TLG 0646 003 :: Pseudo–JUSTINUS MARTYR :: De monarchia Pseudo–JUSTINUS MARTYR Cf. et ACTA JUSTINI ET SEPTEM SODALIUM (0384) De monarchia Citation: Morel page — section — (line) | ||
t1 | ΤΟΥ ΑΓΙΟΥ ΙΟΥΣΤΙΝΟΥ ΦΙΛΟΣΟΦΟΥ ΚΑΙ ΜΑΡΤΥΡΟΣ ΠΕΡΙ ΜΟΝΑΡΧΙΑΣ. | |
103B | Τῆς ἀνθρωπίνης φύσεως τὸ κατ’ ἀρχὴν συζυγίαν συν‐ έσεως καὶ σωτηρίας λαβούσης εἰς ἐπίγνωσιν ἀληθείας θρη‐ | |
σκείας τε τῆς εἰς τὸν ἕνα καὶ πάντων δεσπότην, παρεισδῦσα | 126 | |
103C | εἰς εἰδωλοποιΐας ἐξέτρεψε βασκανία τὸ ὑπερβάλλον τῆς τῶν ἀνθρώπων μεγαλειότητος, καὶ πολλῷ χρόνῳ μεῖναν τὸ περισ‐ σὸν ἔθος ὡς οἰκείαν καὶ ἀληθῆ τὴν πλάνην τοῖς πολλοῖς παρα‐ δίδωσι. Φιλανθρώπου δὲ ἢ μᾶλλον φιλοθέου ἔργον ἐστὶν | |
5 | ὑπομνῆσαι τοὺς ἅπερ ὤφελον εἰδέναι παραλελοιπότας. Ἦν μὲν γὰρ καθ’ ἑαυτὴν ἀρκετὴ ἡ ἀλήθεια δεικνύναι ἐκ τῶν συν‐ εχομένων ὑπὸ τὸν πόλον τὴν τοῦ δημιουργήσαντος ταῦτα τάξιν, | |
---|---|---|
103D | λήθη δὲ διὰ τὸ μακρόθυμον τοῦ θεοῦ περικρατήσασα τῆς τῶν ἀνθρώπων γνώμης ἐρᾳδιούργησε, τὸ μόνῳ τῷ ὄντως θεῷ πρέ‐ πον ὄνομα ἐπὶ θνητοὺς μεταφέρουσα. Καὶ δι’ ὀλίγων νομὴν πονηρίας ἔσχον οἱ πολλοί, ἀμαυρούμενοι τῇ εἰς τὸ βέβαιον καὶ | |
5 | ἄτρεπτον γνώσει ὀχλικῇ συνηθείᾳ· οἱ μὲν γὰρ τὸ κατ’ ἀρχὴν εἰς τιμὴν τῶν ὑπερεχόντων τελετὰς καὶ λειτουργίας τελοῦντες ἀμνηστίαν τοῖς μετ’ αὐτοὺς τῆς καθολικῆς δόξης ἐνέβαλον. | |
103E | Ἐγὼ δέ, ὡς μικρῷ πρόσθεν ὑπέστην, φιλοθέῳ τῇ γνώμῃ κεχρημένος φιλανθρώπῳ χρήσομαι τῇ φωνῇ, καὶ παρίστημι τοῖς γε νοῦν ἔχουσι, δέον ὑπάρχειν πᾶσι τοῖς κεχρημένοις τῇ τῶν ὅλων διοικήσει, ἄτρεπτον ἔχειν τὴν εἰς τὸν πάντων γνώ‐ | |
5 | στην θρησκείαν. Τοῦτο δὲ οὐ λόγῳ καλλωπίζων φράσω, ἀπο‐ δείξει δὲ τῇ ἐκ τῶν κατὰ τὸ παλαιὸν εἰς τὸ παντελὲς τῆς | |
104A | ἑλληνικῆς ἱστορίας ποιήσει κεχρημένος, ἐκ τῶν πᾶσι κοινῇ δε‐ | |
δομένων γραμμάτων· ἐξ ὧν γὰρ οἱ πάνυ τῆς τῶν εἰδώλων θρησκείας νόμον τοῖς πολλοῖς παρέδοσαν, μαθόντες ἐξ αὐτῶν ἀγνῶτες νοῦ ἐλεγχθήσονται ὑπὸ τῶν παρ’ αὐτοῖς ποιητῶν καὶ | 128 | |
5 | μελογράφων. Πρῶτος μὲν γὰρ Αἰσχύλος, τὴν τῶν καθ’ ἑαυτὸν λό‐ γων σύνταξιν ἐκθείς, καὶ τὴν περὶ θεοῦ τοῦ μόνου ἐξήνεγκε φωνήν, ὡς λέγει· Χώριζε θνητῶν τὸν θεόν, καὶ μὴ δόκει | |
10 | Ὅμοιον αὑτῷ σάρκινον καθεστάναι. | |
104B | Οὐκ οἶσθα δ’ αὐτόν· ποτὲ μὲν ὡς πῦρ φαίνεται Ἄπλατος ὁρμή, ποτὲ δ’ ὕδωρ, ποτὲ γνόφος· Καὶ θηρσὶν αὐτὸς γίνεται παρεμφερής, Ἀνέμῳ, νεφέλῃ τε κἀστραπῇ, βροντῇ, βροχῇ. | |
5 | Ὑπηρετεῖ δ’ αὐτῷ θάλασσα καὶ πέτραι Καὶ πᾶσα πηγὴ χὔδατος συστήματα· Τρέμει δ’ ὄρη καὶ γαῖα καὶ πελώριος | |
Βυθὸς θαλάσσης κὠρέων ὕψος μέγα, Ὅταν ἐπιβλέψῃ γοργὸν ὄμμα δεσπότου. | 130 | |
104C | Πάντα δύναται γάρ· δόξα δ’ ὑψίστου θεοῦ. Οὐ μόνον δὲ οὗτος τὴν περὶ θεοῦ ἐμυήθη γνῶσιν, ἀλλὰ καὶ Σοφοκλῆς τὴν τοῦ μόνου ποιητοῦ τῶν ὅλων καὶ ἑνὸς θεοῦ ἱστο‐ ρεῖ τάξιν οὕτως· | |
5 | Εἷς ταῖς ἀληθείαισιν, εἷς ἔστιν θεός, Ὃς οὐρανόν τ’ ἔτευξε καὶ γαῖαν μακράν, Πόντου τε χαροπὸν οἶδμα κἀνέμων βίας. Θνητοὶ δὲ πολλοὶ καρδίαν πλανώμενοι Ἱδρυσάμεσθα πημάτων παραψυχάς, | |
104D | Θεῶν ἀγάλματ’ ἐκ λίθων ἢ χαλκέων, Ἢ χρυσοτεύκτων ἢ ἐλεφαντίνων τύπους· Θυσίας τε τούτοις καὶ καλὰς πανηγύρεις Τεύχοντες, οὕτως εὐσεβεῖν νομίζομεν. | |
5 | Ἀλλὰ καὶ Φιλήμων, τὰ ἀρχαῖα εὐπορήσας φράσαι, κοινωνεῖ τῇ περὶ τῶν ὄντων γνώσει, ὡς γράφει· Θεὸν δὲ ποῖον, εἰπέ μοι, νομιστέον; Τὸν πάνθ’ ὁρῶντα καὐτὸν οὐχ ὁρώμενον. | |
104E | Μαρτυρήσει δέ μοι καὶ Ὀρφεύς, ὁ παρεισαγαγὼν τοὺς τρια‐ κοσίους ἑξήκοντα θεούς, ἐν τῷ Διαθῆκαι ἐπιγραφομένῳ βι‐ βλίῳ, ὁπότε μετανοῶν ἐπὶ τούτῳ φαίνεται ἐξ ὧν γράφει· | |
Μουσαῖ’! Ἐξερέω γὰρ ἀληθέα· μηδέ σε τὰ πρὶν | 132 | |
5 | Ἐν στήθεσσι φανέντα φίλης αἰῶνος ἀμέρσῃ. | |
105A | Εἰς δὲ λόγον θεῖον βλέψας τούτῳ προσέδρευε, Ἰθύνων κραδίης νοερὸν κύτος, εὖ τ’ ἐπίβαινε Ἀτραπιτοῦ, μοῦνον δ’ ἐσόρα κόσμοιο ἄνακτα. Εἷς ἔστ’, αὐτογενής, ἑνὸς ἔκγονα πάντα τέτυκται· | |
5 | Ἐν δ’ αὐτοῖς αὐτὸς περιγίνεται, οὐδέ τις αὐτὸν Εἰσοράᾳ θνητῶν, αὐτὸς δέ γε πάντας ὁρᾶται. Οὗτος δ’ ἐξ ἀγαθοῖο κακὸν θνητοῖσι δίδωσι Καὶ πόλεμον κρυόεντα καὶ ἄλγεα δακρυόεντα. Οὐδέ τις ἔσθ’ ἕτερος χωρὶς μεγάλοιο ἄνακτος. | |
105B | Αὐτὸν δ’ οὐχ ὁρόω· περὶ γὰρ νέφος ἐστήρικται. Πᾶσιν γὰρ θνητοῖς θνηταὶ κόραι εἰσὶν ἐν ὄσσοις, Ἀσθενέες δ’ ἰδέειν Δία τὸν πάντων μεδέοντα. Οὗτος γὰρ χάλκειον ἐπ’ οὐρανὸν ἐστήρικται | |
5 | Χρυσέῳ ἐνὶ θρόνῳ, γαίης δ’ ἐπὶ ποσσὶ βέβηκε Χεῖρά τε δεξιτερὴν ἐπὶ τέρματος ὠκεανοῖο Πάντοθεν ἐκτέτακεν· περὶ γὰρ τρέμει οὔρεα μακρὰ Καὶ ποταμοὶ πολιῆς τε βάθος χαροποῖο θαλάσσης. | |
105C | Καὶ ταῦτα οὕτως φράζει, ὡς αὐτόπτης γεγονὼς τοῦ μεγέθους θεοῦ. Κοινωνεῖ δ’ αὐτῷ καὶ Πυθαγόρας ἐν οἷς γράφει· Εἴ τις ἐρεῖ Θεός εἰμι πάρεξ ἑνός, οὗτος ὀφείλει Κόσμον ἴσον τούτῳ στήσας εἰπεῖν Ἐμὸς οὗτος· | |
5 | Κοὐχὶ μόνον στήσας εἰπεῖν Ἐμός, ἀλλὰ κατοικεῖν | |
Αὐτὸς ἐν ᾧ πεποίηκε· πεποίηται δ’ ὑπὸ τούτου. | 134 | |
105D | Καὶ περὶ τοῦδε ὅτι μόνος δυνατός ἐστι καὶ τῶν ἐν τῷ βίῳ συντελουμένων πράξεων καὶ τῆς περὶ τὸ θεῖον ἀγνωσίας κρίσιν ἐνστήσασθαι, οἰκείους μάρτυρας παραστῆσαι ἔχω· καὶ πρῶτόν γε Σοφοκλέα, καὶ περὶ τούτου λέγοντα· | |
5 | Ἔσται γάρ, ἔσται κεῖνος αἰώνων χρόνος, Ὅταν πυρὸς γέμοντα θησαυρὸν σχάσῃ Χρυσωπὸς αἰθήρ· ἡ δὲ βοσκηθεῖσα φλὸξ Ἅπαντα τἀπίγεια καὶ μετάρσια Φλέξει μανεῖς’. Ὅταν δὲ ἐκλίπῃ τὸ πᾶν, | |
105E | Φροῦδος μὲν ἔσται κυμάτων ἅπας βυθός, Γῆ δ’ ἑδράνων ἔρημος, οὐδ’ ἀὴρ ἔτι Πτερωτὰ φῦλα βαστάσει πυρουμένη. Καὶ γὰρ καθ’ ᾅδην δύο τρίβους νομίζομεν, | |
5 | Μίαν δικαίων χἀτέραν τῶν ἀδίκων. Κἄπειτα σώσει πάνθ’ ἃ πρόσθ’ ἀπώλεσεν. Ἀλλὰ καὶ Φιλήμων πάλιν· | |
Οἴει σὺ τοὺς θανόντας, ὦ Νικόστρατε, | 136 | |
106A | Τρυφῆς ἁπάσης μεταλαβόντας ἐν βίῳ, Καὶ γῆν καλύψειν, ὡς ἀπὸ τοῦ πάντ’ εἰς χρόνον Πεφευγέναι τὸ θεῖον ὡς λεληθότας; Ἔστιν Δίκης ὀφθαλμός, ὃς τὰ πάνθ’ ὁρᾷ. | |
5 | Εἰ γὰρ δίκαιος κἀσεβὴς ἕξουσιν ἕν, Ἅρπαζ’ ἀπελθών, κλέπτ’ ἀποστέρει κύκα. Μηδὲν πλανηθῇς· ἔστι κἀν ᾅδου κρίσις, Ἥνπερ ποιήσει θεὸς ὁ πάντων δεσπότης, Οὗ τοὔνομα φοβερὸν οὐδ’ ἂν ὀνομάσαιμ’ ἐγώ. | |
106B | Καὶ Εὐριπίδης· Ἄφθονον βίου μῆκος δίδωσι πρὸς κρίσιν. Ὅστις δὲ θνητῶν οἴεται τοὐφ’ ἡμέραν Κακόν τι πράσσων τὸν θεὸν λεληθέναι, | |
5 | Δοκεῖ πονηρά, καὶ δοκῶν ἁλίσκεται, Ὅταν σχολὴν ἄγουσα τυγχάνῃ Δίκη. Ὁρᾶθ’ ὅσοι νομίζετ’ οὐκ εἶναι θεόν, Δὶς ἐξαμαρτάνοντες οὐκ εὐγνωμόνως· | |
Ἔστιν γάρ, ἔστιν. Εἰ δέ τις πράσσει καλῶς, | 138 | |
10 | Κακὸς πεφυκώς, τὸν χρόνον κερδαινέτω· Χρόνῳ γὰρ οὗτος ὕστερον δώσει δίκην. | |
106C | Καὶ ὅτι οὐ σπονδῇ καὶ θυμιάματι κακούργων προσ‐ φέρεται ὁ θεός, ἀλλ’ εὐθύτητι τὰς τιμωρίας προσνέμει ἑκάστῳ, μαρτυρήσει μοι Φιλήμων πάλιν· Εἴ τις δὲ θυσίαν προσφέρων, ὦ Πάμφιλε, | |
5 | Ταύρων τι πλῆθος ἢ ἐρίφων ἢ νὴ Δία Ἑτέρων τοιούτων, ἢ κατασκευάσματα, Χρυσᾶς ποιήσας χλαμύδας ἤτοι πορφύρας, Ἢ δι’ ἐλέφαντος ἢ σμαράγδου ζώδια, Εὔνουν νομίζει τὸν θεὸν καθεστάναι, | |
106D | Πλανᾶτ’ ἐκεῖνος καὶ φρένας κούφας ἔχει. Δεῖ γὰρ τὸν ἄνδρα χρήσιμον καθεστάναι, Μὴ παρθένους φθείροντα καὶ μοιχώμενον, Κλέπτοντα καὶ σφάζοντα χρημάτων χάριν, | |
5 | Τἀλλότρια βλέποντα, κἀπιθυμοῦντα Ἤτοι γυναικὸς πολυτελοῦς ἢ δώματος Ἢ κτήσεως παιδός τε παιδίσκης θ’ ἁπλῶς, Ἵππων, βοῶν τὸ σύνολον ἢ κτηνῶν. Τί δή; | |
106E | Μηδὲ βελόνης ἓν ἅμμ’ ἐπιθυμήσῃς, Πάμφιλε· Ὁ γὰρ θεὸς βλέπει σε πλησίον παρών, Ὃς ἔργοις δικαίοις ἥδεται κοὐκ ἀδίκοις· Πονοῦντα δ’ ἐᾷ τὸν ἴδιον ὑψῶσαι βίον, | 140 |
5 | Τὴν γῆν ἀροῦντα νύκτα καὶ τὴν ἡμέραν. Θεῷ δὲ θῦε διὰ τέλους δίκαιος ὤν, Μὴ λαμπρὸς ὢν ταῖς χλαμύσιν ὡς τῇ καρδίᾳ. Βροντῆς ἀκούσας μηδαμῶς πόῤῥω φύγῃς, | |
107A | Μηδὲν συνειδὼς αὐτὸς αὑτῷ, δέσποτα· Ὁ γὰρ θεὸς βλέπει σε πλησίον παρών. Πάλιν τε Πλάτων ἐν Τιμαίῳ· Εἰ δέ τις τούτων ἔργῳ σκο‐ πούμενος βάσανον λαμβάνοιτο, τῆς ἀνθρωπίνης καὶ θείας | |
5 | φύσεως ἠγνοηκὼς ἂν εἴη τὸ διάφορον, ὅτι θεὸς μὲν ἅπαντα εἰς ἓν συγκεράννυται, ἱκανῶς ἐπιστάμενος ἅμα καὶ δυνατὸς ὤν, ἀνδρῶν δὲ οὐδεὶς οὐδέτερα τούτων ἱκανὸς οὔτ’ ἐστὶ νῦν οὔτ’ εἰσαῦθις ἔσται ποτέ. | |
107B | Περὶ δὲ τῶν δοκούντων παρά τισι μετέχειν τοῦ ἁγίου καὶ τελείου ὀνόματος, ὅπερ παραδόσει ματαίᾳ τινὲς ἀπη‐ | |
νέγκαντο ὡς θεοί, Μένανδρος ἐν Ἡνιόχῳ λέγει· Οὐθείς μ’ ἀρέσκει περιπατῶν ἔξω θεὸς | 142 | |
5 | [Μετὰ γραός], οὐδ’ εἰς οἰκίας παρέρπων Ἐπὶ τοῦ σανιδίου. Τὸν δίκαιον δεῖ θεὸν Οἴκοι μένειν σώζοντα τοὺς ἱδρυμένους. Ὁ αὐτὸς Μένανδρος ἐν Ἱερείᾳ· | |
107C | Οὐθεὶς δι’ ἀνθρώπου θεὸς σώζει, γύναι, Ἑτέρου τὸν ἕτερον· εἰ γὰρ ἕλκει τινὰ θεὸν Τοῖς κυμβάλοις ἄνθρωπος εἰς ὃ βούλεται, Ὁ τοῦτο ποιῶν ἐστι μείζων τοῦ θεοῦ. | |
5 | Ἀλλ’ ἔστι τόλμης καὶ βίου ταῦτ’ ὄργανα, Εὑρημέν’ ἀνθρώποις ἀναιδέσιν, Ῥόδη, Εἰς καταγέλωτα τῷ βίῳ πεπλασμένα. Ἐν Μισουμένῳ δὲ πάλιν ἀποφαίνων περὶ τῶν εἰς θεοὺς πα‐ ραλαμβανομένων τὰς γνώμας, μᾶλλον δὲ ἐλέγχων ὡς οὐκ ὄντας, | |
10 | ὁ αὐτὸς Μένανδρος· | |
107D | Εἰ γὰρ ἐπίδοιμι τοῦτο, καὶ ψυχὴν [πάλιν] Λάβοιμ’ ἐγώ· νυνὶ γὰρ—ἀλλὰ ποῦ θεοὺς | |
Οὕτως δικαίους ἔστιν εὑρεῖν, ὦ Γέτα; Καὶ ἐν Παρακαταθήκῃ· | 144 | |
5 | Ἔστι κρίσις ἄδικος, ὡς ἔοικε, κἀν θεοῖς. Καὶ Εὐριπίδης ὁ τραγῳδιογράφος ἐν Ὀρέστῃ· Φοῖβος κελεύσας μητρὸς ἐκπρᾶξαι φόνον, Ἀμαθέστερός γ’ ὢν τοῦ καλοῦ καὶ τῆς δίκης. Δουλεύομεν θεοῖς, ὅ τι ποτ’ εἰσὶ θεοί. | |
107E | Ὁρᾷς δ’ Ἀπόλλων’, ὃς μεσομφάλους ἕδρας Ναίων βροτοῖσι στόμα νέμει σαφέστατον; Ὧι πειθόμεσθα πάνθ’ ὅς’ ἂν κεῖνος λέγῃ, Τούτῳ πιθόμενος τὴν τεκοῦσαν ἔκτανον. | |
5 | Ἐκεῖνον ἡγεῖσθ’ ἀνόσιον καὶ κτείνετε· Ἐκεῖνος ἥμαρτ’, οὐκ ἐγώ. Τί χρή με δρᾶν; Ἢ οὐκ ἀξιόχρεως ὁ θεὸς ἀναφέροντί μοι Μίασμα σῶσαι. Ὁ αὐτὸς καὶ ἐν Ἱππολύτῳ· | |
10 | Ἀλλ’ οὐ γὰρ ὀρθῶς ταῦτα κρίνουσιν θεοί. | |
108A | Καὶ ἐν τῷ Ἴωνι· Ἀτὰρ θυγατρὸς τῆς Ἐρεχθέως τί μοι Μέλει; Προσῆκε μ’ οὐθέν. Ἀλλὰ χρυσέαις Πρόχοισιν, ἐλθὼν εἰς ἀποῤῥαντήρια, | |
5 | Δρόσον καθήσω. Νουθετητέος δέ μοι | |
Φοῖβος. Τί παρέχει, παρθένους βίᾳ γαμῶν; Προδίδωσι παῖδας ἐκτεκνούμενος λάθρα, Θνήσκοντας ἀμελεῖ. Μὴ σύ γ’· ἀλλ’, ἐπεὶ κρατεῖς, Ἀρετὰς δίωκε. Καὶ γάρ, ὅστις ἂν βροτῶν | 146 | |
10 | Κακὸς πεφύκῃ, ζημιοῦσιν οἱ θεοί. | |
108B | Πῶς οὖν δίκαιον, τοὺς νόμους ὑμᾶς βροτοῖς Γράψαντας αὐτοὺς ἀδικίας ὀφλισκάνειν; Εἰ δ’ οὐ πάρεστε, τῷ λόγῳ κεχρήσομαι· Δίκας βιαίων δώσετ’ ἀνθρώποις γάμων, | |
5 | Σὺ καὶ Ποσειδῶν Ζεύς θ’, ὃς οὐρανοῦ κρατεῖ, Ναοὺς τίνοντες ἀδικίας κενώσετε. Τὰς ἡδονὰς γὰρ τῆς προμηθείας πέραν Σπεύδοντες ἀδικεῖτ’. Οὐκέτ’ ἀνθρώπους κακοὺς | |
108C | Λέγειν δίκαιον, εἰ τὰ τῶν θεῶν καλὰ Μιμούμεθ’, ἀλλὰ τοὺς διδάξαντας τάδε. Καὶ ἐν Ἀρχελάῳ· Πόλλ’, ὦ τέκνον, σφάλλουσιν ἀνθρώπους θεοί. | |
5 | Καὶ ἐν Βελλεροφόντῃ· Εἰ θεοί τι δρῶσι φαῦλον, οὐκ εἰσὶν θεοί. | |
Καὶ πάλιν ἐν τῷ αὐτῷ· Φησίν τις εἶναι δῆτ’ ἐν οὐρανῷ θεούς; Οὐκ εἰσίν, οὐκ εἴς’· εἴ τις ἀνθρώπων λέγει, | 148 | |
108D | Μὴ τῷ παλαιῷ μῶρος ὢν χρήσθω λόγῳ. Σκέψασθε δ’ αὐτά, μὴ ἐπὶ τοῖς ἐμοῖς λόγοις Γνώμην ἔχοντες. Φήμ’ ἐγὼ τυραννίδα Κτείνειν τε πλείστους κτημάτων τ’ ἀποστερεῖν | |
5 | Ὅρκους τε παραβαίνοντας ἐκπορθεῖν πόλεις· Καὶ ταῦτα δρῶντες μᾶλλόν εἰς’ εὐδαίμονες Τῶν εὐσεβούντων ἡσυχῇ καθ’ ἡμέραν. Πόλεις τε μικρὰς οἶδα τιμώσας θεούς, Αἳ μειζόνων κλύουσι δυσσεβεστέρων | |
108E | Λόγχης ἀριθμῷ πλείονος κρατούμεναι. Οἶμαι δ’ ἂν ὑμᾶς, εἴ τις ἀργὸς ὢν θεοῖς Εὔχοιτο καὶ μὴ χειρὶ συλλέγοι βίον, Τὰ θεῖα πυργοῦς’ αἱ κακαί τε συμφοραί. | |
5 | Καὶ Μένανδρος ἐν Διφίλῳ· | |
Διότι τὸν ὄντα κύριον πάντων ἀεὶ Καὶ πατέρα τοῦτον διὰ τέλους τιμᾶν μόνον, Ἀγαθῶν τοσούτων εὑρετὴν καὶ κτίστορα. Ὁ αὐτὸς ἐν Ἁλιεῦσι· | 150 | |
109A | Τὸ γὰρ τρέφον με τοῦτ’ ἐγὼ κρίνω θεόν. Τὸ δ’ εἰθισμένον τρέφειν οὐ δεῖται τῆς παρὰ τοῦ δεομένου χορηγίας. Ὁ αὐτὸς ἐν Ἀδελφοῖς· | |
5 | Θεός ἐστι τοῖς χρηστοῖς ἀεὶ Ὁ νοῦς γάρ, ὡς ἔοικεν, ὦ σοφώτατοι. Καὶ ἐν Αὐλητρίσι· Πάντ’ ἐστὶ τῷ καλῷ λόγῳ Ἱερόν· ὁ νοῦς γάρ ἐστιν ὁ λαλήσων θεός. | |
109B | Ἐν Φρίξῳ ὁ τραγικός· Εἰ δ’ εὐσεβὴς ὢν τοῖσι δυσσεβεστάτοις Εἰς ταὔτ’ ἔπραττον, πῶς τόδ’ ἂν καλῶς ἔχοι; Ἢ Ζεὺς ὁ λῷστος μηδὲν ἔνδικον φρονεῖ; | |
5 | Ἐν Φιλοκτήτῃ· Ὁρᾶτε δ’ ὡς κἀν θεοῖσι κερδαίνειν καλόν, Θαυμάζεται δ’ ὁ πλεῖστον ἐν ναοῖς ἔχων Χρυσόν· τί δῆτα καὶ σὲ κωλύει [λαβεῖν] Κέρδος, παρόν γε κἀξομοιοῦσθαι θεοῖς; | 152 |
10 | Ἐν Ἑκάβῃ· | |
109C | Ζεύς, ὅστις εἶ Ζεύς· οὐ γὰρ οἶδα πλὴν λόγῳ. Καί· Ζεύς, εἴτ’ ἀνάγκη φύσεος εἴτε νοῦς βροτῶν, Προσηυξάμην σε! | |
5 | Ἐνταῦθα τοίνυν ἐστὶν ἔλεγχος ἀρετῆς καὶ γνώμης σύνε‐ σιν ἀγαπώσης, ἐπαναδραμεῖν ἐπὶ τὴν τῆς συζυγίας κοινωνίαν καὶ προσάψαι ἑαυτὸν συνέσει εἰς σωτηρίαν αἱρεῖσθαί τε τὴν τῶν κρεισσόνων ἐκλογὴν κατὰ τὸ ἐπ’ ἀνθρώπῳ κείμενον αὐτ‐ εξούσιον, μὴ τοὺς ἀνθρωποπαθεῖς ἡγουμένους τῶν ὅλων | |
10 | δεσπότας, ὅπου γε οὐδὲ ἀνθρώποις ἴσην ἔχοντες φανήσον‐ | |
109D | ται. Παρ’ Ὁμήρῳ γὰρ ὁ μὲν Δημόδοκος αὐτοδίδακτός φησιν εἶναι· Θεὸς δέ μοι ἔμβαλεν οἴμους, | |
θνητὸς ὤν. Ἀσκληπιὸς καὶ Ἀπόλλων παρὰ Χείρωνι τῷ | 154 | |
5 | Κενταύρῳ ἰᾶσθαι διδάσκονται, τὸ καινότατον παρὰ ἀνθρώπῳ θεοί. Τί γὰρ δίειμι περὶ Διονύσου, ὃν μαινόμενόν φησιν ὁ ποιητής, ἢ Ἡρακλέους, ὃν καὶ αὐτὸν σχέτλιον λέγει; Τί δέ | |
109E | μοι ἀναγορεύειν Ἄρη καὶ Ἀφροδίτην, τοὺς τῆς μοιχείας ἀρ‐ χηγούς, καὶ ἐξ ἁπάντων τούτων κρίσιν ἐπάγειν τοῖς δεικνυ‐ μένοις; Εἰ γάρ τις μὴ μαθὼν τὰς περὶ τὰ λεγόμενα θείας πράξεις μιμήσαιτο, κἂν ἐπὶ τῶν κιβδήλων ἀλλότριος βίου | |
5 | καὶ ἀνθρωπότητος λογισθείη· γνοὺς δέ τις εὔλογον ἕξει τὴν | |
110A | τῶν τιμωριῶν ἀποφυγήν, οὐ παρανομίαν δεικνύων τὴν τῶν θεϊκῶν τολμημάτων μίμησιν. Εἰ δ’ ἄρα τις τοῖς ἔργοις ἐπι‐ μέμψαιτο, ἀνελεῖ καὶ τὰ ἐκ τούτων γνωσθέντα ὀνόματα καὶ μὴ πεπινωμέναις καὶ στωμύλοις ῥήσεσιν ἐπισκεπάσει | |
5 | αὐτούς. Ἀσπάζεσθαι δὲ χρὴ τὸ ἀληθινὸν καὶ ἄτρεπτον ὄνομα, τὸ οὐχὶ διὰ τῆς ἐμῆς φωνῆς μόνον ἀλλὰ καὶ διὰ τῶν εἰσαγαγόντων ἡμᾶς εἰς τὴν ἀρχὴν τῆς παιδείας κηρυσσόμενον, | |
110B | ἵνα μή, ἀργῶς τελειώσαντες τὸν ἐνταῦθα τοῦ ζῆν χρόνον, οὐ μόνον ὡς ἀγνῶτες τῆς οὐρανίου δόξης ἀλλὰ καὶ ὡς ἀχάριστοι | 156 |
τῷ κριτῇ τὰς εὐθύνας παρέξομεν. | 158 |