TLG 0644 007 :: ARISTOPHANES :: Argumenta fabularum Aristophani tributa (fragmenta) ARISTOPHANES Gramm. Argumenta fabularum Aristophani tributa (fragmenta)
Citation: Fragment — (line) | ||
1-3t | Ὑποθέσεις ἄμετροι. | |
1 | Arg. Soph. Ant.: Ἀριστοφάνους γραμματικοῦ. Ἀν‐ τιγόνη παρὰ τὴν πρόςταξιν τῆς πόλεως θάψασα τὸν Πολυ‐ νείκην ἐφωράθη καὶ εἰς μνημεῖον κατάγειον ἐντεθεῖσα παρὰ | |
τοῦ Κρέοντος ἀνῄρηται· ἐφ’ ᾗ καὶ Αἵμων δυςπαθήσας διὰ | 256 | |
5 | τὸν εἰς αὐτὴν ἔρωτα ξίφει ἑαυτὸν διεχρήσατο. ἐπὶ δὲ τῷ τού‐ του θανάτῳ καὶ ἡ μήτηρ Εὐρυδίκη ἑαυτὴν ἀνεῖλε. Τὸ μὲν δρᾶμα τῶν καλλίστων Σοφοκλέους. στασιάζεται δὲ τὰ περὶ τὴν ἡρωίδα ἱστορούμενα καὶ τὴν ἀδελφὴν αὐτῆς Ἰσμήνην, ἃς ὁ μὲν Ἴων ἐν τοῖς διθυράμβοις καταπρησθῆναί | |
---|---|---|
10 | φησιν ἀμφοτέρας ἐν τῷ ἱερῷ τῆς Ἥρας ὑπὸ Λαοδάμαντος τοῦ Ἐτεοκλέους· Μίμνερμος δέ φησι τὴν μὲν Ἰσμήνην προσο‐ μιλοῦσαν Θεοκλυμένῳ ὑπὸ Τυδέως κατὰ Ἀθηνᾶς ἐγκέλευσιν τελευτῆσαι. [τὸ δὲ δρᾶμα τὴν ἐπιγραφὴν ἔσχεν ἀπὸ τῆς παρ‐ εχούσης τὴν ὑπόθεσιν Ἀντιγόνης.] Κεῖται δὲ ἡ μυθοποιία | |
15 | καὶ παρ’ Εὐριπίδῃ ἐν Ἀντιγόνῃ· πλὴν ἐκεῖ φωραθεῖσα μετὰ τοῦτο Αἵμονι δίδοται πρὸς γάμου κοινωνίαν καὶ τίκτει τὸν Μαίονα. Ἡ μὲν σκηνὴ τοῦ δράματος ὑπόκειται ἐν Θήβαις ταῖς Βοιωτικαῖς. ὁ δὲ χορὸς συνέστηκεν ἐξ ἐπιχωρίων γερόντων· | |
20 | προλογίζει δὲ ἡ Ἀντιγόνη· ὑπόκειται δὲ τὰ πράγματα ἐπὶ τῶν Κρέοντος βασιλείων. τὸ δὲ κεφάλαιόν ἐστι τάφος Πολυνείκους, Ἀντιγόνης ἀναίρεσις, θάνατος Λίμονος καὶ μόρος Εὐρυδίκης τῆς Αἵμονος μητρός. φασὶ δὲ τὸν Σοφοκλέα ἠξιῶσθαι τῆς ἐν Σάμῳ στρατηγίας, εὐδοκιμήσαντα ἐν τῇ διδασκαλίᾳ τῆς Ἀντι‐ | |
25 | γόνης. λέλεκται δὲ τὸ δρᾶμα τοῦτο τριακοστὸν δεύτερον. | 257 |
2 | Arg. Eur. Med. Ἀριστοφάνους τοῦ γραμματικοῦ. Μήδεια διὰ τὴν πρὸς Ἰάσονα ἔχθραν τῷ ἐκεῖνον γεγαμηκέ‐ ναι Γλαύκην τὴν Κρέοντος θυγατέρα ἀπέκτεινε μὲν Γλαύκην καὶ Κρέοντα καὶ τοὺς ἰδίους υἱούς, ἐχωρίσθη δὲ Ἰάσονος | |
5 | Αἰγεῖ συνοικήσουσα. παρ’ οὐδετέρῳ κεῖται ἡ μυθοποιία. Ἡ μὲν σκηνὴ τοῦ δράματος ὑπόκειται ἐν Κορίνθῳ, ὁ δὲ χορὸς συνέστηκεν ἐκ γυναικῶν πολιτίδων. ἐδιδάχθη ἐπὶ Πυ‐ θοδώρου ἄρχοντος κατὰ τὴν ὀγδοηκοστὴν ἑβδόμην ὀλυμπιάδα. πρῶτος Εὐφορίων, δεύτερος Σοφοκλῆς, τρίτος Εὐριπίδης. Μή‐ | |
10 | δεια, Φιλοκτήτης, Δίκτυς, Θερισταὶ σάτυροι. οὐ σώζεται. | |
3 | Arg. Eur. Bacch. Ἀριστοφάνους γραμματικοῦ. Δι‐ όνυσος ἀποθεωθεὶς μὴ βουλομένου Πενθέως τὰ ὄργια αὐτοῦ ἀναλαμβάνειν, εἰς μανίαν ἀγαγὼν τὰς τῆς μητρὸς ἀδελφάς, ἠνάγκασε Πενθέα διασπάσαι. ἡ μυθοποιία κεῖται παρ’ Αἰσχύ‐ | |
5 | λῳ ἐν Πενθεῖ. | |
4-11t | Ὑποθέσεις ἔμμετροι. | |
4(t) | Arg. Soph. Oed. R. Ἀριστοφάνους γραμματικοῦ ὑπόθεσις. | |
1 | Λιπὼν Κόρινθον Οἰδίπους, πατρὸς νόθος πρὸς τῶν ἁπάντων λοιδορούμενος ξένος, ἦλθεν πυθέσθαι Πυθικῶν θεσπισμάτων, | |
ζητῶν ἑαυτὸν καὶ γένους φυτοσπόρον. | 258 | |
5 | εὑρὼν δὲ τλήμων ἐν στεναῖς ἁμαξιτοῖς ἄκων ἔπεφνε Λάιον γεννήτορα. Σφιγγὸς δὲ δεινῆς θανάσιμον λύσας μέλος, ᾔσχυνε μητρὸς ἀγνοουμένης λέχος. λοιμὸς δὲ Θήβας εἷλε καὶ νόσος μακρά. | |
10 | Κρέων δὲ πεμφθεὶς Δελφικὴν πρὸς ἑστίαν, ὅπως πύθοιτο τοῦ κακοῦ παυστήριον, ἤκουσε φωνῆς μαντικῆς θεοῦ πάρα, τὸν Λαΐειον ἐκδικηθῆναι φόνον. ὅθεν μαθὼν ἑαυτὸν Οἰδίπους τάλας | |
15 | δισσαῖσι χερσὶν ἐξανάλωσεν κόρας, αὐτὴ δὲ μήτηρ ἀγχόναις διώλετο. | |
5(t) | Arg. Ar. Ach. Ἀριστοφάνους γραμματικοῦ. | |
1 | Ἐκκλησίας οὔσης παραγίνονταί τινες πρέσβεις παρὰ Περσῶν καὶ παρὰ Σιτάλκους πάλιν, οἱ μὲν στρατιὰν ἄγοντες, οἱ δὲ χρυσίον· παρὰ τῶν Λακεδαιμονίων τε μετὰ τούτους τινὲς | |
5 | σπονδὰς φέροντες, οὓς Ἀχαρνεῖς οὐδαμῶς εἴασαν, ἀλλ’ ἐξέβαλον· ὧν καθάπτεται σκληρῶς ὁ ποιητής. [αὐτὸ τὸ ψήφισμά τε Μεγαρικὸν ἱκανῶς φησι καὶ τὸν Περικλέα οὑκ τῶν Λακώνων τῶνδε πάντων αἴτιον, | |
10 | σπονδὰς λύσιν τε τῶν ἐφεστώτων κακῶν.] | 259 |
6(t) | Argum. Ar. Eq. Ἀριστοφάνους γραμματικοῦ. | |
1 | Παράγει τινὰ Κλέωνα τὸν καλούμενον Παφλαγόνα καὶ ἔτι βυρσοπώλην πικρότατα κατεσθίοντά πως τὰ κοινὰ χρήματα· ἐν παραλογισμῷ διαφέροντ’ ἐρρωμένως | |
5 | ἀλλαντοπώλην, εὐθέως σκατοφάγον, πεισθέντα τ’ ἐπιθέσθαι σὺν ἱππεῦσίν τισι, ἐν τῷ χορῷ παροῦσι, τῇ τῶν πραγμάτων ἀρχῇ Κλέωνός τ’ ἐν μέσῳ κατηγορεῖν. ἐγένετο τοῦτ’· ἐξέπεσεν ὁ Κλέων παγκάκως· | |
10 | ὁ δὲ σκατοφάγος ἔτυχε προεδρίας καλῆς. | |
7(t) | Arg. Ar. Vesp. Ἀριστοφάνους γραμματικοῦ. | |
1 | Φιλοῦντα δικάζειν πατέρα παῖς εἵρξας ἄφνω αὐτός τ’ ἐφύλαττεν ἔνδον οἰκέται θ’ ὅπως μὴ λανθάνῃ μηδ’ ἐξίῃ διὰ τὴν νόσον· ὁ δ’ ἀντιμάχεται παντὶ τρόπῳ καὶ μηχανῇ. | |
5 | εἶθ’ οἱ συνήθεις καὶ γέροντες, λεγόμενοι σφῆκες, παραγίνονται βοηθοῦντες σφόδρα ἐπὶ τῷ δύνασθαι κέντρον ἐνιέναι τισὶ φρονοῦντες ἱκανόν. ὁ δὲ γέρων τηρούμενος συμπείθετ’ ἔνδον διαδικάζειν καὶ βιοῦν, | |
10 | ἐπεὶ τὸ δικάζειν κέκρικεν ἐκ παντὸς τρόπου. | 260 |
8(t) | Arg. Ar. Pac. Ἀριστοφάνους γραμματικοῦ. | |
1 | Τῷ Διὶ φράσαι σπεύδων τὰ κατ’ ἀνθρώπους [κακὰ] Τρυγαῖος ἐθέλων ἀναπετέσθ’ ὡς τοὺς θεοὺς ἐξέτρεφεν ὄρνιθ’· ὡς δ’ ἀνέπτη, κατέλαβεν Ἑρμῆν μόνον ἄνω. κᾆτ’ ἐπιδείκνυσιν φράσας | |
5 | τὸν Πόλεμον ἐν βυθῷ τ’ ἀπῃωρημένον ἀέρος, ἕτοιμόν τ’ ὄντα πρὸς κακουχίαν τὴν πρότερον, Εἰρήνην δὲ κατορωρυγμένην, ἣν ἱκέτευσαν οἱ κατ’ ἀγροὺς ἀνάπαλιν πορεῖν τὸ μέλλον. ἡ δ’ ἐπένευσε καὶ τότε | |
10 | ἀπάγουσιν αὐτὴν ἐκ βερέθρου καὶ τἀγαθά. | 261 |
9(t) | Arg. Ar. Av. Ἀριστοφάνους γραμματικοῦ. | |
1 | Διὰ τὰς δίκας φεύγουσιν Ἀθήνας δύο τινές· οἳ πρὸς τὸν ἔποπα, τὸν λεγόμενον Τηρέα, ἐλθόντες ἠρώτων ἀπραγμόνων πόλιν. εἷς δ’ ὄρνις ἔποπι συμπαρὼν μετὰ πλειόνων | |
5 | πτηνῶν διδάσκει, τί δύνατ’ ὀρνίθων γένος, καὶ πῶς ἐάν περ κατὰ μέσον τὸν ἀέρα πόλιν κτίσωσι, τῶν θεῶν τὰ πράγματα αὐτοὶ παραλήψοντ’. ἐκ δὲ τοῦδε φαρμάκου πτέρυγάς τ’ ἐποίουν· ἠξίωσαν δ’ οἱ θεοί, | |
10 | ἐπίθεσιν οὐ μικρὰν ὁρῶντες γενομένην. | |
10(t) | Arg. Ar. Eccl. Ἀριστοφάνους γραμματικοῦ. | |
1 | Ἐν τοῖς Σκίροις τὰ γύναι’ ἔκρινεν ἐν στολαῖς ἀνέρων προκαθίζοντα, γενομένης ἐκκλησίας, περιθέμεναι πώγωνας ἀλλοτρίων τριχῶν. ἐποίησαν οὕτως. ὑστεροῦντες οὖν στολαῖς | |
5 | ἄνδρες γυναικῶν ἐκάθισαν· καὶ δὴ μία δημηγορεῖ περὶ τοῦ λαβούσας τῶν ὅλων τὴν ἐπιτροπὴν βέλτιον ἄρξειν μυρίῳ· ἐκέλευσέ τ’ εἰς κοινὸν φέρειν τὰ χρήματα καὶ χρῆσθ’ ἅπασιν ἐξ ἴσου ταῖς οὐσίαις | |
10 | καὶ ταῖς γυναιξὶ μετατίθεσθαι τοὺς νόμους. | |
11(t) | Arg. Ar. Plut. Ἀριστοφάνους γραμματικοῦ. | |
1 | Μαντεύεται δίκαιος ὤν τις καὶ πένης, εἰ μεταβαλὼν πλούτου τυχεῖν δυνήσεται. ἔχρησεν ὁ θεὸς συνακολουθεῖν ᾧπερ ἂν ἀνέρι περιτύχῃ. Πλοῦτος ὀπτάνεται τυφλός. | 262 |
5 | γνοὺς δ’ αὐτὸν ἤγαγ’ οἴκαδ’, ἄλλους δημότας καλέσας μετασχεῖν, εἶθ’ ὑγιάσαι τὰς κόρας ἔσπευδεν· εἰς Ἀσκληπιοῦ δ’ ἀπήγαγον. ἡ δ’ ἀναφανεῖς’ ἄφνω Πενία διεκώλυεν. ὅμως ἀναβλέψαντος αὐτοῦ, τῶν κακῶν | |
10 | οὐδεὶς ἐπλούτει, τῶν δ’ ἀγαθῶν ἦν τἀγαθά. | 263 |