TLG 0644 006 :: ARISTOPHANES :: Ceteri Aristophanis libri (fragmenta) ARISTOPHANES Gramm. Ceteri Aristophanis libri (fragmenta) frr. 1–7 Citation: Treatise — fragment — (line) | ||
1t | Περὶ ἀναλογίας. | 264 |
2t | Περὶ αἰγίδος. | |
2.1 | Eust. Il. p. 603, 28: Ὁ δὲ γραμματικὸς Ἀριστοφάνης ἴδιόν τι σύγγραμμα περὶ αἰγίδος προενεγκὼν ἄλλα τέ τινα λέγει οὐ πάνυ γλαφυρὰ καὶ ὅτι Ὅμηρος τοῖς πάθεσι καὶ τοῖς δι’ αὐτῶν ἀποτελουμένοις πράγμασιν ὁμωνύμους τινὰς ἐφιστᾷ δαί‐ | |
5 | μονας εἰδωλοποιουμένους μυθικῶς, ἐφ’ ὧν καὶ τὸ ἀποτελοῦν [ἤγουν παρασκευαστικὸν] νοεῖται καὶ τὸ ἀποτελούμενον κακὸν ἐναργῶς. Ἔρως γοῦν καὶ Πλοῦτος καὶ Ἔρις καὶ Ὕβρις καὶ Δεῖμος καὶ Φόβος καὶ Κυδοιμὸς καὶ Βροντὴ καὶ Ἀστραπὴ καὶ ἄλλα μυρία ὁμωνύμως δηλοῦσι τὸ (f. δηλοῦσί | |
---|---|---|
10 | τοι) εἰδωλοποιίαν τε δαιμονιώδη καὶ τὸ ἐκεῖθεν σύμπτωμα. Ἐν δὲ τοῖς τοιούτοις λέγει ὁ αὐτὸς καὶ ὅτι τὸ συνεστραμμέ‐ νον πνεῦμα καὶ καταράσσον ἄνεμον κατάρη λέγουσιν ὁ Ἀλ‐ | |
καῖος καὶ ἡ Σαπφὼ διὰ τὸ κατωφερῆ ὁρμὴν ἔχειν. | 271 | |
3t | Περὶ τῆς ἀχνυμένης σκυτάλης. | 273 |
3.1 | Ath. III. p. 85. E. F: μνημονεύων δ’ αὐτῆς (τῆς τελ‐ λίνης) Ἀριστοφάνης ὁ γραμματικὸς ἐν τῷ περὶ τῆς ἀχνυμένης σκυτάλης συγγράμματι ὁμοίας φησὶν εἶναι τὰς λεπάδας ταῖς καλουμέναις τελλίναις. Καλλίας δ’ ὁ Μιτυληναῖος ἐν τῷ | |
5 | περὶ τῆς παρ’ Ἀλκαίῳ λεπάδος παρὰ τῷ Ἀλκαίῳ φησὶν εἶναι ᾠδήν, ἧς ἡ ἀρχή· „Πέτρας καὶ πολίας θαλάσσας τέκνον“, ἧς ἐπὶ τέλει γεγράφθαι· „ἐκ δὲ παίδων χαύνοις φρένας ἁ θαλασσία λέπασ“. ὁ δ’ Ἀριστοφάνης γράφει ἀντὶ τοῦ λέπας χέλυς, καί φησιν οὐκ εὖ Δικαίαρχον ἐκδεξάμενον λέγειν τὰς | |
10 | λεπάδας· τὰ παιδάρια δέ, ἡνίκ’ ἂν εἰς τὸ στόμα λάβωσιν, αὐλεῖν ἐν ταύταις καὶ παίζειν καθάπερ καὶ παρ’ ἡμῖν τὰ σπερ‐ | |
μολόγα τῶν παιδαρίων ταῖς καλουμέναις τελλίναις. | 274 | |
4t | Περὶ προςώπων. | 275 |
4.1 | Ath. XIV. p. 659. A: Μαίσων γέγονε κωμῳδίας ὑπο‐ κριτής, Μεγαρεὺς τὸ γένος, ὃς καὶ τὸ προςωπεῖον εὗρε τὸ ἀπ’ αὐτοῦ καλούμενον Μαίσωνα, ὡς Ἀριστοφάνης φησὶν ὁ Βυ‐ ζάντιος ἐν τῷ περὶ προςώπων, εὑρεῖν αὐτὸν φάσκων καὶ τὸ | |
5 | τοῦ θεράποντος πρόςωπον καὶ τὸ τοῦ μαγείρου. καὶ εἰκότως | |
καὶ τὰ τούτοις πρέποντα σκώμματα καλεῖται Μαισωνικά. | 276 | |
5t | Περὶ τῶν Ἀθήνησιν ἑταιρίδων. | 277 |
5.1 | Aelian. V. H. XII, 5: Ὅτι Λαῒς ἡ ἑταίρα, ὥς φη‐ σιν Ἀριστοφάνης ὁ Βυζάντιος, καὶ Ἀξίνη ἐκαλεῖτο. ἤλεγχε δὲ αὐτῆς τὸ ἐπώνυμον τοῦτο τὴν τοῦ ἤθους ἀγριότητα. | |
5.2 | Ath. XIII. p. 586. F: ἐν δὲ τῷ κατὰ Φιλίππου βιαίων ὁ Λυσίας—καὶ Ναίδος τῆς ἑταίρας μέμνηται καὶ ἐν τῷ πρὸς Μέδοντα ψευδομαρτυριῶν. ἐπώνυμον δέ ἐστι τοῦτο ἑταίρας. τὸ γὰρ κύριον ἦν Οἶα, ὡς Ἀντιφάνης εἴρηκεν ἐν τῷ | |
5 | περὶ ἑταιρῶν, Ἀντικύραν αὐτὴν φάσκων κληθῆναι, ἤτοι ὅτι συνέπινε παρακινοῦσι καὶ μεμηνόσιν, ἢ ὅτι αὐτὴν ἀναλαβὼν ὁ ἰατρὸς Νικόστρατος καὶ ἀποθνήσκων κατέλιπεν αὐτῇ πολὺν ἑλλέβορον, ἄλλο δὲ οὐδέν. H. l. pro Ἀντιφάνης Fabricius cum libris BF. requirebat Ἀριστοφάνης, fortasse recte, cf. Harp. | |
10 | p. 23, 2: Ἀριστοφάνης (ita enim libri ABCFM, vulgo cum Maussaco editur Ἀντιφάνης) ἐν τῷ περὶ ἑταιρῶν φησιν· Ἀντι‐ κύραν δ’ ἐκάλεσαν, ὅτι συνέπινε παρακινοῦσι καὶ μεμηνόσιν, οἱ δὲ ὅτι ἰατρὸς αὐτῇ Νικόστρατος κατέλιπεν ἀποθνήσκων | |
πολὺν ἐλλέβορον. | 279 | |
6t | Παράλληλοι Μενάνδρου τε καὶ ἀφ’ ὧν ἔκλεψεν ἐκλογαί. | |
6.1 | Porphyrius ap. Euseb. Pr. Euang. X, 3. p. 465. D: καὶ τί θαυμάζομεν, εἰ Θεοπόμπου καὶ Ἐφό‐ ρου τὸ τῆς κλοπῆς πάθος ἥψατο—, ὅπου γε καὶ Μένανδρος τῆς ἀρρωστίας ταύτης ἐπλήσθη; ὃν ἠρέμα μὲν ἤλεγξε διὰ τὸ | |
5 | ἄγαν αὐτὸν φιλεῖν Ἀριστοφάνης ὁ γραμματικὸς ἐν ταῖς παραλ‐ λήλοις αὐτοῦ τε καὶ ἀφ’ ὧν ἔκλεψεν ἐκλογαῖς, Λατῖνος δὲ ἓξ βιβλίοις ἃ ἐπέγραψε περὶ τῶν οὐκ ἰδίων Μενάνδρου, τὸ πλῆθος αὐτοῦ τῶν κλοπῶν ἐξέφηνε. | |
7t | Περὶ ζώων. | 280 |
7.1 | Io. Lydus de Magistr. P. R. III, 63. p. 257, 15: καὶ ἔλοπα μὲν αὐτὸν Ἀριστοτέλης καὶ πάντες οἱ φυσικοὶ κα‐ | |
λοῦσι, καὶ Ἀριστοφάνης δὲ ὁ Βυζάντιος ἐν τῇ ἐπιτομῇ τῶν | 281 | |
7.2 | Artemid. II, 14. de trigla disserens: αὕτη δὲ γυ‐ ναιξὶν ἀτέκνοις ἐστὶν ἀγαθή· τρὶς γὰρ κύει. ὅθεν αὐτῇ καὶ τοὔνομα εἰκότως φασὶ κεῖσθαι καὶ Ἀριστοτέλης ἐν τοῖς περὶ ζώων καὶ Ἀριστοφάνης ἐν τοῖς εἰς Ἀριστοτέλην ὑπομνήμασι. | |
7.3 | Hierocl. in Hippiatr. praef. p. 4: Ἀριστοφάνης οὖν ὁ Βυζάντιος τὰ περὶ φύσεως ζώων ἐπιτεμόμενος ἐκ τῶν Ἀρι‐ στοτέλους τοῦ φιλοσόφου, φησὶν ἔτη ζῆν δύνασθαι ἵππον πεντήκοντα καὶ πρός. | |
appendt | Φαινόμενα | 282 |