TLG 0646 004 :: Pseudo–JUSTINUS MARTYR :: Epistula ad Diognetum

Pseudo–JUSTINUS MARTYR
(A.D. 3/5)

Cf. et ACTA JUSTINI ET SEPTEM SODALIUM (0384)

Epistula ad Diognetum

Source: Otto, J.C.T. (ed.), Corpus apologetarum Christianorum saeculi secundi, vol. 3, 3rd edn. Jena: Mauke, 1879 (repr. Wiesbaden: Sändig, 1971): 158–210.

Dup. EPISTULA AD DIOGNETUM (1350 001)

Citation: Morel page — section — (line)

t

1

ΤΟΥ ΑΓΙΟΥ ΙΟΥΣΤΙΝΟΥ ΦΙΛΟΣΟΦΟΥ ΚΑΙ ΜΑΡΤΥΡΟΣ ΠΡΟΣ ΔΙΟΓΝΗΤΟΝ.

494

B

Ἐπειδὴ ὁρῶ, κράτιστε Διόγνητε, ὑπερεσπουδακότα σε τὴν θεοσέβειαν τῶν Χριστιανῶν μαθεῖν καὶ πάνυ σαφῶς καὶ ἐπιμελῶς πυνθανόμενον περὶ αὐτῶν, τίνι τε θεῷ πεποι‐ θότες καὶ πῶς θρησκεύοντες αὐτὸν τόν τε κόσμον ὑπερορῶσι
5πάντες καὶ θανάτου καταφρονοῦσι, καὶ οὔτε τοὺς νομιζομέ‐
νους ὑπὸ τῶν Ἑλλήνων θεοὺς λογίζονται οὔτε τὴν Ἰουδαίων δεισιδαιμονίαν φυλάσσουσι, καὶ τίνα τὴν φιλοστοργίαν ἔχουσι158

494

C

πρὸς ἀλλήλους, καὶ τί δή ποτε καινὸν τοῦτο γένος ἢ ἐπιτή‐ δευμα εἰσῆλθεν εἰς τὸν βίον νῦν καὶ οὐ πρότερον, ἀποδέχομαί τε τῆς προθυμίας σε ταύτης καὶ παρὰ τοῦ θεοῦ, τοῦ καὶ τὸ λέγειν καὶ τὸ ἀκούειν ἡμῖν χορηγοῦντος, αἰτοῦμαι δοθῆναι
5ἐμοὶ μὲν εἰπεῖν οὕτως ὡς μάλιστα τὸν ἀκούσαντα βελτίω γενέσθαι, σοί τε οὕτως ἀκοῦσαι ὡς μὴ λυπηθῆναι τὸν εἰ‐ πόντα. Ἄγε δή, καθάρας σεαυτὸν ἀπὸ πάντων τῶν προκατε‐ χόντων σου τὴν διάνοιαν λογισμῶν καὶ τὴν ἀπατῶσάν σε συνή‐
10θειαν ἀποσκευασάμενος καὶ γενόμενος ὥσπερ ἐξ ἀρχῆς καινὸς

494

D

ἄνθρωπος, ὡς ἂν καὶ λόγου καινοῦ, καθάπερ καὶ αὐτὸς ὡμο‐
λόγησας, ἀκροατὴς ἐσόμενος, ἴδε μὴ μόνον τοῖς ὀφθαλμοῖς ἀλλὰ καὶ τῇ φρονήσει, τίνος ὑποστάσεως ἢ τίνος εἴδους τυγ‐ χάνουσιν οὓς ἐρεῖτε καὶ νομίζετε θεούς. Οὐχ ὁ μέν τις λίθος160
5ἐστίν, ὅμοιος τῷ πατουμένῳ, ὁ δ’ ἐστὶ χαλκός, οὐ κρείσσων τῶν εἰς τὴν χρῆσιν ἡμῖν κεχαλκευμένων σκευῶν, ὁ δὲ ξύλον, ἤδη καὶ σεσηπός, ὁ δὲ ἄργυρος, χρῄζων ἀνθρώπου τοῦ φυ‐ λάξοντος ἵνα μὴ κλαπῇ, ὁ δὲ σίδηρος, ὑπὸ ἰοῦ διεφθαρμένος,

495

A

ὁ δὲ ὄστρακον, οὐδὲν τοῦ κατεσκευασμένου πρὸς τὴν ἀτιμο‐ τάτην ὑπηρεσίαν εὐπρεπέστερον; Οὐ φθαρτῆς ὕλης ταῦτα πάντα; Οὐχ ὑπὸ σιδήρου καὶ πυρὸς κεχαλκευμένα; Οὐχ ὃ μὲν αὐτῶν λιθοξόος, ὃ δὲ χαλκεύς, ὃ δὲ ἀργυροκόπος, ὃ δὲ
5κεραμεὺς ἔπλασεν; Οὐ πρὶν ἢ ταῖς τέχναις τούτων εἰς τὴν μορφὴν τούτων ἐκτυπωθῆναι ἦν ἕκαστον αὐτῶν ἑκάστῳ, ἔτι καὶ νῦν, μεταμεμορφωμένον; Οὐ τὰ νῦν ἐκ τῆς αὐτῆς ὕλης ὄντα σκεύη γένοιτ’ ἄν, εἰ τύχοι τῶν αὐτῶν τεχνιτῶν, ὅμοια
τοιούτοις; Οὐ ταῦτα πάλιν τὰ νῦν ὑφ’ ὑμῶν προσκυνού‐162

495

B

μενα δύναιτ’ ἂν ὑπὸ ἀνθρώπων σκεύη ὅμοια γενέσθαι τοῖς λοιποῖς; Οὐ κωφὰ πάντα, οὐ τυφλά, οὐκ ἄψυχα, οὐκ ἀναί‐ σθητα, οὐκ ἀκίνητα; Οὐ πάντα σηπόμενα, οὐ πάντα φθειρό‐ μενα; Ταῦτα θεοὺς καλεῖτε, τούτοις δουλεύετε, τούτοις
5προσκυνεῖτε· τέλεον δ’ αὐτοῖς ἐξομοιοῦσθε. Διὰ τοῦτο μισεῖτε Χριστιανούς, ὅτι τούτους οὐχ ἡγοῦνται θεούς. Ὑμεῖς γάρ, οἱ νῦν νομίζοντες καὶ σεβόμενοι, οὐ πολὺ πλέον αὐτῶν καταφρονεῖτε; Οὐ πολὺ μᾶλλον αὐτοὺς χλευάζετε καὶ ὑβρίζετε,

495

C

τοὺς μὲν λιθίνους καὶ ὀστρακίνους σέβοντες ἀφυλάκτους,
τοὺς δὲ ἀργυροῦς καὶ χρυσοῦς ἐγκλείοντες ταῖς νυξὶ καὶ ταῖς ἡμέραις φύλακας παρακαθιστάντες ἵνα μὴ κλαπῶσιν; Αἷς δὲ δοκεῖτε τιμαῖς προσφέρειν, εἰ μὲν αἰσθάνονται, κο‐164
5λάζετε μᾶλλον αὐτούς· εἰ δὲ ἀναισθητοῦσιν, ἐλέγχοντες αἵματι καὶ κνίσαις αὐτοὺς θρησκεύετε. Ταῦθ’ ὑμῶν τις ὑπομει‐ νάτω, ταῦτα ἀνασχέσθω τις ἑαυτῷ γενέσθαι! Ἀλλὰ ἄνθρω‐ πος μὲν οὐδὲ εἷς ταύτης τῆς κολάσεως ἑκὼν ἀνέξεται, αἴσθη‐ σιν γὰρ ἔχει καὶ λογισμόν· ὁ δὲ λίθος ἀνέχεται, ἀναισθητεῖ

495

D

γάρ. Οὐκοῦν τὴν αἴσθησιν αὐτοῦ ἐλέγχετε. Περὶ μὲν οὖν τοῦ μὴ δεδουλῶσθαι Χριστιανοὺς τοιούτοις θεοῖς πολλὰ μὲν ἂν καὶ ἄλλα εἰπεῖν ἔχοιμι· εἰ δέ τινι μὴ δοκοίη κἂν ταῦτα
ἱκανά, περισσὸν ἡγοῦμαι καὶ τὸ πλείω λέγειν.166
5 Ἑξῆς δὲ περὶ τοῦ μὴ κατὰ τὰ αὐτὰ Ἰουδαίοις θεοσεβεῖν αὐτοὺς οἶμαί σε μάλιστα ποθεῖν ἀκοῦσαι. Ἰουδαῖοι τοίνυν, εἰ μὲν ἀπέχονται ταύτης τῆς προειρημένης λατρείας καὶ ὡς θεὸν ἕνα τῶν πάντων σέβεσθαι δεσπότην ἀξιοῦσι, φρονοῦσιν· εἰ δὲ τοῖς προειρημένοις ὁμοιοτρόπως τὴν θρησκείαν προσ‐

496

A

άγουσιν αὐτῷ ταύτην, διαμαρτάνουσιν. Ἃ γὰρ τοῖς ἀναισθή‐ τοις καὶ κωφοῖς προσφέροντες οἱ Ἕλληνες ἀφροσύνης δεῖγμα παρέχουσι, ταῦθ’ οὗτοι καθάπερ προσδεομένῳ τῷ θεῷ λογι‐
ζόμενοι παρέχειν μωρίαν εἰκὸς μᾶλλον ἡγοῖντ’ ἄν, οὐ θεοσέ‐168
5βειαν. Ὁ γὰρ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς, καὶ πᾶσιν ἡμῖν χορηγῶν ὧν προσδεόμεθα, οὐ‐ δενὸς ἂν αὐτὸς προσδέοιτο τούτων ὧν τοῖς οἰομένοις διδόναι παρέχει αὐτός. Οἱ δέ γε θυσίας αὐτῷ δι’ αἵματος καὶ κνί‐ σης καὶ ὁλοκαυτωμάτων ἐπιτελεῖν οἰόμενοι, καὶ ταύταις ταῖς

496

B

τιμαῖς αὐτὸν γεραίρειν, οὐδέν μοι δοκοῦσι διαφέρειν τῶν εἰς τὰ κωφὰ τὴν αὐτὴν ἐνδεικνυμένων φιλοτιμίαν, τὰ μὴ δυνά‐ μενα τῆς τιμῆς μεταλαμβάνειν. Ἀλλὰ μὴν τό γε περὶ τὰς βρώσεις αὐτῶν ψοφοδεὲς
5καὶ τὴν περὶ τὰ σάββατα δεισιδαιμονίαν καὶ τὴν τῆς περιτο‐ μῆς ἀλαζονείαν καὶ τὴν τῆς νηστείας καὶ νουμηνίας εἰρωνείαν,
καταγέλαστα καὶ οὐδενὸς ἄξια λόγου, νομίζω σε χρῄζειν παρ’ ἐμοῦ μαθεῖν. Τό τε γὰρ τῶν ὑπὸ τοῦ θεοῦ κτισθέντων εἰς170

496

C

χρῆσιν ἀνθρώπων ἃ μὲν ὡς καλῶς κτισθέντα παραδέχεσθαι, ἃ δ’ ὡς ἄχρηστα καὶ περισσὰ παραιτεῖσθαι, πῶς οὖν θέμις ἐστί; Τὸ δὲ καταψεύδεσθαι θεοῦ, ὡς κωλύοντος ἐν τῇ τῶν σαββά‐ των ἡμέρᾳ καλόν τι ποιεῖν, πῶς οὐκ ἀσεβές; Τὸ δὲ καὶ τὴν
5μείωσιν τῆς σαρκὸς μαρτύριον ἐκλογῆς ἀλαζονεύεσθαι, ὡς διὰ τοῦτο ἐξαιρέτως ἠγαπημένους ὑπὸ θεοῦ, πῶς οὐ χλεύης ἄξιον; Τὸ δὲ παρεδρεύοντας αὐτοὺς ἄστροις καὶ σελήνῃ τὴν
παρατήρησιν τῶν μηνῶν καὶ τῶν ἡμερῶν ποιεῖσθαι, καὶ τὰς οἰκονομίας θεοῦ καὶ τὰς τῶν καιρῶν ἀλλαγὰς καταδιαιρεῖν172

496

D

πρὸς τὰς αὐτῶν ὁρμάς, ἃς μὲν εἰς ἑορτάς, ἃς δὲ εἰς πένθη, τίς ἂν θεοσεβείας καὶ οὐκ ἀφροσύνης πολὺ πλέον ἡγήσαιτο δεῖγμα; Τῆς μὲν οὖν κοινῆς εἰκαιότητος καὶ ἀπάτης καὶ τῆς Ἰουδαίων πολυπραγμοσύνης καὶ ἀλαζονείας ὡς ὀρθῶς ἀπέ‐
5χονται Χριστιανοί, ἀρκούντως σε νομίζω μεμαθηκέναι· τὸ δὲ τῆς ἰδίας αὐτῶν θεοσεβείας μυστήριον μὴ προσδοκήσῃς δύ‐ νασθαι παρὰ ἀνθρώπου μαθεῖν. Χριστιανοὶ γὰρ οὔτε γῇ οὔτε φωνῇ οὔτε ἔθεσι δια‐

497

A

κεκριμένοι τῶν λοιπῶν εἰσιν ἀνθρώπων. Οὔτε γάρ που πό‐
λεις ἰδίας κατοικοῦσιν οὔτε διαλέκτῳ τινὶ παρηλλαγμένῃ χρῶν‐ ται οὔτε βίον παράσημον ἀσκοῦσιν. Οὐ μὴν ἐπινοίᾳ τινὶ καὶ φροντίδι πολυπραγμόνων ἀνθρώπων μάθημα τοιοῦτ’ αὐτοῖς174
5ἐστιν εὑρημένον, οὐδὲ δόγματος ἀνθρωπίνου προεστᾶσιν ὥσ‐ περ ἔνιοι. Κατοικοῦντες δὲ πόλεις ἑλληνίδας τε καὶ βαρ‐ βάρους ὡς ἕκαστος ἐκληρώθη, καὶ τοῖς ἐγχωρίοις ἔθεσιν ἀκολουθοῦντες ἔν τε ἐσθῆτι καὶ διαίτῃ καὶ τῷ λοιπῷ βίῳ, θαυμαστὴν καὶ ὁμολογουμένως παράδοξον ἐνδείκνυνται τὴν

497

B

κατάστασιν τῆς ἑαυτῶν πολιτείας. Πατρίδας οἰκοῦσιν ἰδίας, ἀλλ’ ὡς πάροικοι· μετέχουσι πάντων ὡς πολῖται, καὶ πάνθ’ ὑπομένουσιν ὡς ξένοι· πᾶσα ξένη πατρίς ἐστιν αὐτῶν, καὶ πᾶσα πατρὶς ξένη. Γαμοῦσιν ὡς πάντες καὶ τεκνογονοῦσιν,
5ἀλλ’ οὐ ῥίπτουσι τὰ γεννώμενα· τράπεζαν κοινὴν παρατίθεν‐ ται, ἀλλ’ οὐ κοινήν. Ἐν σαρκὶ τυγχάνουσιν, ἀλλ’ οὐ κατὰ σάρκα ζῶσιν· ἐπὶ γῆς διατρίβουσιν, ἀλλ’ ἐν οὐρανῷ πολιτεύονται· πείθονται τοῖς ὡρισμένοις νόμοις, καὶ τοῖς176

497

C

ἰδίοις βίοις νικῶσι τοὺς νόμους. Ἀγαπῶσι πάντας, καὶ ὑπὸ πάντων διώκονται. Ἀγνοοῦνται, καὶ κατακρίνονται· θανατοῦνται, καὶ ζωοποιοῦνται. Πτωχεύουσι, καὶ πλουτί‐
ζουσι πολλούς· πάντων ὑστεροῦνται, καὶ ἐν πᾶσι περισσεύου‐178
5σιν. Ἀτιμοῦνται, καὶ ἐν ταῖς ἀτιμίαις δοξάζονται· βλα‐ σφημοῦνται, καὶ δικαιοῦνται. Λοιδοροῦνται, καὶ εὐλο‐ γοῦσιν· ὑβρίζονται, καὶ τιμῶσιν. Ἀγαθοποιοῦντες ὡς κα‐ κοὶ κολάζονται· κολαζόμενοι χαίρουσιν ὡς ζωοποιούμενοι. Ὑπὸ Ἰουδαίων ὡς ἀλλόφυλοι πολεμοῦνται καὶ ὑπὸ Ἑλλήνων

497

D

διώκονται· καὶ τὴν αἰτίαν τῆς ἔχθρας εἰπεῖν οἱ μισοῦντες οὐκ ἔχουσιν. Ἁπλῶς δ’ εἰπεῖν· ὅπερ ἐστὶν ἐν σώματι ψυχή, τοῦτ’ εἰσὶν ἐν κόσμῳ Χριστιανοί. Ἔσπαρται κατὰ πάντων τῶν τοῦ
5σώματος μελῶν ἡ ψυχή· καὶ Χριστιανοὶ κατὰ τὰς τοῦ κόσμου πόλεις. Οἰκεῖ μὲν ἐν τῷ σώματι ψυχή, οὐκ ἔστι δὲ ἐκ τοῦ σώματος· καὶ Χριστιανοὶ ἐν κόσμῳ οἰκοῦσιν, οὐκ εἰσὶ δὲ ἐκ τοῦ κόσμου. Ἀόρατος ἡ ψυχὴ ἐν ὁρατῷ φρουρεῖται τῷ σώ‐ ματι· καὶ Χριστιανοὶ γινώσκονται μὲν ὄντες ἐν τῷ κόσμῳ,
10ἀόρατος δὲ αὐτῶν ἡ θεοσέβεια μένει. Μισεῖ τὴν ψυχὴν ἡ

498

A

σὰρξ καὶ πολεμεῖ μηδὲν ἀδικουμένη, διότι ταῖς ἡδοναῖς κω‐ λύεται χρῆσθαι· μισεῖ καὶ Χριστιανοὺς ὁ κόσμος μηδὲν ἀδι‐ κούμενος, ὅτι ταῖς ἡδοναῖς ἀντιτάσσονται. Ἡ ψυχὴ τὴν μισοῦ‐ σαν ἀγαπᾷ σάρκα καὶ τὰ μέλη· καὶ Χριστιανοὶ τοὺς μισοῦν‐
5τας ἀγαπῶσιν. Ἐγκέκλεισται μὲν ἡ ψυχὴ τῷ σώματι, συν‐ έχει δὲ αὐτὴ τὸ σῶμα· καὶ Χριστιανοὶ κατέχονται μὲν ὡς ἐν φρουρᾷ τῷ κόσμῳ, αὐτοὶ δὲ συνέχουσι τὸν κόσμον. Ἀθά‐ νατος ἡ ψυχὴ ἐν θνητῷ σκηνώματι κατοικεῖ· καὶ Χριστιανοὶ180

498

B

παροικοῦσιν ἐν φθαρτοῖς, τὴν ἐν οὐρανοῖς ἀφθαρσίαν προσ‐ δεχόμενοι. Κακουργουμένη σιτίοις καὶ ποτοῖς ἡ ψυχὴ βελ‐ τιοῦται· καὶ Χριστιανοὶ κολαζόμενοι καθ’ ἡμέραν πλεονά‐ ζουσι μᾶλλον. Εἰς τοιαύτην αὐτοὺς τάξιν ἔθετο ὁ θεός,
5ἣν οὐ θεμιτὸν αὐτοῖς παραιτήσασθαι. Οὐ γὰρ ἐπίγειον, ὡς ἔφην, εὕρημα τοῦτ’ αὐτοῖς παρε‐ δόθη, οὐδὲ θνητὴν ἐπίνοιαν φυλάσσειν οὕτως ἀξιοῦσιν ἐπιμε‐
λῶς, οὐδὲ ἀνθρωπίνων οἰκονομίαν μυστηρίων πεπίστευνται· ἀλλ’ αὐτὸς ἀληθῶς ὁ παντοκράτωρ καὶ παντοκτίστης καὶ ἀό‐182

498

C

ρατος θεός, αὐτὸς ἀπ’ οὐρανῶν τὴν ἀλήθειαν καὶ τὸν λόγον τὸν ἅγιον καὶ ἀπερινόητον ἀνθρώποις ἐνίδρυσε καὶ ἐγκατε‐ στήριξε ταῖς καρδίαις αὐτῶν, οὐ, καθάπερ ἄν τις εἰκάσειεν ἀνθρώπων, ὑπηρέτην τινὰ πέμψας ἢ ἄγγελον ἢ ἄρχοντα ἤ
5τινα τῶν διεπόντων τὰ ἐπίγεια ἤ τινα τῶν πεπιστευμένων τὰς ἐν οὐρανοῖς διοικήσεις, ἀλλ’ αὐτὸν τὸν τεχνίτην καὶ δημιουργὸν τῶν ὅλων, ᾧ τοὺς οὐρανοὺς ἔκτισεν, ᾧ τὴν θάλασσαν ἰδίοις ὅροις ἐνέκλεισεν, οὗ τὰ μυστήρια πιστῶς πάντα φυλάσσει τὰ στοιχεῖα, παρ’ οὗ τὰ μέτρα τῶν τῆς ἡμέρας δρόμων ὁ ἥλιος
10εἴληφε φυλάσσειν, ᾧ πειθαρχεῖ ἡ σελήνη νυκτὶ φαίνειν κε‐

498

D

λεύοντι, ᾧ πειθαρχεῖ τὰ ἄστρα τῷ τῆς σελήνης ἀκολουθοῦντα
δρόμῳ, ᾧ πάντα διατέτακται καὶ διώρισται καὶ ὑποτέτακται, οὐρανοὶ καὶ τὰ ἐν τοῖς οὐρανοῖς, γῆ καὶ τὰ ἐν τῇ γῇ, θά‐ λασσα καὶ τὰ ἐν τῇ θαλάσσῃ, πῦρ ἀὴρ ἄβυσσος, τὰ ἐν ὕψεσι,184
5τὰ ἐν βάθεσι, τὰ ἐν τῷ μεταξύ. Τοῦτον πρὸς αὐτοὺς ἀπέ‐ στειλεν. Ἆρά γε, ὡς ἀνθρώπων ἄν τις λογίσαιτο, ἐπὶ τυ‐ ραννίδι καὶ φόβῳ καὶ καταπλήξει; Οὐ μὲν οὖν· ἀλλ’ ἐν ἐπι‐ εικείᾳ, πραΰτητι. Ὡς βασιλεὺς πέμπων υἱὸν βασιλέα ἔπεμψεν,

499

A

ὡς θεὸν ἔπεμψεν, ὡς πρὸς ἀνθρώπους ἔπεμψεν, ὡς σώζων ἔπεμψεν, ὡς πείθων, οὐ βιαζόμενος (βία γὰρ οὐ πρόσεστι τῷ θεῷ), ἔπεμψεν ὡς καλῶν, οὐ διώκων, ἔπεμψεν
ὡς ἀγαπῶν, οὐ κρίνων. Πέμψει γὰρ αὐτὸν κρίνοντα· καὶ186
5τίς αὐτοῦ τὴν παρουσίαν ὑποστήσεται; *** [Οὐχ ὁρᾷς] παρα‐ βαλλομένους θηρίοις, ἵνα ἀρνήσωνται τὸν κύριον, καὶ μὴ νικωμένους; Οὐχ ὁρᾷς, ὅσῳ πλείονες κολάζονται, τοσούτῳ πλεονάζοντας ἄλλους; Ταῦτα ἀνθρώπου οὐ δοκεῖ τὰ ἔργα,

499

B

ταῦτα δύναμίς ἐστι θεοῦ· ταῦτα τῆς παρουσίας αὐτοῦ δείγ‐ ματα. Τίς γὰρ ὅλως ἀνθρώπων ἠπίστατο, τί ποτ’ ἐστὶ θεός,
πρὶν αὐτὸν ἐλθεῖν; Ἢ τοὺς κενοὺς καὶ ληρώδεις ἐκείνων188
5λόγους ἀποδέχῃ τῶν ἀξιοπίστων φιλοσόφων, ὧν οἱ μέν [τι‐ νες] πῦρ ἔφασαν εἶναι τὸν θεόν (οὗ μέλλουσι χωρήσειν αὐτοί, τοῦτο καλοῦσι θεόν), οἱ δὲ ὕδωρ, οἱ δ’ ἄλλο τι τῶν στοιχείων τῶν ἐκτισμένων ὑπὸ θεοῦ; Καίτοι γε, εἴ τις τούτων τῶν λό‐ γων ἀπόδεκτός ἐστι, δύναιτ’ ἂν καὶ τῶν λοιπῶν κτισμάτων

499

C

ἓν ἕκαστον ὁμοίως ἀποφαίνεσθαι θεόν. Ἀλλὰ ταῦτα μὲν τερατεία καὶ πλάνη τῶν γοήτων ἐστίν. Ἀνθρώπων δὲ οὐδεὶς οὔτε εἶδεν οὔτε ἐγνώρισεν· αὐτὸς δὲ ἑαυτὸν ἐπέδειξεν. Ἐπέδειξε δὲ διὰ πίστεως, ᾗ μόνῃ θεὸν ἰδεῖν συγκεχώρηται.
5Ὁ γὰρ δεσπότης καὶ δημιουργὸς τῶν ὅλων θεός, ὁ ποιή‐ σας τὰ πάντα καὶ κατὰ τάξιν διακρίνας, οὐ μόνον φιλάνθρω‐ πος ἐγένετο ἀλλὰ καὶ μακρόθυμος. Ἀλλ’ οὗτος ἦν μὲν ἀεὶ τοιοῦτος καὶ ἔστι καὶ ἔσται, χρηστὸς καὶ ἀγαθὸς καὶ ἀόρ‐ γητος καὶ ἀληθής, καὶ μόνος ἀγαθός ἐστιν· ἐννοήσας δὲ με‐

499

D

γάλην καὶ ἄφραστον ἔννοιαν ἀνεκοινώσατο μόνῳ τῷ παιδί. Ἐν ὅσῳ μὲν οὖν κατεῖχεν ἐν μυστηρίῳ καὶ διετήρει τὴν σο‐ φὴν αὐτοῦ βουλήν, ἀμελεῖν ἡμῶν καὶ ἀφροντιστεῖν ἐδόκει· ἐπεὶ δὲ ἀπεκάλυψε διὰ τοῦ ἀγαπητοῦ παιδὸς καὶ ἐφανέρωσε190
5τὰ ἐξ ἀρχῆς ἡτοιμασμένα, πάνθ’ ἅμα παρέσχεν ἡμῖν, καὶ μετασχεῖν τῶν εὐεργεσιῶν αὐτοῦ καὶ ἰδεῖν καὶ νοῆσαι ἃ τίς ἂν πώποτε προσεδόκησεν ἡμῶν; Πάντ’ οὖν ἤδη παρ’ ἑαυτῷ σὺν τῷ παιδὶ οἰκονομη‐ κώς, μέχρι μὲν τοῦ πρόσθεν χρόνου εἴασεν ἡμᾶς ὡς ἐβουλό‐
10μεθα ἀτάκτοις φοραῖς φέρεσθαι, ἡδοναῖς καὶ ἐπιθυμίαις ἀπαγομένους, οὐ πάντως ἐφηδόμενος τοῖς ἁμαρτήμασιν ἡμῶν,

500

A

ἀλλ’ ἀνεχόμενος, οὐδὲ τῷ τότε τῆς ἀδικίας καιρῷ συνευδοκῶν, ἀλλὰ τὸν νῦν τῆς δικαιοσύνης δημιουργῶν, ἵνα ἐν τῷ τότε χρό‐
νῳ ἐλεγχθέντες ἐκ τῶν ἰδίων ἔργων ἀνάξιοι ζωῆς νῦν ὑπὸ τῆς τοῦ θεοῦ χρηστότητος ἀξιωθῶμεν, καὶ τὸ καθ’ ἑαυτοὺς φα‐192
5νερώσαντες ἀδύνατον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ τῇ δυνάμει τοῦ θεοῦ δυνατοὶ γενηθῶμεν. Ἐπεὶ δὲ πεπλήρωτο μὲν ἡ ἡμετέρα ἀδικία καὶ τελείως πεφανέρωτο ὅτι ὁ μισθὸς αὐτῆς κόλασις καὶ θάνατος προσεδοκᾶτο, ἦλθε δὲ ὁ καιρὸς ὃν

500

B

θεὸς προέθετο λοιπὸν φανερῶσαι τὴν ἑαυτοῦ χρηστότητα καὶ δύναμιν (ὢ τῆς ὑπερβαλλούσης φιλανθρωπίας καὶ ἀγάπης τοῦ θεοῦ!), οὐκ ἐμίσησεν ἡμᾶς οὐδὲ ἀπώσατο οὐδὲ ἐμνησικά‐
κησεν, ἀλλὰ ἐμακροθύμησεν, αὐτὸς τὸν ἴδιον υἱὸν ἀπέ‐194
5δοτο λύτρον ὑπὲρ ἡμῶν, τὸν ἅγιον ὑπὲρ τῶν ἀνόμων, τὸν ἄκακον ὑπὲρ τῶν κακῶν, τὸν δίκαιον ὑπὲρ τῶν ἀδίκων, τὸν ἄφθαρτον ὑπὲρ τῶν φθαρτῶν, τὸν ἀθάνατον ὑπὲρ τῶν θνη‐ τῶν. Τί γὰρ ἄλλο τὰς ἁμαρτίας ἡμῶν ἠδυνήθη καλύψαι ἢ ἐκείνου δικαιοσύνη; Ἐν τίνι δικαιωθῆναι δυνατὸν τοὺς ἀνό‐

500

C

μους ἡμᾶς καὶ ἀσεβεῖς ἢ ἐν μόνῳ τῷ υἱῷ τοῦ θεοῦ; Ὢ τῆς γλυκείας ἀνταλλαγῆς, ὢ τῆς ἀνεξιχνιάστου δημιουργίας, ὢ τῶν ἀπροσδοκήτων εὐεργεσιῶν· ἵνα ἀνομία μὲν πολλῶν ἐν δι‐ καίῳ ἑνὶ κρυβῇ, δικαιοσύνη δὲ ἑνὸς πολλοὺς ἀνόμους δικαιώσῃ!
5Ἐλέγξας οὖν ἐν μὲν τῷ πρόσθεν χρόνῳ τὸ ἀδύνατον τῆς ἡμε‐ τέρας φύσεως εἰς τὸ τυχεῖν ζωῆς, νῦν δὲ τὸν σωτῆρα δείξας δυνατὸν σώζειν καὶ τὰ ἀδύνατα, ἐξ ἀμφοτέρων ἐβουλήθη πιστεύειν ἡμᾶς τῇ χρηστότητι αὐτοῦ, αὐτὸν ἡγεῖσθαι τροφέα

500

D

πατέρα διδάσκαλον σύμβουλον ἰατρὸν νοῦν φῶς τιμὴν δόξαν ἰσχὺν ζωήν.
Ταύτην καὶ σὺ τὴν πίστιν ἐὰν ποθήσῃς, καὶ λήψῃ πρῶτον μὲν ἐπίγνωσιν πατρός. Ὁ γὰρ θεὸς τοὺς ἀνθρώ‐196
5πους ἠγάπησε, δι’ οὓς ἐποίησε τὸν κόσμον, οἷς ὑπέταξε πάντα τὰ ἐν τῇ γῇ, οἷς λόγον ἔδωκεν οἷς νοῦν, οἷς μόνοις ἄνω πρὸς αὐτὸν ὁρᾶν ἐπέτρεψεν, οὓς ἐκ τῆς ἰδίας εἰκόνος
ἔπλασε, πρὸς οὓς ἀπέστειλε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ, οἷς τὴν ἐν οὐρανῷ βασιλείαν ἐπηγγείλατο, καὶ δώσει τοῖς198

501

A

ἀγαπήσασιν αὐτόν. Ἐπιγνοὺς δὲ τίνος οἴει πληρωθήσεσθαι χαρᾶς; Ἢ πῶς ἀγαπήσεις τὸν οὕτως προαγαπήσαντά σε; Ἀγαπήσας δὲ μιμητὴς ἔσῃ αὐτοῦ τῆς χρηστότητος. Καὶ μὴ θαυμάσῃς εἰ δύναται μιμητὴς ἄνθρωπος γενέσθαι θεοῦ. Δύ‐
5ναται θέλοντος αὐτοῦ. Οὐ γὰρ τὸ καταδυναστεύειν τῶν πλη‐ σίον οὐδὲ τὸ πλέον ἔχειν βούλεσθαι τῶν ἀσθενεστέρων οὐδὲ τὸ πλουτεῖν καὶ βιάζεσθαι τοὺς ὑποδεεστέρους εὐδαιμονεῖν ἐστιν, οὐδὲ ἐν τούτοις δύναταί τις μιμήσασθαι θεόν, ἀλλὰ ταῦτα ἐκτὸς τῆς ἐκείνου μεγαλειότητος· ἀλλ’ ὅστις τὸ τοῦ πλη‐

501

B

σίον ἀναδέχεται βάρος, ὃς ἐν ᾧ κρείσσων ἐστὶν ἕτερον τὸν ἐλαττούμενον εὐεργετεῖν ἐθέλει, ὃς ἃ παρὰ τοῦ θεοῦ λαβὼν ἔχει ταῦτα τοῖς ἐπιδεομένοις χορηγῶν θεὸς γίνεται τῶν λαμ‐ βανόντων, οὗτος μιμητής ἐστι θεοῦ. Τότε θεάσῃ τυγχάνων
5ἐπὶ γῆς ὅτι θεὸς ἐν οὐρανοῖς πολιτεύεται, τότε μυστήρια θεοῦ λαλεῖν ἄρξῃ, τότε τοὺς κολαζομένους ἐπὶ τῷ μὴ θέλειν ἀρνήσασθαι θεὸν καὶ ἀγαπήσεις καὶ θαυμάσεις, τότε τῆς ἀπά‐ της τοῦ κόσμου καὶ τῆς πλάνης καταγνώσῃ, ὅταν τὸ ἀληθῶς ἐν οὐρανῷ ζῆν ἐπιγνῷς, τότε τοῦ δοκοῦντος ἐνθάδε θανάτου

501

C

καταφρονήσεις, ὅταν τὸν ὄντως θάνατον φοβηθῇς, ὃς φυλάσ‐
σεται τοῖς κατακριθησομένοις εἰς τὸ πῦρ τὸ αἰώνιον, ὃ τοὺς παραδοθέντας αὐτῷ μέχρι τέλους κολάσει, τότε τοὺς ὑπομέ‐ νοντας ὑπὲρ δικαιοσύνης τὸ πῦρ τοῦτο θαυμάσεις καὶ μακα‐200
5ρίσεις, ὅταν ἐκεῖνο τὸ πῦρ ἐπιγνῷς. [Οὐ ξένα ὁμιλῶ οὐδὲ παραλόγως ζητῶ, ἀλλὰ ἀπο‐ στόλων γενόμενος μαθητὴς γίνομαι διδάσκαλος ἐθνῶν, τὰ παραδοθέντα ἀξίως ὑπηρετῶν γινομένοις ἀληθείας μαθηταῖς. Τίς γὰρ ὀρθῶς διδαχθεὶς καὶ λόγῳ προσφιλὴς γενηθεὶς οὐκ

501

D

ἐπιζητεῖ σαφῶς μαθεῖν τὰ διὰ λόγου δειχθέντα φανερῶς μα‐ θηταῖς, οἷς ἐφανέρωσεν ὁ λόγος φανείς, παῤῥησίᾳ λαλῶν, ὑπὸ ἀπίστων μὴ νοούμενος, μαθηταῖς δὲ διηγούμενος, οἳ πιστοὶ λογισθέντες ὑπ’ αὐτοῦ ἔγνωσαν πατρὸς μυστήρια; Οὗ202
5χάριν ἀπέστειλε λόγον, ἵνα κόσμῳ φανῇ· ὃς ὑπὸ λαοῦ ἀτι‐ μασθείς, διὰ ἀποστόλων κηρυχθείς, ὑπὸ ἐθνῶν ἐπιστεύθη. Οὗτος ὁ ἀπ’ ἀρχῆς, ὁ καινὸς φανεὶς καὶ παλαιὸς εὑρεθεὶς καὶ πάντοτε νέος ἐν ἁγίων καρδίαις γεννώμενος. Οὗτος ὁ ἀεί, ὁ σήμερον υἱὸς λογισθείς, δι’ οὗ πλουτίζεται ἐκκλησία

502

A

καὶ χάρις ἁπλουμένη ἐν ἁγίοις πληθύνεται, παρέχουσα νοῦν, φανεροῦσα μυστήρια, διαγγέλλουσα καιρούς, χαίρουσα ἐπὶ πι‐ στοῖς, ἐπιζητοῦσι δωρουμένη, οἷς ὅρκια πίστεως οὐ θραύε‐ ται οὐδὲ ὅρια πατέρων παρορίζεται. Εἶτα φόβος νόμου
5ᾄδεται καὶ προφητῶν χάρις γινώσκεται καὶ εὐαγγελίων πί‐ στις ἵδρυται καὶ ἀποστόλων παράδοσις φυλάσσεται καὶ ἐκ‐ κλησίας χάρις σκιρτᾷ. Ἣν χάριν μὴ λυπῶν ἐπιγνώσῃ ἃ
λόγος ὁμιλεῖ, δι’ ὧν βούλεται, ὅτε θέλει. Ὅσα γὰρ θελήματι τοῦ κελεύοντος λόγου ἐκινήθημεν ἐξειπεῖν μετὰ πόνου, ἐξ204
10ἀγάπης τῶν ἀποκαλυφθέντων ἡμῖν γινόμεθα ὑμῖν κοινωνοί.

502

B

Οἷς ἐντυχόντες καὶ ἀκούσαντες μετὰ σπουδῆς εἴσεσθε ὅσα παρέχει ὁ θεὸς τοῖς ἀγαπῶσιν ὀρθῶς· οἱ γενόμενοι πα‐ ράδεισος τρυφῆς πάγκαρπον ξύλον, εὐθαλοῦν, ἀνετείλατε ἐν ἑαυτοῖς, ποικίλοις καρποῖς κεκοσμημένοι. Ἐν γὰρ τούτῳ τῷ
5χωρίῳ ξύλον γνώσεως καὶ ξύλον ζωῆς πεφύτευται· ἀλλ’ οὐ τὸ τῆς γνώσεως ἀναιρεῖ, ἀλλ’ ἡ παρακοὴ ἀναιρεῖ. Οὐδὲ γὰρ ἄση‐ μα τὰ γεγραμμένα, ὡς θεὸς ἀπ’ ἀρχῆς ξύλον γνώσεως καὶ ξύλον ζωῆς ἐν μέσῳ παραδείσου ἐφύτευσε, διὰ γνώσεως ζωὴν ἐπιδεικνύς. Ἧι μὴ καθαρῶς χρησάμενοι οἱ ἀπ’ ἀρχῆς πλάνῃ
10τοῦ ὄφεως γεγύμνωνται. Οὐδὲ γὰρ ζωὴ ἄνευ γνώσεως, οὐδὲ

502

C

γνῶσις ἀσφαλὴς ἄνευ ζωῆς ἀληθοῦς· διὸ πλησίον ἑκάτε‐ ρον πεφύτευται. Ἣν δύναμιν ἐνιδὼν ὁ ἀπόστολος τήν τε ἄνευ ἀληθείας προστάγματος εἰς ζωὴν ἀσκουμένην γνῶσιν μεμφόμενος λέγει· Ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκο‐
5δομεῖ. Ὁ γὰρ νομίζων εἰδέναι τι ἄνευ γνώσεως ἀληθοῦς καὶ
μαρτυρουμένης ὑπὸ τῆς ζωῆς οὐκ ἔγνω· ὑπὸ τοῦ ὄφεως πλανᾶται, μὴ ἀγαπήσας τὸ ζῆν· ὁ δὲ μετὰ φόβου ἐπιγνοὺς καὶ ζωὴν ἐπιζητῶν ἐπ’ ἐλπίδι φυτεύει, καρπὸν προσδοκῶν. Ἤτω σοι καρδία γνῶσις, ζωὴ δὲ λόγος ἀληθὴς χωρούμενος.206

502

D

Οὗ ξύλον φέρων καὶ καρπὸν ὁρῶν τρυγήσεις ἀεὶ τὰ παρὰ θεῷ ποθούμενα, ὧν ὄφις οὐχ ἅπτεται, οὐδὲ πλάνῃ συγχρω‐ τίζεται· οὐδὲ Εὔα φθείρεται, ἀλλὰ παρθένος πιστεύεται· καὶ σωτήριον δείκνυται, καὶ ἀπόστολοι συνετίζονται, καὶ
5τὸ κυρίου πάσχα προέρχεται, καὶ κηροὶ συνάγονται καὶ μετὰ κόσμου ἁρμόζονται, καὶ διδάσκων ἁγίους ὁ λόγος εὐ‐ φραίνεται, δι’ οὗ πατὴρ δοξάζεται· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶ‐208
νας. Ἀμήν.]210