TLG 0644 009 :: ARISTOPHANES :: Fragmenta

ARISTOPHANES Gramm.
(Byzantius: 3–2 B.C.)

Fragmenta

Source: FGrH #347. : 3B:210.

Citation: Volume-Jacoby#-F — fragment — (line)

3b,347,F

1

ATHEN. 13, 51 p. 586 F (HARPOKR. s.v. Ἀντίκυρα)· ἐν δὲ τῶι Κατὰ Φιλωνίδου βιαίων ὁ Λυσίας (F 245 Tur), εἰ γνήσιος ὁ λόγος, καὶ Ναίδος τῆς ἑταίρας μέμνηται, κἀν τῶι Πρὸς Μέδοντα ψευδομαρτυριῶν (F 167) 〈Ἀντι‐ κύρασ〉. ἐπώνυμον δ’ ἐστὶ τοῦτο ἑταίρας· τὸ γὰρ κύριον ἦν Οἴα, ὡς Ἀριστο‐
5φάνης εἴρηκεν ἐν τῶι Περὶ ἑταιρῶν, Ἀντικύραν αὐτὴν φάσκων κληθῆναι ἤτοι ὅτι συνέπινε παρακινοῦσι καὶ μεμηνόσιν ἤτοι ὅτι αὐτὴν ἀναλαβὼν ὁ ἰατρὸς Νικόστρατος [καὶ] ἀποθνήσκων κατέλιπεν αὐτῆι πολὺ ἐλλέβορον, ἄλλο δὲ οὐδέν.

3b,347,F

2*

AELIAN. V. H. 12, 5 (14, 35): ὅτι Λαὶς ἡ ἑταίρα, ὥς φησιν Ἀριστο‐ φάνης ὁ Βυζάντιος, καὶ Ἀξίνη ἐκαλεῖτο. ἤλεγχε δὲ αὐτῆς τὸ ἐπώνυμον τοῦτο τὴν τοῦ ἤθους ἀγριότητα καὶ ὅτι πολὺ ἐπράττετο, καὶ ἔτι μᾶλλον παρὰ τῶν
ξένων, ἅτε ἀπαλλαττομένων θᾶττον.3