TLG 0646 002 :: Pseudo–JUSTINUS MARTYR :: Cohortatio ad gentiles Pseudo–JUSTINUS MARTYR Cf. et ACTA JUSTINI ET SEPTEM SODALIUM (0384) Cohortatio ad gentiles Citation: Morel page — section — (line) | ||
t1 | ΤΟΥ ΑΓΙΟΥ ΙΟΥΣΤΙΝΟΥ ΦΙΛΟΣΟΦΟΥ ΚΑΙ ΜΑΡΤΥΡΟΣ ΛΟΓΟΣ ΠΑΡΑΙΝΕΤΙΚΟΣ ΠΡΟΣ ΕΛΛΗΝΑΣ. | |
1A | Ἀρχόμενος τῆς πρὸς ὑμᾶς παραινέσεως, ὦ ἄνδρες Ἕλληνες, εὔχομαι τῷ θεῷ ἐμοὶ μὲν ὑπάρξαι τὰ δέοντα πρὸς ὑμᾶς εἰπεῖν, ὑμᾶς δέ, τῆς προτέρας ἀφεμένους φιλονεικίας καὶ τῆς τῶν προγόνων πλάνης ἀπαλλαγέντας, ἑλέσθαι τὰ λυ‐ | |
1B | σιτελοῦντα νῦν, οὐδὲν οἰομένους περὶ τοὺς προγόνους ὑμῶν | |
ἔσεσθαι παρ’ ὑμῶν πλημμελές, εἰ τἀναντία νυνὶ τῶν πρό‐ τερον μὴ καλῶς δοξάντων αὐτοῖς χρήσιμα φαίνοιτο παρ’ ὑμῖν. Ἡ γὰρ τῶν πραγμάτων ἀκριβὴς ἐξέτασις καὶ τὰ δόξαντα | 18 | |
5 | πολλάκις καλῶς ἔχειν ἀλλοιότερα δείκνυσιν, ἀκριβεστέρᾳ πείρᾳ τἀληθὲς βασανίσασα. Ἐπεὶ τοίνυν ἡμῖν ὁ περὶ τῆς | |
---|---|---|
1C | ἀληθοῦς θεοσεβείας πρόκειται λόγος, ἧς οὐδέν, οἶμαι, προ‐ τιμότερον τοῖς ἀκινδύνως βιοῦν προῃρημένοις εἶναι νενό‐ μισται διὰ τὴν μέλλουσαν μετὰ τὴν τελευτὴν τοῦδε τοῦ βίου ἔσεσθαι κρίσιν, ἣν οὐ μόνον οἱ ἡμέτεροι κατὰ θεὸν προκη‐ | |
2A | ρύττουσι πρόγονοι, προφῆταί τε καὶ νομοθέται, ἀλλὰ καὶ οἱ παρ’ ὑμῖν νομισθέντες εἶναι σοφοί, οὐ ποιηταὶ μόνον ἀλλὰ καὶ φιλόσοφοι, οἱ τὴν ἀληθῆ καὶ θείαν εἰδέναι παρ’ ὑμῖν ἐπαγγελλόμενοι γνῶσιν, ἔδοξέ μοι καλῶς ἔχειν, πρῶτον μὲν | |
5 | τοὺς τῆς θεοσεβείας ἡμῶν τε καὶ ὑμῶν ἐξετάσαι διδασκά‐ λους, οἵτινες καὶ ὅσοι καὶ καθ’ οὓς γεγόνασι χρόνους, ἵν’ οἱ μὲν πρότερον τὴν ψευδώνυμον θεοσέβειαν παρὰ τῶν προγόνων παρειληφότες, νῦν γοῦν αἰσθόμενοι, τῆς παλαιᾶς ἐκείνης | |
2B | ἀπαλλαγῶσι πλάνης, ἡμεῖς δὲ σαφῶς καὶ φανερῶς ἡμᾶς αὐτοὺς ἀποδείξωμεν τῇ τῶν κατὰ θεὸν προγόνων ἑπομένους θεοσεβείᾳ. Τίνας τοίνυν, ὦ ἄνδρες Ἕλληνες, τῆς θεοσεβείας ὑμῶν | |
5 | διδασκάλους εἶναί φατε; Τοὺς ποιητάς; Ἀλλ’ οὐ συνοίσει ὑμῖν πρὸς ἄνδρας τὰ τῶν ποιητῶν εἰδότας λέγειν. Ἴσασι γὰρ | |
τὴν ὑπ’ αὐτῶν γελοιοτάτην περὶ θεῶν θεογονίαν λεγομένην, ὡς ἔστιν ἡμῖν ἀπὸ τῶν τοῦ κορυφαιοτάτου παρ’ ὑμῖν καὶ πρώτου τῶν ποιητῶν Ὁμήρου μανθάνειν. Οὗτος γὰρ πρῶτον | 20 | |
2C | μὲν τὴν τῶν θεῶν γένεσιν ἐξ ὕδατος τὴν ἀρχὴν ἐσχηκέναι φη‐ σίν. Οὕτω γὰρ γέγραφεν· Ὠκεανόν τε, θεῶν γένεσιν, καὶ μητέρα Τηθύν. Ἔπειτα δὲ καὶ ἃ περὶ τοῦ πρώτου παρ’ αὐτοῖς νομιζομένου | |
5 | θεοῦ λέγει, ὃν καὶ πατέρα ὀνομάζει πολλάκις ἀνδρῶν τε θεῶν τε, ἀναγκαῖον ὑπομνῆσαι. Ἔφη γάρ· Ζεύς, ὅστ’ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται. Αὐτὸν τοίνυν οὐ πολέμου ταμίαν μόνον τῷ στρατεύματι, ἀλλὰ καὶ ἐπιορκίας Τρωσὶ διὰ τῆς αὐτοῦ θυγατρὸς αἴτιον γεγενῆ‐ | |
2D | σθαί φησι· τοῦτον ἐρῶντα καὶ σχετλιάζοντα καὶ ὀλοφυρό‐ μενον καὶ ὑπὸ τῶν ἄλλων θεῶν ἐπιβουλευόμενον Ὅμηρος εἰσάγει, καὶ ποτὲ μὲν ἐπὶ τοῦ ἑαυτοῦ παιδὸς λέγοντα· Ὤ μοι ἐγών, ὅτε μοι Σαρπηδόνα, φίλτατον ἀνδρῶν, | |
5 | Μοῖρ’ ὑπὸ Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι! ποτὲ δὲ ὑπὲρ τοῦ Ἕκτορος· Ὢ πόποι, ἦ φίλον ἄνδρα διωκόμενον περὶ τεῖχος | |
2E | Ὀφθαλμοῖσιν ὁρῶμαι· ἐμὸν δ’ ὀλοφύρεται ἦτορ. Τίνα δὲ καὶ περὶ τῶν ἄλλων θεῶν κατὰ τῆς τοῦ Διὸς ἐπι‐ βουλῆς λέγει, ἴσασιν οἱ ἐντυγχάνοντες τοῖς ἔπεσι τούτοις· Ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι, | |
5 | Ἥρη τ’ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη. | 22 |
3A | Καὶ εἰ μὴ τὸν ὃν Βριάρεων καλέουσι ὑπέδεισαν οἱ μάκαρες θεοί, ἐδέδετο ἂν ὑπ’ αὐτῶν ὁ Ζεύς. Ὅσα δὲ καὶ περὶ τῆς ἐρωτικῆς τοῦ Διὸς ἀκολασίας Ὅμηρος λέγει, ἀναγκαῖον δι’ αὐτῶν ὑμᾶς ὑπομνῆσαι ὧν εἴρηκε ῥητῶν. Ἔφη γὰρ αὐτὸν | |
5 | οὕτω πρὸς τὴν Ἥραν λέγειν· Οὐ γὰρ πώποτέ μ’ ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς Θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν, Οὐδ’ ὁπότ’ ἠρασάμην Ἰξιονίης ἀλόχοιο, | |
3B | Οὐδ’ ὅτε περ Δανάης καλλισφύρου Ἀκρισιώνης, Οὐδ’ ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο, Οὐδ’ ὅτε περ Σεμέλης, οὐδ’ Ἀλκμήνης ἐνὶ Θήβῃ, Οὐδ’ ὅτε Δήμητρος καλλιπλοκάμοιο ἀνάσσης, | |
5 | Οὐδ’ ὁπότε Λητοῦς ἐρικυδέος, οὐδὲ σεῦ αὐτῆς. Τίνα δὲ καὶ περὶ τῶν ἄλλων θεῶν ἐκ τῆς Ὁμήρου ποιήσεως ἔξεστι μανθάνειν, καὶ ὅσα ὑπὸ ἀνθρώπων πεπόνθασιν, ἀκό‐ λουθόν ἐστιν ὑπομνῆσαι νυνί. Ἄρεα μὲν γὰρ καὶ Ἀφροδί‐ | |
3C | την ὑπὸ Διομήδους τετρῶσθαι λέγει, πολλῶν δὲ καὶ ἄλλων θεῶν διηγεῖται πάθη. Οὕτω γὰρ ἔστιν ἡμῖν ἀπὸ τῆς παρα‐ μυθουμένης τὴν θυγατέρα Διώνης μανθάνειν. Ἔφη γὰρ πρὸς αὐτήν· | |
5 | Τέτλαθι, τέκνον ἐμόν, καὶ ἀνάσχεο, κηδομένη περ. Πολλοὶ γὰρ δὴ τλῆμεν Ὀλύμπια δώματ’ ἔχοντες Ἐξ ἀνδρῶν, χαλέπ’ ἄλγε’ ἐπ’ ἀλλήλοισι τιθέντες. Τλῆ μὲν Ἄρης, ὅτε μιν Ὦτος κρατερός τ’ Ἐπιάλτης, Παῖδες Ἀλωῆος, δῆσαν κρατερῷ ἐνὶ δεσμῷ· | |
3D | Χαλκέῳ δ’ ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας. Τλῆ δ’ Ἥρη, ὅτε μιν κρατερὸς παῖς Ἀμφιτρύωνος | |
Δεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ τριγλώχινι Βεβλήκει· τότε κέν μιν ἀνήκεστον λάβεν ἄλγος. | 24 | |
5 | Τλῆ δ’ Ἀΐδης ἐν τοῖσι πελώριος ὠκὺν ὀϊστόν, Εὖτέ μιν ωὐτὸς ἀνήρ, υἱὸς Διὸς αἰγιόχοιο, Ἐν πύλῳ ἐν νεκύεσσι βαλὼν ὀδύνῃσιν ἔδωκεν. Αὐτὰρ ἔβη πρὸς δῶμα Διὸς καὶ μακρὸν Ὄλυμπον | |
3E | Κῆρ ἀχέων, ὀδύνῃσι πεπαρμένος· αὐτὰρ ὀϊστὸς Ὤμῳ ἔνι στιβαρῷ ἠλήλατο, κῆδε δὲ θυμόν. Εἰ δὲ καὶ τῆς τῶν λοιπῶν θεῶν ἐξ ἐναντίας μάχης ὑπομνη‐ σθῆναι ὑμᾶς προσήκει, αὐτὸς ὑμᾶς ὁ ὑμέτερος ποιητὴς ὑπο‐ | |
5 | μνήσει λέγων· Τόσσος ἄρα κτύπος ὦρτο θεῶν ἔριδι ξυνιόντων. Ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος Ἵστατ’ Ἀπόλλων Φοῖβος, ἔχων ἰὰ πτερόεντα, | |
4A | Ἄντα δ’ Ἐνυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνη. Ἥρῃ δ’ ἀντέστη χρυσηλάκατος κελαδεινὴ Ἄρτεμις ἰοχέαιρα, κασιγνήτη ἑκάτοιο. Λητοῖ δ’ ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς. | |
5 | Ταῦτα καὶ τοιαῦτα περὶ θεῶν ἐδίδαξεν ὑμᾶς Ὅμηρος, καὶ οὐχ Ὅμηρος μόνον ἀλλὰ καὶ Ἡσίοδος. Ὥστε, εἰ μὲν πιστεύετε τοῖς κορυφαιοτάτοις ὑμῶν ποιηταῖς, τοῖς καὶ γενεαλογήσασι τοὺς θεοὺς ὑμῶν, ἀνάγκη ὑμᾶς ἢ τοιούτους αὐτοὺς εἶναι νομί‐ | |
4B | ζειν, ἢ μηθ’ ὅλως θεοὺς αὐτοὺς εἶναι πιστεύειν. Εἰ δὲ τοὺς ποιητὰς παραιτεῖσθε λέγειν, ἐπειδὴ μύ‐ θους τε αὐτοῖς πλάττειν ἐξεῖναί φατε καὶ πολλὰ πόῤῥω τῆς ἀληθείας περὶ θεῶν μυθωδῶς διεξιέναι, τίνας ἑτέρους τῆς | |
5 | θεοσεβείας ὑμῶν διδασκάλους ἔχειν οἴεσθε, ἢ πῶς ταύτην αὐτοὺς μεμαθηκέναι φατέ; Ἀδύνατον γὰρ τοὺς μὴ πρότερον | |
παρὰ τῶν εἰδότων μεμαθηκότας τὰ οὕτω μεγάλα καὶ θεῖα πράγματα γινώσκειν. Τοὺς σοφοὺς πάντως δήπου καὶ φι‐ | 26 | |
4C | λοσόφους λέξετε· ἐπὶ τούτους γάρ, ὥσπερ ἐπὶ τεῖχος ὀχυρόν, καταφεύγειν εἰώθατε, ἐπειδάν τις ὑμῖν τὰς τῶν ποιητῶν περὶ θεῶν ἀπαγγέλλῃ δόξας. Οὐκοῦν ἐπειδήπερ ἀπὸ τῶν πα‐ λαιῶν καὶ πρώτων ἄρξασθαι προσήκει, ἐντεῦθεν ἀρξάμενος | |
5 | τὴν ἑκάστου δόξαν ἐκθήσομαι, πολλῷ γελοιοτέραν τῆς τῶν ποιητῶν θεολογίας οὖσαν. Θαλῆς μὲν γὰρ ὁ Μιλήσιος, ὁ πρῶτος τῆς φυσικῆς φιλοσοφίας ἄρξας, ἀρχὴν εἶναι τῶν ὄντων ἁπάντων ἀπεφήνατο τὸ ὕδωρ· ἐξ ὕδατος γάρ φησι τὰ πάντα | |
4D | εἶναι καὶ εἰς ὕδωρ τὰ πάντα ἀναλύεσθαι. Ἀναξίμανδρος δὲ μετὰ τοῦτον, ἀπὸ τῆς αὐτῆς ὁρμώμενος Μιλήτου, τὸ ἄπει‐ ρον ἀρχὴν ἁπάντων ἔφησεν εἶναι· ἐκ τούτου γὰρ δὴ τὰ πάντα γίνεσθαι καὶ εἰς τοῦτο τὰ πάντα φθείρεσθαι. Τρίτος Ἀναξι‐ | |
5 | μένης, καὶ οὗτος ἐκ τῆς Μιλήτου ὑπάρχων, ἀέρα τοῦ παντὸς ἀρχὴν εἶναι λέγει· ἐκ γὰρ τούτου τὰ πάντα γίνεσθαι καὶ εἰς | |
4E | τοῦτον τὰ πάντα ἀναλύεσθαί φησιν. Ἡράκλειτος ὁ Μετα‐ πόντιος ἀρχὴν τῶν πάντων τὸ πῦρ εἶναι λέγει· ἐκ πυρὸς γὰρ τὰ πάντα γίνεσθαι καὶ εἰς τὸ πῦρ τὰ πάντα τελευτᾶν. Ἀναξαγόρας ὁ Κλαζομένιος ἀρχὰς τῶν πάντων τὰς ὁμοιο‐ | |
5 | μερείας εἶναί φησιν. Ἀρχέλαος ὁ Ἀπολλοδώρου Ἀθηναῖος ἀέρα ἄπειρον καὶ τὴν περὶ αὐτὸν πυκνότητα καὶ μάνωσιν ἀρ‐ | |
5A | χὴν ἁπάντων εἶναι λέγει. Οὗτοι πάντες, ἀπὸ Θαλοῦ τὰς διαδοχὰς ἐσχηκότες, τὴν φυσικὴν ὑπ’ αὐτῶν καλουμένην | |
μετῆλθον φιλοσοφίαν. Εἶθ’ ἑξῆς ἀφ’ ἑτέρας ἀρχῆς Πυθαγόρας Μνησάρχου | 28 | |
5 | Σάμιος ἀρχὰς τοὺς ἀριθμοὺς καὶ τὰς συμμετρίας καὶ τὰς ἐν αὐτοῖς ἁρμονίας καλεῖ τά τ’ ἐξ ἀμφοτέρων σύνθετα στοι‐ χεῖα, ἔτι μέντοι μονάδα καὶ τὴν ἀόριστον δυάδα. Ἐπίκουρος | |
5B | Νεοκλέους Ἀθηναῖος ἀρχὰς τῶν ὄντων σώματα λόγῳ θεω‐ ρητὰ εἶναι λέγει, ἀμέτοχα κενοῦ, ἀγένητα, ἄφθαρτα, οὔτε θραυσθῆναι δυνάμενα οὔτε διάπλασιν ἐκ τῶν μερῶν λαβεῖν οὔτ’ ἀλλοιωθῆναι, διὰ τοῦτο καὶ λόγῳ θεωρητά. Ἐμπεδοκλῆς | |
5 | Μέτωνος ὁ Ἀκραγαντῖνος τέσσαρα στοιχεῖα, πῦρ ἀέρα ὕδωρ γῆν, δύο δὲ ἀρχικὰς δυνάμεις, φιλίαν τε καὶ νεῖκος, ὧν ἡ μέν ἐστιν ἑνωτική, τὸ δὲ διαιρετικόν. Ὁρᾶτε τοίνυν τὴν ἀταξίαν τῶν παρ’ ὑμῖν νομισθέντων γεγενῆσθαι σοφῶν, οὓς διδασκά‐ | |
5C | λους ὑμῶν τῆς θεοσεβείας γεγενῆσθαί φατε, τῶν μὲν ὕδωρ ἀποφηναμένων ἀρχὴν ἁπάντων εἶναι, τῶν δὲ ἀέρα, τῶν δὲ πῦρ, τῶν δὲ ἄλλο τι τῶν προειρημένων, καὶ πάντων τούτων πιθανοῖς τισι λόγοις πρὸς κατασκευὴν τῶν μὴ καλῶς δοξάν‐ | |
5 | των αὐτοῖς χρωμένων καὶ τὸ ἴδιον δόγμα προτιμότερον ἐπι‐ χειρούντων δεικνύναι. Ταῦθ’ ὑπ’ αὐτῶν εἴρηται. Πῶς οὖν ἀσφαλές, ὦ ἄνδρες Ἕλληνες, τοῖς σώζεσθαι βουλομένοις | |
5D | παρὰ τούτων οἴεσθαι δύνασθαι τὴν ἀληθῆ θεοσέβειαν μαν‐ θάνειν, τῶν μηδ’ ἑαυτοὺς πεῖσαι δυνηθέντων τὸ μὴ πρὸς ἀλλήλους στασιάζειν μηδ’ ἐναντίοι τῆς ἀλλήλων φαίνεσθαι | |
δόξης; | 30 | |
5 | Ἀλλ’ ἴσως οἱ τῆς ἀρχαίας καὶ παλαιᾶς ἐκείνης ἀπο‐ στῆναι μὴ βουλόμενοι πλάνης οὔ φασι παρὰ τῶν προειρημέ‐ νων, ἀλλὰ παρὰ τῶν ἐνδοξοτάτων καὶ τελειοτάτων ἐν ἀρετῇ νομισθέντων εἶναι παρ’ αὐτοῖς φιλοσόφων, τὸν περὶ τῆς θεο‐ | |
5E | σεβείας παρειληφέναι λόγον, Πλάτωνός τε καὶ Ἀριστοτέλους· τούτους γὰρ τὴν τελείαν καὶ ἀληθῆ φασι μεμαθηκέναι θεοσέ‐ βειαν. Ἐγὼ δὲ πρῶτον μὲν ἡδέως ἂν πυθοίμην τῶν ταῦτα λεγόντων, παρὰ τίνων αὐτοὺς μεμαθηκότας εἰδέναι φασίν· | |
5 | ἀδύνατον γὰρ τοὺς τὰ οὕτω μεγάλα καὶ θεῖα μὴ παρά τινων | |
6A | εἰδότων μεμαθηκότας ἢ αὐτοὺς εἰδέναι ἢ ἑτέρους δύνασθαι διδάσκειν ὀρθῶς. Δεύτερον δὲ οἶμαι δεῖν καὶ τὰς τούτων ἐξε‐ τάσαι δόξας· εἰσόμεθα γάρ, εἰ μὴ καὶ τούτων ἑκάτερος τἀ‐ ναντία θατέρῳ φανήσεται λέγων. Εἰ δὲ καὶ τούτους μὴ συμ‐ | |
5 | φωνοῦντας ἀλλήλοις εὕροιμεν, ῥᾴδιον οἶμαι καὶ τὴν τούτων ἄγνοιαν γινώσκειν σαφῶς. Πλάτων μὲν γάρ, ὡς ἄνωθεν | |
6B | κατεληλυθὼς καὶ τὰ ἐν οὐρανοῖς ἅπαντα ἀκριβῶς ἑωρακώς, τὸν ἀνωτάτω θεὸν ἐν τῇ πυρώδει οὐσίᾳ εἶναι λέγει. Ἀριστο‐ τέλης δέ, ἐν τῷ πρὸς Ἀλέξανδρον τὸν Μακεδόνα λόγῳ σύν‐ τομόν τινα τῆς ἑαυτοῦ φιλοσοφίας ἐκτιθέμενος ὅρον, σαφῶς | |
5 | καὶ φανερῶς τὴν Πλάτωνος ἀναιρεῖ δόξαν, οὐκ ἐν τῇ πυρώδει οὐσίᾳ τὸν θεὸν εἶναι λέγων· ἀλλά, πέμπτον αἰθέριόν τι καὶ ἀμετάβλητον ἀναπλάττων σῶμα, ἐν τούτῳ αὐτὸν εἶναί φησιν. Γέγραφε γοῦν οὕτως· Οὐχ ὡς ἔνιοι τῶν περὶ τὸ θεῖον | |
6C | πλημμελούντων ἐν τῇ πυρώδει οὐσίᾳ τὸν θεὸν εἶναί φασιν. Εἶτα, ὥσπερ μὴ ἀρκούμενος ἐπὶ τῇ κατὰ Πλάτωνος βλα‐ σφημίᾳ, καὶ τὸν ὑπ’ αὐτοῦ τῆς πολιτείας ἐκβληθέντα ὡς ψεύ‐ στην καὶ τρίτον τῶν ἀπὸ τῆς ἀληθείας εἰδώλων, ὡς αὐτὸς | 32 |
5 | ἔφη, μιμητὴν ὄντα Ὅμηρον εἰς ἀπόδειξιν τῶν ὑπ’ αὐτοῦ περὶ τοῦ αἰθερίου σώματος λεγομένων καλεῖ μάρτυρα. Γέγραφε γάρ· Οὕτως γοῦν καὶ Ὅμηρος ἔφη· | |
6D | Ζεὺς δ’ ἔλαχ’ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσιν· βουλόμενος ἐκ τῆς Ὁμήρου μαρτυρίας ἀξιόπιστον τὴν ἑαυτοῦ δεικνύναι δόξαν, ἀγνοῶν ὅτι, εἰ Ὁμήρῳ πρὸς ἀπόδειξιν τοῦ ἀληθῆ ἑαυτὸν λέγειν μάρτυρι χρῷτο, πολλὰ τῶν αὐτῷ δο‐ | |
5 | ξάντων οὐκ ἀληθῆ φανήσεται ὄντα. Θαλῆς γὰρ ὁ Μιλήσιος, | |
6E | ὁ πρῶτος παρ’ αὐτοῖς τῆς φιλοσοφίας ἄρξας, τὴν πρόφασιν παρ’ αὐτοῦ λαβὼν τὰς πρώτας αὐτοῦ περὶ ἀρχῶν ἀθετήσει δόξας. Αὐτοῦ γὰρ Ἀριστοτέλους θεὸν καὶ ὕλην ἀρχὰς εἶναι τῶν πάντων εἰρηκότος ὁ πρεσβύτατος τῶν κατ’ αὐτοὺς ἁπάν‐ | |
5 | των Θαλῆς ἀρχὴν τῶν ὄντων ὕδωρ εἶναι λέγει· ἐξ ὕδατος γάρ φησι τὰ πάντα εἶναι καὶ εἰς ὕδωρ ἀναλύεσθαι τὰ πάντα. Στοχάζεται δὲ πρῶτον μὲν ἀπὸ τοῦ πάντων τῶν ζώων τὴν γο‐ νήν, ἀρχὴν οὖσαν, ὑγρὰν εἶναι· δεύτερον δὲ ὅτι πάντα τὰ φυτὰ | |
7A | ὑγρῷ τρέφεται καὶ καρποφορεῖ, ἀμοιροῦντα δὲ τοῦ ὑγροῦ ξηραίνεται. Εἶθ’, ὥσπερ μὴ ἀρκούμενος οἷς στοχάζεται, καὶ τὸν Ὅμηρον ὡς ἀξιόπιστον μαρτύρεται οὕτως λέγοντα· Ὠκεανός, ὅσπερ γένεσις πάντεσσι τέτυκται. | |
5 | Πῶς οὖν οὐκ εἰκότως ὁ Θαλῆς πρὸς αὐτὸν φήσει· Δι’ ἣν | |
αἰτίαν, ὦ Ἀριστότελες, τὰς μὲν Πλάτωνος ἀναιρεῖν ἐθέ‐ λων δόξας, ὡς ἀληθεύοντι προσέχεις Ὁμήρῳ, ἡμῶν δὲ τὴν ἐναντίαν ἀποφηνάμενος δόξαν οὐκ ἀληθεύειν Ὅμηρον οἴει; | 34 | |
7B | Ὅτι τοίνυν οἱ σφόδρα θαυμαστοὶ καθ’ ὑμᾶς σοφοὶ οὐδ’ ἐν τοῖς ἄλλοις συμφωνοῦντες φαίνονται, καὶ ἀπὸ τούτων γνῶναι ῥᾴδιον. Τοῦ γὰρ Πλάτωνος τρεῖς ἀρχὰς τοῦ παντὸς εἶναι λέγοντος, θεὸν καὶ ὕλην καὶ εἶδος (θεὸν μὲν τὸν πάν‐ | |
5 | των ποιητήν, ὕλην δὲ τὴν ὑποκειμένην τῇ πρώτῃ τῶν γενο‐ μένων γενέσει καὶ τὴν πρόφασιν αὐτῷ τῆς δημιουργίας παρέ‐ | |
7C | χουσαν, εἶδος δὲ τὸ ἑκάστου τῶν γινομένων παράδειγμα), Ἀρι‐ στοτέλης τοῦ μὲν εἴδους ὡς ἀρχῆς οὐδαμῶς μέμνηται, δύο δὲ ἀρχάς, θεὸν καὶ ὕλην, εἶναί φησι. Καὶ αὖθις τοῦ Πλάτωνος ἐν τῇ πρώτῃ τοῦ ἀνωτάτω οὐρανοῦ ἀπλανεῖ σφαίρᾳ τόν τε | |
5 | πρῶτον θεὸν καὶ τὰς εἰδέας εἶναι λέγοντος, Ἀριστοτέλης μετὰ τὸν πρῶτον θεὸν οὐ τὰς εἰδέας ἀλλά τινας νοητοὺς θεοὺς εἶναι λέγει. Οὕτω μὲν οὖν περὶ τῶν ἐν οὐρανοῖς πρὸς ἀλλή‐ | |
7D | λους διαφέρονται πραγμάτων. Ὥστε εἰδέναι προσήκει ὅτι οἱ μηδὲ τὰ παρ’ ἡμῖν ἐνταῦθα γνῶναι δυνηθέντες, ἀλλὰ καὶ περὶ τούτων πρὸς ἀλλήλους διενεχθέντες, οὐκ ἀξιόπιστοι φα‐ νήσονται περὶ τῶν ἐν οὐρανοῖς διηγούμενοι. Ὅτι τοίνυν οὐδὲ | |
5 | ὁ περὶ τῆς ἐνταῦθα ἀνθρωπίνης ψυχῆς αὐτοῖς συμφωνήσει λό‐ γος, δῆλον ἀπὸ τῶν ὑφ’ ἑκατέρου αὐτῶν περὶ αὐτῆς λεχθέντων. Πλάτων μὲν γὰρ τριμερῆ αὐτὴν εἶναί φησι, καὶ τὸ μὲν λογι‐ κὸν αὐτῆς, τὸ δὲ θυμικόν, τὸ δὲ ἐπιθυμητικὸν εἶναι λέγει· | |
7E | Ἀριστοτέλης δὲ οὐ κοινοτέραν τὴν ψυχὴν εἶναί φησιν, ἐν ᾧ περιείληπται καὶ τὰ φθαρτὰ μόρια, ἀλλὰ τὸ λογικὸν μόνον. Καὶ ὁ μὲν Πλάτων Ψυχὴ πᾶσα ἀθάνατος κέκραγε λέγων· | |
Ἀριστοτέλης δέ, ἐντελέχειαν αὐτὴν ὀνομάζων, οὐκ ἀθάνατον | 36 | |
5 | ἀλλὰ θνητὴν αὐτὴν εἶναι βούλεται. Καὶ ὁ μὲν ἀεικίνητον | |
8A | αὐτὴν εἶναι λέγει· Ἀριστοτέλης δὲ ἀκίνητον αὐτὴν εἶναί φησιν, ἁπάσης κινήσεως προηγουμένην. Ἀλλ’ ἐν τούτοις μὲν ὑπεναντία φρονοῦντες ἀλλήλοις ἐλέγχονται. Εἰ δέ τις ἀκριβῶς τὰ κατ’ αὐτοὺς σκοπεῖν ἐθέ‐ | |
5 | λοι, οὐδὲ ταῖς ἑαυτῶν δόξαις ἐμμένειν προῄρηνται. Ὁ γοῦν Πλάτων ποτὲ μὲν τρεῖς ἀρχὰς τοῦ παντὸς εἶναι λέγει, θεὸν καὶ ὕλην καὶ εἶδος, ποτὲ δὲ τέσσαρας· προστίθησι γὰρ καὶ τὴν καθόλου ψυχήν. Καὶ αὖθις τὴν ὕλην ἀγένητον πρότερον | |
8B | εἰρηκὼς ὕστερον γενητὴν αὐτὴν εἶναι λέγει· καὶ τῷ εἴδει δὲ ἀρχὴν ἰδίαν πρότερον δεδωκώς, καὶ καθ’ ἑαυτὸ οὐσιῶσθαι ἀποφήσας, ὕστερον ἐν τοῖς νοήμασιν αὐτὸ τοῦτ’ εἶναι λέγει. Ἔτι μέντοι γε καὶ πᾶν τὸ γενόμενον φθαρτὸν πρότερον ἀπο‐ | |
5 | φηνάμενος εἶναι ὕστερον ἔνια τῶν γινομένων ἄλυτα καὶ ἄφθαρτα δύνασθαι εἶναί φησι. Τί τοίνυν αἴτιον τοῦ μὴ πρὸς ἀλλήλους μόνον ἀλλὰ καὶ πρὸς ἑαυτοὺς στασιάζειν τοὺς παρ’ ὑμῖν νο‐ μισθέντας γεγενῆσθαι σοφούς; Τὸ μὴ βουληθῆναι δῆλον ὅτι | |
8C | παρὰ τῶν εἰδότων μανθάνειν, ἀλλ’ ἑαυτοὺς οἴεσθαι τῇ ἀν‐ θρωπίνῃ αὐτῶν περινοίᾳ τὰ ἐν οὐρανοῖς δύνασθαι γινώσκειν σαφῶς, καίτοι γε μηδὲ τὰ ἐπὶ τῆς γῆς γνῶναι δυνηθέντες. Τὴν γοῦν ἀνθρωπίνην ψυχὴν ἔνιοι μὲν τῶν παρ’ ὑμῖν φιλοσό‐ | |
5 | φων ἐν ἡμῖν, ἕτεροι δὲ περὶ ἡμᾶς εἶναί φασιν· οὐδὲ γὰρ ἐν τούτῳ συμφωνεῖν ἀλλήλοις προῄρηνται, ἀλλ’, ὥσπερ τὴν ἄγνοιαν διαφόρως μερισάμενοι, καὶ περὶ ψυχῆς φιλονεικεῖν | |
καὶ στασιάζειν πρὸς ἀλλήλους προῄρηνται. Οἱ μὲν γὰρ αὐ‐ | 38 | |
8D | τῶν φασι πῦρ εἶναι τὴν ψυχήν, οἱ δὲ τὸν ἀέρα, οἱ δὲ τὸν νοῦν, οἱ δὲ τὴν κίνησιν, οἱ δὲ τὴν ἀναθυμίασιν, ἄλλοι δέ τινες δύ‐ ναμιν ἀπὸ τῶν ἄστρων ῥέουσαν, οἱ δὲ ἀριθμὸν κινητικόν, ἕτε‐ ροι δὲ ὕδωρ γονοποιόν. Καὶ ὅλως ἄτακτός τις καὶ ἀσύμφωνος | |
5 | ἡ παρ’ αὐτοῖς κεκράτηκε δόξα, ἑνὶ μόνῳ τοῖς ὀρθῶς κρίνειν δυναμένοις ἐπαίνου ἀξία φαινομένη, ὅτι πλανωμένους καὶ μὴ τἀληθῆ λέγοντας ἀλλήλους ἐλέγχειν προῄρηνται. | |
8E | Οὐκοῦν ἐπειδήπερ οὐδὲν ἀληθὲς περὶ θεοσεβείας παρὰ τῶν ὑμετέρων διδασκάλων μανθάνειν ἐστὶ δυνατόν, ἱκανὴν ὑμῖν ἀπόδειξιν τῆς ἑαυτῶν ἀγνοίας διὰ τῆς πρὸς ἀλλήλους στάσεως παρεσχηκότων, ἀκόλουθον ἡγοῦμαι ἀνελθεῖν ἐπὶ τοὺς | |
9A | ἡμετέρους προγόνους, τοὺς καὶ τοὺς χρόνους τῶν παρ’ ὑμῖν διδασκάλων πολλῷ προειληφότας καὶ μηδὲν ἀπὸ τῆς ἰδίας αὐτῶν φαντασίας διδάξαντας ἡμᾶς, μηδὲ πρὸς ἀλλήλους διε‐ νεχθέντας ἢ τὰ ἀλλήλων ἀνατρέπειν πειρωμένους, ἀλλὰ ἀφι‐ | |
5 | λονείκως καὶ ἀστασιάστως τὴν παρὰ θεοῦ δεξαμένους γνῶσιν καὶ ταύτην διδάσκοντας ἡμᾶς. Οὔτε γὰρ φύσει οὔτε ἀνθρω‐ πίνῃ ἐννοίᾳ οὕτω μεγάλα καὶ θεῖα γινώσκειν ἀνθρώποις δυ‐ | |
9B | νατόν, ἀλλὰ τῇ ἄνωθεν ἐπὶ τοὺς ἁγίους ἄνδρας τηνικαῦτα κατελθούσῃ δωρεᾷ, οἷς οὐ λόγων ἐδέησε τέχνης οὐδὲ τοῦ ἐρι‐ στικῶς τι καὶ φιλονείκως εἰπεῖν, ἀλλὰ καθαροὺς ἑαυτοὺς τῇ τοῦ θείου πνεύματος παρασχεῖν ἐνεργείᾳ, ἵνα αὐτὸ τὸ θεῖον | |
5 | ἐξ οὐρανοῦ κατιὸν πλῆκτρον, ὥσπερ ὀργάνῳ κιθάρας τινὸς ἢ λύρας τοῖς δικαίοις ἀνδράσι χρώμενον, τὴν τῶν θείων ἡμῖν καὶ οὐρανίων ἀποκαλύψῃ γνῶσιν. Διὰ τοῦτο τοίνυν ὥσπερ ἐξ ἑνὸς στόματος καὶ μιᾶς γλώττης καὶ περὶ θεοῦ καὶ περὶ κόσμου κτίσεως καὶ περὶ πλάσεως ἀνθρώπου καὶ περὶ ἀνθρωπίνης | |
9C | ψυχῆς ἀθανασίας καὶ τῆς μετὰ τὸν βίον τοῦτον μελλούσης ἔσεσθαι κρίσεως καὶ περὶ πάντων ὧν ἀναγκαῖόν ἐστιν ἡμῖν εἰδέναι ἀκολούθως καὶ συμφώνως ἀλλήλοις ἐδίδαξαν ἡμᾶς, καὶ ταῦτα ἐν διαφόροις τόποις τε καὶ χρόνοις τὴν θείαν ἡμῖν | |
5 | διδασκαλίαν παρεσχηκότες. Ἄρξομαι τοίνυν ἀπὸ τοῦ πρώτου παρ’ ἡμῖν προφήτου τε καὶ νομοθέτου Μωϋσέως, πρότερον τοὺς χρόνους, καθ’ | 40 |
9D | οὓς γέγονε, μετὰ πάσης ἀξιοπίστου παρ’ ὑμῖν μαρτυρίας ἐκ‐ θέμενος· οὐ γὰρ ἀπὸ τῶν θείων καὶ παρ’ ἡμῖν ἱστοριῶν μόνον ταῦτα ἀποδεῖξαι πειρῶμαι, αἷς ὑμεῖς οὐδέπω διὰ τὴν πα‐ λαιὰν τῶν προγόνων ὑμῶν πλάνην πιστεύειν βούλεσθε, ἀλλ’ | |
5 | ἀπὸ τῶν ὑμετέρων καὶ μηδὲν τῇ ἡμετέρᾳ θρησκείᾳ διαφερου‐ σῶν ἱστοριῶν, ἵνα γνῶτε ὅτι πάντων τῶν παρ’ ὑμῖν εἴτε σο‐ φῶν εἴτε ποιητῶν εἴτε ἱστοριογράφων ἢ φιλοσόφων ἢ νομο‐ θετῶν πολλῷ πρεσβύτατος γέγονεν ὁ πρῶτος τῆς θεοσεβείας | |
9E | διδάσκαλος ἡμῶν Μωϋσῆς γεγονώς, ὡς δηλοῦσιν ἡμῖν αἱ τῶν Ἑλλήνων ἱστορίαι. Ἐν γὰρ τοῖς χρόνοις Ὠγύγου τε καὶ Ἰνά‐ χου, οὓς καὶ γηγενεῖς τινες τῶν παρ’ ὑμῖν ὑπειλήφασι γεγενῆ‐ σθαι, Μωϋσέως μέμνηνται ὡς ἡγεμόνος τε καὶ ἄρχοντος τοῦ | |
5 | τῶν Ἰουδαίων γένους. Οὕτω γὰρ Πολέμων τε ἐν τῇ πρώτῃ τῶν Ἑλληνικῶν ἱστοριῶν μέμνηται καὶ Ἀππίων ὁ Ποσει‐ | |
10A | δωνίου ἐν τῇ κατὰ Ἰουδαίων βίβλῳ καὶ ἐν τῇ τετάρτῃ τῶν ἱστο‐ | |
ριῶν, λέγων κατὰ Ἴναχον Ἄργους βασιλέα Ἀμώσιδος Αἰ‐ γυπτίων βασιλεύοντος ἀποστῆναι Ἰουδαίους, ὧν ἡγεῖσθαι Μωϋσέα. Καὶ Πτολεμαῖος δὲ ὁ Μενδήσιος, τὰ Αἰγυπτίων | 42 | |
5 | ἱστορῶν, ἅπασι τούτοις συντρέχει. Καὶ οἱ τὰ Ἀθηναίων δὲ ἱστοροῦντες, Ἑλλάνικός τε καὶ Φιλόχορος ὁ τὰς Ἀτθίδας, | |
10B | Κάστωρ τε καὶ Θαλλὸς καὶ Ἀλέξανδρος ὁ Πολυΐστωρ, ἔτι δὲ καὶ οἱ σοφώτατοι Φίλων τε καὶ Ἰώσηπος, οἱ τὰ κατὰ Ἰουδαίους ἱστορήσαντες, ὡς σφόδρα ἀρχαίου καὶ παλαιοῦ τῶν Ἰουδαίων ἄρχοντος Μωϋσέως μέμνηνται. Ὁ γοῦν Ἰώσηπος, τὸ | |
5 | ἀρχαῖον καὶ τὸ παλαιὸν τῆς ἱστορίας καὶ διὰ τῆς ἐπιγραφῆς τῶν βιβλίων σημῆναι βουλόμενος, ἀρχόμενος τῆς ἱστορίας οὕτω γέγραφε· Φλαβίου Ἰωσήπου Ἰουδαϊκῆς Ἀρχαιολογίας· τὸ πα‐ λαιὸν τῆς ἱστορίας Ἀρχαιολογίαν ὀνομάζων. Καὶ ὁ ἐνδο‐ | |
10C | ξότατος δὲ παρ’ ὑμῖν τῶν ἱστοριογράφων Διόδωρος, ὁ τὰς Βιβλιοθήκας ἐπιτεμών, ἐν τριάκοντα ὅλοις ἔτεσιν Ἀσίαν τε καὶ Εὐρώπην, ὡς αὐτὸς γέγραφε, διὰ πολλὴν ἀκρίβειαν πε‐ ριελθὼν καὶ αὐτόπτης τῶν πλείστων γεγονώς, τεσσαράκοντα | |
5 | ὅλα τῆς ἑαυτοῦ ἱστορίας βιβλία γέγραφεν· ὃς ἐν τῇ πρώτῃ βί‐ βλῳ, φήσας παρὰ τῶν ἐν Αἰγύπτῳ ἱερέων μεμαθηκέναι ὅτι ἀρχαῖος καὶ πρῶτος νομοθέτης Μωϋσῆς γέγονεν, αὐταῖς | |
10D | λέξεσιν οὕτω περὶ αὐτοῦ γέγραφε· Μετὰ γὰρ τὴν παλαιὰν τοῦ κατ’ Αἴγυπτον βίου κατάστασιν, τὴν μυθολογουμένην γενέσθαι ἐπὶ θεῶν καὶ ἡρώων, πεῖσαί φασιν ἐγγράφοις νό‐ | |
μοις πρῶτον χρῆσθαι τὰ πλήθη Μωϋσῆν, ἄνδρα καὶ τῇ ψυχῇ | 44 | |
5 | μέγαν καὶ τῷ βίῳ ἱκανώτατον μνημονευόμενον. Εἶτα βραχύ τι προελθών, καὶ τῶν παλαιῶν νομοθετῶν μνησθῆναι βουλόμενος, πρώτου Μωϋσέως μέμνηται. Ἔφη γὰρ αὐταῖς λέξεσιν οὕ‐ τως· Παρὰ μὲν τοῖς Ἰουδαίοις Μωϋσῆν τὸν καλούμενον θεόν, εἴτε θαυμαστὴν καὶ θείαν ὅλως ἔννοιαν εἶναι κρίναν‐ | |
10E | τας τὴν μέλλουσαν ὠφελήσειν ἀνθρώπων πλῆθος, εἴτε πρὸς τὴν ὑπεροχὴν καὶ δύναμιν τῶν εὑρεῖν λεγομένων τοὺς νόμους ἀποβλέψαντα τὸν ὄχλον μᾶλλον ὑπακούεσθαι διαλαβόντας. Δεύτερον δὲ νομοθέτην Αἰγύπτιον γεγονέναι φασὶ Σάουχνιν, | |
5 | ἄνδρα συνέσει διαφέροντα. Τρίτον δὲ λέγουσι Σεσόγχωσιν τὸν βασιλέα μὴ μόνον πολεμικὰς πράξεις ἐπιφανεστάτας κατερ‐ γάσασθαι τῶν κατ’ Αἴγυπτον, ἀλλὰ καὶ τὸ μάχιμον ἔθνος | |
11A | νομοθεσίαις στήσασθαι. Τέταρτον δέ φασι νομοθέτην γε‐ γενῆσθαι Βόκχοριν τὸν βασιλέα, σοφόν τινα καὶ πανουργίᾳ | |
διαφέροντα. Μετὰ δὲ τοῦτον προσελθεῖν λέγεται τοῖς νό‐ μοις Ἄμασιν τὸν βασιλέα, ὃν ἱστοροῦσι τὰ περὶ τοὺς νομάρχας | 46 | |
5 | διατάξαι καὶ τὰ περὶ τὴν σύμπασαν οἰκονομίαν τῆς Αἰ‐ γύπτου. Ἕκτον δὲ λέγεται τὸν Ξέρξου πατέρα Δαρεῖον τοῖς νόμοις ἐπιστῆναι τοῖς τῶν Αἰγυπτίων. Ταῦτα, ὦ ἄνδρες Ἕλληνες, οἱ ἔξωθεν τῆς ἡμετέρας θεοσεβείας περὶ τῆς ἀρχαιότητος Μωϋσέως ἱστοροῦντες γεγρά‐ | |
11B | φασι, καὶ ταῦτα πάντα παρ’ Αἰγυπτίων ἱερέων μεμαθηκέναι φήσαντες, παρ’ οἷς οὐκ ἐτέχθη Μωϋσῆς μόνον, ἀλλὰ καὶ πά‐ σης τῆς Αἰγυπτίων παιδεύσεως μετασχεῖν ἠξιώθη, διὰ τὸ ὑπὸ θυγατρὸς βασιλέως εἰς παιδὸς ᾠκειῶσθαι χώραν καὶ διὰ τὴν | |
5 | προειρημένην πρόφασιν πολλῆς ἠξιώσθαι σπουδῆς, ὡς ἱστο‐ ροῦσιν οἱ σοφώτατοι τῶν ἱστοριογράφων, οἱ καὶ τὸν βίον αὐτοῦ καὶ τὰς πράξεις καὶ τὸ τοῦ γένους ἀξίωμα ἀναγράψασθαι προελόμενοι, Φίλων τε καὶ Ἰώσηπος. Οὗτοι γάρ, τὰς Ἰου‐ | |
11C | δαίων ἱστοροῦντες πράξεις, ἀπὸ μὲν τοῦ Χαλδαίων γένους τὸν Μωϋσέα γεγενῆσθαί φασι· τῶν δὲ προγόνων αὐτοῦ διὰ λιμοῦ πρόφασιν ἀπὸ τῆς Φοινίκης ἐπὶ τὴν Αἴγυπτον μεταναστάντων ἐκεῖ τὸν ἄνδρα τετέχθαι φασίν, ὃν δι’ ὑπερβάλλουσαν ἀρετὴν | |
5 | ὁ θεὸς τιμῆσαι προὔθετο, καὶ ἄρχοντα καὶ στρατηγὸν καὶ νο‐ μοθέτην γενέσθαι τοῦ ἑαυτοῦ γένους ἠξίωσεν, ὁπηνίκα ἀπὸ τῆς Αἰγύπτου τὸ τῶν Ἑβραίων πλῆθος ἐπὶ τὴν οἰκείαν χώραν ἐπανελθεῖν ἐδικαίωσεν. Τούτῳ πρῶτον ὁ θεὸς καὶ τὴν ἄνω‐ | |
11D | θεν ἐπὶ τοὺς ἁγίους ἄνδρας θείαν καὶ προφητικὴν τηνικαῦτα κατιοῦσαν παρέσχε δωρεάν, καὶ πρῶτον τῆς θεοσεβείας ἡμῶν διδάσκαλον γενέσθαι παρεσκεύασεν, εἶτα μετ’ αὐτὸν τοὺς λοι‐ ποὺς προφήτας, τοὺς καὶ αὐτοὺς τῆς αὐτῆς αὐτῷ τυχόντας δω‐ | |
5 | ρεᾶς καὶ τὰ αὐτὰ περὶ τῶν αὐτῶν διδάξαντας ἡμᾶς. Τού‐ τους ἡμεῖς τῆς ἡμετέρας θρησκείας διδασκάλους γεγενῆσθαί φαμεν, μηδὲν ἀπὸ τῆς ἀνθρωπίνης αὐτῶν διανοίας διδάξαντας ἡμᾶς, ἀλλ’ ἐκ τῆς ἄνωθεν αὐτοῖς παρὰ θεοῦ δοθείσης δωρεᾶς. | |
11E | Ὑμεῖς δέ, ἐπειδὴ διὰ τὴν προτέραν τῶν πατέρων ὑμῶν πλάνην τούτοις πείθεσθαι οὐκ οἴεσθε δεῖν, τίνας διδα‐ σκάλους ὑμῶν ἀξιοπίστους τῆς θεοσεβείας γεγενῆσθαί φατε; Ἀδύνατον γάρ, ὥσπερ πολλάκις ἔφην, τὰ οὕτω μεγάλα καὶ | 48 |
5 | θεῖα τοὺς μὴ πρότερον παρὰ τῶν εἰδότων μεμαθηκότας ἢ αὐ‐ τοὺς εἰδέναι ἢ ἑτέρους δύνασθαι διδάσκειν ὀρθῶς. Οὐκοῦν | |
12A | ἐπειδήπερ ἱκανῶς ἐκ τῶν προειρημένων τὰ τῶν φιλοσόφων ὑμῶν ἐλήλεγκται πράγματα πάσης ἀγνοίας καὶ ἀπάτης φανέντα πλήρη, ἀφέμενοί που λοιπὸν πάντως τῶν φιλοσόφων, ὥσπερ πρότερον τῶν ποιητῶν, ἐπὶ τὴν τῶν χρηστηρίων ἀπάτην τρα‐ | |
5 | πήσεσθε· οὕτω γὰρ ἀκήκοα λεγόντων τινῶν. Οὐκοῦν ἀκόλου‐ θον ἡγοῦμαι, ἃ παρ’ ὑμῶν πρότερον περὶ αὐτῶν ἀκήκοα λε‐ γόντων, ταῦτα ἐν καιρῷ νυνὶ πρὸς ὑμᾶς εἰπεῖν. Ἐρομένου | |
12B | γάρ τινος, ὡς αὐτοί φατε, τὸ παρ’ ὑμῖν χρηστήριον, τίνας συνέβη θεοσεβεῖς ἄνδρας γεγενῆσθαί ποτε, οὕτω τὸ χρηστήριον εἰρηκέναι φατέ· Μοῦνοι Χαλδαῖοι σοφίην λάχον, ἠδ’ ἄρ’ Ἑβραῖοι, | |
5 | Αὐτογένητον ἄνακτα σεβαζόμενοι θεὸν ἁγνῶς. Οὐκοῦν ἐπειδήπερ οἴεσθε παρὰ τῶν χρηστηρίων ὑμῶν δύνασθαι τἀληθῆ μανθάνειν, ἐντυχόντες ταῖς ἱστορίαις καὶ τοῖς περὶ τοῦ βίου Μωϋσέως γραφεῖσιν ὑπὸ τῶν ἔξωθεν τῆς ἡμετέρας | |
12C | θρησκείας, καὶ γνόντες ὅτι ἐκ τοῦ τῶν Χαλδαίων καὶ Ἑβραίων γένους ὥρμητο Μωϋσῆς καὶ οἱ λοιποὶ προφῆται, μηδὲν παρά‐ δοξον γεγενῆσθαι νομίζητε, εἰ ἐκ γένους ὄντα θεοσεβῶν τὸν ἄνδρα καὶ ἀξίως τῆς τῶν προγόνων θεοσεβείας βεβιωκότα ὁ | |
5 | θεὸς τῇ μεγάλῃ ταύτῃ δωρεᾷ τιμῆσαι προὔθετο καὶ πρῶτον | |
ἁπάντων ἀποφῆναι τῶν προφητῶν. Ἀναγκαῖον δὲ οἶμαι καὶ τοὺς χρόνους σκοπεῖν, καθ’ οὓς οἱ καθ’ ὑμᾶς γεγόνασι φιλόσοφοι, ὅπως γνῶτε ὅτι σφόδρα | 50 | |
12D | νέος καὶ βραχύς ἐστιν ὁ τούτους ὑμῖν ἐνεγκὼν χρόνος· οὕτω γὰρ ὑμῖν ἔσται δυνατὸν καὶ τὴν Μωϋσέως ἀρχαιότητα ῥᾳδίως γνῶναι. Ἵνα δὲ μὴ περὶ τῶν χρόνων διεξιὼν παρέλξειν δόξω, πλείοσιν ἀποδείξεσι χρώμενος, ἀποχρώντως οἶμαι καὶ ἀπὸ | |
5 | τούτων δεικνύναι. Σωκράτης μὲν γὰρ Πλάτωνος, Πλάτων δὲ Ἀριστοτέλους διδάσκαλος γέγονεν. Οὗτοι δὲ κατὰ τοὺς Φι‐ λίππου καὶ Ἀλεξάνδρου τοῦ Μακεδόνος ἤκμασαν χρόνους, καθ’ | |
12E | οὓς καὶ οἱ Ἀθηναίων ῥήτορες, ὡς δηλοῦσιν ἡμῖν σαφῶς καὶ οἱ Δημοσθένει κατὰ Φιλίππου γραφέντες λόγοι. Ὅτι δὲ καὶ Ἀριστοτέλης Ἀλεξάνδρῳ συνῆν ἐν τῷ τῆς βασιλείας χρόνῳ, ἱκανῶς δηλοῦσιν οἱ τὰς Ἀλεξάνδρου ἱστορήσαντες πράξεις. | |
5 | Πανταχόθεν οὖν γνῶναι ῥᾴδιον ὅτι πολλῷ ἀρχαιοτάτην πασῶν τῶν ἔξωθεν ἱστοριῶν τὴν Μωϋσέως ἱστορίαν εἶναι συμβαίνει. | |
13A | Ἄλλως τε οὐδὲ τοῦτο ἀγνοεῖν ὑμᾶς προσήκει, ὅτι οὐδὲν Ἕλ‐ λησι πρὸ τῶν ὀλυμπιάδων ἀκριβὲς ἱστόρηται, οὐδ’ ἔστι τι σύγγραμμα παλαιόν, Ἑλλήνων ἢ βαρβάρων σημαῖνον πρᾶξιν. Μόνη δὲ ἡ τοῦ πρώτου προφήτου Μωϋσέως προὐπῆρχεν | |
5 | ἱστορία, ἣν ἐκ θείας ἐπιπνοίας Μωϋσῆς γέγραφε τοῖς τῶν Ἑβραίων γράμμασι. Τὰ γὰρ τῶν Ἑλλήνων οὐδέπω ἦν, ὡς δη‐ λοῦσι καὶ αὐτοὶ οἱ τῶν γραμμάτων διδάσκαλοι, φάσκοντες Κάδμον πρῶτον ἐκ Φοινίκης αὐτὰ κομίσαντα Ἕλλησι μετα‐ | |
13B | δοῦναι. Καὶ ὁ πρῶτος δὲ τῶν παρ’ ὑμῖν φιλοσόφων μαρ‐ τυρεῖ Πλάτων ὕστερον εὑρῆσθαι αὐτά. Γέγραφε γὰρ ἐν τῷ Τιμαίῳ τὸν τῶν σοφῶν σοφώτατον Σόλωνα, ἐκ τῆς Αἰγύπτου ἐπανελθόντα, Κριτίᾳ λέγειν ταῦτα ἅπερ ἀκηκοέναι Αἰ‐ | |
5 | γυπτίου τινὸς ἱερέως οὐ μάλα παλαιοῦ πρὸς αὐτὸν λέγοντος· Ὦ Σόλων Σόλων, Ἕλληνές ἐστε παῖδες ἀεί, γέρων δὲ Ἕλ‐ λην οὐκ ἔστιν. Εἶτ’ αὖθις· Νέοι ἐστέ, ἔφη, τὰς ψυχὰς πάντες· οὐδεμίαν γὰρ ἐν αὐταῖς ἔχετε παλαιὰν δόξαν οὐδὲ | 52 |
13C | μακρῷ χρόνῳ παλαιὸν οὐδέν. Ἀλλ’ ὑμᾶς λέληθε διὰ τὸ ἐπὶ πολλὰς γενεὰς γράμμασι τελευτᾶν ἀφώνους. Εἰδέναι τοί‐ νυν προσήκει ὅτι πᾶσαν ἱστορίαν τοῖς τῶν Ἑλλήνων ὕστερον εὑρεθεῖσι γράμμασι γεγράφθαι συμβαίνει, καὶ εἴτε ποιητῶν | |
5 | τις ἀρχαίων εἴτε νομοθετῶν εἴτε ἱστοριογράφων εἴτε φιλο‐ σόφων ἢ ῥητόρων μνημονεῦσαι βούλοιτο, εὑρήσει τούτους τὰ ἑαυτῶν συγγράμματα τοῖς τῶν Ἑλλήνων γεγραφότας γράμ‐ μασιν. | |
13D | Εἰ δέ τις φάσκοι καὶ τὴν Μωϋσέως καὶ τῶν ἄλλων προφητῶν τοῖς τῶν Ἑλλήνων γεγράφθαι γράμμασι, γνώτω, ταῖς ἔξωθεν ἐντυχὼν ἱστορίαις, ὅτι Πτολεμαῖος ὁ τῆς Αἰγύ‐ πτου βασιλεύς, βιβλιοθήκην ἐν τῇ Ἀλεξανδρείᾳ κατασκευάσας | |
5 | καὶ πανταχόθεν συναγαγὼν βιβλία καὶ πληρώσας αὐτήν, ἔπειτα μαθὼν ὅτι ἀρχαίας ἱστορίας τοῖς τῶν Ἑβραίων γράμμασι γε‐ γραμμένας σώζεσθαι ἀκριβῶς συμβαίνει, γνῶναι τὰ γεγραμμένα βουλόμενος, σοφοὺς ἄνδρας ἑβδομήκοντα, τοὺς καὶ τὴν Ἑλλή‐ | |
13E | νων καὶ Ἑβραίων διάλεκτον εἰδότας, ἑρμηνεῦσαι αὐτοῖς τὰς βίβλους προσέταξεν, ἀπὸ τῆς Ἱερουσαλὴμ μεταστειλάμενος. Καὶ ἵνα πάσης ὀχλήσεως ἐκτὸς ὄντες θᾶττον ἑρμηνεύσωσι, | |
προσέταξεν αὐτοῖς μὴ ἐν αὐτῇ τῇ πόλει, ἀλλὰ ἀπὸ ἑπτὰ στα‐ | 54 | |
5 | δίων ἔνθα τὸν φάρον ᾠκοδομῆσθαι συμβαίνει, ἰσαρίθμους | |
14A | τῶν ἑρμηνευόντων οἰκίσκους γενέσθαι μικρούς, ἐπὶ τῷ ἕκαστον ἰδίᾳ καθ’ ἑαυτὸν τὴν ἑρμηνείαν πληρῶσαι, προστάξας τοῖς ἐφεστῶσιν ὑπηρέταις πάσης μὲν αὐτοὺς θεραπείας τυγχάνειν, εἴργεσθαι δὲ τῆς πρὸς ἀλλήλους ὁμιλίας, ἵνα τὸ τῆς ἑρμηνείας | |
5 | ἀκριβὲς καὶ διὰ τῆς τούτων συμφωνίας γνωσθῆναι δυνηθῇ. Ἐπεὶ δὲ ἔγνω τοὺς ἑβδομήκοντα ἄνδρας μὴ μόνον τῇ αὐτῇ δια‐ νοίᾳ ἀλλὰ καὶ ταῖς αὐταῖς λέξεσι χρησαμένους, καὶ μηδὲ ἄχρι | |
14B | μιᾶς λέξεως τῆς πρὸς ἀλλήλους συμφωνίας διημαρτηκότας ἀλλὰ τὰ αὐτὰ καὶ περὶ τῶν αὐτῶν γεγραφότας, ἐκπλαγεὶς καὶ θείᾳ δυνάμει τὴν ἑρμηνείαν γεγράφθαι πιστεύσας, πάσης μὲν τιμῆς αὐτοὺς ἀξίους, ὡς θεοφιλεῖς ἄνδρας, διέγνω, μετὰ | |
5 | πολλῶν δὲ δώρων αὐτοὺς εἰς τὴν ἑαυτῶν πατρίδα ἐπανελθεῖν προσέταξε, τὰς δὲ βίβλους ἐκθειάσας, ὡς εἰκός, ἐκεῖσε ἀνέ‐ | |
14C | θηκεν. Ταῦτα οὐ μύθους ὑμῖν, ὦ ἄνδρες Ἕλληνες, οὐδὲ πε‐ πλασμένας ἱστορίας ἀπαγγέλλομεν· ἀλλ’ αὐτοὶ ἐν τῇ Ἀλε‐ ξανδρείᾳ γενόμενοι καὶ τὰ ἴχνη τῶν οἰκίσκων ἐν τῇ Φάρῳ ἑωρακότες ἔτι σωζόμενα, καὶ παρὰ τῶν ἐκεῖ ὡς τὰ πάτρια | |
5 | παρειληφότων ἀκηκοότες, ταῦτα ἀπαγγέλλομεν, ἃ καὶ παρ’ ἑτέρων ἔξεστιν ὑμῖν μανθάνειν, καὶ μάλιστα παρ’ αὐτῶν τῶν περὶ τούτων ἱστορησάντων σοφῶν καὶ δοκίμων ἀνδρῶν, Φί‐ λωνός τε καὶ Ἰωσήπου, καὶ ἑτέρων πλειόνων. Εἰ δέ τις φάσκοι | |
14D | τῶν προχείρως ἀντιλέγειν εἰθισμένων, μὴ ἡμῖν τὰς βί‐ βλους ταύτας ἀλλὰ Ἰουδαίοις προσήκειν, διὰ τὸ ἔτι καὶ νῦν ἐν ταῖς συναγωγαῖς αὐτῶν σώζεσθαι, καὶ μάτην ἡμᾶς ἐκ τούτων φάσκειν τὴν θεοσέβειαν μεμαθηκέναι λέγοι, γνώτω ἀπ’ αὐτῶν | |
5 | τῶν ἐν ταῖς βίβλοις γεγραμμένων ὅτι οὐκ αὐτοῖς ἀλλ’ ἡμῖν ἡ ἐκ τούτων διαφέρει διδασκαλία. Τὸ δὲ παρὰ Ἰουδαίοις ἔτι καὶ νῦν τὰς τῇ ἡμετέρᾳ θεοσεβείᾳ διαφερούσας σώζεσθαι | 56 |
14E | βίβλους θείας προνοίας ἔργον ὑπὲρ ἡμῶν γέγονεν· ἵνα γὰρ μὴ ἐκ τῆς ἐκκλησίας προκομίζοντες πρόφασιν ῥᾳδιουργίας τοῖς βλασφημεῖν ἡμᾶς βουλομένοις παράσχωμεν, ἀπὸ τῆς τῶν Ἰουδαίων συναγωγῆς ταύτας ἀξιοῦμεν προκομίζεσθαι, ἵνα | |
5 | ἀπ’ αὐτῶν τῶν ἔτι παρ’ αὐτοῖς σωζομένων βιβλίων, ὡς ἡμῖν τὰ πρὸς διδασκαλίαν ὑπὸ τῶν ἁγίων ἀνδρῶν γραφέντα δίκαια σαφῶς καὶ φανερῶς προσήκει, φανῇ. Δεῖ τοίνυν ὑμᾶς, ὦ ἄνδρες Ἕλληνες, τὰ μέλλοντα προορωμένους καὶ εἰς τὴν ὑπὸ πάντων, οὐ μόνον θεοσεβῶν | |
15A | ἀλλὰ καὶ τῶν ἔξωθεν, κηρυττομένην ἀφορῶντας κρίσιν, μὴ τῇ τῶν προγόνων ὑμῶν ἀβασανίστῳ προσέχειν πλάνῃ, μηδ’ εἴ τι σφαλέντες αὐτοὶ παρέδοσαν ὑμῖν τοῦτ’ ἀληθὲς εἶναι νομίζειν, ἀλλ’, εἰς τὸν τῆς οὕτω δεινῆς ἀποτυχίας ἀφορῶντας κίνδυνον, | |
5 | ζητεῖν καὶ ἐρευνᾶν ἀκριβῶς καὶ τὰ ὑπ’ αὐτῶν τῶν ὑμετέρων, ὡς αὐτοί φατε, διδασκάλων εἰρημένα. Πολλὰ γὰρ καὶ αὐτοὶ | |
15B | ὑπὸ τῆς θείας τῶν ἀνθρώπων προνοίας καὶ ἄκοντες ὑπὲρ ἡμῶν εἰπεῖν ἠναγκάσθησαν, καὶ μάλιστα οἱ ἐν Αἰγύπτῳ γε‐ νόμενοι καὶ ἀπὸ τῆς Μωϋσέως καὶ τῶν προγόνων αὐτοῦ θεο‐ σεβείας ὠφεληθέντες. Οὐ γὰρ λανθάνειν ἐνίους ὑμῶν οἶμαι, | |
5 | ἐντυχόντας πάντως που τῇ τε Διοδώρου ἱστορίᾳ καὶ ταῖς τῶν λοιπῶν τῶν περὶ τούτων ἱστορησάντων, ὅτι καὶ Ὀρφεὺς καὶ Ὅμηρος καὶ Σόλων, ὁ τοὺς νόμους Ἀθηναίοις γεγραφώς, καὶ Πυθαγόρας καὶ Πλάτων καὶ ἄλλοι τινές, ἐν τῇ Αἰγύπτῳ γενόμενοι καὶ ἐκ τῆς Μωϋσέως ἱστορίας ὠφεληθέντες, ὕστερον | |
15C | ἐναντία τῶν πρότερον μὴ καλῶς περὶ θεῶν δοξάντων αὐτοῖς ἀπεφήναντο. | |
Ὀρφεὺς γοῦν, ὁ τῆς πολυθεότητος ὑμῶν, ὡς ἂν εἴποι τις, πρῶτος διδάσκαλος γεγονώς, οἷα πρὸς τὸν υἱὸν αὐτοῦ | 58 | |
5 | Μουσαῖον καὶ τοὺς λοιποὺς γνησίους ἀκροατὰς ὕστερον περὶ ἑνὸς καὶ μόνου θεοῦ κηρύττει λέγων, ἀναγκαῖον ὑπομνῆσαι ὑμᾶς. Ἔφη δὲ οὕτως· Φθέγξομαι οἷς θέμις ἐστί· θύρας δ’ ἐπίθεσθε βέβηλοι | |
15D | Πάντες ὁμῶς. Σὺ δ’ ἄκουε, φαεσφόρου ἔκγονε Μήνης, Μουσαῖ’! Ἐξερέω γὰρ ἀληθέα· μηδέ σε τὰ πρὶν Ἐν στήθεσσι φανέντα φίλης αἰῶνος ἀμέρσῃ. Εἰς δὲ λόγον θεῖον βλέψας τούτῳ προσέδρευε, | |
5 | Ἰθύνων κραδίης νοερὸν κύτος, εὖ τ’ ἐπίβαινε Ἀτραπιτοῦ, μοῦνον δ’ ἐσόρα κόσμοιο ἄνακτα. Εἷς ἔστ’, αὐτογενής, ἑνὸς ἔκγονα πάντα τέτυκται· | |
15E | Ἐν δ’ αὐτοῖς αὐτὸς περιγίνεται, οὐδέ τις αὐτὸν Εἰσοράᾳ θνητῶν, αὐτὸς δέ γε πάντας ὁρᾶται. | |
Οὗτος δ’ ἐξ ἀγαθοῖο κακὸν θνητοῖσι δίδωσι Καὶ πόλεμον κρυόεντα καὶ ἄλγεα δακρυόεντα. | 60 | |
5 | Οὐδέ τις ἔσθ’ ἕτερος χωρὶς μεγάλου βασιλῆος. Αὐτὸν δ’ οὐχ ὁρόω· περὶ γὰρ νέφος ἐστήρικται. Πᾶσιν γὰρ θνητοῖς θνηταὶ κόραι εἰσὶν ἐν ὄσσοις, Ἀσθενέες δ’ ἰδέειν Δία τὸν πάντων μεδέοντα. Οὗτος γὰρ χάλκειον ἐς οὐρανὸν ἐστήρικται | |
16A | Χρυσέῳ ἐνὶ θρόνῳ, γαίης δ’ ἐπὶ ποσσὶ βέβηκε Χεῖρά τε δεξιτερὴν ἐπὶ τέρματος ὠκεανοῖο Πάντοθεν ἐκτέτακεν· περὶ γὰρ τρέμει οὔρεα μακρὰ Καὶ ποταμοὶ πολιῆς τε βάθος χαροποῖο θαλάσσης. | |
5 | Καὶ αὖθις ἀλλαχοῦ που οὕτως λέγει· Εἷς Ζεύς, εἷς Ἀΐδης, εἷς Ἥλιος, εἷς Διόνυσος, Εἷς θεὸς ἐν πάντεσσι. Τί σοι δίχα ταῦτ’ ἀγορεύω; | |
16B | Καὶ ἐν τοῖς Ὅρκοις δὲ οὕτως· Οὐρανὸν ὁρκίζω σε, θεοῦ μεγάλου σοφὸν ἔργον, Αὐδὴν ὁρκίζω σε πατρός, τὴν φθέγξατο πρῶτον, Ἡνίκα κόσμον ἅπαντα ἑαῖς στηρίξατο βουλαῖς. | |
5 | Τί βούλεται τὸ λέγειν αὐτὸν Αὐδὴν ὁρκίζω σε πατρός, τὴν φθέγξατο πρῶτον; Αὐδὴν ἐνταῦθα τὸν τοῦ θεοῦ ὀνομάζει λόγον, δι’ οὗ οὐρανὸς | |
16C | καὶ γῆ καὶ ἡ πᾶσα ἐγένετο κτίσις, ὡς διδάσκουσιν ἡμᾶς αἱ θεῖαι τῶν ἁγίων ἀνδρῶν προφητεῖαι, αἷς ἐν μέρει καὶ αὐτὸς ἐν τῇ Αἰγύπτῳ προσχὼν ἔγνω ὅτι τῷ λόγῳ τοῦ θεοῦ πᾶσα ἐγένετο κτίσις. Διὸ καὶ μετὰ τὸ φῆσαι· | |
5 | Αὐδὴν ὁρκίζω σε πατρός, ἣν φθέγξατο πρῶτον, παραυτὰ συνάπτει λέγων· Ἡνίκα κόσμον ἅπαντα ἑαῖς στηρίξατο βουλαῖς. Ἐνταῦθα τὸν λόγον αὐδὴν διὰ τὸ ποιητικὸν ὀνομάζει μέτρον. | 62 |
16D | Ὅτι δὲ τοῦθ’ οὕτως ἔχει, δῆλον ἀπὸ τοῦ μικρῷ πρόσθεν τοῦ μέτρου συγχωροῦντος αὐτῷ λόγον αὐτὸν ὀνομάζειν. Ἔφη γάρ· Εἰς δὲ λόγον θεῖον βλέψας τούτῳ προσέδρευε. Τίνα δὲ καὶ τὴν ἀρχαίαν καὶ σφόδρα παλαιὰν Σί‐ | |
5 | βυλλαν, ἧς καὶ Πλάτων καὶ Ἀριστοφάνης καὶ ἕτεροι πλείους ὡς χρησμῳδοῦ μέμνηνται, διὰ χρησμῶν ὑμᾶς διδάσκειν περὶ ἑνὸς καὶ μόνου θεοῦ συμβαίνει, ἀναγκαῖον ὑπομνῆσαι. Λέγει δὲ οὕτως· | |
16E | Εἷς δὲ θεὸς μόνος ἔστιν, ὑπερμεγέθης, ἀγένητος, Παντοκράτωρ, ἀόρατος, ὁρώμενος αὐτὸς ἅπαντα, Αὐτὸς δ’ οὐ βλέπεται θνητῆς ὑπὸ σαρκὸς ἁπάσης. Εἶτ’ ἀλλαχοῦ που οὕτως· | |
5 | Ἡμεῖς δ’ ἀθανάτοιο τρίβους πεπλανημένοι εἰμέν, Ἔργα δὲ χειροποίητα γεραίρομεν ἄφρονι θυμῷ, | |
17A | Εἴδωλα ξόανά τε καταφθιμένων ἀνθρώπων. Καὶ πάλιν ἀλλαχοῦ που οὕτως· Ὄλβιοι ἄνθρωποι κεῖνοι κατὰ γαῖαν ἔσονται, | |
Ὅσσοι δὴ στέρξουσι μέγαν θεόν, εὐλογέοντες | 64 | |
5 | Πρὶν φαγέειν πιέειν τε, πεποιθότες εὐσεβίῃσιν· Οἳ νηοὺς μὲν ἅπαντας ἀπαρνήσονται ἰδόντες Καὶ βωμούς, εἰκαῖα λίθων ἀφιδρύματα κωφῶν, Αἵμασιν ἐμψύχων μεμιασμένα καὶ θυσίῃσι | |
17B | Τετραπόδων, βλέψουσι δ’ ἑνὸς θεοῦ ἐς μέγα κῦδος. Ταῦτα μὲν οὖν ἡ Σίβυλλα. Ὁ δὲ ποιητὴς Ὅμηρος, τῇ τῆς ποιήσεως ἀποχρώμενος ἐξουσίᾳ καὶ τὴν ἐν ἀρχῇ τῆς πολυθεότητος Ὀρφέως ζηλώσας | |
5 | δόξαν, μυθωδῶς μὲν πλειόνων θεῶν μέμνηται, ἵνα μὴ δόξῃ τῆς Ὀρφέως ἀπᾴδειν ποιήσεως, ἣν οὕτως ζηλῶσαι προὔθετο, ὡς καὶ διὰ τοῦ πρώτου τῆς ποιήσεως ἔπους τὴν πρὸς αὐτὸν σημῆναι σχέσιν. Τοῦ γὰρ Ὀρφέως | |
17C | Μῆνιν ἄειδε, θεά, Δημήτερος ἀγλαοκάρπου ἐν ἀρχῇ τῆς ποιήσεως εἰρηκότος, αὐτὸς Μῆνιν ἄειδε, θεά, Πηληϊάδεω Ἀχιλῆος γέγραφεν, ἑλόμενος, ὡς ἐμοὶ δοκεῖ, ἐν ἀρχῇ καὶ τοῦ κατὰ | |
5 | τὴν ποίησιν ἐκπεσεῖν μέτρου, ἵνα μὴ δόξῃ τοῦ τῶν θεῶν ὀνό‐ ματος μὴ μεμνῆσθαι πρῶτον. Μικρὸν δὲ ὕστερον καὶ τὴν ἑαυ‐ τοῦ περὶ ἑνὸς καὶ μόνου θεοῦ σαφῶς καὶ φανερῶς ἐκτίθεται δόξαν, πῇ μὲν διὰ τοῦ Φοίνικος πρὸς Ἀχιλλέα λέγων· Οὐδ’ εἴ κέν μοι ὑποσταίη θεὸς αὐτός, | |
17D | Γῆρας ἀποξύσας, θήσειν νέον ἡβώοντα, διὰ τῆς ἀντωνυμίας τὸν ὄντως ὄντα σημαίνων θεόν· πῇ δὲ | |
διὰ τοῦ Ὀδυσσέως πρὸς τὸ τῶν Ἑλλήνων πλῆθος οὕτω λέγων· Οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω. | 66 | |
5 | Ὅτι δὲ οὐκ ἀγαθὸν πολυκοιρανίη, ἀλλὰ τοὐναντίον κακόν, ἔργῳ δηλῶσαι προὔθετο, πολέμους τε αὐτῶν διὰ τὸ πλῆθος καὶ μάχας καὶ στάσεις καὶ κατ’ ἀλλήλων ἐπιβουλὰς διηγούμε‐ | |
17E | νος. Τὴν γὰρ μοναρχίαν ἄμαχον εἶναι συμβαίνει. Ταῦτα μὲν οὖν ὁ ποιητὴς Ὅμηρος. Εἰ δὲ καὶ τῶν ἀπὸ τῆς σκηνῆς περὶ ἑνὸς θεοῦ μαρτυ‐ ρίας ἡμᾶς προσθεῖναι δέοι, ἀκούσατε καὶ Σοφοκλέους οὕτω | |
5 | λέγοντος· Εἷς ταῖς ἀληθείαισιν, εἷς ἔστιν θεός, | |
18A | Ὃς οὐρανὸν τέτευχε καὶ γαῖαν μακράν, Πόντου τε χαροπὸν οἶδμα κἀνέμων βίας. Θνητοὶ δὲ πολλοὶ καρδίᾳ πλανώμενοι Ἱδρυσάμεσθα πημάτων παραψυχήν, | |
5 | Θεῶν ἀγάλματ’ ἐκ λίθων τε καὶ ξύλων, Ἢ χρυσοτεύκτων ἢ ἐλεφαντίνων τύπους· Θυσίας τε τούτοις καὶ καλὰς πανηγύρεις Τεύχοντες, οὕτως εὐσεβεῖν νομίζομεν. Ταῦτα μὲν οὖν ὁ Σοφοκλῆς. | |
18B | Ὁ δὲ τοῦ Μνησάρχου Πυθαγόρας, ὁ τὰ δόγματα τῆς ἑαυτοῦ φιλοσοφίας διὰ συμβόλων μυστικῶς ἐκθέμενος, ὡς δηλοῦσιν οἱ τὸν βίον αὐτοῦ γεγραφότες, ἄξια καὶ αὐτὸς τῆς | |
εἰς Αἴγυπτον ἀποδημίας περὶ ἑνὸς θεοῦ φρονῶν φαίνεται. | 68 | |
5 | Τὴν γὰρ μονάδα ἀρχὴν ἁπάντων λέγων καὶ ταύτην τῶν ἀγα‐ θῶν ἁπάντων αἰτίαν εἶναι, δι’ ἀλληγορίας ἕνα τε καὶ μόνον διδάσκει θεὸν εἶναι. Ὅτι δὲ τοῦθ’ οὕτως ἔχει, δῆλον ἀφ’ ὧν | |
18C | μονάδα καὶ ἓν πολλῷ διαφέρειν ἀλλήλων ἔφη· τὴν μὲν γὰρ μονάδα ἐν τοῖς νοητοῖς εἶναι λέγει, τὸ δὲ ἓν ἐν τοῖς ἀριθμοῖς. Εἰ δὲ καὶ σαφεστέραν ἀπόδειξιν περὶ ἑνὸς θεοῦ τῆς Πυθαγόρου δόξης ποθεῖτε γνῶναι, ἀκούσατε καὶ τῆς αὐτοῦ δόξης. Οὕτω | |
5 | γὰρ ἔφη· Ὁ μὲν θεὸς εἷς, αὐτὸς δὲ οὐχ, ὥς τινες ὑπονοοῦ‐ σιν, ἐκτὸς τᾶς διακοσμήσιος, ἀλλ’ ἐν ἑαυτῷ ὅλος ἐν ὅλῳ τῷ κύκλῳ ἐπισκοπῶν πάσας γενέσιάς ἐστιν, κρᾶσις ἐὼν τῶν | |
18D | ὅλων αἰώνων καὶ ἐργάτας τῶν αὐτοῦ δυνάμεων καὶ ἔργων, ἀρχὰ πάντων, ἐν οὐρανῷ φωστὴρ καὶ πάντων πατήρ, νοῦς καὶ ψύχωσις τῶν ὅλων, κύκλων ἁπάντων κίνασις. Οὕτω μὲν οὖν ὁ Πυθαγόρας. | |
5 | Πλάτων δέ, ἀποδεξάμενος μέν, ὡς ἔοικεν, τὴν περὶ | |
ἑνὸς καὶ μόνου θεοῦ Μωϋσέως καὶ τῶν ἄλλων προφητῶν δι‐ δασκαλίαν, ἣν ἐν Αἰγύπτῳ γενόμενος ἔγνω, διὰ δὲ τὰ συμβε‐ βηκότα Σωκράτει δεδιὼς μήπως καὶ αὐτὸς Ἄνυτόν τινα ἢ Μέλητον καθ’ ἑαυτοῦ γενέσθαι παρασκευάσῃ κατηγοροῦντα | 70 | |
18E | αὐτοῦ παρ’ Ἀθηναίοις καὶ λέγοντα· Πλάτων ἀδικεῖ καὶ πε‐ ριεργάζεται, θεοὺς οὓς ἡ πόλις νομίζει οὐ νομίζων· φόβῳ τοῦ κωνείου ποικίλον τινὰ καὶ ἐσχηματισμένον τὸν περὶ θεῶν γυμνάζει λόγον, εἶναί τε θεοὺς τοῖς βουλομένοις καὶ μὴ εἶναι | |
5 | οἷς τἀναντία δοκεῖ τῷ λόγῳ κατασκευάζων, ὡς ἔσται ῥᾴδιον ἀπ’ αὐτῶν τῶν ὑπ’ αὐτοῦ λεχθέντων γνῶναι. Πᾶν γὰρ τὸ γε‐ νόμενον θνητὸν προαποφηνάμενος εἶναι, ὕστερον θεοὺς γεγενῆ‐ | |
19A | σθαι λέγει. Εἰ τοίνυν ἀρχὴν ἁπάντων τὸν θεὸν καὶ τὴν ὕλην εἶναι βούλεται, δῆλον ὅτι ἀνάγκη πᾶσα ἐξ ὕλης τοὺς θεοὺς γεγενῆσθαι λέγειν. Εἰ δὲ ἐξ ὕλης, ἐξ ἧς καὶ τὸ κακὸν ὡρμῆ‐ σθαι ἔφη, οἵους εἶναι τοὺς θεοὺς τοὺς ἐξ ὕλης γενομένους οἴε‐ | |
5 | σθαι προσήκει, τοῖς εὖ φρονοῦσι παρῆκε σκοπεῖν. Διὰ τοῦτο γὰρ καὶ ἀγένητον τὴν ὕλην ἔφησεν εἶναι, ἵνα μὴ δόξῃ τὸν θεὸν τοῦ κακοῦ ποιητὴν εἶναι λέγειν. Καὶ περὶ μὲν τῶν ὑπὸ τοῦ θεοῦ δημιουργηθέντων θεῶν ταῦτ’ εἰρηκὼς φαίνεται· | |
19B | Θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργός. Περὶ δὲ τοῦ ὄντως ὄντος θεοῦ τὴν ὀρθὴν ἔχων φαίνεται δόξαν. Ἀκηκοὼς γὰρ ἐν Αἰ‐ γύπτῳ τὸν θεὸν τῷ Μωϋσεῖ εἰρηκέναι Ἐγώ εἰμι ὁ ὤν, ὁπη‐ νίκα πρὸς τοὺς Ἑβραίους αὐτὸν ἀποστέλλειν ἔμελλεν, ἔγνω ὅτι | |
5 | οὐ κύριον ὄνομα ἑαυτοῦ ὁ θεὸς πρὸς αὐτὸν ἔφη. Οὐδὲν γὰρ ὄνομα ἐπὶ θεοῦ κυριολογεῖσθαι δυνατόν. Τὰ γὰρ ὀνόματα εἰς δήλωσιν καὶ διάγνωσιν τῶν ὑποκειμένων κεῖται πραγμάτων, πολλῶν καὶ διαφόρων ὄντων· θεῷ δὲ οὔτε | 72 |
19C | ὁ τιθεὶς ὄνομα προϋπῆρχεν, οὔτε αὐτὸς ἑαυτὸν ὀνομάζειν ᾠήθη δεῖν, εἷς καὶ μόνος ὑπάρχων, ὡς αὐτὸς διὰ τῶν ἑαυτοῦ προ‐ φητῶν μαρτυρεῖ λέγων· Ἐγὼ θεὸς πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα καὶ πλὴν ἐμοῦ θεὸς ἕτερος οὐκ ἔστι. Διὰ τοῦτο τοίνυν, ὡς | |
5 | καὶ πρότερον ἔφην, οὐδὲ ὀνόματός τινος ὁ θεὸς ἀποστέλλων πρὸς τοὺς Ἑβραίους τὸν Μωϋσέα μέμνηται, ἀλλὰ διά τινος μετ‐ | |
19D | οχῆς ἕνα καὶ μόνον θεὸν ἑαυτὸν εἶναι μυστικῶς διδάσκει. Ἐγὼ γάρ, φησίν, εἰμὶ ὁ ὤν, ἀντιδιαστέλλων ἑαυτὸν δῆλον ὅτι ὁ ὢν τοῖς μὴ οὖσιν, ἵνα γνῶσιν οἱ πρότερον ἀπατηθέντες ὅτι οὐχὶ τοῖς οὖσιν ἀλλὰ τοῖς μὴ οὖσι προσέσχον. Ἐπεὶ τοί‐ | |
5 | νυν ὁ θεὸς ἠπίστατο τοὺς πρώτους ἀνθρώπους τῆς παλαιᾶς τῶν προγόνων μεμνημένους ἀπάτης, ἣν ἀπατῆσαι αὐτοὺς ὁ μισάνθρωπος δαίμων ἐβουλήθη φήσας πρὸς αὐτοὺς Εἰ πει‐ σθείητέ μοι τὴν τοῦ θεοῦ παρελθεῖν ἐντολήν, ἔσεσθε ὡς θεοί, | |
19E | θεοὺς ὀνομάζων τοὺς μὴ ὄντας, ἵν’ οἱ ἄνθρωποι οἰηθέντες καὶ ἑτέρους εἶναι θεοὺς καὶ ἑαυτοὺς δύνασθαι γενέσθαι θεοὺς | |
πιστεύσωσι, διὰ τοῦτο πρὸς τὸν Μωϋσέα ἔφη Ἐγώ εἰμι ὁ ὤν, ἵνα διὰ τῆς μετοχῆς ὄντος τοῦ θεοῦ ὄντος καὶ μὴ ὄντων δια‐ | 74 | |
5 | φορὰν διδάξῃ. Πεισθέντες τοίνυν οἱ ἄνθρωποι τῷ ἠπατηκότι | |
20A | δαίμονι καὶ θεοῦ παρακοῦσαι τολμήσαντες ἐξῆλθον τοῦ παρα‐ δείσου, τοῦ μὲν ὀνόματος τῶν θεῶν μεμνημένοι, μηκέτι δὲ παρὰ θεοῦ μὴ εἶναι θεοὺς ἑτέρους διδαχθέντες· οὐ γὰρ δίκαιον ἦν τοὺς τὴν πρώτην ἐντολὴν μὴ φυλάξαντας, ἣν φυλάξαι ῥᾴ‐ | |
5 | διον ἦν, διδάσκειν ἔτι, ἀλλὰ τιμωρίαν αὐτοῖς ἐπάγειν δι‐ καίαν. Ἐκβληθέντες τοίνυν τοῦ παραδείσου καὶ οἰόμενοι διὰ τὴν παρακοὴν ἐκβεβλῆσθαι μόνην, οὐ μὴν εἰδότες διότι καὶ | |
20B | θεοὺς μὴ ὄντας ἐπείσθησαν εἶναι, τὸ τῶν θεῶν ὄνομα καὶ τοῖς μετὰ ταῦτα ἐξ αὐτῶν γενομένοις ἀνθρώποις παρέδοσαν. Αὕτη τοίνυν πρώτη περὶ θεῶν ψευδὴς φαντασία, ἀπὸ τοῦ ψεύ‐ στου πατρὸς τὴν ἀρχὴν ἐσχηκυῖα. Εἰδὼς τοίνυν ὁ θεὸς τὴν | |
5 | τῆς πολυθεότητος μὴ ἀληθῆ δόξαν ὥσπερ τινὰ νόσον τῇ τῶν ἀνθρώπων ἐνοχλοῦσαν ψυχῇ, ἀνελεῖν καὶ ἀνατρέψαι βουλόμε‐ νος, πρῶτον μὲν τῷ Μωϋσεῖ φανεὶς ἔφη πρὸς αὐτόν· Ἐγώ | |
20C | εἰμι ὁ ὤν. Ἔδει γάρ, οἶμαι, τὸν ἄρχοντα καὶ στρατηγὸν τοῦ τῶν Ἑβραίων γένους ἔσεσθαι μέλλοντα πρῶτον ἁπάντων τὸν ὄντα γινώσκειν θεόν. Διὸ καὶ τούτῳ πρώτῳ φανείς, ὡς ἦν δυνατὸν ἀνθρώπῳ φανῆναι θεόν, ἔφη πρὸς αὐτόν· Ἐγώ εἰμι ὁ | |
5 | ὤν. Εἶτα, ἀποστέλλειν αὐτὸν πρὸς τοὺς Ἑβραίους μέλλων, κἀκείνοις αὐτὸν τὰ αὐτὰ προστάττει λέγειν· Ὁ ὢν ἀπέ‐ σταλκέ με πρὸς ὑμᾶς. Ταῦτα τοίνυν ἐν Αἰγύπτῳ μαθὼν ὁ Πλάτων, καὶ σφόδρα ἀρεσθεὶς τοῖς περὶ ἑνὸς θεοῦ εἰρημένοις, τοῦ μὲν | |
20D | ὀνόματος Μωϋσέως, διὰ τὸ ἕνα καὶ μόνον διδάσκειν θεόν, μνη‐ μονεῦσαι παρ’ Ἀθηναίοις οὐκ ἀσφαλὲς ἡγεῖτο, δεδιὼς τὸν Ἄρειον πάγον, τὸ δὲ καλῶς εἰρημένον ὑπ’ αὐτοῦ οὐχ ὡς παρ’ ἐκείνου μαθών, ἀλλ’ ὡς ἑαυτοῦ ἐκτιθέμενος δόξαν ἐν τῷ ἐσπου‐ | |
5 | δασμένῳ αὐτοῦ λόγῳ Τιμαίῳ, ἐν ᾧ καὶ θεολογεῖν ἐπιχείρει, τὸ αὐτὸ ὃ καὶ περὶ θεοῦ Μωϋσῆς γέγραφεν. Ἔφη γάρ· Ἔστιν | 76 |
20E | οὖν κατ’ ἐμὴν δόξαν διαιρετέον πρῶτον, τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γινόμενον μὲν ἀεί, ὂν δὲ οὐδέποτε. Τοῦτο, ὦ ἄνδρες Ἕλληνες, τοῖς νοεῖν δυναμένοις οὐ δοκεῖ ἓν καὶ ταὐτὸν εἶναι, τῷ ἄρθρῳ μόνῳ διαλλάττον; Ὁ μὲν γὰρ | |
5 | Μωϋσῆς ὁ ὢν ἔφη, ὁ δὲ Πλάτων τὸ ὄν. Ἑκάτερον δὲ τῶν εἰρημένων τῷ ἀεὶ ὄντι θεῷ προσήκειν φαίνεται· αὐτὸς γάρ ἐστι μόνος ὁ ἀεὶ ὤν, γένεσιν δὲ μὴ ἔχων. Τί τοίνυν ἐστὶν ἕτε‐ | |
21A | ρον τὸ τῷ ἀεὶ ὄντι ἀντιδιαστελλόμενον, περὶ οὗ αὐτὸς ἔφη· Καὶ τί τὸ γινόμενον μὲν ἀεί, ὂν δὲ οὐδέποτε, ἀκριβῶς σκο‐ πεῖν προσήκει. Εὑρήσομεν γὰρ αὐτὸν σαφῶς καὶ φανερῶς τὸν μὲν ἀγένητον ἀΐδιον εἶναι λέγοντα, τοὺς δὲ γενητοὺς ἢ δη‐ | |
5 | μιουργητοὺς (ὡς αὐτὸς περὶ τῶν αὐτῶν εἰρῆσθαι ἔφη· Θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργός) γινομένους καὶ ἀπολλυμένους. Οὕτω τοῦτο γὰρ αὐτὸς λέγει· Ἔστιν οὖν κατ’ ἐμὴν δόξαν | |
21B | πρῶτον διαιρετέον, τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γινόμενον, ὂν δὲ οὐδέποτε. Τὸ μὲν οὖν νοήσει μετὰ τοῦ λόγου περιληπτόν, ἀεὶ κατὰ ταὐτὰ ὄν, τὸ δ’ αὖ δόξῃ μετ’ αἰσθήσεως ἀλόγου δοξαστόν, γινόμενον καὶ ἀπολλύμενον, ὂν | |
5 | δὲ οὐδέποτε. Ταῦτα τὰ ῥητὰ τοῖς ὀρθῶς νοεῖν δυναμένοις ἀναίρεσιν καὶ ἀπώλειαν τῶν γενομένων κηρύττει θεῶν. Ἀναγ‐ | |
καῖον δὲ οἶμαι καὶ τούτῳ προσέχειν τὸν νοῦν, ὅτι οὐδὲ ποιητὴν αὐτὸν ὁ Πλάτων ἀλλὰ δημιουργὸν ὀνομάζει θεῶν, καίτοι | 78 | |
21C | πολλῆς διαφορᾶς ἐν τούτοις οὔσης κατὰ τὴν αὐτοῦ Πλάτωνος δόξαν· ὁ μὲν γὰρ ποιητής, οὐδενὸς ἑτέρου προσδεόμενος, ἐκ τῆς ἑαυτοῦ δυνάμεως καὶ ἐξουσίας ποιεῖ τὸ ποιούμενον, ὁ δὲ δημιουργός, τὴν τῆς δημιουργίας δύναμιν ἐκ τῆς ὕλης εἰλη‐ | |
5 | φώς, κατασκευάζει τὸ γινόμενον. Ἀλλ’ ἴσως τινές, τῶν τῆς πολυθεότητος δογμάτων ἀποστῆναι μὴ βουλόμενοι, αὐτὸν τὸν δημιουργὸν τοῖς δημιουρ‐ γηθεῖσι θεοῖς ταῦτ’ εἰρηκέναι φήσουσιν· Ἐπείπερ γεγένησθε, | |
21D | ἀθάνατοι μὲν οὐκ ἐστὲ οὐδ’ ἄλυτοι τὸ πάμπαν, οὔτε μὴν δὴ λυθήσεσθέ γε οὔτε τεύξεσθε θανάτου μοίρας, τῆς ἐμῆς βουλή‐ σεως, μείζονος ἔτι δεσμοῦ καὶ ἰσχυροτέρου, λαχόντες. Ἐν‐ ταῦθα ὁ Πλάτων, τοὺς τὴν πολυθεότητα ἀσπαζομένους δε‐ | |
5 | διώς, ἐναντία ἑαυτῷ τὸν κατ’ αὐτὸν δημιουργὸν εἰσάγει λέγοντα. Πᾶν γὰρ τὸ γενόμενον φθαρτὸν πρότερον εἰρηκέναι αὐτὸν | |
21E | φήσας νῦν τἀναντία αὐτὸν εἰσάγει λέγοντα, ἀγνοῶν ὅτι οὐδα‐ μῶς οὕτω δυνατὸν τὸ τῆς ψευδολογίας ἐκφυγεῖν ἔγκλημα· ἢ γὰρ τὸ πρότερον εἰρηκὼς πᾶν τὸ γενόμενον φθαρτὸν ψεύδεται, ἢ νῦν τἀναντία τοῖς πρότερον περὶ αὐτῶν εἰρημένοις ἐπαγγελ‐ | |
5 | λόμενος. Εἰ γὰρ ἀνάγκη πᾶσα τὸ γενητὸν φθαρτὸν εἶναι κατὰ τὸν πρότερον αὐτοῦ ὅρον, πῶς ἐγχωρεῖ τὸ κατ’ ἀνάγκην | |
22A | ἀδύνατον γενέσθαι δυνατόν; Ὥστε μάτην ἔοικεν ὁ Πλάτων ἀδύνατα χαρίζεσθαι τῷ κατ’ αὐτὸν δημιουργῷ, τοὺς ἅπαξ διὰ | |
τὸ ἐξ ὕλης γεγενῆσθαι φθαρτοὺς καὶ λυτοὺς γενομένους αὖθις δι’ αὐτοῦ ἀφθάρτους καὶ ἀλύτους ἐπαγγελλόμενος ἔσεσθαι. | 80 | |
5 | Τὴν γὰρ τῆς ὕλης δύναμιν, ἀγένητον καὶ ἰσόχρονον καὶ ἡλι‐ κιῶτιν κατὰ τὴν αὐτοῦ δόξαν τοῦ δημιουργοῦ οὖσαν, ἀντιστα‐ τεῖν εἰκὸς τῇ αὐτοῦ βουλήσει· τῷ γὰρ μὴ πεποιηκότι οὐδεμία | |
22B | ἐξουσία πρὸς τὸ μὴ γεγονός, ὥστε οὐδὲ βιασθῆναι αὐτὴν δυνατόν, τῆς ἔξωθεν πάσης ἀνάγκης ἐλευθέραν οὖσαν. Διὰ τοῦτο τοίνυν καὶ αὐτὸς ὁ Πλάτων εἰς ταῦτα ἀφορῶν οὕτω γέ‐ γραφεν· Ἀνάγκη δὲ οὐδὲ θεὸν λέγεσθαι δυνατὸν βιάζεσθαι. | |
5 | Πῶς οὖν Ὅμηρον τῆς ἑαυτοῦ πολιτείας ἐκβάλλει Πλάτων, ἐπειδὴ ἐν τῇ πρὸς Ἀχιλλέα πρεσβείᾳ τὸν Φοίνικα πεποίηκε τῷ Ἀχιλλεῖ λέγοντα· Στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί, | |
22C | καίτοι Ὁμήρου οὐ περὶ τοῦ βασιλέως καὶ κατὰ Πλάτωνα δη‐ μιουργοῦ τῶν θεῶν ταῦτ’ εἰρηκότος, ἀλλὰ περί τινων θεῶν, τῶν παρ’ Ἕλλησι πολλῶν εἶναι νομιζομένων, ὡς ἔστιν ἡμῖν καὶ παρ’ αὐτοῦ Πλάτωνος μανθάνειν, θεοὶ θεῶν λέγοντος; | |
5 | Τῷ γὰρ ἑνὶ καὶ πρώτῳ θεῷ τὴν ἐξουσίαν καὶ τὸ κράτος ἁπάν‐ των Ὅμηρος διὰ τῆς χρυσῆς ἐκείνης ἀναφέρει σειρᾶς, τοὺς δὲ λοιποὺς θεοὺς τοσοῦτ’ ἀπέχειν ἔφη τῆς ἐκείνου θεότητος, | |
22D | ὥστε αὐτοὺς καὶ μετὰ ἀνθρώπων ὀνομάζειν ἀξιοῦν. Τὸν γοῦν Ὀδυσσέα κατὰ τοῦ Ἕκτορος πρὸς τὸν Ἀχιλλέα εἰσάγει λέγοντα· Μαίνεται ἐκπάγλως, πίσυνος Διΐ, οὐδέ τι τίει Ἀνέρας οὐδὲ θεούς. | |
5 | Ἐνταῦθά μοι Ὅμηρος δοκεῖ πάντως που καὶ αὐτὸς ὥσπερ ὁ Πλάτων ἐν Αἰγύπτῳ μαθὼν περὶ ἑνὸς θεοῦ σαφῶς καὶ φανε‐ | |
ρῶς τουτὶ ἐμφαίνειν, ὅτι ὁ τῷ ὄντι πεποιθὼς θεῷ τῶν μὴ | 82 | |
22E | ὄντων ἀμελεῖ. Οὕτως γὰρ ὁ ποιητῆς καὶ ἀλλαχοῦ που, δι’ ἑτέρας λέξεως ἰσοδυναμούσης, τῇ ἀντωνυμίᾳ, ταὐτῇ τῇ ὑπὸ Πλάτωνος εἰρημένῃ μετοχῇ, κέχρηται, τὸν ὄντα θεὸν ἀπαγγελ‐ λούσῃ, περὶ οὗ ὁ Πλάτων ἔφη· Τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ | |
5 | ἔχον. Οὐ γὰρ ἁπλῶς εἰρῆσθαί μοι δοκεῖ τὸ ὑπὸ τοῦ Φοίνικος εἰρημένον· Οὐδ’ εἴ κέν μοι ὑποσταίη θεὸς αὐτός, Γῆρας ἀποξύσας, θήσειν νέον ἡβώοντα. | |
23A | Ἡ γὰρ αὐτὸς ἀντωνυμία τὸν ὄντως ὄντα σημαίνει θεόν. Οὕτως γὰρ καὶ ὁ περὶ τῶν Χαλδαίων ὑμῖν καὶ Ἑβραίων εἰρη‐ μένος σημαίνει χρησμός· πυθομένου γάρ τινος, τίνας πώποτε θεοσεβεῖς ἄνδρας γεγενῆσθαι συνέβη, οὕτως εἰρηκέναι αὐτόν | |
5 | φατε· Μοῦνοι Χαλδαῖοι σοφίην λάχον, ἠδ’ ἄρ’ Ἑβραῖοι, Αὐτογένητον ἄνακτα σεβαζόμενοι θεὸν αὐτόν. | |
23B | Πῶς οὖν ὁ Πλάτων Ὁμήρῳ μέμφεται τοὺς θεοὺς στρεπτοὺς εἶναι λέγοντι, καίτοι Ὁμήρου διὰ τὸ χρήσιμον τοῦτ’ εἰρηκότος, ὡς ἔστι δῆλον ἀπ’ αὐτῶν τῶν εἰρημένων; Ἴδιον γὰρ τῶν δι’ εὐχῆς καὶ θυσιῶν φιλανθρωπίας τυγχάνειν ἀξιούν‐ | |
5 | των τὸ παύεσθαι καὶ μεταγινώσκειν ἐφ’ οἷς ἥμαρτον· οἱ γὰρ ἀνεπιστρεφὲς τὸ θεῖον οἰόμενοι εἶναι, οὐδαμῶς ἀφίστασθαι τῶν ἁμαρτημάτων προῄρηνται, οὐδὲν ὄφελος ἐκ τῆς μετανοίας | |
23C | ἕξειν οἰόμενοι. Πῶς οὖν Ὁμήρου τοῦ ποιητοῦ καταγνοὺς ὁ | |
φιλόσοφος Πλάτων, Στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοὶ εἰρηκότος, αὐτὸς τὸν τῶν θεῶν δημιουργὸν εἰσάγει οὕτω ῥᾳ‐ | 84 | |
5 | δίως τρεπόμενον, ὡς ποτὲ μὲν θεοὺς θνητούς, ποτὲ δὲ τοὺς αὐτοὺς ἀθανάτους εἶναι λέγειν; Καὶ οὐ μόνον περὶ αὐτῶν, ἀλλὰ καὶ περὶ τῆς ὕλης, ἀφ’ ἧς καὶ τοὺς δημιουργηθέντας θεούς, ὡς αὐτός φησι, γεγενῆσθαι ἀνάγκη, ποτὲ μὲν ἀγένητον ποτὲ δὲ γενητὴν εἶναι λέγει, ἀγνοῶν ὅτι οἷς Ὁμήρῳ μέμφεται | |
23D | τούτοις αὐτὸς περιπίπτων ἐλέγχεται, τὸν τῶν θεῶν δημιουργὸν οὕτω ῥᾳδίως τρέπεσθαι λέγων, καίτοι Ὁμήρου περὶ αὐτοῦ ἐναντία εἰρηκότος. Ἔφη γὰρ αὐτὸν οὕτω περὶ ἑαυτοῦ λέγειν· Οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ’ ἀπατηλὸν | |
5 | Οὐδ’ ἀτελεύτητον, ὅ τι κεν κεφαλῇ κατανεύσω. Ἀλλὰ ταῦτα μὲν ἑκών, ὡς ἔοικεν, ὁ Πλάτων, τοὺς τὴν πο‐ | |
23E | λυθεότητα ἀσπαζομένους δεδιώς, ἀλλόκοτα περὶ θεῶν διεξιέ‐ ναι φαίνεται. Ὅσα δὲ παρὰ Μωϋσέως καὶ τῶν προφητῶν περὶ ἑνὸς θεοῦ μεμαθηκὼς οἴεται δεῖν λέγειν ταῦτα μυστικῶς προῄρηται λέγειν, τοῖς θεοσεβεῖν βουλομένοις τὴν ἑαυτοῦ | |
5 | σημαίνων δόξαν. Ἀρεσθεὶς γὰρ τῷ ὑπὸ τοῦ θεοῦ πρὸς τὸν Μωϋσέα εἰρημένῳ Ἐγώ εἰμι ὁ ὤν, καὶ τὴν βραχεῖαν διὰ τῆς | |
24A | μετοχῆς εἰρημένην ῥῆσιν μετὰ πολλῆς θεωρίας δεξάμενος, ἔγνω ὅτι τὴν ἀϊδιότητα αὐτοῦ ὁ θεὸς τῷ Μωϋσεῖ σημῆναι θέλων Ἐγώ εἰμι ὁ ὢν ἔφη, τῆς ὢν συλλαβῆς οὐχ ἕνα χρόνον δηλού‐ σης, ἀλλὰ τοὺς τρεῖς, τόν τε παρεληλυθότα καὶ τὸν ἐνεστῶτα | |
5 | καὶ τὸν μέλλοντα. Οὕτω γὰρ καὶ ὁ Πλάτων τοῦ ὢν ἐπὶ τοῦ περιττοῦ μέμνηται χρόνου, Ὂν δὲ οὐδέποτε λέγων. Τὸ γὰρ οὐδέποτε οὐκ ἐπὶ τοῦ παρεληλυθότος, ὡς οἴονταί τινες, ἀλλ’ | |
24B | ἐπὶ τοῦ μέλλοντος εἴρηται χρόνου. Τοῦτο γὰρ καὶ παρὰ τοῖς ἔξωθεν ἠκρίβωται. Διὰ τοῦτο τοίνυν, ὥσπερ ἑρμηνεῦσαι τοῖς ἀγνοοῦσι τὸ μυστικῶς περὶ τῆς ἀϊδιότητος τοῦ θεοῦ διὰ τῆς μετοχῆς εἰρημένον βουλόμενος, ὁ Πλάτων αὐταῖς λέξεσιν | 86 |
5 | οὕτω γέγραφεν· Ὁ μὲν δὴ θεός, ὥσπερ καὶ ὁ παλαιὸς λόγος, ἀρχὴν καὶ τελευτὴν καὶ μέσα τῶν πάντων ἔχων. Ἐν‐ ταῦθα ὁ Πλάτων σαφῶς καὶ φανερῶς τὸν παλαιὸν λόγον Μωϋσέως ὀνομάζει νόμον, τοῦ μὲν ὀνόματος Μωϋσέως φόβῳ | |
24C | τοῦ κωνείου μεμνῆσθαι δεδιώς· ἠπίστατο γὰρ τὴν τοῦ ἀνδρὸς διδασκαλίαν ἐχθρὰν Ἑλλήνων οὖσαν· διὰ δὲ τῆς τοῦ λόγου παλαιότητος τὸν Μωϋσέα σημαίνει σαφῶς. Ὅτι δὲ παλαιὸς καὶ πρῶτος ὁ Μωϋσέως νόμος, καὶ ἐκ τῆς Διοδώρου καὶ τῶν | |
5 | λοιπῶν ἱστοριῶν ἱκανῶς ἡμῖν ἐν τοῖς προάγουσιν ἀποδέδει‐ κται· πρῶτον γὰρ ἁπάντων νομοθέτην αὐτὸν Διόδωρος γεγε‐ νῆσθαι λέγει, μηδέπω μηδὲ τῶν τοῖς Ἕλλησι διαφερόντων εὑρεθέντων γραμμάτων, οἷς χρώμενοι τὰς ἑαυτῶν γεγράφασιν ἱστορίας. | |
24D | Θαυμαζέτω δὲ μηδείς, εἰ Μωϋσεῖ πεισθεὶς ὁ Πλά‐ των περὶ τῆς ἀϊδιότητος τοῦ θεοῦ οὕτως γέγραφεν. Εὑρήσεις γὰρ αὐτὸν μυστικῶς μετὰ τὸν ὄντως ὄντα θεὸν καὶ τοῖς προ‐ φήταις τὴν ἀληθῆ περὶ τῶν ὄντων ἀναφέροντα γνῶσιν. Οὕτω | |
5 | γὰρ ἐν τῷ Τιμαίῳ περί τινων ἀρχῶν διαλεγόμενος γέγραφε· Τὴν δὲ πυρὸς ἀρχὴν καὶ τῶν ἄλλων σωμάτων ὑποτιθέμεθα, | |
24E | κατὰ τὸν μετ’ ἀνάγκης εἰκότα λόγον πορευόμενοι· τὰς δὲ ἔτι τούτων ἀρχὰς ὁ θεὸς οἶδεν ἄνωθεν καὶ ἀνδρῶν ὃς ἂν ἐκείνῳ φίλος ᾖ. Ἄνδρας δὲ τίνας ἑτέρους θεοῦ φίλους εἶναι νομίζει, | |
εἰ μὴ Μωϋσέα καὶ τοὺς λοιποὺς προφήτας; Ὧν ταῖς προφη‐ | 88 | |
5 | τείαις ἐντυχὼν καὶ τὸν περὶ κρίσεως παρ’ αὐτῶν μεμαθηκὼς λόγον ἐν τῷ πρώτῳ τῆς Πολιτείας λόγῳ οὕτω προαναφωνεῖ | |
25A | λέγων· Ἐπειδάν τις ἐγγὺς ᾖ τοῦ οἴεσθαι τελευτήσειν, εἰσέρ‐ χεται αὐτῷ δέος καὶ φροντὶς περὶ ὧν ἐν τῷ πρόσθεν οὐκ εἰσῄει. Οἵ τε γὰρ λεγόμενοι μῦθοι περὶ τῶν ἐν ᾅδου, ὡς τὸν ἐνθάδε ἀδικήσαντα δέοι ἐκεῖ διδόναι δίκην, καταγελώμενοι | |
5 | τέως, τότε δὴ στρέφουσιν αὐτοῦ τὴν ψυχὴν μὴ ἀληθεῖς ὦσι, καὶ αὐτὸς ἤτοι ὑπὸ τῆς τοῦ γήρως ἀσθενείας ἢ καὶ ὥσπερ ἐγγυτέρω ὢν τῶν ἐκεῖ μᾶλλον καθορᾷ αὐτά. Ὑποψίας γοῦν καὶ δείματος μεστὸς γίνεται, καὶ ἀναλογίζεται ἤδη καὶ σκοπεῖ | |
25B | εἴ τινά τι ἠδίκησεν. Ὁ μὲν οὖν τις εὑρίσκων ἑαυτοῦ ἐν τῷ βίῳ πολλὰ ἀδικήματα καὶ ἐκ τῶν ὕπνων, ὥσπερ οἱ παῖ‐ δες, θαμὰ ἐγειρόμενος δειμαίνει καὶ ζῇ μετὰ κακῆς τῆς ἐλ‐ πίδος· τῷ δὲ μηδὲν ἄδικον ἑαυτῷ ξυνειδότι γλυκεῖα ἐλπὶς | |
5 | ἀεὶ πάρεστι καὶ ἀγαθὴ γηροτρόφος, ὥσπερ καὶ Πίνδαρος λέγει. Χαριέντως γάρ τοι, ὦ Σώκρατες, τοῦτ’ ἐκεῖνος εἶπεν, ὅτι ὃς ἂν ὁσίως καὶ δικαίως τὸν βίον διαγάγῃ, Γλυκεῖά οἱ καρδίαν ἀτιτάλλοισα γηροτρόφος ξυναορεῖ | |
25C | Ἐλπίς, ἃ μάλιστα θνατῶν πολύστροφον γνώμαν κυβερνᾷ. Καὶ ταῦτα μὲν ἐν τῷ πρώτῳ τῆς Πολιτείας γέγραφε λόγῳ. Ἐν δὲ τῷ δεκάτῳ σαφῶς καὶ φανερῶς ἃ παρὰ τῶν προφητῶν περὶ κρίσεως μεμάθηκε, ταῦτα οὐχ ὡς παρ’ αὐτῶν | |
5 | μεμαθηκώς, διὰ τὸ πρὸς Ἕλληνας δέος, ἀλλ’ ὡς παρά τινος, ὡς αὐτῷ πλάττειν ἐδόκει, ἐν πολέμῳ ἀναιρεθέντος καὶ δω‐ | |
δεκαταίου μέλλοντος θάπτεσθαι καὶ ἐπὶ τῆς πυρᾶς κειμένου, ἀναβιώσαντός τε καὶ τὰ ἐκεῖ διηγουμένου, ἀκηκοώς, αὐταῖς | 90 | |
25D | λέξεσιν οὕτως γέγραφεν· Ἔφη γὰρ δὴ παραγενέσθαι ἐρωτω‐ μένῳ ἑτέρῳ ὑπὸ ἑτέρου, ὅπου εἴη Ἀριδαῖος ὁ μέγας. Ὁ δὲ Ἀριδαῖος οὗτος τῆς Παμφυλίας ἔν τινι πόλει τύραννος ἐγε‐ γόνει, γέροντα πατέρα ἀποκτείνας καὶ πρεσβύτερον ἀδελφόν, | |
5 | καὶ ἄλλα δὴ πολλὰ καὶ ἀνόσια ἐργασάμενος, ὡς ἐλέγετο. Ἔφη γοῦν τὸν ἐρωτώμενον εἰπεῖν· Οὐχ ἥκει, φάναι, οὐδὲ ἂν ἥξειν δεῦρο. Ἐθεασάμεθα γὰρ οὖν δὴ καὶ τοῦτο τῶν δεινῶν θεα‐ μάτων. Ἐπειδὴ ἐγγὺς τοῦ στομίου ἦμεν, μέλλοντες ἀνιέναι | |
25E | καὶ τὰ ἄλλα πάντα πεπονθότες, ἐκεῖνόν τε κατείδομεν ἐξαίφνης καὶ ἄλλους σχεδόν τι αὐτῶν τοὺς πλείστους τυράν‐ νους· ἦσαν δὲ καὶ ἰδιῶταί τινες τῶν μεγάλα ἡμαρτηκότων· οὓς οἰομένους ἤδη ἀναβήσεσθαι οὐκ ἐδέχετο τὸ στόμιον, ἀλλὰ | |
5 | ἐμυκᾶτο, ὁπότε τις τῶν οὕτως ἀνιάτως ἐχόντων εἰς πονηρίαν, εἰ μὴ ἱκανῶς δεδωκὼς δίκην, ἐπιχειροῖ ἀνιέναι. Ἐνταῦθα ἄνδρες ἄγριοι, διάπυροι ἰδεῖν, παρεστῶτες καὶ καταμανθά‐ | |
26A | νοντες τὸ φθέγμα, τοὺς μὲν διαλαβόντες ἦγον, τὸν δὲ Ἀρι‐ δαῖον καὶ ἄλλους συμποδίσαντες χεῖράς τε καὶ πόδας καὶ κε‐ φαλήν, καταβαλόντες καὶ ἐκδείραντες, εἷλκον παρὰ τὴν ὁδὸν ἐκτός, ἐπ’ ἀσπαλάθων γνάπτοντες, καὶ τοῖς παροῦσι σημαί‐ | |
5 | νοντες ὧν ἕνεκά τε καὶ ὅτι εἰς τὸν τάρταρον ἐμπεσούμενοι | |
ἄγοιντο. Ἔνθα δὴ φόβων, ἔφη, πολλῶν καὶ παντοδαπῶν σφίσι γεγονότων τοῦτον ὑπερβάλλειν, εἰ μὴ γένοιτο ἑκάστῳ | 92 | |
26B | τὸ φθέγμα ὅτε ἀναβαίνοι, ὡς καὶ ἀσμενέστατα ἕκαστον σι‐ γήσαντος ἀναβῆναι. Καὶ τὰς μὲν δίκας τε καὶ τιμωρίας τοιαύτας τινὰς εἶναι καὶ αὖ τὰς εὐεργεσίας ταύταις ἀντιστρό‐ φους. Ἐνταῦθά μοι δοκεῖ ὁ Πλάτων οὐ μόνον τὸν περὶ | |
5 | κρίσεως παρὰ τῶν προφητῶν μεμαθηκέναι λόγον, ἀλλὰ καὶ τὸν περὶ τῆς ἀπιστουμένης παρ’ Ἕλλησιν ἀναστάσεως. Τὸ γὰρ μετὰ σώματος κρίνεσθαι τὴν ψυχὴν φῆσαι οὐδὲν ἕτερον δηλοῖ, ἢ ὅτι τῷ περὶ τῆς ἀναστάσεως ἐπίστευσε λόγῳ. Ἐπεὶ πῶς | |
26C | Ἀριδαῖος καὶ οἱ λοιποί, τὸ ἔχον σῶμα κεφαλὴν καὶ χεῖρας καὶ πόδας καὶ δέρμα ὑπὲρ γῆς καταλιπόντες, τοιαύτην ὑπεῖ‐ χον ἐν ᾅδου τιμωρίαν; Οὐ γὰρ δήπου τὴν ψυχὴν κεφαλὴν καὶ χεῖρας καὶ πόδας καὶ δέρμα ἔχειν φήσουσιν. Ἀλλ’ ἐν Αἰγύ‐ | |
5 | πτῳ ταῖς τῶν προφητῶν ἐντυχὼν μαρτυρίαις ὁ Πλάτων, καὶ τὴν περὶ τῆς τοῦ σώματος ἀναστάσεως δεξάμενος διδασκαλίαν, μετὰ τοῦ σώματος τὴν ψυχὴν κρίνεσθαι διδάσκει. Καὶ οὐχ ὁ Πλάτων μόνον, ἀλλὰ καὶ Ὅμηρος, ὁμοίως | |
26D | καὶ αὐτὸς ἐν Αἰγύπτῳ μαθών, τὸν Τιτυὸν ὁμοίως τιμωρεῖ‐ σθαι ἔφη. Οὕτω γὰρ ἐν τῇ νεκυομαντείᾳ Ὀδυσσεὺς τῷ Ἀλκι‐ νόῳ διηγεῖται λέγων· Καὶ Τιτυὸν εἶδον, Γαίης ἐρικυδέα υἱόν, | |
5 | Κείμενον ἐν δαπέδῳ· ὁ δ’ ἐπ’ ἐννέα κεῖτο πέλεθρα, Γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον. Ἧπαρ γὰρ οὐ τὴν ψυχὴν ἀλλὰ τὸ σῶμα ἔχειν δηλοῖ. Τὸν αὐ‐ | |
26E | τὸν δὴ τρόπον καὶ Σίσυφον καὶ Τάνταλον μετὰ σώματος τὴν τιμωρίαν ὑπέχειν γέγραφεν. Ὅτι δὲ Ὅμηρος ἐν Αἰγύπτῳ γέ‐ | |
γονε καὶ πολλὰ ὧν ἐκεῖ μεμάθηκεν εἰς τὴν ἑαυτοῦ μετήνεγκεν ποίησιν, ἱκανῶς διδάσκει ἡμᾶς Διόδωρος, ὁ τῶν ἱστοριογρά‐ | 94 | |
5 | φων ἐνδοξότατος. Ἔφη γὰρ αὐτὸν ἐν Αἰγύπτῳ γενόμενον με‐ μαθηκέναι, ὅτι τὸ Νηπενθές, ἄχολόν τε κακῶν ἐπίληθες ἁπάντων φάρμακον, ἡ Ἑλένη λαβοῦσα παρὰ τῆς Θῶνος γυναικὸς Πο‐ | |
27A | λυδάμνας εἰς τὴν Σπάρτην ἐκόμισε· κἀκείνῳ τῷ φαρμάκῳ ἔφη Ὅμηρος χρησαμένην τὴν Ἑλένην παῦσαι τὸν ἐν τῇ παρουσίᾳ Τηλεμάχου παρὰ Μενελάου γενόμενον θρῆνον. Καὶ χρυσῆν δὲ Ἀφροδίτην ὠνόμασεν ἐκ τῆς ἐν Αἰγύπτῳ ἱστορίας· ἔγνω | |
5 | γὰρ καὶ τέμενος χρυσῆς Ἀφροδίτης ἐν Αἰγύπτῳ λεγόμενον καὶ πεδίον χρυσῆς Ἀφροδίτης ὀνομαζόμενον. Καὶ τοῦ χάριν τούτων γέγονε μνήμη νυνί; Ἵνα δείξωμεν τὸν ποιητὴν καὶ | |
27B | τῶν ἀπὸ τῆς θείας τῶν προφητῶν ἱστορίας πολλὰ εἰς τὴν ἑαυτοῦ μεταβαλόντα ποίησιν· καὶ πρῶτον τῆς κοσμοποιΐας ὑπὸ Μωϋσέως τὴν εἰρημένην ἀρχήν. Οὕτω γὰρ Μωϋσῆς γέγραφεν· Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, | |
5 | εἶτα ἥλιον καὶ σελήνην καὶ ἀστέρας. Ταῦτα γὰρ ἐν Αἰγύπτῳ μαθών, καὶ τοῖς ὑπ’ αὐτοῦ ἐν τῇ τοῦ κόσμου γενέσει γραφεῖσιν ἀρεσθείς, ἐν τῇ τοῦ Ἀχιλλέως ἀσπίδι τὸν Ἥφαιστον ὥσπερ εἰκόνα τινὰ τῆς κοσμοποιΐας κατασκευάσαι παρεσκεύασεν. Οὕτω γὰρ γέγραφεν· | |
27C | Ἐν μὲν γαῖαν ἔτευξ’, ἐν δ’ οὐρανόν, ἐν δὲ θάλασσαν, Ἠέλιον τ’ ἀκάμαντα σελήνην τε πλήθουσαν, Ἐν δέ τε τείρεα πάντα, τά τ’ οὐρανὸς ἐστεφάνωται. Καὶ τοῦ παραδείσου δὲ εἰκόνα τὸν Ἀλκινόου κῆπον σώζειν πε‐ | 96 |
5 | ποίηκεν, ἀειθαλῆ τε αὐτὸν καὶ καρπῶν πλήρη διὰ τῆς εἰκόνος ἐπιδεικνύς. Οὕτω γὰρ γέγραφεν· Ἔνθα δὲ δένδρεα μακρὰ πεφύκει τηλεθόωντα, | |
27D | Ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι Συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι. Τάων οὔποτε καρπὸς ἀπόλλυται οὐδ’ ἐπιλείπει Χείματος οὐδὲ θέρους, ἐπετήσιος, ἀλλ’ ἀεὶ αὔρη | |
5 | Ζεφυρίη πνείουσα τὰ μὲν φύει, ἄλλα δὲ πέσσει. Ὄγχνη ἐπ’ ὄγχνῃ γηράσκει, μῆλον δ’ ἐπὶ μήλῳ, | |
27E | Αὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή, σῦκον δ’ ἐπὶ σύκῳ. Ἔνθα δὲ οἱ πολύκαρπος ἀλωὴ ἐῤῥίζωται· Τῆς ἕτερον μὲν θειλόπεδον λευρῷ ἐνὶ χώρῳ Τέρσεται ἠελίῳ, ἑτέρας δ’ ἄρα τε τρυγόωσιν, | |
5 | Ἄλλας δὲ τραπέουσι· πάροιθε δέ τ’ ὄμφακές εἰσιν, Ἄνθος ἀφιεῖσαι, ἕτεραι δ’ ὑποπερκάζουσιν. | |
28A | Ταῦτα τὰ ῥήματα οὐ φανερὰν καὶ σαφῆ μίμησιν τῶν ὑπὸ τοῦ πρώτου προφήτου Μωϋσέως περὶ τοῦ παραδείσου λεχθέν‐ των δηλοῖ; Εἰ δέ τις καὶ εἰς τὴν τοῦ πύργου ποίησιν ἀφορᾶν ἐθέλοι, δι’ ἧς οἱ τὸ τηνικαῦτα ἄνδρες τὴν εἰς οὐρανὸν ἄνοδον | |
5 | δύνασθαι κατασκευάζειν ἑαυτοῖς ᾤοντο, εὑρήσει καὶ ταύτην ἱκανὴν δι’ ἀλληγορίας μίμησιν ὑπὸ τοῦ ποιητοῦ διά τε Ὤτου καὶ Ἐπιάλτου γινομένην. Οὕτω γὰρ καὶ ὁ ποιητὴς περὶ αὐτῶν ἔφη· Οἵ ῥα καὶ ἀθανάτοισιν ἀπειλήτην ἐν Ὀλύμπῳ | |
10 | Φυλόπιδα στήσειν πολυάϊκος πολέμοιο· | 98 |
28B | Ὄσσαν ἐπ’ Οὐλύμπῳ μέμασαν θέμεν, αὐτὰρ ἐπ’ Ὄσσῃ Πήλιον εἰνοσίφυλλον, ἵν’ οὐρανὸς ἀμβατὸς εἴη. Ὁμοίως δὲ καὶ περὶ τοῦ ἀπ’ οὐρανῶν κατενεχθέντος ἐχθροῦ τῆς ἀνθρωπότητος, ὃν διάβολον αἱ θεῖαι γραφαὶ καλοῦσιν, | |
5 | ἀπὸ τῆς πρώτης αὐτοῦ πρὸς τὸν ἄνθρωπον διαβολῆς ταύτης τῆς προσηγορίας τυχόντα· καὶ εἴ τις ἀκριβῶς σκοπεῖν ἐθέλοι, εὕροι ἂν τὸν ποιητὴν τοῦ μὲν διαβόλου ὀνόματος οὐδαμῶς | |
28C | μεμνημένον, ἐκ δὲ τῆς κακίστης αὐτοῦ πράξεως τὴν ὀνομασίαν πεποιημένον· Ἄτην γὰρ αὐτὸν ὁ ποιητὴς ὀνομάζων ὑπὸ τοῦ κατ’ αὐτοὺς θεοῦ καθῃρῆσθαι αὐτὸν ἐκ τοῦ οὐρανοῦ λέγει, ὥσπερ ἀκριβῶς τῶν ὑπὸ Ἡσαΐου τοῦ προφήτου περὶ αὐτοῦ | |
5 | εἰρημένων μεμνημένος ῥητῶν. Οὕτως ἐν τῇ ἑαυτοῦ ποιήσει γέγραφεν· Αὐτίκα δ’ εἷλ’ Ἄτην κεφαλῆς λιπαροπλοκάμοιο, Χωόμενος φρεσὶν ᾗσι, καὶ ὤμοσε καρτερὸν ὅρκον | |
28D | Μήποτ’ ἐς Οὔλυμπόν τε καὶ οὐρανὸν ἀστερόεντα Αὖτις ἐλεύσεσθαι Ἄτην, ἣ πάντας ἀᾶται. Ὣς εἰπὼν ἔῤῥιψεν ἀπ’ οὐρανοῦ ἀστερόεντος, Χειρὶ περιστρέψας· τάχα δ’ ἵκετο ἔργ’ ἀνθρώπων. | |
5 | Καὶ Πλάτων δέ, μετὰ τὸν θεὸν καὶ τὴν ὕλην τὸ εἶδος τρίτην ἀρχὴν εἶναι λέγων, οὐκ ἄλλοθέν ποθεν ἀλλὰ | |
28E | παρὰ Μωϋσέως τὴν πρόφασιν εἰληφὼς φαίνεται, τὸ μὲν τοῦ εἴδους ὄνομα ἀπὸ τῶν Μωϋσέως μεμαθηκὼς ῥητῶν, οὐ δι‐ δαχθεὶς δὲ τηνικαῦτα παρὰ τῶν εἰδότων ὅτι οὐδὲν ἐκτὸς μυ‐ στικῆς θεωρίας τῶν ὑπὸ Μωϋσέως εἰρημένων σαφῶς γινώσκειν | |
5 | ἐστὶ δυνατόν. Γέγραφε γὰρ Μωϋσῆς ὡς τοῦ θεοῦ περὶ τῆς σκηνῆς πρὸς αὐτὸν εἰρηκότος οὕτως· Καὶ ποιήσεις μοι κατὰ | |
29A | πάντα, ὅσα ἐγὼ δεικνύω σοι ἐν τῷ ὄρει, τὸ παράδειγμα τῆς σκηνῆς. Καὶ πάλιν· Καὶ ἀναστήσεις τὴν σκηνὴν κατὰ τὸ | |
παράδειγμα πάντων τῶν σκευῶν αὐτῆς, καὶ οὕτως ποιήσεις. Καὶ αὖθις μικρὸν ὕστερον οὕτως· Ὅρα, ποιήσεις κατὰ | 100 | |
5 | τὸν τύπον τὸν δεδειγμένον σοι ἐν τῷ ὄρει. Τούτοις οὖν ἐν‐ τυχὼν ὁ Πλάτων καὶ οὐ μετὰ τῆς προσηκούσης θεωρίας δεξά‐ μενος τὰ γεγραμμένα ῥητά, ᾠήθη εἶδός τι χωριστὸν προϋπάρ‐ χειν τοῦ αἰσθητοῦ, ὃ καὶ παράδειγμα τῶν γενομένων ὀνομάζει | |
29B | πολλάκις, ἐπειδὴ τὸ Μωϋσέως οὕτω περὶ τῆς σκηνῆς σημαίνει γράμμα· Κατὰ τὸ εἶδος τὸ δειχθέν σοι ἐν τῷ ὄρει, οὕτως ποιήσεις αὐτό. Ὁμοίως δὲ καὶ ἐπὶ τῆς γῆς καὶ τοῦ οὐρανοῦ καὶ τοῦ | |
5 | ἀνθρώπου σφαλεὶς φαίνεται· καὶ τούτων γὰρ εἰδέας εἶναι οἴεται. Ἐπειδὴ γὰρ Μωϋσῆς οὕτω γέγραφεν· Ἐν ἀρχῇ ἐποίη‐ σεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, εἶτα παραυτὰ συνάπτει λέγων· Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, ᾠήθη ὅτι ταύτην μὲν περὶ ἧς ἔφη Ἡ δὲ γῆ ἦν τὴν προϋπάρχουσαν εἰ‐ | |
29C | ρῆσθαι γῆν, ἐπειδὴ Μωϋσῆς ἔφη· Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος· ταύτην δὲ περὶ ἧς λέγει Ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν ᾠήθη ταύτην λέγειν αὐτὸν τὴν κατὰ προϋ‐ πάρχον εἶδος ὑπὸ τοῦ θεοῦ γενομένην αἰσθητήν. Ὁμοίως δὲ | |
5 | καὶ περὶ τοῦ γενομένου οὐρανοῦ· τὸν μὲν πεποιημένον οὐρα‐ νόν, ὃν καὶ στερέωμα ὠνόμασεν, τοῦτον εἶναι τὸν γενόμενον αἰσθητόν, ἕτερον δὲ εἶναι τὸν νοητόν, περὶ οὗ ὁ προφήτης | |
29D | ἔφη· Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων. Καὶ περὶ ἀνθρώπου δὲ ὁμοίως· πρό‐ | |
τερον μὲν ὀνόματος ἀνθρώπου μέμνηται Μωϋσῆς, εἶτα μετὰ τὰ πολλὰ τῶν κτισμάτων περὶ πλάσεως ἀνθρώπου πεποίη‐ | 102 | |
5 | ται μνήμην, οὕτω λέγων· Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρω‐ πον, χοῦν ἀπὸ τῆς γῆς. Ὠιήθη γοῦν τὸν μὲν πρότερον ὀνο‐ μασθέντα ἄνθρωπον προϋπάρχειν τοῦ γενομένου, τὸν δὲ ἐκ τῆς γῆς πλασθέντα ὕστερον κατὰ τὸ προϋπάρχον εἶδος γεγε‐ | |
29E | νῆσθαι. Ὅτι δὲ ἐκ γῆς ἄνθρωπος πέπλασται, καὶ Ὅμηρος ἀπὸ τῆς παλαιᾶς καὶ θείας ἱστορίας μαθών, τῆς λεγούσης Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ, τὸ ἄψυχον τοῦ Ἕκτορος σῶμα κωφὴν ὀνομάζει γῆν. Ἔφη γάρ που κατὰ τοῦ Ἀχιλλέως μετὰ | |
5 | θάνατον τὸ τοῦ Ἕκτορος σύροντος σῶμα· Κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζεις μενεαίνων. | |
30A | Καὶ αὖθις ἀλλαχοῦ που τὸν Μενέλαον λέγοντα τοῖς μὴ ἑτοίμως δεξαμένοις τὴν τοῦ Ἕκτορος περὶ τῆς μονομαχίας πρόσκλησιν· Ἀλλ’ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε! | |
5 | δι’ ὑπερβάλλουσαν ὀργὴν εἰς τὴν ἀρχαίαν αὐτοὺς ἐκ γῆς ἀνα‐ λύων πλάσιν. Ταῦτα ἀπὸ τῶν ἀρχαίων ἱστοριῶν ἐν Αἰγύπτῳ μεμαθηκότες Ὅμηρος καὶ Πλάτων ἐν τοῖς ἑαυτῶν γεγράφασι λόγοις. Ἐπεὶ πόθεν ἄλλοθεν μεμαθηκὼς ὁ Πλάτων πτηνὸν | |
30B | ἅρμα ἐλαύνειν τὸν Δία ἐν οὐρανῷ λέγει, εἰ μὴ ταῖς τῶν προ‐ φητῶν ἐντυχὼν ἱστορίαις; Ἔγνω γὰρ ἀπὸ τῶν τοῦ προφήτου | |
ῥητῶν περὶ τῶν Χερουβεὶμ οὕτως εἰρημένων· Καὶ ἐξῆλθεν δόξα κυρίου ἀπὸ τοῦ οἴκου καὶ ἐπέβη ἐπὶ Χερουβείμ, καὶ ἀνέ‐ | 104 | |
5 | λαβεν τὰ Χερουβεὶμ τὰς πτέρυγας αὐτῶν, καὶ οἱ τροχοὶ ἐχό‐ μενοι αὐτῶν, καὶ δόξα κυρίου θεοῦ Ἰσραὴλ ἦν ἐπ’ αὐτοῖς ὑπερά‐ νωθεν. Ἔνθεν ὁρμώμενος ὁ μεγαλόφωνος Πλάτων μετὰ πολ‐ | |
30C | λῆς παῤῥησίας βοᾷ λέγων· Ὁ μὲν δὴ μέγας ἐν οὐρανῷ Ζεὺς πτηνὸν ἅρμα ἐλαύνων. Ἐπεὶ πόθεν ἄλλοθεν μεμαθηκὼς ταῦτα γέγραφεν, εἰ μὴ παρὰ Μωϋσέως καὶ τῶν προφητῶν; Πόθεν δὲ τὴν πρόφασιν εἰληφὼς καὶ ἐν τῇ πυρώδει οὐσίᾳ τὸν θεὸν | |
5 | εἶναι ἔφη; Οὐκ ἀπὸ τῆς τρίτης τῶν Βασιλειῶν ἱστορίας, ἔνθα γέγραπται· Οὐκ ἐν τῷ πνεύματι κύριος· καὶ μετὰ τὸ πνεῦμα συσσεισμός, οὐκ ἐν τῷ συσσεισμῷ κύριος· καὶ μετὰ τὸν συσ‐ σεισμὸν πῦρ, οὐκ ἐν τῷ πυρὶ κύριος· καὶ μετὰ τὸ πῦρ φωνὴ | |
30D | αὔρας λεπτῆς; Ἀλλ’ ἐκεῖνα μὲν κατ’ ἀναγωγὴν μετὰ πολλῆς θεωρίας τοῖς θεοσεβέσι νοεῖν ἀναγκαῖον· Πλάτων δέ, οὐ μετὰ τῆς προσηκούσης θεωρίας προσέχων τοῖς ῥητοῖς, ἐν τῇ πυρώδει οὐσίᾳ τὸν θεὸν εἶναι ἔφη. | |
5 | Εἰ δέ τις καὶ περὶ τῆς ἄνωθεν παρὰ θεοῦ κατιούσης ἐπὶ τοὺς ἁγίους ἄνδρας δωρεᾶς, ἣν πνεῦμα ἅγιον ὀνομάζουσιν οἱ ἱεροὶ προφῆται, ἀκριβῶς σκοπεῖν ἐθέλοι, εὕροι ἂν καὶ | |
30E | ταύτην ὑπὸ Πλάτωνος ἐν τῷ πρὸς Μένωνα λόγῳ δι’ ἑτέρου ὀνόματος κηρυττομένην· δεδιὼς γὰρ τὴν τοῦ θεοῦ δωρεὰν πνεῦμα ἅγιον ὀνομάζειν, ἵνα μὴ δόξῃ τῇ τῶν προφητῶν ἑπό‐ μενος διδασκαλίᾳ ἐχθρὸς Ἑλλήνων εἶναι, τὸ μὲν ἄνωθεν αὐτὸ | |
5 | παρὰ θεοῦ κατιέναι ὁμολογεῖ, οὐ μὴν πνεῦμα ἅγιον ἀλλὰ ἀρε‐ τὴν ὀνομάζειν αὐτὸ ἠξίου. Οὕτω γὰρ πρὸς τὸν Μένωνα ἐν | 106 |
31A | τῷ περὶ ἀναμνήσεως λόγῳ, πολλὰ πρότερον περὶ τῆς ἀρετῆς ζητήσας, πότερόν ποτε διδακτὸν ἡ ἀρετὴ ἢ οὐ διδακτὸν ἀλλ’ ἀσκητόν, ἢ οὔτε ἀσκητὸν οὔτε μαθητὸν ἀλλὰ φύσει παραγινό‐ μενον τοῖς ἀνθρώποις ἢ ἄλλῳ τινὶ τρόπῳ, ὕστερον αὐταῖς | |
5 | λέξεσιν οὕτως ἀποφαίνεται λέγων· Εἰ δὲ νῦν ἡμεῖς ἐν παντὶ τῷ λόγῳ τούτῳ καλῶς ἐζητήσαμέν τε καὶ ἐλέγομεν, ἀρετὴ ἂν εἴη οὔτε φύσει οὔτε διδακτόν, ἀλλὰ θείᾳ μοίρᾳ παρα‐ | |
31B | γινομένη ἄνευ νοῦ οἷς ἂν παραγίνηται. Ταῦτα, οἶμαι, σα‐ φῶς παρὰ τῶν προφητῶν περὶ τοῦ ἁγίου πνεύματος μεμαθη‐ κὼς Πλάτων, εἰς τὸ τῆς ἀρετῆς ὄνομα μεταφέρων φαίνεται· ὁμοίως γὰρ ὥσπερ οἱ ἱεροὶ προφῆται τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα | |
5 | εἰς ἑπτὰ πνεύματα μερίζεσθαί φασιν, οὕτως καὶ αὐτός, μίαν καὶ τὴν αὐτὴν ὀνομάζων ἀρετήν, ταύτην εἰς τέσσαρας ἀρετὰς μερίζεσθαι λέγει, τοῦ μὲν ἁγίου πνεύματος οὐδαμῶς μνημο‐ νεύειν ἐθέλων, διὰ δέ τινος ἀλληγορίας τὰ ὑπὸ τῶν προφητῶν περὶ τοῦ ἁγίου πνεύματος εἰρημένα ἀπαγγέλλων σαφῶς. Οὕτω | |
31C | γὰρ πρὸς τῷ τέλει τοῦ λόγου πρὸς τὸν Μένωνα ἔφη· Ἐκ μὲν τοίνυν τούτου τοῦ λογισμοῦ, ὦ Μένων, θείᾳ μοίρᾳ φαίνεται ἡμῖν παραγινομένη ἡ ἀρετὴ οἷς ἂν παραγίνηται· τὸ δὲ σαφὲς παρ’ αὐτοῦ εἰσόμεθα τοῦτο, ὁποίῳ τινὶ τρόπῳ τοῖς ἀνθρώ‐ | |
5 | ποις παραγίνεται ἀρετή, ὅταν πρότερον ἐπιχειρήσωμεν αὐτὸ καθ’ αὑτὸ ζητεῖν, τί ποτέ ἐστιν ἀρετή. Ὁρᾶτε ὅπως τὴν ἄνω‐ θεν κατιοῦσαν δωρεὰν ἀρετὴν μόνον ὀνομάζει· ἔτι δὲ ζητήσεως | |
31D | ἄξιον εἶναι νομίζει, πότερόν ποτε ἀρετὴν ἢ ἕτερόν τι αὐτὸ ὀνομάζεσθαι προσήκει, δεδιὼς αὐτὸ φανερῶς ἅγιον ὀνομάζειν πνεῦμα, ἵνα μὴ δόξῃ τῇ τῶν προφητῶν ἕπεσθαι διδασκαλίᾳ. Πόθεν δὲ μαθὼν ὁ Πλάτων τὸν χρόνον μετ’ οὐρανοῦ | 108 |
5 | γεγενῆσθαι ἔγνω; Οὕτω γὰρ γέγραφε· Χρόνος δ’ οὖν μετ’ οὐρανοῦ γέγονεν, ἵνα ἅμα γενόμενοι ἅμα καὶ λυθῶσιν, ἄν ποτε | |
31E | λύσις αὐτῶν γίνηται. Οὐχὶ καὶ τοῦτο ἀπὸ τῆς θείας Μωϋ‐ σέως ἱστορίας μεμαθηκώς; Ἔγνω γὰρ ὅτι ἡ τοῦ χρόνου γένεσις ἔκ τε ἡμερῶν καὶ μηνῶν καὶ ἐνιαυτῶν τὴν ἀρχὴν τῆς συστάσεως εἴληφεν. Ὡς οὖν τῆς πρώτης ἡμέρας, τῆς μετ’ οὐρανοῦ γε‐ | |
5 | νομένης, ἀρχὴν τοῦ παντὸς χρόνου παρεσχηκυίας (οὕτω γὰρ Μωϋσῆς γέγραφεν· Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· εἶτα παραυτὰ συνάπτει λέγων· Καὶ ἐγένετο ἡμέρα μία, ὡς ἀπὸ μέρους τὸν πάντα σημαίνων χρόνον), ὁ Πλάτων | |
32A | τὴν ἡμέραν ὀνομάζει χρόνον, ἵνα μὴ δόξῃ ἡμέρας μεμνημένος, ὡς πάντη τοῖς Μωϋσέως ἑπόμενος ῥητοῖς, παρὰ Ἀθηναίοις κατηγορεῖσθαι. Πόθεν δὲ καὶ περὶ λύσεως οὐρανοῦ φαντα‐ σθεὶς οὕτω γέγραφεν; Οὐχὶ καὶ τοῦτο παρὰ τῶν ἱερῶν προ‐ | |
5 | φητῶν μεμαθηκὼς καὶ οὕτως εἰρῆσθαι ὑπ’ αὐτῶν νομίσας; Εἰ δὲ καὶ τὸν περὶ τῶν ἀγαλμάτων τις ἐξετάζοι λό‐ γον, πόθεν ὁρμώμενοι οἱ πρῶτοι τοὺς θεοὺς ὑμῶν κατασκευά‐ | |
32B | σαντες ἀνθρώπων μορφὰς ἔχειν αὐτοὺς διέγνωσαν, εὑρήσει καὶ τοῦτο ἀπὸ τῆς θείας ἱστορίας αὐτοὺς μεμαθηκότας. Τῆς γὰρ Μωϋσέως ἱστορίας ἐκ προσώπου τοῦ θεοῦ λεγούσης· Ποιή‐ σωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν, ὡς οὕτως | |
5 | εἰρῆσθαι τῶν ἀνθρώπων κατὰ τὴν μορφὴν ἐοικότων τῷ θεῷ, | |
οὕτως κατασκευάζειν τοὺς θεοὺς αὐτῶν ἤρξαντο, ἐκ τοῦ ὁμοίου τὸ ὅμοιον δημιουργεῖν οἰόμενοι. Τοῦ χάριν μνημονεῦσαι τού‐ των νυνὶ προήχθην, ὦ ἄνδρες Ἕλληνες; Ἵνα γνῶτε ὅτι τὴν | 110 | |
32C | ἀληθῆ θεοσέβειαν οὐ δυνατὸν παρὰ τούτων μανθάνειν τῶν μηδὲ ἐν οἷς ὑπὸ τῶν ἔξωθεν ἐθαυμάσθησαν ἴδιόν τι γράψαι δυνηθέντων, ἀλλὰ διά τινος ἀλληγορίας τὰ ὑπὸ Μωϋσέως καὶ τῶν λοιπῶν προφητῶν εἰρημένα ἐν τοῖς ἑαυτῶν συγγράμμασιν | |
5 | ἀπηγγελκότων. Καιρὸς οὖν ἥκει νῦν πεισθέντας ὑμᾶς, ὦ ἄνδρες Ἕλ‐ ληνες, ἀπὸ τῶν ἔξωθεν ἱστοριῶν, ὅτι πολλῷ πρεσβύτατος Μωϋσῆς καὶ οἱ λοιποὶ προφῆται γεγόνασιν πάντων τῶν παρ’ | |
32D | ὑμῖν σοφῶν γεγενῆσθαι νομισθέντων, τῆς παλαιᾶς μὲν ὑμᾶς τῶν προγόνων ἀποστῆναι πλάνης, ἐντυχεῖν δὲ ταῖς θείαις τῶν προφητῶν ἱστορίαις καὶ γνῶναι παρ’ αὐτῶν τὴν ἀληθῆ θεοσέ‐ βειαν, οὐ λόγων ὑμῖν ἀπαγγελλόντων τέχνας, οὐδὲ πιθανῶς | |
5 | καὶ πιστευτικῶς λεγόντων (τοῦτο γὰρ ἴδιον τῶν τὴν ἀλήθειαν κλέπτειν ἐθελόντων), ἀλλὰ ἁπλῶς τοῖς ἐπιτυχοῦσιν ὀνόμασί τε καὶ ῥήμασι χρωμένων, καὶ ταῦθ’ ὑμῖν ἀπαγγελλόντων ἃ | |
32E | τὸ ἅγιον ἐπ’ αὐτοὺς κατελθὸν πνεῦμα τοὺς τὴν ἀληθῆ θεοσέ‐ βειαν μανθάνειν βουλομένους δι’ αὐτῶν διδάσκειν προῄρηται. Πᾶσαν οὖν αἰδῶ καὶ παλαιὰν ἀνθρώπων πλάνην καὶ τὸν τῶν ὄγκων φαντασιώδη παρωσάμενοι ψόφον, δι’ οὗ καὶ τὴν πᾶσαν | |
5 | ἀπόλαυσιν ἔχειν οἴεσθε, ἔχεσθε τῶν ὑμῖν συμφερόντων. Οὐδὲν γὰρ ἔσται παρ’ ὑμῶν οὐδὲ περὶ τοὺς προγόνους ὑμῶν πλημ‐ | |
μελές, εἰ εἰς τὴν ἐναντίαν τρέπεσθαι νυνὶ τῆς ἐξ ἐκείνων βού‐ | 112 | |
33A | λεσθε πλάνης, οὓς εἰκὸς ἐν ᾅδου νυνὶ ἐκπρόθεσμον μετάνοιαν μετανοοῦντας ὀδύρεσθαι· οἷς εἰ δυνατὸν ἦν ἐκεῖθεν δηλοῦν ὑμῖν τὰ μετὰ τελευτὴν τοῦδε τοῦ βίου συμβεβηκότα αὐτοῖς, ἔγνωτε ἂν ὅσων ὑμᾶς ἀπαλλάξαι κακῶν προείλοντο. Νυνὶ δὲ | |
5 | ἐπεὶ μὴ δυνατὸν ἐν τῷ παρόντι μήτε παρ’ ἐκείνων ὑμᾶς μανθάνειν μήτε μὴν παρὰ τῶν ἐνταῦθα τὴν ψευδώνυμον ταύ‐ την φιλοσοφίαν φιλοσοφεῖν ἐπαγγελλομένων, ἀκόλουθον ὑμῖν ἔσται λοιπὸν τὴν τῶν προγόνων ὑμῶν ἀπωσαμένους πλάνην | |
33B | ἐντυγχάνειν ταῖς τῶν ἱερῶν ἀνδρῶν προφητείαις, μὴ δοκιμότητα φράσεως παρ’ αὐτῶν αἰτοῦντας (οὐ γὰρ ἐν λόγοις ἀλλ’ ἐν ἔργοις τὰ τῆς ἡμετέρας θεοσεβείας πράγματα), καὶ μαθεῖν παρ’ αὐτῶν τὰ αἴτια ὑμῖν τῆς αἰωνίου ζωῆς ἐσόμενα. Οἱ γὰρ | |
5 | μάτην τὸ τῆς φιλοσοφίας ἐπηρεάζοντες ὄνομα οὐδὲν εἰδότες ἐλέγχονται, ὡς καὶ αὐτοὶ ὁμολογεῖν καὶ ἄκοντες ἀναγκάζονται, | |
33C | δι’ ὧν οὐ πρὸς ἀλλήλους στασιάζουσι μόνον, ἀλλὰ καὶ τὰς ἑαυτῶν ἄλλοτε ἄλλως ἐκτίθενται δόξας. Εἰ δὲ ἡ τἀληθοῦς εὕρεσις ὅρος τις λέγεται παρ’ αὐ‐ τοῖς φιλοσοφίας, πῶς οἱ τῆς ἀληθοῦς μὴ τυχόντες γνώσεως | |
5 | τοῦ τῆς φιλοσοφίας ὀνόματός εἰσιν ἄξιοι; Εἰ γὰρ ὁ τῶν παρ’ ὑμῖν σοφῶν σοφώτατος Σωκράτης, ᾧ καὶ τὸ χρηστήριον ὑμῶν, ὡς αὐτοί φατε, μαρτυρεῖ λέγον· Ἀνδρῶν ἁπάντων Σωκράτης σοφώτατος, ὁμολογεῖ μηδὲν εἰδέναι, πῶς οἱ μετ’ αὐτὸν καὶ τὰ ἐν οὐρανοῖς | |
10 | ἐπηγγέλλοντο εἰδέναι; Σωκράτης γὰρ ἑαυτὸν σοφὸν διὰ τοῦτ’ | |
33D | εἰρῆσθαι ἔφη, ὅτι τῶν λοιπῶν ἀνθρώπων ἃ μὴ ἴσασι προσ‐ ποιουμένων εἰδέναι αὐτὸς οὐκ ὤκνει μηδὲν εἰδέναι ὁμολογεῖν. | |
Ἔφη γὰρ οὕτως· Ἔοικα οὖν αὐτῷ τούτῳ τῷ σμικρῷ σοφώ‐ τατος εἶναι, ὅτι ἃ μὴ οἶδα οὐδὲ οἴομαι εἰδέναι. Μηδεὶς δὲ | 114 | |
5 | οἰέσθω εἰρωνευόμενον ἄγνοιαν προσποιεῖσθαι Σωκράτη, ἐπειδὴ πολλάκις ἐν τοῖς διαλόγοις εἴωθε τοῦτο ποιεῖν· ἡ γὰρ τελευταία ῥῆσις τῆς ἀπολογίας, ἣν ἐπὶ τὸ δεσμωτήριον ἀπιὼν | |
33E | ἔφη, δηλοῖ μετὰ σπουδῆς αὐτὸν καὶ ἀληθείας τὴν ἄγνοιαν ὁμο‐ λογεῖν. Ἔφη γὰρ οὕτως· Ἀλλὰ γὰρ ἤδη ὥρα ἀπιέναι, ἐμοὶ μὲν τεθνηξομένῳ, ὑμῖν δὲ βιωσομένοις. Ὁπότεροι δὲ ἡμῶν ἐπὶ τὸ ἄμεινον πρᾶγμα ἔρχονται, ἄδηλον παντὶ πλὴν ἢ τῷ θεῷ. | |
5 | Ἀλλὰ Σωκράτης μὲν ταύτην ὑστάτην ἐν τῷ Ἀρείῳ πάγῳ φω‐ νὴν ἀφεὶς ἐπὶ τὸ δεσμωτήριον ὥρμησε, τῷ θεῷ μόνῳ τὴν τῶν | |
34A | παρ’ ἡμῖν ἀδήλων πραγμάτων ἀναφέρων γνῶσιν, οἱ δὲ μετ’ αὐτόν, μηδὲ τὰ ἐπὶ γῆς γνῶναι δυνάμενοι, τὰ ἐν οὐρανοῖς ὡς ἑωρακότες εἰδέναι ἐπαγγέλλονται. Ὁ γοῦν Ἀριστοτέλης, ὡς ἀκριβέστερον Πλάτωνος τὰ ἐν οὐρανοῖς ἑωρακώς, οὐχ ὥσπερ | |
5 | ὁ Πλάτων ἐν τῇ πυρώδει οὐσίᾳ τὸν θεὸν εἶναι λέγει (οὕτω καὶ αὐτὸς ἔφη), ἀλλ’ ἐν τῷ αἰθεριώδει πέμπτῳ στοιχείῳ εἶναι | |
34B | αὐτὸν ἀπεφήνατο. Καὶ περὶ τούτων πιστεύεσθαι ἑαυτὸν διὰ δοκιμότητα φράσεως ἀξιῶν, οὐδὲ τὴν τοῦ Εὐρίπου φύσιν τοῦ ὄντος ἐν Χαλκίδι γνῶναι δυνηθείς, διὰ πολλὴν ἀδοξίαν καὶ αἰσχύνην λυπηθεὶς μετέστη τοῦ βίου. Μηδεὶς οὖν τῶν εὖ | |
5 | φρονούντων προτέραν ἡγείσθω τῆς ἑαυτοῦ σωτηρίας τὴν τού‐ των εὐγλωττίαν, ἀλλὰ κατὰ τὴν παλαιὰν ἐκείνην ἱστορίαν | |
κηρῷ τὰ ὦτα φραξάμενος τὴν ἐκ τῶν Σειρήνων αὐτῶν ἐνο‐ | 116 | |
34C | χλοῦσαν ἡδεῖαν φευγέτω βλάβην· οἱ γὰρ προειρημένοι ἄνδρες, ὥσπερ τι δέλεαρ τὴν εὐγλωττίαν προϊσχόμενοι, πολλοὺς ἀπά‐ γειν τῆς ὀρθῆς θεοσεβείας προῄρηνται, μιμούμενοι τὸν τὴν πολυθεότητα τοὺς πρώτους ἀνθρώπους διδάξαι τολμήσαντα. | |
5 | Οἷς μὴ πείθεσθαι ὑμᾶς ἀξιῶ, ἐντυγχάνειν δὲ ταῖς τῶν ἱερῶν ἀνδρῶν προφητείαις. Εἰ δέ τις ὄκνος ἢ παλαιὰ τῶν προγόνων ὑμῶν δεισιδαιμονία τέως ἐντυγχάνειν ὑμᾶς ταῖς τῶν ἁγίων ἀν‐ | |
34D | δρῶν προφητείαις κωλύει, δι’ ὧν δυνατὸν μανθάνειν ὑμᾶς ἕνα καὶ μόνον εἶναι θεόν, ὃ πρῶτόν ἐστι τῆς ἀληθοῦς θεοσεβείας γνώρισμα, τῷ γοῦν πρότερον ὑμᾶς τὴν πολυθεότητα διδάξαντι, ὕστερον δὲ λυσιτελῆ καὶ ἀναγκαίαν παλινῳδίαν ᾆσαι προελο‐ | |
5 | μένῳ πείσθητε Ὀρφεῖ, ταῦτ’ εἰρηκότι ἃ μικρῷ πρόσθεν γέγραφα, καὶ τοῖς λοιποῖς δὲ τοῖς τὰ αὐτὰ περὶ ἑνὸς θεοῦ γεγραφόσι πείσθητε. Θείας γὰρ ὑπὲρ ὑμῶν προνοίας ἔργον | |
34E | γέγονε τὸ καὶ ἄκοντας τούτους μαρτυρεῖν τὰ ὑπὸ τῶν προφη‐ τῶν περὶ ἑνὸς θεοῦ εἰρημένα ἀληθῆ εἶναι, ἵνα παρὰ πάντων ὁ τῆς πολυθεότητος ἀθετούμενος λόγος ἀφορμὴν ὑμῖν παρέχῃ τῆς ἀληθοῦς γνώσεως. | |
5 | Ἔσται δὲ ὑμῖν ῥᾳδίως τὴν ὀρθὴν θεοσέβειαν ἐκ μέ‐ ρους παρὰ τῆς παλαιᾶς Σιβύλλης, ἔκ τινος δυνατῆς ἐπι‐ πνοίας διὰ χρησμῶν ὑμᾶς διδασκούσης, μανθάνειν, ταῦθ’ ἅπερ ἐγγὺς εἶναι δοκεῖ τῆς τῶν προφητῶν διδασκαλίας. Ταύ‐ | |
την δὲ ἐκ μὲν Βαβυλῶνος ὡρμῆσθαί φασι, Βηρώσσου τοῦ τὴν | 118 | |
35A | Χαλδαϊκὴν ἱστορίαν γράψαντος θυγατέρα οὖσαν, εἰς δὲ τὰ μέρη τῆς Καμπανίας οὐκ οἶδ’ ὅπως διαβᾶσαν ἐκεῖ τοὺς χρη‐ σμοὺς ἐξαγορεύειν ἔν τινι Κουμᾷ οὕτω καλουμένῃ πόλει, ἓξ σημείοις διεστώσῃ Βαΐων, ἔνθα τὰ θερμὰ τῆς Καμπανίας εἶ‐ | |
5 | ναι συμβαίνει. Ἐθεασάμεθα δὲ ἐν τῇ πόλει γενόμενοι καί τινα τόπον, ἐν ᾧ βασιλικὴν μεγίστην ἐξ ἑνὸς ἐξεσμένην λίθου ἔγνωμεν, πρᾶγμα μέγιστον καὶ παντὸς θαύματος ἄξιον, ἔνθα | |
35B | τοὺς χρησμοὺς αὐτὴν ἀπαγγέλλειν οἱ ὡς τὰ πάτρια παρειλη‐ φότες παρὰ τῶν ἑαυτῶν προγόνων ἔφασκον. Ἐν μέσῳ δὲ τῆς βασιλικῆς ἐπεδείκνυον ἡμῖν τρεῖς δεξαμενὰς ἐκ τοῦ αὐτοῦ ἐξεσμένας λίθου, ὧν πληρουμένων ὕδατος λούεσθαι αὐτὴν ἐν | |
5 | αὐταῖς ἔλεγον, καὶ στολὴν ἀναλαμβάνουσαν εἰς τὸν ἐνδότατον τῆς βασιλικῆς βαδίζειν οἶκον ἐκ τοῦ αὐτοῦ ἐξεσμένον λίθου, καὶ ἐν μέσῳ τῷ οἴκῳ καθεζομένην ἐπὶ ὑψηλοῦ βήματος καὶ θρόνου οὕτω τοὺς χρησμοὺς ἐξαγορεύειν. Ταύτης δὲ τῆς Σι‐ | |
35C | βύλλης ὡς χρησμῳδοῦ πολλοὶ μὲν καὶ ἄλλοι τῶν συγγραφέων μέμνηνται, καὶ Πλάτων δὲ ἐν τῷ Φαίδρῳ. Δοκεῖ δέ μοι τοῖς ταύτης χρησμοῖς ἐντυχὼν ὁ Πλάτων τοὺς χρησμῳδοὺς ἐκ‐ θειάζειν· ἑώρα γὰρ τὰ ὑπ’ αὐτῆς πάλαι προειρημένα ἔργοις | |
5 | πληρούμενα. Καὶ διὰ τοῦτο θαυμάσας ἐν τῷ πρὸς Μένωνα λόγῳ αὐταῖς λέξεσιν ἐπαινῶν τοὺς χρησμῳδοὺς οὕτως γέγρα‐ φεν· Ὀρθῶς ἄρα ἂν καλοῖμεν θείους αὐτούς, οὓς δὴ νῦν λέ‐ γομεν χρησμῳδούς· οὐχ ἥκιστα φαῖμεν ἂν τούτους τε θείους | |
35D | εἶναι καὶ ἐνθουσιάζειν, ἐπίπνους ὄντας καὶ κατεχομένους ἐκ τοῦ θεοῦ, ὅταν κατορθῶσι λέγοντες πολλὰ καὶ μεγάλα πράγ‐ | |
ματα, μηδὲν εἰδότες ὧν λέγουσι· σαφῶς καὶ φανερῶς εἰς τοὺς Σιβύλλης ἀφορῶν χρησμούς. Αὕτη γὰρ οὐχ, ὥσπερ οἱ ποιηταὶ | 120 | |
5 | καὶ μετὰ τὸ γράψαι τὰ ποιήματα, εἶχεν ἐξουσίαν διορθοῦσθαι καὶ ἐπιξέειν μάλιστα διὰ τὴν τῶν μέτρων ἀκρίβειαν, ἀλλ’ ἐν | |
35E | μὲν τῷ τῆς ἐπιπνοίας καιρῷ τὰ τῆς προφητείας ἐπλήρου, παυ‐ σαμένης δὲ τῆς ἐπιπνοίας ἐπέπαυτο καὶ ἡ τῶν εἰρημένων μνήμη. Τοῦτ’ οὖν αἴτιον τοῦ μὴ πάντα τὰ μέτρα τῶν ἐπῶν τῆς Σιβύλλης σώζεσθαι. Αὐτοὶ γὰρ ἐν τῇ πόλει γενόμενοι | |
5 | παρὰ τῶν περιηγητῶν μεμαθήκαμεν, τῶν καὶ τοὺς τόπους ἡμῖν, ἐν οἷς ἐχρησμῴδει, ὑποδειξάντων καὶ φακόν τινα ἐκ χαλκοῦ κατεσκευασμένον, ἐν ᾧ τὰ λείψανα αὐτῆς σώζεσθαι | |
36A | ἔλεγον. Ἔφασκον δὲ μετὰ πάντων ὧν διηγοῦντο καὶ τοῦτο ὡς παρὰ τῶν προγόνων ἀκηκοότες, ὅτι οἱ ἐκλαμβάνοντες τοὺς χρησμοὺς τηνικαῦτα, ἐκτὸς παιδεύσεως ὄντες, πολλαχοῦ τῆς τῶν μέτρων ἀκριβείας διήμαρτον· καὶ ταύτην ἔλεγον αἰτίαν | |
5 | εἶναι τῆς ἐνίων ἐπῶν ἀμετρίας, τῆς μὲν χρησμῳδοῦ διὰ τὸ πεπαῦσθαι τῆς κατοχῆς καὶ τῆς ἐπιπνοίας μὴ μεμνημένης τῶν εἰρημένων, τῶν δὲ ὑπογραφέων δι’ ἀπαιδευσίαν τῆς τῶν μέ‐ τρων ἀκριβείας ἐκπεπτωκότων. Διὰ τοῦτο τοίνυν τὸν Πλά‐ | |
36B | τωνα εἰς τοὺς τῆς Σιβύλλης ἀφορῶντα χρησμοὺς περὶ τῶν χρησμῳδῶν τοῦτ’ εἰρηκέναι δῆλον. Ἔφη γὰρ οὕτως· Ὅταν κατορθῶσι λέγοντες πολλὰ καὶ μεγάλα πράγματα, μηδὲν εἰδότες ὧν λέγουσι. | |
5 | Πλὴν ἀλλ’ ἐπειδήπερ, ὦ ἄνδρες Ἕλληνες, οὐκ ἐν ποιη‐ τικοῖς μέτροις τὰ τῆς ἀληθοῦς θεοσεβείας πράγματα οὐδὲ ἐν τῇ παρ’ ὑμῖν εὐδοκιμούσῃ παιδεύσει, ἀφέμενοι λοιπὸν τῆς τῶν μέτρων καὶ λόγων ἀκριβείας, τοῖς ὑπ’ αὐτῆς εἰρημένοις ἀφι‐ | |
36C | λονείκως προσέχοντες γνῶτε πόσων ὑμῖν ἀγαθῶν αἰτία ἔσται, τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἄφιξιν σαφῶς καὶ φανε‐ | |
ρῶς προαγορεύουσα· ὃς τοῦ θεοῦ ὑπάρχων λόγος ἀχώρητος δυνάμει, τὸν κατ’ εἰκόνα θεοῦ καὶ ὁμοίωσιν πλασθέντα ἀνα‐ | 122 | |
5 | λαβὼν ἄνθρωπον, τῆς τῶν ἀρχαίων ἡμᾶς προγόνων ἀνέμνησε θεοσεβείας, ἣν οἱ ἐξ αὐτῶν γενόμενοι ἄνθρωποι καταλιπόντες διδασκαλίᾳ βασκάνου δαίμονος ἐπὶ τὴν τῶν μὴ θεῶν ἐτράπη‐ σαν θρησκείαν. Εἰ δέ τις ὄκνος ὑμῖν ἐνοχλεῖ πίστεως περὶ | |
36D | τῆς τοῦ ἀνθρώπου πλάσεως, πείσθητε τούτοις οἷς ἔτι προσ‐ έχειν οἴεσθε δεῖν, καὶ γνῶτε ὅτι τὸ παρ’ ὑμῖν χρηστήριον, ἀξιωθὲν ὑπό τινος ὕμνον τοῦ παντοκράτορος ἐκδοῦναι θεοῦ, οὕτως ἐν μέσῳ τοῦ ὕμνου ἔφη· | |
5 | Ὃς πρῶτον πλάσας μερόπων, Ἀδὰμ δὲ καλέσσας. Καὶ τοῦτον σώζεσθαι τὸν ὕμνον παρὰ πολλοῖς ὧν ἴσμεν συμ‐ | |
36E | βαίνει εἰς ἔλεγχον τῶν μὴ πείθεσθαι τῇ ὑπὸ πάντων μαρτυ‐ ρουμένῃ ἀληθείᾳ βουλομένων. Εἰ τοίνυν, ὦ ἄνδρες Ἕλληνες, μὴ προτιμοτέραν ἡγεῖσθε τῆς ὑμῶν αὐτῶν σωτηρίας τὴν περὶ τῶν μὴ ὄντων θεῶν ψευδῆ φαντασίαν, πείσθητε, ὥσπερ ἔφην, | |
5 | τῇ ἀρχαιοτάτῃ καὶ σφόδρα παλαιᾷ Σιβύλλῃ, ἧς τὰς βίβλους ἐν πάσῃ τῇ οἰκουμένῃ σώζεσθαι συμβαίνει, περὶ μὲν τῶν λεγο‐ μένων θεῶν ὡς μὴ ὄντων ἀπό τινος δυνατῆς ἐπιπνοίας διὰ | |
37A | χρησμῶν ὑμᾶς διδασκούσῃ, περὶ δὲ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μελλούσης ἔσεσθαι παρουσίας καὶ περὶ πάν‐ των τῶν ὑπ’ αὐτοῦ γίνεσθαι μελλόντων σαφῶς καὶ φανερῶς προαναφωνούσῃ· ἔσται γὰρ ὑμῖν ἀναγκαῖον προγύμνασμα ἡ | |
5 | τούτων γνῶσις τῆς τῶν ἱερῶν ἀνδρῶν προφητείας. Εἰ δέ τις | |
οἴοιτο παρὰ τῶν πρεσβυτάτων παρ’ αὐτοῖς ὀνομασθέντων φι‐ λοσόφων τὸν περὶ θεοῦ μεμαθηκέναι λόγον, Ἄμμωνός τε | 124 | |
37B | καὶ Ἑρμοῦ ἀκουέτω· Ἄμμωνος μὲν ἐν τοῖς περὶ αὐτοῦ λόγοις πάγκρυφον τὸν θεὸν ὀνομάζοντος, Ἑρμοῦ δὲ σαφῶς καὶ φανε‐ ρῶς λέγοντος· Θεὸν νοῆσαι μέν ἐστι χαλεπόν, φράσαι δὲ ἀδύνατον, ᾧ καὶ νοῆσαι δυνατόν. Πανταχόθεν τοίνυν εἰδέναι | |
5 | προσήκει, ὅτι οὐδαμῶς ἑτέρως περὶ θεοῦ ἢ τῆς ὀρθῆς θεοσε‐ βείας μανθάνειν οἷόν τε ἢ παρὰ τῶν προφητῶν μόνων, τῶν | |
διὰ τῆς θείας ἐπιπνοίας διδασκόντων ὑμᾶς. | 126 |