TLG 0644 011 :: ARISTOPHANES :: Nomina aetatum (fragmenta)

ARISTOPHANES Gramm.
(Byzantius: 3–2 B.C.)

Nomina aetatum (fragmenta)

Source: Miller, E. (ed.), “Opuscles divers” [Lexica Graeca Minora (ed. L. Latte & H. Erbse)] Hildesheim: Olms, 1965: 274–280.

  • Dup. partim 0644 002
  • *Published originally in Melanges de litterature grecque (Paris, 1868) 428–434

Citation: Page — (line)

11tὈΝΌΜΑΤΑ ἩΛΙΚΙΩ͂Ν.
12Βρέφος· τὸ ἄρτι γεγονός. Παιδίον· τὸ τρεφόμενον ὑπὸ τῆς τήτθης (l. τήθης). Παιδάριον· τὸ περιπατοῦν, καὶ ἤδη τῆς (om. Eust.) λέξεως ἀντιλαμβα‐
15νόμενον. Παιδίσκος· ὁ ἐν τῇ ἐχομένῃ ἡλικίᾳ. Παῖς· ὁ διὰ τῶν ἐγκυκλίων μαθημάτων δυνάμενος ἱέναι· τὴν δὲ ἐχομένην
ταύτης ἡλικίαν οἱ μὲν πάλλακα, οἱ δὲ βούπεδα, οἱ δὲ ἀντίπεδα (l. βούπαιδα274

275

et ἀντίπαιδα), οἱ δὲ μελλέφηβον καλοῦσιν, οἱ δὲ μετὰ ταῦτα, ἔφηβος (l. ἔφηβον). Ἐν δὲ Κυρήνῃ τοὺς ἐφήβους, τρικάπους καλοῦσιν, ἐν δὲ Κρήτῃ ἀποδρόμους, διὰ τὸ μηδέπω (prius μήπω) τῶν κοινῶν δρόμων μετέχειν, καίτοι τοῦ ὀνόματος
5δοκοῦντος τοὐναντίον σημαίνειν, ὡς ἄρα ὁ πεπαυμένος ἀπὸ τῶν δρόμων, καὶ οὐκέτι μετέχων ἐστὶν, ἀλλὰ τούτῳ τῷ σχήματι· καὶ τοὺς μὴ ἰχθῦς ἐσθίοντας, ἄπιχθυς (l. ἀπίχθυς) καλοῦσι, καὶ τοὺς ἀμούσους, ἀπομούσους, καὶ τοὺς ἀνήβους, ἀπότριχας. Ἀλλὰ γὰρ μετὰ ταῦτα, μειράκιον· εἶτα μεῖράξ τε καὶ νεανίσκος καὶ νεανίας, ὁ αὐτός. Λακεδαιμόνιοι (Eust. Λάκωνες) δὲ τούτους
10ἱππεῖς ἐκάλουν, καὶ τοὺς προεστηκότας (Eust. προεστῶτας) αὐτῶν ἱππαγρέ‐ τας. Εἶτα ἐχομένη ἡλικία ἡ τοῦ γυναικὶ συνεζευγμένου κατὰ νόμους, ὅτε δὴ καὶ νυμφίος ἂν ἐν καιρῷ κληθείη· εἶτα πάλιν κατὰ τὸ εἰκὸς, πατὴρ, εἶτα ἀνὴρ νέος, εἶτα ἀνὴρ μέσος, εἶτα προβεβηκὼς, ὑποπόλιος, ὃν καὶ ὠμογέροντα καλοῦσιν, εἶτα γέρων καὶ πρεσβύτης, ὁ αὐτὸς, εἶτα ἐσχατόγηρως.
15 Ἐπὶ δὲ τῶν θηλειῶν, τὸ μὲν βρέφος καὶ τὸ παιδίον ὁμοίως· μετὰ δὲ ταῦτα, παιδισκάριον καὶ παιδίσκιον, καὶ κόριον, καὶ κοράσιον, καὶ κο‐ ρίσκη, καὶ παρθενίσκη· μετὰ δὲ ταῦτα, παῖς, καὶ παρθένος, καὶ κόρη· εἶτα ἤδη πάλιν καὶ ταύτην (l. ταύτῃ) ὁ τοῦ γαμεῖσθαι καιρὸς, εἴη γὰρ ἂν, τὸ πέμπτον ἀμφίβης (f. ἀμφ’ ἥβης), ὡς Ἡρόδοτος ἀξιοῖ, ὅτε δὴ καὶ νύμφη ἂν
20κληθείη· μετὰ δὲ τὸν γάμον, γυνὴ καὶ μήτηρ· ἤδη καλοῖτ’ ἂν καὶ μεῖραξ· καὶ μετὰ ταῦτα, γυνὴ νέα, εἶτα μέση, εἶτα πάλιν ὁμοίως, προβεβηκυῖα, προ‐ πόλιος, εἶτα γραῦς, καὶ πρεσβῦτις, ἡ αὐτὴ, εἶτα ἐσχατόγηρως. Παραπλησίως δὲ καὶ ἐπὶ τῶν κτηνῶν, αἰπόλος μὲν, ὁ τῶν αἰγῶν νο‐ μεύς· αἰπόλιον δὲ τὸ πλῆθος· καὶ οἱ μὲν τέλειοι, τράγοι καὶ ἴξαλοι· οἱ (l. ἡ)
25δὲ ἐχομένη ἡλικία, χίμαροι, τὰ δὲ νεώτατα, ἔριφοι· ὁ δὲ Ποιητὴς ἐν Ὀδυσ‐
σείᾳ τὰ μὲν τέλεια, προγόνους καλεῖ· τὰ δὲ μετὰ ταῦτα, μετάσας· τὰ δὲ275

276

ἔτι νεώτερα, ἕρσας· καὶ ἐσσῖνες (l. ἐσσῆνες) δὲ καλοῦνται ἡλικία τις, καὶ πριτῖνες (l. πρητῆνες), παρὰ δὲ Ἰωνικοῖς καὶ ἄττιγοι (l. ἄττηγοι). Οἱ δὲ τὰ πρόβατα νέμοντες, ποιμένες καλοῦνται, καὶ προβατεῖς, καὶ μηλά‐ ται· τὸ δὲ πλῆθος, ποιμνίον, καὶ πῶϋ παρ’ Ὁμήρῳ. Τούτων τὰ τέλεια, ὄϊς,
5καὶ κριοὶ, καὶ ἀρνειοί· τὰ δὲ νέα, ἄρνες καὶ ἀμνοί· ἔνιοι δὲ καὶ φανύλους καλοῦσι. Μηλωτὴ λέγεται καὶ ἡ αἰγεία δορὰ, τὴν δὲ τῶν προβάτων τινὲς καὶ οἰέην καλοῦσι· τῶν δὲ ἀρχαίων Ἀττικῶν ἔνιοι συναλοιφὴν ποιούμενοι, ὦαν ἐκάλουν. Δοκεῖ δὲ ὁ Ποιητὴς καὶ τὴν τῶν ἄλλων τετραπόδων βοσκημάτων κτῆσιν, πρόβασιν καλεῖν· καὶ Πίνδαρος τὰς τοῦ Διομήδους ἵππους, πρό‐
10βατα καλεῖ· Σιμωνίδης δ’ ἐν τῇ Εὐρώπῃ τὸν ταῦρον, ὁτὲ μὲν ταῦρον, ὁτὲ δὲ μῆλον, ὁτὲ δὲ πρόβατον ὀνομάζει. Οἱ δὲ τοὺς ἵππους νέμοντες, ἱππονόμοι λέγονται, καὶ ἱπποβουκόλοι, καὶ ἱπποπῶλοι (l. ἱπποπόλοι) καὶ ἱπποφορβοί· τὸ δὲ πλῆθος, ἀγέλη· ἱπποφόρ‐ βια δὲ οἱ τόποι ἐν οἷς τρέφονται, ἃ καλοῦνται καὶ μάνδραι.
15 Οἱ δὲ τοὺς ἡμιόνους (sub. νέμοντες), ὀρεωκόμοι· ὀρεῖς γὰρ οἱ ἡμίονοι· ἴννοι δὲ, οἱ ἐκ τῶν ἐναντίων ἐξ ἵππου πατρὸς καὶ ὄνου μητρός. Οἱ δὲ τρέφοντες, ὀνοφόρβαι· καλοῦσι δὲ πολλάκις τοὺς ὄνους, καὶ κάν‐ θωνας, καὶ κανθηλίους· τούτων δὲ πάντων τὰ νεώτατα, πῶλοι· πρὸς δὲ, καὶ τῶν καμήλων καὶ τῶν ἐλεφάντων, οἱ δὲ καταμόνας σωματιοῦντες τῶν
20ἡμιόνων, ἤτοι αἱ φορταγωγοὶ, θηλυκῶς ἀστράβαι καλοῦνται, καὶ οἱ ἐλαύνον‐ τες, ἀστραβηλάται. Οἱ τοὺς βόας νέμοντες, βουκόλοι καὶ βοῦται λέγονται· καὶ τὸ πλῆθος, ἀγέλη· τούτων οἱ τέλειοι καὶ ἐνόρχαι, ταῦροι· τῶν δὲ ταύρων οἱ ἀγριώτεροι καὶ ἔξω τῆς ἀγέλης διαιτώμενοι, ἀτιμαγέλαι· αἱ δὲ θήλειαι, βόες μόνον· τὰ
25δὲ νέα ἄρρενα μὲν, μόσχοι, καὶ πόριες, καὶ πόρτακες· θήλεα δὲ, δαμάλαι, καὶ δαμάλιες, καὶ βουβάλιες. Οἱ δὲ τοὺς σῦς νέμοντες, συβῶται· καὶ τὸ πλῆθος, συβόσιον· τούτων οἱ τέλειοι καὶ ἐνόρχαι, κάπροι· οἱ δὲ πίονες αὐτῶν, σίαλοι· ἡ δὲ θήλεια σῦς,
καὶ γρόμφις, καὶ ὗς· τὰ δὲ νέα, δέλφακες καὶ χοῖροι.276

277

Ἐλάφων δὲ τὰ μὲν νέα, τὰ δὲ τέλεια, ἔλαφοι, καὶ ἀχαΐναι, καὶ σπαθῖναι (al. σπαθίναι), τὰ δὲ μέσα, κεμάδες. Λαγὼς λέγεται καὶ πτὼξ, καὶ δασύπους, καὶ ταχείνας (l. ταχίνας). Τέττιξ· ἀχέτας.
5 Κοχλίας· φερέοικος. Ἀλώπηξ· κερδὼ, καὶ κίδαφος. Τῶν ἀγρίων ὑῶν τὰ νέα, κολόβρια, καὶ μολόβρια· καὶ ὁ ὗς, μολοβρίτης, καὶ μολαβρὸς, καὶ μονιός. Τὰς δορκάδας, καὶ ζόρκας, καὶ πρόκας καλοῦσι· τὰ δὲ νέα τούτων, ὄβρια
10καὶ ὀβρίκαλα· τὰ ἔμβρυα δὲ τὰ ἀρτιγέννητα, καὶ ψάκαλα. Τῶν δὲ ὀρνίθων τὰ νέα, νεοττοὶ καὶ ὀρτάλιχοι, προστιθεμένου, καὶ τοῦ παρασήμου τῆς ἰδιότητος, οἷον νεοττοὶ ἀλεκτρυόνων. Τηθὴ, καὶ μάμμη, καὶ μαῖα, ἡ τοῦ πατρὸς μήτηρ· τηθὶς, ἡ μητρὸς ἢ πα‐ τρὸς ἀδελφή. Πίνδαρος δὲ τοὺς γονέας τῆς μητρὸς, μήτρωας ἔφη· Στησί‐
15χορος δὲ τοὺς τοῦ πατρὸς, πάτρωας· Ὅμηρος τοὺς γνησίους υἱοὺς καὶ ἠθα‐ γενεῖς (l. ἰθαγενεῖς) ὀνομάζει· τοὺς νόθους Ῥόδιοι, μακροξένους (l. ματροξέ‐ νους) ὠνόμαζον· σκότιοι δὲ, οἱ λάθρα γεγονότες· Κρῆτες δὲ τὰ νεώτατα παιδία οὕτως ἐκάλουν. Τηλύγετος· ὁ ἀγαπητός· καὶ ὁ τηλοῦ τῆς ἡλικίας προβεβηκότι τῷ πατρὶ
20γεγονὼς, ἐάν τε μόνος ᾖ, ἐάν τε ἐπὶ θηλείαις μόνος ἄρρην. Κυρηναῖοι τὰ ἔκγονα τῶν ἐκγόνων ἀμνάμους καλοῦσι· τοὺς ἀδελφοὺς καὶ ἀγάλακτας ἐκάλουν. Κουρίδιος, ἐστὶν οἷον παρθένιος ἀρσενικῶς.
Ἀνεψιοὺς ἔλεγον τοὺς παρ’ ἡμῖν ἐξαδέλφους· ταύτην δὲ τὴν γενεὰν οὐ277

278

πάνυ ἔτι ἐξηκριβοῦντο· ὅθεν καὶ ἡ παροιμία· Ἀνεψιῶν δὲ παῖδες, οὐκέτ’ ἐν λόγῳ. Πενθεροὺς ἐκάλουν τῷ γαμβρῷ, τοὺς τῆς γυναικὸς γεννήτορας· τῇ νύμφῃ δ’ ὁ πατὴρ τοῦ συζύγου, ἑκυρὸς ἐλέγετο, ἡ δὲ μήτηρ, ἑκυρά· γάλλως (l. γά‐
5λως) τῇ γυναικὶ, ἡ τοῦ ἀνδρὸς ἀδελφή· δαὴρ δὲ, ὁ τοῦ ἀνδρὸς ἀδελφός· εἰνά‐ τερες δὲ, αἱ νῦν παρὰ τῇ συνηθείᾳ σύνυμφοι (l. σύννυμφοι)· νυὸς, ἡ τοῦ υἱοῦ γυνή. Κηδεσταὶ καὶ πηοί· οἱ συμπένθεροι. Ὀθνεῖος· παρὰ μέν τισιν ὁ ἀλλότριος, παρὰ δέ τισιν ὁ συγγενής.
10 Ἐπίμανδα· ἡ ἐπίκληρος. Θῆσσα· ἣν ὁ πατὴρ καταλέλοιπε πένης ὢν, ἄκληρον. Ἀναγκάζει δὲ τοὺς συγγενεῖς ὁ Σόλωνος νόμος πέντε μνᾶς, ἔπειτα δὲ μετέδοξε δέκα ταύτῃ διδόναι, πρὸς τὸ ληφθῆναι εἰς γάμον. Προμνήστρια· ἡ περὶ τῶν μελλόντων συναφθῆναι προμιμνησκομένη
15καὶ συνιστῶσα· παρὰ δὲ Σικελοῖς, προμυθήκτρια (l. προμηθίκτρια). Εἰλαπηνή (l. Εἰλαπινή)· ἐστὶ θυσία καὶ παρασκευὴ λαμπροτέρα τίς. Δαιτυμόνες καὶ δαιταλεῖς· οἱ θοινόμενοι (l. θοινώμενοι). Τήτθη (l. Τιτθὴ), καὶ τροφὸς, καὶ τηθινὸς (l. τιθηνὸς), παρὰ μὲν τοῖς πενιχροῖς ἡ αὐτὴ, παρὰ δὲ τοῖς δυνατοῖς, τῆτθαι μὲν, αἱ τοὺς τητθοὺς παρέ‐
20χουσαι, τροφοὶ δὲ καὶ τηθινοὶ, αἱ τὸν ἄλλον πόνον ἀναδεχόμεναι· λέγω δὲ περιφέρειν, προσπαίζειν καὶ τῆς μετὰ τὸν γαλακτισμὸν τροφῆς ἐπιμε‐ λεῖσθαι.
Ἀστός· ὁ πολίτης, ἀστικὸς, οἷον ὁ πολιτικὸς, καὶ ἀστεῖος· ἔνιοι δὲ278

279

τῶν φιλοσόφων τὸν ἀστεῖον ἐπὶ τοῦ φρονίμου καὶ ἀγαθοῦ ἀνδρὸς τάτ‐ τουσι. Ξένος· ὁ ἐξ ἑτέρας πόλεως παρεπίδημος, καὶ ὁ ἐν ἀρχῇ γενόμενος συνη‐ θείας καὶ γνωριμότητος. Ἰδιόξενος· ὁ ἐκ πλείονος χρόνου, ἢ ἐκ πατέρων
5παραδοχῆς τηρῶν πρός τινα διάθεσιν καὶ ὁμόνοιαν, κἂν ἀφ’ ἑτέρας πατρί‐ δος ᾖ. Πρόξενος· ὁ κατὰ δόγμα πολιτικὸν προστάτης ὢν πόλεως καὶ φροντι‐ στής. Δορύξενοι δὲ, οἱ κατὰ πόλεμον ἀλλήλους φιλοποιησάμενοι. Ἑταῖροι καὶ ἔται· οἱ τῇ τε ἡλικίᾳ παραπλησίως ἔχοντες καὶ τὸ πλεῖστον τοῦ χρόνου συγκαταγεγονότες ἀλλήλοις.
10 Ὁμοτρόπους καὶ ἠθείους, τοὺς συνήθεις φαμὲν, τῷ τὰ αὐτὰ ἤθη ἔχειν. Γνώριμος· ὁ γνῶσιν μὲν ἔχων, καὶ οἷον συναφήν τινα φιλίας, οὐδέπω δὲ βέβαιος φίλος· γνώριμοι δὲ, καὶ οἱ ἐν πόλεσιν ἐπιφανεῖς. Θῆτες· οἱ παρὰ τῇ συνηθείᾳ μισθαρνοί. Πελάται· οἳ διὰ βιωτικὴν περιπέτειαν τῇ ἐνδείᾳ πιεζόμενοι πλησιά‐
15ζουσι τοῖς ἐγγὺς δυνατοῖς, καὶ τὰ πρὸς τὴν χρείαν αἰτοῦνται· τούτους δὲ καὶ προΐκτας καλοῦσι. Τοὺς θεράποντας, καὶ ὀπάονας, καὶ ὀπαδοὺς, ἤτοι ἀκολούθους καὶ ἐπαίτας ἐκάλουν, οὐ μέντοι γε τοὺς δούλους, ἀλλὰ τοὺς ἐλευθέρους. Λάτρις· ὁ ἐπιμίσθιος· τὸν γὰρ μισθὸν λάτρον ἔλεγον· νῦν δὲ καὶ ὁ δοῦλος.
20 Δμῶες καὶ δμωΐδες· οἱ δοῦλοι καὶ αἱ δουλίδες, ἀπὸ τοῦ δεδμῆσθαι καὶ οἱο‐ νεὶ δαμάζεσθαι· ἐντεῦθεν καὶ δάμαρ, ἡ ὅμευνος. Ἀμφίπολοι· αἱ θήλειαι ἀκόλουθοι· ἐλέγοντο δὲ καὶ ἅβραι, ἁβροτέρως κοσμουμένων, τῶν ταῖς πλουσιωτάταις ἀκολουθουσῶν· παρ’ Ὁμήρῳ δὲ οἱ
ὑπουργοῦντες δρηστῆρες, καὶ αἱ θήλειαι, δρηστεῖραι.279

280

Οἰκότριβες· οἱ οἰκογενεῖς, ἀπὸ τοῦ ἐγκεχρονικέναι τῷ οἴκῳ καὶ κατατε‐ τρίφθαι· οἱ δὲ τραγικοὶ προσπόλους λέγουσι· καὶ ἀμφότερα δὲ ἐπί τε ἀρρέ‐ νων καὶ θηλειῶν. Ἀπελεύθερος τῷ δεσπότῃ, καὶ ἐξελεύθερος ὁ αὐτός· οὓς ἐν Κρήτῃ μινώ‐
5τας, καὶ ἐν Θετταλίᾳ πενέστας, καὶ ἐν Λακεδαίμονι εἵλωτας ἐκάλουν. Παρὰ τοῖς λογογράφοις ἔκγονοι μὲν ἴνιες, καὶ κέλωρες, καὶ νέπτυες, καὶ νέποδες· ἰσήλικες δὲ ὁμόσφυροι, καὶ ὁμόπτεροι, καὶ ὁμότριχες· τοὺς δ’ ἀκολούθους, ἀμόρβας καὶ ἀόζους· ἐν δὲ ταῖς κωμῳδίαις τηθαλαδοῦς, ὁ ἀνδραπώδης καὶ οἷον γραοτραφὴς, καὶ ἐλυπληκταδοῦς (l. ἐμπληκταδοῦς),
10ὁ ἔμπληκτος, καὶ μωροδαλοῦς (l. μωροδαλλοῦς), ὁ μωρός.280