TLG 0646 007 :: Pseudo–JUSTINUS MARTYR :: Epistula ad Zenam et Serenum

Pseudo–JUSTINUS MARTYR
(A.D. 3/5)

Cf. et ACTA JUSTINI ET SEPTEM SODALIUM (0384)

Epistula ad Zenam et Serenum

Source: Otto, J.C.T. (ed.), Corpus apologetarum Christianorum saeculi secundi, vol. 4, 3rd edn. Jena: Mauke, 1880 (repr. Wiesbaden: Sändig, 1969): 66–98.

Citation: Morel page — section — (line)

t

1

ΙΟΥΣΤΙΝΟΣ ΖΗΝΑΙ ΚΑΙ ΣΕΡΗΝΩΙ ΤΟΙΣ ΑΔΕΛΦΟΙΣ ΧΑΙΡΕΙΝ.

503

A

Περὶ μὲν τῆς κατὰ πρόλημμά τινων ἀλογίστου παι‐

503

B

δείας, μαθήσεώς τε ἀνωφελοῦς, κατὰ παράδοσιν ἀνθρώπων
κληρονομηθείσης ὑπὸ τῶν τὰ ὅμοια τοῖς Φαρισαίοις νοούν‐ των τε καὶ πραττόντων, ἐν τῇ πρὸς Πάπαν ἐπιστολῇ μετὰ πάσης ἀκριβείας ἐξεθέμην. Ἵνα δὲ μὴ πάνυ μεμπτικὸς εἶναι66
5δόξαιμι, παρέχοιμι δὲ καὶ λαβὰς σωτηρίους τοῖς βουλομένοις εὖ πράττειν, ἐν τῇ γραφείσῃ πρὸς ἄρχοντάς μοι λίαν ἐπι‐

503

C

μελῶς, ὡς ἐγὼ νομίζω, συντάξας, οὐκ ὤκνησα καὶ ὑμῖν ἐπι‐ στεῖλαι, χάριν τοῦ γινώσκειν ὑμᾶς τὰς παιδαριώδεις τινῶν πολιτείας. Τὸ γὰρ εἰδέναι τῶν μὴ κατὰ λόγον πολιτευομέ‐ νων τὰς ἀναστροφὰς σωφρονίζει τοὺς μὴ ἐμπίπτειν εἰς τὰ
5ὅμοια σπεύδοντας. Ὑμᾶς μὲν οὖν καλῶς ἔχει τὰ ἐκ παρα‐ σκευῆς ἀνδραγαθεῖν· ἀλλ’ ἐπεὶ τοῦ νῦν αἰῶνος ταῖς περιφο‐ ραῖς τὰ τῆς γνώμης ἡμῶν συνταράττεται κατασπωμένων εἰς τὸν κόσμον, ὅθεν ὁ σωτήρ, οὐκ εἶναι λέγων ἑαυτὸν καὶ ἡμᾶς τούτου, τῆς πρὸς τοῦτον κοινωνίας ἀπέστρεψε, συμ‐

503

D

βουλεύω ὑμῖν φίλους τῆς ἀληθείας γίνεσθαι, καὶ τὸ ἀποτέ‐ λεσμα τῆς ἐν οὐρανοῖς δυνάμεως καταδεχομένους πᾶν τὸ κατὰ τὸ θέλημα τοῦ πατρὸς τῶν αἰώνων ἀπαρτίζειν, μάχης τε καὶ ζηλοτυπίας κοσμικῆς μακρὰν ἵστασθαι.
5 Διαφέρεται γὰρ ἑαυτῷ πᾶς ὁ ὀργιζόμενος καὶ τὸ τῆς θυμομαχίας εἶδος εἰς ἑαυτὸν καταντᾶν εἴωθεν. Ἤδη γοῦν
τινας ἴσμεν ἐφ’ οἷς ἂν κινηθῶσιν τῶν πλησίον, δι’ οὓς τὰ τῆς λύπης αὐτοῖς ἀποβέβηκε, μηδὲν εἰδότας, ἑαυτοὺς δὲ ἐσθίοντας68

504

A

καὶ ὀδυνῶντας. Ῥητέον οὖν πρὸς τὸν ἐναντιοῦσθαι πειρώμε‐ νον χαλεπὸν μηδέν, καθεσταμένῃ δὲ τῇ γνώμῃ καὶ ἀταράχῳ τῇ διαθέσει τοσοῦτον· Οὐχ οὕτως ἔσται σου τὸ τῆς ἰσχύος δυνατόν, ἵνα μου κινήσῃς τὴν προαίρεσιν. Προνοητέον δὲ
5καὶ τῆς πρὸς τοὺς διαφερομένους εἰρήνης καὶ μὴ τῷ δόγματι τῆς ὀργῆς συναποφερομένους λέγειν ποτὲ μὲν Φύσεώς εἰμι τοι‐ αύτης καὶ οὐ δύναμαι μὴ ὀργίζεσθαι, ποτὲ δὲ καὶ τῆς κοινω‐ νίας κατὰ τὴν εὐχὴν ἀποχωρεῖν. Τὸ μὲν γὰρ ἔτι κατὰ φύσιν

504

B

βιοῦν οὐδέπω πεπιστευκότος ἐστίν, τὸ δὲ ζηλοτυπεῖν διὰ φθό‐ νον μακρὰν τῆς ἀληθείας ἱσταμένου. Παιδευτέον οὖν πάντα ὁντινοῦν ἀμνησικάκως, μὴ κατεπιτηδεύοντας τὴν νουθεσίαν. Ἤδη δέ τινας ἴσμεν κατὰ τὸ σαρκικὸν ἐν προκοπῇ γινομέ‐
5νους, ἕλκοντας πρὸς τὴν ἑαυτῶν ὀργὴν τὸ εὐαγγέλιον καὶ βου‐ λομένους ἐφαρμόζειν τῷ δόγματι τῆς καταφορᾶς αὑτῶν τὰ λόγια τοῦ σωτῆρος ἡμῶν· οἷς εἰ ἀποβεβήκει τὸ δύνασθαι ἐν γεέννῃ παραδιδόναι τινάς, καὶ ὁ κόσμος ἂν ὅλος ὑπ’ αὐτῶν

504

C

κατηνάλωτο· πλήν, τὸ ὅσον ἐφ’ ἑαυτοῖς, καὶ κατακρίνουσι καὶ τοῦ πυρὸς τὰς καμίνους ἀνοίγουσιν. Διὰ τοῦτο μὴ ὦμεν ἡμεῖς τοιοῦτοι. Καὶ ἔτι γνώμην ὑμῖν δίδωμι, βλέπειν ἃ προσ‐ ήκει θεωρεῖν, καὶ παιδεύειν τὸν πλησίον ὡς δέον ἐστὶν αὐτόν
5τινα πρῶτον μελετήσαντα πολλάκις τὸ ὑπονοούμενον, μήτι ἄρα ψευδοδοξεῖ· καὶ εἰ δόξειεν εὖ φρονεῖν, νουθετεῖν τότε, μέχρις ἂν ἢ πεισθῇ ταῖς συμβουλίαις ἢ αὐτὸς αὑτὸν κατά‐ φωρον ποιήσῃ. Παρέχεσθαι δὲ ἡμῖν ἀταραξίαν πολλὴν δύναται τὸ
10μὴ κατεπιτηδεύειν πρωτείων ἀπολαύειν μηδ’, εἰ βούλοιντό

504

D

τινες εἶναι τοιοῦτοι, λυπεῖσθαι, παραχωρεῖν δὲ τοῖς ἐγκρί‐
νουσιν ἑαυτοὺς ἐφ’ ἅπερ ὁ σωτὴρ τοὺς πιστεύοντας οὐ προσ‐ κέκληκεν. Πρὸς δὲ τὸν κεκραγότα σιωπητέον, καὶ τὸν οἰόμε‐ νον περιγεγονέναι τινὸς καταγελαστέον, μὴ ὑπὸ κενοδοξίας70
5ματαίας ἀγόμενον διὰ τοὺς παρόντας καὶ ἀκούοντας ταῖς τῶν λόγων ἀνθυποφοραῖς ἐπ’ ἴσης καὶ αὐτὸν τὴν ἐπανάστασιν κρατύνειν. Λογιζέσθω μὲν γὰρ ὁ καλῶς ἀποφαινόμενος, ὅτι

505

A

Καὶ ἠδίκησε, καὶ ἀντειπεῖν οὐκ ἠθέλησα ἢ οὐκ ἐτόλμησα, παρείη δέ μοι διὰ τὴν ἀγαθὴν συνείδησιν εὐφρασία καὶ ἀνά‐ παυσις· ὅ τε ἀδικῶν μὴ ὑπερηφανείτω πείθειν τὸν ἀδελφόν, καὶ ὁ νουθετούμενος μὴ ὀργιζέσθω, παρακαλείτω δὲ αὐτὸς τὸν
5οἰκεῖον. Συναντᾶν γὰρ ἑαυτοῖς προσήκει τοὺς δύο πρὸς τὴν εἰρήνην κατάγεσθαι σπεύδοντας, ὅτι καὶ ὁ πατὴρ τῷ μετα‐ νοήσαντι συναντήσας υἱῷ φαίνεται καὶ οὐ περιμείνας, ἀνθυ‐ πενεγκὼν δὲ ἑαυτὸν πρὸς τὴν ἐκείνου μετάνοιαν. Χρηστότης

505

B

γὰρ ἡ κατὰ πίστιν ἑκατέροις ἐργάζεται τὴν εἰρήνην, καὶ ὁ μὲν ἀδικήσας πείθει διὰ τὴν ἁμαρτίαν τὸν φίλον, ὁ δὲ ἀδικηθεὶς μετανοήσει καὶ αὐτὸς ὅτι πρὸς τὸν οἰκεῖον ὠργίσθη. Πάσης οὖν ἐπιθυμίας καὶ ὀρέξεως σαρκικῆς ἐκτὸς εἶναι δεῖ τὸν πι‐
5στόν· λῃστεύει γὰρ ὁ μὴ τοιοῦτος καὶ τὸν ναὸν τοῦ θεοῦ ἱερο‐ συλεῖ, καί, ἵνα τολμηρότερον εἴπωμεν, ἐκβάλλει τὸν θεὸν αὐ‐ τὸς ἀφ’ ἑαυτοῦ, καὶ διὰ τὴν συνείδησιν ἀπηλγηκώς ἐστι καὶ πρὸς τοὺς νουθετοῦντας ἀλλοτρίως διάκειται, καὶ τὸν Ἀδὰμ προβάλλεται καὶ τῇ πράξει τῆς Εὔας σεμνύνεται, δέον

505

C

συναποθνήσκειν τῷ Χριστῷ. Προσήκει δὲ ἡμᾶς, πολλὰ σκεπτομένους πρὸς ἑαυ‐ τούς, ἀκατηγορήτους ποιεῖσθαι τὰς ὁμιλίας, μηδὲ λαλεῖν διὰ τὸ βούλεσθαι φλυαρεῖν, σιωπῶντας δὲ τὸ πλεῖστον μεμετρη‐
5μένως ἀποκρίνεσθαι πρὸς οὓς καὶ ἡ χρεία κατεπείγει. Φευκτέον δὲ καὶ ὑπονοίας πονηράς, καὶ τὴν ὑπόληψιν τὴν ἑαυτῶν δοκι‐
μαστέον. Καὶ ἡσυχαστέον μακροθυμοῦντα καὶ μὴ ὀργιζόμενον. Ἀλλ’ οὐδὲ φθονητέον φιλοστοργουμένῳ τινί, τήν τε ὑπηρεσίαν οὐκ ἐπιτηδευτέον, οὐδ’ ὥσπερ κατὰ πρόλημμα δουλευτέον,72

505

D

τὸ πικρόν, ὥς φασιν, ἀκουσίως καταπίνοντα. Πρακτέον δὲ πᾶν τὸ κατὰ πίστιν ὀρθῷ κανόνι· πᾶς γὰρ ὁ μὴ τοιοῦτος καὶ ἐπὶ τῶν σχοινίων ὥσπερ βαδίζων ὅσον οὐδέπω καταπεσεῖται, κἂν θαυμαστὸς πάνυ εἶναι δόξῃ τοῖς διὰ τὴν ἰδίαν ἀπραξίαν

506

A

κεχηνόσι πρὸς τὴν ἑτέρων μεγαλαυχίαν. Ἰστέον οὖν, τί μὲν τὸ ἐπιτηδευόμενον δόξης ἕνεκα, ποταπὸν δὲ τὸ κατὰ ἀλήθειαν πραττόμενον. Καὶ διὰ τοῦτο οἰακιστέον τὴν ἑαυτοῦ νῆα, μὴ καταψευδόμενον τῆς κυβερνητικῆς μηδὲ δεδιότα τοὺς χειμῶ‐
5νας, καὶ πᾶν τὸ ἐξ ἐναντίας ἀποβησόμενον προσδοκῶντα. Σάρκες γὰρ ἀκμήν ἐσμεν, καὶ οὐδὲν ἡμῖν ἀγαθὸν ἐνοικεῖ. Παρακλητέον οὖν τὸν ἰατρὸν πρὸς τὴν θεραπείαν· ὁ γὰρ οὕτω διακείμενος ἰαθήσεται καὶ τὴν νόσον φεύξεται. Σπουδαστέον δὲ μήτε ἰδιώτην περὶ τὸν λόγον φαίνεσθαι μήτε ἀνεῤῥω‐

506

B

γότι τῷ στόματι καταχρῆσθαι· τὸ μὲν γὰρ ὀκνηρὸν ἢ ἄπι‐ στον, τὸ δὲ θηρατικὸν τοῦ κατὰ τὸν κόσμον σπουδαίου δείκνυσιν. Τροφαῖς δὲ χρηστέον οὐ διὰ τὴν ἀπόλαυσιν, ἀλλὰ
5διὰ τὸ βούλεσθαι ζῆν ἐπί τι χρήσιμον. Ἐὰν δέ ποτε καὶ ὑπὸ ἐνδείας καταληφθῶμεν, πρὸς τὴν πενίαν εὐαρεστῶμεν. Καὶ εἰ θέλετε ἀκοῦσαι τῆς ἀλυπίας κατὰ συντομίαν τὸ εἶδος, ἐν πᾶσιν εὐάρεστοι γίνεσθε· καὶ οὔτε πλουτήσαντες διὰ τὴν
μεγαλαυχίαν καταπεσεῖσθε οὔτε ἐν ἐνδείᾳ διάγοντες ὑπὸ τῆς74

506

C

λύπης πτερνισθήσεσθε, τῆς ἐννοίας ὑμῶν ἀεὶ κατὰ τὸν ἐνά‐ ρετον λόγον μονοπροσώπου φαινομένης. Ἔτι δὲ ὑποληπτέον πάντα τὸν κόσμον ἀλλότριον, καὶ μὴ ἴδιον πλέον πίστεως. Οὔτε οὖν φιλίαν ἐπίγειον ζητητέον οὔτε αὖ πολυτέλειαν ὑπὸ
5ἀνοήτων μακαριζομένην ἐν μεγέθει πόλεως ἢ δαψιλείᾳ τῶν ἐπιτηδείων, ὧν οὐδ’ ἐπιθυμητέον. Οὐ γάρ ἐσμεν ἐκ τούτου τοῦ αἰῶνος, χωρὶς εἰ μὴ συγγενεῖς εἶναι τούτου τοῦ κόσμου βουλόμεθα. Συνελόντι δ’ εἰπεῖν, ὁ θέλων εὖ διάγειν μήτε

506

D

ὁράτω πολλὰ μήτε ἀκούειν ἐπιτηδευέτω μήτ’, ἂν ἀκούῃ ἢ θεωρῇ, βλέπειν ἢ ἀκούειν νομιζέτω· τὸ γὰρ τῆς ἀταραξίας εἶδος ἐντεῦθεν λαμβάνει τὴν ἀρχήν. Ὁ δὲ πολλὰ πραγμα‐ τευόμενος ἑαυτὸν ἀδικεῖ, καὶ τὸν πλησίον ἔτι καὶ ἀκουσίως
5ἁμαρτάνειν διὰ τὴν πρὸς αὐτὸν φιλονεικίαν ποιεῖ. Πολ‐ λάκις οὖν διασκεπτέον τὸ ὑποπεπτωκὸς πρᾶγμα, καὶ τότε μόλις χωριστέον ἀπ’ αὐτοῦ τὸν μήτε καυστῆρσι μήτε σμιλίοις

507

A

τὴν νόσον φυγεῖν δεδυνημένον. Ὁμιλητέον δὲ κοσμικὸν οὐδέν, ἀλλὰ τὸ καταρτίζον ἡμᾶς πρὸς τὴν ἀρετήν· τοῦτο γὰρ ἢν μὴ γίνηται, πολλὴν ἡμῖν τὴν εὐτραπελίαν ἐργάζεται, καὶ ὁ φιλόνεικος ἐντεῦθεν λαμβάνει τὴν ἀφορμήν.
5 Ἤδη γοῦν τινας ἴσμεν δόγματι τῆς ἑαυτῶν προαιρέ‐ σεως, τὸ ὅσον ἐφ’ ἑαυτοῖς, τὴν ἡμέραν νύκτα ποιοῦντας, καὶ διὰ τὴν ἐσκιῤῥωμένην φαντασίαν ἀλλόκοτον ἀπιστοῦντας τοῖς ἐνίων κατορθώμασιν, ἀχθομένους δὲ ἐπὶ τούτοις, καὶ ἅμα τῷ

507

B

πονηρόν τι ἀκοῦσαι τῷ καταψευδομένῳ μᾶλλον πιστεύοντας. Τί γάρ μοι λέγειν περὶ τῶν διὰ τὸ δυσσυνείδητον τὰς ἀπὸ τῶν πλησίον ὁμιλίας εἰς ἑαυτοὺς ἑλκόντων καί, ἵνα ἄλλο τις
φθέγξηται περὶ οὑτινοσοῦν, οἰομένων πρὸς ἑαυτοὺς τείνειν76
5τὸ λεγόμενον, ἀναπλαττόντων κατὰ τὸ εἰκὸς ἐκ τούτων δρᾶμα καὶ σκηνήν, οἷς ἀπόχρη τὸ καθ’ ὑπόνοιαν λέγειν καὶ γράφειν; Γελάσαιμι δ’ ἂν καὶ τοὺς ἐν παραβύστῳ μετά τινος τῶν πλη‐ σίον συντάττοντας λόγων κεφάλαια καὶ ὁμιλίας πρὸς μηδὲν εὔθετον ἀνηκούσας, μάχας δὲ διὰ τῶν ψιθυρισμῶν καὶ πο‐

507

C

λέμους ἐξαρτιζούσας, ἄνω τε καὶ κάτω σκηνοβατοῦντας. Καθάπερ ὁ λίαν μεγαλοφώνως τὸν Ὀρέστην ὑποκρινόμενος φοβερὸς εἶναι καὶ μέγας παρὰ τοῖς ἀνοήτοις διὰ τῶν ξυλίνων ποδῶν καὶ κοιλίας ἐπιπλάστου καὶ στολῆς ἀλλοκότου καὶ προσ‐
5ώπου τερατώδους ὑπείληπται, τρόπῳ τῷ αὐτῷ καὶ οἱ ζῆλον ἔχειν ἐπαγγελλόμενοι καὶ τὸ παῤῥησιαστικὸν ἐπιτηδεύοντες, διὰ τὸ βούλεσθαι νικᾶν, πᾶν εἶδος ἐλευθερίας προσποιήτου

507

D

περιτιθέασιν ἑαυτοῖς, οἱ φιλόνεικοι τὸν ζηλωτὴν καταπεπω‐ κότες, ὥσπερ αἱ Βάκχαι διὰ σχήματος εἰρηνικοῦ τὰς λόγχας ἐν τοῖς θύρσοις περιφέρουσιν. Ἔτι δὲ καὶ τοῦτο φυλακτέον, τὸ μὴ ποτὲ μὲν φαιδρῷ
5τῷ προσώπῳ προϊέναι, ποτὲ δὲ σκυθρωπῷ· καὶ εἰ χρὴ τὸ ἀληθὲς εἰπεῖν, παραιτητέον πᾶν τὸ δωδεκαμερὲς καθ’ ἑκάστην ἡμέραν ἀπαγγελλόμενον δρᾶμα. Τὸ γοῦν ἐμοὶ δοκοῦν εἴποιμ’ ἄν, ὅτι πᾶς ὁ τὴν γνώμην κοσμικὸς καὶ τοῦ ὀρθοῦ κανόνος

508

A

ἔξω γινόμενος αὐτοκατάκριτός ἐστιν, εἰδὼς ἃ πράττει κατ’ ἐπιτήδευσιν, καὶ γινώσκων μὲν τὸν ἐν αὑτῷ πόλεμον, τὴν δὲ εἰρήνην ἐν τοῖς σπλάγχνοις μὴ ἐπισπώμενος. Φίλους δὲ τι‐ μητέον πάντας· τό τε ἐλεγκτικὸν οὐ πρακτέον μόνον, ἀλλ’
5ἔτι καὶ ἀκουστέον. Οἴνῳ δὲ χρηστέον, ἐπειδὰν μηκέτι τοῖς ἀναγνώσμασι σχολάζωμεν· ὁ μὲν γὰρ τοιοῦτος οἰνόφλυξ τέ ἐστιν καὶ τὴν γνώμην παράφορος καὶ θερμαίνεται συνεχῶς. Λαλοῦντος δὲ τοῦ πλησίον οὔτε χλευαστέον οὔτε κωλυτέον,78

508

B

ἐατέον δὲ μέχρις ἂν διὰ τὴν σιωπὴν αἰδεσθεὶς παύσηται. Συμβουλευτέον δὲ τὸ συμφέρον δι’ ἑνὸς κοινῇ πᾶσιν. Νου‐ θετητέον δὲ τὸν ἁμαρτάνοντα, μὴ κατὰ κοινόν, ἐκτὸς εἰ μὴ χρῄζοι διὰ τὸ ὑπεροπτικόν.
5 Καὶ γυναιξὶν ὁμιλητέον ἐπιστρεφέστερον διὰ τὸ ἐκ‐ τετυφωμένον αὐτῶν· μέχρι γάρ τις περίβλεπτον ἑαυτὴν ποιεῖ καὶ τὸ εἶναι γυνὴ προβάλλεται καὶ τὸ ἄπρακτον ἐπιτετήδευκε, θήλειά ἐστιν καὶ διὰ τὴν τοιαύτην γνώμην οὐκ ἔστιν πιστή. Μήτε οὖν αὐτὰς διώκωμεν, ἀλλὰ μήτε θωπεύωμεν· τὸ δ’

508

C

ὅπερ ἀγάπης ἐστὶν μὴ κεκινδυνευμένως πράττωμεν. Πολυμε‐ ρεῖς γὰρ αἱ τῆς κακίας πραγματεῖαι. Διὰ τοῦτο γρηγορητέον, τοῖς λογίοις τοῦ σωτῆρος σχολάζοντας, μηδὲν περὶ μηδενὸς φαῦλον λέγοντας ἢ ἀκούοντας· ψωριᾷ γὰρ ἡ γνώμη καὶ πολ‐
5λῆς ἐμπέπλησται κακοχυμίας ἀπὸ τῶν ἄλλων ὁμιλιῶν. Διὰ τοῦτο ἀκουστέον μόνον τὰ ὠφέλιμα, καὶ ποιητέον κατὰ τὸ εὐαγγέλιον· τὰ δ’ ὥσπερ ὑποσκελίζοντα τὴν γνώμην παραιτη‐ τέον. Ζητητέον δὲ περὶ τῶν λογίων· καλόν, εἰ συνετῶς, εἰ δ’ οὔ, κἂν ὥσπερ ἰδιώτῃ. Ἀνοήτῳ γὰρ ἐπερωτήσαντι σο‐
10φίαν σοφία λογισθήσεται· τῷ δὲ κατὰ τὴν ἑαυτοῦ φαντασίαν

508

D

φρονίμῳ δόξαντι εἶναι πολὺ τὸ τῆς ἀτιμίας προσγραφήσε‐
ται. Λέγεται δὲ ὑπὸ τοῦ πνεύματος ἀνόητος ὁ κατ’ ἰδιω‐ τισμὸν παρενεχθεὶς τὴν αἴσθησιν, ἵν’ ᾖ τὸ ἀνόητον ἰδιωτικόν, ὥσπερ καὶ τὸ ἀφελές. Γράφει δὲ καὶ Παῦλος· Τίς ἔγνω80
5νοῦν κυρίου, ὃς συμβιβάσει αὐτόν; Καὶ πάλιν· Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν. Ὁ γὰρ διὰ τὴν ἀλογιστίαν τὰ μὴ δέοντα λέγων ἢ πράττων, οὗτος, δόξας εἶναι φρόνιμος, μωρὸς λογι‐ σθήσεται.

509

A

Ταπεινωτέον δ’ αὑτὸν οὐ λόγῳ μόνον ἀλλ’ ἔτι καὶ τοῖς ἔργοις, ὅπως μὴ ὦμεν γόητες καὶ θῶπες, πραεῖς δὲ καὶ μὴ κόλακες. Καὶ ἔτι προσήκει τὸν ὀρθῶς πολιτευόμενον ἡσυ‐ χάζειν τε καὶ ἀπραγμονεῖν, μὴ ὀργιζόμενον μηδὲ νείκους ἕνε‐
5κεν σιωπῶντα, σκεπτόμενον δὲ πᾶν τὸ ἐγχρῇζον, εἰ καλῶς δύναται λέγεσθαι, καὶ τότε μόλις φθεγγόμενον. Ὕμνους τε καὶ ψαλμοὺς καὶ ᾠδὰς καὶ αἶνον ῥητέον· μὴ ὥσπερ τὸν δια‐ μαχόμενον αὐτῷ κατακρίνοντα παρακολουθεῖν ἐνίοις αἰνιγμα‐ τωδῶς, διὰ ψαλμῳδίας τὸν πλησίον λυπεῖν, ἵνα μηδὲ δοκῇ

509

B

διαφέρεσθαι, καί πως τιτρώσκειν ὥσπερ διὰ τέχνης νομίζων ἐκεῖνον ἀκατηγόρητον ποιῆται τὴν φιλονεικίαν. Ἀκουστέον δὲ καὶ τοῦ συμβουλεύοντος, οὐ μόνον διδακτέον. Πειστέον δὲ κατὰ τὸ ὅμοιον τῷ βουλομένῳ συγκαταινοῦντα αὐτῷ τὸν
5πλησίον γίνεσθαι. Φρονίμους δ’ ὑποληπτέον εἶναι ἄλλους, καὶ τὸ συνετὸν οὐκ ἀπονεμητέον ἑαυτῷ μόνον. Δόγματι δὲ τῆς περὶ αὑτὸν οἰήσεως οὐ κινδυνευτέον. Ἀλλ’ οὐδὲ κατα‐
φρονητέον τοῦ παιδεύοντος, ἀλλ’ ἢ ὅτι μὴ ὀρθῶς φρονεῖ,82

509

C

τὰ περὶ αὑτοῦ διδακτέον, ἢ κἂν ἀληθεύῃ, πειστέον τε αὐτῷ καὶ ἀκολουθητέον. Φιλόνεικος γὰρ ἀνὴρ διπλασιάζει τὸ ἀδί‐ κημα· καὶ δέον μεταθέσθαι, νικᾶν, ὥς φησιν ὁ μῦθος, τὴν Καδμείαν νίκην ἐσπούδακεν· τὸ δ’ αἴτιον, ἵνα τε κενοδοξῇ
5καθάπερ οὐδ’ ἁμαρτάνων καὶ τῷ δόγματι τῆς κινδυνώδους αὑτοῦ διαθέσεως ἐπαναπαύηται. Γελοῖοι γὰρ οἱ κεκραγότες ὁσημέραι διὰ τὸ πιστεύειν ἐπικρατεῖν τινος πράγματος· οὕστινας ἡ Ἔρις ἐμβαλοῦσα τὸ μῆλον, ἐπειδὰν εἰρηνεύειν

509

D

νομίζωσιν, ταράττει, περὶ τῶν ἐν κόσμῳ διαφέρειν νομιζο‐ μένων λαλεῖν πραγματευομένη. Μιμώδεις δὲ καὶ ἄθλιοί τινες, οἱ μηδενὸς ἀπείρως ἔχειν λέγοντες, ἀλλὰ τοῦτο μὲν τεκτονικήν, τοῦτο δὲ σκυτοτομικὴν καὶ πᾶν τὸ ὑποβαλλόμενον
5αὐτοῖς ἐπιτήδευμα κατὰ καιρὸν εἰδέναι φάσκοντες, καὶ πρὸς τὸν ἐπέχοντα τὸν λῆρον αὐτῶν διεχθρεύοντες. Κενόδοξοι δὲ καὶ οἱ διὰ τὸν ἀπὸ τῶν ἀνθρώπων ἔπαινον τῶν πλησίον τὰς ἐπιμελείας ποιούμενοι.

510

A

Μέγας τε ὁ κίνδυνος παρὰ τοῖς τὴν ἡμέραν κυρίου ἐπικαλουμένοις· ἢ πιστεύειν γὰρ δέον, ὅπως φύγῃ τὴν κρίσιν, ἢ καὶ τῷ πλησίον ἀφιέναι, χάριν τοῦ καὶ αὐτῷ παρὰ θεοῦ γί‐ νεσθαι τῶν ἁμαρτημάτων τὴν ἄφεσιν· οἱ δὲ τῇ παραφορᾷ τῆς
5ὀργῆς δεσμεύουσι καθ’ ἑαυτῶν συναλλάγματα. Φυλακτέον δὲ ἔτι καὶ τήν τινων ἀλαζονείαν, οἵ, δέον ἐπανορθοῦν ἑαυτούς, πειθόμενοι τοῖς συμβουλεύουσι, πάνυ βλακωδῶς· Οὐδ’ ἀπο‐

510

B

λογοῦμαί σοι, φασίν· ἔχε ταύτην ἣν ἔχεις ὑπόνοιαν περὶ ἐμοῦ. Τί γάρ μοι λέγειν περὶ τῶν ἑαυτοῖς ἀρεσκόντων, ἐπειδάν τις
αὐτοὺς βούληται νουθετεῖν; Οἳ πάνυ κοσμικῶς· Οὔτε σύ με, φασίν, σώζεις, ἀλλ’ οὐδὲ κατακρίνειν ἰσχύεις. Γινώσκω δὲ84
5ἐγὼ πολλοὺς διὰ τὸ δυσσυνείδητον καὶ τὸ μὴ καθαρὸν τῆς γνώ‐ μης τοῖς τῶν πλησίον ἁμαρτήμασιν ἐπιχαίροντας. Καταγνω‐ στέον καὶ τῶν ψευδομένων ὅτι μὴ χαλεπαίνουσιν, καὶ τῶν πρᾴως μὲν ὁμιλεῖν ἐπιτηδευόντων, ὑπὸ δὲ τοῦ χρώματος καὶ τῶν ὀφθαλμῶν καὶ τοῦ λεληθότος κινήματος ἤτοι κεφαλῆς ἢ

510

C

ὀφρύων ἢ χειρῶν πατάγου διαβαλλομένων· ἀδύνατον γὰρ μὴ ἑαυτοῦ κατήγορόν τινα γενέσθαι. Πᾶς δὲ πιστός, ἐπειδὰν διαπαίζεσθαι νομίζηται ὑπό τινος, κατὰ τὴν τοῦ οὕτω πρὸς αὑτὸν διακειμένου σύνεσιν ἀντιβουκολεῖ τὴν ἐκείνου κα‐
5κίαν ἐν τῷ γινώσκειν αὐτοῦ τῆς ἀγνωμοσύνης τὴν διάθεσιν. Συνελόντι δ’ εἰπεῖν, πᾶς ὁ κρίνων ἑαυτὸν ἔξω παντὸς ἔσται πλημμελήματος· τῶν δὲ κεκραγότων οὐδεὶς σώφρων ἐστίν. Ὁ δὲ νῦν μὲν ὠχρός, εἶτα ἐρυθρός, τῷ δὲ συγκρίματι τοῦ σώ‐ ματος ποικιλλόμενος, οὗτος ὥσπερ χαμαιλέοντες ἐν τῷ καύ‐
10σωνι καὶ τῇ ἐρημίᾳ περινοστεῖ. Κατανοητέον δὲ ἔτι καὶ τὰς

510

D

ἐνίων διαθέσεις ἐπὶ τῆς τῶν ἀναγνωσμάτων ἐπιτηδεύσεως· ἅμα γάρ τις ἀναγινώσκει καὶ ὁ τρόπος αὐτοῦ τῆς φρονήσεως δῆλος γίνεται παρὰ τοῖς ἐῤῥωμένοις κριτικοῖς. Ποιότητες δὲ ψυχῶν καὶ ἀπὸ τοῦ βίου δείκνυνται· διὰ γὰρ τοῦ περὶ τὴν
5ἀναστροφὴν ἐπιτηδεύματος γινώσκονται καὶ τῶν μὴ φαινομέ‐ νων αἱ ὑποστάσεις. Παραιτητέον δὲ καὶ τὸν ἐριστικὸν διὰ τέχνης αὑτὸν ὑποτιθέμενον, ἐν τῷ μὴ ἀντιφιλονεικεῖν, νικᾶ‐

511

A

σθαι· ᾧ ἄμεινον, ὑπὲρ τοῦ μὴ κινδυνεύειν νικᾶν σπουδάζοντα, τὸ μὴ κατὰ τὸν ὀρθὸν λόγον ἐπιτηδεύειν. Ὁμιλίας δὲ ποιεῖσθαι χρὴ τὰς εὐσυνειδήτους. Καὶ οἱ περίπατοι διὰ τὸ σωμάτιον γινέσθωσαν, μὴ διά τινα
5πραγματείαν, συναλλάγματα βίαια κατὰ τοῦ πλησίον συγ‐
καττύοντας. Οὐκ ἄτοπον δὲ χαριεντιζομένους ἡμᾶς τὸ δύστρο‐ πον ἀπαλεῖψαι τῶν ὑπὲρ λίαν συνετῶν. Διὰ γὰρ τὸ κατὰ φύσιν ἀναγκαῖον, χάριν τοῦ ἀποτρίψασθαι, ἐπὶ τόπων τινῶν86

511

B

ἀφωρισμένων ἔθος ἐστὶν ἐνίοις προσποιητῶς ὑποχωρεῖν καὶ τὸ τέλος τῆς κατά τινων σκέψεως ἐν τοῖς ἀφεδρῶσι συντάτ‐ τειν. Ὥσπερ δὲ ὁ κωμικὸς πατὴρ ἀσωτευόμενον τὸν υἱὸν βαστάζειν φησίν, κἂν ὀσφρανθῇ τοῦ μύρου, μὴ ὀσφραίνεσθαι
5λέγει, δυσωδίᾳ περιγράφειν αὐτοῦ τὸ ἁμάρτημα πειρώμενος, οὕτως κἀγὼ συμβουλεύω τοῖς ἄγαν ἐσκληραγωγημένοις τοὺς φρονιμωτέρους ἐμφαίνειν, ὅτι μήτε ἃ πράττουσιν ἐπίστανται

511

C

μήτε ἃ λέγουσι γινώσκουσιν. Ὁ δὲ παρ’ ἑαυτῷ φρόνιμος εἶναι νομίζων ἀντικρούει πρὸς τὰς νουθεσίας καὶ ἀντιδοξεῖ καὶ τοῦ συμβουλεύοντος ἀντίδικος γίνεται καὶ μελετᾷ καθ’ ἑαυτὸν τὸ ἀνθρώπινον καὶ ἄπιστον. Διὰ τοῦτο παρέχωμεν ἑαυ‐
5τοὺς ἀλήπτους, μὴ τὸ δοκοῦν ἑαυτοῖς μόνον πράττοντες ἀλλὰ καὶ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν. Ὀργιστέον δέ, καλὸν μέν, εἰ μηδέποτε· μανίας γάρ ἐστι τὸ τοιοῦτον εἶδος· εἰ δέ ποτε καὶ κατεπείγει, συγχρηστέον τῇ ὀργῇ πρὸς τὴν τοῦ πλησίον θεραπείαν. Ὁ γὰρ παρὰ λόγον αὐτὸν πραγματευόμενος μισεῖ

511

D

πρῶτον μὲν ἑαυτόν, ἔπειτα δὲ καὶ τὸν πλησίον, ἑαυτὸν μὲν ταράττων, ἐκεῖνον δὲ ὀδυνῶν. Γέγραπται γάρ, ὅτι Πᾶς ὁ ὀργιζόμενος εἰκῆ τῷ ἀδελφῷ αὑτοῦ ἔνοχος ἔσται τῇ κρίσει. Τὸ δὲ τοῦ κινήματος αὐτός τις καθ’ ἑαυτὸν γινόμενος κατα‐
5μαθεῖν δυνατός. Ἤδη δέ τινας ἴσμεν διὰ τῆς πρὸς τοὺς πλησίον νουθεσίας ἑαυτοὺς κατακρίνοντας· ὃ γάρ τις παι‐
δεύει τὸν ἕτερον, τοῦτ’ αὐτὸς ποιείτω πρότερον, μήπως λάθῃ διὰ τοῦ πλησίον καθ’ ἑαυτοῦ ποιούμενος τὴν ἀπόφασιν. Ῥητέον οὖν τῷ εὐγνώμονι πρὸς ἑαυτόν, ἐπειδάν τινων88
10ἁμαρτήμασι τὸν ἑαυτοῦ χρήσῃ νοῦν· Μήτι ἄρα κἀγὼ τοι‐ οῦτος;

512

A

Ὁ δὲ οἶνος μήτε ὁσημέραι ἐπὶ τὸ μεθύειν πινέσθω, μήτε ὡς ὕδωρ ἐπιζητείσθω. Τὰ μὲν γὰρ ἑκάτερα θεοῦ ποιή‐ ματά ἐστιν· ἀλλὰ τὸ μὲν ὕδωρ ἀναγκαῖον, ὁ δὲ οἶνος βοη‐ θείας χάριν τοῦ σώματος γέγονεν. Ὁ δὲ πρῶτον μὲν τὴν
5γλῶτταν δεσμευόμενος, πῦρ δὲ ὥσπερ ἀπὸ τῶν ὀφθαλμῶν λάμπων, τρέμων δὲ καὶ τὰς βάσεις καὶ ἀναισθητῶν, φάρμακον προσίεται θανάσιμον, τὸν μὲν σίδηρον οὐ ποιῶν δρέπανον ἤ τι τῶν ἐργαζομένων τὴν γῆν, μάχαιραν δὲ αὐτὸν ἢ λόγχην

512

B

κατασκευάζων καὶ μεταπλάττων τοῦ θεοῦ τὴν οἰκονομίαν. Ὁ γὰρ οἰνοποτῶν, δέον τοῦ μὲν χειμῶνος διὰ τὸ κρύος πίνειν μέχρι τοῦ μὴ ῥιγοῦν, τοῦ δὲ θέρους διὰ τὴν τῶν ἐντὸς θερα‐ πείαν, παραχρώμενος δὲ αὐτῷ ληραίνει καὶ δίκην κυνῶν ἢ
5συῶν, ῥεύματι τῆς θεραπείας ὑπερζέων, ἀσχημονεῖ. Χρὴ δὲ μὴ καθάπερ ἀσωτευομένους ἡμᾶς παραχρῆσθαι τοῖς τοῦ θεοῦ ποιήμασιν, τὴν δίψαν εἰς τὴν μέθην ἕλκοντας, ἀλλὰ μεταλαμβάνειν ποτοῦ χάριν τοῦ μὴ διψᾶν· ὅσοι δὲ ῥοφῶντες τὸν οἶνον καθάπερ οἱ πυρέττοντες καυσωνιζόμενοι πίνουσιν,

512

C

ὅσον οὐδέπω διὰ τὴν ἀκρασίαν τεθνήξονται. Παραιτητέον δὲ καὶ τὴν λιχνείαν, ὀλίγων τινῶν καὶ τῶν ἀναγκαίων μεταλαμβάνοντα. Καθάπερ γὰρ σῶμα νοσοῦν πολλῶν καὶ μυρίων δεῖται φαρμάκων, οὕτως καὶ ἡ δι’ αὑτὴν
5ἀτυχοῦσα ψυχὴ μονονουχὶ καὶ δερμάτων ἐμπίπλασθαι βούλε‐ ται. Κἂν πύθηταί τις τὸ αἴτιον, πάθος ἀναπλάττει σωμα‐
τικόν. Πρὸς οὓς ῥητέον· Οὐ πᾶν ἐπιτήδευμα δόγματι τῆς ἐννοίας κρατυνόμενον εὐαπολόγητον ἔχει τὴν ἀπόδειξιν, ὡς καὶ90

512

D

μέχρι μοιχοῦ καὶ φονέως καὶ δραπέτου πολλὴν εὑρίσκεσθαι τὴν ἀπολογίαν, ὅτι καλῶς πράττεται τὸ ὑπ’ αὐτῶν γινόμενον; Ὁ δὲ εἰπὼν πρὸς τὸν πυνθανόμενον τὸ αἴτιον τοῦ κακοῦ καὶ ἀποκρινόμενος δόγμα πάνυ θαυμαστῶς ἐξεφώνησεν. Τρο‐
5φαῖς ἄρα χρηστέον ἐπὶ τὸ μὴ πεινᾶν. Ὁ δὲ μὴ τοιοῦτος ἑκα‐ τοντάχειρ, τὸ ὅσον ἐφ’ ἑαυτῷ, βούλεται περιπατεῖν καὶ πεντηκοντακέφαλος, Γηρυόνας τρικεφάλους καὶ ἑξάχειρας ζη‐ τῶν, πολλαῖς χερσὶ καὶ πλείοσι στόμασι λαιμαργεῖν ἐπιτε‐ τηδευκώς.
10Ἐγκωμιαστέον δὲ πλοῦτον μὲν οὐδαμῶς, πενίαν δὲ

513

A

οὐ λοιδορητέον. Ὁ μὲν γὰρ ἐξηλεγμένης ὕλης κρατύνεται, φθορὰ δὲ τὸ τέλος ὕλης ἐστὶν καὶ σκώληκες καὶ εὐλαὶ καὶ πῦρ καὶ πτώσεις καὶ λῃσταὶ καὶ τύραννος· ἡ δὲ κεχώρισται μὲν τοῦ νῦν αἰῶνος, ζητεῖ δὲ τὸ ἀληθὲς μόνον, ὑπὸ μηδενὸς
5περισπωμένη προσκαίρου. Ταῦτα δὲ ὑμῖν ἐγγράφως ὑπε‐ θέμην, νουθετεῖν βουλόμενος τὸ ἀτάραχον, καταρτίζειν τε ὑμᾶς πρὸς τὸ τέλειον καὶ ἐνάρετον σπεύδων. Ὁ γὰρ μὴ τοι‐

513

B

οῦτος ἔξω τρέχει τοῦ δοθέντος αὐτῷ κανόνος καὶ διὰ τὸ ἄτακτον ἔξαθλος γίνεται· κἂν πάνυ ταλαιπώρως τῆς ἀπὸ τῶν γενναίων ἀθλητῶν ἐπικουρίας τύχῃ, βρώσεως ἢ πόσεως ἢ ἐσθῆτος ἀπολαύσας, ὅμως οὐδὲν ἧττον ἀστεφάνωτός ἐστιν.
5Καὶ οἱ μὲν εἰσελάσαντες εἰς τὴν ἠγαπημένην πόλιν τοῦ πα‐ τρὸς γέρως ἀϊδίου μεταλήψονται, τοῖς δὲ ἀποβήσεται διὰ τῆς ἐνταῦθα τροφῆς τῆς κατὰ ἀληθείαν ἀπολαύσεως μὴ μεταλαμ‐ βάνειν. Γύναια δὲ τιμητέον, προνοοῦντας μὴ ἄρα σφαλῶμεν.

513

C

Καὶ προσιτέον αὐταῖς ὑγιῶς καὶ μὴ περιέργως, δεδιότας τῆς μετ’ αὐτῶν ἀναστροφῆς τὸ κινδυνῶδες, καὶ προγινώσκοντας τό τε εὐμετάβολον αὐτῶν καὶ τὴν εἰς ὅπερ οἴονται γεγονέναι συνείδησιν. Φυλακτέον δὲ πρὸ πάντων τὰς ἐν παραβύστῳ92
5κωμικὰς αὐτῶν ἐπιτηδεύσεις, αἵτινες κρύφα γινόμεναι κατα‐ γινώσκονται μὲν καὶ ὑπ’ αὐτῶν, γίνονται δὲ ἐπὶ τὸ τοὺς πλησίον καταπίνειν. Συμβαίνει γοῦν ἐνίαις κλεπτούσαις ἑαυ‐ τάς, διὰ τὸ μὴ ἐκ προδήλου τολμᾶν καλλωπίζειν τὰς ὄψεις,

513

D

διὰ τέχνης τοῦτο πράττειν· εἰς ὕδωρ γὰρ ἢ ἔλαιον κατα‐ κύπτουσαι κρίνουσιν ἑαυτάς, εἰ πρὸς τὴν σωφροσύνην δύναιντ’ ἂν πολεμεῖν. Ἀλλά τις καὶ ἕτερος τρόπος τῆς τοιαύτης ἐπι‐ βουλῆς ὑπ’ αὐτῶν πραγματεύεται· κρύφα γὰρ κεφαλῆς ἐπι‐
5ψαύουσαι τῶν πλοκάμων, τοὺς πλησίον ὥσπερ κλέπτουσαι διακοσμεῖν τὰς ἐθείρας περιέργως, καὶ τῶν παρειῶν καὶ τῆς ὑπήνης ἄκροις δακτύλοις ψαύουσιν. Περιβλέπουσι δὲ καὶ ἑαυ‐ τὰς τῆς κεφαλῆς ἀκινητούσης. Ὁμιλητέον οὖν πρὸς τὰς τοιαύτας ῥωμαλεώτερον, τοὺς κεχυμένους κλάδους αὑτῶν

514

A

ἀποκόπτοντας· ἅμα γὰρ τῷ καταληφθῆναι κατανεύουσιν, καὶ ὁ καρπὸς ὑπὸ τῶν ἀλωπέκων κατεσθίεται τῶν φωλευόντων εἰς τὴν γῆν. Διὰ τοῦτο κατὰ τὸν προφήτην κεντριστέον μὲν τὸν ὄνον, μαστικτέον δὲ τὸν ἵππον, ἵνα διεγείρηται μὲν ὁ νω‐
5θής, τύπτηται δὲ ὑπὸ τῶν νουθεσιῶν διὰ τὸ ἀχαλίνωτον ὁ ἀφηνιάζων. Ὥστε κατὰ τὸν Ἱερεμίαν μὴ καταρτίζωμεν ἑαυ‐ τοὺς ἵππους θηλυμανεῖς, μηδὲ πρὸς τὴν γυναῖκα τοῦ πλησίον χρεμετίζωμεν. Γυνὴ δ’ ἐστὶν ἀδελφὴ μὲν πᾶσα, τοῦ δὲ πλησίον εἴ‐

514

B

ρηται γυνή, τοῦτ’ ἔστιν Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν
(ὅντινα μετὰ τὴν πρὸς θεὸν καὶ πατέρα τῶν ὅλων ἀγάπην, ὅτι πλησίον ἐστὶν αὐτοῦ, τιμητέον καὶ ἀγαπητέον), ὡς Παῦ‐ λος· Ἡρμοσάμην, λέγει, πάντας ὑμᾶς ἑνὶ ἀνδρί, παρθένον94
5ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Ἔστιν δὲ καὶ ἡ πλησίον γυνὴ σὰρξ ἐν ἡμῖν, ἐφ’ ἣν οὐ χρεμετιστέον· χρεμετίζει δὲ καὶ ὁ μηδέπω πεποιηκὼς τὴν ἐπιθυμίαν, ἀναθυμιωμένης αὐτῷ τῆς ὀρέξεως, κἂν μὴ λαμβάνῃ τὸ τέλος. Προσεκτέον δὲ καὶ παιδίοις, ὅτι τῶν τοιούτων ἐστὶν

514

C

ἡ βασιλεία τῶν οὐρανῶν. Νοσούντων δὲ οὐκ ἀμελητέον, οὐδὲ ῥητέον ὅτι Διακονεῖν οὐκ ἔμαθον. Ὁ γὰρ τὴν τρυφερίαν ἢ τὸ ἀσύνηθες προβαλλόμενος ἴστω καὶ αὐτὸς τὰ αὐτὰ πεισόμε‐ νος· καὶ ἐπειδὰν πάσχῃ τι τοιοῦτον, τῆς γνώμης αὑτοῦ τὸ
5αὐτοκατάκριτον αἰτιάσθω, συμβαινόντων αὐτῷ ταὐτὰ ἅπερ διέθηκε καὶ αὐτός. Οὐδὲ οὖν τοῦ ἀμελοῦς ἀμελητέον. Θεὸς γὰρ ὁ κρίνων ἐστίν. Καὶ ὁ βουλόμενος εὖ πάσχειν θησαυρι‐ ζέτω διὰ τῆς εὐποιίας τὴν εἰς ἑαυτὸν ἀπὸ τοῦ πλησίον εὐερ‐

514

D

γεσίαν. Αἰσχύνεσθαι δὲ οὐκ ὀρθῶς ἔχει μή τις ἄρα διὰ τὴν αὐτουργίαν ἀθλίους ἡμᾶς καὶ ἀβοηθήτους ὑπολάβῃ, μόνον δὲ φυλακτέον μή τις ἐπὶ κακίᾳ καὶ πονηρῷ βίῳ διαβάλῃ τοὺς εἰ‐ δέναι θεὸν φάσκοντας.
5 Συνελόντι δ’ εἰπεῖν, ἡ μὲν τοῦ κόσμου λύπη θάνα‐ τον ἐργάζεται τοῖς ὑπ’ αὐτῆς κρατουμένοις, ἡ δὲ κατὰ θεὸν λύπη τὸν τῆς ζωῆς τίκτει νοῦν. Πρὸ πάντων δὲ γινώσκωμεν ὅτι καὶ νόσος ἀπόκειται τοῖς σαρκίοις ἡμῶν καὶ ζημία καὶ

515

A

ἔνδεια, καὶ ὁ χαριστήσων ἐγγύς. Καὶ διὰ τοῦτο χρὴ προμε‐ λετᾶν τὸ ἀποβησόμενον, ἵνα μὴ συμβαῖνον θαῦμα καὶ ἔκπληξιν παρέχῃ ταῖς καρδίαις ἡμῶν. Ὁ γὰρ τοιοῦτος ἐρεῖ πρὸς τὸ
συμβεβηκὸς πάθος· Ἤιδειν ὅτι μέλλεις ἐπιέναι, τῆς προσ‐96
5δοκίας σου οὐκ ἀπέτυχον, προεγίνωσκόν σου τὴν ἔφοδον. Κἂν τοιοῦτός τις ᾖ, στήσεται καὶ οὐ καταπεσεῖται· τὸ δὲ ἐπὶ τῷ αἰφνιδίῳ ταράσσεσθαι ἢ κεκραγέναι, πολλάκις δὲ καὶ ὀδύρε‐ σθαι, λίαν ἐστὶν ταλαιπώρου γνώμης. Προσεκτέον οὖν τῇ ἀρετῇ μόνον, καὶ τοῖς τὰ περὶ
10αὐτῆς διηγουμένοις προσιτέον· οἷς δ’ ἂν μὴ παρῇ τῶν λεγομέ‐

515

B

νων ἡ πρᾶξις, τούτοις διὰ τὸ ἐνεδρευτικὸν χαίρειν εἰπόντες τοὺς συστρατευομένους ἡμῖν ἐπιζητῶμεν. Ὁ γὰρ λέγειν μὲν ἐπιτηδεύων ὅτι Οὐκ ἄρχων εἰμὶ καὶ δικαστής, πράττων δ’ ἀγαθὸν μηδέν, οὗτος, ὡς ὑπὸ τυράννων πολλῶν κρατούμενος,
5λανθάνει τῇ ἁμαρτίᾳ δουλεύων καὶ ἀποδιδράσκων τοὺς ὁδῷ βαδίζειν σπεύδοντας. Μακάριος οὖν ὁ τῇ καρδίᾳ καθαρός· ὑπὸ τούτου γὰρ ὁρᾶσθαι μόνον τὸ θεῖον δυνατόν. Φθόνου δὲ καὶ βασκανίας μακρὰν κεχωρίσθαι δεῖ τὸν πιστόν· εὔχεσθαι δὲ ὁσημέραι καὶ λόγῳ πλουσίους εὑρίσκεσθαι καὶ πράξει δυ‐

515

C

νατούς. Μέλη γὰρ ἀλλήλων ἐσμέν. Διὰ τοῦτο τῷ μὲν πάσχοντι συμπάσχωμεν, τῷ δὲ δοξαζομένῳ συγχαίρωμεν, φυ‐ λαττόμενοι τοὺς μὴ οἰκείους τῆς Χριστοῦ νομοθεσίας. Ταῦθ’ ὑμῖν, ὦ ἀδελφοί, συμβουλεύων πράττειν ἔτι καὶ τοὺς λοιποὺς
5δι’ ὑμῶν ἐπὶ τὸ ποιεῖν τὰ βουλήματα τοῦ θεοῦ προετρεψά‐ μην. Ὁ δὲ κύριος τῆς δόξης, ὁ ὢν εἰς τοὺς αἰῶνας, δῴη πᾶσιν ὑμῖν τῆς μετὰ τῶν ἐκλεκτῶν τιμῆς καὶ ἀναπαύσεως ἐπιτυχεῖν.
Ἡ χάρις μετὰ πάντων ὑμῶν.98