔπω ἐστίν. Ἐκ δὲ τούτων καὶ | |
5 | ὁ ἄπειρος καὶ ὁ ἀεὶ λαμβανόμενος χρόνος σύγκειται. Τὸ | |
134C | δὲ ἐκ μὴ ὄντων συγκείμενον ἀδύνατον ἂν δόξειε μετέχειν οὐσίας. Παντὸς γὰρ μεριστοῦ, ἐάν περ ᾖ, ἀνάγκη, ὅτε ἔστιν, ἤτοι ἔνια ἢ πάντα τὰ μέρη εἶναι· τοῦ δὲ χρόνου τὰ μὲν γέγονε, τὰ δὲ μέλλει, ἔστι δὲ οὐθέν, ὄντος μεριστοῦ. Τὸ | |
5 | δὲ νῦν οὐ μέρος· μετρεῖν γὰρ τὸ μέρος καὶ συγκεῖσθαι δεῖ τὸ ὅλον ἐκ τῶν μερῶν· ὁ δὲ χρόνος οὐ δοκεῖ συγκεῖσθαι ἐκ τῶν νῦν. Εἰ πᾶν τὸ γιγνόμενον πρὸ τοῦ γενέσθαι οὐκ ἦν, οὐκ ἄρα ἀΐδιός τε καὶ ἄναρχος ὁ χρόνος· διὸ οὔτε ἡ κίνησίς | |
134D | ἐστιν ἀΐδιός τε καὶ ἄναρχος, ἧς ὁ χρόνος ἐστὶν ἀριθμός. Εἰ γὰρ τὸ μέλλον μέρος τοῦ χρόνου οὔπω ἐστίν, ἦν δὲ καὶ τὸ γεγονὸς μέρος τοῦ χρόνου πρὸ τοῦ γενέσθαι μέλλον, ἦν ἄρα ὅτε οὐκ ἦν τὸ γεγονὸς μέρος τοῦ χρόνου. Καὶ εἰ δεῖ τὸ | |
5 | ἄπειρον ἄναρχον εἶναι, οὐκ ἄρα ἄπειρος ὁ χρόνος, τὴν μετα‐ βολὴν τοῦ μέλλοντος ἔχων ἀρχὴν τοῦ εἶναι. Καὶ εἰ μὲν τὸ γεγονὸς μέρος τοῦ χρόνου ἐνεργείᾳ ἐστὶ χρόνος, τὸ δὲ μέλλον | |
134E | δυνάμει, ἐν δὲ τοῖς οὖσιν ἡ ἐνέργεια καὶ δύναμις, οὐκ ἄρα | |
ἐκ μὴ ὄντων σύγκειται ὁ ἐκ τοῦ γεγονότος καὶ μέλλοντος συγκείμενος χρόνος. Καὶ εἰ τῆς οὐσίας οὐ μετέχει ὁ χρόνος, ἀλλ’ ὅμως τοῦ παρακεῖσθαι ταῖς οὐσίαις μετέχει, ὡς καὶ | 156 | |
5 | ἐκ τούτου φανερὸν ὅτι τῶν ὄντων ἐστὶν ὁ χρόνος. Καὶ εἰ τὸ γεγονὸς μέρος τοῦ χρόνου ἐν τοῖς γεγονόσι μέρεσι τοῦ μερι‐ στοῦ θεωρεῖται, πῶς οὐθὲν μέρος ἐστὶ τοῦ χρόνου, μεριστοῦ ὄντος; Καὶ εἰ τὸ νῦν οὐκ ἔστιν ἐλάχιστον μέρος τοῦ χρόνου, | |
135A | τί ἐστι τὸ ἐξαίφνης καὶ τὸ ἄτομον καὶ ἡ στιγμὴ τοῦ χρό‐ νου λεγόμενον; Πῶς ἐνδέχεται ἐκ μὲν τοῦ μέλλοντος γί‐ νεσθαι εἰς τὸ νῦν τὴν μεταβολήν, ἐκ δὲ τοῦ νῦν εἰς τὸ παρεληλυθός, τοῦ νῦν μὴ ὄντος μέρους τοῦ χρόνου; Πάντα | |
5 | γὰρ μέρος τοῦ χρόνου, πρῶτον, μέλλον, ὕστερον, νῦν, ἔπειτα, παρεληλυθός. λβʹ. Ἐκ τοῦ αὐτοῦ τετάρτου λόγου τῆς αὐτῆς πραγματείας. | |
135B | Ὅτι μὲν τοίνυν οὔτε κίνησις οὔτε ἄνευ κινήσεως ὁ χρόνος ἐστί, φανερόν. Ἀλλ’ ὅτι γενητὸς ὁ χρόνος καὶ οὐκ ἀΐδιος, ἠργμένος καὶ οὐκ ἄναρχος, πεπερασμένος καὶ οὐκ ἄπειρος, φανερόν ἐστι | |
5 | καὶ τοῦτο. Εἰ δὲ ὁ χρόνος τοιοῦτος, ἐξ ἀνάγκης καὶ ἡ κί‐ νησις, ἧς ἀριθμός ἐστιν ὁ χρόνος. λγʹ. Ἐκ τοῦ αὐτοῦ λόγου. | |
135C | Ὅση γὰρ ἡ κίνησις, τοσοῦτος καὶ ὁ χρόνος ἀεὶ δοκεῖ γεγονέναι. Οἷς τὸ γενητὸν καὶ τὸ γεγονέναι πρόσεστι, τούτων ἐξ ἀνάγκης τὸ ἀΐδιόν τε καὶ ἄναρχον καὶ τὸ ἄπειρον ἄπεστιν. | |
5 | λδʹ. Ἐκ τοῦ αὐτοῦ λόγου. | |
135D | Τότε φαμὲν γεγονέναι χρόνον, ὅταν τοῦ προτέρου καὶ ὑστέρου ἐν τῇ κινήσει αἴσθησιν λάβωμεν. Ὁρίζομεν δὲ τῷ ἄλλο καὶ ἄλλο ὑπολαβεῖν αὐτὰ καὶ τὸ μεταξὺ αὐτῶν ἕτε‐ | |
ρον. Ὅταν γὰρ ἕτερα τὰ ἄκρα τοῦ μέσου νοήσωμεν, καὶ δύο | 158 | |
5 | εἴπῃ ἡ ψυχὴ τὰ νῦν, τὸ μὲν πρότερον τὸ δὲ ὕστερον, τότε καὶ τοῦτό φαμεν εἶναι χρόνον· τὸ γὰρ ὁριζόμενον τῷ νῦν χρόνος εἶναι δοκεῖ· ἔστι γὰρ ὁ χρόνος ἀριθμὸς κινήσεως κατὰ τὸ πρότερον καὶ ὕστερον. Οὐκ ἄρα κίνησις ὁ χρόνος, | |
135E | ἀλλ’ ᾗ ἀριθμὸν ἔχει ἡ κίνησις. Σημεῖον δέ· τὸ μὲν πλεῖον καὶ ἔλαττον κρίνομεν ἀριθμῷ, κίνησιν δὲ πλείω καὶ ἐλάττω χρόνῳ. Ὁ τὴν γένεσιν τοῦ χρόνου τῷ ἐν τῇ κινήσει προτέρῳ | |
5 | καὶ ὑστέρῳ ὁριζόμενος ἀΐδιόν τε καὶ ἄναρχον καὶ ἄπειρον οὔτε τὸν χρόνον λέγει οὔτε τὴν κίνησιν· εἰ γὰρ γέγονεν, οὔτε ἀΐδιόν ἐστιν οὔτε ἄναρχον, καὶ εἰ τοῖς οἰκείοις ἄκροις ἐστὶ περατουμένη, ἄπειρος οὐκ ἔστιν. | |
136A | λεʹ. Ἐκ τοῦ αὐτοῦ λόγου. Τὸ δὲ νῦν τὸν χρόνον μετρεῖ, ᾗ πρότερον καὶ ὕστερον, καὶ ἀκολουθεῖ τῷ μεγέθει ἡ κίνησις, ταύτῃ δὲ ὁ χρόνος. Εἰ οὐκ ἔστι τὸ νῦν μέρος τοῦ χρόνου, καθὼς εἶπεν ἐν | |
5 | τῷ τριακοστῷ πρώτῳ κεφαλαίῳ, πῶς μετρεῖ τὸν χρόνον; Ἢ | |
136B | ἄρα οὐ μετρεῖ τὸν χρόνον τὸ νῦν, ἢ μέρος αὐτὸ ἀνάγκη εἶναι τοῦ χρόνου. Καὶ εἰ ἀκολουθεῖ τῷ μεγέθει ἡ κίνησις, ταύτῃ δὲ ὁ χρόνος, γενητὸν ἄρα τὸ μέγεθος, ὥσπερ ἡ κίνησις καὶ ὁ χρόνος, τὰ ἐκείνῳ ἀκολουθοῦντα. | |
5 | λϛʹ. Ἐκ τοῦ αὐτοῦ λόγου. | |
136C | Τῆς γραμμῆς ἐλάχιστος ἀριθμὸς πλήθει μέν ἐστι δύο ἢ μία, μεγέθει δὲ οὐκ ἔστιν ἐλάχιστος· ἐλάχιστος γὰρ κατὰ μὲν ἀριθμόν ἐστιν ὁ εἷς ἢ δύο, κατὰ δὲ μέγεθος οὐκ ἔστιν. | |
Εἰ μὴ ἐλάχιστόν ἐστι μέρος ἐν τῇ γραμμῇ μὲν ἡ στιγμή, | 160 | |
5 | ἐν τῷ χρόνῳ δὲ τὸ νῦν, τί ἕτερόν ἐστιν ἡ στιγμὴ ἐν τῇ γραμμῇ καὶ τὸ νῦν ἐν τῷ χρόνῳ; Εἰ δὲ οὐκ ἐλάχιστόν ἐστι μέρος, ἀλλὰ πέρας, πῶς οὖν χωρὶς μὲν τοῦ πεπερασμένου | |
136D | ἀδύνατόν ἐστιν εἶναι τὸ πέρας, χωρὶς δὲ τῆς γραμμῆς ἐν‐ δέχεται εἶναι τὴν στιγμήν; Καὶ εἰ ἐν οἷς οὐκ ἔστι τὸ ἐλάχι‐ στον, ἐν τούτοις οὐδὲ τὸ μέγιστον, κατὰ τί ἡ λοιπὴ διαφορὰ τῶν μερῶν, τοῦ μεγίστου καὶ τοῦ ἐλαχίστου ἀναιρουμένης τῆς | |
5 | διαφορᾶς; λζʹ. Ἐκ τοῦ αὐτοῦ λόγου. | |
136E | Ὥστε φανερὸν ὅτι τὰ ἀεὶ ὄντα ἢ τὰ ἀεὶ μὴ ὄντα οὐκ ἔστιν ἐν χρόνῳ· οὐ γὰρ περιέχεται ὑπὸ χρόνου, οὐδὲ με‐ τρεῖται τὸ εἶναι αὐτῶν ὑπὸ τοῦ χρόνου. Πῶς οὖν τὴν κίνησιν εἴρηκας εἶναι ἀΐδιον, καὶ τὸν χρό‐ | |
5 | νον ταύτης ἀριθμόν; Ὧν γὰρ ὁ χρόνος ἐστὶν ἀχώριστος, ταῦτα οὐκ ἐνδέχεται μὴ εἶναι ἐν χρόνῳ. | |
137A | ληʹ. Ἐκ τοῦ αὐτοῦ λόγου. Ὅσα μήτε κινεῖται μήτε ἠρεμεῖ, οὐκ ἔστιν ἐν χρόνῳ· τὸ μὲν γὰρ ἐν χρόνῳ εἶναι ἐστὶ τὸ μετρεῖσθαι χρόνῳ, ὁ δὲ χρόνος κινήσεως καὶ ἠρεμίας μέτρον. | |
5 | Εἰ τὸ ὂν ἐν τῷ χρόνῳ ἐκεῖνο κινεῖται καὶ ἠρεμεῖ, κι‐ νεῖται δὲ ὁ οὐρανὸς κατὰ τὸν λέγοντα καὶ ἠρεμεῖ ἡ γῆ, ἐν | |
137B | χρόνῳ ἄρα ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ ἡ τούτων κίνησίς τε καὶ ἠρεμία. Καὶ εἰ γενητὸς ὁ χρόνος, ἐξ ἀνάγκης [ἄρα γενητὸς | |
καὶ ὁ οὐρανὸς καὶ ἡ γῆ. λθʹ. Ἐκ τοῦ πέμπτου λόγου τῆς αὐτῆς πραγματείας. | 162 | |
5 | Ὥστε ἀνάγκη ἐκ τῶν εἰρημένων τρεῖς εἶναι μεταβολάς, τήν τε ἐξ ὑποκειμένου εἰς ὑποκείμενον, καὶ τὴν ἐξ ὑποκει‐ μένου εἰς μὴ ὑποκείμενον, καὶ τὴν ἐκ μὴ ὑποκειμένου εἰς | |
137C | ὑποκείμενον. Ἡ γὰρ οὐκ ἐξ ὑποκειμένου εἰς μὴ ὑποκεί‐ μενον οὐκ ἔστι μεταβολὴ διὰ τὸ μὴ εἶναι κατ’ ἀντίθεσιν· οὔτε γὰρ ἐναντία οὔτε ἀντίφασίς ἐστιν. Ἡ μὲν οὖν οὐκ ἐξ ὑποκειμένου εἰς ὑποκείμενον μεταβολὴ κατ’ ἀντίφασιν γέ‐ | |
5 | νεσίς ἐστιν, ἡ δ’] ἐξ ὑποκειμένου εἰς οὐχ ὑποκείμενον φθορά. Οὐδαμοῦ ἄρα ἡ ὕλη, ἣν εἶπες ἐν τοῖς ἀνωτέρω ὑποκει‐ μένην τοῖς γινομένοις τε καὶ φθειρομένοις, τοῖς μὲν ὡς ἐξ οὗ, τοῖς δὲ ὡς εἰς ὅ. | |
137D | μʹ. Ἐκ τοῦ αὐτοῦ λόγου. Τὸ μὲν γὰρ μὴ λευκὸν ἢ μὴ ἀγαθὸν ὅμως ἐνδέχεται κινεῖσθαι κατὰ συμβεβηκός (εἴη γὰρ ἄνθρωπος τὸ μὴ λευ‐ κόν), τὸ δὲ ἁπλῶς μὴ τόδε οὐδαμῶς· ἀδύνατον γὰρ τὸ μὴ | |
5 | ὂν κινεῖσθαι. Εἰ ἐκ τοῦ μὴ κινουμένου ἀδύνατον γενέσθαι οὐσίαν, καὶ τὸ ἁπλῶς τόδε μὴ ὂν οὐδαμῶς κινεῖται (ἀδύνατον γὰρ τὸ | |
137E | μὴ ὂν κινεῖσθαι), πῶς γέγονεν ἐκ τῆς ὕλης οὐσία ἁπλῶς τόδε τι οὐκ οὔσης; μαʹ. Ἐκ τοῦ ὀγδόου λόγου τῆς αὐτῆς πραγματείας. | |
138A | Εἰ δὲ ἀδύνατον εἶναι καὶ νοῆσαι χρόνον ἄνευ τοῦ νῦν, τὸ δὲ νῦν μεσότης τις, καὶ ἀρχὴν καὶ τελευτὴν ἔχον, ἀλλ’ ἀρχὴν μὲν τοῦ ἐσομένου χρόνου, τελευτὴν δὲ τοῦ παρελθόν‐ τος, ἀνάγκη ἀεὶ εἶναι τὸν χρόνον· τὸ γὰρ ἔσχατον τοῦ τε‐ | 164 |
5 | λευταίου ληφθέντος χρόνου τὸ νῦν ἐστιν· οὐδὲν γὰρ ἔστι λαβεῖν ἐν τῷ χρόνῳ παρὰ τὸ νῦν. Ὥστε ἐπεί ἐστιν ἀρχὴ καὶ τελευτή, ἀνάγκη ἐπ’ ἀμφότερα εἶναι χρόνον. Ἀλλ’ εἰ χρόνον, ἀνάγκη καὶ κίνησιν, εἴπερ ὁ χρόνος πάθος ἐστὶ κι‐ νήσεως. | |
138B | Ἐν τούτοις κατασκευάζει ὁ Ἀριστοτέλης τὸν οὐρανὸν εἶναι ἀΐδιον. Εἰ γὰρ μεσότης τις ἐστὶ καὶ ἀρχὴ καὶ τελευτή, καὶ ἑκατέρωθεν ἀεὶ ἔχει χρόνον, ᾧ τεθέντι ἀναγκαίως ἕπεται τὸ τὸν χρόνον εἶναι ἀΐδιον· καὶ εἰ ὁ χρόνος ἀΐδιος, καὶ ἡ κί‐ | |
5 | νησις ἐξ ἀνάγκης ἐστὶν ἀΐδιος, ἧς ὁ χρόνος ἐστὶν ἀριθμός· καὶ εἰ ἡ κίνησις ἀΐδιος, ἐξ ἀνάγκης καὶ τὸ κινούμενον σῶμα ἀΐδιόν ἐστι. Τοῦτο δὲ ἀτόπως ἔθηκε τὸ συναΐδιον εἶναι· καὶ ἐλεγχθήσεται οὕτως. Ὡς γὰρ γενήσεται ὁ μέλλων γί‐ | |
138C | νεσθαι χρόνος, οὕτως γέγονε καὶ ὁ παρελθών. Ἀλλ’ ὁ μέλλων γίνεσθαι χρόνος, ὥσπερ τὴν μέλλουσαν γένεσιν ἔχει, οὕτως καὶ τὴν ἀρχήν· καὶ ὥσπερ οὐδὲν τοῦ παρελθόντος ἐστὶν ἐν τῷ μέλλοντι, οὕτως οὐδὲν τοῦ μέλλοντός ἐστιν ἐν τῷ | |
5 | παρόντι. Ἀλλ’ εἰ τὸ νῦν ὄν ἐστι καὶ πάρεστι, τὸ δὲ μέλλον οὔπω ἐστὶν οὔτε ὂν οὔτε παρόν, οὐκ ἄρα ἐστὶ τὸ παρὸν νῦν ἀρχὴ τοῦ μέλλοντος χρόνου, ἀλλὰ τὸ μέλλον ἔσεσθαι νῦν | |
138D | ἐκεῖνό ἐστιν ἀρχὴ τοῦ μέλλοντος, ὃ οὔτε μεσότης τις ἐστίν, ἔχον ἐπ’ ἀμφότερα χρόνον, ἀλλ’ ἐπὶ θάτερον, οὔτε ἀρχὴ καὶ τελευτή, τὸ αὐτὸ μὲν νῦν, ἄλλου δὲ καὶ ἄλλου χρόνου, | |
οἷον ἀρχὴ μὲν τοῦ μέλλοντος, τελευτὴ δὲ τοῦ παρελθόντος· | 166 | |
5 | ἀλλ’ ἄλλο μὲν νῦν ἀρχὴ καὶ ἄλλο τελευτή, τοῦ αὐτοῦ δὲ χρόνου. Ἄλλως δὲ εἰ ἀδύνατον τὸ νῦν εἶναι νῦν, ἐὰν μὴ πρότερον ᾖ μέλλον καὶ οὐκ ὄν, ἀδύνατον ἄρα τὸ νῦν συναΐδιον | |
138E | εἶναι. Εἰ γὰρ πᾶν τὸ πρότερον οὐκ ὄν, ὕστερον δέ, γενητὸν τοῦτο, τοιοῦτον δὲ καὶ τὸ νῦν, γενητὸν ἄρα τὸ νῦν· εἰ δὲ τὸ νῦν, ἐξ ἀνάγκης καὶ ὁ πᾶς χρόνος, οὗ ἀρχὴ καὶ τελευτὴ τὸ νῦν· καὶ εἰ ὁ χρόνος, ἐξ ἀνάγκης καὶ ἡ κίνησις, ἧς ὁ | |
5 | χρόνος ἐστὶν ἀριθμός· καὶ εἰ ἡ κίνησις, ἐξ ἀνάγκης καὶ τὸ κινούμενον σῶμά ἐστι γενητόν. | |
139A | μβʹ. Ἐκ τοῦ αὐτοῦ λόγου. Ὅλως δὲ τὸ νομίζειν ταύτην τὴν ἀρχὴν εἶναι ἱκανήν, ὅτι ἀεὶ ἔστιν οὕτως ἢ γίνεται, οὐκ ὀρθῶς ἔστιν ὑπολαβεῖν, ἐφ’ ὃ Δημόκριτος ἀνάγει τὰς περὶ φύσεως αἰτίας, ὅτι | |
5 | οὕτως καὶ τὸ πρότερον ἐγίνετο· τοῦ δὲ ἀεὶ οὐκ ἀξιοῖ ἀρχὴν ζητεῖν, λέγων ἐπί τινων ὀρθῶς, ὅτι δὲ ἐπὶ πάντων, οὐκ | |
139B | ὀρθῶς. Καὶ γὰρ τὸ τρίγωνον ἔχει δυσὶν ὀρθαῖς ἀεὶ τὰς γωνίας ἴσας, ἀλλ’ ὅμως ἐστί τι τῆς ἀϊδιότητος ταύτης ἕτε‐ ρον αἴτιον ἀΐδιον· τῶν μέντοι ἀρχῶν οὐκ ἔστιν αἴτιον ἀϊδίων οὐσῶν. | |
5 | Εἰ τοίνυν ὡς γίνεται νῦν, οὕτως καὶ τὸ πρότερον ἐγί‐ νετο, οὐκ ὀρθῶς ἔστιν ὑπολαβεῖν ἀρχὴν εἶναι τῶν ἀεὶ κατὰ φύσιν γιγνομένων, ἐξ ἀνάγκης ἄρα ὀρθῶς ἔστιν ὑπολαβεῖν ἀρχὴν εἶναι τῶν κατὰ φύσιν γιγνομένων τὸ μὴ οὕτως γεγονός, ὡς τὸ νῦν γίγνεται, ἀλλ’ ἑτέρως· διὸ δίκαιόν ἐστι καὶ τοῦ | |
139C | ἀεὶ γινομένου ζητεῖν τὴν ἀρχήν. Ἄλλως γίνεται ζῶον ἐκ ζώου, καὶ ἄλλως γέγονε ζῶον ἐκ μὴ ζώου· καὶ τὸ μὲν ζῶον ἐκ μὴ ζώου οὔτε κατὰ φύσιν γέγονεν οὔτε ἀεὶ γίνεται, τὸ δὲ ζῶον ἐκ ζώου ἀεί τε καὶ κατὰ φύσιν γίνεται, ἐξ ὅτου ἔλαβεν | |
5 | ἀρχὴν τοῦ γίνεσθαι ἐκ ζώου τοῦ μὴ ἐκ ζώου. Καὶ τοῦτο ἐπὶ πάντων τῶν ἀεὶ κατὰ φύσιν γιγνομένων, οὐκ ἐπὶ τινῶν μόνον· ἀδύνατον γὰρ τὰ ἐξ ἀρχῶν γενητῶν τὴν αὐτὴν ἔχειν | 168 |
139D | γένεσιν, ἣν ἐσχήκασιν αἱ ἀρχαί. Ἡ ἐν τοῖς γενητοῖς ἀϊ‐ διότης ἄναρχος εἶναι οὐ δύναται. Καὶ γὰρ τὸ τρίγωνον ἀεὶ ταῖς δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς τρεῖς γωνίας, ἀρχὴν ἔχον γενητὴν τὴν εὐθεῖαν, ἧς ὁ λόγος ἐστὶ γραμμὴ ἄκρως τετα‐ | |
5 | μένη. Αὕτη γάρ ἐστιν αἰτία τοῦ τὸ τρίγωνον δυσὶν ὀρ‐ θαῖς ἴσας ἔχειν τὰς τρεῖς γωνίας· καὶ ταύτης μὲν οὐκ οὔσης οὐκ ἐνδέχεται εἶναι τρίγωνον, τριγώνου δὲ μὴ ὄντος ἐνδέχεται | |
139E | εἶναι εὐθεῖαν. Αἱ ἀρχαὶ τῶν κατὰ φύσιν ἀεὶ γινομένων ἀΐδιοι εἶναι οὐ δύνανται. Εἰ γὰρ ἣν ἔχουσι φύσιν ταύτην μεταδιδόασι τοῖς ἐξ αὐτῶν γιγνομένοις, γενητὴ δὲ αὕτη, γενητὴ ἄρα καὶ ἡ τῶν ἀρχῶν φύσις, εἰ καὶ ὁ τρόπος τῆς γε‐ | |
5 | νέσεως ἐνήλλακται καὶ ἔστιν ἕτερος τῆς τῶν ἐξ ἀρχῶν. | |
140A | μγʹ. Ἐκ τοῦ αὐτοῦ λόγου. Ἀνάγκη εἶναί τι ἓν καὶ ἀΐδιον τὸ πρῶτον κινοῦν. Δέ‐ δεικται γὰρ ὅτι ἀνάγκη ἀεὶ κίνησιν εἶναι. Εἰ δὲ ἀεί, ἀνάγκη συνεχῆ εἶναι· καὶ γὰρ τὸ ἀεὶ συνεχές· τὸ γὰρ ἐφεξῆς οὐ | |
5 | συνεχές. Εἰ δὲ συνεχής, μία· μία δ’ ἡ ὑφ’ ἑνός τε κινοῦν‐ | |
140B | τος καὶ ἑνὸς τοῦ κινουμένου· εἰ γὰρ ἄλλο καὶ ἄλλο κινήσει, οὐ συνεχὴς ἡ κίνησις ἀλλ’ ἐφεξῆς. Εἰ τὸ πρῶτον κινοῦν τὴν κατὰ φορὰν κίνησιν, ἡ δὲ κατὰ φορὰν κίνησίς ἐστι τοῦ οὐρανοῦ, ὁ δὲ οὐρανός ἐστι φυσικὸν | |
5 | σῶμα, τὸ δὲ φυσικὸν σῶμα ἐν ἑαυτῷ ἔχει φυσικῶς τῆς κατὰ φύσιν κινήσεως τὴν ἀρχήν, περιττῶς ἄρα κινεῖται ὁ οὐρανὸς | |
140C | τοῦ πρώτου κινοῦντος τὴν κατὰ φορὰν κίνησιν· ἣν καὶ εἰ μὴ τὸ πρῶτον κινοῦν ἐκίνει αὐτόν, ἐκινεῖτο ἂν αὐτὸς ὑφ’ ἑαυτοῦ, διὰ τὸ εἶναι αὐτὸν πέμπτον στοιχεῖον μήτε βαρύτητα ἔχον κι‐ νοῦσαν αὐτὸν ἐπὶ τὸ κάτω, μήτε κουφότητα κινοῦσαν αὐτὸν | 170 |
5 | ἐπὶ τὸ ἄνω, ἀλλὰ ἑτέραν δύναμιν ἀνώνυμον κινοῦσαν αὐτὸν περὶ τὸ μέσον. Εἰ τὸ πρῶτον κινοῦν τὴν κατὰ φορὰν κίνησιν τὸν οὐρανὸν οὔτε κατὰ φύσιν αὐτὸν κινεῖ (περιττὸν γὰρ τὸ οὕτως κινεῖν) οὔτε παρὰ φύσιν (δευτέρα γάρ ἐστι κίνησις | |
140D | ἡ παρὰ φύσιν τῆς κατὰ φύσιν κινήσεως), οὐκ ἄρα κινεῖ τι τὸν οὐρανόν. Εἰ πᾶσα κίνησις, ὡς γίνεται νῦν, οὕτως καὶ τὸ πρότερον ἐγίνετο, γίνεται δὲ νῦν κατὰ μεταβολὴν τοῦ μέλλοντος γίνεσθαι, τὸ δὲ μέλλον γίνεσθαι πρὸ τοῦ | |
5 | γενέσθαι οὔπω ἦν, τὸ δὲ πρῶτον μὲν οὐκ ὄν, ὕστερον δέ, γενητὸν τοῦτο πᾶν, τὸ δὲ γενητὸν ἄναρχόν τε καὶ ἀΐδιον οὐ δυνατὸν εἶναι, οὐκ ἄρα ἡ κίνησις ἀΐδιός τε καὶ ἄναρχος. | |
140E | μδʹ. Ἐκ τοῦ αὐτοῦ λόγου. Φανερὸν ὅτι ἡ φορὰ πρώτη. Τὸ γὰρ πρῶτον ὥσπερ ἐφ’ ἑτέρων, οὕτως καὶ ἐπὶ κινήσεως ἂν λέγοιτο πλεοναχῶς. Λέγεται δὲ πρότερον, οὗ γε μὴ ὄντος οὐκ ἔσται τὰ ἄλλα, | |
5 | ἐκεῖνο δὲ ἄνευ τῶν ἄλλων, καὶ τὸ χρόνῳ, καὶ τὸ κατ’ οὐσίαν. | |
141A | Ὅτι ἀνάγκη τὴν φορὰν εἶναι πρώτην. Οὐδὲ γὰρ μία ἀνάγκη οὔτε αὔξεσθαι οὔτε ἀλλοιοῦσθαι τὸ φερόμενον, οὐδὲ δὴ γίνεσθαι ἢ φθείρεσθαι· τούτων δὲ οὐδεμίαν ἐνδέχεται τῆς συνεχοῦς μὴ οὔσης, ἣν κινεῖ τὸ πρῶτον κινοῦν. Ἔτι χρόνῳ | |
5 | πρώτη· τοῖς γὰρ ἀϊδίοις μόνον ἐνδέχεται κινεῖσθαι ταύτην. Ἀλλ’ ἐφ’ ἑνὸς μὲν τῶν ἐχόντων τὴν γένεσιν τὴν φορὰν ὑστάτην ἀναγκαῖον εἶναι τῶν κινήσεων· μετὰ γὰρ τὸ γε‐ νέσθαι πρῶτον αὔξησις καὶ ἀλλοίωσις, φορὰ δὲ ἤδη τε‐ | |
141B | λειουμένων κίνησίς ἐστιν. Ἀλλὰ ἕτερον ἀνάγκη κινούμενον εἶναι κατὰ φορὰν πρότερον, ὃ καὶ τῆς γενέσεως αἴτιον ἔσται τοῖς γιγνομένοις, οὐ γιγνόμενον, οἷον τὸ γεννῆσαν τοῦ γεννηθέντος, ἐπεὶ δόξειεν ἂν ἡ γένεσις εἶναι πρώτη τῶν | 172 |
5 | κινήσεων διὰ τοῦτο, ὅτι γενέσθαι δεῖ τὸ πρᾶγμα πρῶτον. Τὸ δὲ ἐφ’ ἑνὸς μὲν ὁτουοῦν τῶν γιγνομένων οὕτως ἔχει, ἀλλ’ ἕτερον ἀναγκαῖον πρότερόν τι κινεῖσθαι τῶν γιγνο‐ μένων, ὂν αὐτὸ καὶ μὴ γιγνόμενον, καὶ τούτου ἕτερον πρό‐ τερον. | |
141C | Εἰ τὸ αὐξανόμενον τοῦτό ἐστι γενητόν, αὐξάνει δὲ ἡ φορὰ τῷ ποσῷ τῆς κινήσεως, οὐκ ἀΐδιος ἡ φορά· τὸ γὰρ φερόμενον σῶμα ἔχει τόπους διαφόρους, ἐν οἷς κατατεῖνον τὴν μετάστασιν τῶν αὑτοῦ μερῶν φερόμενον ποιεῖ τῆς κατὰ | |
5 | φορὰν κινήσεως τὴν αὔξησιν. Εἰ ἐν αὑτῇ ἔχει ἡ φορὰ τῷ | |
141D | ποσῷ τῆς κινήσεως τὴν αὔξησιν, πῶς λέγεται ἡ φορὰ τῆς κατ’ αὔξησιν κινήσεως εἶναι πρώτη; Εἰ ἀδύνατόν ἐστι τὸ μὴ ἠργμένον καὶ πεπερασμένον δέξασθαι τῇ προσθήκῃ τὴν αὔξη‐ σιν, οὐκ ἄρα ἄναρχος ἡ φορά, τῷ ποσῷ τῆς κινήσεως ἀεὶ | |
5 | μείζων γινομένη. Εἰ ἡ φορὰ ἐν τῷ γίνεσθαι καὶ ἀπογί‐ νεσθαι τὸ εἶναι ἔχει, οὐκ ἄρα ἀΐδιος ἡ φορά, ἧς ἀεὶ προη‐ | |
141E | γεῖται τοῦ εἶναι τὸ μὴ εἶναι· πᾶσα γὰρ κίνησις κατὰ μετα‐ βολὴν γίνεται τοῦ μήπω ὄντος, ἀλλὰ μέλλοντος. Εἰ πᾶσα φορὰ τῷ παρελθόντι πεπερασμένον ἐστί, τὸ δὲ πεπερασμέ‐ νον πᾶν ἐξ ἀνάγκης καὶ ἠργμένον, τὸ δὲ ἠργμένον πᾶν γε‐ | |
142A | νητόν, γενητὴ ἄρα ἡ φορά. Καὶ εἰ ἡ φορὰ τοῦ φερομένου σώματος οὐκ ἔστι προτέρα, γενητὸν ἄρα καὶ τὸ φερόμενον. Εἰ ἐν τοῖς ἀϊδίοις τὸ μὲν μόνον κινεῖ, τὸ δὲ μόνον κινεῖται ἀϊδίως τὴν κατὰ φορὰν κίνησιν, πῶς οὐκ ἔστι τῶν ἀδυνάτων | |
5 | τὸ ἄναρχον ἠργμένην κινεῖσθαι κίνησιν; Εἰ τὸ οὗ ἄνευ τῶν ἄλλων οὐδέν ἐστι τοῦτο οὐσίᾳ τε καὶ χρόνῳ τῶν ἄλλων πρῶ‐ | |
τόν ἐστι, πῶς οὖν ἐστιν ἀγένητον; Ἐτέθη γὰρ τὸ πρῶτον | 174 | |
142B | κινοῦν πάντων πρῶτον εἶναι καὶ ἀγένητον, ἔτι δὲ ὁ οὐρανὸς καὶ τὰ ἐν τῷ οὐρανῷ φαινόμενά τε καὶ κινούμενα εἶναι ἀγέ‐ νητα πάντα· ὅπερ ἐστὶν ἄτοπον, τὸ λέγειν ἀγένητόν τι εἶναι πρό τινος ἀϊδίου ἐν τοῖς ἀϊδίοις. Εἰ τὸ πρῶτον κινοῦν τὴν | |
5 | συνεχομένην κίνησιν κινεῖ, κινεῖ δὲ οὔτε τὴν κατὰ φύσιν οὔτε τὴν παρὰ φύσιν, ἐκείνην μὲν ὡς περιττήν, καθὼς ἐῤ‐ ῥέθη, ταύτην δὲ ὡς δευτέραν οὖσαν τῆς κατὰ φύσιν κινήσεως, οὐκ ἄρα κινεῖ τὴν συνεχῆ κίνησιν οὐδέν. Εἰ τῶν ἀϊδίων | |
142C | κινουμένων οὔτε ἡ κίνησις προτέρα τῶν κινουμένων, οὔτε τὰ κινούμενα πρότερα τῆς κινήσεως, ἔστι δὲ ἡ κίνησις πᾶσα κατὰ μεταβολὴν τοῦ μήπω ὄντος ἀλλὰ μέλλοντος, ἔσται ἄρα τὰ κινούμενα πάντα ἐκ μεταβολῆς τοῦ μήπω ὄντος, ἀλλὰ | |
5 | μέλλοντος, τὸ εἶναι ἔχοντα. Εἰ ἐφ’ ἑνὸς τῶν γινομένων ἡ φορὰ ὑστάτη τῶν κινήσεων, ἀλλ’ ἀνάγκη ἕτερον κινούμενον κατὰ φορὰν εἶναι πρότερον, ὃ καὶ τῆς γενέσεως αἴτιον ἀγέ‐ νητον ὄν, πῶς ἐνδέχεται τὸ αὐτὸ τῆς κατὰ φύσιν γενέσεως | |
142D | αἴτιον εἶναι, καὶ τῆς ὑπὲρ τὴν φύσιν γενέσεως; Ὁ γὰρ πρώ‐ τως γεννήσας οὐκ ἐγεννήθη. Καίτοι τὸ πρότερον κινού‐ μενον οὕτως ἐκινεῖτο ἐπὶ τῆς γενέσεως τοῦ πρώτως γινομέ‐ νου, ὡς ὕστερον ἐκινήθη ἐπὶ τῆς γενέσεως τῶν ἐξ ἐκείνου. | |
5 | Ἢ ἄρα οὐκ ἔστιν αἴτιον τῆς πάσης γενέσεως τὸ οὕτως κι‐ νούμενον ἀγενήτως, ἢ οὐ κινεῖ τὸ πρῶτον κινοῦν τὴν συνεχῆ | |
142E | κίνησιν, διαφορᾶς γενέσεως ἐν τοῖς γιγνομένοις θεωρουμένης, καθ’ ἣν τὰ μὲν ὑπὲρ τὴν φύσιν γέγονε, τὰ δὲ κατὰ φύσιν. Εἰ ἔστιν ἀγένητον τὸ πρότερον καὶ ὕστερον, ἔσται ἄρα ὅτε τὸ ἀγένητον οὐκ ἀγένητον· ὅπερ ἐστὶν ἄτοπον, τὸ ποτὲ | |
5 | μὴ εἶναι τὸ ἀγένητον. | |
143A | μεʹ. Ἐκ τοῦ αὐτοῦ λόγου. Ἐν δὲ τῷ συνεχεῖ ἔνεστι μὲν ἄπειρα ἡμίσεα, ἀλλ’ | |
οὐκ ἐντελεχείᾳ ἀλλὰ δυνάμει. Εἰ ἐντελεχείᾳ μὲν οὐδὲν ἄπειρον, δῆλον ὅτι οὐδὲ ἡ κίνησις | 176 | |
5 | οὐδὲ ὁ χρόνος ἐστὶν ἄπειρος. Κινήσεώς τε καὶ χρόνου τῷ παρελθόντι πεπερασμένων ὄντων, ἐξ ἀνάγκης εἰσὶν ἠργμένοι· | |
143B | ἠργμένων δὲ αὐτῶν, ἐξ ἀνάγκης εἰσὶ καὶ γενητοί· εἰ δὲ ἡ κίνησις καὶ ὁ χρόνος εἰσὶ γενητοί, ἐξ ἀνάγκης ἄρα καὶ τὸ κινούμενον σῶμα, τὸ ἀεὶ ἐν τῷ κινεῖσθαι τὸ εἶναι ἔχον· εἰ δὲ καὶ ἀεὶ τὸν ληφθέντα χρόνον τούτου τὰ ἡμίσεα ἐνδέχεται | |
5 | ληφθῆναι ἐκ τοῦ μέλλοντος καὶ προστεθῆναι τῷ παρελθόντι, ἀλλ’ οὐδ’ οὕτως ἐνδέχεται τὸν χρόνον τῷ παρελθόντι ἄπει‐ ρον εἶναι ἐντελεχείᾳ ποτέ. μϛʹ. Ἀριστοτέλους ἐκ τοῦ Περὶ οὐρανοῦ πρώτου λόγου. | |
143C | *) Ἀναγκαῖον εἶναί τι σῶμα ἁπλοῦν, ὃ πέφυκε φέρε‐ σθαι τὴν κύκλῳ κίνησιν κατὰ τὴν ἑαυτοῦ φύσιν. Τίς οὖν χρεία τοῦ πρώτως κινοῦντος κινεῖν τοιοῦτον σῶμα, τὸ κατὰ τὴν ἑαυτοῦ φύσιν τὴν κύκλῳ κινούμενον κίνησιν; | |
5 | μζʹ. Ἐκ τοῦ αὐτοῦ λόγου. | |
143D | Φανερὸν ὅτι πέφυκέ τις οὐσία σώματος ἄλλη παρὰ τὰς ἐνταῦθα συσταθείσας, θειοτέρα καὶ προτέρα τούτων ἁπάντων. Εἰ τοῦτο τὸ σῶμα ἀϊδίως καὶ ἀνάρχως περὶ τὴν γῆν | |
5 | τὴν ἐνταῦθα οὖσαν οὐσίαν κινεῖται, πῶς δύναται τῆς γῆς εἶναι πρότερον, ἧς χωρὶς οὐκ ἂν ἐκινεῖτο τὴν κύκλῳ κίνησιν; Καὶ εἰ τὸ ἀΐδιον καὶ τὸ ἀγένητον καὶ τὸ χρήσιμον πρὸς σύ‐ | |
143E | στασιν τῶν ἐνταῦθα γιγνομένων, ὡς πρόσεστι τῷ τοιούτῳ σώματι, οὕτως πρόσεστι τῇ γῇ, διὰ τί τὸ σῶμα ἐκεῖνο τι‐ μιώτερον καὶ πρότερον τῆς γῆς; μηʹ. Ἐκ τοῦ αὐτοῦ λόγου. | |
5 | Τὸ δὲ κύκλῳ σῶμα φερόμενον ἀδύνατον ἔχειν βάρος ἢ κουφότητα. | |
144A | Εἰ τὸ μὴ ἔχον βάρος καὶ κουφότητα οὐ δυνατὸν εἶναι | |
ἁπτόν (ἐν γὰρ τοῖς ἔχουσι βάρος καὶ κουφότητά ἐστι τὸ ἁπτόν), πῶς τὸ ἐκείνων ἄνευ μὴ δυνάμενον εἶναι ἔχει, ἐκεῖνα δὲ οὐκ ἔχει; Πῶς δὲ τῇ αὑτοῦ κινήσει θερμαντικήν τινα | 178 | |
5 | δύναμιν ἀέρος ἀποτελεῖ, καθάπερ τὰ ἐνταῦθα σώματα τὰ ἔχοντα βαρύτητα καὶ κουφότητα, τὰ ταῖς ἑαυτῶν κινήσεσι θερμαντικὰς ἐκτελοῦντα ἐνεργείας; | |
144B | μθʹ. Ἐκ τοῦ αὐτοῦ λόγου. Αἱ δὲ τῆς φορᾶς ἐναντιώσεις κατὰ τὰς τῶν τόπων εἰσὶν ἐναντιώσεις· εἰ μὲν γὰρ ἴσαι ἦσαν, οὐκ ἂν ἦν κίνησις αὐτῶν, εἰ δὲ ἡ ἑτέρα κίνησις ἐπεκράτει, ἡ ἑτέρα οὐκ ἂν ἦν. | |
5 | Ὥστε εἰ ἀμφότερα ἦν, μάτην ἂν ἦν θάτερον σῶμα μὴ κι‐ νούμενον τὴν αὑτοῦ κίνησιν· μάτην γὰρ ὑπόδημα τοῦτο λέ‐ γομεν, οὗ μή ἐστιν ὑπόδεσις. Ὁ δὲ θεὸς καὶ ἡ φύσις οὐδὲν μάτην ποιοῦσιν. | |
144C | Εἰ ἦσαν ἐν φορᾷ σωμάτων κινήσεις ἐναντίαι, ἢ ἴσαι κατὰ τὴν ἀντιπερίστασιν κωλύουσαι τὰς ἀλλήλων κινήσεις, εἴτε ἄνισοι, καὶ διὰ τὴν ἐπικράτειαν τοῦ θατέρου τὸ ἕτερον ἀκίνητον ἐγίνετο, τῇ βίᾳ τοῦ ἐπικρατοῦντος ἐπικρατούμενον, | |
5 | τὴν αὑτοῦ κατὰ φύσιν μὴ ἀνύον κίνησιν, μάτην ἂν ἐγένετο τὰ οὕτως πρὸς τὰς οἰκείας τε καὶ κατὰ φύσιν κινήσεις ἐμ‐ πεποδισμένα, καὶ θεοῦ οὐκ ἂν ἦν ἔργα ταῦτα οὔτε φύσεως | |
144D | δηλονότι. Εἰ τῶν μάτην γινομένων ὁ θεὸς τούτων ποιητὴς οὐκ ἦν οὔτε ἡ φύσις, τῶν οὐ μάτην ἄρα γιγνομένων, ἀλλ’ ἀνεμποδίστως τὰς κατὰ φύσιν αὑτῶν κινήσεις ἐντελούντων, ὁ θεὸς τούτων ἐστὶ ποιητὴς καὶ ἡ φύσις. Πῶς οὖν οὐκ | |
5 | ἔστι τῶν ἀτοπωτάτων τὸ ἀγένητα λέγειν ἀΐδιά τε καὶ ἄναρχα ταῦτα, ὧν ὁ θεὸς καὶ ἡ φύσις ἐστὶ ποιητής; Καὶ εἰ ὑποδή‐ | |
144E | ματα ἔργα τεχνίτου ἐκεῖνα λέγομεν τὰ ἔχοντα ὑπόδεσιν, διὰ τί μὴ καὶ τὰ σώματα τὰ κατὰ φύσιν τὰς οἰκείας ἐκτελοῦντα | |
κινήσεις λέγομεν νοήματα θεοῦ τε καὶ φύσεως; νʹ. Ἐκ τοῦ αὐτοῦ λόγου. | 180 | |
5 | Τὸ μὲν οὖν ἕτερον εἶναι τὸν λόγον τὸν ἄνευ τῆς ὕλης καὶ τὸν ἐν τῇ ὕλῃ τῆς μορφῆς καλῶς λέγεται, καὶ ἔστω τοῦτο | |
145A | ἀληθές. Ἀλλ’ οὐδὲν ἧττον οὐδεμία ἀνάγκη διὰ τοῦτο πλείους εἶναι κόσμους, οὐδὲ ἐνδέχεται πλείους γενέσθαι, ἐπείπερ οὗτος ἐκ πάσης ἐστὶ τῆς ὕλης, ὥσπερ ἔστιν. Εἰ τὸ ἀΰλως καὶ ἐνύλως ἐστὶ τοῦ λόγου πρὸς τὸν λόγον | |
5 | ἡ διαφορά, δῆλον ὅτι ὕστερον τοῦ λόγου τοῦ ἀΰλου ὁ λόγος ὁ ἔνυλος. Πῶς οὖν ἀγένητος ὁ κόσμος ἐκ τοῦ ὑστέρου λόγου τὴν σύστασιν ἐσχηκώς; Εἰ ἀνείδεος καὶ ἀνούσιος καὶ τοῦ εἶναι | |
145B | τόδε τι ἐστερημένη ἡ ὕλη πρὸ τοῦ λαβεῖν τὸ εἶδος καὶ γε‐ νέσθαι οὐσία καὶ τόδε τι, πῶς ἀγένητος ὁ κόσμος ἐκ τῆς τοιαύτης ὕλης γεγονώς; Εἰ ὁ ἐσχηκὼς τὸν λόγον τοῦ ἑνὸς κόσμου οὗτος καὶ πλειόνων κόσμων εἶχε τοὺς λόγους, καὶ μὴ | |
5 | τῷ ἀρεσκομένῳ τοῦ κόσμου ἐποίει τὴν ποίησιν κατὰ τὴν οἰκείαν βούλησιν, ἀλλὰ τῇ εὐπορίᾳ τῆς ὕλης ἴσχυσε ποιεῖν κόσμον ἕνα καὶ τῇ ἀπορίᾳ αὐτῆς οὐκ ἴσχυσε ποιεῖν πλείονας κόσμους, πῶς οὐ δοκεῖ μάτην ἐσχηκέναι πλειόνων κόσμων | |
145C | τοὺς λόγους, ὧν τὴν ποίησιν οὐκ ἴσχυσε διὰ τὴν ἀπορίαν τῆς ὕλης; Εἰ ἐξ ἀγενήτου ἀδύνατον γενέσθαι ἀγένητον, πῶς, εἰ ἀγένητος μὲν ἡ ὕλη, ἀγένητος δὲ καὶ ὁ κόσμος, γίνεται οὗτος ἐξ ἐκείνης; Εἰ μή, ὡς ἐποίησεν ὁ θεὸς τὰ ἐκ τῆς ὕλης, οὕ‐ | |
5 | τως καὶ τὴν ὕλην ἐποίησεν, οὐκ ἄρα ποιεῖ ὁ θεὸς ὅσα βού‐ λεται, ἀλλ’ ὅσα ἰσχύει. Εἰ δὲ ἴσην τῇ βουλήσει ἔχει τὴν ἰσχὺν ἐν πᾶσι, ποιητὴς ἄρα τῆς ὕλης ὁ θεός, ὥσπερ καὶ τῶν ἐκ τῆς ὕλης. Εἰ ἡ ὕλη ὑποκειμένη θεῷ εἰς ποίησιν τῶν ἐξ | |
145D | αὐτῆς, ἀνείδεος οὖσα καὶ ἀνούσιος, ἄποιός τε καὶ ἄποσος, ὑπὸ τῆς τοῦ θεοῦ δυνάμεως μετεβλήθη εἰς ταῦτα πάντα καὶ γέγονεν οὐσία πεποιωμένη καὶ πεποσωμένη, πῶς οὐκ ηὐξήθη ὑπὸ τῆς αὐτῆς τοῦ θεοῦ δυνάμεως τὰς τοσαύτας ἐν αὐτῇ | |
5 | ἐργασαμένης μεταβολὰς εἰς τοσοῦτον, ὥστε καὶ πλείονας | |
κόσμους γενέσθαι ἐξ αὐτῆς, ἀλλ’ εἰς γένεσιν ἑνὸς κόσμου ἀναλωθεῖσα ἄκοντα τὸν θεὸν ἔπαυσε τοῦ ποιεῖν πλείονας | 182 | |
145E | κόσμους; ναʹ. Ἐκ τοῦ αὐτοῦ λόγου. Ὁ δὲ οὐρανὸς ἔστι μὲν τῶν καθ’ ἕκαστα καὶ τῶν ἐκ τῆς ὕλης· ἀλλ’ εἰ μὴ ἐκ μορίου αὐτῆς συνέστηκεν ἀλλ’ ἐξ | |
146A | ἁπάσης, τὸ μὲν εἶναι αὐτῷ οὐρανῷ καὶ τῷδε τῷ οὐρανῷ ἕτε‐ ρόν ἐστιν, οὐ μέντοι οὔτε εἴη ἂν ἄλλος οὔτ’ ἂν ἐνδέχοιτο γενέσθαι πλείους διὰ τὸ πᾶσαν τὴν ὕλην περιειληφέναι τοῦτον. | |
5 | Εἰ ἔστιν ὁ οὐρανὸς τῶν καθ’ ἕκαστα καὶ τῶν ἐκ τῆς ὕλης καὶ λόγου συγκειμένων, ὥστε τὸ μὲν εἶναι αὐτῷ οὐρανῷ, τῷ ἀΰλῳ δὲ λόγῳ εἶναι ἕτερον, πῶς οὐκ ἔστι γενητὸς ἀρχὴν ἔχων τῆς οἰκείας οὐσίας, τὴν σύνθεσιν ὕλης τε καὶ λόγου ἐξ | |
146B | ὧν ἔστιν; Εἰ ἡ ὕλη καθ’ ἑαυτὴν οὔτε βαρύτητα ἔχει οὔτε κουφότητα (ἔστι γὰρ ταῦτα τῶν ἐξ αὐτῆς γινομένων σωμά‐ των πάθη), εἰ ἐκ πάσης τῆς τοιαύτης ὕλης γέγονεν ὁ οὐρανὸς ὁ μήτε βαρύτητα ἔχων μήτε κουφότητα, πόθεν γέγονε τὰ ἄλλα | |
5 | πάντα, τῆς ὕλης ἀναλωθείσης πάσης εἰς τὴν τοῦ οὐρανοῦ ποίησιν; Εἰ πρὸ τοῦ εἰδοποιηθῆναι τὴν ὕλην τῷ εἴδει τοῦ οὐρανοῦ οὕτως οὐκ εἶχε βαρύτητα καὶ κουφότητα, ὡς νῦν οὐκ | |
146C | ἔχει μετὰ τὸ εἰδοποιηθῆναι αὐτήν, πῶς οὐκ ἐκινεῖτο πρὸ τῆς εἰδοποιήσεως, ὡς νῦν κινεῖται μετὰ τὴν εἰδοποίησιν; Εἰ τὸ κινεῖσθαι οὐσίας ἐστί, καὶ τὸ μὴ ἔχειν βαρύτητα καὶ κουφό‐ τητα ὕλης ἐστὶ καὶ οὐκ οὐσίας, κινεῖται δὲ ὁ οὐρανὸς τὴν | |
5 | κύκλῳ κίνησιν διὰ τὸ μὴ ἔχειν βαρύτητα καὶ κουφότητα, δῆλον ὅτι διὰ τὴν ὕλην τὸ κινεῖσθαι οὕτως ἔχει ὁ οὐρανὸς καὶ οὐ διὰ τὸ εἶδος. Πῶς οὖν ἀκίνητος ἡ ὕλη πρὸ τοῦ εἴ‐ δους κατὰ τὴν κύκλῳ κίνησιν, οὔτε βαρύτητα ἔχουσα οὔτε κουφότητα; | |
146D | νβʹ. Ἐκ τοῦ δευτέρου λόγου Περὶ οὐρανοῦ. | |
Ἕκαστόν ἐστιν, ὧν ἐστιν ἔργον, ἕνεκα τοῦ ἔργου. Θεοῦ δὲ ἐνέργεια ἀθανασία· τοῦτο δ’ ἐστὶ ζωὴ ἀΐδιος. Ὥστε ἀνάγκη τῷ θεῷ κίνησιν ἀΐδιον ὑπάρχειν. Ἐπεὶ δὲ ὁ οὐρα‐ | 184 | |
5 | νὸς τοιοῦτον (σῶμα γάρ τι θεῖον), διὰ τοῦτο ἔχει ἐγκύκλιον σῶμα, ὃ φύσει κινεῖται ἀεί. | |
146E | Εἰ τοῦ μὲν ἀγενήτου καὶ ἀϊδίου οὐδέν ἐστι τοῦ εἶναι αἴτιον, ὧν δέ ἐστιν ἔργον ταῦτα ἕνεκεν τοῦ ἔργου ἐστίν, οὐκ ἄρα ἀΐδια ὧν τὰ ἔργα τοῦ εἶναί ἐστιν αἴτια. Εἰ ἀψύχων ἐστὶ τὸ τῇ παρουσίᾳ μόνον ἐνεργεῖν τὰς κατὰ φύσιν ἐνεργείας, λογι‐ | |
5 | κῶν δὲ τὸ τῇ βουλήσει, πῶς ἐστι θεὸς ὁ οὐρανός, ὁ μὴ βου‐ λήσει τὴν ἀθανασίαν ἐνεργῶν, ἀλλὰ τῇ κινήσει τε καὶ τῇ | |
147A | μεταστάσει τῶν ἑαυτοῦ μερῶν; Εἰ τὸ ἀγένητον οὔτε πρὸς τὸ εἶναι οὔτε πρὸς τὸ ποιεῖν χρῄζει τινὸς ἤ τινων τῶν ἔξωθεν τῆς συνεργείας, πῶς ὁ οὐρανός, καὶ πρὸς τὸ εἶναι αὐτὸν κι‐ νητὸν χρῄζων τῆς γῆς, περὶ ἣν κινεῖται, καὶ πρὸς τὸ ποιεῖν | |
5 | τοῦ ἡλίου καὶ τῆς σελήνης καὶ τῶν λοιπῶν ἄστρων, ἐστὶν | |
147B | ἀγένητος; Εἰ τοῦ ἀγενήτου οὐκ ἔστι λόγος ἐν τῷ ποιοῦντι, πῶς, εἰ ἀγένητος ὁ οὐρανός, ἔχει λόγον ἄϋλον ἐν τῷ ποιοῦντι καὶ λόγον ἔνυλον ἐν τῇ ὕλῃ, δι’ ὃν ἕτερον τὸ οὐρανῷ εἶναι τῷ τόδε οὐρανὸν εἶναι; Εἰ οὐ δύναται ὁ οὐρανὸς ποιῆσαι τῇ | |
5 | βουλήσει ἃ ποιεῖ τῇ κινήσει, πῶς θεὸς οὗτος ἀΐδιος, ἀΐδιον ἐνεργῶν ζωὴν ἀβουλήτως; Εἰ ἐν τοῖς ἀϊδίοις οὐκ ἐνεργεῖ ὁ οὐρανὸς τὴν αἰώνιον ζωήν (ἔχουσι γὰρ ταύτην ἐκ τῆς οἰκείας φύσεως), τὰ γενητὰ δὲ καὶ φθαρτὰ αἰωνίως οὐ ζῶσι, ποῦ ἡ | |
147C | αἰώνιος ζωή, ἣν ἐνεργεῖ ὁ οὐρανός· Εἰ μὴ μόνον πρὸς γένεσιν τῶν γιγνομένων, ἀλλὰ καὶ πρὸς τὴν τῶν φθειρομένων φθο‐ ρὰν χρησίμη ἡ τοῦ οὐρανοῦ κίνησις, πῶς θεὸς ὁ οὐρανὸς καὶ ἡ ἐνέργεια αὐτοῦ ζωὴ αἰώνιος, δι’ ἧς φθείρεται τὰ φθαρτά; | |
5 | Εἰ ἐκ τῆς ὕλης συναγένητον τῇ ὕλῃ οὐ δυνατὸν εἶναι, πῶς ἀγένητος ὁ οὐρανός, ὁ ὢν ἐκ τῆς ὕλης; Εἰ τὸ ἐξ ἀμφοτέρων | |
ὕστερον ἀμφοτέρων, πῶς ὁ οὐρανός, ὁ ὢν ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους, συναΐδιός ἐστιν ἀμφοτέροις; Εἰ τὸ εἶδος οὐκ ἐκ | 186 | |
147D | τῆς ὕλης, ἀλλὰ ἐκ τοῦ ποιοῦντος, πῶς ὁ οὐρανός, ἄλλοθεν ἔχων τὴν ὕλην καὶ ἑτέρωθεν τὸ εἶδος, ἀγένητός ἐστιν; Εἰ ὑλικόν ἐστι σῶμα ὁ οὐρανὸς καὶ σφαιρικὸν ἔχει τὸ σχῆμα καὶ ἔστιν ἀγένητος, πῶς οὐκ ἀμφότερα ἔχει ἐκ τῆς ὕλης, καὶ | |
5 | τὸ εἶναι ὅ ἐστι καὶ τὸ ἔχειν ὃ ἔχει; Εἰ ἔστιν ἡ ὕλη τὸ τοῖς καθ’ αὑτὸ ἐξ αὐτῆς γιγνομένοις πρώτως ὑποκείμενον καὶ ἐνυπάρχον, πῶς ἀγένητος ὢν ὁ οὐρανός, ὡς τὰ γενητὰ τὴν ὕλην ἔχει ὑποκειμένην τε καὶ ἐνυπάρχουσαν; | |
147E | νγʹ. Ἐκ τοῦ αὐτοῦ λόγου. Ἐπειδὴ ὁ οὐρανὸς σῶμά τι θεῖον, διὰ τοῦτο ἔχει τὸ ἐγκύκλιον σῶμα, ὃ φύσει κινεῖται κύκλῳ ἀεί. Διὰ τί οὖν οὐχ ὅλον τὸ σῶμα τοῦ οὐρανοῦ τοιοῦτον; Ὅτι ἀνάγκη μένειν τι | |
5 | τοῦ σώματος τοῦ φερομένου κύκλῳ τὸ ἐπὶ τῷ μέσῳ, τούτου δ’ οὐδὲν οἷόν τε μένειν μόριον οὔθ’ ὅλως οὔτ’ ἐπὶ τοῦ μέ‐ | |
148A | σου. Καὶ γὰρ ἂν ἡ κατὰ φύσιν κίνησις ἦν αὐτοῦ ἐπὶ τὸ μέσον· φύσει δὲ κύκλῳ κινεῖται· οὐ γὰρ ἂν ἦν ἀΐδιος ἡ κί‐ νησις· οὐθὲν γὰρ παρὰ φύσιν ἀΐδιον. Ὕστερον δὲ τὸ παρὰ φύσιν τοῦ κατὰ φύσιν, καὶ ἔκστασίς τίς ἐστιν ἐν τῇ γενέσει | |
5 | τὸ παρὰ φύσιν τοῦ κατὰ φύσιν. Ἀνάγκη τοίνυν γῆν εἶναι· τοῦτο γὰρ ἠρεμεῖ ἐπὶ τοῦ μέσου. Ἀλλὰ μὴν εἰ γῆν, ἀνάγκη καὶ πῦρ εἶναι· τῶν γὰρ ἐναντίων εἰ θάτερον φύσει, ἀνάγκη καὶ θάτερον εἶναι φύσει, ἐάνπερ ᾖ ἐναντίον, καὶ εἶναί τινα | |
148B | αὐτοῦ φύσιν· ἡ γὰρ αὐτὴ ὕλη τῶν ἐναντίων καὶ τῆς στερή‐ σεως προτέρα, λέγω δὲ οἷον τὸ θερμὸν τοῦ ψυχροῦ. Ἀλλὰ μὴν εἴπερ ἔστι πῦρ καὶ γῆ, ἀνάγκη καὶ τὰ μεταξὺ αὐτῶν | |
εἶναι σώματα· ἐναντίωσιν γὰρ ἕκαστον ἔχει πρὸς ἕκαστον | 188 | |
5 | τῶν στοιχείων. Τούτων δὲ ὑπαρχόντων ἀνάγκη γένεσιν εἶναι διὰ τὸ μηδὲν οἷόν τ’ αὐτῶν εἶναι ἀΐδιον· πάσχει γὰρ καὶ ποιεῖ τὰ ἐναντία ὑπ’ ἀλλήλων, καὶ φθαρτικὰ ἀλλήλων ἐστίν. Ἔτι δὲ οὐκ εὔλογον εἶναί τι κινητὸν ἀΐδιον, οὗ μὴ | |
148C | ἐνδέχεται κατὰ φύσιν εἶναι τὴν κίνησιν ἀΐδιον· τούτων δ’ ἐστὶ κίνησις. Ὅτι μὲν τοίνυν ἀναγκαῖον εἶναι γένεσιν, ἐκ τούτων δῆλον. Εἰ δὲ γένεσιν, ἀναγκαῖον εἶναι καὶ ἄλλην φθοράν, ἢ μίαν ἢ πλείους· κατὰ γὰρ τὴν τοῦ ὅλου ὡσαύτως | |
5 | ἀναγκαῖον ἔχειν τὰ στοιχεῖα τῶν σωμάτων πρὸς ἄλ‐ ληλα. Νῦν δὲ τοσοῦτόν ἐστι δῆλον, διὰ τίνα αἰτίαν πλείω τὰ ἐγκύκλιά ἐστι σώματα, ὅτι ἀνάγκη γένεσιν εἶναι, γέ‐ νεσιν δέ, εἴπερ καὶ πῦρ, τοῦτο δὲ καὶ τὰ ἄλλα, εἴπερ καὶ | |
148D | τὴν γῆν· ταύτην δέ, ὅτι ἀνάγκη μένειν τι ἀεί, εἴπερ καὶ κινεῖσθαί τι ἀεί. Εἰ διὰ μὲν τὸ μὴ ἔχειν βαρύτητα καὶ κουφότητα ἐστὶ σῶμα ἀεὶ κινητὸν περὶ τὸ μέσον τοῦ οὐρανοῦ σῶμα, ἀνάγκη | |
5 | ἄρα ὅλον τὸ σῶμα τοῦ οὐρανοῦ κινεῖσθαι περὶ τὸ μέσον· εἰ δὲ σῶμα μὲν τοιοῦτον ἔχει ὁ οὐρανός, κίνησιν δὲ τοιαύτην | |
148E | οὐκ ἔχει, δῆλον ὅτι παρὰ φύσιν κινεῖται. Εἰ περὶ τὸ μέσον κινεῖται τοῦ οὐρανοῦ σῶμα, οὐχ ὅλον δὲ κατὰ τὴν φορὰν τοῦ στοιχείου, ἐξ οὗ εἶναι λέγεται τὸ σῶμα, ἀλλὰ σφαιρικῶς κατὰ ἀντιμετάστασιν τῶν μερῶν, πῶς οὐχὶ ἡ σφαιρικὴ κί‐ | |
5 | νησις ἐπικρατεῖ τὴν στοιχείου κίνησιν; Καίτοι οὐδαμῶς τοῖς ἐκ τῶν στοιχείων σώμασιν ἡ κίνησις κατὰ τὸ εἶδος ὑπάρχει, ἀλλὰ κατὰ τὰ στοιχεῖα ἐξ ὧν εἰσί. Πῶς οὖν ἐκ | |
149A | τοῦ οὐρανοῦ σώματος ἡ ἀνάγκη τῆς κινήσεως ἐνήλλακται; | |
Σώματι μήτε βαρύτητα ἔχοντι μήτε κουφότητα ἀναγκαῖόν ἐστιν ἔχειν στάσιν ἀκίνητον μᾶλλον ἢ κίνησιν ἄστατον· εἰ γὰρ μήτε ὑπὸ βαρύτητός ἐστι κατωφερὲς μήτε ὑπὸ κουφό‐ | 190 | |
5 | τητος ἀνωφερές, ἀνάγκη μένειν αὐτὸ ἀκίνητον. Εἰ ἐσχη‐ ματίζετο λίθος τῷ τῆς σφαίρας σχήματι καὶ ἐτίθετο ἐν τῷ | |
149B | ἀέρι, ἐνεχθῆναι κάτω εἰς τὴν ἑαυτοῦ χώραν, οὐκ ἂν ἐφέρετο κάτω κυλιόμενος σφαιρικῶς διὰ τὸ σχῆμα, ἀλλὰ κατ’ εὐθεῖαν ἐφέρετο κατὰ τὴν ἑαυτοῦ βαρύτητα. Πῶς οὖν τὸ πέμπτον στοιχεῖον, ἐξ οὗ ἔστιν ὁ οὐρανός, τὸ πεφυκὸς περὶ τὸ μέσον | |
5 | κινεῖσθαι διὰ τὸ μὴ ἔχειν βαρύτητα ἢ κουφότητα, οὐ κατὰ τὴν οἰκείαν φύσιν ὅλον σὺν τοῖς ἑαυτοῦ μέρεσι φέρεται περὶ τὸ μέσον, ἀλλὰ σφαιρικῶς κατὰ ἀντιμετάστασιν τῶν μερῶν κινεῖται τὴν κίνησιν, οὐκ οὖσαν τῆς τοῦ στοιχείου φύσεως ἀλλὰ τοῦ σφαιρικοῦ σχήματος; Εἰ οὔτε παρὰ φύσιν οὔτε πε‐ | |
10 | ριττὸν οὔτε μάτην ἐστί τι ἐν τοῖς ἀϊδίοις, πῶς οὐκ ἔστιν | |
149C | ὁ οὐρανὸς παρὰ φύσιν κινούμενος, καὶ μάτην ἔχει τοῦ στοι‐ χείου τὴν φύσιν, καθ’ ἣν οὐ κινεῖται, καὶ περιττῶς ὑπὸ τοῦ πρώτως κινοῦντος μὴ κινουμένου κινεῖται κίνησιν, ἣν καὶ χωρὶς ἐκείνου ἠδύνατο κινηθῆναι; Εἰ μὴ τὸ ἠρεμοῦν ἠρέμει ἀεὶ ἐπὶ | |
5 | τοῦ μέσου, οὐκ ἂν τὸ κινούμενον ἀεὶ περὶ τὸ μέσον ἐκινεῖτο. Πῶς οὖν οὐκ ἔστι ψευδὲς τὸ τὸν οὐρανὸν κινεῖσθαι ἀεὶ τῇ ἑαυτοῦ φύσει; Εἰ μὴ τὴν φύσιν καὶ τὴν θέσιν ἣν ἔχει ἔσχεν ἡ γῆ, ὡσαύτως δὲ καὶ ὁ οὐρανὸς εἰ μὴ τὴν φύσιν καὶ | |
149D | τὴν θέσιν ἣν ἔχει ἔσχεν, οὐκ ἂν τὸ κινούμενον ἐκινεῖτο, οὔτ’ ἂν τὸ ἠρεμοῦν ἠρέμει. Πῶς οὖν ἀΐδια ταῦτα καὶ ἀγένητα, ὧν τὸ τὶ εἶναι καὶ τὸ πῶς εἶναί ἐστιν ἑκατέρου διὰ θάτερον· ὅπερ ἐστὶν ἴδιον τῶν γενητῶν; Εἰ ἐν τοῖς ἀϊδίοις οὔτε κατὰ | |
5 | πρόνοιάν ἐστί τι οὔτε τι αὐτόματον (τὰ γὰρ κατὰ πρόνοιαν δεύτερα τῆς προνοίας, καὶ τὸ κατ’ αὐτόματον ἢ παρὰ φύσιν | |
149E | ἢ συμβεβηκὸς ἐν τοῖς κατὰ προαίρεσιν γιγνομένοις ἐστίν· ἀλλὰ τὸ μὲν παρὰ φύσιν δεύτερόν ἐστι τοῦ κατὰ φύσιν· κατὰ γὰρ τὴν ἐκτροπὴν τοῦ κατὰ φύσιν γίνεται τὸ παρὰ φύσιν· | |
καὶ τὸ συμβαῖνον ἐν τοῖς κατὰ προαίρεσιν γινομένοις δεύ‐ | 192 | |
150A | τερόν ἐστι τῆς προαιρέσεως), πῶς ὑπάρχει ἐν τοῖς ἀϊδίοις τὸ εἶναι τόδε τι διὰ τὸ εἶναι ἄλλο τόδε τι, οἷον ἐπειδὴ ὁ οὐρανός ἐστιν ἀναγκαῖον εἶναι καὶ τὴν γῆν, εἰ δὲ γῆ καὶ οὐ‐ ρανός ἐστι; Τοῦτο δὲ προνοίας ἐστὶν ἔργον, τῆς τόδε τὸ | |
5 | πᾶν ἐκ διαφόρων κατ’ οὐσίαν τε καὶ χρείαν μερῶν ποιησά‐ σης. Ἢ ἄρα οὐκ ἀΐδια ὅ τε οὐρανὸς καὶ ἡ γῆ καὶ τὰ ἐν αὐτοῖς πάντα, τὰ πρὸς τὸ εἶναί τε καὶ ποιεῖν καὶ πάσχειν | |
150B | ἀλλήλοις συντελοῦντα, ἢ εἰ ἀΐδια, οὐκ ἀνάγκη τόδε τόδε εἶναι, ἐπειδὴ τόδε τόδε ἐστίν. Μίαν ἀΐδιον ἀνάγκην ὑποθέμενος ὁ Ἀριστοτέλης πολλὰς ἄλλας ἀϊδίους ἀνάγκας ἐκ τῆς ὑπο‐ τεθείσης ἐξήρτησεν. Ἀνάγκη, φησίν, εἶναι κίνησιν ἀΐδιον. | |
5 | Εἰ δὲ κίνησις, ἀνάγκη εἶναι καὶ χρόνον ἀΐδιον· ἀριθμὸς γὰρ κινήσεως ὁ χρόνος. Εἰ δὲ ἀΐδιος ἡ κίνησις, ἀνάγκη ταύτῃ εἶναι συνεχῆ. Εἰ δὲ συνεχὴς ἡ κίνησις, ἀνάγκη εἶναι σῶμα ἁπλοῦν παρὰ τὰ ἐνταῦθα σώματα, μήτε βαρύτητα μήτε κου‐ | |
150C | φότητα ἔχον· τὰ γὰρ βαρέα καὶ κοῦφα σώματα, ἐπειδὴ κατ’ εὐθεῖαν κινεῖται, συνεχῶς κινεῖσθαι οὐ δύναται. Εἰ δὲ συνε‐ χῶς κινεῖται, ἀνάγκη σφαιρικὸν ἔχειν σχῆμα· τούτῳ γὰρ τῷ σχήματι ἐνδέχεται μόνῳ τὴν συνεχῆ γενέσθαι κίνησιν. Εἰ δὲ | |
5 | σφαιρικῶς κινεῖται, ἀνάγκη τὴν γῆν εἶναι ἐν τῷ μέσῳ ἀεὶ ἠρεμοῦσαν, ἵνα περὶ αὐτὴν γίνηται τῆς σφαίρας ἡ κίνησις. Εἰ δὲ ἡ γῆ, ἀνάγκη καὶ τὰ μεταξὺ γῆς τε καὶ πυρὸς σώματα. | |
150D | Εἰ δὲ ταῦτα, ἀνάγκη εἶναι τὴν γένεσιν, ἐπειδὴ ταῦτα ἀΐδια εἶναι οὐ δύναται. Εἰ δὲ ἡ γένεσις, ἀνάγκη εἶναι καὶ ἄλλα ἐγκύκλια σώματα. Ἀλλ’ εἰ, εἰ τόδε τόδε ἐστίν, ἀνάγκη τόδε τόδε εἶναι ἐν τοῖς ἀγενήτοις τε καὶ ἀϊδίοις χώραν οὐκ | |
5 | ἔχει, οὐκ ἄρα ἀΐδιά τε καὶ ἀγένητα τὰ ῥηθέντα. Εἰ δὲ ἀΐδια ταῦτα καὶ ἀγένητα, οὐκ ἄρα τοῦτο δι’ ἐκεῖνο οὔτε ἐκεῖνο | |
διὰ τοῦτο. Ἐπειδὴ εἰ ἡ γῆ ἐστιν, ἀνάγκη καὶ τὸ πῦρ εἶναι | 194 | |
150E | καὶ τὰ μεταξὺ αὐτῶν σώματα, πῶς, εἰ ἡ μὲν γῆ ἀγένητός τε καὶ ἀΐδιος, τὸ πῦρ οὐκ ἀΐδιον, τὸ ὑπάρχον κοῦφόν τε καὶ ἀνωφερές; Εἰ γάρ, ὥς φησιν, ὧν ἐναντίων τὸ θάτερον φύσει καὶ τὸ θάτερον ἀνάγκη φύσει εἶναι, πῶς οὐκ ἄτοπον | |
5 | τὸ τὴν γῆν εἶναι ἀΐδιόν τε καὶ ἀγένητον, τὸ δὲ πῦρ μὴ εἶναι | |
151A | ἀΐδιον, ἢ τὸ πῦρ εἶναι ἀΐδιον, τὴν δὲ γῆν μὴ εἶναι ἀΐδιον, τὰ δι’ ἄλληλα ὄντα; Εἰ διὰ τὴν γένεσιν ἀνάγκη εἶναι ἄλλα ἐγκύκλια σώματα, πῶς οὐχ ἡ γένεσίς ἐστιν αἰτία τῶν ἀϊδίων; Ἀΐδια γὰρ τὰ ἐγκύκλια σώματα, καὶ ἡ γένεσις κατὰ τὴν | |
5 | τούτων κίνησιν. Εἰ δὲ τοῦτο ἄτοπον, οὐκ ἄρα τὰ ἐγκύκλια σώματα ἀγένητα· ὧν γὰρ τὸ εἶναι διὰ τὸ ἄλλα γενέσθαι ἐστί, γενητὰ ταῦτα καὶ οὐκ ἀΐδια. Εἰ ἐνδέχεται ἐν τοῖς ἀϊ‐ | |
151B | δίοις ὑπάρξειν τὸ ὑπάρξον ἐν τοῖς γενητοῖς, τόδε ἀνάγκη εἶναι, ἐπεὶ τόδε ἐστὶ τόδε, οὐδὲν ἄρα διαφέρει τὰ ἀγένητα τῶν γενητῶν· ἐν γάρ, φησί, τοῖς ἀϊδίοις τὸ ἐνδεχόμενον οὐδὲν διαφέρει τοῦ εἶναι. | |
5 | νδʹ. Ἐκ τοῦ αὐτοῦ λόγου. Ἐπειδὴ ἔστι διχῶς ἐπὶ τοῦ κύκλου κινηθῆναι, καὶ οὐκ εἰσὶν ἐναντίαι αὗται. Ἀλλὰ εἰ μηθὲν ὡς ἔτυχε μηδ’ ἀπὸ | |
151C | ταὐτομάτου ἐνδέχεται ἐν τοῖς ἀϊδίοις εἶναι, ὁ δὲ οὐρανὸς ἀΐδιος καὶ ἡ κύκλῳ φορά, διὰ τίνα ποτὲ αἰτίαν ἐπὶ θάτερα φέρεται, ἀλλ’ οὐκ ἐπὶ θάτερα; Ἀνάγκη γὰρ καὶ τοῦτο ἀρ‐ χὴν εἶναι ἢ εἶναι αὐτοῦ ἀρχήν. Εἰ γὰρ ἡ φύσις ἀεὶ ποιεῖ | |
5 | τῶν ἐνδεχομένων τὸ βέλτιστον, ἔστι δὲ καθάπερ τῶν ἐπὶ τῆς εὐθείας φορῶν ἡ πρὸς τὸν ἄνω τόπον τιμιωτέρα (θειότερος γὰρ ὁ τόπος ὁ ἄνω τοῦ κάτω), τὸν αὐτὸν τρόπον καὶ ἡ εἰς | |
151D | τὸ πρόσθεν τῆς εἰς τὸ ὄπισθεν ἔχει, εἴπερ καὶ τὸ δεξιὸν | |
καὶ τὸ ἀριστερόν. Μαρτυρεῖ δ’ ἡ ῥηθεῖσα ἀπορία, ὅτι τὸ πρότερον καὶ τὸ ὕστερον· αὕτη γὰρ ἡ αἰτία λύει τὴν ἀπο‐ ρίαν. Εἰ γὰρ ἔχει ὡς ἐνδέχεται βέλτιστα, αὕτη ἂν εἴη αἰ‐ | 196 | |
5 | τία καὶ τοῦ εἰρημένου· βέλτιστον γὰρ κινεῖσθαι ἁπλῆν τε κίνησιν καὶ ἄπαυστον, καὶ ταύτην ἐπὶ τὸ τιμιώτερον. Εἰ τὸν οὐρανὸν ἡ φύσις ἐποίησε κινηθῆναι εἰς τὸ ἔμ‐ | |
151E | προσθεν καὶ μὴ εἰς τὸ ὀπίσω, ἡ ἀεὶ τῶν ἐνδεχομένων τὸ βέλτιστον ποιουμένη, πῶς ἀΐδιος ὁ οὐρανὸς καὶ ἡ τούτου φορά, ὑπὸ τῆς φύσεως γεγενημένος καὶ τὸ τὴν βελτίστην κι‐ νηθῆναι κίνησιν ἔχων; Εἰ τὴν διαφοράν, ἣν ἔχει ὁ ἄνω τόπος | |
5 | πρὸς τὸν κάτω, ταύτην ἔχει ἡ εἰς τὸ πρόσθεν κίνησις πρὸς τὴν εἰς τὸ ὄπισθεν κίνησιν κατὰ τὸ τιμιώτερον καὶ θειότερον καὶ βέλτιστον, πῶς οὐκ εἰσὶν ἐναντίαι αἱ κινήσεις αὗται το‐ | |
152A | σοῦτον ἀλλήλων διαφέρουσαι; Εἰ τῶν ἁπλῶν σωμάτων ἡ κίνησις ἁπλῆ, οὐ κατὰ τὸ ἐνδεχόμενον ἀλλὰ κατὰ τὸ ἀναγ‐ καῖον, πῶς διχῶς κινηθῆναι δύναται ὁ οὐρανὸς ἁπλοῦν σῶμα ἔχων καὶ κινεῖται ἐνδεχομένως; Εἰ πανταχόθεν ἐστὶν ὁ | |
5 | οὐρανὸς ἴσος ἑαυτῷ, καὶ ἴσα ἔχων τὰ μέρη τοῖς μέρεσι, καὶ ὡς ἐὰν κινηθῇ τὴν σφαιρικήν τε καὶ ἔγκυκλον σώζει κί‐ νησιν, δύναται ἄρα καὶ ἀπὸ μεσημβρίας κινηθῆναι εἰς ἄρκτον καὶ ἀπὸ ἄρκτου εἰς μεσημβρίαν, ὡς δύναται κινηθῆναι ἀπὸ | |
152B | ἀνατολῆς εἰς δύσιν καὶ ἀπὸ τῆς δύσεως εἰς ἀνατολήν. Πῶς οὖν οὐ μάτην ἡ φύσις τῷ σώματι τοῦ οὐρανοῦ ἐνέθηκε το‐ σούτων κινήσεων τὰς δυνάμεις, εἰ τετραχῶς μὲν ἔχει τὰς δυνάμεις, μοναχῶς δὲ κινεῖται; | |
5 | νεʹ. Ἐκ τοῦ αὐτοῦ λόγου. Περὶ δὲ τῶν καλουμένων ἄστρων ἑπόμενον ἂν εἴη λέ‐ | |
γειν, ἐκ τίνων συνεστᾶσι καὶ τίνες αἱ κινήσεις αὐτῶν. Εὐλο‐ | 198 | |
152C | γώτατον δὲ καὶ τοῖς εἰρημένοις ἑπόμενον τὸ ἕκαστον τῶν ἄστρων ποιεῖν ἐκ τούτου τοῦ σώματος ἐν ᾧ τυγχάνει τὴν φορὰν ἔχον, ἐπειδὴ ἔφαμέν τι εἶναι ὃ κύκλῳ φέρεσθαι πέ‐ φυκεν· ὥσπερ γὰρ οἱ πύρινα φάσκοντες εἶναι διὰ τοῦτο λέ‐ | |
5 | γουσιν, ὅτι τὸ ἄνω σῶμα πῦρ εἶναί φασιν, ὡς εὔλογον ὂν ἕκαστον συνεστάναι ἐκ τούτων ἐν οἷς ἕκαστον ἐστίν, ὁμοίως καὶ ἡμεῖς λέγομεν. Ἡ δὲ θερμότης ἀπ’ αὐτῶν καὶ τὸ φῶς γίνεται παρατριβομένου τοῦ ἀέρος ὑπὸ τῆς ἐκείνων φορᾶς. Πέφυκε γὰρ ἡ κίνησις ἐκπυροῦν καὶ λίθους καὶ ξύλα καὶ | |
152D | σίδηρον· εὐλογώτερον οὖν τὸ ἐγγύτερον τοῦ πυρός, ἐγγύτερον δὲ ὁ ἀὴρ οἷον καὶ ἐπὶ τῶν φερομένων βελῶν· ταῦτα γὰρ ἐκπυροῦται οὕτως ὥστε τήκεσθαι τὰς μολυβδίδας, καὶ ἐπεί‐ περ αὐτὰ ἐκπυροῦται, ἀνάγκη καὶ τὸν κύκλῳ αὐτῶν ἀέρα τὸ | |
5 | αὐτὸ πάσχειν. Ταῦτα μὲν οὖν αὐτὰ ἐκθερμαίνεται διὰ τὸ ἐν ἀέρι φέρεσθαι, ὃς διὰ τὴν πληγὴν τῇ κινήσει γίνεται πῦρ· τῶν δὲ ἄνω ἕκαστον ἐν τῇ σφαίρᾳ φέρεται, ὥστε αὐτὰ μὲν μὴ ἐκπυροῦσθαι, τοῦ δὲ ἀέρος ὑπὸ τὴν τοῦ κυκλι‐ | |
152E | κοῦ σώματος σφαῖραν ὄντος ἀνάγκη φερομένης ἐκείνης θερ‐ μαίνεσθαι, καὶ ταύτην μάλιστα ᾗ ὁ ἥλιος τυγχάνει ἐνδεδε‐ μένος. Διὸ δὴ πλησιάζοντός τε αὐτοῦ καὶ ἀνίσχοντος καὶ ὑπὲρ ἡμᾶς ὄντος γίνεται θερμότης. Ὅτι μὲν οὖν οὔτε | |
5 | πύρινά ἐστιν οὔτε ἐν τῷ πυρὶ φέρεται, ταῦθ’ ἡμῖν εἰρήσθω περὶ αὐτῶν. | |
153A | Εἰ ἐκ τῆς αὐτῆς ὕλης, ἐξ ἧς ἐστιν ὁ οὐρανός, ἐκ ταύ‐ της ἐστὶ καὶ τὰ ἄστρα, πῶς οὐκ ἔστι ψευδὲς τὸ Ἐκ πάσης γέγονε τῆς ὕλης ὁ οὐρανός, καὶ τὸ Πᾶσαν τὴν ὕλην περιεί‐ ληφεν; Εἰ τὸ κινούμενον καὶ τῇ κινήσει θερμαντικὸν ἑτέρου | |
5 | γιγνόμενον, ἐὰν μὴ προηγουμένως αὐτὸ τῇ ἑαυτοῦ κινήσει θερμανθῇ, θερμαντικὸν ἑτέρου γενέσθαι οὐ δύναται, πῶς ἡ σφαῖρα καὶ τὰ ἐν αὐτῇ ἄστρα θερμαίνουσι τῇ ἑαυτῶν κινήσει | |
153B | τὸν ἀέρα, αὐτὰ μὴ θερμαινόμενα; Εἰ τὸ τῇ ἑαυτοῦ κινήσει | |
θερμαντικὰς ἐνεργείας ἐκτελοῦν ἀνάγκη τοῦτο ἢ βαρύτητα ἔχειν ἢ κουφότητα, πῶς ὁ οὐρανὸς καὶ τὰ ἐν αὐτῷ ἄστρα μήτε βαρύτητα ἔχοντα μήτε κουφότητα τὰς θερμαντικὰς ἐκ‐ | 200 | |
5 | τελεῖ ἐνεργείας; Εἰ τὰ τὴν αὐτὴν ἔχοντα κινητὴν οὐσίαν, τούτοις ἀνάγκη τὴν αὐτὴν καθ’ αὑτὸ κινεῖσθαι κίνησιν καὶ μὴ κατὰ συμβεβηκός, πῶς οὐκ ἔστιν ὁ ἥλιος κατὰ συμβεβηκὸς | |
153C | κινούμενος, εἰ τῇ σφαίρᾳ ἐνδέδεται; Καὶ περὶ τῶν ἄλλων ἄστρων ὁ αὐτὸς λόγος, εἰ μὴ δι’ ἑαυτῶν κινοῦνται τὰς κατὰ φύσιν αὑτῶν κινήσεις, ἀλλὰ διὰ τῶν σφαιρῶν αἷς εἰσιν ἐνδε‐ δεμένα. Εἰ ἐκ τῆς αὐτῆς ὕλης ἐστὶν ὁ ἥλιος ἧς ἐστιν ὁ οὐρα‐ | |
5 | νός, τῆς μήτε βαρύτητα μήτε κουφότητα ἐχούσης, καὶ σφαιρι‐ κὸν ἔχει τὸ σχῆμα, ὥσπερ ἔχει καὶ ὁ οὐρανός, διὰ τί μὴ ὡσαύ‐ τως κινοῦνται ἀμφότεροι ἢ κατὰ ἀντιμετάστασιν τῶν μερῶν ὥσπερ κινεῖται ὁ ἥλιος; Εἰ οὐδὲν παρὰ φύσιν ἐν τοῖς ἀϊδίοις, | |
153D | πῶς οὐκ ἔστι παρὰ φύσιν τὸ τὴν κίνησιν, ἣν ἔχει τις κατὰ φύσιν, ταύτην μὴ δι’ ἑαυτοῦ κινεῖσθαι ἀλλὰ δι’ ἑτέρου; Κι‐ νοῦνται γὰρ ὅ τε ἥλιος καὶ τὰ ἄστρα οὐ δι’ ἑαυτῶν, ἀλλὰ διὰ τῶν σφαιρῶν ἐν αἷς εἰσιν ἐνδεδεμένοι. Εἰ, ὥσπερ τὰ γενητὰ | |
5 | κατὰ λόγον ἐστὶν ὃ γέγονεν, οὕτως καὶ τὰ ἀγένητα κατὰ λόγον ἐστὶν ὅ ἐστιν, ὕστερα ἄρα τοῦ λόγου τὰ ἀγένητα. Εἰ | |
153E | δὲ τοῦτο ἀδύνατον, οὐκ ἄρα κατὰ λόγον ἐστὶ τὰ ἀγένητα. Μὴ ὄντων δὲ αὐτῶν κατὰ λόγον, πῶς ἕκαστον αὐτῶν χρειωδῶς ἐστιν ὅ ἐστι καὶ ἔχει ὃ ἔχει καὶ ποιεῖ ὃ ποιεῖ; Τὰ γὰρ χρειω‐ δῶς ὄντα λόγου τε καὶ προνοίας ἐστὶν ἔργα. Εἰ ἀκολουθεῖ | |
5 | τοῖς γενητοῖς τὸ ἐκ λόγου εἶναι καὶ ὕλης, οὐκ ἄρα ἐκ λόγου καὶ ὕλης τὰ ἀγένητα. Πῶς οὖν ἀγένητα ὅ τε οὐρανὸς καὶ τὰ ἐν αὐτῷ πάντα καὶ ἔστιν ἐκ λόγου καὶ ὕλης; Εἰ, καθὰ εἶπεν ὁ | |
154A | Ἀριστοτέλης, ἐν τοῖς ἀϊδίοις οὐδὲν μάτην οὐδὲ παρὰ φύσιν, πῶς ἀφ’ ὧν εἶπε περὶ τῆς τοῦ ἡλίου κινήσεως συμβαίνει τῷ ἡλίῳ ἀμφότερα, καὶ τὸ μάτην καὶ τὸ παρὰ φύσιν; Εἰ γὰρ τοῦ ἡλίου τῇ κινούσῃ αὐτὸν σφαίρᾳ μὴ ἐνδεδεμένου τὴν αὐτὴν κατὰ | |
5 | φύσιν ἐκινεῖτο κίνησιν ἣν νῦν κινεῖται, πῶς οὐ μάτην ἐνεδέθη τῇ σφαίρᾳ; Εἰ δὲ μὴ ταύτην ἐκινεῖτο κατὰ φύσιν, ἀλλ’ ἑτέ‐ ραν παρὰ ταύτην εἴτε τῷ ποσῷ εἴτε τῷ ποιῷ, πῶς οὐ παρὰ | |
φύσιν κινεῖται νῦν; | 202 | |
154B | νϛʹ. Ἐκ τοῦ αὐτοῦ λόγου. Τοὺς μὲν κύκλους κινεῖσθαι, τὰ δὲ ἄστρα ἠρεμεῖν καὶ ἐνδεδεμένα τοῖς κύκλοις φέρεσθαι. Εἰ μὲν κατὰ φύσιν ἠρεμεῖ ἐν τοῖς κύκλοις τὰ ἄστρα, | |
5 | μάτην ἐνδέδεται τοῖς κύκλοις, εἰ δὲ παρὰ φύσιν ἠρεμεῖ, δῆλον ὅτι βίᾳ ἠρεμεῖ· ἀλλὰ ἐν τοῖς ἀϊδίοις οὐθὲν οὔτε μάτην οὔτε παρὰ φύσιν. Οὐκ ἄρα εὗρεν ὁ Ἀριστοτέλης τὸν περὶ τῆς | |
154C | τῶν ἄστρων κινήσεως λόγον· ἀΐδια γὰρ λέγει τὰ ἄστρα, καὶ ἐν οἷς εἶπε περὶ τῆς αὐτῶν κινήσεως ἀμφότερα φαίνεται, τὸ μάτην καὶ παρὰ φύσιν. Εἰ ἀΐδια μὲν τὰ ἄστρα, ἀΐδιος δὲ καὶ ὁ οὐρανὸς ἐν ᾧ ἐστι τὰ ἄστρα δεδεμένα, καὶ θεὸς ἕκα‐ | |
5 | στον αὐτῶν προσηγόρευται, πῶς οὐκ εἰσὶ θεοὶ ὑπὸ θεῶν συ‐ ρόμενοι; Τὰ γὰρ τῷ κινουμένῳ ἐνδεδεμένα συρομένως κινεῖ‐ ται. Εἰ ἄλλη ἡ σύνθεσις οὐσίας (ἐξ ὕλης γὰρ καὶ εἴδους) | |
154D | καὶ ἄλλη ἡ σύνθεσις ἡ ἐκ τῶν οὐσίαν ἐχόντων μερῶν, πῶς ἀΐδια ταῦτα λέγεται τὰ ἀμφοτέρας ἔχοντα τὰς συνθέσεις; Ὁ γὰρ οὐρανός, ἔχων τὸν ἥλιον καὶ τὰ ἄστρα ἐνδεδεμένα μέρη, σύνθετος ἐξ αὐτῶν ἐστιν· ἔχων γὰρ ταῦτα ἐν ἑαυτῷ | |
5 | ἐστιν ὁ οὐρανός. | |
154E | νζʹ. Ἐκ τοῦ αὐτοῦ λόγου. Πρὸς δὲ τούτοις ἄλογον τὸ μηθὲν ὄργανον αὐτοῖς ἀπο‐ δοῦναι τὴν φύσιν πρὸς τὴν κίνησιν· οὐθὲν γὰρ ὡς ἔτυχε ποιεῖ ἡ φύσις, οὐδὲ τῶν μὲν ζώων φροντίσαι, τῶν δὲ οὕτω | |
5 | τιμίων ὑπεριδεῖν, ἀλλ’ ἔοικεν ὥσπερ ἐπίτηδες ἀφελεῖν πάντα δι’ ὧν ἐνδέχεται προϊέναι καθ’ αὑτά. | |
155A | Εἰ τῶν ἀϊδίων τε καὶ ἀγενήτων οὐδείς ἐστι ποιητής, οὐδὲ φροντίδι τινός εἰσιν ἅ εἰσιν ἢ ἔχουσιν ἃ ἔχουσι κατὰ φύσιν, πῶς, εἰ ἀγένητός ἐστιν ὁ οὐρανὸς καὶ τὰ ἐν τῷ οὐ‐ ρανῷ φαινόμενα συναγένητα ὑπάρχει αὐτῷ, τὴν φύσιν ἔχει | |
5 | ποιητήν τε καὶ φροντιστὴν τῶν πρὸς τὴν σύστασιν αὐτῶν | |
τελουμένων; Εἰ ἥρμοττε τῷ περὶ τῆς κινήσεως τῶν ἀϊδίων τὸν λόγον ποιουμένῳ τὸ λέγειν τὴν φύσιν μηδὲν ὡς ἔτυχε | 204 | |
155B | ποιεῖν, πῶς οὐκ ἔστι δῆλον ὅτι ἔργα εἰσὶ τῆς φύσεως ὅ τε οὐρανὸς καὶ τὰ ἐν τῷ οὐρανῷ φαινόμενα, τῆς ἀφελούσης αὐτῶν τὰ ὄργανα τῆς κινήσεως; νηʹ. Ἐκ τοῦ αὐτοῦ λόγου. | |
5 | Ἐπεὶ οὖν δεῖ τὸν μὲν οὐρανὸν κινεῖσθαι τὴν ἑαυτοῦ κίνησιν, τὰ δ’ ἄλλα ἄστρα μὴ προϊέναι δι’ αὑτῶν, εὐλόγως ἂν ἑκάτερον εἴη σφαιροειδές· οὕτω γὰρ ἂν μάλιστα τὸ μὲν | |
155C | κινηθήσεται, τὸ δὲ ἠρεμήσει. Εἰ τὸ ἠρεμοῦν ἐκεῖνο λέγεται τὸ δυνάμενον κινηθῆναι τὴν κίνησιν ἐκείνην ἀφ’ ἧς ἠρεμεῖ, πῶς ἠρεμεῖ τὰ ἄστρα ἰδίαν οὐκ ἔχοντα κίνησιν, καθ’ ἣν κινεῖσθαι ἐχρῆν; Εἰ δὲ | |
5 | δύναμιν μὲν ἔχει τοῦ κινεῖσθαι, κωλύεται δὲ διὰ τὸ ἐνδε‐ δέσθαι τῇ σφαίρᾳ, πῶς οὐ παρὰ φύσιν ἔχει τὸ κινεῖσθαι ἀεί; Εἰ τοῖς ἀεὶ κινουμένοις ὡς ἁρμόδιον ἐδόθη τὸ σφαιρι‐ | |
155D | κὸν σχῆμα, πῶς τῶν ἐχόντων τὸ σφαιρικὸν σχῆμα τὸ μὲν κινεῖται ἀεὶ ὡς ὁ οὐρανός, τὸ δὲ ἀεὶ ἠρεμεῖ ὡς τὰ ἄστρα; νθʹ. Ἐκ τοῦ αὐτοῦ λόγου. Ὥστε, ἐπείπερ οὐ φαίνεται τοῦτο ἀεὶ συμβαῖνον, οὔτε | |
5 | ἂν ἔμψυχον οὔτε βίαιον φέροιτο φορὰν οὐθὲν αὐτῶν, ὥσπερ | |
155E | τὸ μέλλον ἔσεσθαι προνοούσης τῆς φύσεως, ὅτι μὴ τοῦτον τὸν τρόπον ἐχούσης τῆς κινήσεως οὐθὲν ἂν ἦν τῶν περὶ τὸν δεῦρο τόπον ὁμοίως ἔχον. Πῶς οὖν ἀΐδια καὶ ἀγένητα τὰ κατὰ τὴν πρόνοιαν τῆς | |
5 | φύσεως τὸ εἶναι τοιάδε καὶ τὸ κινεῖσθαι τοιῶσδε εἰληφότα; Τὰ γὰρ κατὰ πρόνοιαν δεύτερα τῆς προνοίας, καὶ τὰ ἀΐδια οὐδενός ἐστι δεύτερα. Εἰ τὸ μέλλον ἔσεσθαι πρὸ τοῦ εἶναι | |
156A | οὐκ ἦν, πῶς ἐνδέχεται περὶ τοῦ οὐρανοῦ καὶ τῶν ἄστρων καὶ τῆς αὐτῶν κινήσεως ἀμφότερα εἶναι ἀληθῆ, τὸ μέλλον ἔσεσθαι καὶ τὸ ἀΐδια καὶ ἀγένητα αὐτὰ εἶναι; Τὸ γὰρ μέλλον οὔπω ἐστί, καὶ τὸ ἀΐδιόν τε καὶ ἀγένητον πάντοτε ἔνεστιν. Εἰ | 206 |
5 | ἕνεκα τοῦ τὰ περὶ τὸν δεῦρο τόπον ὡς ἔσχεν ὁμοίως ἔχειν τὸν εἰρημένον τρόπον τῆς κινήσεως τοῦ οὐρανοῦ ἡ φύσις προενόη‐ σεν εἶναι, πῶς ἀΐδιά τε καὶ ἀγένητα ταῦτα, ἃ ἕνεκεν τῶν γε‐ νητῶν ἐστιν ὡς ἔστι καὶ κινεῖται ὡς κινεῖται; | |
156B | ξʹ. Ἐκ τοῦ αὐτοῦ λόγου. Ἐπειδὴ γὰρ δέδεικται ὅτι οὐ πεφύκασι κινεῖσθαι δι’ αὑτῶν, ἡ δὲ φύσις οὐδὲν ἀλόγως οὐδὲ μάτην ποιεῖ, δῆλον ὅτι καὶ σχῆμα τοιοῦτον ἀποδέδωκε τοῖς ἀκινήτοις ὃ ἥκιστά | |
5 | ἐστι κινητικόν. Ἥκιστα δὲ κινητικὸν ἡ σφαῖρα διὰ τὸ μηδὲν ἔχειν ὄργανον πρὸς τὴν κίνησιν. Ὥστε δῆλον ὅτι σφαιροειδῆ ἂν εἴη τὸν ὄγκον. | |
156C | Εἰ ἡ φύσις δέδωκε τοῖς ἀεὶ κινητοῖς τὸ σφαιρικὸν σχῆμα ἐπιτήδειον πρὸς τὴν εὐκινησίαν, πῶς οὐκ ἔστι τὰ ἄστρα μάτην εἰληφότα σχῆμα τοιοῦτον, ἐνδεδεμένα τοῖς κύκλοις καὶ τὴν κατὰ φύσιν αὑτῶν μὴ δυνάμενα ἐκτελεῖν κίνησιν; Εἰ οὐ | |
5 | πεφύκασι τὰ ἄστρα δι’ αὑτῶν κινεῖσθαι, οὐκ ἄρα ἔχουσι κατὰ φύσιν τὴν ἀΐδιον κίνησιν. Πῶς οὖν εἰσιν ἐκ τοῦ αὐτοῦ στοιχείου ἐξ οὗ καὶ ὁ οὐρανός, τοῦ μήτε βαρύτητα ἔχοντος | |
156D | μήτε κουφότητα; Εἰ ὁ μὲν οὐρανὸς διὰ τὸ εἶναι αὐτὸν ἐκ τοιούτου στοιχείου καὶ διὰ τὸ σφαιρικὸν ἔχειν τὸ σχῆμα πέφυκε περὶ τὸ μέσον κινεῖσθαι ἀεὶ δι’ ἑαυτοῦ, τὰ δὲ ἄστρα ἐκ τοῦ αὐτοῦ ὄντα στοιχείου καὶ τὸ αὐτὸ ἔχοντα σχῆμα οὐ | |
5 | πεφύκασι κινεῖσθαι δι’ ἑαυτῶν, μάτην ὡς ἔοικε δέδωκεν αὐ‐ τοῖς ἡ φύσις οὐσίαν τε καὶ σχῆμα πρὸς τὴν ἀεὶ κίνησιν ἐπιτήδειον, εἰ στάσιν ἔχουσιν ἀκίνητον. Τὸ οὐσίαν ἔχειν καὶ σχῆμα ἀεὶ κινητὸν τὰ ἄστρα καὶ στάσιν ἀκίνητον πῶς | |
156E | οὐκ ἔστι δεῖγμα τῆς ἀλόγου τε καὶ ματαίας ποιήσεως τῆς παρὰ τὴν φύσιν πεποιηκυίας ἠρεμεῖν τὰ ἄστρα; Εἰ τῶν ἀγενήτων τε καὶ ἀϊδίων αἱ οὐσίαι πάσης ποιήσεως τῆς τε κατὰ τὸν λόγον καὶ τῆς παρὰ τὸν λόγον ἀνώτεραί εἰσι, πῶς, | 208 |
157A | εἰ ἀγένητος ὁ οὐρανὸς καὶ τὰ ἄστρα, κατὰ πρόνοιαν τῆς φύ‐ σεως τῆς μηθὲν ἀλόγως μήτε ματαίως ποιούσης εἰσὶν ὅ εἰσι καὶ ἔχουσιν ἃ ἔχουσιν; Εἰ οὐκ ἐχρῆν κινεῖσθαι τὰ ἄστρα, διὰ τί ὅλως κινοῦνται δι’ ἑτέρων; Εἰ δὲ ἐχρῆν κινεῖσθαι, διὰ τί | |
5 | μὴ δι’ ἑαυτῶν κινοῦνται ἀλλὰ δι’ ἑτέρων, δυναμένης τῆς φύ‐ σεως ποιεῖν αὐτὰ κινεῖσθαι δι’ ἑαυτῶν τὴν κίνησιν ἣν νῦν κι‐ νοῦνται δι’ ἑτέρων, τῆς ἐν εὐκινητοτάτῃ αὐτῶν οὐσίᾳ πεποιη‐ κυίας αὐτὰ ἀκίνητα καθ’ αὑτά; Εἰ ἐν τοῖς ἀϊδίοις οὐδὲν | |
157B | παρὰ φύσιν, παρὰ φύσιν δὲ τὸ οὐσίαν μὲν καὶ σχῆμα ἔχειν ἀεὶ κινητόν, στάσιν δὲ ἀκίνητον, ἄρα οὐκ ἀΐδια τὰ ἐν οἷς τι παρὰ φύσιν, ἢ ψευδὲς τὸ ἐν τοῖς ἀϊδίοις οὐδὲν παρὰ φύσιν. Εἰ οὐδὲν τῶν ἀγενήτων οὔτε ὃ ἔχει οὔτε ὃ μὴ ἔχει | |
5 | κατὰ πρόνοιάν τινος ἔχει ἢ οὐκ ἔχει, πῶς, εἰ ἀγένητος ὁ οὐ‐ ρανὸς καὶ τὰ ἄστρα, κατὰ πρόνοιαν τῆς φύσεως ὄργανον μὲν οὐκ ἔχει κινήσεως, σχῆμα δὲ ἔχει σφαιρικὸν ἀντὶ τοῦ ὀργάνου, πρὸς τὴν συνεχῆ κίνησιν ἐπιτηδειότερον ὂν τῶν πορευτικῶν ὀργάνων; | |
157C | ξαʹ. Ἐκ τοῦ αὐτοῦ λόγου. Ἡ μὲν πρώτη μία οὖσα πολλὰ κινεῖ τῶν σωμάτων τῶν θείων, αἱ δὲ πολλαὶ οὖσαι ἓν μόνον ἑκάστη· τῶν γὰρ πλα‐ νωμένων ἓν ὁτιοῦν πλείους φέρεται φοράς. Ταύτῃ οὖν ἀνι‐ | |
5 | σάζει ἡ φύσις καὶ ποιεῖ τινα τάξιν, τῇ μὲν μιᾷ πολλὰ ἀποδιδοῦσα σώματα, τῷ δὲ ἑνὶ σώματι πολλὰς φοράς. Ἐν πολλαῖς γὰρ σφαίραις ἡ μία σφαῖρα ἐνδεδεμένη φέρεται, | |
157D | ἑκάστη δὲ σφαῖρα σῶμα τυγχάνει ὄν. | |
Εἰ τῶν ἀγενήτων τε καὶ ἀϊδίων οὐσιῶν ποιητὴς οὐδείς, πῶς ἀΐδιά τε καὶ ἀγένητα ταῦτα, ὧν ἡ φύσις τῆς τάξεώς ἐστι ποιητής, τῇ μὲν μιᾷ ἀποδιδοῦσα πολλὰ σώματα, τῷ | 210 | |
5 | δὲ ἑνὶ σώματι πολλὰς φοράς, τὰ πλήθη τῶν τοῦ ἑνὸς σώ‐ ματος φορῶν ἰσάζουσα τῷ πλήθει τῶν σωμάτων. Εἰ τὰ ἀγένητα ταῦτα καὶ ἀποίητα, πῶς ἐνδέχεται ἐν τοῖς ἀγενήτοις | |
157E | πεποιημένην εἶναι τάξιν φυσικήν; Σφαῖρα σφαίρᾳ ἐνδεδε‐ μένη, τὴν αὐτὴν ἔχουσα οὐσίαν ἣν ἔχει ἡ σφαῖρα ᾗ ἐνδέδεται, πῶς οὐ φαίνεται ἀμφοτέρας ἔχουσα τὰς ἀτοπίας τὰς ἐν τοῖς ἀϊδίοις μὴ ὑπαρχούσας, τὸ μάτην ἔχειν τὴν κινητὴν οὐ‐ | |
158A | σίαν καθ’ ἣν οὐ κινεῖται, καὶ τὸ παρὰ φύσιν κινεῖσθαι κατὰ συμβεβηκός; ξβʹ. Ἐκ τοῦ τρίτου λόγου Περὶ οὐρανοῦ. Τῶν φύσει λεγομένων τὰ μέν εἰσιν οὐσίαι, τὰ δὲ ἔργα | |
5 | καὶ πάθη τούτων· λέγω δὲ οὐσίας μὲν τὰ ἁπλᾶ σώματα, οἷον πῦρ καὶ γῆν καὶ τὰ σύστοιχα τούτοις, καὶ ὅσα ἐκ τού‐ | |
158B | των, τόν τε σύνολον οὐρανὸν καὶ τὰ μόρια τούτου, πάλιν τά τε ζῶα καὶ τὰ φυτὰ καὶ τὰ μόρια τούτων. Ὁ εἰρηκὼς τὸν οὐρανὸν εἶναι ἐξ ἁπλοῦ τινος στοιχείου ἑτέρου ὄντος παρὰ τὰ ἐνταῦθα στοιχεῖα, καὶ ὅτι οὐκ ἐνδέχεται | |
5 | οὐρανὸν ἄλλον γενέσθαι διὰ τὸ τοῦτον πᾶσαν περιειληφέναι τὴν ὕλην, πῶς νῦν λέγει ἐκ τῶν αὐτῶν εἶναι στοιχείων τὸν οὐρανόν, ἐξ ὧν καὶ τὰ ζῶα καὶ τὰ φυτά; Ἀλλ’ εἰ μὲν ἄλλον οὐρανὸν λέγει ἐξ ἄλλων στοιχείων γενέσθαι, πῶς οὐ ψεύδεται | |
158C | λέγων· Οὐκ ἐνδέχεται ἄλλον οὐρανὸν εἶναι πλὴν ἑνός; Εἰ δὲ τὸν αὐτὸν λέγει οὐρανὸν ποτὲ μὲν ἐξ ἄλλου θειοτέρου στοι‐ χείου παρὰ τὰ ἐνταῦθα ποτὲ δὲ ἐκ τῶν αὐτῶν στοιχείων, πῶς οὐκ ἔστι θατέρως ψευδόμενος; | |
5 | ξγʹ. Ἐκ τοῦ αὐτοῦ λόγου. Περὶ μὲν οὖν τοῦ πρώτου τῶν στοιχείων εἴρηται, καὶ | |
ποῖόν τι τὴν φύσιν, καὶ ὅτι ἄφθαρτον καὶ ἀγένητον. | 212 | |
158D | Εἰ στοιχεῖόν ἐστι τὸ ἐξ οὗ γίγνεται τὸ γιγνόμενον ἐνυ‐ πάρχον αὐτῷ, πῶς ἐνδέχεται τὸ αὐτὸ καὶ στοιχεῖον εἶναι καὶ ἀγένητον; Εἰ πρῶτον τὸ στοιχεῖον καὶ ὕστερον τὸ ἐκ τοῦ στοιχείου, πῶς ἀγένητον τὸ στοιχεῖον, ἐξ οὗ ὁ οὐρανός, καὶ | |
5 | συναγένητος αὐτῷ ὁ οὐρανός; Εἰ διὰ τοῦτο ἀγένητον τὸ στοι‐ χεῖον ὅτι οὐκ ἐκ στοιχείου, πῶς ἀγένητος ὁ οὐρανὸς ὁ ὢν ἐκ στοιχείου; | |
158E | ξδʹ. Ἐκ τοῦ αὐτοῦ λόγου. Ἀΐδια μὲν οὖν εἶναι ἀδύνατον· ὁρῶμεν γὰρ καὶ πῦρ καὶ ὕδωρ καὶ ἕκαστον τῶν ἁπλῶν σωμάτων διαλυόμενον. Ὥστ’ ἀνάγκη γενητὰ καὶ φθαρτὰ εἶναι τὰ στοιχεῖα τῶν | |
5 | σωμάτων. | |
159A | Εἰ στοιχεῖον τῶν σωμάτων ἐστὶ καὶ ἡ γῆ, πῶς τὴν μὲν γῆν συναΐδιόν τε καὶ συναγένητον εἴρηκας τῷ οὐρανῷ, τὰ δὲ ἄλλα στοιχεῖα γενητὰ καὶ φθαρτά; ξεʹ. Ἐκ τοῦ αὐτοῦ λόγου. | |
5 | Τῶν στοιχείων ἡ γένεσις ἐξ ἀλλήλων. | |
159B | Πῶς γίνεται ἐξ ἀλλήλων τὰ στοιχεῖα πρῶτον μὴ γινομέ‐ νων κατὰ τὴν γένεσιν τὴν ἐξ ἀλλήλων; Ταύτην γὰρ τὴν γέ‐ νεσιν ἀνάγκη προηγεῖσθαι ἐκείνης τῆς γενέσεως· ὄντων γὰρ αὐτῶν μεταβάλλεται εἰς ἄλληλα καὶ γίνονται ἐξ ἀλλήλων. | |
196A | ΠΡΟΣ ΤΟΥΣ ΕΛΛΗΝΑΣ. | |
196B | αʹ. Ἡ φύσις ἡ ποιοῦσα τὰ φυσικά, ἐὰν μὴ προηγουμέ‐ νως γίνηται ὑπὸ τοῦ μὴ κατὰ φύσιν ποιοῦντος, οὔτε ὑπάρχει οὔτε ποιεῖ. | |
βʹ. Ὅτι οὐχ ἁπλῶς πᾶν πρᾶγμα γενητόν τε καὶ φθαρτὸν | 214 | |
5 | ἐν τῇ γενέσει ἔχει τὸν τετραμερῆ χρόνον, ἀρχὴν καὶ ἐπίδοσιν, | |
196C | ἀκμὴν καὶ παρακμήν, ἀλλὰ τὸ φύσει ἢ τέχνῃ γινόμενον. γʹ. Εἰ τοῖς ἡμετέροις ὀνόμασι καλεῖται ὁ θεὸς πᾶν εἴ τι καλεῖται, οὐκ ἔστιν ἀνάγκη ἕπεσθαι τῷ θεῷ διὰ τὸ ὄνομα ὅσα ἕπεται τῷ ἡμετέρῳ ὀνόματι. Καλεῖται δὲ ὁ θεὸς καὶ | |
5 | ἀλήθεια καὶ ἀγαθός· καὶ τῇ μὲν ἀληθείᾳ ἀντίκειται τὸ ψεῦ‐ δος, τῷ δὲ ἀγαθῷ τὸ κακόν, τῷ δὲ θεῷ οὐδὲν ἀντίκειται. Τοῦτο μὴ νοήσας ὁ Πλάτων ὑπεναντίον τι ἐδογμάτισε τῷ θεῷ, κακὸν ἀναγκαῖόν τε καὶ ἀΐδιον. | |
196D | δʹ. Οὐκ ἔστι τὸ ὂν μὴ τόδε τι ὄν, οἷον οὐκ ἔστι σῶμα μὴ τόδε σῶμα ὄν. Ἀλλ’ εἰ ἡ ὕλη τὸ εἶναι τόδε οὐκ ἔχει, οὐδ’ ἄρα τὸ εἶναι ἔχει· ἀχώριστον γὰρ τὸ εἶναι τοῦ τόδε εἶναι. | |
5 | εʹ. Ἡ φύσις καὶ ἡ τέχνη ἐκ τῶν οὐσιῶν ποιοῦσιν ἅπερ ποιοῦσιν, οἷον ἐκ σπέρματος ποιεῖ ἡ φύσις τὸν ἄνθρωπον καὶ | |
196E | ἐξ ἀνθρώπου τὸ σπέρμα· οὐσίαι δέ εἰσι τό τε σπέρμα καὶ ὁ ἄνθρωπος. Ὡσαύτως καὶ αἱ τέχναι ποιοῦσιν ἐκ τοῦ χαλκοῦ ἀνδριάντα καὶ ἐκ πλίνθων οἰκίαν· οὐσίαι δ’ εἰσὶν ὅ τε χαλκὸς καὶ αἱ πλίνθοι. Τοίνυν τῆς ὕλης οὐκ οὔσης οὐσίας, τίς | |
5 | ἐστιν ὁ ποιήσας ἐξ αὐτῆς τὰ γεγονότα ἐξ αὐτῆς, τῆς φύσεώς τε καὶ τέχνης ἀδυνατούσης ποιεῖν τι ἐκ μὴ οὐσίας; | |
197A | ϛʹ. Εἰ, καθώς φησιν Ἀριστοτέλης, ἔστι σῶμα μήτε βαρὺ μήτε κοῦφον μήτε ἓν τῶν τεσσάρων στοιχείων μήτε ἐκ τῶν τεσσάρων στοιχείων, δῆλον ὅτι, εἰ ἀληθὲς τοῦτο, ἔσται σῶμα μήτε θερμὸν μήτε ψυχρὸν μήτε κατὰ φύσιν μήτε κατὰ | |
5 | πάθος· τὸ γὰρ κατὰ φύσιν ἢ κατὰ πάθος θερμὸν ἢ ψυχρὸν ἢ τῶν τεσσάρων στοιχείων ἐστὶν ἢ ἐκ τῶν τεσσάρων ἐστὶ στοιχείων. Εἰ δὲ σῶμα οὐκ ἔστι μήτε κατὰ φύσιν θερμὸν ἢ | |
ψυχρὸν μήτε κατὰ πάθος, οὐδ’ ἄρα ἐστὶ σῶμα μήτε βαρὺ μήτε κοῦφον μήτε ὂν τῶν τεσσάρων στοιχείων μήτε ὂν ἐκ | 216 | |
197B | τῶν τεσσάρων στοιχείων. Πῶς οὖν λέγει θερμὸν εἶναι τὸν αἰθέρα διὰ τὴν κίνησιν τοῦ οὐρανίου σώματος καὶ τῶν ἐν αὐτῷ κινουμένων σωμάτων; Τὰ γὰρ ταῖς κινήσεσι θερμαί‐ νοντα σώματα πρὸ τῶν θερμαινομένων ὑπ’ αὐτῶν θερ‐ | |
5 | μαίνεται· ἀλλ’ εἰ θερμαίνεται, δῆλον ὅτι κατὰ πάθος θερμαί‐ νεται· εἰ δὲ κατὰ πάθος, δῆλον ὅτι κατὰ ἀλλοίωσιν· εἰ δὲ κατὰ ἀλλοίωσιν, δῆλον ὅτι κατὰ μεταβολήν· εἰ δὲ κατὰ μετα‐ βολήν, δῆλον ὅτι ἐκ τοῦ ἐναντίου εἰς τὸ ἐναντίον μεταβάλ‐ | |
197C | λεται. Ἐναντίον δὲ τῷ ψυχρῷ τὸ θερμόν· ἐκ τοῦ ψυχροῦ ἄρα εἰς τὸ θερμὸν μεταβάλλεται. Ἀλλ’ ἐπειδὴ οὐκ ἔστι σῶμα ἐκ τοῦ ψυχροῦ εἰς τὸ θερμὸν κατὰ πάθος μεταβαλλόμε‐ νον, μὴ ὂν μήτε τῶν τεσσάρων στοιχείων μήτε ἐκ τῶν τεσ‐ | |
5 | σάρων στοιχείων, διὰ τοῦτο οὐκ ἔστι τὸ οὐράνιον σῶμα ἕτερον στοιχεῖον παρὰ τὰ τέσσαρα στοιχεῖα· θερμαίνεται γὰρ κατὰ πάθος ἐκ τοῦ ψυχροῦ εἰς τὸ θερμὸν μεταβαλλόμενον. | |
197D | ζʹ. Εἰ τὰ ἐκ τῆς κινήσεως θερμαινόμενα σώματα τῷ πλείονι τῆς κινήσεως πλειόνως θερμαίνεται, πῶς, εἰ κατὰ τὸν Ἀριστοτέλην σῶμά ἐστιν ὁ ἥλιος οὐ κατὰ φύσιν θερμὸν ἀλλὰ κατὰ κίνησιν, τῷ πλείονι τῆς κινήσεως πλειόνως | |
5 | οὔτε θερμαίνεται οὔτε θερμαίνει, ἀλλὰ ἀεὶ τῷ ἀνίσῳ τῆς κινήσεως τὸ ἴσον ἔχει τῆς θερμότητος; ηʹ. Εἰ κατὰ τὸν Ἀριστοτέλην ὅρος τῆς οὐσίας ἐστὶ τὸ τῶν ἐναντίων ἀνὰ μέρος δεκτικόν, πῶς λέγει πάλιν ὁ αὐτὸς Ἀριστοτέλης τὴν ὕλην μὴ εἶναι οὐσίαν, οὖσαν τῶν ἐναντίων | |
197E | ἀνὰ μέρος δεκτικήν, τῆς στερήσεως γὰρ καὶ ἕξεως; θʹ. Εἰ ὁ στερούμενος τοῦ εἶναι τόδε οὗτος καὶ τοῦ εἶναι ἐστέρηται, πῶς λέγει ὁ Ἀριστοτέλης ἀδύνατον ἐκ τοῦ πάντη μὴ ὄντος γενέσθαι τι, τῆς ὕλης κατ’ αὐτὸν ἀμφο‐ | 218 |
5 | τέρων στερουμένης, καὶ τοῦ εἶναι καὶ τοῦ τόδε εἶναι; | |
198A | ιʹ. Εἰ ἐκ τοῦ πάντη μὴ ὄντος οὐ γίνεταί τι, δῆλον ὅτι ἐκ τοῦ ὄντος γίνεταί τι. Ἀλλ’ εἰ ἡ ὕλη τοῦτο, πῶς ἀλη‐ θεύει Ἀριστοτέλης λέγων τὴν ὕλην οὐκ ὄν; ιαʹ. Εἰ μὴ ἀλλοιοῦται ἡ ὕλη, οὐ δυνατὸν γενέσθαι τι | |
5 | ἐξ αὐτῆς. Ἀλλ’ εἰ πᾶν τὸ ἀλλοιούμενον ἐκ τοῦδε εἰς τόδε ἀλλοιοῦται, οὐκ ἔστι δὲ ἡ ὕλη τόδε, οὐκ ἄρα ἀλλοιοῦται· διὸ οὐδὲ γίνεταί τι ἐξ αὐτῆς. | |
198B | ιβʹ. Εἰ ἐκ τοῦ τυχόντος εἰς τὸ τυχὸν οὐ γίνεται μετα‐ βολή, ἀλλὰ εἰς τὸ ἐναντίον ἐν τῷ αὐτῷ γένει, οἷον ἐν τῇ ποιότητι οὐ γίνεται μεταβολὴ ἐκ τοῦ λευκοῦ εἰς τὸ μέγα ἀλλ’ εἰς τὸ μέλαν, κατὰ τί οὖν μεταβάλλεται ἡ ὕλη ἐν τῇ | |
5 | γενέσει τῶν ἐξ αὐτῆς γινομένων οὐσιῶν, μηδὲν ἔχουσα δυ‐ νάμενον μεταβάλλεσθαι; ιγʹ. Εἰ, ὥσπερ ἐν τοῖς ζωϊκοῖς τὸ ζῶον καὶ ἐν τοῖς χρωϊκοῖς τὸ χρῶμα, οὕτως καὶ ἐν τοῖς ὑλικοῖς ἡ ὕλη, πῶς | |
198C | ἀναιρουμένων τῶν ζωϊκῶν συναναιρεῖται τὸ ζῶον καὶ ἀναι‐ ρουμένων τῶν χρωϊκῶν ἀναιρεῖται τὸ χρῶμα, καὶ ἀναιρουμέ‐ νων τῶν ὑλικῶν οὐκ ἀναιρεῖται ἡ ὕλη; Εἰ δὲ συναναιρεῖται τοῖς ὑλικοῖς ἡ ὕλη, πῶς προϋπάρχει τῶν ὑλικῶν ἡ ὕλη; | |
5 | ιδʹ. Εἰ τὸ ἀπέχειν καὶ τὸ μετέχειν τῶν ὄντων ἐστί, δῆλον ὅτι τὸ πάντη μὴ ὂν οὔτε ἀπέχει τινὸς οὔτε μετέχει. Πῶς οὖν μετέχει ἡ ὕλη τῆς στερήσεως, καὶ τῶν ὄντων οὐκ ἔστιν; | |
198D | ιεʹ. Εἰ ἀδύνατον τὸ αὐτὸ ἐν τῷ αὐτῷ ἀμφοτέρας κινεῖ‐ σθαι τὰς κινήσεις, τήν τε κατὰ φύσιν καὶ τὴν παρὰ φύσιν, πῶς ὁ ἥλιος κατὰ φύσιν μὲν κινεῖται ἀπὸ τῆς ἀνατολῆς εἰς δύσιν, παρὰ φύσιν δὲ ἀπὸ τῆς δύσεως εἰς ἀνατολὴν διὰ | 220 |
5 | τὴν σφαῖραν; Οὐ γὰρ δυνατὸν τὸ αὐτὸ ἐν τῷ αὐτῷ τὰς ἐναν‐ τίας κατὰ φύσιν κινεῖσθαι κινήσεις. ιϛʹ. Τοῦ ἡλίου μὴ ὄντος περιττὸς ἦν ὁ ὀφθαλμός, καὶ | |
198E | τοῦ ὀφθαλμοῦ μὴ ὄντος περιττὸς ἦν ὁ ἥλιος. Ἀλλ’ ἐπειδὴ δι’ ἑκάτερον ἀναγκαῖος ἑκάτερος, γενητὸς ἄρα ἑκάτερος· τὸ γὰρ ἀγένητον δι’ οὐδέν ἐστιν ἀγένητον, ἀλλὰ δι’ αὐτὸ μό‐ νον, μᾶλλον δὲ οὐ δι’ αὐτό· ἀναίτιον γὰρ τὸ ἀναίτιον. | |
5 | ιζʹ. Εἰ ἀδύνατον χρόνου ὄντος τὸ γενόμενον γενέσθαι | |
199A | μὲν κατ’ αἰτίαν, οὐ κατὰ χρόνον δέ, πῶς λέγουσιν οἱ Ἕλληνες τὸν κόσμον γεγενῆσθαι κατ’ αἰτίαν καὶ οὐ κατὰ χρόνον; ιηʹ. Εἰ ἀδύνατον τὸν κόσμον εἶναι χωρὶς ἐνιαυτοῦ, πῶς ἀΐδιος καὶ ἀγένητος ὁ κόσμος, τοῦ ἐνιαυτοῦ οὐκ ὄντος ἀϊδίου | |
5 | ἀλλ’ ἐκ περιόδου πλειόνων ἡμερῶν τὸ εἶναι ἔχοντος; ιθʹ. Εἰ γενητὸς ὁ ἐνιαυτός, πῶς ἀΐδια καὶ ἀγένητα τὰ | |
ἐν τῷ ἐνιαυτῷ; | 222 |