TLG 0644 005 :: ARISTOPHANES :: Commentaria in Callimachi pinaces (fragmenta) ARISTOPHANES Gramm. Commentaria in Callimachi pinaces (fragmenta) frr. 1, 3–8 Citation: Fragment — (line) | ||
1 | Argum. Hes. Scut. (edit. Goettl. p. 108.): Τῆς Ἀσπί‐ δος ἡ ἀρχὴ ἐν τῷ δʹ καταλόγῳ φέρεται μέχρι στίχων νʹ καὶ ϛʹ. ὑπώπτευκε δὲ Ἀριστοφάνης οὐχ ὁ κωμικός, ἀλλά τις ἕτερος γραμματικὸς ὡς οὐκ οὖσαν αὐτὴν Ἡσιόδου, ἀλλ’ ἑτέρου τινὸς | |
5 | τὴν Ὁμηρικὴν ἀσπίδα μιμήσασθαι προαιρουμένου. | 247 |
---|---|---|
3 | Thom. M. Vit. Pind. (Vol. II. p. 5. Boeckh.): ὁ δὲ ἐπινίκιος οὗ ἡ ἀρχὴ „Ἄριστον μὲν ὕδωρ“ προτέτακται ὑπὸ Ἀριστοφάνους τοῦ συντάξαντος τὰ Πινδαρικὰ διὰ τὸ πε‐ ριέχειν τοῦ ἀγῶνος ἐγκώμιον καὶ τὰ περὶ τοῦ Πέλοπος, ὃς | |
5 | πρῶτος ἐν Ἠλίδι ἠγωνίσατο. | |
4 | Auct. Vitae Sophocl. ed. Brunck. p. X: ἔγραψε δέ (Sophocles), ὥς φησιν Ἀριστοφάνης, δράματα ἑκατὸν τριά‐ κοντα· τούτων δὲ νοθεύεται δέκα ἑπτά. | |
5 | Syrian. in Hermog. Vol. IV. p. 101: ὅθεν καὶ Με‐ νάνδρῳ τῷ κάλλιστα τὸν βίον μιμησαμένῳ ἀπὸ τῶν τοιού‐ των αἱ ὑποθέσεις πᾶσαι συμπληροῦνται· εἰς ὃν καὶ Ἀριστο‐ φάνης ὁ γραμματικὸς εὐστοχώτατα εἶπεν ἐκεῖνο· „Ὦ Μέναν‐ | |
5 | δρε καὶ βίε, πότερος ἄρ’ ὑμῶν πότερον ἐμιμήσατο;“ | 249 |
6 | Diog. L. III, 61. ubi de Platone philosopho dis‐ seritur: ἔνιοι δέ, ὧν ἔστι καὶ Ἀριστοφάνης ὁ γραμματικός, εἰς τριλογίας ἕλκουσι τοὺς διαλόγους. καὶ πρώτην μὲν τι‐ θέασιν ἧς ἡγεῖται Πολιτεία Τίμαιος Κριτίας, δευτέραν Σοφι‐ | |
5 | στὴς Πολιτικὸς Κρατύλος, τρίτην Νόμοι Μίνως Ἐπινομίς, τετάρτην Θεαίτητος Εὐθύφρων Ἀπολογία, πέμπτην Κρίτων Φαίδων Ἐπιστολαί, τὰ δ’ ἄλλα καθ’ ἓν καὶ ἀτάκτως. | |
7 | Diog. L. X 13: κέχρηται δὲ (Ἐπίκουρος) λέξει κυρίᾳ κατὰ τῶν πραγμάτων, ἣν ὅτι ἰδιωτική ἐστιν, Ἀριστο‐ φάνης ὁ γραμματικὸς αἰτιᾶται. σαφὴς δ’ ἦν οὕτως ὡς καὶ ἐν | |
τοῖς περὶ τῆς ῥητορικῆς μηδὲν ἄλλο ἢ σαφήνειαν ἀπαιτεῖν. | 250 | |
8 | Ath. IX. p. 408. F: Ἀριστοφάνης δ’ ὁ γραμματι‐ κὸς ἐν τοῖς πρὸς τοὺς Καλλιμάχου πίνακας χλευάζει τοὺς οὐκ εἰδότας τὴν διαφορὰν τοῦ τε κατὰ χειρός καὶ τοῦ ἀπο‐ νίψασθαι· παρὰ γὰρ τοῖς παλαιοῖς τὸ μὲν πρὸ ἀρίστου καὶ | |
5 | δείπνου λέγεσθαι κατὰ χειρός, τὸ δὲ μετὰ ταῦτα ἀπο‐ νίψασθαι· ἔοικε δ’ ὁ γραμματικὸς τοῦτο πεφυλακέναι παρὰ τοῖς Ἀττικοῖς. Cf. ibid. p. 410. B: σημειωτέον δὲ ὅτι καὶ μετὰ τὸ δειπνῆσαι κατὰ χειρός ἔλεγον, οὐχ ὡς Ἀριστοφά‐ νης ὁ γραμματικός φησιν, ὅτι πρὶν φαγεῖν οἱ Ἀττικοὶ κατὰ | |
10 | χειρός ἔλεγον, μετὰ δὲ τὸ δειπνῆσαι ἀπονίψασθαι. Ex Athenaeo profecit Eust. Od. p. 1401, 19: Ἀριστοφάνης δ’ ὁ γραμματικός φησι παρὰ τοῖς παλαιοῖς τὸ μὲν πρὸ ἀρί‐ στου καὶ δείπνου λέγεσθαι κατὰ χειρός, τὸ δὲ μετὰ ταῦτα | |
ἀπονίψασθαι. τοῦτο δὲ παρ’ Ἀττικοῖς ἴσως πεφύλακται. | 251 |