TLG 0644 008 :: ARISTOPHANES :: Testimonia

ARISTOPHANES Gramm.
(Byzantius: 3–2 B.C.)

Testimonia

Source: FGrH #347. : 3B:209–210.

Citation: Volume-Jacoby#-T — fragment — (line)

3b,347,T

1

ATHEN. 13, 21 p. 567 A: τοιαυτὶ βιβλία Ἀριστοφάνους καὶ Ἀπολλο‐ δώρου (244 T 17) καὶ Ἀμμωνίου (350) καὶ Ἀντιφάνους (349), ἔτι δὲ Γοργίου τοῦ Ἀθηναίου (351), πάντων τούτων συγγεγραφότων περὶ τῶν Ἀθήνησι ἑταιρίδων.

3b,347,T

2

ATHEN. 13, 46 p. 583 DE: αἱ γὰρ καλαὶ ἡμῶν Ἀθῆναι τοσοῦτον πλῆθος ἤνεγκαν ἑταιρῶν, περὶ ὧν ἐπεξελεύσομαι ὅσον γε δύναμαι, ὅσον ὄχλον εὐαν‐
δροῦσα πόλις οὐκ ἔσχεν. ἀναγέγραφε γοῦν Ἀριστοφάνης μὲν ὁ Βυζάντιος ἑκατὸν καὶ λε, Ἀπολλόδωρος δὲ τούτων πλείους, ὁ Γοργίας δ’ ἔτι πλέονας,3
5περιλειφθῆναι φάσκοντες ὑπὸ Ἀριστοφάνους μετὰ ἑταιρῶν πλειόνων καὶ τάσδε· ** τὴν Πάροινον ἐπικληθεῖσαν καὶ Λαμπυρίδα καὶ Εὐφροσύνην (αὕτη δὲ ἦν γναφέως θυγάτηρ). ἄγραφοι δ’ εἰσὶν αὐτῶι Μεγίστη, Ἀγαλλίς, Θαυμά‐ ριον, Θεόκλεια (αὕτη δ’ ἐπεκαλεῖτο Κορώνη), Ληναιτόκυστος, Ἄστρα, Γνάθαινα καὶ ταύτης θυγατριδῆ Γναθαίνιον, καὶ Σιγὴ καὶ Συνωρὶς ἡ Λύχνος
10ἐπικαλουμένη καὶ Εὔκλεια καὶ Γρυμέα καὶ Θρυαλλίς, ἔτι Χίμαιρα καὶ Λαμπάς.209