TLG 0645 004 :: JUSTINUS MARTYR :: Fragmenta operum deperditorum JUSTINUS MARTYR Apol. Fragmenta operum deperditorum frr. 1–20 Citation: Fragment — (line) | ||
1 | Αὐτῷ τῷ κυρίῳ οὐκ ἂν ἐπείσθην, ἄλλον θεὸν καταγγέλ‐ | |
λοντι παρὰ τὸν δημιουργὸν | 250 | |
2 | Πρὸ μὲν τῆς τοῦ κυρίου παρουσίας οὐδέποτε ἐτόλμησεν ὁ σατανᾶς βλασφημῆσαι τὸν θεόν, ἅτε μηδέπω εἰδὼς αὐτοῦ τὴν κατάκρισιν, διὰ τὸ ἐν παραβολαῖς καὶ ἀλληγορίαις κεῖ‐ σθαι. Μετὰ δὲ τὴν παρουσίαν τοῦ κυρίου, ἐκ τῶν λόγων αὐ‐ | |
5 | τοῦ καὶ τῶν ἀποστόλων μαθὼν ἀναφανδὸν ὅτι πῦρ αἰώνιον αὐτῷ ἡτοίμασται, κατ’ ἰδίαν γνώμην ἀποστάντι τοῦ θεοῦ, καὶ πᾶσι τοῖς ἀμετανοήτως παραμείνασιν ἐν τῇ ἀποστασίᾳ, διὰ τῶν τοιούτων ἀνθρώπων βλασφημεῖ τὸν τὴν κρίσιν ἐπάγοντα κύριον, ὡς ἤδη κατακεκριμένος, καὶ τὴν ἁμαρτίαν τῆς ἰδίας | 252 |
---|---|---|
10 | ἀποστασίας τῷ ἐκτικότι αὐτὸν ἀποκαλεῖ, ἀλλ’ οὐ τῇ ἰδίᾳ αὐ‐ θαιρέτῳ γνώμῃ· ὡς καὶ οἱ παραβαίνοντες τοὺς νόμους, ἔπειτα δίκας διδόντες, αἰτιῶνται τοὺς νομοθέτας, ἀλλ’ οὐχ ἑαυ‐ τούς. | |
3 | Καὶ ὁ θαυμασιώτατος Ἰουστῖνος ὀρθῶς ἐξεφώνησεν ἐοι‐ κέναι τοὺς προειρημένους λῃσταῖς. | |
4 | Ἰουστῖνος δὲ ὁ Νεαπολίτης, ἀνὴρ οὔτε τῷ χρόνῳ πόῤῥω ὢν τῶν ἀποστόλων οὔτε τῇ ἀρετῇ, κληρονομεῖσθαι μὲν τὸ ἀποθνῆσκον, κληρονομεῖν δὲ τὸ ζῶν λέγει, καὶ ἀποθνήσκειν | |
μὲν σάρκα, ζῆν δὲ τὴν βασιλείαν τῶν οὐρανῶν. | 254 | |
5 | Πλάσας ὁ θεὸς κατ’ ἀρχὰς τὸν ἄνθρωπον τῆς γνώμης αὐτοῦ τὰ τῆς φύσεως ἀπῃώρησεν, ἐντολῇ μιᾷ ποιησάμενος τὴν διάπειραν. Φυλάξαντα μὲν γὰρ ταύτην τῆς ἀθανάτου λήξεως πεποίηκεν ἔσεσθαι, παραβάντα δὲ τῆς ἐναντίας. Οὕτω | |
5 | γεγονὼς ὁ ἄνθρωπος καὶ πρὸς τὴν παράβασιν εὐθὺς ἐλθὼν τὴν φθορὰν φυσικῶς εἰσεδέξατο. Φύσει δὲ τῆς φθορᾶς προσ‐ γενομένης ἀναγκαῖον ἦν ὅτι σῶσαι βουλόμενος ἦν τὴν φθορο‐ ποιὸν οὐσίαν ἀφανίσας. Τοῦτο δὲ οὐκ ἦν ἑτέρως γενέσθαι, εἰ μήπερ ἡ κατὰ φύσιν ζωὴ προσεπλάκη τῷ τὴν φθορὰν δεξα‐ | |
10 | μένῳ, ἀφανίζουσα μὲν τὴν φθοράν, ἀθάνατον δὲ τοῦ λοιποῦ τὸ δεξάμενον διατηροῦσα. Διὰ τοῦτο τὸν λόγον ἐδέησεν ἐν σώματι γενέσθαι, ἵνα τοῦ θανάτου τῆς κατὰ φύσιν ἡμᾶς φθο‐ ρᾶς ἐλευθερώσῃ. Εἰ γάρ, ὥς φατε, νεύματι μόνον τὸν θά‐ νατον ἡμῶν ἀπεκώλυσεν, οὐ προσῄει μὲν διὰ τὴν βούλησιν ὁ | |
15 | θάνατος, οὐδὲν δὲ ἧττον φθαρτοὶ πάλιν ἦμεν, φυσικὴν ἐν ἑαυ‐ τοῖς τὴν φθορὰν περιφέροντες. | |
6 | Οὐ τὸν θεὸν βλάψομεν ἀγνοοῦντες αὐτόν, ἀλλ’ ἑαυτοὺς | |
ἀποστερήσομεν τῆς αὐτοῦ φιλίας. | 256 | |
7 | Οὔτε τὸ φῶς ἔσται σκότος ποτέ, ἕως ἂν ᾖ φῶς, οὔτε ἡ τῶν παρ’ ἡμῖν πραγμάτων ἀλήθεια διελεγχθήσεται. Ἀλήθεια γάρ ἐστι, καὶ ταύτης ἰσχυρότερον οὐδέν. | |
8 | Πρὸς σκληρὰν καὶ ἀπειθῆ καρδίαν λόγος ὑγιὴς οὐκ εἰσ‐ έρχεται, ἀλλ’ ὥσπερ ἀντιτυπούμενος πρὸς ἑαυτὸν ἐπανέρ‐ χεται. | |
9 | Ὡς δὲ σώματος ἀγαθὸν ὑγεία, οὕτως ψυχῆς ἀγαθὸν γνῶ‐ σις θεοῦ, ὑγεία τις οὖσα ψυχῆς, καθ’ ἣν πρὸς θεὸν ὁμοίωσις γίνεται. | |
10 | Ὥσπερ πᾶσι τοῖς γενομένοις σώμασιν ὑπὸ τοῦ θεοῦ συνυπάρχει καὶ τὸ σκιὰν ἔχειν, οὕτως καὶ τῷ θεῷ, δικαίῳ ὄντι, τοῖς τὰ καλὰ ἑλομένοις καὶ τοῖς τὰ κακὰ προτιμήσασιν ἀκόλουθόν ἐστι τὸ κατ’ ἀξίαν ἑκάστῳ ἀπονεῖμαι. | 258 |
11 | Δυσαναβίβαστος ἡ ψυχὴ πρὸς ταῦτα ἀφ’ ὧν ὠλίσθησε καλῶν, δυσεκβίβαστός τε τούτων ὧν συνειθίσθη κακῶν. [Εἰ μὲν σαυτόν ποτε ἠθέλησας μέμψασθαι, τῷ φαρμάκῳ τῆς μετανοίας τάχα ἂν χρηστάς τινας ἐλπίδας ἐθρεψάμην ἐπὶ | |
5 | σοί, ἐπειδὴ δὲ τελείως κατεφρόνησας τοῦ φόβου καὶ αὐτῆς κατέπτυσας τῆς εἰς Χριστὸν πίστεως, βέλτιόν σοι ὑπῆρχεν ἵνα μὴ ἐγενήθης ἀπὸ γαστρός.] | |
12 | Λανθάνει μέν, ὡς εἰκός, αὐτοὺς ὡς ἐκ πλάνης τῇ ἀλη‐ θείᾳ διὰ τῆς ὄντως πίστεως ἐξεστηκώς, αὐτὸς δὲ ἀληθῶς οἶδεν ἑαυτόν, οὐχ, ὅ φασιν ἐκεῖνοι, μαινόμενον, ἀλλὰ τῆς ἀστάτου καὶ ἀλλοιωτῆς περὶ τὴν παντοδαπῆ τῆς πλάνης ποικιλίαν | |
5 | φθορᾶς διὰ τῆς ἁπλῆς καὶ ἀεὶ ὡσαύτως ἐχούσης ἀληθείας | |
ἠλευθερωμένον. | 260 | |
13 | Τὸ εὖ πράττειν ἡγοῦμαι, ὦ ἄνδρες, οὐκ ἄλλο τι εἶναι ἢ τὸ κατὰ ἀλήθειαν ζῆν· τὸ δὲ εὖ ζῆν ἢ κατὰ ἀλήθειαν οὐκ ἄνευ τοῦ κατανοῆσαι τὴν τῶν πραγμάτων φύσιν. | |
14 | Ἡ τοῦ διδασκάλου ἀπειρία ἀπολλύει τοὺς μαθητευομέ‐ νους, καὶ ἡ τῶν μαθητευομένων ἀμέλεια κίνδυνον φέρει τῷ δι‐ δασκάλῳ, καὶ μάλιστα ὅταν παρὰ τὴν αὐτοῦ ἀνεπιστημοσύνην ῥᾴθυμοι εἶεν ἐκεῖνοι. | |
15 | Τὸ ὑποπεσεῖν καὶ παραχωρῆσαι τοῖς πάθεσιν ἐσχάτη δουλεία, ὥσπερ τὸ κρατεῖν τούτων ἐλευθερία μόνη. | |
16 | Μεγίστου ὄντος ἀγαθοῦ τὸ μὴ ἁμαρτάνειν, δεύτερον ἀγα‐ θὸν τὸ δικαιωθῆναι· ὅστις δὲ πολὺν χρόνον ἀδικῶν ἀκόλαστος μένει, τοῦτον δεῖ νομίζειν τὸν ἀτυχέστατον. | |
17 | Ἀνάγκη ἀπειρίᾳ καὶ κακίᾳ ἡνιόχου τὰ ὑπεζευγμένα κατὰ κρημνῶν φέρεσθαι, ὥσπερ ἐμπειρίᾳ καὶ ἀρετῇ διασώζεσθαι. | |
18 | Τέλος τῷ φιλοσοφοῦντι ἡ πρὸς θεὸν ὁμοίωσις κατὰ τὸ δυνατόν. | |
19 | Οὔτε στενοχωρία παρὰ θεῷ οὔτε ἀναρίθμητόν τι. | 262 |
20 | Οὐ περὶ ἐθνῶν ἀλλοφύλων φησίν, ἀλλὰ περὶ τοῦ συμ‐ φωνοῦντος τοῖς ἔθνεσιν κατὰ τὸ εἰρημένον ὑπὸ Ἱερεμίου· Πι‐ κρόν σοι τὸ καταλιπεῖν ἐμέ, λέγει κύριος ὁ θεός σου, ὅτι ἀπ’ αἰῶνος συνέτριψας ζυγόν σου καὶ διέῤῥηξας τοὺς δεσμούς σου | |
5 | καὶ εἶπας· Οὐ δουλεύσω σοι, ἀλλὰ πορεύσομαι ἐπὶ πᾶν ὄρος ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου, καὶ ἐκεῖ διαλυθήσομαι ἐν | |
τῇ πορνείᾳ μου. | 264 |