TLG 0646 006 :: Pseudo–JUSTINUS MARTYR :: Expositio rectae fidei

Pseudo–JUSTINUS MARTYR
(A.D. 3/5)

Cf. et ACTA JUSTINI ET SEPTEM SODALIUM (0384)

Expositio rectae fidei

Source: Otto, J.C.T. (ed.), Corpus apologetarum Christianorum saeculi secundi, vol. 4, 3rd edn. Jena: Mauke, 1880 (repr. Wiesbaden: Sändig, 1969): 2–66.

Citation: Morel page — section — (line)

t

1

ΤΟΥ ΑΓΙΟΥ ΙΟΥΣΤΙΝΟΥ ΦΙΛΟΣΟΦΟΥ ΚΑΙ ΜΑΡΤΥΡΟΣ ΕΚΘΕΣΙΣ ΤΗΣ ΟΡΘΗΣ ΠΙΣΤΕΩΣ.

372

B

Ἱκανῶς τὸν κατὰ Ἰουδαίων καὶ Ἑλλήνων ἐπελθόντες ἔλεγχον, ἀκολούθως αὖθις τὸν ὑγιᾶ τῆς πίστεως ἐκτιθέμεθα λόγον. Ἐχρῆν γὰρ δήπου μετὰ τὴν τῆς ἀληθείας ἐπίδειξιν, ὅπως καὶ φρονεῖν περὶ αὐτῆς προσῆκεν, προϊόντας εἰδέναι.
5Οὐ γὰρ ἁπλῶς ἡ πρὸς τὸν πατέρα καὶ υἱὸν δοξολογία τὴν σωτηρίαν ἡμῖν πορίζει, ἀλλ’ ἡ ὑγιὴς τῆς τριάδος ὁμολογία τῶν ἀποκειμένων τοῖς εὐσεβέσιν ἀγαθῶν τὴν ἀπόλαυσιν δωρεῖ‐

372

C

ται· ἐπεὶ καὶ τῶν ἑτεροφρόνων ἀκούσεταί τις τὸν πατέρα καὶ υἱὸν ἀνυμνούντων, ἀλλ’ οὐ κατ’ ὀρθὴν ἔννοιαν τὸ σέβας προσαγόντων. Ὅθεν ἀναγκαίως ἡμῖν ἡ τοῦδε τοῦ γράμματος ἐδέησεν ἔκθεσις, εἰς τὴν ἀκραιφνῆ τῆς ἀληθείας ἀνάγουσα
5τοὺς ἐντυγχάνοντας κατανόησιν. Ἕνα τοίνυν θεὸν σέβειν ἡμᾶς αἵ τε θεῖαι γραφαὶ δι‐ δάσκουσιν καὶ αἱ τῶν πατέρων διδασκαλίαι παιδεύουσιν. Δεῖ γὰρ ἕνα πάντων αἰτιώτατον εἶναι, ἵνα μηδὲν ἔξωθεν περιστὰν λυμαίνηται τὰ γινόμενα. Καὶ γὰρ εἴ τι τὴν ἀρχὴν2
10ἔξωθεν ἦν τοῦ θεοῦ, τοῦτο πάντως ἀναγκαῖον ἢ θεὸν ὁμολο‐

372

D

γεῖν ἢ δύναμιν ἑτέραν. Ἀλλ’ εἰ μὲν θεὸν εἴποι τις, διέ‐ γραψεν τὰς θείας φωνὰς ἀναφανδὸν βοώσας· Ἐγὼ θεὸς πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα καὶ πλὴν ἐμοῦ οὐκ ἔστιν θεός. Εἰ δὲ οὐ θεόν, ἀγγέλους ἢ δυνάμεις φήσειεν δηλονότι. Ἀλλὰ
5καὶ οὕτως ἀθετήσει τὰς γραφὰς παρὰ τοῦ θεοῦ καὶ τούτους γενέσθαι λεγούσας. Αἰνεῖτε γάρ, φησίν, τὸν θεὸν ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις, αἰνεῖτε αὐτὸν πάντες οἱ ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτὸν πᾶσαι αἱ δυνάμεις

373

A

αὐτοῦ! Καὶ ἑξῆς· Ὅτι αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν. Οὐκοῦν ὁμολογούμενον ἂν εἴη μηδὲν τὴν ἀρχὴν τῷ θεῷ τῶν ὅλων συνυπάρχειν, ἐπείπερ
ἅπαντα παρῆχθαι παρ’ αὐτοῦ ἀπεδείχθη. Εἷς οὖν ταῖς4
5ἀληθείαις ἐστὶν ὁ τῶν ἁπάντων θεός, ἐν πατρὶ καὶ υἱῷ καὶ πνεύματι ἁγίῳ γνωριζόμενος. Ἐπεὶ γὰρ ἐκ τῆς ἰδίας οὐσίας ὁ πατὴρ τὸν υἱὸν ἀπεγέννησεν, ἐκ δὲ τῆς αὐτῆς τὸ πνεῦμα προήγαγεν, εἰκότως ἂν τῆς αὐτῆς καὶ μιᾶς οὐσίας μετέχοντα τῆς αὐτῆς καὶ μιᾶς θεότητος ἠξίωνται.
10Πῶς οὖν, φησίν, εἰ διαφέρει τὸ γεννῶν τοῦ γεννω‐

373

B

μένου καὶ τὸ ἐκπορευτὸν τοῦ ἀφ’ οὗπερ ἐκπορεύεται (ἔστιν δὲ ὁ πατὴρ ἀγέννητος, ἀφ’ οὗ καὶ ὁ υἱὸς γεγέννηται καὶ τὸ πνεῦμα προῆλθεν), ταὐτὸν τῷ πατρὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα; Ὅτι τὸ μὲν ἀγέννητον καὶ γεννητὸν καὶ ἐκπορευτὸν οὐκ οὐσίας
5ὀνόματα, ἀλλὰ τρόποι ὑπάρξεως· οἱ δὲ τῆς ὑπάρξεως τρό‐ ποι τοῖς ὀνόμασιν χαρακτηρίζονται τούτοις. Ἡ δὲ τῆς οὐσίας δήλωσις τῇ θεὸς ὀνομασίᾳ σημαίνεται, ὡς εἶναι μὲν τὴν διαφορὰν τῷ πατρὶ πρὸς τὸν υἱὸν καὶ τὸ πνεῦμα κατὰ τὸν τῆς ὑπάρξεως τρόπον, τὸ δὲ ταὐτὸν κατὰ τὸν τῆς οὐσίας λό‐
10γον. Ἧι γὰρ ὁ μὲν ἀγεννήτως ἔχει τὸ εἶναι, ὁ δὲ γεννητῶς,

373

C

τὸ δὲ ἐκπορευτῶς, τὰ τῆς διαφορᾶς ἐπιθεωρεῖσθαι πέφυκεν·
ᾗ δὲ τῆς ὑποστάσεως αὐτοῦ τὸ κατ’ οὐσίαν εἶναι σημαίνεται, καὶ τῷ κοινῷ τῆς θεότητος ὀνόματι παραδηλοῦται. Οὕτως δ’ ἂν ὃ λέγω σαφέστερον γένοιτο. Ὁ περὶ τῆς ὑπάρξεως6
5τοῦ Ἀδὰμ σκοπούμενος, ὅπως εἰς τὸ εἶναι παρήχθη, εὑρήσει τοῦτον οὐ γεννητόν, οὐ γὰρ ἐξ ἄλλου τινὸς ἀνθρώπου, ἀλλ’ ἐκ τῆς θείας διαπλασθέντα χειρός. Ἀλλ’ ἡ διάπλασις τὸν τρόπον τῆς ὑπάρξεως δηλοῖ· τὸ γὰρ ὅπως ἐγένετο ση‐ μαίνει. Ὡσαύτως πάλιν ὁ τῆς ὑπάρξεως τρόπος τὴν διά‐

373

D

πλασιν χαρακτηρίζει· δηλοῖ γὰρ ὁμοίως ὅτι γε πλασθεὶς ὑπῆρξεν. Εἰ δὲ τὴν οὐσίαν αὐτοῦ ζητοίης, καθ’ ἣν τοῖς ἐξ αὐτοῦ πρὸς κοινωνίαν συνάπτεται, ἄνθρωπον εὑρήσεις τὸ ὑποκείμενον. Ὥσπερ οὖν ἡ πλάσις τὸν τρόπον τῆς ὑπάρξεως
5δηλοῖ, ὁ δὲ τῆς ὑπάρξεως τρόπος τὴν διάπλασιν χαρακτη‐ ρίζει, ὁ δὲ τῆς οὐσίας λόγος ἄνθρωπον τὸ ὑποκείμενον δεί‐ κνυσιν, οὕτως ἐπὶ τοῦ θεοῦ καὶ πατρὸς εὑρήσομεν. Εἰ μὲν γὰρ τὸν τρόπον τῆς ὑπάρξεως αὐτοῦ ζητοίης, ἐξ οὐδενὸς

374

A

ἑτέρου γεγεννημένον ὁρῶν, ἀγέννητον προσαγορεύσεις· εἰ δὲ τὴν ἀγέννητος προσηγορίαν σκοποίης, τῆς ὑπάρξεως τὸν τρόπον ἑρμηνεύουσαν εὑρήσεις. Εἰ δὲ καὶ τὴν οὐσίαν αὐτὴν γνωρίζειν ἐθέλοις, καθ’ ἣν υἱῷ καὶ πνεύματι πρὸς κοινω‐
5νίαν συνάπτεται, τῇ θεὸς ὀνομασίᾳ δηλώσεις. Ὥστε τὸ
ἀγέννητον καὶ τῆς ὑπάρξεως ὁ τρόπος ἀλλήλων εἰσὶν γνω‐ ριστικά, τῆς δὲ οὐσίας τὸ θεὸς δηλωτικόν. Ὡς γὰρ ὁ Ἀδάμ, καίτοι γέννησιν οὐ προσηκάμενος, τοῖς ἐξ αὐτοῦ γεννηθεῖσιν κατὰ τὸ τῆς οὐσίας ταὐτὸν εἰς κοινωνίαν συνάπτε‐8
10ται, οὕτως οὐδεὶς λόγος τὸ κοινὸν τῆς οὐσίας πατρὸς πρὸς

374

B

τὸν υἱὸν καὶ τὸ πνεῦμα διασπᾶσαι διὰ τὸ ἀγέννητον δυνή‐ σεται. Ὥστε τὸ ἀγέννητον καὶ τὸ γεννητὸν καὶ τὸ ἐκπορευ‐ τὸν οὐκ οὐσίας δηλωτικά, σημαντικὰ δὲ τῶν ὑποστάσεών ἐστιν· ἱκανὰ γὰρ ἡμῖν διακρίνειν τὰ πρόσωπα καὶ τὴν
5πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ἰδιαζόντως δεικνύειν ὑπόστασιν. Καθάπερ γὰρ σφραγὶς ἡμῖν τις λεχθὲν τὸ ἀγέννητον εὐθὺς τὴν πατρὸς ἀφορίζει ὑπόστασιν, καὶ πάλιν ὥς τι σημεῖον τὴν τοῦ γεννητοῦ προσηγορίαν ἀκούοντες τὴν υἱοῦ λαμβάνομεν ἔννοιαν, καὶ αὖθις διὰ τῆς τοῦ ἐκπορευτοῦ
10σημασίας τὸ ἰδικὸν τοῦ πνεύματος πρόσωπον παιδευόμεθα.

374

C

Καὶ ταῦτα μὲν ἀρκεῖ πρὸς ἀπόδειξιν τοῦ μὴ τὴν οὐσίαν αὐτὴν δηλοῦν τὸ ἀγέννητον καὶ γεννητὸν καὶ ἐκπορευτόν, ἀφοριστικὰ δὲ τῶν ὑποστάσεων εἶναι, πρὸς τῷ καὶ τὸν τῆς ὑπάρξεως τρόπον διασημαίνειν.
5 Ὑπόλοιπον δ’ ἂν εἴη περὶ τῆς οὐσίας δεικνύναι πῶς μία πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. Ὁρῶμεν τοίνυν ἐν τῇ κοινῇ συνηθείᾳ τῆς αὐτῆς οὐσίας ὑπάρχοντα τοῖς γεν‐ νῶσιν τὰ γεννώμενα. Μᾶλλον δὲ ἄνωθεν ἡμῖν ἀρκτέον, ὡς
ἂν μὴ τὸ συνεχὲς τοῦ λόγου διακόπτοι ζήτημά τι παρεμπεσὸν10

374

D

εἰς μέσον. Καὶ πρῶτόν γε τὰ ὄντα διαιρήσωμεν. Εὑρήσομεν γὰρ ἅπαντα εἴς τε κτιστὸν καὶ ἄκτιστον διαιρούμενα· εἴ τι γάρ ἐστιν ἐν τοῖς οὖσιν, ἢ ἄκτιστος φύσις ἐστὶν ἢ κτιστή. Ἀλλ’ ἡ μὲν ἄκτιστος καὶ δεσποτικὴ καὶ πάσης ἀνάγκης ἐλευθέρα, ἡ
5δὲ κτιστὴ δουλικὴ καὶ νόμοις δεσποτικοῖς ἑπομένη· καὶ ἡ μὲν κατ’ ἐξουσίαν ἃ ἂν βούληται καὶ ποιοῦσα καὶ δυναμένη, ἡ δὲ τὴν διακονίαν ἣν παρὰ τῆς θεότητος εἴληφεν μόνην καὶ δυναμένη καὶ πληροῦσα. Οὕτω τῆς διαιρέσεως ἐχούσης,

375

A

εἰς μέσον τὰς θείας παραθεμένους φωνὰς σκοπεῖν δεῖ μετὰ ἀκριβείας, τίνι συντάττειν παιδεύουσιν τὸν υἱὸν καὶ τὸ πνεῦμα· δεῖ γὰρ πρὸς τοὺς τῆς ἐκκλησίας τροφίμους μὴ λογισμοῖς ἀνθρωπίνοις διευθύνειν τὰ θεῖα, ἀλλὰ πρὸς τὸ
5βούλημα τῆς διδασκαλίας τοῦ πνεύματος τῶν λόγων ποιεῖ‐ σθαι τὴν ἔκθεσιν. Καὶ πρῶτος ἡμᾶς Δαυῒδ διδασκέτω.
Ὕμνον γὰρ οὗτος ἐξ ὁλοκλήρου τῆς κτίσεως συνθεὶς τῷ θεῷ, εἶτα περὶ τῶν κατ’ οὐρανὸν ἁπάντων διαλαβών, πάσας τε τὰς ἐν αὐτῷ δυνάμεις ἀπαριθμησάμενος, ὁμοίως δὲ καὶ12

375

B

περὶ γῆς καὶ τῶν ἐν αὐτῇ ἁπάντων τὴν ἀφήγησιν ποιησά‐ μενος, οὐ συμπαραλαμβάνει τῇ δοξολογίᾳ ταύτῃ τὸν υἱὸν καὶ τὸ πνεῦμα, ὡς τῇ θείᾳ φύσει συνεζευγμένα δηλονότι· οὐ γὰρ ἄν, εἰ τῆς κτιστῆς οὐσίας ἠπίστατο, ταῦτα μόνα
5ἀφῆκεν ἀκατονόμαστα, ὧν γε πρῶτον καὶ μάλιστα τῶν ἄλ‐ λων ἁπασῶν δυνάμεων εἰκότως ἂν ἐμνημόνευσεν. Ὁμοίως δὲ καὶ ὁ μακάριος Παῦλος, θείῳ πυρὶ κάτοχος ὢν καὶ τὸ δια‐ καὲς τῆς περὶ τὸν θεὸν ἀγάπης ἐνδεικνύμενος καὶ τὸ βέ‐ βαιον τοῦ φίλτρου μαρτυρούμενος, οὕτως φησίν· Πέ‐
10πεισμαι γὰρ ὅτι οὔτε ζωὴ οὔτε κόσμος οὔτε θάνατος, οὔτε

375

C

ἄγγελοι οὔτε δυνάμεις οὔτε ἀρχαί, οὔτε ἐνεστῶτα οὔτε μέλ‐ λοντα, οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνή‐ σεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν. Ὁμοίως γὰρ καὶ αὐτὸς ἀπαριθμη‐
5σάμενος καὶ κόσμον καὶ ζωὴν καὶ θάνατον, ἀγγέλους τε καὶ δυνάμεις καὶ ἀρχάς, καὶ ἐνεστῶτα καὶ μέλλοντα, ὕψωμά τε καὶ βάθος, ἐπεὶ μηδὲν ηὕρισκεν ὑπολιμπανόμενον τῇ κτιστῇ

375

D

φύσει, ἔτι δὲ τοῦ βοᾶν καὶ μαρτύρεσθαι τῆς ὁρμῆς ἐχόμε‐ νος, ὑπερβολικόν τι προσθεὶς τὸν λόγον ἐπλήρωσεν, κτίσιν
ἑτέραν ἐπαγαγών. Ἆρα οὖν, καὶ τῇ τοῦ λεχθέντος ὑπερ‐ βολῇ τὸν ἀμετακίνητον αὑτοῦ περὶ τὸν θεὸν πόθον παραδη‐14
5λώσας, εἰ τῆς κτιστῆς οὐσίας ἠπίστατο τὸν υἱὸν καὶ τὸ πνεῦμα, οὐκ ἂν αὐτῶν μετὰ τῶν ἄλλων τὴν ἀφήγησιν ἐποιή‐ σατο; Ἀλλ’ ὅτι μὲν οὐ συνέζευκται τῇ κτιστῇ φύσει ὁ υἱὸς καὶ τὸ πνεῦμα, ἀπὸ τούτων καὶ τῶν τοιούτων ἰστέον· ἐνῆν δὲ παραθέσθαι καί τινας ἄλλας τοιαύτας παμπληθεῖς μαρ‐
10τυρίας, ἀλλ’, ἐπεὶ πρὸς ἐκκλησίας υἱεῖς ὁ λόγος, ἡμῖν δὲ ὁ

376

A

σκοπὸς διὰ συντόμων εἰπεῖν, ἀποχρῆν ἡγοῦμαι καὶ τὰ ῥη‐ θέντα. Ὑπόλοιπον δ’ ἂν εἴη ἐπιδεικνύναι ὡς τῇ θείᾳ φύσει ὁ υἱὸς συντέτακται καὶ τὸ πνεῦμα. Καὶ πρῶτόν γε τοῦ και‐
5ριωτάτου μνησθήσομαι. Ὁ οὖν κύριος ἡμῶν Ἰησοῦς Χριστὸς μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν, τὴν εἰς οὐρανοὺς ἄνοδον ποι‐ εῖσθαι μέλλων, καὶ τὴν τῶν ἐθνῶν μαθητείαν καὶ τὴν τοῦ βαπτίσματος διδαχὴν τοὺς ἀποστόλους ἐπαίδευσεν· Πορευ‐ θέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς
10τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος.

376

B

Καὶ Κορινθίοις δὲ γράφων ὁ μακάριος Παῦλος τῷ τέλει τῆς ἐπιστολῆς, οἱονεὶ σφραγῖδά τινα τῇ διδασκαλίᾳ περιτιθείς, ἐπάγει· Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ θεοῦ καὶ πατρὸς καὶ ἡ κοινωνία τοῦ ἁγίου πνεύματος
5μετὰ πάντων ὑμῶν. Καὶ πάλιν πρὸς Ἐφεσίους οὕτως φη‐
σίν· Ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ, ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν κυρίῳ, ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ θεοῦ ἐν πνεύματι. Ὁρᾷς ὅπως τὴν οἰκοδομὴν τὴν ἐν Χριστῷ δι‐16
10δάσκων, δι’ ἧς ναὸς κυρίου γινόμεθα, κατὰ τὸ Ἐνοικήσω

376

C

ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω καὶ ἔσομαι αὐτῶν θεός, τὰ τρία συνημμένως ἡμῖν συνεισάγει πρόσωπα. Χριστὸν γὰρ καὶ θεὸν καὶ πνεῦμα, τὴν μίαν θεότητα, κατοικεῖν ἐν ἡμῖν κατ’ ἐνέργειαν, τοῖς τῆς χάριτος ἀξιουμένοις, διὰ τῆς
5τοιαύτης διδασκαλίας ἐπαίδευσεν. Καὶ τοῦτο δῆλον ἀφ’ ὧν καὶ ἐν ἑτέρῳ φησίν· Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ

376

D

οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται, ἵνα δῴη ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ δυνάμει κρα‐ ταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι τὸν Χριστόν. Ἰδοὺ γὰρ πάλιν ἐνοικήσεως
5θείας μνημονεύων πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα συμ‐ περιλαμβάνων δείκνυται. Καὶ πανταχοῦ δὲ τῆς διδασκα‐ λίας συντάττων τὰ τρία φαίνεται πρόσωπα. Κορινθίοις γὰρ
ἐν ἐπιστολῇ δευτέρᾳ γράφων οὕτως φησίν· Ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν καὶ χρίσας ἡμᾶς θεός, καὶ σφραγι‐18

377

A

σάμενος ἡμᾶς καὶ δοὺς τὸν ἀῤῥαβῶνα τοῦ πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν· σαφῶς κἀνταῦθα καὶ πατέρα (καὶ θεὸν) καὶ Χριστὸν υἱὸν καὶ ἅγιον πνεῦμα ἐν τῇ διδασκαλίᾳ συ‐ ζεύξας. Καὶ αὖθις πρὸς Γαλάτας· Ὅτι δέ ἐστε υἱοί, ἐξ‐
5απέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, κρᾶζον Ἀββᾶ ὁ πατήρ· ὁμοίως πάλιν συνημμένως ἡμῖν τὴν περὶ πατρὸς καὶ υἱοῦ καὶ πνεύματος ἔννοιαν παρα‐ διδούς. Καὶ βλέπε τῆς ἄκρας συναφείας πῶς τίθησι τὰ γνωρίσματα. Οὐ γὰρ ἁπλῶς εἶπεν· Ἐξαπέστειλεν ὁ θεὸς
10τὸ πνεῦμα, ἀλλά· τοῦ υἱοῦ αὐτοῦ· νῦν μὲν αὐτὸ συνάπτων

377

B

υἱῷ, νῦν δὲ προσνέμων πατρὶ ἐν οἷς φησιν· Ὑμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβετε, ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ καὶ πατρός· καὶ πάλιν τοῦ υἱοῦ αὐτοῦ τὸ πνεῦμα τῆς ἀληθείας καλοῦντος, ἐπειδὴ αὐτός ἐστιν ἡ ἀλήθεια, καὶ
5αὖθις τοῦ πατρὸς εἶναι διδάσκοντος· ὃ γὰρ παρὰ τοῦ πατρὸς ἐκπορεύεται. Καὶ διὰ πάντων ἁπλῶς βεβαιούσης ἡμῖν τῆς θείας γραφῆς τὴν διάνοιαν, ἀχώριστον περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος κέκτῃσθε τὴν ἔννοιαν. Ἀλλ’ οὐδὲ τῆς τοῦ παντὸς δημιουργίας υἱοῦ καὶ
10πνεύματος τὴν ἐνέργειαν κεχωρισμένην τοῦ πατρὸς τὸ θεῖον

377

C

ἡμᾶς ἐπαίδευσεν λόγιον. Καὶ τούτου σοι Δαυῒδ ὧδέ πως λέ‐ γων γινέσθω διδάσκαλος· Καὶ σύ, κύριε, κατ’ ἀρχὰς τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί· συν‐
ειληφὼς μὲν διὰ τῆς τοῦ κυρίου σημασίας καὶ τὸν υἱὸν καὶ τὸ20
5πνεῦμα, οὐδὲν ἔλαττον δὲ διὰ τοὺς ἀγνώμονας καὶ τῇ κατὰ πρόσωπον χρησάμενος διαιρέσει ἐν οἷς φησιν· Τῷ λόγῳ κυ‐ ρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Ἀλλ’ οὐδὲ τῆς τοῦ πατρὸς ἐξουσίας ἐλαττοῦσθαι τὸν υἱὸν καὶ τὸ πνεῦμα παρὰ τῆς θείας
10γραφῆς μεμαθήκαμεν· καὶ πῶς, ἄκουε τοῦ γράμματος· Ὁ δὲ

377

D

θεὸς ἡμῶν, φησίν, ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἠθέλησεν ἐποίησεν. Τοῦτο περὶ τοῦ πατρὸς ὁ Δαυΐδ φησιν. Ταύτην ὁ υἱὸς δεικνὺς ἐπὶ τοῦ λεπροῦ τὴν ἐξουσίαν· Θέλω, φησίν, καθαρίσθητι! Ταύτην ὁ μακάριος Παῦλος καὶ τῷ
5ἁγίῳ πνεύματι προσμαρτυρῶν τοιαῦτα γράφει· Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. Εἰ τοίνυν ἐν τῇ τοῦ κόσμου μαθητείᾳ, ἔν τε τῇ τοῦ βαπτίσματος διδαχῇ, ἔτι γε μὴν καὶ τῷ τῆς δημιουρ‐ γίας λόγῳ καὶ τῇ τῆς ἐξουσίας δυνάμει συνημμένως ἡμῖν

378

A

τὸ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ἓν ὄνομα παρα‐ δέδοται, τίς ἀφαιρήσεται λόγος τὸν υἱὸν καὶ τὸ πνεῦμα μὴ τῆς θείας οὐσίας καὶ μακαρίας ὑπάρχειν; Καὶ μή τις ἡμῖν ἐνσκήψειεν, ὡς ἄλλα μὲν ὑποσχο‐
5μένοις, ἄλλα δὲ διεξελθοῦσιν, εἴπερ, τὸ τῆς οὐσίας ταὐτὸν ἐπαγγειλάμενοι δείξειν, ὅτι συντέτακται τῷ πατρὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὰς πίστεις παρεσχόμεθα. Οὐ γὰρ ἄλλο τι τῆς συντάξεως ὁ λόγος παρίστησιν ἀλλ’ ἢ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος τὸ τῆς οὐσίας ταὐτόν, καί μοι τὴν διαίρεσιν
10ἀναλαβὼν ὁ ἀντιλέγων δι’ ἀκριβείας σκοπείτω· εὑρήσει γὰρ22

378

B

ἐκεῖ τῆς οὐσίας τὸν λόγον ἐν τῇ τάξει τῆς συναφείας πληρού‐ μενον. Ἄνωθεν τοίνυν ἡμῖν εἰς δύο τὰ ὄντα διῄρητο, εἴς τε ἄκτιστον καὶ κτιστὴν φύσιν· καὶ τῆς μὲν ἀκτίστου τεκμήρια παρ’ ἡμῶν ὡμολόγητο, δεσποτικήν τε αὐτὴν εἶναι καὶ πά‐
5σης ἀνάγκης ἐλευθέραν, ἔτι τε κατ’ ἐξουσίαν ἃ ἂν βούληται καὶ ποιοῦσαν καὶ δυναμένην, τῆς δὲ κτιστῆς, δουλικήν τε ἐξ ἀντιθέτου καὶ νόμοις δεσποτικοῖς ἑπομένην, ἔτι τε τὴν δια‐ κονίαν ἣν παρὰ τῆς θεότητος εἴληφεν μόνην καὶ δυναμένην καὶ

378

C

πληροῦσαν. Οὕτω τῆς διαιρέσεως ἐχούσης, θεότητος καὶ κτίσεως μηδὲν εἶναι μέσον βεβαιούσης, πᾶν ὃ τῆς κτίσεως παρήλλακται τῇ θείᾳ οὐ παρήλλακται δηλονότι. Εἰ τοίνυν διὰ πλειόνων παρ’ ἡμῶν ἐδείκνυτο τῆς μὲν κτίσεως διαλ‐
5λάττων ὁ υἱὸς καὶ τὸ πνεῦμα, ἐπεὶ μηδενὶ κτιστῷ συνη‐ ρίθμηνται, τῷ δὲ πατρὶ πανταχοῦ συνέζευκται, πῶς οὐ τῆς ἐσχάτης ἀνοίας ἐστὶν τὸ μὴ τῆς ἀκτίστου οὐσίας αὐτὰ νο‐ μίζειν; Τῶν γὰρ δύο τὸ ἕτερον ἀναγκαίως διαπεσεῖται· δεῖ γὰρ ἢ τῆς κτιστῆς αὐτὰ ἀποδεικνύντα τῆς ἀκτίστου ἀφορί‐

378

D

ζειν, ἢ τῆς ἀκτίστου δηλοῦντα τῆς κτιστῆς ἀναγκαίως χωρί‐ ζειν. Ἀλλὰ καὶ τῆς κτιστῆς ἐφάνη κεχωρισμένα καὶ τῇ ἀκτίστῳ συνεζευγμένα· μέσον δὲ τούτων ὡμολογήθη μηδέν.
Λειπόμενον ἂν εἴη τὸ κοινωνεῖν αὐτὰ τῆς οὐσίας ᾧ καὶ24
5πανταχοῦ συνεζεύχθησαν. Εἰ γάρ, ὅπερ εἴρηται (καλὸν γὰρ ἀναλαβεῖν πρὸς ἐντελεστέραν ἀπόδειξιν), ἐπί τε τῆς ἐν Χριστῷ τοῦ κόσμου μαθητείας, ἐπί τε τῆς διδαχῆς τοῦ βα‐ πτίσματος, ἔτι μὴν καὶ ἐπὶ τῆς θείας διδασκαλίας καὶ τῆς

379

A

τοῦ παντὸς δημιουργίας, οὐ μὴν ἀλλὰ καὶ ἐπὶ τῆς κατ’ ἐξουσίαν αὐθεντίας, παραπλήσια καὶ ταὐτὰ περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος παραδέδοται, τίς οὕτω σκαιὸς ὡς διαμφισβητεῖν περὶ τῆς κατ’ οὐσίαν ἀλλήλων κοινωνίας;
5Ἕνα τοίνυν θεὸν προσῆκεν ὁμολογεῖν, ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι γνωριζόμενον, ᾗ μὲν πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, τῆς μιᾶς θεότητος τὰς ὑποστάσεις γνωρίζον‐ τας, ᾗ δὲ θεός, τὸ κατ’ οὐσίαν κοινὸν τῶν ὑποστάσεων νο‐ οῦντας. Μονὰς γὰρ ἐν τριάδι νοεῖται, καὶ τριὰς ἐν μονάδι
10γνωρίζεται.

379

B

Καὶ πῶς τοῦτο, διερωτᾶν οὔτε ἄλλον βουλοίμην, οὔτε αὐτὸς ἐμαυτὸν δυναίμην πείθειν τοὺς περὶ τῶν ἀποῤῥήτων
λόγους γλώσσῃ πηλίνῃ καὶ σαρκίῳ ῥυπῶντι κατατολμᾶν. Εἰ γὰρ καὶ νοῦς ἡμῖν καθαρὸς ἐνίδρυται, δι’ οὗ τῶν ὑπὲρ ἡμᾶς26
5πολλάκις τῷ λόγῳ περιδραττόμεθα, ἀλλά γε τῇ συζύγῳ σαρκὶ βαρυνόμενος ἀτονεῖ τὴν ἐναργῆ τῶν μειζόνων κατάληψιν, ἐπείπερ βρίθει τὸ γεῶδες σκῆνος νοῦν πολυφρόντιδα. Οὐ‐

379

C

δενὶ οὖν ἂν τρόπῳ ἀνθρώποις οὖσιν δυνατὸν ἐξικέσθαι τῆς πρώτης ἐκείνης καὶ μακαρίας οὐσίας. Καὶ τί λέγω τῆς θείας οὐσίας! Ἀλλ’ οὐδὲ τῶν περὶ αὐτὴν μυστικῶς τελουμένων. Οὐδὲν γὰρ ἀνθρώποις τῶν θείων σαφές, ὡς Ἑλλήνων σο‐
5φός τις ἐφθέγξατο· ἐγὼ δὲ τὸ λεχθὲν ὡς ἀληθὲς δέχομαι. Ὅταν γὰρ ἀκούσω τοῦ Παύλου, τοῦ σκεύους τῆς ἐκλογῆς, τοῦ τρίτον οὐρανὸν ἐμβεβηκότος, τοῦ ῥημάτων ἀῤῥήτων ἀκη‐ κοότος ἃ μὴ θέμις γλώσσαις ἀνθρωπίναις ἐκλαλεῖν, τοῦ λαλοῦντα ἐν ἑαυτῷ ἔχοντος τὸν τῶν λόγων χορηγόν, μερικὴν

379

D

ἐν ἑαυτῷ τὴν γνῶσιν προσμαρτυροῦντος καὶ λέγοντος· Ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην, καὶ πάλιν· Ἐκ μέρους γινώσκομεν καὶ ἐκ μέ‐ ρους προφητεύομεν· πῶς τὴν τελείαν τῶν θείων γνῶσιν ἀν‐
5θρώποις οὖσιν πιστεύσω; Εἰ γὰρ τοῖς εἰς τὸ Παύλου μέτρον
ἐφθακόσιν ἀμυδρά τις καὶ μερικὴ γέγονεν (τὸ γὰρ δι’ ἐσό‐ πτρου βλέπειν καὶ ἐν αἰνίγματι τὸ ἀμυδρὸν παραινίσσεται), τίς οὕτω τολμηρὸς πρὸς ἀπόνοιαν ὡς τελείαν τῶν θείων28

380

A

γνῶσιν ἑαυτῷ προσμαρτυρεῖν; Αὐτίκα δὲ καὶ ἡμεῖς, τὸ τῶν ἀποῤῥήτων ἀδιεξίτητον εἰδότες, τὰ τοῦ Δαυῒδ πρὸς τὸν τῶν ὅλων θεὸν ἐπιφθεγγόμεθα· Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν. Ἀλλὰ
5ταῦτα μὲν καὶ λέγειν ὅσιον καὶ φρονεῖν ὁσιώτερον· τοῖς γὰρ θείοις παραχωρεῖν εὐσεβοῦς ἀνδρὸς ἂν εἴη καὶ σώφρονος. Οὐκοῦν ὅσον μὲν τῶν θείων εἰς ἀσφαλῆ ἔρευναν, ὅσον δὲ πρὸς εὐσεβῆ θρησκείαν θεοπρεπῶς νοοῦμεν. Οὐ γάρ, ἐπειδὴ πάμπαν ἀκατάληπτον τὸ θεῖον, διὰ τοῦτό που πάν‐

380

B

τως μηδ’ ὅλως ζητεῖν περὶ αὐτοῦ προσῆκεν, ἀλλ’ ἐν ῥᾳστώνῃ τὸν τοῦ βίου καταναλίσκειν χρόνον· κατὰ δὲ τὸ μέτρον τὸ μερισθὲν ἑκάστῳ παρὰ τοῦ κυρίου τῆς γνώσεως τὴν ἐξέτασιν φιλοπόνως ποιεῖσθαι, ὅτι μὲν ἀκατάληπτον ἀκριβῶς πε‐
5πεισμένους, ἐφ’ ὅσον δὲ χωροῦμεν διὰ τῆς θεωρίας ἑαυτοὺς ἐκείνῳ συνάπτοντας. Οὕτω τοίνυν νοοῦμεν τὸν υἱὸν ἐκ πατρὸς γεγεννῆσθαι, ὡς φῶς ἐκ φωτὸς ἐκλάμψαν. Ἱκανὴ γὰρ ἡ εἰκὼν παραστῆσαι τό τε συναΐδιον τό τε τῆς οὐσίας ταὐτὸν τό τε τῆς γεννήσεως ἀπαθές. Εἰ γὰρ ἐξελάμφθη, τῷ

380

C

ἐκλάμψαντι ἀχρόνως συνυπέστη. Τίνι γὰρ φωτὸς ἔκλαμψις χρόνου μέσῳ διακόπτοιτο; Καὶ εἰ φῶς ἐκ φωτός, τὸ ταὐτὸν ἐκείνῳ δηλώσειεν, ἀφ’ οὗ καὶ γεγέννηται. Εἰ δὲ πάλιν φῶς καὶ τὸ γεγεννημένον, ἀπαθὴς ἂν εἴη καὶ ἡ γέννησις.30
5Οὐ γὰρ κατὰ τομὴν ἢ ῥεῦσιν ἢ διάστασιν τοῦ φωτὸς ἡ ἔκλαμψις γίνεται, ἀλλ’ ἐκ τῆς οὐσίας αὐτῆς ἀπαθῶς προ‐ έρχεται. Τὴν αὐτὴν δὲ γνῶσιν καὶ περὶ τοῦ ἁγίου πνεύμα‐ τος κατέχωμεν, ὅτι, ὥσπερ ὁ υἱὸς ἐκ τοῦ πατρός, οὕτως καὶ τὸ πνεῦμα· πλήν γε δὴ τῷ τρόπῳ τῆς ὑπάρξεως διοίσει.

380

D

Ὁ μὲν γάρ, φῶς ἐκ φωτός, γεννητῶς ἐξέλαμψεν, τὸ δέ, φῶς μὲν ἐκ φωτὸς καὶ αὐτό, οὐ μὴν γεννητῶς ἀλλ’ ἐκπορευτῶς προῆλθεν· οὕτως συναΐδιον πατρί, οὕτως τὴν οὐσίαν ταὐ‐ τόν, οὕτως ἀπαθῶς ἐκεῖθεν ἐκπορευθέν. Οὕτως ἐν τῇ
5τριάδι τὴν μονάδα νοοῦμεν, καὶ ἐν τῇ μονάδι τὴν τριάδα γνω‐ ρίζομεν. Ταῦτα χωρήσαντες καὶ τοῦτο τὸ μέτρον παρὰ τοῦ κυρίου τῆς γνώσεως λαβόντες τοῖς υἱέσι τῆς ἐκκλησίας τὸ κατα‐

381

A

ληφθὲν ἐκτιθέμεθα, οὕτω μὲν φρονεῖν παρακαλοῦντες, ἕως ἂν τελεωτέραν τῆς γνώσεως τὴν ἔκλαμψιν δέξωνται, ἐπεί γε τοῖς παρ’ ἡμῶν ἐκτεθεῖσιν σὺν ἐπιμελείᾳ προσέχειν σωφρο‐ νικόν. Οὐ γάρ τι κομψὸν ἢ ὑπέρογκον ἢ μεγαλαυχίας ἔχον
5ἀπόδειξιν ἐφαντάσθημεν, ὅσον δὲ εὐσεβὲς μᾶλλον καὶ πρέ‐ πον τῇ ἀληθεῖ γνώσει κατὰ δύναμιν συλλέξαντες τῆς μιᾶς
θεότητος τὴν ἐν τελείαις τρισὶν ὑποστάσεσιν γνῶσιν ἐξεθέ‐ μεθα. Καὶ περὶ μὲν τῆς ἁγίας τριάδος οὕτω δοξάζοντες ἐπὶ τὴν ἐξ οἰκονομίας χάριν τοῦ λόγου τῷ λόγῳ προσέλθω‐32

381

B

μεν. Ἄῤῥητος μὲν γὰρ καὶ τῆς οἰκονομίας ὁ λόγος· ἀλλὰ τὸ κατὰ δύναμιν πάλιν ἡμῖν καὶ τοῦτον ἐξεταστέον. Ὅτε τῶν οἰκείων πλασμάτων συνεῖδεν ὁ λόγος χρῆ‐ ναι τὴν ἀνάπλασιν γενέσθαι καὶ τῆς τοῦ Ἀδὰμ τιμωρίας, ἣν
5παραβὰς ὤφλησε, τὸ χρέος ἀποδοθῆναι, τότε δή, τῶν οὐρα‐ νῶν οὐκ ἀποστάς, πρὸς ἡμᾶς κατελήλυθεν· οὐ γὰρ ἦν σώ‐ ματος ἡ κατάβασις, ἀλλὰ θείας ἐνεργείας βούλησις. Μέσῃ δὲ παρθένῳ, ἐκ Δαυϊτικοῦ καταγομένῃ γένους διὰ τὰς πρὸς

381

C

αὐτὸν ἐπαγγελίας, πρὸς τὴν τῆς οἰκονομίας χρείαν χρησάμε‐ νος, καὶ ταύτης τὴν νηδὺν εἰσδὺς οἱονεί τις θεῖος σπόρος, πλάττει ναὸν ἑαυτῷ, τὸν τέλειον ἄνθρωπον, μέρος τι λαβὼν τῆς ἐκείνης φύσεως καὶ εἰς τὴν τοῦ ναοῦ διάπλασιν οὐσιώσας.
5Ἐνδὺς δὲ τοῦτον κατ’ ἄκραν ἕνωσιν, θεὸς ὁμοῦ καὶ ἄν‐ θρωπος προελθών, οὕτω τὴν καθ’ ἡμᾶς οἰκονομίαν ἐπλή‐ ρωσεν. Ἐπειδήπερ ἁμαρτὼν ὁ Ἀδὰμ θανάτῳ τὸ γένος ὑπέβαλεν καὶ τὴν φύσιν ὅλην ὑπεύθυνον τῷ χρέει πεποίηκεν,34

381

D

θεὸς ὑπάρχων ὁ υἱὸς καὶ ἄνθρωπος ἀνακαλεῖται τοῦ Ἀδὰμ τὸ παράπτωμα. Καὶ ᾗ μὲν ἄνθρωπος, ἀμέμπτως πολιτεύεται καὶ θάνατον ἑκούσιον καταδέχεται, διὰ μὲν τῆς ἄκρας πολι‐ τείας ἀφανίζων τὸ παράπτωμα, διὰ δὲ τοῦ μὴ χρεωστουμένου
5θανάτου καταργῶν τὸν ὀφειλόμενον· ᾗ δὲ θεός, καὶ τὸ λυ‐ θὲν ἀνιστᾷ καὶ τὸν θάνατον αὐτὸν παντελῶς καταλύει. Εἷς οὖν ἐστιν ὁ υἱός, ὅ τε λυθεὶς ὅ τε τὸ λυθὲν ἀναστήσας· ᾗ

382

A

γὰρ ἄνθρωπος, ἐλύθη, ᾗ δὲ θεός, ἀνέστησεν. Ὅταν οὖν ἀκούσῃς περὶ τοῦ ἑνὸς υἱοῦ τὰς ἐναντίας φωνάς, καταλ‐ λήλως μέριζε ταῖς φύσεσιν τὰ λεγόμενα, ἂν μέν τι μέγα καὶ θεῖον, τῇ θείᾳ φύσει προσνέμων, ἂν δέ τι μικρὸν καὶ ἀνθρώ‐
5πινον, τῇ ἀνθρωπίνῃ λογιζόμενος φύσει. Οὕτω γὰρ καὶ τὸ τῶν φωνῶν ἀσύμφωνον διαφεύξῃ, ἑκάστης ἃ πέφυκεν δεχομένης φύσεως, καὶ τὸν υἱὸν τὸν ἕνα καὶ πρὸ πάντων αἰώνων καὶ πρόσφατον κατὰ τὰς θείας γραφὰς ὁμολογήσεις.

382

B

Καὶ μή με τις ἐρωτάτω τῆς ἑνώσεως τὸν τρόπον. Οὐ γὰρ αἰδεσθήσομαι τὴν ἄγνοιαν ὁμολογῶν, τοὐναντίον δὲ καὶ μᾶλλον καυχήσομαι, τοῖς ἀποῤῥήτοις πιστεύων καὶ μύστης τούτων ὑπάρχων ὧν καὶ λόγος καὶ νοῦς ἀτονεῖ τὴν κατάληψιν.36
5Ὥστε μηδὲν ἐναργὲς περὶ τούτου μήτε παρ’ ἐμοῦ μήτε παρ’ ἑτέρου μανθάνειν ἐλπίσειεν. Εἰ δ’ ὅσον ὁ νοῦς ἡμῶν ἐχώ‐ ρησεν περὶ τούτου βούλει γνῶναι, φθόνος μὲν οὐδεὶς πρὸς

382

C

παῖδας ἐκκλησίας, τοσοῦτον δὲ τοῖς λεγομένοις ἐπισημηνά‐ μενος, ὡς δεῖ τοῖς ἐγχειροῦσιν τὴν ἔκθεσιν τῆς ἄνωθεν ῥοπῆς τε καὶ συνεργίας, ἐπὶ τὴν εἰς δύναμιν κατάληψιν εἶμι. Τινὲς μὲν οὖν τὴν ἕνωσιν ὡς ψυχῆς πρὸς σῶμα νοήσαντες, οὕτως
5ἐκδεδώκασιν· καὶ ἁρμόδιόν γε τὸ παράδειγμα, εἰ καὶ μὴ κατὰ πάντα, κατὰ τὶ γοῦν. Ὡς γὰρ εἷς μέν ἐστιν ὁ ἄν‐ θρωπος, ἔχει δὲ φύσεις ἐν ἑαυτῷ δύο διαφόρους, καὶ κατ’ ἄλλο μὲν λογίζεται, κατ’ ἄλλο δὲ τὸ λογισθὲν ἐνεργεῖ (ψυχῇ μὲν γὰρ νοερᾷ λογισάμενος, εἰ τύχοι, τοῦ πλοίου τὴν σύμ‐

382

D

πηξιν, χερσὶν τὸ νοηθὲν εἰς πέρας ἄγει), οὕτως ὁ υἱός, εἷς
ὢν καὶ δύο φύσεις, κατ’ ἄλλην μὲν τὰς θεοσημείας εἰργά‐ ζετο, κατ’ ἄλλην δὲ τὰ ταπεινὰ παρεδέχετο. Ἧι μὲν γὰρ ἐκ πατρὸς καὶ θεός, ἐνεργεῖ τὰ θαύματα, ᾗ δὲ ἐκ παρθένου38
5καὶ ἄνθρωπος, τὸν σταυρὸν καὶ τὸ πάθος καὶ τὰ παραπλήσια φυσικῶς ἐθέλων ὑπέμενεν. Εἴ τις ἕως τούτου τὰ τοῦ παραδείγματος δέχοιτο, ἔχει καλῶς ἡ εἰκών· εἰ δὲ ὅλον ὅλῳ τῷ παραδείγματι συγκρίνοι, τὰ τῆς διαφορᾶς ἀναφανήσε‐ ται. Ὁ γὰρ ἄνθρωπος, εἰ καὶ διττὰς ἐν ἑαυτῷ δείκνυσιν
10τὰς φύσεις, οὐ δύο φύσεις ἐστίν, ἀλλ’ ἐκ τῶν δύο· ὡς γὰρ

383

A

τὸ σῶμα σύγκειται μὲν ἐκ πυρὸς καὶ ἀέρος, ὕδατός τε καὶ γῆς, οὐκέτι δὲ τὸ σῶμα πῦρ εἴποις εἶναι οὐδὲ ἀέρα ἤ τι τῶν ἄλλων (οὐδὲ γὰρ ταὐτὸν τοῖς ἐξ ὧν ἐστίν, ἐπεὶ καὶ διάφορος ὁ λόγος τοῦ τε συγκειμένου τῶν τε συντεθέντων),
5οὕτως ὁ ἄνθρωπος, εἰ καὶ ἐκ ψυχῆς καὶ σώματός ἐστιν, ἕτερος παρὰ τὰ ἐξ ὧν ἐστίν. Ὧδε δὲ μάθοις ὃ λέγω σα‐ φέστερον. Ἐκ διαφόρων ὑλῶν τὸν οἶκον οἰκοδομοῦμεν· ἀλλ’ οὐκ ἄν τις εἴποι τὸν οἶκον ταὐτὸν ὑπάρχειν ταῖς ὕλαις ταῖς ἐξ ὧν ἐστίν. Οὐ γὰρ ἁπλῶς οἱ λίθοι καὶ τὰ ξύλα καὶ τὰ

383

B

λοιπὰ ὁ οἶκός ἐστιν· εἰ γὰρ τοῦτο ἦν, καὶ πρὸ τῆς οἰκο‐ δομίας διῃρημένας αὐτὰς τὰς ὕλας οἶκον ἄν τις δικαίως κα‐ λέσειεν. Ἀλλ’ ἡ τοιάδε τῶν ὑλῶν πρὸς ἀλλήλας σύμπηξις τὸν οἶκον ἡμῖν ἀποτελεῖν πέφυκεν. Ἀμέλει τῆς οἰκίας λυ‐
5θείσης μένουσιν μὲν ὁμοίως αἱ ὕλαι τὸν οἰκεῖον ἐπέχουσαι λό‐
γον, ἀπολωλέναι δέ φαμεν τὴν οἰκίαν, ἣν ἡ τοιάδε τῶν ὑλῶν σύζευξις ἀπετέλεσεν. Οὕτως ἐπὶ τοῦ ἀνθρώπου. Κἂν ἐκ ψυχῆς καὶ σώματος ὑπάρχῃ, οὐ ταὐτὸν ἂν εἴη τοῖς ἐξ ὧν ἐστίν, ἀλλ’ ἕτερον, ὡς εἶναι τὸν ἄνθρωπον ἐξ αὐτῆς τῆς40

383

C

συναφείας ψυχῆς πρὸς σῶμα τρίτον ἀποτελούμενον ἄλλο. Καὶ τοῦτο δῆλον ἀφ’ ὧν, τῆς διαζεύξεως τῆς τούτων γενομένης, μένει μὲν οὕτως τὸ σῶμα τὸν οἰκεῖον σῶζον λόγον (τριχῇ γάρ ἐστιν διαστατόν, κἂν νεκρὸν ὑπάρχῃ), ἡ ψυχὴ δὲ
5πάλιν ὁμοίως λογικὴ τυγχάνουσα, κἂν διαζευχθῇ· ἀπόλωλε δὲ ὁ ἄνθρωπος, ὃν ἀπετέλεσεν ἑκατέρων ἡ σύζευξις. Ὁ δὲ Χριστὸς οὐκ ἐκ θεότητος καὶ ἀνθρωπότητος ἀπετελέσθη Χρι‐ στός, ἄλλος ὢν παρὰ τὰ δύο, ἀλλὰ καὶ θεὸς καὶ ἄνθρωπος

383

D

ἑκάτερα τυγχάνει, θεὸς μὲν νοούμενος τῇ τῶν τεραστίων ἐνεργείᾳ, ἄνθρωπος δὲ δεικνύμενος τῇ τῆς φύσεως ὁμοιοπα‐ θείᾳ. Ἄλλως τε καὶ ἡ ψυχὴ πολλοῖς τῶν τοῦ σώματος προκατεχομένη παθῶν καὶ προπάσχει πολλάκις τοῦ σώματος,
5καὶ συμπάσχει διηνεκῶς, φαινομένη πολλάκις τὴν τομὴν τοῦ σώματος ἀγωνιῶσα καὶ πρὸ τοῦ πάθους τοῦ σώματος ἀλλοιου‐ μένη καὶ μετὰ τὴν τομὴν οὐδὲν ἧττον τὰ τῆς ὀδύνης ἐμ‐ παθῶς δεχομένη. Ὅπερ ἐπὶ τῆς θεότητος τοῦ Χριστοῦ οὐκ

384

A

ἄν τις τῶν εὐσεβῶν τολμήσειεν εἰπεῖν ἢ παραδέξασθαι. Ὥστε τοῦ ἀνθρώπου τὸ παράδειγμα κατὰ τὶ μὲν δεκτέον, κατὰ τὸ λοιπὸν δὲ φευκτέον. Ἡμεῖς δὲ καὶ πάλαι μὲν προδιωμολογήσαμεν τῆς42
5ἀληθείας ταύτης τὴν ἐναργῆ κατάληψιν ἀγνοεῖν, καὶ νῦν οὐδὲν ἔλαττον εὐγνωμονοῦμεν ὁμολογοῦντες τὴν κατὰ τὸ μέτρον τὸ δοθὲν ἡμῖν γνῶσιν, ὅσον τε πρὸς εὐσεβέστερον ἐναργῆ λό‐ γον τὰ τοῦ παραδείγματος ἀνάγειν σπουδάζομεν, καὶ τὴν ἕνω‐ σιν οὐ μικρᾷ τινι καὶ τῶν εὐτελῶν εἰκόνι παρεικάζειν ἐθέλο‐

384

B

μεν, ἀλλὰ μεγάλῃ καὶ τῇ γεννήσει πρεπούσῃ τῇ ἐκ πατρός. Ἐπεὶ οὖν φῶς ἐλήλυθεν εἰς τὸν κόσμον ὁ λόγος, ἐκ φωτὸς ἐκλάμψας τοῦ ἀναιτίου, φῶς εἶναι καὶ τὸ παράδειγμα βού‐ λομαι τῆς ἑνώσεως. Νοείσθω τοίνυν ὁ λόγος φῶς εἶναι τὸ
5ἀρχέγονον, ὃ πρώτῃ φωνῇ θεοῦ δι’ αὐτοῦ τοῦ λόγου γεγένηται, σῶμα δὲ ἡλιακὸν τὸ σῶμα τὸ ἀνθρώπινον, ᾧ κατὰ ἀπόῤ‐ ῥητον λόγον ὁ λόγος ἡνώθη. Καὶ μή μοι τὸν ἥλιον φῶς ἕτερον παρὰ τὸ πρότερον γενόμενον νόμιζε· οὐ γὰρ ὡς ἐλλείποντος
τοῦ πρώτου φωτὸς πρὸς τὸν τοῦ παντὸς φωτισμὸν ὁ ἥλιος44

384

C

γέγονεν τὸ λεῖπον ἀναπληρῶν· οὐ γὰρ τοιοῦτος ὁ τεχνίτης, ὡς μήτε προϊδέσθαι τὸ τέλειον μήτε τὴν αὐγὴν πρὸς τὴν ἐξ αὐτοῦ παρεχομένην δημιουργῆσαι χρείαν. Ἓν τοίνυν ἐστὶν τὸ φῶς τὸ ἀρχέγονον, τὸ δὲ ἡλιακὸν σῶμα τούτῳ κατεσκευάσθη,
5ἐφ’ οὗ συναιρεθὲν τὸ φῶς πανταχοῦ τὴν ἀρχὴν κεχυμένον ἐποχεῖται. Τοῦτο καὶ τῶν ὡρῶν ἡμῖν τῆς ἡμέρας τὸν δρό‐ μον διὰ τοῦ σώματος ἀμέμπτως ἀποπληροῖ. Εἰ γὰρ μὴ ἐνεδέθη τῷ σώματι, ἀλλ’ ὅλον ἐν ὅλῳ τῷ ἀέρι περιεκέ‐ χυτο, οὐκ ἂν ἡμῖν οὐδὲ τὰ μέτρα τῆς ἡμέρας διώρισεν οὔτε

384

D

κίνησιν εὔτακτον καὶ τὸν πεποιηκότα παρέστησεν. Εἰ δὲ λέγεις μοι ὅτι καὶ πρὸ τῆς τοῦ ἡλίου γενέσεως ἡμέρα καὶ νὺξ ἐγένετο, πρῶτον μὲν ὁμολογήσεις ὁμοίως ὅτι ἤρκει τοῦ φω‐ τὸς ἡ φύσις ἅπαντα καταυγάζειν, ἀκολούθως δὲ λοιπὸν ζη‐
5τήσας τῆς γενέσεως τοῦ ἡλίου τὴν αἰτίαν εὑρήσεις οὐκ ἄλλην οὖσαν ἢ τὴν παρ’ ἡμῶν ἀρτίως εἰρημένην. Πάλαι μὲν γὰρ ὅλον δι’ ὅλου τὸ φῶς τῷ ἀέρι περικεχυμένον οὔτε κίνησιν ὁμαλὴν διέτρεχεν οὔτε τῆς ἡμέρας τὰ μέτρα διώριζεν, ἀλλὰ

385

A

συστελλόμενον τῇ νυκτὶ τὴν πάροδον ἐδίδου. Ὥστε οὖν ἕτερον μέν ἐστιν τὸ φῶς, ἕτερον δὲ τὸ ἡλιακὸν σῶμα τὸ τοῦτο δεξάμενον. Οὕτω τοίνυν ἔχοντος τοῦ φωτὸς πρὸς τὸ ἡλια‐ κὸν σῶμα, σκοπεῖτε λοιπὸν ὑμεῖς δι’ ἀκριβείας τὸν λόγον.
5Ὥσπερ γὰρ μετὰ τὴν ἕνωσιν τοῦ πρωτογόνου φωτὸς πρὸς τὸ ἡλιακὸν σῶμα οὐκ ἄν τις ἀπ’ ἀλλήλων αὐτὰ διέλοι, οὐδὲ τὸ μὲν ἥλιον ἰδιαζόντως καλέσοι, τὸ δὲ πάλιν φῶς διῃρη‐ μένως, ἀλλ’ εἷς ἥλιος τὸ φῶς λέγεται μετὰ τοῦ σώματος,46

385

B

οὕτως ἐπὶ τοῦ ἀληθινοῦ φωτὸς καὶ τοῦ ἁγίου σώματος οὐκ ἄν τις εἴποι μετὰ τὴν ἕνωσιν τὸν μὲν κεχωρισμένως υἱὸν τὸν θεῖον λόγον, τὸν δὲ πάλιν υἱὸν τὸν ἄνθρωπον, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν ἑκάτερα νοήσει, ὡς ἓν φῶς καὶ ἕνα ἥλιον
5τό τε δεχθὲν φῶς τό τε δεξάμενον σῶμα. Πάλιν ὡς ἓν μὲν φῶς καὶ εἷς ἥλιος, φύσεις δὲ δύο, ἡ μὲν φωτός, ἡ δὲ σώματος ἡλιακοῦ, οὕτω κἀνταῦθα εἷς μὲν υἱὸς καὶ κύριος καὶ Χριστὸς καὶ μονογενής, φύσεις δὲ δύο, ἡ μὲν ὑπὲρ ἡμᾶς, ἡ δὲ ἡμετέρα. Καὶ αὖθις ὥσπερ ἐπὶ τοῦ φωτὸς τὴν ἐνέρ‐

385

C

γειαν οὐκ ἄν τις χωρίσειεν τοῦ σώματος αὐτοῦ τοῦ δεκτικοῦ, τῷ δὲ λόγῳ διελὼν γνωρίσειεν τὴν φύσιν, ἧς ἐστιν ἰδία ἡ ἐνέργεια, οὕτως ἐπὶ τοῦ ἑνὸς μονογενοῦς υἱοῦ τοῦ θεοῦ πᾶ‐ σαν μὲν ἐνέργειαν οὐκ ἄν τις χωρίσειεν τῆς μιᾶς υἱότητος,
5τῆς δὲ φύσεως ἧς ἐστιν οἰκεῖον τὸ γινόμενον τῷ λόγῳ γνω‐ ρίσειεν. Οὕτως ἡμεῖς τὸ παράδειγμα τῆς ἑνώσεως τῆς θείας ποιήσαντες ὡς ἂν ἐπ’ εὐσεβεστέραν ἔννοιαν κατεφύγομεν, τῆς μὲν ἀληθείας αὐτῆς εἰ καὶ μὴ καθάπαξ ἐφικόμενοι, εἰκόνα γοῦν ἐξαρκοῦσαν ἡμῖν πρὸς εὐσεβῆ ζήτησιν συλ‐48
10λεξάμενοι. Τούτων εἴ τί σοι δόξειεν ἐγγύτερόν πως τῆς

385

D

ἀληθείας εἶναι, ἀνύμνει τὸν δεδωκότα τῆς γνώσεως τὸ μέ‐ τρον· εἰ δέ τι μᾶλλον εὐσεβὲς παρ’ ἄλλου μεμάθηκας, αὐ‐ τὸν πάλιν ἀνύμνει τὸν κηδεμόνα· αὐτὸς γὰρ πάλαι ὢν εἰς ἄλλον ἐνήργησεν. Ἀποχρώντως τοίνυν εἰς δύναμιν τὴν ὀρ‐
5θὴν ὁμολογίαν ἐκθέμενοι, χαίρειν μὲν τοῖς τῆς ἐκκλησίας υἱέσιν εἰπόντες, χάριν δὲ τῷ δεδωκότι τοῦ λόγου τὴν χορη‐ γίαν ὁμολογήσαντες, ἐπὶ τῆς καθ’ ἡσυχίαν διαγωγῆς τὸν λόγον εὐνάσαντες τοῦ λοιποῦ βιοτεύσομεν. Ἀλλὰ γὰρ ὁρῶ τινας ἀνακαλουμένους πάλιν τὸν λό‐

386

A

γον καὶ ζητήσεως ἑτέρας στάδιον ὑποδεικνύντας καὶ τρέχειν αὖθις βιαζομένους, τάχα που καὶ πειρῶντας εἰ μὴ τοῖς προ‐ λαβοῦσι διαύλοις ἀπείρηκεν. Ὁ δὲ λόγος μιμεῖται πηγήν, ἣ συνεχέστερον ἀντλουμένη διειδέστερα προχεῖ τὰ νάματα. Ὅλος
5δὲ νένευκεν πρὸς τὸν δρόμον καὶ τῶν θυρῶν ὅσον οὐκ ἤδη προέκυψεν καὶ τοῦ σημαντῆρος ἀναμένει τὸ σύνθημα· σοί τε
βουλομένῳ τὸ ζήτημα σημᾶναι ἕτοιμος παρορμῆσαι καὶ κατα‐ βαλεῖν τὴν ἀπιστίαν καὶ περικλεῖσαι τὰς θεομάχους γλώσσας50

386

B

καὶ διαστεῖλαι, τί μὲν δεῖ περὶ τῶν θείων ζητεῖν, τί δὲ πι‐ στεύειν, καὶ τῷ νόμῳ τοῦ δρόμου νικητὴς ἀναῤῥηθῆναι. Πῶς οὖν, φησίν, ὁ λόγος πανταχοῦ κατ’ οὐσίαν ἐστὶν καὶ πῶς ἐν τῷ οἰκείῳ ναῷ; Εἰ γὰρ ὡς ἐν ἅπασιν κἀκεῖ, οὐδὲν πλέον ὁ
5ναὸς τῶν πάντων ἕξει. Καὶ ποῦ θήσομεν τὸ Ἐν ᾧ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς; Εἰ δὲ ἐν τῷ ναῷ δοίη τις πλέον εἶναι, οὐ τοῖς πᾶσιν κατ’ οὐσίαν πάρεστιν, ὅπερ ἴδιον θεοῦ. Σαφὴς ἔλεγχος ἀπιστίας τὸ πῶς ἐπὶ θεοῦ λέγειν.
10Πῶς γὰρ οὐρανοῦ δημιουργός, πῶς γῆς καὶ θαλάσσης, ἀέρος

386

C

τε καὶ φυτῶν καὶ τῶν ζώων ἁπάντων καὶ σοῦ γε αὐτοῦ, τοῦ πάντα μετὰ ἀκριβείας περὶ θεοῦ ζητοῦντος; Ἀλλὰ πάντως ἐρεῖς ὅτι δυνάμεως περιουσίᾳ πάντα παρήγαγεν. Ἆρ’ οὖν ἡ τοῦ θεοῦ δύναμις τοῖς γινομένοις κατὰ συμβεβηκὸς ἢ κατ’
5οὐσίαν παρῆν; Εἰ μὲν οὖν κατὰ συμβεβηκός, ὡς οὖσίν γε, καὶ πρὸ τοῦ γενέσθαι, ἐπείπερ τὸ συμβεβηκὸς οὐ καθ’ αὑτὸ πέ‐ φυκεν, ἀλλ’ ἔν τισιν προϋποκειμένοις ὑπάρχει. Εἰ δὲ γελοῖον τοῦτο, λείπεται κατ’ οὐσίαν τὴν δύναμιν παρεῖναι πᾶσιν. Ἆρ’ οὖν, ἐπειδὴ πᾶσιν κατ’ οὐσίαν ἡ δύναμις τοῖς γινομέ‐
10νοις παρῆν, οὐδὲν πλέον αὐτῶν εἶχεν ὁ κεκλημένος ναός;52

386

D

Ἄπορος οὗτος ὁ λόγος, ἄπορος κἀκεῖνος, καὶ πίστις ἀμ‐ φοτέρων ἡ λύσις. Εἶδες πῶς ὁρμήσας ὁ λόγος κατέβαλεν τὴν ἀπιστίαν· βλέπε περικλειομένας τὰς θεομάχους γλώσσας. Εἴπατε γὰρ ἡμῖν οἱ τὸν χριστιανισμὸν πρεσβεύειν
5σχηματιζόμενοι, οἱ ἐπ’ ἀναιρέσει τῶν δύο φύσεων τὰ τοιαῦτα καὶ ζητοῦντες καὶ προϊσχόμενοι, οἱ τὰ τῆς κράσεως καὶ συγ‐ χύσεως καὶ τῆς ἀπὸ σώματος εἰς θεότητα μεταβολῆς καὶ τὰς τοιαύτας ἐπαπορήσεις πραγματευόμενοι, οἱ ποτὲ μὲν σάρκα

387

A

τὸν λόγον γεγενῆσθαι λέγοντες, ποτὲ δὲ τὴν σάρκα εἰς λόγον οὐσιωθῆναι, καὶ διὰ τὰς τοιαύτας τοῦ νοὸς ὑμῶν παρατροπὰς μηδὲ ὁτιοῦν φρονεῖτε δῆλοι καθιστάμενοι· λέγετε τοίνυν ἡμῖν, πῶς ὁ λόγος σὰρξ γενόμενος τοὺς οὐρανοὺς οὐ κατέλιπεν.
5Πάντως ἐρεῖτε, ὅτι μείνας θεὸς οὕτως ἐγένετο. Πάλιν οὖν ἡμῖν εἴπατε, πῶς μείνας ἐγένετο. Εἰ γὰρ ἔμεινεν ὃ ἦν, πῶς γέγονεν ὃ οὐκ ἦν; Εἰ δὲ γέγονεν ὃ οὐκ ἦν, πῶς ἔμεινεν ὅπερ ἦν; Ἀπορεῖς τὴν ἐπίλυσιν· ἀπόρει καὶ τῆς ἑνώσεως τὸν τρόπον. Ἀλλὰ πιστεύεις ὅτι μείνας ἐγένετο· πίστευε

387

B

καὶ παρεῖναι πανταχοῦ κατ’ οὐσίαν τὸν λόγον καὶ κατ’ ἐξαί‐ ρετον λόγον ὑπάρχειν ἐν τῷ οἰκείῳ ναῷ. Πάλιν ἐρωτή‐ σωμεν, πῶς μετὰ τὴν ἕνωσιν ἀπεθεώθη τὸ σῶμα. Ἆρ’ εἰς θεότητος οὐσίαν μεταπεσόν, ἢ ἔμεινεν μὲν ἀνθρώπου σῶμα54
5τὸ σῶμα, ἄφθαρτον δὲ καὶ ἀθάνατον διὰ τὴν ἕνωσιν τοῦ λόγου διέμεινεν; Ἀλλ’ εἰ μὲν τοῦτο, μένει μὲν σῶμα τὸ σῶμα, εἴπερ οὐ σῶμα θεός, μετείληφεν δὲ θείας ἀξίας, οὐ φύσεως, εὐδοκίᾳ τοῦ λόγου. Εἰ δὲ ὁ λόγος διὰ τὴν ἕνωσιν εἰς τὴν ἑαυτοῦ οὐσίαν μετέβαλεν τὸ σῶμα, πάλιν ἐρωτή‐
10σωμεν, πῶς εἰς τὴν οὐσίαν τοῦ λόγου μετεβλήθη τὸ σῶμα.

387

C

Ἆρα μεταβληθὲν εἰς τὴν οὐσίαν τοῦ λόγου προσθήκην τῇ οὐσίᾳ παρέσχηκεν; Οὐκοῦν ἐλλιπὴς ἂν ἦν πρὸ τούτου, εἴ γε προσθήκην δεξαμένη. Ἀλλ’ οὐδὲν ἀπὸ τούτου προσέλαβεν. Οὐκοῦν τὸ μεταβληθὲν οὐδὲν ἂν εἴη. Καὶ πῶς εἰς θείαν τὸ
5μηδὲν μετέπεσεν οὐσίαν; Ἀλλ’ οὐκ εἰς τὴν οἰκείαν, φησίν, οὐσίαν ὁ λόγος ἀνέλυσεν τὸ σῶμα, ἀλλ’ εἰς θείαν τοῦτο μετ‐ εποίησεν. Πάλιν οὖν ἡμῖν ἀποκρινέσθωσαν, θείαν ὡς ἄλ‐

387

D

λην παρὰ τὴν αὐτοῦ, ἢ ταὐτὸν τῇ αὐτοῦ; Καὶ εἰ μὲν ταὐτὸν τῇ αὐτοῦ, δύο θείας οὐσίας τοῦ λόγου κηρύξωμεν, μίαν μέν,
καθ’ ἣν ἐκ πατρὸς γεννηθεὶς εἶχεν, ἑτέραν δέ, καθ’ ἣν καὶ αὐτὸ τὸ σῶμα κατ’ αὐτὴν πεποίηκεν. Εἰ δὲ ἑτέραν παρὰ56
5τὴν αὐτοῦ, οὐ θείαν δέ, κτιστὴν πάντως ἐροῦσιν. Θεότητος γὰρ καὶ κτίσεως οὐδὲν μέσον ἂν εἴη. Καὶ τί τῆς μεταβολῆς τῷ σώματι τὸ ἀναγκαῖον, εἴπερ εἰς κτιστὴν οὐσίαν πάλιν μετεποιεῖτο; Ἰλιγγιᾷς ἐπὶ ταῖς ἀπορίαις, καὶ τάχα που καὶ δέ‐
10διας μή πού τι τῶν εἰρημένων τὸν τῆς πίστεως ἡμῶν παραλύσῃ λόγον. Ἀλλ’ ὅταν ἐγὼ ζητῶν ἀπορήσω, τότε τοῦ μυστηρίου

388

A

τῶν Χριστιανῶν ἀνακράξω τὸ θαῦμα, ὅτι ὑπὲρ νοῦν, ὑπὲρ λόγον, ὑπὲρ κατάληψιν τὰ ἡμέτερα. Ὅταν δὲ καὶ σοὶ τὰ τοι‐ αῦτα ζητοῦντι ἀπορία τις ἐπείη, πρόσφερε τοῖς ζητουμένοις ἑτοίμην λύσιν τὴν πίστιν, λογιζόμενος, ὅτιπερ ὅπου θεός,
5κἂν ἀγνοῆταί τι τῶν λεγομένων, ἢ δι’ ὑπεροχὴν φύσεως ἢ δι’ οἰκονομίας τρόπον, οὐδὲν ἀπὸ τούτου βλάβος τοῖς ἀγνοοῦσιν ἐγγίνεται. Πῶς δὲ ὅλως οὐ δεδίατε τὴν τόλμαν, τὰ θεῖα διευθύνειν ἐπιχειροῦντες; Ἢ τῶν θείων οὐκ ἀκηκόατε λόγων,

388

B

οἳ τοὺς καθ’ ἡμᾶς τῶν τοιούτων ἐγχειρήσεων ἀνείργοντες τὴν τοῦ πηλοῦ καὶ τοῦ κεραμέως ἡμῖν εἰκόνα προέθηκαν, ταύτῃ
παιδεύοντες ἡμᾶς μὴ δεῖν περιέργους ἢ ἐξεταστὰς τῶν θείων καθίστασθαι, ἀλλ’ εἴκειν τῇ βουλήσει τῇ θείᾳ, καθάπερ58
5τὸν πηλὸν τῷ κεραμεῖ; Εὐλαβήθητε γοῦν ὀψέ ποτε καὶ φρο‐ νήματι λίαν ἐπιεικεῖ τοὺς ὑμετέρους λογισμοὺς κοιμίσατε καὶ τὰς ἐν ὑμῖν ἐπαπορήσεις πίστις ἐπιλυέτω μόνη καὶ τοὺς λόγους τοὺς θείους κατὰ τὸ γεγραμμένον τρέμετε, ἵνα τῆς

388

C

ἐπαναπαύσεως τῆς θείας ἄξιοι γενόμενοι τῶν μακαρίων ἐκείνων ῥημάτων παρὰ τοῦ θεοῦ τῶν ὅλων ἐπακούσητε, Ἐπὶ τίνα ἐπιβλέψω, λέγοντος, ἀλλ’ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύ‐ χιον καὶ τρέμοντά μου τοὺς λόγους; Τούτοις οὖν περικλει‐
5σθεισῶν τῶν θεομάχων γλωσσῶν, πρὸς τὴν διαστολὴν ὁ λόγος ἐπειγόμενος τρέχει. Ὑμεῖς δὲ οἱ τῆς ἐκκλησίας υἱεῖς, οἱ τὴν ζήτησιν εὐσεβῶς ποιούμενοι καὶ τῶν ἐπαπορουμένων τὰς πεύσεις οὐ πειράζοντες ἀλλ’ εἰ δυνατὸν μανθάνειν προσ‐ άγοντες, ὧδέ μοι τὸν νοῦν εὐτρεπίσατε. Πολυσχιδὲς μὲν

388

D

τῆς θείας διδασκαλίας τὸ σχῆμα, συναιρεῖται δὲ ὡς ἐν κε‐ φαλαίῳ εἴς τε μάθησιν ἐντολῶν καὶ φυλακήν, εἴς τε τὴν θείαν γνῶσιν καὶ προσκύνησιν. Οἱ τοίνυν τῆς εὐσεβείας ἐρα‐ σταὶ τὴν μὲν τῶν ἐντολῶν φυλακὴν καὶ μάθησιν κατ’ οὐδὲν
5ἀγνοεῖν πειράσονται καὶ πρὸ τούτων γε τὴν θείαν προσκύνη‐ σιν. Τήν γε μὴν τῶν θείων γνῶσιν βουλήσονται μὲν ἰχνεύειν εἰς δύναμιν· ἀτονοῦντες δὲ προσκυνείτωσαν ὡς ἀνέφικτον, ἵνα μὴ κενοῦται τὰ τῆς πίστεως ἡμῶν. Ταύτῃ δὲ ἐπιστα‐ μένων ἡμῶν, ἃ μὲν δεῖ ζητεῖν, ἃ δὲ πιστεύειν, ἐπὶ τοὺς ἀγῶ‐
10νας οὖν τοῦ δρόμου τὸν λόγον ἐμβιβάσαντες νικητὴν ἀπο‐60

389

A

φῆναι σπουδάσωμεν. Ἔμβηθι λοιπὸν εἰς τοὺς ἀγῶνας ὁ λόγος. Ὁμολογοῦμεν ἀγνοεῖν τὴν ἐναργῆ τῆς ἀληθείας γνῶ‐ σιν, ἐπείπερ μέρος πολύ που τῆς νίκης. Ὅσον δὲ ἐφικτὸν
5ἀνθρώπου φύσει, τοῦτο ἐξετάσας εὐσεβῶς ὑμῖν τὸ ζητούμενον λύσω. Πῶς γάρ, φησίν, ὁ λόγος ἔν τε τῷ οἰκείῳ ναῷ κατ’ οὐσίαν ἐστὶν ἔν τε τοῖς οὖσιν ἅπασιν ὁμοίως, καὶ τί πλέον ὁ ναὸς τῶν πάντων ἕξει; Ἀκούσωμεν δὴ λοιπὸν τοῦ λόγου λέγοντος; Ὅς ἐστιν ἐν τοῖς κόλποις τοῦ πατρός, κατ’ οὐσίαν
10καὶ τοῖς πᾶσιν ἀμερίστως πάρεστιν. Καὶ οὐχ οὕτως αὐτὸν

389

B

ἐν τῷ πατρὶ λέγομεν ὡς ἐν τοῖς λοιποῖς εἶναι, οὐ διὰ τὸ τὴν οὐσίαν ἐν τοῖς ἄλλοις γινομένην συστέλλεσθαι, ἀλλὰ διὰ τὸ τῶν δεχομένων μέτρον, ἀτονούντων τὴν εἰσδοχὴν τὴν θείαν. Οὕτως ἐν τῷ οἰκείῳ ναῷ ἀχώριστον λέγοντες καὶ οἱονεὶ
5τὸ πλήρωμα τῆς θεότητος κατοικεῖν καθομολογοῦντες καὶ τοῖς πᾶσιν αὐτὸν παρεῖναι κατ’ οὐσίαν λέγομεν, καὶ οὐχ ὁμοίως· οὐ γὰρ δέχεται τὸ σῶμα ῥυποῦν ἀκτῖνας θεότητος. Καὶ μάνθανε τὸ λεχθὲν παραδείγματι· οὐ γὰρ ἂν ὑπο‐
σταλείην τοῦ ζητουμένου τὸ μέγεθος, τοῖς τῆς ἐκκλησίας62
10υἱέσιν εὐσεβῶς διαλεγόμενος. Κοινὸς ὁ ἥλιος ἡμῖν τοῖς

389

C

πᾶσιν καθ’ ἑκάστην πρόκειται, καὶ οὐ τῷ μὲν ἔλαττον, τῷ δὲ πλέον προσβάλλει, ἀλλὰ κοινὴν αὑτοῦ τὴν ἐνέργειαν τοῖς πᾶσιν ἐπ’ ἴσης ἀφίησιν. Ἀλλ’ εἴ τις ἐῤῥωμένας τὰς ὄψεις ἔχοι, δέχεται μὲν τούτου τῆς ἀκτῖνος τὸ πλέον, οὔτι διὰ
5τὸν ἥλιον ὡς μᾶλλον εἰς αὐτὸν τῶν λοιπῶν ἐφηπλωμένον, ἀλλὰ διὰ τὴν οἰκείαν τῆς ὄψεως δύναμιν· ὁ δὲ τὰς ὄψεις ἀσθε‐ νῶν οὐδ’ αὐτῷ τοῦ φωτὸς τῷ ἀπαυγάσματι προσβλέπειν δυνήσεται διὰ τὴν τῶν ὀμμάτων ἀσθένειαν. Οὕτω μοι νόει τὸν τῆς δικαιοσύνης ἥλιον πᾶσιν μὲν ἐπ’ ἴσης κατ’ οὐσίαν

389

D

ἅτε θεὸν παρεῖναι, ἡμᾶς δὲ πάντας, οἷον ἀσθενεῖς ὀφθαλ‐ μοὺς καὶ λημῶντας τῷ ῥύπῳ τῶν ἁμαρτιῶν, τὴν εἰσδοχὴν τοῦ φωτὸς ἀτονοῦντας, τὸν δὲ οἰκεῖον ναόν, οἷον ὀφθαλμὸν κα‐ θαρώτατον, καὶ χωροῦντα τοῦ φωτὸς ὅλου τὴν αἴγλην, ἅτε
5πλασθέντα μὲν ἐκ πνεύματος ἁγίου, ἁμαρτίας δὲ καθάπαξ κεχωρισμένον. Ὡς γὰρ ὁ ἥλιος, τοῖς πᾶσιν ὁμοίως κατ’ ἐνέργειαν προσβάλλων, οὐχ ὁμοίως ὑπὸ πάντων χωρεῖται, οὕ‐ τως ὁ λόγος, τοῖς πᾶσιν κατ’ οὐσίαν παρών, οὐχ ὁμοίως τοῖς ἄλλοις καὶ τῷ οἰκείῳ ναῷ πάρεστιν.

390

A

Εἶδες πῶς ἀθλήσας τὸν δρόμον ὁ λόγος νικητὴς ἀπε‐ φάνθη. Στεφανηφορείτω λοιπὸν καὶ πομπευέτω καὶ τοῖς
τῆς νίκης στεφάνοις ὡραϊζέσθω καὶ θριαμβευέτω τῶν ἀντι‐ πάλων τὴν ἧτταν! Ἡμεῖς δὲ τοῦ Χριστοῦ προάγοντος τὸν64
5ἐπινίκιον ᾄδωμεν, Τὸν ἀγῶνα τὸν καλόν, βοῶντες, ὁ λόγος, ἠγώνισαι, τὸν δρόμον τετέλεκας, τὴν πίστιν τετήρηκας, λοιπὸν ἀπόκειταί σοι ὁ τῆς δικαιοσύνης στέφανος. Μᾶλλον δὲ τὸν χορηγήσαντα τὴν νίκην ἀνυμνήσωμεν, τὸν θειότατον λόγον,

390

B

τὸ φῶς τὸ ἀληθινόν, τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, τὸν δι’ οὗ τὰ πάντα, τὸν ἐν ᾧ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν, τὸν δι’ οὗ τὰς τοιαύτας τῶν λόγων στρο‐ φὰς διαλύομεν, τὸν κηδεμόνα, τὸν πρύτανιν, τὸν εὐεργέτην,
5ᾧ καὶ θύομεν διηνεκῶς θυσίαν αἰνέσεως καὶ σπένδομεν ὡς θεῷ δεήσεις εἰλικρινεῖς καὶ θύομεν εὐωδίαν πράξεων, αὐ‐ τὸν ἑαυτοῖς ἀναστρέφοντες, αὐτὸν ἀναπνέοντες, αὐτὸν λογι‐ ζόμενοι, αὐτῷ προσανέχοντες, αὐτὸν ἐν πᾶσιν ὑμνοῦντες,
τὴν μακαρίαν ἐλπίδα καὶ χορηγὸν τῆς ἀνωτάτω βασιλείας.66