TLG 0646 005 :: Pseudo–JUSTINUS MARTYR :: De resurrectione Pseudo–JUSTINUS MARTYR Cf. et ACTA JUSTINI ET SEPTEM SODALIUM (0384) De resurrectione Citation: Morel page — section — (line) | ||
t1 | ΤΟΥ ΑΓΙΟΥ ΙΟΥΣΤΙΝΟΥ ΦΙΛΟΣΟΦΟΥ ΚΑΙ ΜΑΡΤΥΡΟΣ ΠΕΡΙ ΑΝΑΣΤΑΣΕΩΣ. | |
588A | Ὁ μὲν τῆς ἀληθείας λόγος ἐστὶν ἐλεύθερός τε καὶ αὐτεξούσιος, ὑπὸ μηδεμίαν βάσανον ἐλέγχου θέλων πίπτειν μηδὲ τὴν παρὰ τοῖς ἀκούουσι δι’ ἀποδείξεως ἐξέτασιν ὑπο‐ μένειν. Τὸ γὰρ εὐγενὲς αὐτοῦ καὶ πεποιθὸς αὐτῷ τῷ πέμ‐ | |
5 | ψαντι πιστεύεσθαι θέλει. Λόγος δὲ ἀληθείας ἀπὸ θεοῦ πέμ‐ πεται· διὸ καὶ τὸ ἐλεύθερον τὸ περὶ αὐτὸν οὐ φορτικόν. Κατ’ ἐξουσίαν γὰρ φερόμενος εἰκότως οὐδὲ τὰς ἀποδείξεις τῶν λεγομένων ἀπαιτεῖσθαι θέλει, ὅτι μηδέ εἰσιν ἄλλαι παρὲξ | |
---|---|---|
588B | αὐτῆς τῆς ἀληθείας, ὅπερ ἐστὶν ὁ θεός. Πᾶσα γὰρ ἀπό‐ δειξις ἰσχυροτέρα καὶ πιστοτέρα τοῦ ἀποδεικνυμένου τυγχάνει, εἴ γε τὸ πρότερον ἀπιστούμενον, πρὶν ἢ τὴν ἀπόδειξιν ἐλθεῖν, ταύτης κομισθείσης ἔτυχε πίστεως, καὶ τοιοῦτον ἐφάνη ὁποῖον | 210 |
5 | ἐλέγετο. Τῆς δὲ ἀληθείας ἰσχυρότερον οὐδὲν οὐδὲ πιστότε‐ ρον, ὥστε ὁ περὶ ταύτης ἀπόδειξιν αἰτῶν ὅμοιός ἐστι τῷ τὰ φαινόμενα ταῖς αἰσθήσεσι λόγοις θέλοντι ἀποδείκνυσθαι διότι φαίνεται. Τῶν γὰρ διὰ τοῦ λόγου λαμβανομένων κριτήριόν ἐστιν ἡ αἴσθησις· αὐτῆς δὲ κριτήριον οὐκ ἔστι πλὴν αὐτῆς. | |
10 | Ὥσπερ οὖν τὰ διὰ τοῦ λόγου θηρώμενα, ἀπάγοντες ἐπὶ τὴν | |
588C | αἴσθησιν, ταύτῃ κρίνομεν, ὁποῖά ποτε ὄντα τυγχάνει, εἴτε ἀληθῆ εἴτε καὶ ψευδῆ, τὰ λεγόμενα, οὐκέτι δὲ κρίνομεν πι‐ στεύοντες αὐτῇ, οὕτως τοὺς ἀνθρωπίνους καὶ κοσμικοὺς λόγους ἀναπέμπομεν ἐπὶ τὴν ἀλήθειαν, καὶ ταύτῃ κρίνομεν, | |
5 | εἴτε φαῦλοι εἴτε καὶ μὴ τυγχάνουσιν ὄντες, τοὺς δὲ τῆς ἀλη‐ θείας οὐδενὶ κρίνομεν ἑτέρῳ, πιστεύοντες αὐτῇ. Ἔστι δὲ ἀλή‐ θεια ὁ θεός, ὁ πατὴρ τῶν ὅλων, ὅς ἐστι νοῦς τέλειος. Οὗ γενόμενος υἱὸς ὁ λόγος ἦλθεν εἰς ἡμᾶς, σάρκα φορέσας, ἑαυ‐ τόν τε καὶ τὸν πατέρα μηνύων, διδοὺς ἡμῖν ἐν ἑαυτῷ τὴν ἐκ | |
10 | νεκρῶν ἀνάστασιν καὶ τὴν μετὰ ταῦτα ζωὴν αἰώνιον. Ἔστι δὲ | |
588D | οὗτος Ἰησοῦς Χριστός, ὁ σωτὴρ ἡμῶν καὶ δεσπότης· οὗ‐ τος τοίνυν αὐτός ἐστιν ἑαυτοῦ τε καὶ τῶν ὅλων πίστις τε | |
καὶ ἀπόδειξις. Διόπερ οἱ τούτῳ κατακολουθοῦντες καὶ γνόντες αὐτόν, τὴν εἰς αὐτὸν πίστιν ὡς ἀπόδειξιν ἔχοντες, | 212 | |
5 | ἀναπαύονται ἐπ’ αὐτῷ. Ἐπειδὴ δὲ πολλοὺς ὁ ἀντικείμε‐ νος πολεμῶν οὐ παύεται, πολλαῖς δὲ καὶ ποικίλαις μεθό‐ δοις πρὸς ἐπιβουλὴν χρῆται, πρὸς μὲν τοὺς πεπιστευκότας, ἵνα τούτους τῆς πίστεως ἀπαγάγῃ, πρὸς δὲ τοὺς ἀπίστους ἔτι, ἵνα μὴ πιστεύσωσιν, ἀναγκαῖον εἶναί μοι δοκεῖ καὶ ἡμᾶς, κα‐ | |
10 | θωπλισμένους τοῖς τῆς πίστεως λόγοις ἀτρώτοις οὖσιν, ἀντι‐ πολεμεῖν αὐτῷ διὰ τοὺς ἀσθενεῖς. | |
588E | Φασὶν οἱ χείρονα λέγοντες οὐκ εἶναι τῆς σαρκὸς ἀνά‐ στασιν. Ἀδύνατον γὰρ εἶναι τὴν φθειρομένην καὶ διαλυο‐ μένην ταύτην συναχθῆναι εἰς τὸ αὐτό. Πρὸς δὲ τὸ ἀδύνατον καὶ ἀσύμφορόν φασιν ὑπάρχειν τὴν ταύτης σωτηρίαν, καὶ κα‐ | |
5 | κίζουσιν αὐτὴν τὰ ἐλαττώματα προφέροντες, καὶ αὐτὴν μόνην τῶν ἁμαρτημάτων αἰτίαν ἀποφαίνονται, ὥστε, εἰ μέλλει, φασί, | |
589A | σὰρξ ἀνίστασθαι, καὶ τὰ ἐλαττώματα συναναστήσεται. Καὶ σοφίσματα πλέκουσι τοιαῦτα· Εἰ ἡ σὰρξ ἀνίσταται, ἤτοι ὁλόκληρος ἀναστήσεται καὶ πάντα τὰ μόρια ἔχουσα ἢ ἀτελής. Ἀλλὰ τὸ μὲν ἐλλειπῆ μέλλειν αὐτὴν ἀνίστασθαι ἀδυναμίαν ἐμ‐ | |
5 | φαίνει τοῦ ἀνιστῶντος, εἰ τὰ μὲν ἠδυνήθη σῶσαι, τὰ δὲ οὔ. | |
Εἰ δὲ πάντα τὰ μέρη καὶ τὰ μόρια ἕξει, δῆλον ὅτι ταῦτα λέ‐ γειν ὑπάρχειν μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν πῶς οὐκ ἄτοπον, τοῦ σωτῆρος εἰρηκότος· Οὔτε γαμοῦσιν οὔτε γαμίσκονται, ἀλλ’ ἔσονται ὡς ἄγγελοι ἐν τῷ οὐρανῷ; Οἱ δὲ ἄγγελοι, φασίν, | 214 | |
10 | οὔτε σάρκα ἔχουσιν οὔτε ἐσθίουσιν οὔτε συνουσιάζουσιν· | |
589B | ὥστε οὐδὲ σαρκικὴ ἀνάστασις γενήσεται. Ταῦτα μὲν οὖν καὶ τὰ τούτοις ὅμοια λέγοντες πειρῶνται διαστρέφειν τοὺς ἀπὸ τῆς πίστεως. Εἰσὶ δέ τινες οἳ λέγουσι καὶ αὐτὸν τὸν Ἰη‐ σοῦν πνευματικὸν μόνον παρεῖναι, μηκέτι ἐν σαρκί, φαντα‐ | |
5 | σίαν δὲ σαρκὸς παρεσχηκέναι, πειρώμενοι καὶ αὐτοὶ ἀπο‐ στερεῖν τῆς ἐπαγγελίας τὴν σάρκα. Πρῶτον μὲν τὰ ὑπ’ αὐ‐ τῶν δοκοῦντα ἄπορα φαίνεσθαι λύσομεν· εἶθ’ οὕτως ἑξῆς ἐπάξομεν τὸν ἀποδεικνύντα λόγον περὶ τῆς σαρκὸς ὡς ἔχει σωτηρίαν. | |
10 | Φασὶ τοίνυν· Εἰ ὁλόκληρον ἀναστήσεται τὸ σῶμα καὶ | |
589C | τὰ μόρια αὐτοῦ πάντα ἕξει, ἀνάγκη δὲ καὶ τὰ ἔργα τῶν μο‐ ρίων ὑπάρξαι· μήτραν μὲν κυΐσκειν, σπερματίζειν δὲ μόριον | |
ἀνδρός, καὶ τὰ λοιπὰ δὲ ὁμοίως. Ἔστω δὲ ἐφ’ ἑνὸς πᾶς λόγος ἱστάμενος. Τούτου γὰρ ἀποδεικνυμένου ψευδοῦς οἰ‐ | 216 | |
5 | χήσεται πᾶς ὁ λόγος αὐτῶν. Τὸ μὲν οὖν τὰ μόρια ἐνεργοῦντα ταῦτα ἐνεργεῖν ἅπερ ἐνταῦθα φαίνεται δῆλον, τὸ δὲ κατ’ ἀνάγκην αὐτὰ κατὰ τὴν ἀρχὴν ἐνεργεῖν οὐκ ἀναγκαῖον. Ἵνα δὲ σαφὲς ᾖ τὸ λεγόμενον, οὕτω σκοπήσομεν. Μήτρας ἐστὶν ἐνέργεια τὸ κυΐσκειν καὶ μορίου ἀνδρικοῦ τὸ σπερμαίνειν. | |
10 | Ὥσπερ δέ, εἰ ταῦτα μέλλει ἐνεργεῖν ταύτας τὰς ἐνεργείας, | |
589D | οὕτως οὐκ ἀναγκαῖον αὐτοῖς ἐστι τὸ τὴν ἀρχὴν ἐνεργεῖν (ὁρῶ‐ μεν γοῦν πολλὰς γυναῖκας μὴ κυϊσκούσας, ὡς τὰς στείρας, καὶ μήτρας ἐχούσας), οὕτως οὐκ εὐθέως καὶ τὸ μήτραν ἔχειν καὶ κυΐσκειν ἀναγκάζει. Ἀλλὰ καὶ μὴ στεῖραι μὲν ἐξ ἀρχῆς, | |
5 | παρθενεύουσαι δέ, κατήργησαν καὶ τὴν συνουσίαν· ἕτεραι δὲ καὶ ἀπὸ χρόνου. Καὶ τοὺς ἄρσενας δὲ τοὺς μὲν ἀπ’ ἀρχῆς παρθενεύοντας ὁρῶμεν, τοὺς δὲ ἀπὸ χρόνου, ὥστε δι’ αὐ‐ | |
τῶν καταλύεσθαι τὸν δι’ ἐπιθυμίας ἄνομον γάμον. Ἀλλὰ μὴν καὶ ζῶά τινα εὑρίσκομεν ἄτοκα, καίτοι μήτρας ἔχοντα, | 218 | |
589E | ὡς καὶ ἡμίονον, καὶ οἱ ἄρσενες δὲ οὐ γεννῶσιν ἡμίονοι· ὥστε καὶ διὰ ἀνθρώπων καὶ διὰ ἀλόγων καταργουμένην τὴν συν‐ ουσίαν καὶ πρὶν τοῦ μέλλοντος αἰῶνος ὁρᾶσθαι. Καὶ ὁ κύ‐ ριος δὲ ἡμῶν Ἰησοῦς ὁ Χριστὸς οὐ δι’ ἄλλο τι ἐκ παρθένου | |
5 | ἐγεννήθη, ἀλλ’ ἵνα καταργήσῃ γέννησιν ἐπιθυμίας ἀνόμου | |
590A | καὶ δείξῃ τῷ ἄρχοντι καὶ δίχα συνουσίας ἀνθρωπίνης δυνα‐ τὴν εἶναι τῷ θεῷ τὴν ἀνθρώπου πλάσιν. Καὶ γεννηθεὶς δὲ καὶ πολιτευσάμενος τὴν λοιπὴν τῆς σαρκὸς πολιτείαν, λέγω δὴ ἐν τροφαῖς καὶ ποτοῖς καὶ ἐνδύμασι, ταύτην δὲ τὴν διὰ | |
5 | συνουσίας μόνον οὐκ εἰργάσατο, ἀλλὰ τὰς τῆς σαρκὸς ἐπιθυ‐ μίας ἃς μὲν ἀναγκαίας ὑπάρχειν κατεδέξατο, ἃς δὲ μὴ ἀναγ‐ καίας οὐ προσήκατο. Τροφῆς μὲν γὰρ καὶ ποτοῦ καὶ ἐν‐ δύματος ὑστερουμένη σὰρξ καὶ διαφθαρείη ἄν, συνουσίας δὲ στερουμένη ἀνόμου οὐδὲν ὅ τι πάσχει κακόν. Ἅμα δὲ καὶ | |
10 | τὴν μέλλουσαν καταργεῖσθαι διὰ συνουσίας μῖξιν ἐν τῷ μέλ‐ | |
λοντι αἰῶνι προεμήνυσεν, ὥς φησιν· Οἱ υἱοὶ τοῦ αἰῶνος | 220 | |
590B | τούτου γαμοῦσι καὶ γαμίσκονται, οἱ δὲ υἱοὶ τοῦ μέλλοντος αἰ‐ ῶνος οὔτε γαμοῦσιν οὔτε γαμίσκονται, ἀλλ’ ἔσονται ὡς ἄγγελοι ἐν τῷ οὐρανῷ. Μὴ θαυμαζέτωσαν οὖν οἱ τῆς πίστεως ἐκτός, εἰ τὴν ἀπὸ τοῦ νῦν καταργουμένην ἐν τοῖς ἔργοις τούτοις σάρκα | |
5 | καὶ ἐν τῷ μέλλοντι αἰῶνι καταργήσει. Ναί, φασίν. Εἰ οὖν ἡ σὰρξ ἀνίσταται, καὶ τοιαύτη ἀνίσταται ὁποία κλιθήσεται, ὥστε, εἰ μονόφθαλμος κλιθή‐ σεται, μονόφθαλμος ἀνίσταται, εἰ χωλός, χωλός, εἰ ἄλλο τι τοῦ σώματος ὑστεροῦν εἴη, τοῦτο καὶ ἐλάττων ὁ ἄνθρωπος | |
10 | ἀναστήσεται. Τετυφλωμένοι ὡς ἀληθῶς τὰ τῆς καρδίας ὄμ‐ | |
590C | ματα! Οὐ γὰρ εἶδον ἐπὶ τῆς γῆς τυφλοὺς ἀναβλέποντας, χωλοὺς περιπατοῦντας τῷ ἐκείνου λόγῳ; Ἃ πάντα ἐποίησεν ὁ σωτήρ, πρῶτον μὲν ἵνα πληρωθῇ τὸ ῥηθὲν περὶ αὐτοῦ διὰ τῶν προφητῶν, ὅτι Τυφλοὶ ἀναβλέπουσι καὶ κωφοὶ ἀκούουσιν | |
5 | καὶ τὰ ἄλλα, ἔτι δὲ καὶ εἰς πίστιν τοῦ ὅτι ἐν τῇ ἀναστάσει ἡ σὰρξ ὁλόκληρος ἀναστήσεται. Εἰ γὰρ ἐπὶ τῆς γῆς τὰς ἀσθε‐ νείας τῆς σαρκὸς ἰάσατο καὶ ὁλόκληρον ἐποίησε τὸ σῶμα, πολλῷ μᾶλλον ἐν τῇ ἀναστάσει τοῦτο ποιήσει, ὥστε καὶ ἀκέραιον καὶ ὁλόκληρον ἀναστῆναι τὴν σάρκα. Τὰ μὲν οὖν παρ’ αὐτῶν | |
10 | νομιζόμενα ἄπορα τοῦτον τὸν τρόπον ἰαθήσεται. | 222 |
590D | Ἔτι δὲ καὶ τῶν λεγόντων μὴ ἀνίστασθαι τὴν σάρκα οἱ μὲν ὡς ἀδύνατον ἀναστῆναι λέγουσιν, οἱ δὲ ὡς μὴ προσῆκον τῷ θεῷ τὸ ἀνιστάνειν αὐτὴν διὰ τὸ εὐτελὲς καὶ εὐκαταφρό‐ νητον αὐτῆς, οἱ δὲ ὅτι τὴν ἀρχὴν οὐδὲ ἐπαγγελίαν ἔχειν. | |
5 | Πρῶτον οὖν δοκεῖ μέν μοι πρὸς τοὺς ἀδύνατον εἶναι λέγοντας τῷ θεῷ τὸ ταύτην ἀναστῆσαι διεξελθεῖν, ὅτι ἀγνοοῦσιν αὐτοὶ τῷ λόγῳ λέγοντες ἑαυτοὺς εἶναι πιστούς, καὶ διὰ τῶν ἔργων ἀποδεικνύντες ἀπίστους ἑαυτοὺς καὶ τῶν ἀπίστων ἀπιστοτέ‐ ρους. Τῶν γὰρ ἐθνῶν ἁπάντων ἐπὶ τὰ εἴδωλα πεπιστευκότων | |
10 | καὶ πεπεισμένων ὅτι πάντα δυνατὰ τούτοις ἐστίν, ὡς καὶ Ὅμηρος, ὁ ποιητὴς αὐτῶν, φησίν· Θεοὶ δέ τε πάντα δύνανται Καὶ ῥεῖα— | |
590E | (ἀλλὰ καὶ τὸ ῥεῖα προσέθηκεν, ὅπερ ἐστὶν εὐχερῶς, ἵνα τὴν μεγαλειότητα τῆς τῶν θεῶν δυνάμεως ἐμφάνῃ), πολὺ οὖν τούτων ἀπιστότεροι φαίνονται. Εἰ γὰρ τοῖς εἰδώλοις τὰ ἔθνη, τοῖς θεοῖς αὐτῶν, οἳ ὦτα ἔχουσι καὶ οὐκ ἀκούουσιν, | |
5 | ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται, τὸ πάντα δύνασθαι | |
πεπιστεύκασι, δαιμονίοις οὖσι, καθὼς ἡ γραφὴ λέγει, ὅτι Οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια, πολὺ μᾶλλον ἡμεῖς, οἱ τὴν ἐξαίρετον καὶ ἀληθῆ πίστιν ἔχοντες, ὀφείλομεν τῷ θεῷ ἡμῶν πιστεύειν, ἔχοντες τεκμήρια· καὶ πρῶτον μὲν τὴν | 224 | |
10 | τοῦ πρωτοπλάστου γένεσιν, ὅτι ἐκ γῆς ὑπὸ θεοῦ γέγονεν· ἱκα‐ νὸν γὰρ τοῦτο δεῖγμα τῆς τοῦ θεοῦ δυνάμεως. Ἔτι δὲ καὶ τὴν | |
591A | μετὰ ταῦτα ἐξ ἀλλήλων γένεσιν κατανοοῦσιν ἔστιν ἰδεῖν, καὶ θαυμάσαι μειζόνως, ὅτι ἐξ ἐλαχίστης ῥανίδος ὑγροῦ τηλι‐ κοῦτον πλάσσεται ζῶον. Καίτοι γε εἰ ἐν ἐπαγγελίᾳ καὶ τοῦτο ἦν καὶ μὴ ἐφαίνετο γινόμενον, πολὺ τῶν ἄλλων ἦν ἀπι‐ | |
5 | στότερον· ἀλλὰ γὰρ πιστότερον αὐτὸ ποιεῖ τὸ ἀποτέλεσμα. Ἀλλὰ μὴν περὶ τῆς ἀναστάσεως ἡμῖν ἔδειξεν ὁ σωτὴρ ἀποτε‐ λέσματα, ἃ μετ’ ὀλίγον ἐροῦμεν. Νῦν δὲ τὸ δυνατὴν εἶναι τὴν τῆς σαρκὸς ἀνάστασιν ἐπιδεικνύομεν, συγγνώμην αἰτούμενοι παρὰ τῶν τῆς ἀληθείας τέκνων, εἰ καὶ τῶν ἔξωθεν εἶναι | |
10 | δοκούντων καὶ κοσμικῶν λόγων ἁπτόμεθα· πρῶτον μὲν ὅτι οὐδέν ἐστιν ἔξωθεν τοῦ θεοῦ, οὐδὲ αὐτὸς ὁ κόσμος· ποίημα | |
591B | γάρ ἐστιν αὐτοῦ· δεύτερον ὅτι πρὸς ἀπίστους τούτους ποιού‐ μεθα τοὺς λόγους. Εἰ γὰρ πρὸς πιστούς, αὐταρκὲς ἦν | |
ἀποκρίνεσθαι τὸ ὅτι πεπιστεύκαμεν· νῦν δὲ διὰ ἀποδείξεων χωρεῖν ἀναγκαῖον. Ἱκανὰ μὲν οὖν καὶ τὰ προειρημένα τεκμή‐ | 226 | |
5 | ρια πρὸς τὸ δυνατὴν εἶναι δεικνύειν τὴν τῆς σαρκὸς ἀνάστασιν· ἀλλ’, ἐπεὶ λίαν εἰσὶν ἄπιστοι, καὶ ἀναγκαστικώτερον ἐπά‐ ξομεν τὸν λόγον, οὐκ ἐκ τῆς πίστεως, ὅτι μὴ τυγχάνουσιν ὄντες αὐτῆς, ἀλλ’ ἐκ τῆς ἀπιστίας, τῆς μητρὸς αὐτῶν, λέγω δὴ τῶν κοσμικῶν λόγων. Εἰ γὰρ ἐκ τούτων ἐπιδεικνύομεν αὐ‐ | |
591C | τοῖς δυνατὴν εἶναι τὴν τῆς σαρκὸς ἀνάστασιν, πολλῆς δήπουθεν αἰσχύνης εἰσὶν ἄξιοι, εἰ μήτε τοῖς τῆς πίστεως μήτε τοῖς τοῦ κόσμου ἀκολουθεῖν δύνανται. Φασὶ τοίνυν οἱ τοῦ κόσμου φυσικοί, σοφοὶ λεγόμενοι, | |
5 | τὸ πᾶν ὑπάρχειν οἱ μὲν ὕλην καὶ θεόν, ὡς Πλάτων, οἱ δὲ ἄτομα καὶ κενόν, ὡς Ἐπίκουρος, οἱ δὲ τὰ τέσσαρα, γῆν καὶ ὕδωρ, ἀέρα, πῦρ, ὥσπερ οἱ Στωϊκοί. Ἀρκεῖ γὰρ ἐπιμνησθῆ‐ ναι τῶν ἐπικρατουσῶν μάλιστα δοξῶν. Καὶ ὁ μὲν Πλάτων φησὶν ὑπὸ τοῦ θεοῦ τὰ πάντα ἐκ τῆς ὕλης γεγονέναι καὶ κατὰ | |
10 | πρόνοιαν αὐτοῦ, ὁ δὲ Ἐπίκουρος καὶ οἱ μετ’ αὐτοῦ ἐκ τῶν ἀτόμων καὶ ἐκ τοῦ κενοῦ κατὰ ταὐτόματόν τινα φορὰν τῆς ἐκ | |
591D | τῶν σωμάτων φυσικῆς κινήσεως, οἱ δὲ Στωϊκοὶ ἐκ τῶν τεσσά‐ ρων διήκοντος δι’ αὐτῶν τοῦ θεοῦ. Τοιαύτης δὲ διαφωνίας αὐτοῖς οὔσης, ἔστι τινὰ παρ’ αὐτοῖς ὁμολογούμενα κοινὰ δόγματα πρὸς ἁπάντων· ἓν μὲν τὸ μήτε ἐκ τοῦ μὴ ὄντος γί‐ | |
5 | νεσθαι μήτε εἰς τὸ μὴ ὂν ἀναλύεσθαι καὶ ἀπόλλυσθαι, καὶ τὸ τὰ στοιχεῖα ἄφθαρτα ὑπάρχειν, ἐξ ὧν ἡ ἑκάστου πράγματος γένεσίς ἐστι. Τούτων τοίνυν οὕτως ἐχόντων, κατὰ πάντας | |
αὐτοὺς φανήσεται δυνατὴ ἡ τῆς σαρκὸς ὑπάρχειν παλιγγενεσία. Εἴτε γὰρ κατὰ Πλάτωνά ἐστιν ἡ ὕλη καὶ ὁ θεός, ἀμφότερα | 228 | |
591E | ταῦτα ἄφθαρτα· καὶ ὁ μὲν θεὸς ἐπέχει τόπον τεχνίτου, οἷον πλάστου, ἡ δὲ ὕλη ἐπέχει τόπον πηλοῦ ἢ κηροῦ ἢ τοιούτου τι‐ νός. Τὸ μὲν οὖν ἐκ τῆς ὕλης γινόμενον φθαρτὸν πλάσμα, ὁ ἀνδριὰς ἢ εἰκών, ἡ δὲ ὕλη αὐτὴ ἄφθαρτος, οἷον πηλὸς ἢ | |
5 | κηρὸς ἤ τι τοιοῦτον ἄλλο εἶδος ὕλης. Οὕτως ὁ πλάστης ἐκ τοῦ κηροῦ ἢ πηλοῦ πλάσσει καὶ ζωοποιεῖ ζώου μορφήν· πάλιν, ἐὰν διαλυθῇ τὸ πλάσμα, οὐκ ἀδύνατον αὐτῷ ἐστι, τὴν αὐτὴν ὕλην ἀναφυράσαντι καὶ καινοποιήσαντι, τὸ αὐτὸ πλάσμα ποιῆσαι. Οὕτως κατὰ Πλάτωνα οὐδὲ τῷ θεῷ, ἀφθάρτῳ | |
592A | ὄντι, ἄφθαρτον ἔχοντι καὶ τὴν ὕλην, τοῦ ἐξ αὐτῆς γενομένου πλάσματος διαλυθέντος, ἀδύνατόν ἐστιν ἀνακαινοποιῆσαι πά‐ λιν αὐτὴν καὶ ποιῆσαι τὸ αὐτὸ πλάσμα ὁποῖον ἦν καὶ τὸ πρό‐ τερον. Ἀλλὰ μὴν κατὰ τοὺς Στωϊκούς, ἐκ τῆς τῶν τεσσάρων | |
5 | στοιχείων κράσεως γινομένου τοῦ σώματος, καί, διαλυομένου τούτου εἰς τὰ τέσσαρα, παραμενόντων τούτων ἀφθάρτων, δυ‐ νατόν ἐστι πάλιν τὰ τέσσαρα στοιχεῖα, τὴν αὐτὴν μῖξιν καὶ κρᾶσιν λαβόντα ἀπὸ τοῦ δι’ αὐτῶν διήκοντος θεοῦ, ποιῆσαι ὃ πρότερον πεποιήκει σῶμα· ὥσπερ, εἴ τις ἐκ χρυσοῦ καὶ | |
10 | ἀργύρου καὶ χαλκοῦ καὶ κασσιτήρου ποιήσει μῖγμα, ἔπειτα θελήσει πάλιν διαλῦσαι, ὥστε κατ’ ἰδίαν ἕκαστον εἶναι, καὶ | |
592B | πάλιν, εἰ θελήσει, μίξας τὰ αὐτὰ ποιήσει ὃ πρότερον πε‐ ποιήκει ἐξ αὐτῶν μῖγμα. Καὶ κατὰ τὸν Ἐπίκουρον δέ, τῶν ἀτόμων ἀφθάρτων οὐσῶν καὶ τοῦ κενοῦ, παρὰ τὴν ποιὰν | |
τάξιν καὶ θέσιν τῶν ἀτόμων συντεθειμένων γίνεται τά τε | 230 | |
5 | ἄλλα συγκρίματα καὶ τὸ σῶμα, χρόνῳ δὲ διαλυόμενον δια‐ λύεται πάλιν εἰς τὰς ἀτόμους, ἐξ ὧν καὶ ἐγένετο. Τούτων μὲν οὐσῶν ἀφθάρτων, οὐδὲν ἀδύνατόν ἐστι, συνελθουσῶν πάλιν καὶ τὴν αὐτὴν θέσιν καὶ τάξιν λαβουσῶν, ποιῆσαι ὃ πρότερον ἐγεγόνει ἐξ αὐτῶν σῶμα καὶ ὅμοιον· ὥσπερ, εἴ τις | |
10 | ψηφοθέτης ἐκ ψηφίδων ποιήσει ζώου μορφήν, ἔπειτα τού‐ | |
592C | των ἀπὸ χρόνου διαλυθέντων ἢ ὑπ’ αὐτοῦ τοῦ ποιήσαντος, τὰς αὐτὰς ἔχων ψήφους, ἐσκορπισμένας συνάγων, οὐκ ἀδυνατή‐ σει συλλέξας αὐτὰς καὶ διαθεὶς ὁμοίως ποιῆσαι τὸ αὐτὸ εἶδος τοῦ ζώου. Ὁ δὲ θεὸς ἀναλυθέντα τὰ μέλη τῆς σαρκὸς | |
5 | ἀπ’ ἀλλήλων οὐ δυνήσεται πάλιν συναγαγὼν ποιῆσαι τὸ αὐτὸ τῷ πρότερον γεγονότι ὑπ’ αὐτοῦ σώματι; Ἀλλὰ γὰρ ὁ μὲν περὶ τοῦ δυνατὴν εἶναι τὴν τῆς σαρκὸς ἀνάστασιν ἱκανῶς ἀπο‐ δέδεικταί μοι λόγος κατὰ τοὺς ἐθνικούς. Εἰ δὲ κατὰ τοὺς ἀπίστους οὐχ εὑρίσκεται ἀδύνατος ἡ ἀνάστασις τῆς σαρκός, | |
10 | πόσῳ μᾶλλον κατὰ τοὺς πιστούς! | |
592D | Ἑξῆς δὲ λεκτέον πρὸς τοὺς ἀτιμάζοντας τὴν σάρκα καὶ φάσκοντας μὴ ἀξίαν εἶναι τῆς ἀναστάσεως μηδὲ τῆς ἐπ‐ ουρανίου πολιτείας· ὅτι πρῶτον αὐτῆς ἐστιν ἡ οὐσία γῆ, μετέ‐ | |
πειτα δὲ καὶ μεστὴ γέγονε πάσης ἁμαρτίας, ὥστε καὶ τὴν | 232 | |
5 | ψυχὴν ἀναγκάσαι συναμαρτάνειν. Ἐοίκασι δὲ οὗτοι τὴν ὅλην τοῦ θεοῦ πραγματείαν ἀγνοεῖν, καὶ τὴν ἐξ ἀρχῆς γένεσιν τοῦ ἀνθρώπου καὶ πλάσιν, καὶ τὰ ἐν κόσμῳ ὧν ἕνεκα γέγονεν. Ἢ γὰρ οὔ φησιν ὁ λόγος· Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν; Ποῖον; Σαρκικὸν δῆλον ὅτι λέ‐ | |
10 | γει ἄνθρωπον. Φησὶ γὰρ ὁ λόγος· Καὶ ἔλαβεν ὁ θεὸς χοῦν | |
592E | ἀπὸ τῆς γῆς καὶ ἔπλασε τὸν ἄνθρωπον. Δῆλον οὖν ὡς κατ’ εἰκόνα θεοῦ πλασσόμενος ὁ ἄνθρωπος ἦν σαρκικός. Εἶτα πῶς οὐκ ἄτοπον τὴν ὑπὸ θεοῦ σάρκα πλασθεῖσαν κατ’ εἰ‐ κόνα τὴν ἑαυτοῦ φάσκειν ἄτιμον εἶναι καὶ οὐδενὸς ἀξίαν; Ὅτι | |
5 | δὲ τίμιον κτῆμα ἡ σὰρξ παρὰ θεῷ δῆλον πρῶτον μὲν ἐκ τοῦ πρὸς αὐτοῦ πεπλᾶσθαι, εἴ γε καὶ εἰκὼν τῷ πλάστῃ καὶ ζω‐ γράφῳ τιμία γινομένη· καὶ ἐκ τῆς λοιπῆς δὲ κοσμοποιΐας μαθεῖν πάρεστιν· οὗ γὰρ ἕνεκεν γέγονε τὰ λοιπά, τοῦτο | |
593A | πάντων τῷ ποιήσαντι τιμιώτατον. Ναί, φασίν· ἀλλὰ ἁμαρ‐ τωλὸς ἡ σάρξ, ὥστε καὶ τὴν ψυχὴν ἀναγκάζειν συναμαρτά‐ νειν αὐτῇ, μάτην κατηγοροῦντες αὐτῆς καὶ τὰ τῶν ἀμφοτέρων ἁμαρτήματα μόνῃ περιτιθέντες. Ποῦ γὰρ καθ’ ἑαυτὴν | |
5 | ἁμαρτῆσαι ἡ σὰρξ δυνήσεται, ἐὰν μὴ τὴν ψυχὴν ἔχῃ προ‐ ηγουμένην καὶ προκαλουμένην αὐτήν; Ὥσπερ γὰρ ζεῦγος βοῶν λυθέντων ἀπ’ ἀλλήλων τοῦ ζυγοῦ τῶν βοῶν οὐδέτερος αὐτῶν κατ’ ἰδίαν ἀροῦν δύναται, οὕτως οὐδὲ ψυχὴ καὶ σῶμα | |
λυθέντα τῆς συζυγίας καθ’ ἑαυτὰ ποιῆσαί τι δύνανται. Εἰ | 234 | |
10 | δὲ καὶ ἡ σὰρξ μόνη ἁμαρτωλός, μόνης ταύτης ἕνεκεν ἦλθεν | |
593B | ὁ σωτήρ, καθώς φησιν· Οὐκ ἦλθον καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Ἐπειδὴ οὖν τιμία παρὰ θεῷ καὶ ἔνδοξος παρὰ πάντα τὰ ποιήματα δέδεικται ἡ σάρξ, δικαίως ἂν ὑπ’ αὐτοῦ σωθήσεται. | |
5 | Λεκτέον οὖν πρὸς τοὺς λέγοντας ὅτι, εἰ καὶ τὰ μά‐ λιστα τοῦ θεοῦ ποίημα τυγχάνει οὖσα καὶ τιμία αὐτῷ παρὰ πάντα, οὐκ εὐθέως καὶ τὴν ἐπαγγελίαν τῆς ἀναστάσεως ἔχει. Καίτοι πῶς οὐκ ἄτοπον τὸ μετὰ τηλικαύτης βουλῆς γενόμενον καὶ παρὰ πάντα τὰ λοιπὰ τίμιον περιορᾶν τὸν ποιήσαντα εἰς | |
593C | τὸ μηκέτι εἶναι; Εἶτα ὁ μὲν πλάστης καὶ ζωγράφος, εἰ τὰς εἰκόνας, ἃς ἂν ποιήσωσι, διαμένειν ἐθέλουσιν, ἵνα δι’ αὐτῶν δοξάζωνται, φθειρομένας αὐτὰς ἀνακαινοποιοῦσιν· ὁ δὲ θεὸς τὸ αὐτοῦ κτῆμα καὶ πλάσμα περιεῖδεν ἂν ὡς τὸ μὴ ὄν, μη‐ | |
5 | κέτι δὲ καὶ εἰς τὸ εἶναι; Ματαιοπόνον ἀποκαλοῦμεν, ὥσπερ εἴ τις οἰκίαν οἰκοδομήσας ἔπειτα καταλύοι, ἢ καταλελυμένην περιορῴη, δυνάμενος ἀναστῆσαι· τὸν δὲ θεὸν οὐκ αἰτια‐ σόμεθα, ὅτι μάτην ποιεῖ; Ἀλλ’ οὐχ ὁ ἄφθαρτος τοιοῦτος, | |
οὐκ ἄφρων ὁ τῶν ὅλων πέφυκε νοῦς. Εὐφημείτωσαν οἱ ἄπι‐ | 236 | |
10 | στοι, εἰ τὸ μὴ πιστεύειν ἔχουσιν αὐτοί! Ἀλλὰ μὴν καὶ κέ‐ κληκεν αὐτὴν ἐπὶ τὴν ἀνάστασιν καὶ ἐπαγγέλλεται τὴν αἰω‐ | |
593D | νίαν ζωήν. Ἔνθα γὰρ τὸν ἄνθρωπον εὐαγγελίζεται σῶσαι, καὶ τῇ σαρκὶ εὐαγγελίζεται. Τί γάρ ἐστιν ὁ ἄνθρωπος, ἀλλ’ ἢ τὸ ἐκ ψυχῆς καὶ σώματος συνεστὸς ζῶον λογικόν; Μὴ οὖν καθ’ ἑαυτὴν ψυχὴ ἄνθρωπος; Οὔκ· ἀλλ’ ἀνθρώπου ψυχή. | |
5 | Μὴ οὖν καλοῖτο σῶμα ἄνθρωπος; Οὔκ· ἀλλ’ ἀνθρώπου σῶμα καλεῖται. Εἴπερ οὖν κατ’ ἰδίαν μὲν τούτων οὐδέτερον ἄνθρω‐ πός ἐστι, τὸ δὲ ἐκ τῆς ἀμφοτέρων συμπλοκῆς καλεῖται ἄν‐ θρωπος, κέκληκε δὲ ὁ θεὸς εἰς ζωὴν καὶ ἀνάστασιν τὸν ἄν‐ θρωπον, οὐ τὸ μέρος ἀλλὰ τὸ ὅλον κέκληκεν, ὅπερ ἐστὶ τὴν | |
10 | ψυχὴν καὶ τὸ σῶμα. Ἐπεὶ πῶς οὐκ ἄτοπον, ἀμφοτέρων | |
593E | ὄντων κατὰ τὸ αὐτὸ καὶ ἐν τῷ αὐτῷ, τὸ μὲν σώζειν, τὸ δὲ μή; Οὐκ ὄντος γὰρ ἀδυνάτου, καθάπερ δέδεικται, τὴν σάρκα ἔχειν τὴν παλιγγενεσίαν, τίς ἡ διάκρισις, ὥστε τὴν μὲν ψυχὴν σώζεσθαι, τὴν δὲ σάρκα μή; Ἢ φθονερὸν ποιοῦσι τὸν θεόν; | |
5 | Ἀλλὰ ἀγαθός ἐστι καὶ σώζεσθαι πάντας θέλει· καὶ δὴ αὐτοῦ καὶ τοῦ κηρύγματος αὐτοῦ οὐχὶ μόνον ἤκουσεν ἡ ψυχὴ ἡμῶν καὶ σὺν αὐτῇ ἡ σάρξ, καὶ ἐπίστευσαν εἰς Χριστὸν Ἰη‐ | |
σοῦν, ἀλλ’ ἀμφότερα ἐλούσαντο καὶ ἀμφότερα τὴν δικαιοσύνην εἰργάσαντο. Ἆρ’ οὖν ἀχάριστον ἢ ἄδικον ἀποφαίνουσι τὸν | 238 | |
594A | θεόν, εἰ τῶν ἀμφοτέρων πιστευόντων ἐπ’ αὐτὸν τὴν μὲν σώ‐ ζειν θέλει, τὴν δὲ οὔ; Ναί, φασίν· ἀλλ’ ἡ μὲν ψυχή ἐστιν ἄφθαρτος, μέρος οὖσα τοῦ θεοῦ καὶ ἐμφύσημα, καὶ διὰ τοῦτο τὸ ἴδιον καὶ συγγενὲς ἠθέλησεν σῶσαι· ἡ δὲ σὰρξ | |
5 | φθαρτὴ καὶ οὐκ ἀπ’ αὐτοῦ καθάπερ ἡ ψυχή. Εἶτα τίς αὐτῷ χάρις; Καὶ τίς ἐπίδειξις τῆς δυνάμεως καὶ χρηστότητος αὐτοῦ, εἰ τὸ μὲν φύσει σωζόμενον καὶ μέρος ὑπάρχον αὐτοῦ σώζειν ἤμελλεν; Αὐτὸ γὰρ ἐξ ἑαυτοῦ εἶχε τὴν σωτηρίαν, ὥστε τὴν μὲν ψυχὴν σώζων οὐ μέγα ποιεῖ· τὸ γὰρ σώζεσθαι πάρεστιν | |
10 | αὐτῇ, ὅτι ἐστὶν αὐτοῦ μέρος, ἐμφύσημα αὐτοῦ οὖσα. Ἀλλ’ οὐδὲ χάρις αὐτῷ τὸ ἴδιον σώζοντι· τοῦτο γάρ ἐστιν ἑαυτὸν σώ‐ | |
594B | ζειν. Ὁ γὰρ τὸ μέρος αὐτοῦ σώζων δι’ ἑαυτοῦ ἑαυτὸν σώ‐ ζει, μή ποτε ἐκεῖνο τὸ μέρος ἐνδεὲς γένηται. Οὐκ ἔστιν ἀγα‐ θοῦ τὸ τοιοῦτον. Οὐδὲ γὰρ ἄνθρωπον ἀγαθόν τις ἐρεῖ τὸν τοῖς τέκνοις αὐτοῦ καὶ ἐγγόνοις χαριζόμενόν τι. Τοῦτο γὰρ | |
5 | καὶ τὰ ἀγριώτατα τῶν θηρίων ποιοῦσι· κἂν ὑπεραποθανεῖν τῶν ἐκγόνων αὐτῶν δέῃ, ἑκοντὶ τοῦτο ὑπομένουσιν. Εἰ δέ τις τὰ αὐτὰ τοῖς δούλοις παράσχοι, δικαίως ἂν οὗτος λέγοιτο ἀγαθός. Διὰ τοῦτο καὶ ὁ σωτὴρ ἐδίδαξεν ἡμᾶς ἀγαπᾶν τοὺς ἐχθρούς, ἐπεὶ τίς ὑμῖν χάρις; φησίν. Ὥστε δέδειχεν | |
10 | ἡμῖν ἀγαθὸν ἔργον εἶναι τὸ μὴ τοὺς ἐξ αὐτοῦ γεγονότας μό‐ νον ἀγαπᾶν, ἀλλὰ καὶ τοὺς ἔξωθεν. Ἃ δὲ ἡμῖν παρήγγειλε | |
πολὺ πρότερον αὐτὸς ἐποίει. *** | 240 | |
594C | Εἰ εἰς μηδὲν ἔχρῃζε τῆς σαρκός, τί καὶ ἐθεράπευσεν αὐτήν; Καί, τὸ πάντων ἰσχυρότατον, νεκροὺς ἀνέστησε. Τί‐ νος ἕνεκεν; Οὐχ ἵνα δείξῃ τὴν ἀνάστασιν οἵα μέλλει γίνεσθαι; Πῶς οὖν τοὺς νεκροὺς ἀνέστησε; Πότερον τὰς ψυχὰς ἢ τὰ | |
5 | σώματα; Ἀλλὰ δῆλον ὅτι ἀμφότερα. Εἰ δὲ ἦν πνευματικὴ μόνη ἡ ἀνάστασις, ἐχρῆν ἀναστάντα αὐτὸν κατ’ ἰδίαν μὲν δεῖξαι τὸ σῶμα κείμενον, κατ’ ἰδίαν δὲ τὴν ψυχὴν ὑπάρχουσαν. Νῦν δὲ τοῦτο μὲν οὐκ ἐποίησεν, ἀνέστησε δὲ τὸ σῶμα, τῆς ζωῆς τὴν ἐπαγγελίαν ἐν αὐτῷ πιστούμενος. Τίνος οὖν ἕνεκεν τῇ | |
594D | σαρκὶ τῇ παθούσῃ ἀνέστη, εἰ μὴ ἵνα δείξῃ τὴν σαρκικὴν ἀνά‐ στασιν; Καὶ τοῦτο βουλόμενος πιστοποιῆσαι, τῶν μαθητῶν αὐτοῦ μὴ πιστευόντων εἰ ἀληθῶς σώματι ἀνέστη, βλεπόν‐ | |
των αὐτῶν καὶ δισταζόντων, εἶπεν αὐτοῖς· Οὔπω ἔχετε | 242 | |
5 | πίστιν; φησίν. Ἴδετε ὅτι ἐγώ εἰμι. Καὶ ψηλαφᾶν αὐτὸν ἐπέτρεπεν αὐτοῖς, καὶ τοὺς τύπους τῶν ἥλων ἐν ταῖς χερσὶν ἐπεδείκνυε. Καὶ πανταχόθεν αὐτὸν κατανοήσαντες, ὅτι αὐτός ἐστι καὶ ἐν τῷ σώματι, παρεκάλεσαν αὐτὸν φαγεῖν μετ’ αὐτῶν, ἵνα καὶ διὰ τούτου βεβαίως μάθωσιν ὅτι ἀληθῶς | |
10 | σαρκικῶς ἀνέστη. Καὶ ἔφαγε κηρίον καὶ ἰχθύν. Καὶ | |
594E | οὕτως ἐπιδείξας αὐτοῖς ὅτι ἀληθῶς σαρκὸς ἀνάστασίς ἐστι, βουλόμενος ἐπιδεῖξαι καὶ τοῦτο (καθὼς εἴρηκεν ἐν οὐρανῷ τὴν κατοίκησιν ἡμῶν ὑπάρχειν) ὅτι οὐκ ἀδύνατον καὶ σαρκὶ εἰς οὐρανὸν ἀνελθεῖν, ἀνελήφθη βλεπόντων αὐτῶν εἰς τὸν οὐ‐ | |
5 | ρανόν, ὡς ἦν ἐν τῇ σαρκί. Οὐκοῦν, εἴ τις ἀπαιτεῖ μετὰ πάντα τὰ προειρημένα λόγους ἀποδεικτικοὺς περὶ ἀναστάσεως, οὐδὲν τῶν Σαδδουκαίων διαφέρει· ἐπειδὴ ἡ ἀνάστασις τῆς σαρ‐ κὸς δύναμις θεοῦ ἐστι καὶ ὑπεράνω λόγου παντός, βεβαιου‐ μένη μὲν πίστει, θεωρουμένη δὲ ἔργοις. *** | |
595A | Ἀνάστασίς ἐστι τοῦ πεπτωκότος σαρκίου· πνεῦμα γὰρ οὐ πίπτει. Ψυχὴ ἐν σώματί ἐστιν, οὐ ζῇ δὲ ἄψυχον· σῶμα, ψυχῆς ἀπολειπούσης, οὐκ ἔστιν. Οἶκος γὰρ τὸ σῶμα ψυχῆς, πνεύματος δὲ ψυχὴ οἶκος. Τὰ τρία δὲ ταῦτα τοῖς | 244 |
5 | ἐλπίδα εἰλικρινῆ καὶ πίστιν ἀδιάκριτον ἐν τῷ θεῷ ἔχουσι σω‐ θήσεται. Θεωροῦντες γοῦν καὶ τοὺς κοσμικοὺς λόγους, καὶ κατ’ αὐτοὺς οὐχ εὑρίσκοντες ἀδύνατον ὑπάρχειν τῇ σαρκὶ τὴν παλιγγενεσίαν, καὶ ἐπὶ τούτοις πᾶσι τὸν σωτῆρα διὰ παντὸς | |
595B | τοῦ εὐαγγελίου δεικνύντα τὴν τῆς σαρκὸς ἡμῶν σωτηρίαν, τί λοιπὸν ἀνεχόμεθα τῶν ἀπίστων καὶ σκανδάλων λόγων, καὶ λανθάνομεν ἑαυτοὺς ἐπιστρέφοντες εἰς τοὐπίσω, ὁπόταν ἀ‐ κούσωμεν ὅτι ἡ μὲν ψυχὴ ἀθάνατός ἐστι, τὸ δὲ σῶμα φθαρτὸν | |
5 | καὶ οὐκέτι δυνάμενον ἀναζῆσαι; Ταῦτα γὰρ καὶ πρὸ τοῦ μα‐ θεῖν τὴν ἀλήθειαν παρὰ Πυθαγόρου καὶ Πλάτωνος ἠκούομεν. Εἰ οὖν ταῦτα ἔλεγεν ὁ σωτὴρ καὶ μόνης τῆς ψυχῆς τὴν ζωὴν | |
595C | εὐηγγελίζετο, τί καινὸν ἡμῖν ἔφερε παρὰ Πυθαγόραν καὶ Πλά‐ τωνα καὶ τὸν τούτων χορόν; Νῦν δὲ τὴν καινὴν καὶ ξένην εὐαγγελιζόμενος ἦλθεν ἀνθρώποις ἐλπίδα. Ξένον δὲ ἄρα ἦν καὶ καινὸν τὸ τὸν θεὸν ὑπισχνεῖσθαι μὴ τῇ ἀφθαρσίᾳ τὴν | |
5 | ἀφθαρσίαν τηρεῖν, ἀλλὰ τὴν φθορὰν ἀφθαρσίαν ποιεῖν. Ἀλλὰ | |
γὰρ οὐκ ἄλλως λυμαίνεσθαι τὸν λόγον δυνάμενος ὁ τῆς πο‐ νηρίας ἄρχων ἐξέπεμψε τοὺς ἀποστόλους αὐτοῦ, κακὰς καὶ λοιμώδεις διδασκαλίας εἰσάγοντας, ἐκλεξάμενος αὐτοὺς ἐκ | 246 | |
595D | τῶν σταυρωσάντων τὸν σωτῆρα ἡμῶν, οἵτινες τὸ μὲν ὄνομα τοῦ σωτῆρος ἔφερον, τὰ δὲ ἔργα τοῦ πέμψαντος αὐτοὺς ἐποί‐ ουν, δι’ οὓς καὶ τῷ ὀνόματι ἠκολούθησεν ἡ βλασφημία. Εἰ δὲ μὴ ἀνίσταται ἡ σάρξ, διὰ τί καὶ φυλάσσεται καὶ οὐ μᾶλλον | |
5 | αὐτῇ συγχωροῦμεν χρήσασθαι ταῖς ἐπιθυμίαις, καὶ οὐ μι‐ μούμεθα τοὺς ἰατρούς, οἵτινες, ἐπειδὰν ἀπεγνωσμένον ἔχωσιν ἄνθρωπον σώζεσθαι μὴ δυνάμενον, ἐπιτρέπουσιν αὐτῷ ταῖς ἐπιθυμίαις ὑπηρετεῖν; Ἴσασι γὰρ ὅτι ἀπόλλυται. Ὅπερ ἀμέλει ποιοῦσιν οἱ τὴν σάρκα μισοῦντες, ἐκβάλλοντες αὐτὴν | |
595E | τῆς κληρονομίας, τὸ ὅσον ἐπ’ αὐτοῖς· διὰ τοῦτο γὰρ καὶ ὡς νεκρὰν ἐσομένην ἀτιμάζουσιν αὐτήν. Εἰ δὲ ὁ ἡμέτερος ἰα‐ τρὸς Ἰησοῦς ὁ Χριστός, ἀπὸ τῶν ἐπιθυμιῶν ἡμῶν ἀπο‐ σπάσας, διαιτᾶται τῇ κατ’ αὐτὸν σώφρονι καὶ ἐγκρατεῖ | |
5 | διαίτῃ τὴν σάρκα ἡμῶν, δῆλον ὡς ἐλπίδα σωτηρίας ἔχουσαν ἀπὸ τῶν ἁμαρτημάτων αὐτὴν φυλάσσει, καθάπερ τοὺς ἐλ‐ πίδα σωτηρίας ἔχοντας ἀνθρώπους οἱ ἰατροὶ οὐκ ἐῶσιν ὑπη‐ | |
ρετεῖν ταῖς ἡδοναῖς. | 248 |