TLG 0644 010 :: ARISTOPHANES :: De suspectis apud veteres verbis (fragmenta) ARISTOPHANES Gramm. De suspectis apud veteres verbis (fragmenta)
Citation: Page — (line) | ||
273(1t) | ΑΡΙΣΤΟΦΆΝΟΥΣ ΠΕΡῚ ΤΩ͂Ν ὙΠΟΠΤΕΥΟΜΈΝΩΝ ΜῊ ΕἸΡΗ͂ΣΘΑΙ | |
2t | ΤΟΙ͂Σ ΠΑΛΑΙΟΙ͂Σ. | |
---|---|---|
3 | Σάννας· ὁ μωρός. Φερνή (l. Φέρνη)· ἡ προΐξ. | |
5 | Στεγανόμιον· τὸ ἀριστητήριον, καὶ ὁ μισθὸς τοῦ πανδοκείου. Ἐπικοκκάζω· τὸ κράζω. Λαπύζειν (l. Λαπίζειν)· τὸ συρίζειν, τὸ μεγαλοψυχεῖν· τάττουσι καὶ ἐπὶ τοῦ ὑπερηφανεύεσθαι. Τὸ ἄρχειν· καὶ ἐπὶ τοῦ τυραννεῖν. | |
10 | Τὴν μεγαλοψυχίαν· καὶ ἐπὶ τῆς εὐπορίας. Τὴν ψευδολογίαν· καὶ ἐπ’ ἀγαθοῦ· ἤτοι τὴν εὐμέθοδον ὁμιλίαν. Βαββᾶν (l. Βαυβᾶν)· τὸ κοιμᾶσθαι. Βλακεύεσθαι· τὸ νωθρεύεσθαι. Σπανοσιτία· ἡ τῶν τροφῶν ἔνδεια. | |
15 | Ἀρδαλῶσαι· ἐπὶ τοῦ μολῦναι. | 273 |
274 | Ἐφεύγοσαν, καὶ ἐλέγοσαν· ἀντὶ τοῦ ἔφευγον καὶ ἔλεγον. Κοκκύζειν· ἀντὶ τοῦ ᾄδειν. Στίμμις καὶ στίμμι· τὰ εἰς τὰ ὄμματα χρήσιμα· λέγεται δὲ καὶ θηλυ‐ κῶς καὶ οὐδετέρως. | |
5 | Τάγηνον· τὸ τήγανον. Γόμφος (l. Γόμος)· ὁ φόρτος τῆς νεώς. Λεπύχανον, καὶ λόπισμα· τὸ λέπος τοῦ κρομύου, ἢ ἄλλου τινός. Ἐμίας· ὁ ἔμετος. Δριμύ· καὶ τὸ συνετόν. | |
10 | Μόμφος· ἡ μέμψις. | 274 |